Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Nikephoros of Constantinople › Canons

Canons

St Nikephoros of Constantinople, Greek, Rallis–Potlis 4, 1854

Canons, Letter of Our Father among the Saints Nikephoros, Patriarch of Constantinople,…

ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ.

Ὅσην ἔχει ἐπιποθίαν ἡ τιμιότης σου ἰδεῖν τὴν ταπείνωσιν ἡμῶν, τοσαύτην οἰέσθω καὶ τὴν ἡμετέραν εἶναι πρὸς τὴν κατ᾽ ὀφθαλμοὺς ὁμιλίαν. Ἀλλ᾽ ἐπειδὴ γέγραπται, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ, αὐτῷ ἀναθετέον τὸν πόθον, καὶ ἐπιῤῥιπτέον τὴν μέριμναν, καὶ αὐτὸς ποιήσει, ὁπηνίκα καὶ βούλεται, θέλημα τῶν φοβουμένων αὐτόν. Τὸ δὲ νῦν ἔχον, ἀναγκαῖον περὶ τῶν προταθέντων κεφαλαίων ὑπὸ τῶν πνευματικῶν ἡμῶν ἀδελφῶν, Ἰλαρίωνος καὶ Εὐστρατίου, μεσολαβούσης τῆς σῆς εὐλαβείας, ἀποκριθῆναι τὰ εἰκότα. Ὡς ἂν δὲ εὐσύνοπτα γένηται τὰ λεγόμενα, ἑκάστου προταθέντος κεφαλαίου, κατὰ συνέχειαν καὶ ἡ ἀπόκρισις εἴη.

Ἐρώτησις Α΄.

Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμῃ, ἐν Νεαπόλει, καὶ Λογγοβαρδίᾳ, ἀκηρύκτων καὶ ἀπολελυμένων, εἰ χρὴ τούτους δέχεσθαι, καὶ κοινωνεῖν αὐτοῖς, καὶ συνεσθίειν, καὶ συμψάλλειν.

Ἀπόκρισις.

Ἐν καιρῷ αἱρέσεως, οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται, διὰ τὴν ἀναγκάζουσαν χρείαν· ὅπερ φαίνεται πεποιηκὼς ὅ τε μακαριώτατος Ἀθανάσιος, καὶ ὁ ἁγιώτατος Εὐσέβιος, ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. Καὶ νῦν δὲ τὸ αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει· ὥστε οἱ ἀποδηλωθέντες, εἰ οὐ προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτω χειροτονηθῆναι, ἀποτρόπαιοι, ἀλλὰ προσδεκτέοι κατὰ τὰς τέσσαρας προτάσεις.

Ἐρώτησις Β΄.

Περὶ τῶν χειροτονηθέντων πρεσβυτέρων ὑπερόρια ἐν Σικελίᾳ, εἰ χρὴ τούτους δέχεσθαι.

Ἀπόκρισις.

Τοῦτο τὸ ἐρώτημα, ὅμοιον τοῦ προτεθέντος εἰ καὶ καθ᾽ ὕφεσιν τόπου· ὁμοίως οὖν δηλονότι ἕξει καὶ τὴν ἀπόκρισιν.

Ἐρώτησις Γ΄.

Περὶ τῶν κοινωθεισῶν Ἐκκλησιῶν ἐκ τῶν ἱερέων κοινωνησάντων τῇ αἱρέσει, καὶ κατεχομένων ὑπ᾽ αὐτῶν, εἰ χρὴ εἰσιέναι εἰς αὐτὰς χάριν εὐχῆς καὶ ψαλμωδίας.

Ἀπόκρισις.

Οὐ χρὴ τὸ καθόλου εἰς τοιαύτας Ἐκκλησίας εἰσιέναι, κατὰ τοὺς εἰρημένους τρόπους· ἐπειδὴ γέγραπται· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος· ἅμα γὰρ τῷ εἰσαχθῆναι τὴν αἴρεσιν, ἀπέστη ὁ ἔφορος τῶν ἐκεῖσε Ἄγγελος, κατὰ τὴν φωνὴν τοῦ μεγάλου Βασιλείου, καὶ κοινὸς οἶκος ὁ τοιοῦτος χρηματίζει ναός· καὶ, Οὐ μὴ εἰσέλθω, φησὶν, εἰς Ἐκκλησίαν πονηρευομένων· καὶ ὁ Ἀπόστολος· Τίς συγκατάθεσις ναοῦ Θεοῦ μετὰ εἰδώλων;

Ἐρώτησις Δ΄.

