Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Diadochos of Photiki, Τοῦ αὐτοῦ λόγος διῃρημένος εἰς ἑκατὸν κεφάλαια πρακτικὰ γνώσεως,…

ΤΟΥ ΑΥΤΟΥ
ΜΑΚΑΡΙΟΥ
ΔΙΑΔΟΧΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΦΩΤΙΚΗΣ
ΤΗΣ ΠΑΛΑΙΑΣ ΗΠΕΙΡΟΥ ΤΟΥ ΙΛΛΥΡΙΚΟΥ.
ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ, ΔΙΗΡΗΜΕΝΟΣ ΕΙΣ Ρ΄. ΚΕΦΑΛΑΙΑ ΠΡΑΚΤΙΚΑ
ΓΝΩΣΕΩΣ, ΚΑΙ ΔΙΑΚΡΙΣΕΩΣ ΠΝΕΥΜΑΤΙΚΗΣ.

Πάσης πνευματικῆς, ἀδελφοί, ἡγείσθω θεωρίας, πίστις, ἐλπίς, ἀγάπη· πλέον δὲ ἡ ἀγάπη. αἱ μὲν γὰρ, καταφρονεῖν τῶν ὁρωμένων ἐκδιδάσκουσι καλῶν· ἡ δὲ ἀγάπη αὐτὴν συνάπτει τὴν ψυχὴν ταῖς ἀρεταῖς τοῦ Θεοῦ, αἰσθήσει νοερᾷ τὸν ἀόρατον ἐξιχνεύουσα.

Φύσει ἀγαθὸς μόνος ὁ Θεός. γίνεται δὲ καὶ ὁ ἄνθρωπος, ἐξ ἐπιμελείας τῶν τρόπων, ἀγαθός, διὰ τοῦ ὄντως ἀγαθοῦ. εἰς ὅπερ οὐκ ἔστιν ἐναλλαττόμενος, ὅταν ἡ ψυχὴ διὰ τῆς ἐπιμελείας τοῦ καλοῦ, τοσοῦτον γένηται ἐν Θεῷ, ὅσον ἡ ταύτης δύναμις ἐνεργουμένη θέλει· γίνεσθε γάρ φησιν, ἀγαθοί, καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ἡμῶν ἐν τοῖς οὐρανοῖς.

Τὸ κακόν, οὔτε ἐν φύσει ἐστίν, οὔτε μὴν φύσει τίς ἐστι κακός· κακὸν γάρ τι ὁ Θεὸς οὐκ ἐποίησεν. ὅτε δὲ ἐν τῇ ἐπιθυμίᾳ τῆς καρδίας εἰς εἶδός τις φέρει τὸ οὐκ ὃν ἐν οὐσίᾳ, τότε ἄρχεται εἶναι, ὅπερ ἂν ὁ τοῦτο ποιῶν ἐθέλοι· δεῖ οὖν ἀεὶ τῇ ἐπιμελείᾳ τῆς μνήμης τοῦ Θεοῦ, ἀμελεῖν τῆς ἕξεως τοῦ κακοῦ. δυνατωτέρα γάρ ἐστιν ἡ φύσις τοῦ καλοῦ, τῆς ἕξεως τοῦ κακοῦ· ἐπειδὴ τὸ μέν, ἐστί, τὸ δέ, οὐκ ἔστι· εἰ μὴ μόνον ἐν τῷ πράττεσθαι.

Πάντες ἄνθρωποι κατ᾽ εἰκόνα ἐσμὲν τοῦ Θεοῦ, τὸ δὲ καθ᾽ ὁμοίωσιν, ἐκείνων μόνων ἐστί, τῶν διὰ πολλῆς ἀγάπης τὴν ἑαυτῶν ἐλευθερίαν δουλωσάντων τῷ Θεῷ. ὅτε γὰρ οὐκ ἐσμὲν ἑαυτῶν, τότε ὅμοιοι ἐσμὲν τῷ ἡμᾶς ἑαυτῷ δι᾽ ἀγάπης καταλλάξαντι. οὖπέρ τις οὐκ ἐπιτεύξεται, εἰμὴ μὴ πτοεῖσθαι τὴν ἑαυτοῦ ψυχὴν περὶ τὴν τοῦ βίου δόξαν εὐκόλου πείσῃ.

Αὐτεξουσιότης ἐστί, ψυχῆς λογικῆς θέλησις, ἑτοίμως κινουμένη εἰς ὅπερ ἂν καὶ θέλοι, ἥν τινα περὶ μόνον τὸ καλόν, ἑτοίμως ἔχειν πείσωμεν· ἵν᾽ ἀεὶ ταῖς ἀγαθαῖς 1μνήμαις, τὴν μνήμην ἀναλίσκωμεν τοῦ κακοῦ.

Φῶς ἐστι γνώσεως ἀληθινῆς, τὸ διακρίνειν ἀπταίστως τὸ καλὸν ἐκ τοῦ κακοῦ. τότε γὰρ ἡ τῆς δικαιοσύνης ὁδὸς τὸν νοῦν ἀπάγουσα πρὸς τὸν τῆς δικαιοσύνης 2Θεόν, εἰς ἄπειρον αὐτὸν φωτισμὸν παρεισάγει γνώσεως· ὡς μετὰ παρρησίας λοιπὸν τὴν ἀγάπην ζητοῦντα. δεῖ τοίνυν ἀοργήτῳ θυμῷ ἁρπάζειν τὸ δίκαιον ἐκ τῶν αὐτὸ ἐνυβρίζειν τολμώντων. ὁ γὰρ τῆς εὐσεβείας ζῆλος, οὐ μισῶν, ἀλλ᾽ ἐλέγχων τὴν νίκην ἐνδείκνυται.

Ὁ πνευματικὸς λόγος, τὴν νοερὰν αἴσθησιν πληροφορεῖ· ἐνεργείᾳ γὰρ ἀγάπης ἐκ τοῦ Θεοῦ φέρεται. διό περ καὶ ἀβασάνιστος ἡμῶν διαμένει ὁ νοῦς ἐν τοῖς τῆς θεολογίας κινήμασι. οὐ γὰρ πάσχει τότε πενίαν, τὴν μέριμναν φέρουσαν. ἐπειδὴ τοσοῦτον ταῖς θεωρίαις πλατύνεται, ὅσον τῆς ἀγάπης ἡ ἐνέργεια θέλει. καλὸν οὖν ἀεὶ πίστει περιμένειν δι᾽ ἀγάπης ἐνεργουμένης τὸν φωτισμὸν τοῦ λέγειν· οὐδὲν γὰρ πτωχότερον διανοίας, ἐκτὸς Θεοῦ, φιλοσοφούσης τὰ τοῦ Θεοῦ.

Οὔτε ἀφώτιστον ὄντα δεῖ ἐπιβάλλειν τοῖς πνευματικοῖς θεωρήμασιν· οὔτε μὴν πλουσίως καταλαμπόμενον ὑπὸ τῆς χρηστότητος τοῦ Παναγίου Πνεύματος, ἐπὶ τὸ λέγειν ἔρχεσθαι. ὅπου μὲν γὰρ πενία, φέρει τὴν ἄγνοιαν· ὅπου δὲ πλοῦτος, οὐ συγχωρεῖ τὸ λέγειν· μεθύουσα γὰρ τότε ἡ ψυχὴ τῇ ἀγάπῃ τοῦ Θεοῦ, σιγώσῃ φωνῇ θέλει κατατρυφᾶν τῆς δόξης τοῦ Κυρίου. τὴν οὖν μεσότητα δεῖ ἐπιτηροῦντα τῆς ἐνεργείας, εἰς λόγους ἔρχεσθαι θεηγόρους. τοῦτο μὲν γὰρ τὸ μέτρον, εἶδός τι λόγων ἐνδόξων τῇ ψυχῇ χαρίζεται. ἡ δὲ τῆς ἐλλάμψεως πολυτέλεια τὴν πίστιν τρέφει τοῦ λέγοντος ἐν πίστει, ἵνα πρῶτος ὁ διδάσκων τοῦ καρποῦ γεύσηται δι᾽ ἀγάπης τῆς γνώσεως. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.

Τοῦ μὲν ἑνὸς Ἁγίου Πνεύματός ἐστι χάρισμα ἥτε σοφία καὶ ἡ γνῶσις, ὡς καὶ πάντα· τὰ θεῖα χαρίσματα. ἰδίαν δὲ ὥς περ ἕκαστον αὐτῶν τὴν ἐνέργειαν ἔχει. διόπερ ἄλλῳ μὲν δίδοσθαι σοφίαν. ἄλλῳ δὲ γνῶσιν· κατὰ τὸ αὐτὸ Πνεῦμα· ὁ Ἀπόστολος μαρτυρεῖ. ἡ μὲν γὰρ γνῶσις, πείρᾳ συνάπτει τὸν ἄνθρωπον τῷ Θεῷ, εἰς λόγους τῶν πραγμάτων τὴν ψυχὴν μὴ κινοῦσα. διὸ καί τινες τῶν τὸν μονήρη βίον φιλοσοφούντων, φωτίζονται μὲν ὑπ᾽ αὐτῆς ἐν αἰσθήσει, εἰς δὲ λόγους θείους οὐκ ἔρχονται· ἡ δὲ σοφία, εἴπερ μετ᾽ αὐτῆς ἐν φόβῳ δοθείη τινί, (σπάνιον δὲ τοῦτο,) αὐτὰς τὰς ἐνεργείας φανεροῖ τῆς γνώσεως ἐν ἀγάπῃ. ἐπεὶ ἡ μὲν τῇ ἐνεργείᾳ, ἡ δὲ τῷ λόγῳ φωτίζειν εἴωθε. ἀλλὰ τὴν μὲν γνῶσιν εὐχὴ φέρει, καὶ πολλὴ ἡσυχία ἐν ἀμεριμνίᾳ παντελεῖ. τὴν δὲ σοφίαν ἀκενόδοξος μελέτη τῶν λογίων τοῦ Πνεύματος· καὶ πρῶτον ἡ χάρις τοῦ διδόντος Θεοῦ.

Ὅτε τὸ Θυμῶδες τῆς ψυχῆς κινεῖται κατὰ τῶν παθῶν, εἰδέναι δεῖ, σιωπῆς εἶναι καιρόν· ὥρα γάρ ἐστι πάλης. ὅτε δὲ τὴν ἀκαταστασίαν ἐκείνην ἴδοι τις ἢ δι᾽ εὐχῆς ἢ δι᾽ ἐλεημοσύνης εἰς γαλήνην ἐλθοῦσαν, κινείσθω τῷ ἔρωτι τῶν λόγων, δεσμῷ ταπεινοφροσύνης τὰ τοῦ νοῦ διασφαλιζόμενος πτερά. ἐὰν γὰρ μήτις ἑαυτὸν τῇ ἐξουδενώσει ταπεινώσῃ λίαν, οὐ δύναται περὶ μεγαλωσύνης διαλέγεσθαι Θεοῦ.

