Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

Theophanes the Monk, Vol. 2

ΠΡΟΟΙΜΙΟΝ
ΕΙΣ ΤΗΝ ΠΑΡΟΥΣΑΝ
ΒΙΒΛΟΝ

Θεὸς, ἡ μακαρία Φύσις ἡ ὑπερτελὴς τελειότης ἡ πάντων τῶν ἀγαθῶν καὶ καλῶν Ποιητικὴ Ἀρχὴ ὑπεράγαθος καὶ ὑπέρκαλλος· ἐξ ἀϊδίου προορίσας κατὰ τὴν θεαρχικὴν αὑτοῦ ἰδέαν θεῶσαι τὸν ἄνθρωπον, καὶ τοῦτον περὶ αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐν ἑαυτῷ προηγουμένως θεὶς τὸν σκοπὸν, ἐν χρόνῳ καθ᾽ ὃν ηὐδόκησε τοῦτον δημιουργεῖ. Καὶ παρὰ μὲν τῆς ὕλης τὸ σῶμα λαβὼν, παρ᾽ ἑαυτοῦ δὲ ψυχὴν ἐνθεὶς, οἷόν τινα κόσμον, μέγαν τῷ πλήθει τῶν δυνάμεων καὶ τῇ ὑπεροχῆ, ἐν τῷ μικρῷ ἵστησιν· ἐπόπτην τῆς αἰσθητῆς Κτίσεως, καὶ μύστην τῆς νοουμένης, κατὰ τὸν πολὺν ἐν Θεολογίᾳ Γρηγόριον. Καὶ τί γὰρ ἄλλο, ἀλλ᾽ ἢ ἄγαλμα τῳόντι καὶ εἰκόνα θεότευκτον πασῶν χαρίτων ἀνάπλεων; Εἶθ᾽ οὕτω, καὶ τὸν τῆς Ἐντολῆς νόμον αὐτῷ παρασχὼν, οἷόν τινα τοῦ Αὐτεξουσίου ἀπόπειραν, ὑποχωρῆσαι τούτῳ τοῦ λοιποῦ δεῖν ἔγνω, καὶ, ὃ φησιν ὁ Σειρὰχ. ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ, κατὰ τὸ δοκοῦν αὐτῷ ἑλέσθαι τὸ παριστάμενον· καὶ ἔπαθλον ὥσπερ τῆς τηρηθείσης παρ᾽ αὐτοῦ ἐντολῆς, τὴν ἐνυπόστατον τῆς θεώσεως χάριν κομίσεσθαι Θεὸν γενόμενον, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ εἰς αἰῶνας καταστραπτόμενον. Ἀλλὰ γὰρ, ὦ τῆς πονηρᾶς τοῦ φθόνου ῥᾳδιουργίας, οὐκ ἤνεγκε ταῦτα εἰς ἔργον προβῆναι ὁ τῆς κακίας ἀρχῆθεν εἰσηγητής· φθόνον δὲ συλλαβὼν κατά τε τοῦ Πλάστου καὶ πλάσματος, ὡς ὁ Ἱερός φησι Μάξιμος· τοῦ μὲν, ἵνα μὴ διάδηλος γένηται ἡ κατ᾽ ἐνέργειαν πανύμνητος τῆς Ἀγαθότητος δύναμις θεουργοῦσα τὸν ἄνθρωπον· τοῦ δὲ, ἵνα μὴ τῆς τοιαύτης ὑπερφυοῦς κατὰ θέωσιν δόξης φανείη μέτοχος· δόλῳ ὁ δόλιος τὸν δείλαιον κατασοφισάμενος ἄνθρωπον, χρηστολόγοις δῆθεν βουλαῖς παραβῆναι τὴν θεοποιὸν ἐντολὴν παρεσκεύασε. Καὶ τῆς θείας δόξης, φεῦ, τοῦτον ἀποχωρίσας, Ὁλυμπιονίκης τις εἶναι ὁ ἀντάρτης ἐδόκει καθ᾽ ἑαυτὸν, ὡς δυνηθεὶς διακόψαι τῆς προαιωνίου βουλῆς τοῦ Θεοῦ τὴν ἐκπλήρωσιν.