Περὶ τῶν κοινωθεισῶν Ἐκκλησιῶν ὑπὸ τῶν αὐτῶν ἱερέων, καὶ [μὴ] κατεχομένων ὑπ᾽ αὐτῶν, εἰ χρὴ ἐν αὐταῖς ψάλλειν καὶ εὔχεσθαι.

Ἀπόκρισις.

Χρὴ μὲν οὖν εἰσιέναι ἐν ταῖς τοιαύταις Ἐκκλησίαις εἰς τὸ ψάλλειν καὶ εὔχεσθαι, ἀλλ᾽ εἴπερ ἀσφαλῶς μὴ καταχραίνοιντο ὑπὸ τῶν [αὐτῶν], ἀλλὰ κατέχονται ὑπὸ τῶν ὀρθοδόξων ἐς τόδε. Τετύπωται δὲ ἐνταῦθα, ὑπὸ σεσωσμένου ἐπισκόπου, ἢ ἱερέως· τὰ ἀνοίξια τῆς Ἐκκλησίας γίνεσθαι, ὑποφαινομένης εὐχῆς· ὥστε, εἰ τοῦτο γένοιτο, καὶ τὸ λειτουργεῖν ἐκεῖσε οὐχ ἀπᾷδον· παράδειγμα, τὸ τὸν ἅγιον Ἀθανάσιον, ὑπὸ Κωνσταντίου τοῦ βασιλέως παρακαλούμενον, μίαν ταύτην χάριν παρασχέσθαι, ἐν Ἀλεξανδρείᾳ ἕνα ναὸν παραδοῦναι τοῖς Ἀρειανοῖς εἰς τὸ συνάγεσθαι, κατανεῦσαι, ἄνπερ ἐν Κωνσταντινουπόλει λήψοιτο καὶ αὐτὸς τὴν αὐτὴν χάριν, τοῦ συνάγεσθαι τοὺς ὀρθοδόξους ἐν ἑνὶ ναῷ προκατεχομένῳ ὑπὸ τῶν Ἀρειανῶν.

Ἐρώτησις Ε΄.

Περὶ τῶν ἐν σώματι ἁγίων, εἰ χρὴ εἰσιέναι εἰς κοιμητήρια αὐτῶν, καὶ εὔχεσθαι, καὶ προσκυνεῖν αὐτοῖς κατεχομένοις ὑπὸ τῶν μιανθέντων ἱερέων.

Ἀπόκρισις.

Οὐ παραχωρεῖ ὁ κανὼν κατὰ τὰ προδηλωθέντα, εἰσιέναι εἰς τὰ κοιμητήρια αὐτῶν· γέγραπται [γάρ·] Ἱνατί ἡ ἑλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ μή τι ἂν ἐξ ἀνάγκης, κατὰ μόνον τὸ ἀσπάσασθαι τὸ τοῦ ἁγίου λείψανον, ἡ εἴσοδος γένοιτο.

Ἐρώτησις ϛ΄.

Περὶ τῶν λαβόντων τὸ μοναχικὸν σχῆμα ἐκ τῶν κοινωθέντων ἱερέων, πῶς τούτους δέχεσθαι δεῖ;

Ἀπόκρισις.

Ὁμολογοῦντας ἡμαρτηκέναι, καὶ ἐπιτιμηθέντας χρόνῳ τινὶ, εἶθ᾽ οὕτω δεχομένους παρὰ σεσωσμένου πρεσβυτέρου, προσδεκτέον.

Ἐρώτησις Ζ΄.

Περὶ τῶν ὑπογραψάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αἱρέσει, πῶς χρὴ τούτους δέχεσθαι, χωρὶς ἐπιτιμίου, ἢ μετὰ ἐπιτιμίου, ἐὰν ὁμολογήσωσι μηκέτι ἐνεργεῖν ἐν τῇ ἱερατείᾳ; Καὶ εἰ ἔξεστιν ἡμῖν διδόναι ἐπιτίμιον τοῖς τοιούτοις.

Ἀπόκρισις.