Ὁ πνευματικὸς λόγος ἀκενόδοξον ἀεὶ τὴν ψυχὴν διατηρεῖ. αἰσθήσει γὰρ φωτὸς ὅλα αὐτῆς τὰ μέρη εὐεργετῶν, τῆς ἐξ ἀνθρώπων αὐτὴν τιμῆς, οὐ χρείαν ἔχειν ποιεῖ. διόπερ καὶ ἀφάνταστον ἀεὶ φυλάττει τὴν διάνοιαν ὡς ἀλλοιῶν αὐτὴν ὅλην εἰς ἀγάπην Θεοῦ. ὁ δὲ τῆς τοῦ κόσμου σοφίας λόγος εἰς φιλοδοξίαν ἀεὶ προσκαλεῖται τὸν ἄνθρωπον. ἐπειδὴ γὰρ πείρᾳ αἰσθήσεως εὐεργετεῖν οὐ δύναται, ἐπαίνων φιλίαν τοῖς αὐτοῦ ἰδίοις χαρίζεται ὡς πλάσμα ὢν κενοδόξων ἀνθρώπων. τὴν τοιαύτην οὖν τοῦ Θεοῦ λόγου διάθεσιν ἀπλανῶς ἐπιγνωσόμεθα, εἴπερ ἐν ἀμερίμνῳ σιωπῇ τὰς τοῦ μὴ λέγειν ὥρας ἀναλίσκωμεν, ἐν θερμῇ μνήμῃ τοῦ Θεοῦ.

Ὁ ἑαυτὸν φιλῶν, τὸν Θεὸν ἀγαπᾶν οὐ δύναται· ὁ δὲ ἑαυτὸν μὴ φιλῶν ἕνεκεν τοῦ ὑπερβάλλοντος πλούτου τῆς ἀγάπης τοῦ Θεοῦ, οὗτος τὸν Θεὸν ἀγαπᾷ. διόπερ ὁ τοιοῦτος, οὐ τὴν ἑαυτοῦ ζητεῖ δόξαν ποτέ, ἀλλὰ τὴν τοῦ Θεοῦ. ὁ γὰρ ἑαυτὸν φιλῶν, τὴν ἑαυτοῦ δόξαν ἐπιζητεῖ. ὁ δὲ τὸν Θεὸν φιλῶν, τὴν τοῦ ποιήσαντος αὐτὸν δόξαν ἀγαπᾷ. ψυχῆς γὰρ αἰσθητικῆς καὶ θεοφιλοῦς ἴδιον, τὴν μὲν δόξαν ἀεὶ ζητεῖν τὴν τοῦ Θεοῦ, ἐν πάσαις αἷς ποιεῖ ἐντολαῖς. ἐπὶ δὲ τῇ ἑαυτῆς ταπεινώσει τέρπεσθαι. ὅτι τῷ Θεῷ μὲν δόξα διὰ μεγαλωσύνης πρέπει· ἀνθρώπῳ δὲ ταπείνωσις. ἵνα δι᾽ αὐτῆς οἰκειωθῶμεν τῷ Θεῷ. ὅπερ ἐὰν ποιῶμεν καὶ ἡμεῖς κατὰ τὸν ἅγιον Βαπτιστὴν Ἰωάννην, χαίροντες τῇ δόξῃ Κυρίου, Κγρίου, ἀπαύστως λέγειν ἀρξώμεθα. ἐκεῖνον δεῖ ὑψοῦσθαι, ἡμᾶς δὲ ἐλαττοῦσθαι.

Οἶδα ἐγώτινα τοσοῦτον τὸν Θεὸν ἀγαπῶντα καὶ 3ἐπιποθοῦντα, ὅτι οὐκ ἀγαπᾷ ὡς θέλει, ὥστε ἀπαύστως αὐτοῦ τὴν ψυχὴν ἐν τοιαύτῃ εἶναι τινὶ θερμῇ ἐπιθυμίᾳ, ὥστε τὸν μὲν Θεὸν ἐν αὐτῷ δοξάζεσθαι, αὐτὸν δὲ, ὡς μήτε ὄντα εἶναι. οὗτος δὲ οὔτε οἶδεν ὅπέρ ἐστιν, οὔτε ἐν αὐτοῖς τοῖς ἐπαίνοις τῶν λόγων ἥδεται. τῇ γὰρ πολλῇ ἐπιθυμίᾳ τῆς ταπεινώσεως, τὴν ἑαυτοῦ οὐκ ἐννοεῖ ἀξίαν. ἀλλὰ λειτουργεῖ μὲν τῷ Θεῷ, ὡς νόμος ἱερεῦσι, πολλῇ δέ τινι τῇ τῆς θεοφιλίας διαθέσει, κλέπτει ἑαυτοῦ τὴν μνήμην τῆς ἀξίας· ἐν τῷ βάθει που τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἐκ ταύτης ἐναποκρύπτων καύχημα, ἐν πνεύματι ταπεινώσεως· ἵνα παῖς τις ἀχρεῖος παρ᾽ ἑαυτῷ διαπαντὸς τῇ διανοίᾳ φαίνηται. ὡς ἀλλότριος ὢν πάντως τῆς ἑαυτοῦ ἀξίας, τῇ ἐπιθυμίᾳ τῆς ταπεινώσεως. ὅπερ δεῖ καὶ ἡμᾶς ποιοῦντας πᾶσαν τιμὴν ἀποφεύγειν, καὶ δόξαν διὰ τὸ ὑπερβάλλον τοῦ πλούτου τῆς ἀγάπης, τοῦ οὕτως ἡμᾶς ἀγαπῶντος Κυρίου.

Ὁ ἐν αἰσθήσει καρδίας ἀγαπῶν τὸν Θεόν, ἐκεῖνος ἔγνωσται ὑπ᾽ αὐτοῦ. ὅσον γάρ τις ἐν αἰσθήσει ψυχῆς παραδέχεται τὴν ἀγάπην τοῦ Θεοῦ, τοσοῦτον γίνεται ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ. διὸ λοιπὸν τοῦ φωτισμοῦ τῆς γνώσεως ἐν ἔρωτι τινὶ σφοδρῷ ὁ τοιοῦτος ὀρεγόμενος οὐ παύσεται, ἄχρις ἂν καὶ αὐτῆς τῆς τῶν ὀστέων ἰσχύος ἐκδαπανηθείσης αἴσθηται. οὐκ ἔτι εἰδὼς ἑαυτόν, ἀλλ᾽ ὅλος ὑπὸ τῆς ἀγάπης ἠλλοιωμένος τοῦ Θεοῦ. ὁ τοιοῦτος δὲ καὶ πάρεστιν ἐν τῷ βίῳ τούτῳ καὶ οὐκ ἔστιν ἐν αὐτῷ. ἔτι γὰρ ἐνδημῶν τῷ ἑαυτοῦ σώματι, ἐκδημεῖ διὰ τῆς ἀγάπης τῇ κινήσει τῆς ψυχῆς ἀπαύστως πρὸς τὸν Θεόν. ἀνενδότως γὰρ λοιπὸν διὰ τοῦ πυρὸς τῆς ἀγάπης τὴν καρδίαν καιόμενος, ἀνάγκῃ τινὶ πόθου κεκόλληται τῷ Θεῷ. ὡς ἐκστὰς ἅπαξ τῆς ἑαυτοῦ φιλίας τῇ ἀγάπῃ τοῦ Θεοῦ· εἴτε γὰρ ἐξέστημεν, φησί, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.

Ὅταν ἄρξηταί τις αἰσθάνεσθαι πλουσίως τῆς ἀγάπης τοῦ Θεοῦ, τότε ἄρχεται ἐν αἰσθήσει πνεύματος, καὶ τὸν πλησίον ἀγαπᾶν· αὕτη γάρ ἐστιν ἡ ἀγάπη, περὶ ἧς πᾶσαι αἱ ἅγιαι γραφαὶ διαλέγονται· ἡ γὰρ κατὰ σάρκα φιλία εὐχερῶς ἄγαν διαλύεται, βραχείας τινὸς εὑρεθείσης αἰτίας· αἰσθήσει γὰρ οὐ δέδεται πνεύματος· τῷ τοῦτο οὖν κἂν συμβῆ τινα παροξυσμὸν γενέσθαι ἐπὶ τῆς ἐνεργουμένης ὑπὸ τοῦ Θεοῦ ψυχῆς, οὐ λύεται παρ᾽ αὐτῇ ὁ δεσμὸς τῆς ἀγάπης· τῇ γὰρ θέρμῃ τῆς ἀγάπης τοῦ Θεοῦ ἀναζωπυροῦσα ἑαυτήν, εὐθέως εἰς τὸ ἀγαθὸν ἐπανακαλεῖται θᾶττον, καὶ μετὰ πολλῆς χαρᾶς τὴν τοῦ πλησίον προσδέχεται ἀγάπην κἂν μεγάλως ὑπ᾽ αὐτοῦ ἢ καθύβρισται ἢ ἐζημίωται· ἐν γὰρ τῇ γλυκύτητι τοῦ Θεοῦ τὸ πικρὸν πάντως ἀναλίσκει τῆς ἔριδος.

Οὐδεὶς δύναται μὴ πρότερον φοβηθεὶς τὸν Θεὸν ἐν αἰσθήσει καρδίας, ἀγαπῆσαι αὐτὸν ἐν ὅλῃ καρδίᾳ· διὰ γὰρ τῆς ἐνεργείας τοῦ φόβου ἁγνιζομένη, καὶ ἁπαλυνομένη ὥς περ ἡ ψυχή, εἰς ἀγάπην ἐνεργουμένην ἔρχεται· οὐκ ἂν δέ τις εἰς φόβον ἔλθῃ Θεοῦ τῷ εἰρημένῳ τρόπῳ, εἰμὴ πασῶν τῶν βιωτικῶν ἔξω γένηται φροντίδων· ὅτε γὰρ ἐν ἡσυχίᾳ πολλῇ, καὶ ἀμεριμνίᾳ γένηται ὁ νοῦς, τότε αὐτῷ ὀχλεῖ ὁ φόβος τοῦ Θεοῦ, καθαρίζων αὐτὸν ἐν αἰσθήσει πολλῇ ἀπὸ πάσης τῆς γεώδους παχύτητος· ἵν᾽ οὕτως αὐτὸν εἰς πολλὴν ἀγάπην ἀγάγῃ τῆς ἀγαθότητος τοῦ Θεοῦ· ὥστε ὁ μὲν φόβος τῶν ἔτι καθαριζομένων ἐστὶ δικαίων μετὰ μεσότητος ἀγάπης· ἡ δὲ τελεία ἀγάπη τῶν ἤδη καθαρισθέντων ἐν οἷς οὐκ ἔστι φόβος· ἡ γὰρ τελεία ἀγάπη, φησίν, ἔξω βάλλει τὸν φόβον. ἀμφότερα δὲ δικαίων ἐστὶ μόνων, οἵτινες ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος τὰς ἀρετὰς κατεργάζονται· καὶ διὰ τοῦτο πῆ μὲν λέγει ἡ γραφή, φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ· πῆ δὲ, ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ· ἵνα μάθωμεν σαφῶς, ὅτι τῶν μὲν ἔτι καθαριζομένων δικαίων ἐστὶν ὁ φόβος τοῦ Θεοῦ, μετὰ μεσότητος, ὡς εἴρηται, ἀγάπης· τῶν δὲ καθαρισθέντων ἡ τελεία ἀγάπη. ἐν οἷς οὐκ ἔστιν ἔτι ἔννοια φόβου τινός, ἀλλ᾽ ἔκκαυσις ἄπαυστος καὶ κόλλησις τῆς ψυχῆς πρὸς τὸν Θεόν, διὰ τῆς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος, κατὰ τὸν λέγοντα, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