Ἐπεὶ δὲ κατὰ τοὺς θείους φᾶναι χρησμοὺς, ἡ ἐπὶ θεώσει τῆς ἀνθρωπίνης φύσεως γεγονυῖα βουλὴ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα μένει, λογισμοί τε τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν, οἱ τῆς Προνοίας, δηλαδὴ, καὶ Κρίσεως λόγοι οἱ ἐπὶ τουτονὶ τείνοντες τὸν σκοπὸν, κατά τε τὸν παρόντα κατά τε τὸν μέλλοντα αἰῶνα ἀμετατρέπτως βεβήκασι, κατὰ τὴν τοῦ Ἱεροῦ Μαξίμου ἀνάπτυξιν. Ηὐδόκησεν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν διὰ σπλάγχνα ἐλέους αὐτὸς ὁ τοῦ Πατρὸς Θεαρχικώτατος Λόγος, ἀθετῆσαι μὲν τὰς βουλὰς τῶν Ἀρχόντων τοῦ σκότους, περᾶναι δὲ καὶ εἰς ἔργον προαγαγεῖν, ἣν προέθετο βουλὴν ἀρχαίαν τε καὶ ἀληθινήν. Καὶ τοίνυν, εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος σαρκωθεὶς, καὶ τὴν ἡμετέραν ὅλην προσλαβόμενος φύσιν, καὶ θεῶσας αὐτήν· εἶτα καὶ τὰς σωτηρίους καὶ θεουργοὺς αὑτοῦ ἐντολὰς ἡμῖν δωρησάμενος, καὶ τὴν τοῦ Παναγίου Πνεύματος αὑτοῦ τελείαν χάριν διὰ τοῦ Βαπτίσματος, οἱονεὶ σπέρμα θεῖον ἐγκατασπείρας ταῖς καρδίαις ἠμῶν, δέδωκεν ἡμῖν κατὰ τὸν θεῖον Εὐαγγελιστὴν, ἐξουσίαν, ὥστε, κατὰ τὰς ζωοποιοὺς αὑτοῦ ἐντολὰς, καὶ τὰς πνευματικὰς μεθηλικιώσεις πολιτευομένους, καὶ διὰ τῆς ἐργασίας αὐτῶν ἄσβεστον τὴν ἐν ἡμῖν χάριν διατηρήσαντας, τελευταῖον καρποφορῆσαι, καὶ τέκνα Θεοῦ δι᾽ αὐτῆς γενέσθαι καὶ θεωθῆναι, καταντήσαντας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Τοῦτο γὰρ ἦν, ὡς ἐν κεφαλαίῳ, τὸ τέλος ἅπαν καὶ τὸ συμπέρασμα τῆς περὶ ἡμᾶς ὅλης τοῦ λόγου οἰκονομίας.

Ἀλλ᾽ οἴμοι· καλὸν γὰρ ἐνταῦθα στενάξαι πικρὸν, κατὰ τὸν Θεῖον Χρυσόστομον. Οἱ γὰρ τοσαύτης χάριτος ἀπολαύσαντες, καὶ τηλικαύτης εὐγενείας ἀξιωθέντες, ὥστε τὴν ἡμετέραν ψυχὴν ὑπὲρ Ἥλιον λάμπειν ἐν τῷ Βαπτίσματι καθαιρομένην τῷ Πνεύματι. Ἐπεὶ δὲ νήπιοι τὴν τοιαύτην εἰσδεχόμεθα θεοειδεστάτην λαμπρότητα· τοῦτο μὲν, ὑπ᾽ ἀγνοίας, τὸ πλέον δὲ ὑπὸ τῆς τῶν βιωτικῶν φροντίδων σκοτομήνης ἐκτυφλωθέντες, ἐπὶ τοσοῦτον τὴν χάριν τοῖς πάθεσι συνεχώσαμεν, ὥστε κινδυνεύειν τελέως τὸ ἐν ἡμῖν ἀποσβεῖναι τοῦ Θεοῦ Πνεῦμα, καὶ τὰ ἴσα σχεδὸν τοῖς πρὸς τὸν Παῦλον ἀποκριναμένοις ἐκείνοις παθεῖν, τοῖς, ἀλλ᾽ οὐδὲ εἰ Πνεῦμα Ἅγιον, εἰποῦσιν, ἐστὶν ἠκούσαμεν καὶ γενέσθαι ἡμᾶς ἀληθῶς ὡς τοαπαρχῆς, κατὰ τὸν Προφήτην ὅτε οὐκ ἦρχεν ἡ χάρις ἡμῶν. Φεῦ τῆς ἡμῶν ἀσθενείας· ὡς ἀπώλοιτο ἡ κακία, καὶ ἡ περὶ τὰ αἰσθητὰ ἡμῶν παρὰ τὸ δέον προσπάθεια. Καὶ τὸ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ εἰ παρ᾽ ἑτέροις, τυχὸν, ἐνεργουμένην τὴν χάριν ἀκούσαιμεν, φθονοῦντες διαβάλλομεν, καὶ οὐδὲ εἰ ἔστιν ἐνέργεια χάριτος ἐν τῷ νῦν αἰῶνι πιστεύομεν. Τί οὖν ἐντεῦθεν; σοφίζει μὲν τὸ πνεῦμα τοὺς θεοσόφους Πατέρας, καὶ πρὸς τῇ καθόλου νήψει, καὶ τῇ κατὰ πάντα προσοχῇ, καὶ φυλακῇ τοῦ νοὸς, καὶ τρόπον αὐτοῖς ἀποκαλύπτει εἰς τὸ τὴν χάριν αὖθις εὑρεῖν, ὡς θαυμαστὸν ἀληθῶς καὶ ἐπιστημονικώτατον. Ὃ δὲ ἦν τὸ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἀδιαλείπτως προσεύχεσθαι οὐχ ἁπλῶς, ἐν νοὶ, φημὶ, μόνον καὶ χείλισι (τοῦτο καὶ γὰρ ἅπασι κοινῶς τοῖς εὐσεβεῖν αἰρουμένοις προφανὲς, καὶ τῷ τυχόντι ἐστὶν εὐχερές).