Δηλονότι μετὰ τῶν προσηκόντων ἐπιτιμίων· οὕτω γὰρ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι, εἶεν ἂν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι· διδόναι δὲ ὑμᾶς ἐπιτίμιον τοῖς τοιούτοις, οὐκ ἀποκριτέον· γέγραπται γάρ· Ἀλλήλων τὰ βάρη βαστάζετε.

Ἐρώτησις Η΄.

Περὶ τῶν μοναχῶν τῶν ἀδιαφόρως παραβαλλόντων τοῖς τυχοῦσι, καὶ συνευχομένοις, καὶ συνεσθίουσιν αὐτοῖς, εἰ χρὴ δέχεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν καὶ ψαλμωδίαν.

Ἀπόκρισις.

Τοῦ Ἀποστόλου λέγοντος· Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβε παρ᾽ ἡμῶν· καὶ πῶς οὐχὶ καὶ ἀφ᾽ ἑαυτῶν τὸ καλὸν κρίνετε; Εἰ μὲν οὖν ἀπόσχοιντο τῆς ἐφαμάρτου συνηθείας, καταδεχόμενοι καὶ ἐπιτιμίαν τὴν προσήκουσαν, δεκτέοι. Ἐπιτηρητέον δὲ, τίνες εἰσὶν οὕς φατε τυχόντας, ἄρα αἱρετικοὶ, ἢ προδήλως κατεγνωσμένοι ἐπὶ τῷ βίῳ. Περὶ τούτων φησὶν ὁ Ἀπόστολος· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, καὶ τὰ ἑξῆς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

Ἐρώτησις Θ΄.

Περὶ τῶν πρεσβυτέρων τῶν βεβρωκότων μετὰ αἱρετικῶν ἅπαξ καὶ δὶς, καὶ μὴ κοινωνησάντων, ἢ ὑπογραψάντων, εἰ χρὴ τούτους δέχεσθαι εἰς συνεστίασιν καὶ ψαλμωδίαν χωρὶς σφραγίδος, ἢ μετὰ σφραγίδος.

Ἀπόκρισις.

Ἐπὶ τῶν τοιούτων τηρητέον, εἰ οἱ βεβρωκότες ἱερεῖς μετὰ ἱερέων αἱρετικῶν ἢ λαϊκῶν ἔφαγον, καὶ ὁμολογούμενον, εἰ ὀρθοφρονούντων μὲν, [μὴ] κοινωνούντων δὲ τοῖς αἱρετικοῖς· μεῖζον δὲ τὸ κρίμα ἐπὶ τῶν ἱερωμένων. Μετανοίᾳ δὲ ἀξιολόγῳ προσδεκτέον ἑκατέρους. Κοινωνῆσαι δὲ χρὴ αὐτοῖς ἄλλων τε προσευχῶν καὶ σφραγίδων.

Ἐρώτησις Ι΄.

Περὶ τῶν ὑπογραψάντων κοσμικῶν ἐν τῇ αἱρέσει καὶ κοινωνούντων, εἰ χρὴ τοὺς τοιούτους κοσμικοὺς, κοσμικοῖς ὀρθοδόξοις συνεσθίειν.

Ἀπόκρισις.

Ἡ ἀδιαφορία, τῶν κακῶν τὸ αἴτιον· Ἀναμέσον γὰρ, φησὶ, καθαροῦ καὶ βεβήλου οὐ διέστελλον. Χρὴ οὖν, εἴπερ ζηλωταί εἰσιν ὀρθοδοξοῦντες, μὴ προσίεσθαι τοὺς τοιούτους εἰς συνεστίασιν, εἰ μὴ πρότερον ὑπὲρ τῆς πονηρᾶς ὑπογραφῆς ἐπιτιμηθεῖεν, εἶτα καὶ ἀπόσχοιντο τῆς αἱρετικῆς κοινωνίας. Ἐπειδὴ δὲ κατὰ περίστασιν φεύγοντες τοὺς κινδύνους, χραίνονται τῇ αἱρετικῇ κοινωνίᾳ τινὲς, ὁμολογοῦντας τὴν προπέτειαν καὶ μετανοοῦντας προσδεκτέον εἰς συνεστίασιν· καὶ τοῦτο οὐχ ἀδιαφόρως, ἀλλὰ κατὰ σύμβασίν τινα περιστατικὴν, καὶ φέρουσαν ἐντεῦθεν κέρδος ἀμφοτέροις, ἀλλ᾽ οὐ ζημίαν ψυχικήν.