Ὥσπερ τὰ συμβαίνοντα τῷ σώματι τραύματα, ὅταν μὲν κεχερσωκότα ἢ καὶ ἀνεπιμέλητα, τοῦ προσαγομένου αὐτοῖς φαρμάκου ὑπὸ τῶν ἰατρῶν οὐκ αἰσθάνεται· καθαρισθέντα δέ, τῆς ἐνεργείας αἰσθάνεται τοῦ φαρμάκου, εἰς ἴασιν τελείαν ἐντεῦθεν ἐρχόμενα· οὕτω καὶ ἡ ψυχή, ἕως μὲν ἀνεπιμέλητος τυγχάνῃ, καὶ ὑπὸ τῆς λέπρας τῆς φιληδονίας ὅλη κεκαλυμμένη, αἰσθάνεσθαι τοῦ φόβου οὐ δύναται τοῦ Θεοῦ, κἂν ἀπαύστως αὐτῇ τις τὸ φοβερὸν καὶ δυνατὸν κριτήριον καταγγέλλῃ τοῦ Θεοῦ· ἐπειδὰν δὲ ἄρξηται διὰ τῆς πολλῆς προσοχῆς καθαίρεσθαι, τότε ὡς φαρμάκου τινὸς ὄντος ζωῆς, τοῦ θείου φόβου αἰσθάνεται· καίοντος αὐτὴν ὥσπερ, τῇ ἐνεργείᾳ τῶν ἐλέγχων, ἐν πυρὶ ἀπαθείας· ὅθεν κατὰ μέρος λοιπὸν καθαριζομένη, εἰς τὸ τέλειον τοῦ καθαρισμοῦ φθάνει· τοσοῦτον τῇ ἀγάπη προστιθεῖσα, ὅσον ἐλαττοῦται τοῦ φόβου· ἵν᾽ οὕτως εἰς τὴν τελείαν ἀγάπην καταφθάσῃ, ἐν ᾗ φόβος, ὡς εἴρηται, οὐκ ἔστιν, ἀλλ᾽ ἀπάθεια πᾶσα διὰ δόξης ἐνεργουμένη Θεοῦ· ἔστω οὖν ἡμῖν εἰς καύχημα καυχημάτων ἄπαυστον, πρῶτον μὲν ὁ φόβος τοῦ Θεοῦ· λοιπὸν δὲ ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου τῆς ἐν Χριστῷ τελειότητος.

Ψυχὴ μὴ τῶν κοσμικῶν ἀπαλλαγεῖσα φροντίδων, οὔτε τὸν Θεὸν ἀγαπήσει γνησίως, οὔτε τὸν διάβολον βδελύξεται ἀξίως· κάλυμμα γὰρ ἅπαξ ἔχει φορτικόν, τὴν μέριμναν τοῦ βίου· ὅθεν τὸ ἑαυτοῦ ἐπιγνῶναι ὁ νοῦς ἐπὶ τῶν τοιούτων οὐ δύναται δικαστήριον, ἵνα παρ᾽ ἑαυτῷ δοκιμάζῃ ἀπλανῶς τὰς ψήφους τῆς κρίσεως· διὰ πάντα οὖν ἡ ἀναχώρησις χρήσιμος.

Ψυχῆς καθαρᾶς ἴδιον, λόγος μὲν ἄφθονος· ζῆλος δὲ ἄκακος· καὶ ἔρως ἄπαυστος τοῦ Κυρίου τῆς δόξης· τότε δὲ καὶ τὰς οἰκείας ὁ νοῦς ἀκριβῶς διαρρυθμίζει πλάστιγγας, ὡς ἐν καθαρωτάτῳ κριτηρίῳ τῇ ἑαυτοῦ διανοίᾳ ἐμπαρών.

Πίστις ἄεργος, καὶ ἔργον ἄπιστον τὸν αὐτὸν τρόπον ἀποδοκιμασθήσονται· δεῖ γὰρ τὸν πιστὸν πίστιν ἐπιδεικνύμενον, τὰ πράγματα τῷ Κυρίῳ προσφέρειν· οὐδὲ γὰρ τῷ πατρὶ ἡμῶν Ἀβραὰμ εἰς δικαιοσύνην λελόγιστο ἡ πίστις, εἰ μὴ τὸν καρπὸν αὐτῆς τὸν παῖδα προσήγαγε.

Ὁ ἀγαπῶν τὸν Θεόν, καὶ πιστεύει γνησίως, καὶ τὰ ἔργα τῆς πίστεως ἐπιτελεῖ ὁσίως· ὁ δὲ πιστεύων μόνον καὶ μὴ ὢν ἐν τῇ ἀγάπῃ, οὐδὲ αὐτὴν τὴν πίστιν, ἦν δοκεῖ ἔχειν, ἔχει· ἐλαφρότητι γάρ τινι πιστεύει νοός, ὡς ὑπὸ τοῦ βάρους τῆς δόξης τῆς ἀγάπης μὴ ἐνεργούμενος· πίστις οὖν δι᾽ ἀγάπης ἐνεργουμένη, τὸ μέγα κεφάλαιον τῶν ἀρετῶν.

Ὁ τῆς πίστεως βυθὸς ἐρευνώμενος μὲν κυμαίνεται, ἁπλῇ δὲ διαθέσει θεωρούμενος γαληνιᾷ· λήθης γὰρ κακῶν ὕδωρ ὃν τὸ βάθος τῆς πίστεως, οὐ φέρει παρὰ περιέργων ἐννοιῶν θεωρεῖσθαι· ἁπλότητι οὖν διανοίας τοῖς αὐτοῖς ἐμπλέομεν ὕδασιν, ἵνα εἰς τὸν λιμένα τοῦ θελήματος οὕτω καταφθάσωμεν τοῦ Θεοῦ.

Οὐδεὶς δύναται ἀγαπᾶν, ἢ πιστεύειν γνησίως, εἰ μὴ αὐτὸν ἑαυτοῦ ἔχῃ κατήγορον· ὅταν γὰρ ἡ συνείδησις ἡμῶν ἑαυτὴν τοῖς ἐλέγχοις ταράττῃ, οὐκ ἔτι τῆς ὀσμῆς ὁ νοῦς τῶν ὑπερκοσμίων ἀγαθῶν παραχωρεῖται αἰσθάνεσθαι, ἀλλ᾽ εὐθέως εἰς ἀμφιβολίαν μερίζεται· θερμῇ μὲν κινήσει διὰ τὴν προλαβοῦσαν πεῖραν τῆς πίστεως ὀρεγόμενος, μηκέτι δὲ αὐτῆς ἐν αἰσθήσει καρδίας ἐπιλαβέσθαι διὰ τῆς ἀγάπης δυνάμενος, διὰ τοὺς πυκνούς, ὡς ἔφην, νυγμοὺς τῆς ἐλεγχούσης συνειδήσεως· πλὴν καθαρίσαντες ἑαυτοὺς θερμοτέρᾳ προσοχῇ, μετὰ πλείονος πείρας, ἐν Θεῷ, τοῦ ποθουμένου τευξόμεθα.

Ὥσπερ πρὸς τὰ φαινόμενα ἡμᾶς καλά, βιαίως πως αἱ τοῦ σώματος προτρέπονται αἰσθήσεις, οὕτω πρὸς τὰ ἀόρατα ἡμᾶς ἀγαθὰ ἡ τοῦ νοῦ εἴωθε, ὅτε τῆς θείας γεύσηται χειραγωγεῖν αἴσθησις· ἕκαστον γὰρ τῆς οἰκείας συγγενείας πάντως ὀρέγεται· ἡ μὲν γὰρ ψυχὴ ὡς ἀσώματος τῶν οὐρανίων καλῶν, τὸ δὲ σῶμα ὡς χοῦς τῆς ἐπιγείου τρυφῆς· τῆς ἀΰλου οὖν εἰς πεῖραν ἐλευσόμεθα ἀπλανῶς αἰσθήσεως, εἴπερ τὴν ὕλην τοῖς πόνοις λεπτύνωμεν.

Μίαν μὲν εἶναι αἴσθησιν φυσικήν, αὐτὴ ἡ τῆς ἁγίας ἡμᾶς γνώσεως ἐκδιδάσκει ἐνέργεια· εἰς δύω δὲ λοιπὸν διὰ τὴν παρακοὴν τοῦ Ἀδὰμ διαιρουμένην ἐνεργείας, μίαν μὲν ἁπλῆν τὴν ἐκ τοῦ Ἁγίου Πνεύματος αὐτῇ ἐγγινομένην. ἥντινα οὐδεὶς δύναται εἰδέναι, εἰμὴ μόνοι οἱ τῶν τοῦ βίου καλῶν, διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν, ἀπαλλαττόμενοι ἡδέως, καὶ πᾶσαν τὴν τῶν σωματικῶν αἰσθήσεων διὰ τῆς ἐγκρατείας καταμαραίνοντες ὄρεξιν· ἐπὶ γὰρ τούτων μόνον εὐρώστως ὁ νοῦς διὰ τὴν ἀμεριμνίαν κινούμενος, τῆς θείας ἀρρήτως αἰσθάνεσθαι χρηστότητος δύναται· ὅθεν καὶ τῷ σώματι τότε κατὰ τὸ μέτρον τῆς αὐτοῦ προκοπῆς τῆς οἰκίας μεταδίδωσι χαρᾶς, ἀπείρῳ τινὶ λογῳ τῇ ἀγάπῃ τῆς ἐξομολογήσεως ἀγαλλιώμενος· ἐπ᾽ αὐτῷ γάρ φησι ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ· ἡ γὰρ τότε ὄντως ἐγγινομένη χαρὰ τῇ ψυχῇ καὶ τῷ σώματι, ὑπόμνησίς ἔστιν ἀπλανὴς τῆς ἀφθάρτου βιοτῆς.