Ἀλλ᾽ ὅλον τὸν νοῦν κατὰ τὸν ἐντὸς ἄνθρωπον ἐπιστρεψαμένους, ὃ καὶ θαυμαστόν· οὕτως ἔνδον, καὶ ἐν αὐτῷ τῷ τῆς καρδίας βάθει τὸ τοῦ Κυρίου ἐπικαλεῖσθαι Πανάγιον ὄνομα, καὶ παρ᾽ αὐτοῦ τὸ ἕλεος ἐκζητεῖν, αὐτοῖς καὶ μόνοις γυμνοῖς τοῖς τῆς προσευχῆς προσέχοντὰς ῥήμασι, καὶ μηδὲν ἕτερον οὔτ᾽ ἔσωθεν, οὔτ᾽ ἔξωθεν τοσύνολον παραδεχομένους ἀσχημάτιστον ὅλως καὶ ἄχροον τηρεῖν τὴν διάνοιαν. Τὰς δὲ δὴ τῆς ἐργασίας ταύτης ἀφορμὰς, καὶ τὴν, ὡς ἂν εἶποι τις, ὕλην, ἐξ αὐτῆς ἔσχον τῆς τοῦ Κυρίου διδασκαλίας, ποτὲ μὲν λέγοντος. «Ἡ Βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. Ποτὲ δέ· Υποκριτὰ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, καὶ τῆς παροψίδος, καὶ τότε τὸ ἐκτὸς αὐτῶν ἔσται καθαρόν.» ἅπερ, οὐκ αἰσθητῶς, ἀλλὰ περὶ τοῦ ἐντὸς ἡμῶν ἐννοεῖται ἀνθρώπου. Ἔκ τε τοῦ Ἀποστόλου Παύλου πρὸς Ἐφεσίους γράφοντος οὐτωσί. «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἵνα δώη ὑμῖν δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.» Τί ταύτης τῆς μαρτυρίας σαφέστερον γένοιτ᾽ ἄν; Καὶ ἀλλαχοῦ δὲ, ἄδοντές φησι «καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.» Ἀκούεις; ἐν τῇ καρδίᾳ, φησίν. Οὐ μὴν ἀλλὰ καὶ ὁ Κορυφαῖος τοῦτο προσεμπεδοῖ, «ἕως οὗ, φάσκων, ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.»

Τοῦτο δὲ, ὡς ἀναγκαῖον παντὶ εὐσεβοῦντι, καὶ ἐν μυρίαις ὅσαις ἄλλαις σελίσι τῆς Νέας Γραφῆς τὸ Πνεῦμα ἐκπαιδεύει τὸ Ἅγιον, ὡς ἔξεστι κατιδεῖν τοῖς ἐπεσκεμμένως ταύταις ἐγκύπτουσιν. Ὑπὸ τῆς τοιαύτης καὶ γὰρ πνευματικῆς, καὶ ἐπιστημονικῆς ἐργασίας, μετὰ καὶ τῆς ἐφικτῆς τῶν ἐντολῶν καὶ τῶν λοιπῶν ἠθικῶν ἀρετῶν πράξεως, διὰ τῆς ἐκ τῆς τοῦ Παναγίου ὀνόματος ἐπικλήσεως ἐγγινομένης τῇ καρδίᾳ θέρμης, καὶ τῆς κατ᾽ αὐτὴν πνευματικῆς ἐνεργείας, τὰ μὲν πάθη καταναλίσκονται, πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν, ὅ τε νοῦς καὶ ἡ καρδία κατ᾽ ὀλίγον καθαίρονται, καὶ πρὸς ἑαυτὰ ἑνοῦνται· κεκαθαρμένων δὲ τούτων, καὶ πρὸς ἑαυτὰ ἡνωμένων· ἐντεῦθεν, αἱ σωτηριώδεις ἐντολαὶ εὐχερέστερον κατορθοῦνται· ἐντεῦθεν, οἱ καρποὶ τοῦ Πνεύματος ἐπανατέλλουσι τῇ ψυχῇ, καὶ πᾶσα ἡ τῶν ἀγαθῶν σωρεία ἐπιδαψιλεύεται· καὶ, ἵνα συνελὼν εἴπω, ἐντεῦθεν, συντομωτέρως ἔξεστιν ἡμῖν ἐπαναδραμεῖν πρὸς τὴν ἐξ ἀρχῆς δωρηθεῖσαν ἐν τῷ Βαπτίσματι τελείαν χάριν τοῦ Πνεύματος, ἐν ἡμῖν μὲν οὖσαν, ἀλλὰ δίκην τοῦ ἐν αἰθάλῃ σπινθῆρος συγκεχωσμένην τοῖς πάθεσι, καὶ τηλαυγῶς ἀναλάμψασαν αὐτὴν κατοπτεῦσαι, καὶ φωτισθῆναι νοερῶς, καὶ ἑπομένως τελειωθῆναι, καὶ θεωθῆναι κατάλληλα. Τῆς γεμὴν ἐργασίας ταύτης οἱ πλείους μὲν τῶν Πατέρων σποράδην ἐν τοῖς ἑαυτῶν συγγράμμασι μνημονεύουσιν, ὡς πρὸς εἰδότας τὸν λόγον ποιούμενοι· Ἔνιοι δὲ τοῦτο προειδότες ἴσως τὴν τῆς ἡμετέρας γενεᾶς περὶ ταύτην τὴν σωτηριώδη, μελέτην, ἀγνωσίαν ὁμοῦ καὶ ἀμέλειαν καὶ τὸν πρακτικὸν αὑτῆς τρόπον διά τινων φυσικῶν μεθόδων λεπτομερῶς ἑρμηνεύσαντες, καθάπερ τινὰ πατρικὴν κληρονομίαν, ἡμῖν τοῖς ἑαυτῶν τέκνοις παραδοῦναι οὐκ ὥκνησαν, οἱ καὶ πολυωνύμως ταύτην ἀποσεμνύνοντες, καὶ ἀρχὴν πάσης ἄλλης θεοφιλοῦς ἐργασίας, καὶ σωρείαν τῶν ἀγαθῶν, καὶ ἀκραιφνέστατον γνώρισμα μετανοίας, καὶ πρᾶξιν νοερὰν ἐπίβασιν οὖσαν ἀληθοῦς θεωρίας. αὐτὴν προσειπόντες, ἅπαντας ἐπὶ τὸ ὀνησιφόρον τοῦ ἔργου προτρέπουσι.