Ἐρώτησις ΙΑ΄.

Περὶ τῶν θελόντων βαπτισθῆναι, ἐὰν μὴ εὑρεθῇ ὀρθόδοξος πρεσβύτερος, ἢ ἄμεμπτος, εἰ χρὴ βαπτισθῆναι ὑπὸ τῶν κοινωθέντων ἱερέων, ἢ ἀκηρύκτων, μάλιστα ἐὰν θάνατος κατεπείγῃ.

Ἀπόκρισις.

Τύπος τοιοῦτος ἐξεφωνήθη ἐνταῦθα παρά τε ὁμολογητῶν ἱεραρχῶν τε καὶ καθηγουμένων, τοὺς εἰρημένους πρεσβυτέρους παύεσθαι μὲν τῆς λειτουργίας διὰ τὴν αἱρετικὴν κοινωνίαν, συγχωρεῖσθαι δὲ, μὴ εὑρισκομένου ἱερέως, καὶ βαπτίζειν, καὶ μεταδιδόναι τῶν ἁγιασμάτων, προτετελεσμένων ἐξ ἀκρατήτου ἱερέως, σχῆμά τε διδόναι μοναχοῦ, εὐχήν τε ποιεῖν ἐπὶ ἐκκομιδῇ, Εὐαγγέλιόν τε ἐκφωνεῖν ἐπὶ ὄρθρου, καί γε τῶν Θεοφανείων ὕδωρ εὐλογεῖν, ὡς εἴρηται, κατὰ περίστασιν, διὰ τὸ μὴ ἐναπομένειν τοὺς λαοὺς παντάπασιν ἀνηκόους τοῦ Εὐαγγελίου, καὶ ἀφωτίστους. Εἰ οὖν συναρέσκει καὶ ὑμῖν, κρατείτω ὁ τοιοῦτος τύπος καὶ ἐν τοῖς αὐτόθι.

Ἐρώτησις ΙΒ΄.

Περὶ τῶν ἀποσχισάντων, καὶ μετανοίᾳ προσερχομένων, εἰ ἔξεστι τοῖς τοιούτοις ἐπιτιμίαν διδόναι, ἢ δέχεσθαι αὐτούς.

Ἀπόκρισις.

Ἤδη ἐν τοῖς ἀνωτέρω προδεδήλωται, ὅτι χρὴ διδόναι· καὶ παρέλκον, τὸ αὐτὸ ἐπικυκλεῖν.

Ἐρώτησις ΙΓ΄.

Ἐὰν ἐπίσκοπος ἐν ἐγκλήματι περιπεσὼν, ὑπὸ συνόδου καθαιρεθείη, εἶτα πάλιν χειροτονήσῃ πρεσβύτερον, ὁ δὲ αὐτὸς πρεσβύτερος, ἐν μοναστηρίῳ παραγενόμενος, ὑπὸ τοῦ ἰδίου πατρὸς δέξηται ἐπιτιμίαν πρὸ χρόνων, καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ ἱερωσύνῃ, εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητός ἐστι, δεόμεθα.

Ἀπόκρισις.

Προφανοῦς οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος· εἴρηκε γὰρ ὁ Κύριος· Οὐ δύναται σαπρὸν δένδρον, καρπὸν καλὸν ποιεῖν· οὐχ ὅτι ὑπὸ τοῦ ἰδίου ἡγουμένου, ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ λειτουργεῖν· οὔτε γὰρ αὐτὸς ἱερεὺς, οὔτε ὁ λύσας ἅγιος· ἐπεὶ οὕτω, παρατραπήσεται πάντα τὰ κανονικὰ παραγγέλματα καὶ οἰχήσεται.

Ἐρώτησις ΙΔ΄.

Περὶ τῶν πρεσβυτέρων τῶν ἀπὸ ὀρθοδόξων χειροτονηθέντων, μὴ ὑπογραψάντων δὲ, μηδὲ κοινωνησάντων, συμφαγόντων δὲ μόνον μετὰ Κωνσταντίνου τοῦ μητροπολίτου.

Ἀπόκρισις.