Ἀκύμαντον ἀεὶ δεῖ διαφυλάττειν τοὺς ἀγωνιζομένους τὴν διάνοιαν· ἵνα τοὺς εἰς αὐτὴν διαθέοντας λογισμοὺς ὁ νοῦς διακρίνων, τοὺς μὲν καλοὺς καὶ θεοπέμπτους ἐν τοῖς ταμιείοις ἐναποτίθηται τῆς μνήμης· τοὺς δὲ σκαιοὺς καὶ δαιμονιώδεις, ἔξωπου τῶν ἀποθηκῶν ἀπορρίπτῃ τῆς φύσεως· καὶ γὰρ ἡ θάλασσα γαληνιῶσα μὲν ἄχρις αὐτοῦ αὐτῆς τοῦ βυθίου κινήματος, ὑπὸ τῶν τοὺς ἰχθύας ἀγρευόντων καθορᾶται· ὡς μηδὲν αὐτοὺς σχεδὸν λανθάνειν τότε, τῶν τὰς ἐκεῖσε διαπορευομένων ζώων τρίβους· ὅτε δὲ ὑπὸ τῶν πνευμάτων ταράττεται, κρύπτει τῇ τῆς ταραχῆς στυγνότητι, ἅπερ ἐν τῷ γέλωτι τῆς γαλήνης ὁρᾶσθαι φιλοτιμεῖται· ὄθεν ἀργὴν οὖσαν τότε τὴν τέχνην ὁρῶμεν τοῖς τοὺς ἁλιευτικοὺς μηχανωμένοις δόλους· ὅπερ καὶ τὸν νοῦν πάντως συμβαίνει πάσχειν τὸν θεωρητικόν, ὅταν μάλιστα ἐξ ὀργῆς ἀδίκου, ὁ βυθὸς τῆς ψυχῆς ταράττηται.

Ὁλίγων ἐστὶ λίαν, τὸ πάντα τὰ οἰκεῖα ἀκριβῶς ἐπιγινώσκειν πταίσματα, καὶ ὧν οὐδέποτε ὁ νοῦς τῆς μνήμης ἐξαρπάζεται τοῦ Θεοῦ. ὃν γὰρ τρόπον οἱ ὀφθαλμοὶ ἡμῶν οἱ σωματικοὶ, ὅταν μὲν ὑγιαίνωσι, πάντα ὁρᾶν ἄχρι καὶ τῶν διιπταμένων κωνώπων, ἢ ἐμπίδων τὸν ἀέρα δύνανται· ὅταν δὲ ὑπὸ θολώσεως, ἢ ὑπὸ χυμῶν τινων σκεπάζωνται, εἰμέν τι μέγα εἴη τῶν ἀπαντώντων αὐτοῖς, τοῦτο ἀμυδρῶς ὁρῶσι· τῶν δὲ μικρῶν οὐκ αἰσθάνονται τῇ αἰσθήσει τῆς βλέψεως· οὕτω καὶ ἡ ψυχή, ἐὰν μὲν τὴν ἐκ τῆς φιλοκοσμίας αὐτῇ συμβαίνουσαν πήρωσιν τῇ προσοχῇ λεπτύνῃ, καὶ τὰ ἄγαν αὐτῆς βραχέα πταίσματα, ὡς μεγάλα λίαν ἡγουμένη, δάκρυον ἐπὶ δακρύῳ ἐν πολλῇ εὐχαριστίᾳ ἀδιαλείπτως φέρει· δίκαιοι γάρ φησιν, ἐξομολογήσονται τῷ ὀνόματί σου· ἐὰν δὲ τῇ τοῦ κόσμου ἐμμείνῃ διαθέσει, εἰ μέν τι φονικόν, ἢ πολλῆς ἄξιον διαπράξοιτο τιμωρίας, τοῦτο ἡρέμα αἰσθάνεται· τῶν δὲ ἄλλων πταισμάτων οὐδὲν ἐπισημήνασθαι δύναται, ἀλλὰ καὶ ὡς κατορθώματα αὐτὰ πολλάκις ἡγεῖται· διὸ καὶ ὑπὲρ αὐτῶν θερμῶς λογοποιουμένη ἡ ἀθλία οὐκ αἰσχύνεται.

Νοῦν καθαρίσαι, μόνον ἐστὶ τοῦ Ἁγίου Πνεύματος. ἐὰν γὰρ μὴ εἰσέλθῃ ὁ δυνατὸς καὶ σκυλεύσῃ καὶ δήσῃ τὸν ἅρπαγα, οὐδαμῶς τὸ λάφυρον ἐλευθερωθήσεται· δεῖ οὖν διὰ πάντων, καὶ πλέον δὲ τῇ εἰρήνῃ τῆς ψυχῆς, ἀναπαύειν τὸ Πνεῦμα τὸ Ἅγιον ἵνα τὸν λύχνον τῆς γνώσεως ἔχωμεν παρ᾽ ἑαυτοῖς φαίνοντα διαπαντός. ἐξαστράπτοντος γὰρ αὐτοῦ ἀπαύστως ἐν τοῖς ταμιείοις τῆς ψυχῆς, οὐ μόνον κατάδηλοι ἐν τῷ νοΐ αἱ μικραὶ ἐκεῖναι καὶ σκοτειναὶ τῶν δαιμόνων γίνονται προσβολαί, ἀλλὰ καὶ ἐξασθενοῦσι λίαν ὑπὸ τοῦ Ἁγίου ἐκείνου καὶ ἐνδόξου ἐλεγχόμεναι φωτός, καὶ διὰ τοῦτο ὁ Ἀπόστολος λέγει, τὸ πνεῦμα μὴ σβέννυτε· ἀντὶ τοῦ μὴ κακοεργοῦντες, ἢ κακὰ λογιζόμενοι λυπεῖτε τὴν τοῦ Ἁγίου Πνεύματος ἀγαθότητα, ἵνα μὴ τῆς ὑπερμάχου ἐκείνης στερηθῆτε λαμπάδος· οὐ γὰρ τὸ ἀἴδιον, καὶ ζωοποιὸν σβέννυται, ἀλλ᾽ ἡ ἐκείνου λύπη, τουτέστιν ἡ ἀποστροφή, στυγνόν, καὶ ἀφεγγῆ τὸν νοῦν καταλιμπάνει τῆς γνώσεως.

Μίαν μὲν ὡς ἔφην αἴσθησιν εἶναι φυσικὴν τῆς ψυχῆς ἐπιστάμεθα· αἱ γὰρ πέντε, ἅπαξ ταῖς τοῦ σώματος ἡμῶν διαφέρουσι χρείαις, τὸ Πανάγιον ἡμᾶς καὶ φιλάνθρωπον Πνεῦμα ἐκδιδάσκει τοῦ Θεοῦ· συνδιαιρεῖται δὲ αὕτη, διὰ τὸν ἐκ τῆς παρακοῆς προσγινόμενον ὄλισθον τῷ νῷ ταῖς αὐταῖς τῆς ψυχῆς κινήσεσι· διόπερ τὸ μὲν αὐτῆς, τῷ ἐμπαθεῖ συναπάγεται μέρει· ὅθεν τῶν τοῦ βίου καλῶν ἡδέως αἰσθανόμεθα. τὸ δὲ τῷ λογικῷ αὐτῆς καὶ νοερῷ πολλάκις συνήδεται κινήματι· καθὸ πρὸς τὰ οὐράνια τρέχειν ὁ νοῦς ἡμῶν κάλλη, ὅτε σωφρονοῦμεν ὀρέγεται. ἐὰν οὖν εἰς ἕξιν ἔλθωμεν τοῦ καταφρονεῖν τῶν ἐν τῷ κόσμῳ καλῶν, δυνησόμεθα καὶ τὴν γεώδη τῆς ψυχῆς ὄρεξιν τῇ λογικῇ αὐτῆς συνάψαι διαθέσει, τῆς κοινωνίας τοῦ Ἁγίου Πνεύματος τοῦτο οἰκονομούσης εἰς ἡμᾶς· ἐὰν γὰρ μὴ ἡ ἑαυτοῦ θεότης ἐνεργητικῶς τὰ τῆς καρδίας ἡμῶν ταμεῖα καταυγάσῃ, οὐκ ἂν δυνηθῶμεν ἐν ἀδιαιρέτῳ τῇ αἰσθήσει, τουτέστιν ἐν ὁλοκλήρῳ διαθέσει γεύσασθαι τοῦ ἀγαθοῦ.

Αἴσθησίς ἐστι νοός, γεῦσις ἀκριβὴς τῶν διακρινομένων· ὃν γὰρ τρόπον τῇ γευστικῇ ἡμῶν αἰσθήσει τοῦ σώματος, τὰ καλὰ ἐκ τῶν φαύλων ἀπλανῶς ἐν τῷ καιρῷ τῆς ὑγείας διακρίνοντες, τῶν χρηστῶν ὀρεγόμεθα· οὕτω καὶ ὁ νοῦς ἡμῶν, ὅταν εὐρώστως καὶ ἐν πολλῇ ἀμεριμνίᾳ κινεῖσθαι ἄρξηται, δύναται τῆς θείας παρακλήσεως πλουσίως αἰσθάνεσθαι, καὶ ὑπὸ τῆς ἐναντίας μηδέποτε συναρπάζεσθαι· ὡς γὰρ τὸ σῶμα τῶν γεωδῶν γευόμενον ἡδυσμάτων, ἔχει τὴν πεῖραν τῆς αἰσθήσεως ἄπταιστον, οὕτω καὶ ὁ νοῦς ὅτε ἐπάνω τοῦ τῆς σαρκὸς καυχᾶται φρονήματος, δύναται γεύεσθαι τῆς παρακλήσεως ἀπλανῶς τοῦ Ἁγίου Πνεύματος· γεύσασθε γάρ φησι, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· καὶ ἔχειν τὴν μνήμην τῆς γεύσεως διὰ τῆς ἐνεργείας τῆς ἀγάπης ἄληστον, ἐν τῷ δοκιμάζειν ἀπταίστως τὰ διαφέροντα κατὰ τὸν λέγοντα ἅγιον· καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ἡμῶν ἔτι μᾶλλον, καὶ μᾶλλον περισσεύῃ, ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα.

Ὅταν ὁ νοῦς ἡμῶν ἄρξηται τῆς τοῦ Παναγίου Πνεύματος αἰσθάνεσθαι χάριτος, τότε καὶ ὁ σατανᾶς ἐν ἡδυφανεῖ τινι αἰσθήσει ἐν ταῖς νυκτεριναῖς ἡσυχίαις, ὅτε τίς, ὥσπερ ὕπνου τινος λεπτοτάτου, ἔρχεται ῥοπή, τὴν ψυχὴν παρακαλεῖ. ἐὰν οὖν ἐν θερμῇ λίαν μνήμῃ εὐρεθῇ κρατῶν ὁ νοῦς τὸ ἅγιον ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καὶ ὥσπερ ὅπλῳ κέχρηται κατὰ τῆς ἀπάτης τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι ἐκείνῳ, ἀναχωρεῖ μὲν ὁ πλάνος τοῦ δόλου· εἰς πόλεμον δὲ λοιπὸν ἐνυπόστατον ἐξάπτεται τῆς ψυχῆς. ὅθεν ὁ νοῦς ἐπιγινώσκων τὴν ἀπάτην ἀκριβῶς τοῦ πονηροῦ, πλέον εἰς τὴν πεῖραν προκόπτει τῆς διακρίσεως.

