Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Diadochos of Photiki, 26. Ἑρμηνεία εἰς τὸ ἑκατοστὸν αὐτοῦ κεφάλαιον.
Ἑρμηνεία εἰς τὸ ῥητὸν τοῦ παρόντος ἑκατοστοῦ Κεφαλαίου τὸ λέγον· «ἵνα διὰ τοῦ πυρὸς δοκιμασθέντες τῆς κρίσεως, ὅπερ ἠρωτήθη παρά τινων, ἑρμηνεία τοῦ Ἁγίου Μαξίμου.
Ἀπόκρ
Οἱ τὸ τέλειον τῆς ἀγάπης κεκτημένοι πρὸς τὸν Θεόν, καὶ τὸ πτερὸν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μετεωρίσαντες, κατὰ τὸν Ἀπόστολον ἐν νεφέλαις ἁρπάζονται καὶ εἰς κρίσιν οὐκ ἔρχονται. οἱ δέγε μὴ πάντῃ τὸ τέλειον κτησάμενοι, ἀλλ᾽ ἁμαρτήματα καὶ κατορθώματα κεκτημένοι· οὗτοι ἐν τῷ δικαστηρίῳ τῆς κρίσεως ἔρχονται. κἀκεῖ διὰ τῆς τῶν ἀγαθῶν καὶ φαύλων πράξεων ἀντεξετάσεως οἱονεὶ πυρούμενοι, εἴπερ ἡ τῶν ἀγαθῶν πλάστιγξ ἐπιβαρήσῃ, καθαίρονται τῆς κολάσεως.