Θρηνῶ δὲ τοεντεῦθεν· καί μοι τὸ πάθος ἐπικόπτει τὸν λόγον. Τῶν γὰρ περὶ τῆς τοιαύτης τῳόντι Καθαρτικῆς, καὶ Φωτιστικῆς καὶ Τελειωτικῆς, κατὰ τὸν Ἀρεοπαγίτην εἰπεῖν, ἐργασίας φιλοσοφούντων βιβλίων. Οὐ μὴν, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσα, διὰ τὸ περὶ προσοχῆς, καὶ νήψεως διεξιέναι, Νηπτικὰ τοῖς πολλοῖς ἀκούει. Πάντων ὁμοῦ ὥσπερ ἀναγκαίων τινῶν Μέσων τε καὶ ὀργάνων εἰς τὴν αὐτὴν τεινόντων ὑπόθεσιν, καὶ σκοπὸν ἕνα ἐχόντων, τὸ Θεουργῆσαι τὸν ἄνθρωπον. Διά τε τὴν τοῦ χρόνου παλαιότητα, διά τε τὴν σπάνιν, δὸς δ᾽ εἰπεῖν, καὶ τῷ μηδέποτε τύποις ἐκδοθῆναι, μονονουχὶ ἐκλελοιπότων· εἰ δὲ καὶ τινά που περιελέλειπτο, κἀκείνων σητοβρώτων ὄντων καὶ πάντῃ διεφθαρμένων, καὶ ἴσα σχεδὸν τοῖς, εἰ μηδέποτ᾽ ἦσαν, μνημονευομένων. Προσθήσω δ᾽ ὅτι, ἐπεὶ καὶ οἱ πλείους τῶν ἡμετέρων ἀμελῶς διάκεινται, καὶ περὶ μὲν τὰ πολλὰ τυρβαζόμενοι, τὰς σωματικάς φημι καὶ πρακτικὰς τῶν ἀρετῶν· ἢ, ἀληθέστερον εἰπεῖν, περὶ μόνα τὰ τῶν ἀρετῶν ἐργαλεῖα, ἐν αὐτοῖς τὸν ἅπαντα κατατρίβουσι βίον τοῦ δὲ ἑνὸς, τῆς φυλακῆς δηλαδὴ τοῦ νοὸς, καὶ τῆς καθαρᾶς προσευχῆς, οὐκ οἶδ᾽ ὅπως, ἀνεπιστημόνως γε λίαν ὀλιγωροῦσι· κινδυνεύει τὴν τοιαύτην σύντομον, καὶ γλυκυτάτην ἐργασίαν τέλεον ἐκλιπεῖν· ἀμαυρωθῆναί τε ἐντεῦθεν, καὶ ἀποσβεσθῆναι τὴν χάριν· σὺν ταύτῃ δὲ καὶ τὴν πρὸς Θεὸν ἡμῶν ἕνωσιν καὶ θεουργίαν διαπεσεῖν. (Ὅπερ ἦν τὸ, ὡς εἴρηται. προηγούμενον ἀπ᾽ ἀρχῆς καὶ κατ᾽ εὐδοκίαν θέλημα τοῦ Θεοῦ. Πρὸς ὃ δή. ὡς εἰς σκοπιμώτατον τέλος ἀφορῶσιν, ἥτε πρὸς τὸ εἶναι δημιουργία, καὶ ἡ πρὸς τὸ εὖ εἶναι, καὶ ἀεὶ εὖ εἶναι περὶ ἡμᾶς τοῦ Θεοῦ Λόγου οἰκονομία· καὶ ἀπλῶς ὅσα γε ἐν τῇ Παλαιᾷ, καὶ ὅσα ἐν τῇ Καινῇ θεοπρεπῶς διαπέπρακται.)