Ἡ ἀγαθὴ παράκλησις ἢ ἐγρηγορότης τοῦ σώματος, ἢ καὶ εἰς ὕπνου τινος μέλλοντος ἔρχεσθαι ἔμφασιν, ὅτε τις ἐν θερμῇ μνήμῃ τοῦ Θεοῦ, τῇ αὐτοῦ ὥς περ κεκόλληται ἀγάπῃ. ἡ δὲ τῆς πλάνης, εἰς λεπτόν τινα ἀεί, ὡς εἶπον, ἐλθόντος τοῦ ἀγωνιστοῦ, μετὰ μέσης μνήμης τοῦ Θεοῦ. ἡ μὲν γὰρ ὡς ἐκ Θεοῦ οὖσα, φανερῶς τὰς ψυχὰς τῶν τῆς εὐσεβείας ἀγωνιστῶν ἐν ἐκχύσει πολλῇ τῆς ψυχῆς, παρακαλεῖν πρὸς ἀγάπην θέλει· ἡ δέ, ἐπειδὴ ἐν ἀνέμῳ τινὶ πλάνης ῥιπίζειν τὴν ψυχὴν εἴωθε, κλέπτειν διὰ τοῦ ὕπνου τοῦ σώματος τὴν πεῖραν τῆς αἰσθήσεως τοῦ ὑγιαίνοντος νοῦ περὶ τὴν μνήμην τοῦ Θεοῦ ἐπιχειρεῖ. ἐὰν οὖν εὑρεθῇ ὁ νοῦς, ὡς εἶπον, μεμνημένος προσεχῶς τοῦ Κυρίου Ἰησοῦ, σκορπίζει μὲν τὴν αὔραν ἐκείνην τὴν ἡδυφανῆ τοῦ ἐχθροῦ, χαίρων δὲ εἰς τὸν κατ᾽ αὐτοῦ κινεῖται πόλεμον, ὡς ὅπλον ἔχων λοιπὸν δεξιὸν μετὰ τὴν χάριν τὸ ἐκ τῆς πείρας καύχημα.

Ἐὰν ἀναμφιβόλῳ, καὶ ἀφαντάστῳ κινήσει ἡ ψυχὴ πρὸς τὴν ἀγάπην ἐξάπτηται τοῦ Θεοῦ, ἕλκουσα ὥσπερ καὶ τὸ σῶμα εἰς τὸ βάθος τῆς ἀγάπης ἐκείνης τῆς ἀρρήτου, ἢ ἐγρηγορότως, ἢ ᾧ εἴρηκα τρόπῳ, ἢ εἰς ὕπνον ἐρχομένου τοῦ ὑπὸ τῆς ἁγίας χάριτος ἐνεργουμένου, μηδὲν ἄλλο τότε ἐννοοῦσα ὅλως, ἢ τοῦτο μόνον, εἰς ὅπερ κινεῖται· εἰδέναι δεῖ τοῦ Ἁγίου Πνεύματος εἶναι τὴν ἐνέργειαν. ἡδυνομένη γὰρ ὅλη ὑπ᾽ ἐκείνης τῆς ἀφράστου γλυκύτητος, οὐδὲν ἕτερον δύναται τότε ἐννοεῖν, ἐπειδὴ ἀνενδότῳ τινὶ ἐνυφραίνεται χαρᾷ. ἐὰν δὲ ἀμφιβολίαν ὅλως, ἢ ῥυπαράν τινα ἔννοιαν ὁ νοῦς ἐν τῷ ἐνεργεῖσθαι συλλάβῃ, εἰ καὶ τῷ ἁγίῳ κέχρηται ὀνόματι πρὸς ἅμυναν τοῦ κακοῦ, καὶ οὐχὶ μᾶλλον πρὸς ἀγάπην μόνον τοῦ Θεοῦ· δεῖ νοεῖν, ὅτι ὡς ἐκ τοῦ ἀπατεῶνος ἐστὶν ἐκείνη ἡ παράκλησις, χαρᾶς ἐμφάσει· ἡ δὲ χαρὰ ἐκείνη ἀποιός ἐστι, καὶ ἀδιάθετος ὅλη, μοιχεύεσθαι θέλοντος τοῦ ἐχθροῦ τὴν ψυχήν, ὅταν ἴδῃ τὸν νοῦν τῇ πείρᾳ τῆς ἑαυτοῦ αἰσθήσεως ἀκριβῶς καυχώμενον. τότε γὰρ παρακλήσεσι τίσιν, ὡς ἔφην, χρηστοφανέσι προσκαλεῖται τὴν ψυχήν, ἵνα διαφορουμένης αὐτῆς ὑπὸ τῆς χαύνης ἐκείνης, καὶ καθύγρου ἡδύτητος ἀγνώριστος αὐτῇ γένοιτο ἡ μίξις τοῦ δολίου. ἐκ τούτου οὖν γνωσόμεθα τὸ πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης· ἀδύνατον μέν τοι ἢ τῆς θείας χρηστότητος ἐν αἰσθήσει γεύσασθαί τινα, ἢ τῆς τῶν δαιμόνων πικρίας αἰσθητῶς πειρασθῆναι, εἰ μή τις ἑαυτὸν πληροφορήσῃ, τὴν μὲν χάριν εἰς τὸ βάθος τοῦ νοῦ κατεσκηνωκέναι, τὰ δὲ πονηρὰ πνεύματα περὶ τὰ μέλη τῆς καρδίας ἐνδιατρίβειν· ὅπερ οὐδέποτε θέλουσι παρὰ ἀνθρώποις πιστευθῆναι οἱ δαίμονες. ἵνα μὴ ὁ νοῦς τοῦτο αὐτὸ εἰδὼς ἀκριβῶς, τῇ μνήμῃ τοῦ Θεοῦ κατ᾽ αὐτῶν ὁπλίζηται.

Ἄλλη ἐστιν ἡ ἀγάπη τῆς ψυχῆς ἡ φυσική, καὶ ἄλλη ἡ ἐκ τοῦ Ἁγίου Πνεύματος αὐτῇ προσγινομένη. ἡ μὲν γὰρ καὶ ἐκ τῆς ἡμετέρας, ὅτε θέλομεν, συμμέτρως κινεῖται θελήσεως. διόπερ καὶ εὐχερῶς ὑπὸ τῶν πονηρῶν πνευμάτων, ἡνίκα μὴ βίᾳ κρατῶμεν τῆς ἑαυτῶν προαιρέσεως, διαρπάζεται. ἡ δὲ τοσοῦτον ἐκκαίει τὴν ψυχὴν πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ, ὥστε πάντα τὰ τῆς ψυχῆς μέρη τῇ τοῦ θείου πόθου ἀλαλήτῳ ἐγκολλᾶσθαι χρηστότητι, ἐν ἀπείρῳ τινὶ ἁπλότητι διαθέσεως. ἐγκύμων γὰρ ὥς περ ὁ νοῦς τότε ὑπὸ τῆς πνευματικῆς ἐνεργείας γινόμενος, πηγήν τινα ἀγάπης καὶ χαρᾶς ἀναβλύζει.

Ὥσπερ ἡ θάλασσα τῷ ἐπιχεομένῳ αὐτῇ ἐλαίῳ, ὅταν ταράττηται, φύσιν ἔχει τοῦ εἴκειν ὑπὸ τῆς αὐτοῦ πιότητος νικωμένης τῆς ζάλης, οὕτω καὶ ἡ ψυχὴ ἡμῶν, ὅταν ὑπὸ τῆς χρηστότητος πιαίνηται τοῦ Ἁγίου Πνεύματος, ἡδέως γαληνιᾷ. χαίρουσα γὰρ ἡττᾶται κατὰ τὸν λέγοντα ἅγιον, πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου. τῇ ἐπισκιαζούσῃ αὐτῇ ἐκείνη ἀπαθείᾳ, καὶ ἀρρήτῳ χρηστότητι. διὰ τοῦτο οὖν κἂν ὁπόσοι τότε παροξυσμοὶ ὑπὸ τῶν δαιμόνων ἐπιτηδεύωνται κατὰ τῆς ψυχῆς, ἀόργητός τε διαμένει, καὶ πάσης ἔμπλεως χαρᾶς. εἰς ὅπερ τις οὐκ ἔρχεται οὐδὲ μένει, εἰμὴ τῷ φόβῳ τοῦ Θεοῦ τὴν ἑαυτοῦ ψυχὴν ἀπαύστως καθηδύνῃ. τοῖς γὰρ ἀγωνιζομένοις εἶδός τι φέρει ἁγνισμοῦ ὁ φόβος τοῦ Κυρίου Ἰησοῦ. ὁ γὰρ φόβος, φησί, τοῦ Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος.

Μηδεὶς ἀκούων αἴσθησιν νοός, ὁρατῶς αὐτῷ τὴν δόξαν τοῦ Θεοῦ ὀφθῆναι ἐλπιζέτω. αἰσθάνεσθαι μὲν γὰρ φαμέν, ἦτοι καθαρεύειν τὴν ψυχήν, ἐν ἀρρήτῳ τινὶ γεύσει τῆς θείας παρακλήσεως. οὐ φαίνεσθαι δὲ αὐτῇ τὶ τῶν ἀοράτων. ἐπειδὴ νῦν διὰ πίστεως καὶ οὐ διὰ εἴδους, ὡς ὁ μακάριος Παῦλος λέγει, περιπατοῦμεν. ἐὰν οὖν ὀφθῇ τινὶ τῶν ἀγωνιζομένων, ἢ φῶς, ἢ σχῆμά τι πυροειδές, ἢ φωνή, μηδαμῶς καταδεξάσθω τὸ τοιοῦτον ὅραμα. ἀπάτη γάρ ἐστι φανερὰ τοῦ ἐχθροῦ, ὅπερ πολλοὶ παθόντες, ὡς ἐξ ἀγνοίας, ἐξετράπησαν τῆς ὁδοῦ τῆς ἀληθείας. ἡμεῖς δὲ ἴσμεν, ὅτι ἐφ᾽ ὅσον ἐνδημοῦμεν ἐν τῷ φθαρτῷ τούτῳ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Θεοῦ, τουτέστιν ὁρατῶς ἢ αὐτόν, ἤ τι τῶν ἐπουρανίων αὐτοῦ θαυμάτων, ὁρᾶν οὐ δυνάμεθα.

