Library › St Nikephoros of Constantinople › Canons
Canons
St Nikephoros of Constantinople, Greek, Rallis–Potlis 4, 1854
39. Seven Canons of the Same
ΤΟΥ ΑΥΤΟΥ ΚΑΝΟΝΕΣ Ζ΄.
Ὅτι οὐ δεῖ ὁδοιπορεῖν ἄνευ ἀνάγκης ἢ βίας ἐν Κυριακῇ.
Τὴν Ἀποκάλυψιν τοῦ Παύλου, καὶ τὰ λεγόμενα βροντολόγια, καὶ σεληνοδρόμια, ἢ καλανδολόγια, οὐ χρὴ δέχεσθαι· βέβηλα γὰρ πάντα.
Τὴν Ἀποκάλυψιν Ἔσδρα καὶ Ζωσιμᾶ, καὶ τὰ δύο μαρτύρια τοῦ ἁγίου Γεωργίου, καὶ τῶν ἁγίων μαρτύρων Κηρύκου καὶ Ἰουλίττης, καὶ τὴν βίβλον Μάρκου καὶ Διαδόχου οὐ χρὴ δέχεσθαι· ἀπόβλητα γὰρ, καὶ οὐ δεκτά.
Ὅτι οὐ δεῖ ἐργάζεσθαι τὴν ἑβδομάδα τῆς Διακαινησίμου, οὐδὲ τῷ σαββάτῳ τῆς ἀπολυσίμου ψάλλειν τὸν ἄμωμον, οὐδὲ τὰς πέμπτας φυλάττειν.
Ὁ χειρισάμενος τὸν ἑαυτοῦ πατέρα, καὶ ἀποκτείνας ἑκουσίως, τὰ τοῦ φόνου ἐπιτίμια τελέσει ἔτη τριάκοντα πέντε.
Κατὰ περίστασιν καὶ μοναχὸς λιτὸς βαπτίζει. Ὡσαύτως καὶ διάκονος κατὰ περίστασιν βαπτίζει.
Χρὴ τὰ ἀβάπτιστα νήπια, ἐὰν εὑρεθῇ τις εἰς τόπον μὴ ὄντος ἱερέως, βαπτισθῆναι. Εἰ βαπτίσει δὲ καὶ ὁ ἴδιος πατὴρ, ἢ οἱοσδήποτε ἄνθρωπος, μόνον ἵνα ἐστὶ Χριστιανὸς, οὐχ ἔστιν ἁμαρτία.