Ὅπου γὰρ πρότερον πολλοὶ, καὶ τῶν κατὰ Κόσμον ὄντες, καὶ Βασιλεῖς αὐτοὶ, καὶ ἐν Βασιλείοις διατρίβοντες, καὶ μυρίαις ὅσαις φροντίσι, καὶ μερίμναις βιωτικαῖς ὁσημέραι κατατεινόμενοι, ἐν καὶ καθ᾽ αὐτὸ ἔργον εἶχον τὸ ἀδιαλείπτως ἐν καρδίᾳ προσεύχεσθαι, ὡς πολλοὺς ἐν ταῖς ἱστορίαις εὑρίσκομεν· νῦν ἐξ ἀμελείας τε καὶ ἀγνωσίας, οὐ μόνον παρὰ τοῖς ἐν κόσμῳ οὖσιν, ἀλλὰ καὶ παρὰ τοῖς μοναχοῖς αὐτοῖς καὶ ἡσύχως μονάζουσι, σπανιώτατον ἐστὶν, ὦ τῆς ζημίας, καὶ πάνυ δυσεύρετον. Οὕτινος καὶ στερούμενοι, καί τοι κατὰ τὸ δυνατὸν ἀγωνιζόμενοι ἕκαστος, καὶ τοὺς ὑπὲρ ἀρετῆς ὑπομένοντες πόνους, οὐδένα ὅμως καρπὸν ἀποδρέπονται, ὅτι τῆς ἀδιαλείπτου τοῦ Κυρίου μνήμης, καὶ τῆς ἐξ αὐτῆς τικτομένης καρδίας τε, καὶ νοὸς ἀπὸ παντὸς πονηροῦ καθαρότητος χωρὶς, καρποφορῆσαι ἀδύνατον, χωρὶς, γάρ φησιν, ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν. Καὶ πάλιν· ὁ μένων ἐν ἐμοὶ οὗτος φέρει καρπὸν πολύν.

Ἐντεῦθεν δὴ καὶ τεκμαίρομαι μὴ ἄλλην εἶναι τὴν αἰτίαν, δι᾽ ἣν οὕτως ἐξέλιπον οἱ ἁγιότητι διαπρέποντες καὶ ζῶντες ἔτι καὶ μετὰ θάνατον, καὶ οὕτως ὀλίγοι εἰσὶν οἱ σωζόμενοι ἐν τῷ νῦν καιρῷ, εἰμὴ ταύτην· ὅτι δηλαδὴ, τούτου τοῦ πρὸς θέωσιν ἀνάγοντος ἔργου παρημελήσαμεν· δίχα δὲ τοῦ θεωθῆναι τὸν νοῦν ἔφη τις, οὐχ ὅπως ἁγιάσαι, ἀλλ᾽ οὐδὲ σωθῆναι τὸν ἄνθρωπον ἐνδέχεται· ὃ καὶ μόνῃ ἀκοῇ φρικωδέστατον, ταὐτὸν γάρ ἐστι σωθῆναι καὶ θεωθῆναι κατὰ τὴν τῶν θεοσόφων ἐκφαντορίαν. Τὸ δὲ πλέον καὶ κυριώτερον, ὅτι καὶ τῶν εἰς τοῦτο χειραγωγούντων βιβλίων στερούμεθα. Τούτων δὲ χωρὶς, τοῦ τέλους ἐπιτυχεῖν, τῶν ἀδυνάτων ἐστίν.

Ἀλλ᾽ ἰδοὺ ὁ πάντα καλὸς κἀγαθός· ὁ τῳόντι φιλόχριστος Κύριος Ἰωάννης Μαυρογορδάτος· ὁ μηδενὶ τῶν ἀπάντων τῶν πρωτείων παραχωρῶν, ὅσα γε εἰς ἐλευθεριότητος ἥκει λόγον, φιλοπτωχείας τε, καὶ φιλοξενίας, καὶ τῆς ἄλλης χορείας τῶν ἀρετῶν· ὁ τῷ ἐνθέῳ ζήλῳ ὑπὲρ τῆς τοῦ κοινοῦ ὠφελείας διαπαντὸς πυρπολούμενος.