Οἱ ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ἐμφαινόμενοι τῇ ψυχῇ ὄνειροι, ὑγιαινούσης ψυχῆς πως εἰσὶν ἀπλανεῖς κατήγοροι. διόπερ οὔτε ἀπὸ ἑτέρου σχήματος εἰς ἕτερόν τι σχῆμα μεταβάλλονται, οὔτε μὴν πτοοῦσι τὴν αἴσθησιν, οὔτε γελῶσιν, ἢ στυγνάζουσιν ἀθρόως. ἀλλὰ μετὰ πάσης ἐπιεικείας τῇ ψυχῇ προσεγγίζουσι, πνευματικῆς αὐτὴν καταγεμίζοντες θυμηδίας. ὅθεν καὶ μετὰ τὸ διυπνισθῆναι τὸ σῶμα, πολλῷ τῷ πόθῳ ζητεῖ ἡ ψυχὴ τὴν χαρὰν τοῦ ὀνείρου. αἱ δὲ τῶν δαιμόνων φαντασίαι, διὰ πάντων ἐναντίως ἔχουσιν. οὔτε γὰρ ἐν τῷ αὐτῷ μένουσι σχήματι, οὔτε μορφὴν ἀτάραχον ἐπὶ πολὺ ἐπιδείκνυνται. ὃ γὰρ ἐκ προαιρέσεως μὲν οὐκ ἔχουσιν, ἐκ δὲ τῆς οἰκείας κιχρῶνται μόνον πλάνης, ἀρκεῖν αὐτοῖς ἐπιπλεῖστον οὐ δύναται. ἀλλὰ καὶ μεγάλα μὲν λέγουσι· καὶ ἀπειλοῦσι δὲ πλεῖστα, εἰς στρατιωτῶν εἶδος ἑαυτοὺς πολλάκις σχηματίζοντες. ποτὲ δὲ καὶ προσψάλλουσι μετὰ κραυγῆς τῇ ψυχῇ. ὅθεν ἐπιγινώσκων αὐτοὺς ὁ νοῦς, ὅτε καθαρεύει, πεφαντασμένως διυπνίζει τὸ σῶμα. ἔστι δ᾽ ὅτε καὶ χαίρει, ὡς τὸν δόλον αὐτῶν ἐπιγνῶναι δυνηθείς. διόπερ ἐν αὐτῷ τῷ ὀνείρῳ πλειστάκις ἐλέγχων αὐτούς, εἰς ὀργὴν αὐτοὺς μεγάλην κινεῖ. πλὴν ἔστιν ὅτε καὶ τὰ χρηστὰ ἐνύπνια, χαρὰν μὲν οὐ φέρουσι τῇ ψυχῇ, λύπην δὲ αὐτῇ ἡδεῖαν ἐμποιοῦσι καὶ ἀνάλγητον δάκρυον. τοῦτο δὲ γίνεται ἐπὶ τῶν εἰς πολλὴν ταπεινοφροσύνην προκοψάντων.

Εἰρήκαμεν ἡμεῖς ὡς παρὰ τῶν ἐν πείρᾳ γεγονότων ἠκούσαμεν καλῶν τε, καὶ φαύλων ὀνείρων διάκρισιν. ἀρκείτω δὲ ἡμῖν πρὸς ἀρετὴν μεγάλην, τὸ μηδεμιᾷ ὅλως πείθεσθαι φαντασίᾳ· οἱ γὰρ ὄνειροι ὡς ἐπιτοπλεῖστον, οὐδὲν ἕτερόν εἰσιν, ἀλλ᾽ εἴδωλα λογισμῶν. ἢ πάλιν, ὡς ἔφην, δαιμόνων ἐμπαίγματα. ὁπότε κἂν ἐκ τῆς τοῦ Θεοῦ ἀγαθότητος καταπεμφθῇ ἡμῖν ὅραμα πώποτε, καὶ μὴ αὐτὸ καταδεξώμεθα, οὐκ ἂν ἡμῖν ὁ πολυπόθητος Κύριος Ἰησοῦς ὀργισθῇ διὰ τοῦτο. οἶδε γὰρ ὅτι διὰ τοὺς δόλους τῶν δαιμόνων ἐπὶ τοῦτο ἐρχόμεθα. ἡ μὲν γὰρ προειρημένη διάκρισις ἀκριβής ἐστι. συμβαίνει δὲ ἐκ συναρπαγῆς τινος ἀνεπαισθήτως ῥυπωθεῖσαν τὴν ψυχήν, οὖπερ ἐκτὸς οὐδείς, ὡς οἶμαι, εὑρίσκεται, ἀπολέσαι τὸ ἴχνος τῆς ἀκριβοῦς διαγνώσεως, καὶ πιστεῦσαι ὡς καλοῖς τοῖς μὴ καλοῖς.

Ἤτω πρὸς ὑπόδειγμα ἡμῖν τοῦ πράγματος, δοῦλος ὑπὸ δεσπότου νύκτωρ καὶ μετὰ πολλὴν ἀποδημίαν, πρὸ τῶν περιβόλων τῆς οἰκίας καλούμενος, καὶ ἀκριβῶς μὴ γνωρίζων, ὧτινι τὴν ἄνοιξιν τῶν θυρῶν διόλου ὁ οἰκέτης ἠρνήσατο. ἐδεδίει γὰρ μὴ ἡ ὁμοιότης αὐτὸν τῆς φωνῆς συναρπάσασα, προδότην παρασκευάσῃ γενέσθαι, ὧν περ παρ᾽ αὐτοῦ πεπίστευτο πραγμάτων. ᾧτινι οὐ μόνον οὐκ ὠργίσθη, ἡμέρας γινομένης, ὁ Κύριος αὐτοῦ, ἀλλὰ καὶ πολλῶν ἐπαίνων ἡξίωσεν, ὅτι καὶ τὴν τοῦ δεσπότου φωνὴν πλάνην εἶναι ἐνόμισε, μήτι θέλων τῶν αὐτοῦ ἀπολέσαι πραγμάτων.

Ὅτι μὲν ὁ νοῦς ὅταν ἄρξηται πυκνῶς ὑπὸ τοῦ Θείου φωτὸς ἐνεργεῖσθαι διαφανής τις ὅλος γίνεται, ὥστε τὸ ἑαυτοῦ φῶς αὐτὸν πλουσίως ὁρᾶν, οὐ δεῖ ἀμφιβάλλειν. τοῦτο γὰρ ὅλως γίνεται, ὅταν ἡ δύναμις τῆς ψυχῆς κατακυριεύσῃ τῶν παθῶν. ὅτι δὲ πᾶν τὸ ἐν σχήματι αὐτῷ φαινόμενον, εἴτε ὡς φῶς, εἴτε ὡς πῦρ, ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται, ὁ θεσπέσιος ἡμᾶς Παῦλος διδάσκει σαφῶς, εἰς ἄγγελον φωτὸς λέγων αὐτὸν μετασχηματίζεσθαι. οὐ δεῖ οὖν ἐπὶ ταύτῃ τῇ ἐλπίδι τινά, τὸν ἀσκητικὸν μετιέναι βίον, ἵνα μὴ ὁ σατανᾶς ἑτοίμην εὕρῃ τὴν ψυχὴν ἐντεῦθεν εἰς συναρπαγήν. ἀλλ᾽ ἵνα φθάσωμεν μόνον ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ τῆς καρδίας ἀγαπῆσαι τὸν Θεόν. ὅπερ ἐστὶν ἐν ὅλῃ ψυχῇ, καὶ ἐν ὅλῃ καρδίᾳ, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ. ὁ γὰρ εἰς τοῦτο ὑπὸ τῆς χάριτος ἐνεργούμενος τοῦ Θεοῦ, ἀποδημεῖ τοῦ κόσμου, κἂν ἐν τῷ κόσμῳ παρῇ,

Ἡ ὑπακοή, πρῶτον μὲν ἐν πάσαις ταῖς εἰσαγώγοις ἀρεταῖς, ὑπάρχειν ἔγνωσται καλὸν, ἀθετεῖ γὰρ τέως τὴν οἴησιν. τίκτει δὲ ἡμῖν τὴν ταπεινοφροσύνην. ὅθεν εἴσοδος καὶ θύρα γίνεται, τοῖς αὐτῆς ἀντεχομένοις ἡδέως, τῆς εἰς Χριστὸν ἀγάπης. ταύτην ἀθετήσας Ἀδὰμ εἰς τὸν βύθιον ἀπωλίσθησε Τάρταρον· ταύτης ἐρασθεὶς ὁ Κύριος τῷ τῆς οἰκονομίας λόγῳ, ἄχρι σταυροῦ καὶ θανάτου ὑπήκουσε τῷ ἑαυτοῦ Πατρί· καὶ ταῦτα ἐν οὐδενὶ ὢν ἥττων τῆς αὐτοῦ μεγαλωσύνης, ἵνα τὸ τῆς ἀνθρωπείας παρακοῆς ἔγκλημα διὰ τῆς ἑαυτοῦ ἐκλύσας ὑπακοῆς, εἰς τὴν μακαρίαν καὶ διαιωνίζουσαν τοὺς ἐν ὑπακοῇ ζήσαντας ἐπαναγάγῃ ζωήν. πρῶτον οὖν τούτου ἐπιμελεῖσθαι δεῖ τοὺς πρὸς τὴν οἴησιν τοῦ διαβόλου ἀναδεχομένους τὴν πάλην. δείξει γὰρ ἡμῖν αὕτη προϊοῦσα, πάσας ἀπλανῶς τὰς τρίβους τῶν ἀρετῶν.

Ἡ ἐγκράτεια κοινόν ἐστι πασῶν τῶν ἀρετῶν ἐπώνυμον. δεῖ οὖν τὸν ἀγωνιζόμενον πάντα ἐγκρατεύεσθαι. ὥς περ γὰρ ἀνθρώπου οἷον δήποτε τῶν λεπτοτάτων ἀφαιρεθὲν μελῶν, τὸ πᾶν τοῦ ἀνθρώπου, κἂν βραχὺ ἢ τὸ λειπόμενον, τοῦ σχήματος ἄμορφον ἀπεργάζεται· οὕτω καὶ μιᾶς παραμελῶν ἀρετῆς, ὅλην ὡς οὐκ οἶδε τὴν τῆς ἐγκρατείας ἀφανίζει εὐπρέπειαν· χρὴ οὖν μὴ μόνον τὰς σωματικὰς φιλοπονεῖν ἀρετάς, ἀλλὰ καὶ τὰς τὸν ἔνδον ἡμῶν ἄνθρωπον καθαιρεῖν δυναμένας. ποῖον γὰρ ὄφελος ἔσται, τῷ τὸ σῶμα παρθένον τηρήσαντι, εἰ τὴν ψυχὴν ὑπὸ τοῦ τῆς παρακοῆς μοιχεύεται δαίμονος; ἢ πῶς στεφανωθήσεται ὁ γαστριμαργίας μὲν, καὶ πάσης σωματικῆς ἐπιθυμίας φεισάμενος, οἰήσεως δὲ καὶ φιλοδοξίας μὴ ἐπιμελησάμενος; μήτε βραχείας ἀνεχόμενος θλίψεως, τῆς, τὸ φῶς τῆς δικαιοσύνης, μελλούσης ἀντισταθμίζειν πλάστιγγος, τοῖς τὰ ἔργα τῆς δικαιοσύνης ἐν Πνεύματι διαπραξαμένοις ταπεινώσεως;

Πάσας μὲν τὰς ἀλόγους ἐπιθυμίας οὕτω δεῖ μισεῖν τοὺς ἀγωνιζομένους, ὥστε εἰς ἕξιν τὸ πρὸς αὐτὰς μῖσος κτήσασθαι. τὴν δὲ ἐπὶ τῶν βρωμάτων ἐγκράτειαν οὕτως ἐχρῆν διατηρεῖν, ἵνα μὴ εἰς βδέλυξίν τινος αὐτῶν ἔλθῃ τίς ποτε. τοῦτο γὰρ καὶ ἐπικατάρατον ἐστί, καὶ δαιμονιῶδες ὅλον. οὐ γὰρ ὡς φαύλων αὐτῶν· μὴ γένοιτο· ἀπεχόμεθα. ἀλλ᾽ ἵνα τῶν πολλῶν τροφῶν ἑαυτοὺς ἀφιστῶντες, τὰ φλεγμαίνοντα μέλη τῆς σαρκὸς συμμέτρως κολάζωμεν. λοιπὸν δὲ, ἵνα καὶ τὸ ἡμῶν περίσσευμα εἰς οἰκονομίαν ἀρκοῦσαν τοῖς πτωχεύουσι γένηται. ὅπερ ἐστιν ἀγάπης εἰλικρινοῦς γνώρισμα.