Ἐν τοῖς ἀνωτέρω προαπεδόθη ὁ περὶ τούτου λόγος. Εἴτε οὖν μετὰ Κωνσταντίνου, εἴτε μεθ᾽ οἱουδήποτε τῶν ἑτεροδόξων ἡ συνεστίασις γέγονε, μετανοίᾳ ἀξιολόγῳ ὁ συνεστιασθεὶς τοῦ ἐγκλήματος ἀπολέλυται, οὐ μόνον πρὸς συνεστίασιν τῶν πεφυλαγμένων, ἀλλὰ καὶ πρὸς ἣν ἠξιώθησαν ἱερωσύνην. Τὸ δὲ μέτρον τοῦ ἐπιτιμίου, οὐ δυνατὸν ὡρισμένως ὑποβάλλειν, διὰ ποιότητα καὶ προσώπου καὶ τρόπου, ὥστε ἐν δυσὶν ἢ τρισὶ τεσσαρακοσταῖς ἀρκεῖσθαι τὸν ἐπιτιμηθέντα.

Ἐρώτησις ΙΕ΄.

Περὶ πρεσβυτέρων ὁμοίως ὑπὸ ὀρθοδόξων χειροτονηθέντων, καὶ κατὰ ἄγνοιαν συμφαγόντων μετὰ πρεσβυτέρων βεβρωκότων μετὰ τοῦ αὐτοῦ μητροπολίτου.

Ἀπόκρισις.

Γέγραπται· Πᾶν τὸ ἐν ἀγνοίᾳ, καθαρισθήσεται· ὥστε ἀνένοχοί εἰσι παντὸς ἐπιτιμίου.

Ἐρώτησις Ιϛ΄.

Περὶ πρεσβυτέρων ὀρθοδόξων, ἤγουν Ἰλαρίωνος, καὶ Εὐστρατίου μοναχοῦ, ἂν ἔχωσιν ἐξουσίαν διδόναι τὰ ἐπιτίμια.

Ἀπόκρισις.

Προείρηται κἂν τοῖς ἀνωτέρω, ὅτι χρὴ διδόναι. Ἐπειδὴ δὲ ἐμφαίνει ἡ ἐρώτησις, εἰ δεῖ καὶ τὸν μὴ ἔχοντα ἱερωσύνην διδόναι κατὰ ἀπορίαν πρεσβυτέρου, καὶ πίστιν προσιόντος, οὐκ ἔξω τοῦ εἰκότος, καὶ τὸν ἁπλῶς μοναχὸν ἐπιτίμιον διδόναι.

Ἐρώτησις ΙΖ΄.

Περὶ μονάζοντος τοῦ λαβόντος τὸ ἱερὸν σχῆμα κατὰ ἄγνοιαν ἀπὸ πρεσβυτέρου χειροτονηθέντος ὑπὸ καθῃρημένου.

Ἀπόκρισις.

Εἴρηται ἐν ἑτέρῳ κεφαλαίῳ, ὅτι πᾶν τὸ κατὰ ἄγνοιαν καθαρισθήσεται· καὶ οὐκ ἐξὸν ἀποστρέφεσθαι τὴν μετὰ τοῦ τοιούτου συνεστίασιν· καὶ ἐπὶ ἄλλων τὴν σύμβασιν ποιούντων ὁμοίως καὶ φιλίαν.

Ταῦτά σοι μὲν ὡς συμψύχῳ καὶ συμπόνῳ ἡμεῖς κατὰ τὸ ἐφικτὸν ἀνεπτύξαμεν· αὐτὸς δὲ μεταδοίης ἀσφαλῶς τοῖς ἐπερωτήσασιν ἀδελφοῖς· Οὐ γὰρ πάντων ἡ πίστις, οὐδὲ πολλοῖς ἐκπέφρασται τὰ τοιάδε, οὐ μόνον διὰ τὴν ἄνοιαν τῶν ἀνομησάντων, ἀλλὰ καὶ διὰ τοὺς πειρασμοὺς τῶν κρατούντων. Ἀνθ᾽ ὧν δὲ οἱ εὐλαβέστατοι ἀπεστάλκασιν ἀποστολῶν πολλῶν τε καὶ καλῶν, ἀμείψοιντο παρὰ Θεοῦ τὴν ἀξίαν μισθαποδοσίαν, καὶ τάδε τὰ δύο μαλακίσκια εἰς ὑπόμνημα φιλίας. Ἔῤῥωσθε ἐν Κυρίῳ, τιμιώτατοι, προσευχόμενοι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας.

· Contents