Οὗτος δὴ οὗτος παρὰ τῆς τοῦ Χριστοῦ χάριτος τοῦ πάντας ἀνθρώπους σωθῆναι καὶ θεωθῆναι ἐθέλοντος ἐμπνευσθεὶς, εἰς χαρὰν μεταβάλλει τὸν θρῆνον, λύων τὸ ἄπορον. Εἰς τὸ Κοινὸν γὰρ προτιθεὶς τὸ τῆς θεώσεως Μέσον, ὁλοψύχως, καὶ ἵν᾽ οὕτως εἴπω, χερσί τε ποσί τε συντρέχει, καὶ τρόπῳ παντὶ συνεργεῖ ἐν τῷ μέρει τούτῳ τῇ, ὡς εἴρηται, προαιωνίῳ βουλῇ τοῦ Θεοῦ. Βαβαὶ τῆς δόξης· εὖγε τῶν μεγαλείων. Ἰδοὺ γὰρ τὰ ποτὲ μηδέποτε ἐν τοῖς ἀνωτέρω χρόνοις ἐκδοθέντα. Ἰδοὺ τὰ ἐν παραβύστῳ, καὶ σκότῳ, καὶ γωνίᾳ που κείμενα ἀκλεῆ καὶ σητόβρωτα, καὶ τῇδε κἀκεῖσε παρερριμένα τε καὶ διεσπαρμένα. Ἰδοὺ τὰ πρὸς τὴν καθαρότητα καρδίας, καὶ νῆψιν νοὸς, καὶ ἀνάκλησιν τῆς ἐν ἡμῖν χάριτος, πρόσθες δὲ, καὶ θεώσεως, ἐπιστημονικῶς χειραγωγοῦντα, εἰς ἓν συναγαγὼν, καὶ δαπάνης οὐδόλως φεισάμενος, ἐπὶ τῷ μέγα καὶ περιφανὲς φῶς τῆς Τυπογραφίας ἐκδίδωσιν. (Ἔδει γὰρ, ἔδει τὰ περὶ φωτισμοῦ θείου διαγορεύοντα, καὶ φωτὸς τοῦ κατὰ τύπον ἀξιωθῆναι) Καὶ διὰ ταύτης, ἀπαλάττει μὲν τοὺς εἰδότας τῶν περὶ τὴν ἀντιγραφὴν πόνων, διεγείρει δὲ ἐν ταὐτῷ καὶ τοὺς μὴ εἰδότας ἐπὶ τὸν τῆς κτήσεως, εἴπω δ᾽ ὅτι καὶ τῆς κατ᾽ ἐνέργειαν πράξεως, ἔρωτα. Καὶ ἔχεις τοιγαροῦν, ὦ φίλτατε Ἀναγνῶστα, διὰ τοῦ πάντ᾽ ἀρίστου Κυρίου Ἰωάννου, ἄπονον τοῦ λοιποῦ καὶ εὐπόριστον, τὴν παροῦσαν πνευματικὴν Βίβλον. Βίβλον, τὸ τῆς νήψεως ταμιεῖον· τὸ τοῦ νοὸς φυλακτήριον· τὸ μυστικὸν διδασκαλεῖον τῆς νοερᾶς προσευχῆς.

Βίβλον, τῆς πρακτικῆς τὴν ἐξαίρετον ὑποτύπωσιν· τῆς θεωρίας τὴν ἀπλανῆ ὁδηγίαν· τὸν τῶν Πατέρων Παράδεισον· τῶν ἀρετῶν τὴν χρυσῆν σειράν. Βίβλον, τὸ πυκνὸν τοῦ Ἰησοῦ ἀδολέσχημα, τὴν ἀνακλητικὴν τῆς χάριτος σᾶλπιγγα, καὶ συνελόντα φᾶναι, αὐτὸ δὴ αὐτὸ τὸ τῆς θεώσεως ὄργανον, χρῆμα εἴπερ τι ἄλλο μυριοπόθητον, καὶ πρὸ πολλῶν ἐτῶν μελετώμενον μὲν καὶ ζητούμενον, ἀλλ᾽ οὐχ εὑρισκόμενον. Διὰ τοῦτο ἄρα καὶ χρέος ἄφυκτον ἐπικείμενόν σοι ἂν εἴη, καὶ παντὶ λόγῳ δικαίου ἐποφειλόμενον, ὑπὲρ τοῦ Εὐεργέτου, καὶ τῶν συνεργῶν, εὐχαῖς ἐκτενέσι τὸ Θεῖον καθικετεύειν, ὅπως ἂν καὶ αὐτοὶ τοῦ ἴσου μέτρου τῆς θεώσεως ἐπιτύχωσι, καὶ ὡς εἰς τοῦτο κοπιάσαντες, πρῶτοι καὶ τῶν καρπῶν ἀπολαύωσιν.