Τὸ ἀπὸ πάντων τῶν παρατιθεμένων, ἢ κιρνωμένων ἐσθίειν, καὶ πίνειν εὐχαριστοῦντας τῷ Θεῷ, οὐδαμῶς τῷ κανόνι τῆς γνώσεως μάχεται· πάντα γὰρ καλὰ λίαν. τὸ δὲ τῶν πολλῶν καὶ ἡδέων ἡδέως ἀπέχεσθαι, καὶ διακριτικώτερον ὑπάρχει καὶ γνωστικώτερον. οὐκ ἂν δὲ τῶν παρόντων ἡδέων ἡδέως καταφρονήσωμεν, εἰμὴ τῆς τοῦ Θεοῦ γλυκύτητος ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ γευσώμεθα.

Ὃν τρόπον ὑπὸ πλήθους βρωμάτων βαρυνόμενον τὸ σῶμα, δειλόν τινα καὶ δυσκίνητον τὸν νοῦν ἀπεργάζεται, οὕτω καὶ ἐξατονοῦν ὑπὸ πολλῆς ἐγκρατείας, στυγνόν τε, καὶ ἀφιλόλογον τὸ θεωρητικὸν τῆς ψυχῆς ὑποτελεῖ μέρος. δεῖ οὖν πρὸς τὰς τοῦ σώματος κινήσεις, καὶ τὰς τροφὰς εὐτρεπίζεσθαι· ἵνα ὅτε μὲν ὑγιαίνει, κολάζηται πρεπόντως· ὅτε δὲ ἀσθενεῖ, πιαίνοιτο μετρίως. οὐ γὰρ ἀτονεῖν δεῖ τῷ σώματι τὸν ἀγωνιζόμενον, ἀλλ᾽ ὅσον ἀρκεῖν πρὸς τὸν ἀγῶνα δύνασθαι, ἵνα κἂν τοῖς πόνοις τοῦ σώματος, καὶ ἡ ψυχὴ πρεπόντως καθαίροιτο.

Ὅταν ἡ κενοδοξία μεγάλως φλεγμαίνῃ καθ᾽ ἡμῶν, τὴν ἀδελφῶν τινων ἐπιδημίαν, ἢ οἷον δήποτε ξένον εἰς πρόφασιν τῆς οἰκείας κακίας εὑρίσκουσα, καλὸν τότε τὸ σύμμετρον ἐπιτρέπειν σχολὴν τῇ συνήθει διαίτῃ· καὶ γὰρ τὸν δαίμονα ἄπρακτον, καὶ μᾶλλον πενθοῦντα τὴν ἐπιχείρησιν ἀποπεμψόμεθα. καὶ τὸν θεσμὸν τῆς ἀγάπης ἐγκρίτως πληρώσομεν, καὶ τὸ μυστήριον τῆς ἐγκρατείας ἀνεπίδεικτον διὰ τῆς συγκαταβάσεως φυλάξομεν.

Ἡ νηστεία ἔχει μὲν καθ᾽ ἑαυτὴν καύχημα, ἀλλ᾽ οὐ πρὸς τὸν Θεόν· ἐργαλεῖον γάρ ἐστιν, ὥς περ εἰς σωφροσύνην ῥυθμίζον τοὺς θέλοντας. οὐ δεῖ οὖν ἐπ᾽ αὐτῇ μέγα φρονεῖν τοὺς τῆς εὐσεβείας ἀγωνιστάς, ἐκδέχεσθαι δὲ μόνον ἐν πίστει Θεοῦ τὸ πέρας ἡμῶν τοῦ σκοποῦ. οὔτε γὰρ οἱ τῶν οἵων δήποτε τεχνῶν ἐπιστήμονες τὸ τοῦ ἐπαγγέλματος ἀποτέλεσμα ἐκ τῶν ἐργαλείων καυχῶνταί ποτε. ἀλλὰ περιμένει τούτων ἕκαστος τὸ εἶδος τοῦ ἐγχειρήματος, ἵνα ἐξ ἐκείνου τὸ ἀκριβὲς τῆς τέχνης ἐνδείξηται.

Ὃν τρόπον ἡ γῆ συμμέτρως ἀρδευομένη, καθαρὸν τὸ καταβαλλόμενον εἰς αὐτὴν σπέρμα μετὰ πλείστης προσθήκης ἀνίησιν, ὑπὸ πολλῶν δὲ μεθυσκομένη ὄμβρων, ἀκάνθας καὶ τριβόλους φέρει μόνον· οὕτω καὶ ἡ γῆ τῆς καρδίας ἐὰν μὲν συμμέτρῳ οἴνῳ χρώμεθα, καθαρὰ τὰ φυσικὰ αὐτῆς ἀναδίδωσι σπέρματα· καὶ τὰ ἀπὸ τοῦ Ἁγίου δὲ Πνεύματος εἰς αὐτὴν ἐπισπειρόμενα, εὐθαλῆ λίαν ἀναφέρει, καὶ πολύκαρπα. ἐὰν δὲ διάβροχος ὑπὸ τῆς πολυποσίας γίνεται, ἀκάνθας ὄντως φέρει τοὺς ἅπαντας αὐτῆς λογισμούς, καὶ τριβόλους.

Ὅταν ὁ νοῦς ἡμῶν τῷ τῆς πολυποσίας ἐννήχηται κύματι, οὐ μόνον τοῖς ὑπὸ τῶν δαιμόνων ἐν τῷ ὕπνῳ σχηματιζομένοις ἐμπαθῶς εἰδώλοις ἐνορᾶ, ἀλλὰ καὶ ἐν αὐτῷ ὄψεις τινὰς ἀναπλάττων εὐπρεπεῖς, ταῖς ἑαυτοῦ φαντασίαις ὡς ἐρρωμέναις τισὶ κέχρηται διαπύρως· θερμαινομένων γὰρ τῶν συνουσιαστικῶν ὀργάνων ὑπὸ τῆς τοῦ οἴνου ζέσεως, ἀνάγκη πᾶσα παριστᾶν ἑαυτῷ τὸν νοῦν, σκιὰν τοῦ πάθους ἐνήδονον. ἐχρῆν οὖν τῇ συμμετρίᾳ ἡμᾶς κεχρημένους, τὴν ἐκ τοῦ πλεονάζοντος διαφυγεῖν βλάβην· ὅτε γὰρ οὐκ ἔχει τὴν ὑποσύρουσαν αὐτὸν ὁ νοῦς ἡδονὴν πρὸς τὴν ζωγραφίαν τῆς ἁμαρτίας ἀφάνταστος ὅλος διαμένει, καὶ τὸ κρεῖττον ἀθήλυντος.

Πάντα τὰ κατασκευαστὰ πόματα, ἃ δὴ προπόματα καλοῦσιν οἱ ταύτης τεχνῖται τῆς ἐπινοίας, ὡς ἔοικε διὰ τὸ ὁδηγεῖν εἰς γαστέρα τὸ πλῆθος τῶν βρωμάτων, οὐδεῖ μεταδιώκειν τοὺς θέλοντας τὰ οἰδαίνοντα κολάζειν μέρη τοῦ σώματος· οὐ γὰρ μόνον αὐτῶν ἡ ποιότης ἐπιβλαβὴς τοῖς ἀγωνιζομένοις σώμασι γίνεται, ἀλλὰ καὶ αὐτὴ ἡ παράλογος αὐτῶν σύγκρασις, πλήττει λίαν τὴν 4θεόφοβον συνείδησιν· τί γὰρ ἄρα τὸ λεῖπον τῇ τοῦ οἴνου φύσει, ἵνα διαφόρων ἡδυσμάτῶν ἐπιμιξίᾳ, ἡ τούτου στερότης θηλύνοιτο;

Ὁ Κύριος ἡμῶν, καὶ ταύτης τῆς ἱερᾶς πολιτείας Διδάσκαλος, Ἰησοῦς Χριστός, ὄξος ἐν τῷ πάθει παρὰ τῶν ὑπουργούντων τοῖς διαβολικοῖς ἐπιτάγμασι πεπότισται, ἵνα ὑπογραμμὸν ἡμῖν, (ἐμοὶ δοκεῖ) ἐναργῆ καταλίπῃ τῆς τῶν ἱερῶν ἀγώνων διαθέσεως· οὐ δεῖ γάρ φησι τοῖς ἡδύνουσι κεχρῆσθαι βρώμασιν ἢ πόμασι τοὺς ἀγωνιζομένους κατὰ τῆς ἁμαρτίας· ἀλλὰ μᾶλλον τοῦ πικροῦ τῆς μάχης μετὰ καρτερίας ἀνέχεσθαι· προστεθείτω δὲ καὶ ὕσσωπον τῷ σπόγγῳ 5τῆς ὕβρεως, ὅπως ἂν τελείως ἐμφέροιτο τῷ ὑποδείγματι τὸ σχῆμα τῆς ἡμῶν καθάρσεως· τὸ μὲν γὰρ δριμύ, τῶν ἀγώνων ἴδιον· τὸ δὲ καθαρτικόν, πάντως τῆς τελειώσεως.

Τῷ λουτρῷ παραβάλλειν, οὐκ ἄν τις ἁμαρτωλὸν ἢ παράλογον ἀποφήνοιτο· τὸ δὲ δι᾽ ἐγκράτειαν καὶ τούτου ἀπέχεσθαι, καὶ ἀνδρεῖον λέγω, καὶ σωφρονέστατον· οὔτε γὰρ τὸ σῶμα ἡμῶν ἐκθηλύνει ἡ ἐνήδονος ἐκείνη ὑγρασία, οὔτε μὴν εἰς ὑπόμνησιν τῆς γυμνότητος τοῦ Ἀδὰμ τῆς ἀδόξου ἐρχόμεθα· ἵνα καὶ τῶν ἐκείνου φύλλων εἰς τὸ σκεπάσαι τὴν δευτέραν τῆς αἰσχύνης φροντίζωμεν πρόφασιν· οἵ γε μάλιστα ἀπὸ τῆς τοῦ βίου πρὸ βραχέος ἐκπηδήσαντες ἐξωλείας, ἁγνείᾳ τοῦ ἑαυτῶν σώματος τῷ κάλλει τῆς σωφροσύνης ἑνωθῆναι ὀφείλομεν.

