Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Antony the Great, 2. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Ἀντώνιος ὁ μέγας Πατὴρ ἡμῶν, ὁ τοῦ χοροῦ τῶν ἀσκητῶν κορυφαῖος, ἤκμασε μὲν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, περίπου τὸ τριακοσιοστὸν τριακοστὸν ἔτος ἀπὸ Θεογονίας· σύγχρονος δὲ τῷ Μεγάλῳ Ἀθανασίῳ ἐγένετο, τῷ καὶ τὸν βίον αὑτοῦ κατὰ πλάτος συγγραψαμένῳ. Εἰς ἀκρότατον δὲ ἀρετῆς, καὶ ἀπαθείας ἐληλακώς· καί τοι ἰδιώτης, καὶ ἀγράμματος, διδάσκαλον ἄνωθεν ἔσχε τὴν τοὺς ἁλιεῖς, καὶ νηπίους συνετίζουσαν σοφίαν τοῦ Πνεύματος· παρ᾽ ἧς καὶ τὸν νοῦν ἐλλαμπόμενος πολλὰς μὲν, καὶ ἄλλας ἱερὰς, καὶ πνευματικὰς ὑποθήκας διαφόροις ὑποθέσεσιν ἀνηκούσας εἰσηγήσατο, καὶ σοφωτάτας ἀποκρίσεις, πρὸς τοὺς ἐπερωτῶντας, ψυχικῆς ὠφελείας μεστὰς ἀπεκρίνατο· ὡς πολλαχοῦ τῶν Γεροντικῶν καθορῶνται. Πρὸς δὴ ταύταις, καὶ τὰ τῇ παρούσῃ ἐμφερόμενα Βίβλῳ ἑκατὸν ἑβδομήκοντα κεφάλαια, ὁ ἀοίδιμος ἡμῖν καταλέλοιπεν. Ὅτι δὲ γνήσιος γόνος ταῦτα τῆς Θεοειδοῦς ἐκείνου διανοίας, πρὸς τοῖς ἄλλοις, καὶ ὁ ἐκ Δαμασκοῦ Ὁσιομάρτυς Πέτρος ἐπικυροῖ· ἀλλὰ ἂν καὶ αὐτὴ ἡ ὑφὴ τῆς φράσεως πᾶσαν ἐξαίρει ἀμφιβολίας λαβὴν, καὶ μονονουχὶ φωνὴν ἀφίησι τοῖς περιέργως διεξιοῦσι, σύγχρονα εἶναι τῆς ἀρχαιότητος ἐκείνης τῆς ἱερᾶς.

Οὐ θαυμαστὸν οὖν, εἰ πρὸς τὸ ἁπλούστερον τῆς Ὁμιλίας, καὶ ἀρχαιότροπον, καὶ ἠμελημένον τὰ τῆς λέξεως ἀπονένευκεν· ἀλλ᾽ ἐκεῖνο θαυμαστὸν, εἰ διὰ τοσαύτης ἁπλότητος τηλικαύτη σωτηρία, καὶ ὠφέλεια τοῖς ἀναγινώσκουσι προσγίνεται. Ὅσον ἐν αὐτοῖς ἐνακμάζει τὸ πεῖθον· ὅσον δ᾽ αὐτοῖς ἀποστάζει τὸ ἡδύνον· καὶ ὅλως ὅσον ἐναπομβρύει τὸ χρηστὸν ἦθος, καὶ τῆς Εὐαγγελικῆς πολιτείας τὸ ἀκριβές· εἴσονται δὲ πάντως τὴν ἡδονὴν, οἱ τοῦ μέλιτος τούτου κατὰ τὸν νοητὸν φάρυγγα τῆς διανοίας γευσόμενοι.

· Contents ·