Ἀλλ᾽ ἐνταῦθα τοῦ λόγου γενομένοις ὑποκρούσειεν ἂν τις ἴσως, μὴ θεμιτὸν, εἶναι φάσκων, ἔστιν ἄττα τῶν ἐν τῇ Βίβλῳ δημοσιεύειν ταῖς τῶν πολλῶν ἀκοαῖς ὡς ξενήκουστα· ὅτι φησὶ, καὶ κίνδυνός τις ἐκ τούτων παρακολουθεῖ. Πρὸς ὃν δῆτα· συντόμως ἀνθυποκρούομεν· ὅτι οὐδὲ ἡμεῖς, ὦ φίλ᾽ ἑταῖρε, οἰκείοις λογισμοῖς στοιχοῦντες ἐπὶ τὴν τοιαύτην ἐγχείρησιν ἤλθομεν, παραδείγμασι δὲ μᾶλλον χρησάμενοι, ἔνθα μὲν τῆς ἱερᾶς Γραφῆς ἀδιορίστως ἅπασι τοῖς εὐσεβέσιν ἐντελλομένης ἀδιαλείπτως προσεύχεσθαι, καὶ πρὸ ὀφθαλμῶν διαπαντὸς ἔχειν τὸν Κύριον· ἀσεβὲς δὲ τὸ λέγειν κεκωλυμένον τι, ἢ ἀδύνατον ἔχειν τὰ τοῦ Πνεύματος παραγγέλματα, κατὰ τὸν μέγαν Βασίλειον· ἔνθα δὲ, καὶ τῆς τῶν Πατέρων ἐγγράφου παραδόσεως· ὁ γὰρ Θεολόγος Γρηγόριος ἅπασι κοινῶς τοῖς ὑπ᾽ αὐτὸν λαοῖς ὑποτίθεται, μνημονεύειν τοῦ Θεοῦ μᾶλλον, ἢ ἀναπνεῖν. Ὅ,τε Θεῖος Χρυσόστομος τρεῖς ὅλους λόγους ἐκτίθεται περὶ τῆς ἀδιαλείπτου καὶ νοερᾶς προσευχῆς, καὶ μυριαχοῦ δὲ τῶν λοιπῶν αὐτοῦ λόγων ἅπαντας κοινῶς ἐπὶ τῷ διαπαντὸς προσεύχεσθαι παραινεῖ. Καὶ ὁ θαυμαστὸς δ᾽ ἐκεῖνος Σιναίτης Γρηγόριος διαφόρους πόλεις περιερχόμενος τὴν τοιαύτην σωτήριον ἐργασίαν ἐδίδασκεν. Ἀλλὰ γὰρ καὶ Θεὸς αὐτὸς διὰ θαυματουργίας ἄνωθεν Ἄγγελον ἀποστείλας, τὴν τοιαύτην ἀλήθειαν ἐπεσφράγισεν, ἐπιστομίσας τὸν ἀντιλέγοντα μοναχὸν, ὡς ἐν τῷ τέλει τῆς παρούσης βίβλου ὁρᾶται. Καὶ τί δεῖ μοι πρὸς τοῦτο λόγων; ὅπου γε αὐτοὶ οἱ κατὰ κόσμον ὄντες, καὶ ἐν βασιλείοις διατρίβοντες, ἔργον ἀδιάκοπον, ὡς εἴπομεν, τὴν τοιαύτην μελέτην ἔχοντες, πραγματικῶς ἐπικυροῦσι τὸν λόγον, καὶ ἱκανοὶ παρ᾽ ἑαυτῶν ἐπιστομίσαι τοὺς ἀντιλέγοντας.

