Library › St Nikephoros of Constantinople › Canons
Canons
St Nikephoros of Constantinople, Greek, Rallis–Potlis 4, 1854
From the Canons of the Most Holy Nikephoros, Patriarch of Constantinople and Ecumenical,…
ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ ΤΟΥ ΠΑΝΑΓΙΩΤΑΤΟΥ ΝΙΚΗΦΟΡΟΥ, ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Καὶ Οἰκουμενικοῦ, ἐκ τῶν ἐκκλησιαστικῶν αὐτοῦ συντάξεων.
Τὰς Ἐκκλησίας τὰς ὑπὸ αἱρετικῶν ἐνθρονισθείσας, παρακελευόμεθα ὡς εἰς κοινὸν οἶκον κατὰ ἀνάγκην εἰσιέναι καὶ ψάλλειν, πήξαντας ἐν μέσῳ σταυρόν· ἐν δὲ τῷ θυσιαστηρίῳ, μήτε εἰσέρχεσθαι, μήτε θυμιᾶν, μήτε εὐχὴν ἐπιτελεῖν, μήτε κανδήλαν ἢ λύχνον ἅπτειν.
Ὅτι δεῖ τὸν ἀθετοῦντα μοναχὸν τὸ ἅγιον σχῆμα, καὶ πάλιν ἐπιστρέφοντα, κατηχεῖσθαι ὑπὸ τῶν ἀδελφῶν τὰ δέοντα, ἀλλ᾽ οὐχὶ ἐκ τῶν κατηχήσεων, ἀλλ᾽ ἕκαστος ἐξ ὧν ἐπιχορηγεῖται ὑπὸ τοῦ Κυρίου λόγων· καὶ ψάλλειν τὸν κατανυκτικὸν κανόνα τοῦ πλαγίου ἤχου, καὶ τιθέναι τὰ ἱμάτια αὐτοῦ ἐν τῷ θυσιαστηρίῳ ὑποκάτω τῆς ἁγίας τραπέζης ὡς ἐπὶ τοῦ σχήματος, καὶ ἀπὸ τοῦ Εὐαγγελίου τῆς λειτουργίας κουρεύειν αὐτὸν, τὸν ἡγούμενον, καὶ ἐνδύειν τὸ σχῆμα μηδὲν ἐκφωνοῦντα.
Τὸν μὴ νηστεύοντα τετράδα καὶ παρασκευὴν ἱερέα, οὐ χρὴ κοινωνεῖν ἐξ αὐτοῦ, κἂν δοκῇ ὀρθόδοξος εἶναι· τὸ γὰρ ἐκ μέρους εὐσεβεῖν, καὶ ἐκ μέρους κοινοῦσθαι, βέβηλον.
Ὅτι δεῖ τοὺς ἐργαζομένους μοναχοὺς τῇ ἁγίᾳ Τεσσαρακοστῇ, τὴν θ΄. ὥραν γεύσασθαι ἄρτου βραχέος, καὶ τῇ ἑσπέρᾳ δειπνεῖν.
Ὅτι οὐ χρὴ ἐν τῇ ἁγίᾳ Τεσσαρακοστῇ τοὺς μοναχοὺς ἐργασίαν ποιεῖν, καὶ, προφάσει τοῦ ἔργου, καταλύειν εἰς οἶνον καὶ ἔλαιον· ταῦτα γὰρ γαστριμαργίας ἐπιτηδεύματα.
Πόσα κεφάλαια ἐκβάλλουσι τὸν μοναχὸν ἀπὸ τῆς μονῆς; Πρῶτον μὲν, εἰ ἔστιν ὁ ἡγούμενος αἱρετικός· δεύτερον, εἰ ἔστιν εἴσοδος γυναικῶν ἐν τῇ μονῇ· τὸ δὲ τρίτον, ἐὰν παιδία μανθάνωσι κοσμικὰ ἐν τῷ κοινοβίῳ· ἄτοπον γὰρ τοῦτο, τὸ δημοσιεύεσθαι τὰ ἐν τῇ μονῇ καλῶς πραττόμενα, ὡς φησι τὸ Εὐαγγέλιον· Μὴ σαλπίσητε ἔμπροσθεν ὑμῶν, ὅταν εὖ ποιῆτε.
Τὴν Τεσσαρακοστὴν τῶν ἁγίων Ἀποστόλων, ἤτοι τὴν νήστιμον αὐτῶν, χρὴ νηστεύειν τετράδι καὶ παρασκευῇ τοὺς ἐργαζομένους ἕως ὥρας ἕκτης, καὶ οὕτω γεύεσθαι, καὶ τὴν θ΄. ὥραν ἀριστᾶν· ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Φιλίππου, ὥραν ἕκτην γεύεσθαι, καὶ ἑσπέρας δειπνεῖν· τοὺς δὲ ἐν τῇ μονῇ, ἅπαξ ἕως ἑσπέρας.
Ἐὰν πρεσβύτερός ἐστιν, ἢ διάκονος, ἢ ἀναγνώστης καθῃρημένος, καὶ εὑρεθῇ μοναχὸς, εὐλογεῖ τὴν τράπεζαν.
Ἐάν τις ἀθετήσῃ τὸ ἅγιον σχῆμα, καὶ οὐ διορθοῦται, τὴν δὲ ὀρθοδοξίαν κρατῇ, οὐ χρὴ τὸν τοιοῦτον ὑπὸ στέγην ἄγειν, οὔτε συνεσθίειν, ἢ χαίρειν λέγειν.