Εἰ δὲ καί τινες ἔσθ᾽ ὅτε μικρόν τι παρετράπησαν, τί θαυμαστόν; ἐξ οἰήσεως ὡς ἐπὶ τὸ πλεῖστον τοῦτο πεπόνθασι κατὰ τὸν Σιναίτην Γρηγόριον. Ἐγὼ δ᾽ οἶμαι τὸ μάλιστα, καὶ κυρίως τῆς παρατροπῆς ταύτης αἴτιον τοῦτο εἶναι, τὸ μὴ ἀκριβῶς κατὰ πάντα στοιχεῖν τῇ περὶ τῆς ἐργασίας ταύτης τῶν Πατέρων διδασκαλίᾳ· οὐ παρὰ τὴν ἐργασίαν αὐτήν· ἄπαγε. Ἁγία γὰρ αὕτη, καὶ δι᾽ αὐτῆς μᾶλλον πλάνης ἁπάσης ἀπαλλαγῆναι δεόμεθα· ἐπεὶ καὶ ἡ κατὰ νόμον τοῦ Θεοῦ ἐντολὴ, ἡ εἰς ζωὴν ὁδηγοῦσα, εὑρέθη, φησὶν ὁ Παῦλος, τισὶν εἰς θάνατον· ἀλλ᾽ οὐ διὰ τὴν ἐντολὴν τοῦτο γέγονε· πῶς γάρ; ἁγίας τε οὔσης ταύτης καὶ δικαίας, καὶ ἀληθοῦς; διὰ δὲ τὴν μοχθηρίαν τῶν πεπραμένων ὑπὸ τὴν ἀμαρτίαν· τί οὖν διὰ τοῦτο; καταγνωστέον μὲν τῆς θείας Ἐντολῆς διὰ τὴν τινῶν ἁμαρτίαν; ὀλιγωρητέον δὲ καὶ τῆς τοιαύτης σωτηριώδους ἐργασίας διὰ τὴν τινῶν παρατροπήν; οὐδαμῶς· οὔτ᾽ ἐκείνης, οὔτε μὴν ταύτης· θαρροῦντας δὲ μᾶλλον τῷ εἰπόντι, ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια, μετὰ πάσης ταπεινοφροσύνης, καὶ πενθικῆς διαθέσεως ἐγχειρητέον τῷ ἔργῳ· τῷ γὰρ οἰήσεως καὶ ἀνθρωπαρεσκείας ἀπηλλαγμένῳ, κἂν πᾶσα ἡ πονηρὰ τῶν δαιμόνων φάλαγξ κατ᾽ αὐτοῦ συρραγῇ, οὐδὲ προσεγγίσαι δυνήσεται, κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν. Τούτων οὕτως ἐχόντων, καὶ τῆς Βίβλου πανταχόθεν, ἐξ ὧν εἴρηται, τὸ ἀνεπίληπτον πάντῃ πάντως προβαλλομένης, ἐπικαιρότατον ἂν εἴη λοιπόν τὸ δειπνοκλητικὸν ἐκεῖνο τῆς Σοφίας εἰς χεῖρας ἀναλαβεῖν, μετὰ ὑψηλοῦ τοῦ κηρύγματος ἐπὶ τὴν τῆς Βίβλου ταύτης πνευματικὴν ἑστιατορίαν συγκαλέσαι τοὺς ἅπαντας· ὅσοι μὴ περὶ τὰ θεῖα μισόδειπνοι, μηδὲ κατὰ τοὺς ἐν Εὐαγγελίοις ἐκείνους, ἀγροῦς, καὶ βόας, καὶ γυναῖκας προφασιολογούμενοι.

Ἔλθετε τοίνυν, ἔλθετε· φάγετε τὸν ἐν αὐτῇ γνωστικὸν τῆς σοφίας ἄρτον, καὶ πίετε οἶνον τὸν εὐφραίνοντα μὲν νοητῶς τὴν καρδίαν, ἐξιστῶντα δὲ πάντων αἰσθητῶν ὁμοῦ τε, καὶ νοητῶν διὰ τὴν κατ᾽ ἔκστασιν θέωσιν, καὶ μεθύσθητε μέθην τῳόντι νηφάλιον. Ἔλθετε πάντες ὅσοι κλήσεως ὀρθοδόξου τυγχάνετε μέτοχοι, συνάμα Λαϊκοί τε καὶ Μοναχοὶ, οἱ τὴν ἐντὸς ὑμῶν οὖσαν τοῦ Θεοῦ βασιλείαν, καὶ τὸν ἐν τῷ ἀγρῷ τῆς καρδίας κεκρυμμένον εὑρηκέναι σπουδάζοντες θησαυρόν· ὅς ἐστιν ὁ γλυκὺς Ἰησοῦς Χριστός· ἵν᾽ ὅπως, τῆς περὶ τὰ κάτω αἰχμαλωσίας, καὶ τῆς περιφορᾶς τοῦ νοὸς ἡμῶν ἐλευθερωθέντος, καὶ τῆς καρδίας τῶν παθῶν καθαρθείσης, διὰ τῆς ἀδιαλείπτου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φοβερᾶς ἐπικλήσεως, καὶ τῶν λοιπῶν συνεργῶν ἀρετῶν, τῶν ἐν τῇ παρούσῃ Βίβλῳ διδασκομένων, ἑνωθείπτε μὲν πρὸς ἑαυτοὺς, δι᾽ ἑαυτῶν δὲ καὶ πρὸς Θεὸν, κατὰ τὴν πρὸς τὸν Πατέρα τοῦ Κυρίου παράκλησιν, ἵνα ὦσι λέγοντος, ἓν, ὡς ἡμεῖς ἓν ἐσμέν· καὶ οὕτως αὐτῷ ἡνωμένοι, καὶ ὅλως ἠλλοιωμένοι τῇ κατοχῇ καὶ ἐκστάσει τοῦ Θείου ἔρωτος δαψιλέστατα θεωθείητε, ἐν αἰσθήσει νοερᾷ, καὶ ἀδιαστάκτῳ πληροφορία, καὶ πρὸς τὸν πρῶτον σκοπὸν τοῦ Θεοῦ ἐπανέλθοιτε, δοξάζοντες Πατέρα, Υἱὸν, καὶ Πνεῦμα Ἅγιον τὴν μίαν Θεαρχικωτάτην Θεότητα. Ἡ, πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Contents ·