Ἰατρὸν μετακαλεῖσθαι ἐν τῷ καιρῷ τῶν νόσων, οὐδὲν τὸ κωλύον· ἐπειδὴ γὰρ ἔμελεν ὑπὸ τῆς ἀνθρωπείου πείρας ποτὲ συλλέγεσθαι ἡ τέχνη, διὰ τοῦτο καὶ προῦπῆρχε τὰ φάρμακα· πλὴν οὐκ ἐχρῆν εἰς αὐτοὺς τὴν ἐλπίδα ἔχειν τῆς ἰάσεως, ἀλλ᾽ εἰς τὸν ἀληθινὸν ἡμῶν σωτῆρα καὶ ἰατρόν, Ἰησοῦν Χριστόν· ταῦτα δὲ λέγω τοῖς ἐν Κοινοβίοις ἢ ἐν Πόλεσι, τῆς ἐγκρατείας τὸν σκοπὸν κατορθοῦσι, διὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἐκ τῶν συμβαινουσῶν αὐτοῖς περιστάσεων, ἄπαυστον ἔχειν διὰ τῆς ἀγάπης τὴν ἐνέργειαν τῆς πίστεως. ἄλλως τε, καὶ διὰ τὸ μὴ εἰς κενοδοξίαν αὐτοὺς καὶ πειρασμὸν ἐμπίπτειν τοῦ διαβόλου, ἐξ ὧν τινες αὐτῶν, ἰατρῶν μὴ χρήζειν ἐπὶ πολλῶν ἐπαγγέλλονται. εἰ δέ τις τὸν ἀναχωρητικὸν βίον ἐρημικωτέροις μεταξὺ δύο μόνον ἢ τριῶν ὁμοτρόπων ἀδελφῶν κατορθοῖ τόποις, μόνῳ τῷ Κυρίῳ, ἑαυτὸν τῷ ἰωμένῳ ἡμῶν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἐν πίστει προσαγέτω, κἂν ὁποίοις ἂν περιπίπτῃ πάθεσι. ἔχει γὰρ τῶν νόσων ἱκανὴν μετὰ Κύριον τὴν ἐρημίαν παρήγορον. ὅθεν οὔτε τῆς ἐνεργείας ὁ τοιοῦτος πένεταί ποτε τῆς πίστεως. ἐπειδὴ μάλιστα οὔτε που ἐνδείξασθαι τὴν ἐκ τῆς ὑπομονῆς εὑρίσκει ἀρετήν· καλῷ τῷ τῆς ἐρημίας κεχρημένος παραπετάσματι· διὰ τοῦτο γὰρ ὁ Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.

Ὅταν πρὸς τὰς συμβαινούσας ἡμῖν σωματικὰς ἀνωμαλίας λίαν ἀπεχθανώμεθα, εἰδέναι δεῖ ὅτι ἡ ψυχὴ ἡμῶν ἔτι δεδούλωται ταῖς ἐπιθυμίαις τοῦ σώματος· διὸ καὶ τὰς ὑλώδεις ποθοῦσα εὐπραγίας, οὔτε ἀναχωρῆσαι τῶν καλῶν τοῦ βίου βούλεται, ἀλλὰ καὶ ἀσχολίαν μεγάλην ἡγεῖται, τὸ μὴ δύνασθαι διὰ τὰς νόσους κεχρῆσθαι τοῖς τοῦ βίου ὡραίοις· ἐὰν δὲ εὐχαρίστως τὰς ἐκ τῆς νόσου προσδέχεται ἀνίας, οὐ μακρὰν οὖσα τῶν τῆς ἀπαθείας ὅρων γνωρίζεται· ὅθεν καὶ τὸν θάνατον ὡς πρόφασιν ὄντα μᾶλλον ζωῆς ἀληθινῆς, τότε μετὰ χαρᾶς ἀπεκδέχεται.

Οὐ κᾶν ἐπιθυμήσῃ ἡ ψυχὴ χωρισθῆναι τοῦ σώματος, εἰμὴ ἄποιος αὐτῇ ἡ πρὸς τὸν ἀέρα τοῦτον διάθεσις γένηται. πᾶσαι γὰρ αἱ αἰσθήσεις τοῦ σώματος τῇ πίστει ἀντίκεινται· ἐπειδὴ αἱ μὲν, τῶν παρόντων μόνον γίνονται· ἡ δὲ, τὴν τῶν μελλόντων ἀγαθῶν ἐπαγγέλλεται πολυτέλειαν. προσήκει οὖν τὸν ἀγωνιζόμενον, μὴ περὶ δένδρων τινῶν εὐκλόνων, ἢ συσκίων, ἢ πηγῶν καλλιρρόων, ἢ λειμώνων ποικίλων καὶ εὐανθῶν, ἢ οἴκων εὐπρεπῶν, ἢ καὶ συγγενικῶν διατριβῶν ἐνθυμεῖσθαι πώποτε· μήτε δὲ τῶν πανηγυρικῶν, εἰ τύχοι, μεμνῆσθαι φιλοτιμιῶν· ἀλλὰ κεχρῆσθαι μὲν τοῖς ἀναγκαίοις εὐχαρίστως, ὁδὸν δέ τινα ξένην ἡγεῖσθαι τὸν βίον, πάσης σαρκικῆς διαθέσεως ἔρημον. οὕτω γὰρ ἂν μόνον στενώσαντες ἡμῶν τὴν διάνοιαν, εἰς τὸ ἴχνος αὐτὴν ὅλην τῆς αἰωνίου ἐπιτρέψωμεν ὁδοῦ.

Ὅτι ἡ βλέψις, καὶ ἡ γεῦσις καὶ αἱ λοιπαὶ αἰσθήσεις διαφοροῦσι τὴν μνήμην τῆς καρδίας ὅταν αὐταῖς ὑπὲρ τὸ μέτρον κεχρήμεθα, πρώτη Εὖα ἡμῖν ὁμιλεῖ τὸ τοιοῦτον. ἕως μὲν γὰρ ὅτε οὐκ ἐπεῖδεν ἐκείνη εἰς τὸ δένδρον, τῆς παραγγελίας ἡδέως, ἐμέμνητο τοῦ Θείου ἐπιμελῶς προστάγματος· διὸ καὶ ταῖς πτέρυξιν ἔτι τοῦ Θείου, ὥσπερ ἐσκέπετο ἔρωτος· ἐντεῦθεν τὴν αὐτῆς ἀγνοοῦσα γυμνότητα· ἐπειδὴ δὲ εἶδε τὸ ξύλον ἡδέως, καὶ μετὰ πολλῆς αὐτοῦ τῆς ἐπιθυμίας ἥψατο, καὶ λοιπὸν τοῦ ἐξ αὐτοῦ καρποῦ μετὰ ἐνεργοῦς τινος ἐγεύσατο ἡδονῆς, εὐθὺς μὲν διηδύνθη πρὸς σωματικὴν συμπλοκήν, ὡς γυμνὴ τῷ πάθει συναφθεῖσα, ὅλην δὲ αὐτῆς τὴν ἐπιθυμίαν εἰς τὴν τῶν παρόντων ἀπόλαυσιν δέδωκε, μίξασα διὰ τὸ τοῦ καρποῦ ἡδυφανὲς τῷ ἑαυτῆς, καὶ τῷ τοῦ Ἀδὰμ πταίσματι. ὅθεν δυσχερῶς λοιπὸν ὁ ἀνθρώπινος νοῦς μεμνῆσθαι τοῦ Θεοῦ δύναται, ἢ τῶν αὐτοῦ ἐντολῶν· ἡμεῖς οὖν εἰς τὸ βάθος ἀεὶ τῆς καρδίας ἡμῶν μὴ ἀφορῶντες μετὰ μνήμης ἀπαύστου τοῦ Θεοῦ, ὡς πηροὶ τὰς ὄψεις, τῷ φιλαπατεῶνι τούτῳ ἐνδιάγωμεν βίῳ· φιλοσοφίας γὰρ ὄντως πνευματικῆς ἴδιον, ἅπτερον ἀεὶ τὸν ἔρωτα διαφυλάττειν τῶν ὄψεων. τοῦτο δὲ καὶ ὁ πολυπειρότατος Ἰὼβ διδάσκει ἡμᾶς λέγων, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου· ὄντως ἀκροτάτης ἐγκρατείας ὑπάρχει ἡ ὑπόθεσις γνώρισμα.

Ὁ ἐνδημῶν ἀεὶ τῇ ἑαυτοῦ καρδίᾳ, ἐκδημεῖ πάντων τῶν τοῦ βίου ὡραίων. πνεύματι γὰρ περιπατῶν τὰς τῆς σαρκὸς ἐπιθυμίας εἰδέναι οὐ δύναται· ἐπειδὴ λοιπὸν ἐν τῷ φρουρίῳ τῶν ἀρετῶν τοὺς περιπάτους ὁ τοιοῦτος ποιεῖται, αὐτὰς ὥς περ τὰς ἀρετὰς πυλωροὺς ἔχων, τοῦ τῆς ἁγνείας πολίσματος. διὸ καὶ ἄπρακτοι λοιπὸν αἱ τῶν δαιμόνων τότε ἐπ᾽ αὐτῷ γίνονται μηχαναί. κἂν ἄχρι τῶν θυρίδων τῆς φύσεως τὰ τοῦ πανδήμου ἔρωτος καταφθάσῃ πως βέλη.

Ὅταν μηκέτι τῶν τῆς γῆς ὡραίων ἄρξηται ἡμῶν ἐπιθυμεῖν ἡ ψυχή, τότε ἀκηδιαστής τις ὡς τὰ πολλὰ νοῦς αὐτῇ ὑπεισέρχεται, μήτε τῇ διακονίᾳ τοῦ λόγου συγχωρῶν ἡδέως ὑπηρετεῖν, μήτε μὴν τρανὴν ἐπιθυμίαν τῶν μελλόντων αὐτῇ καταλιμπάνων ἀγαθῶν, ἀλλὰ καὶ τὴν πρόσκαιρον ταύτην ὑπερβαλλόντως ἐξαχρειῶν ζωήν, ὡς οὐκ ἔχουσαν ἔργον ἀρετῆς ἄξιον. καὶ αὐτὴν δὲ τὴν γνῶσιν ἐξουδενῶν, ὡς καὶ ἄλλοις ἤδη πολλοῖς παρασχεθεῖσαν, ἢ μηδέν τι τέλειον ἐπαγγελλομένην ἡμῖν. τοῦτο δὲ τὸ χλιαρὸν καὶ νωθροποιὸν ἐκφευξόμεθα πάθος, εἴγε εἰς στενοὺς ἄγαν ὅρους ἐπιστήσομεν ἡμῶν τὴν διάνοιαν, πρὸς μόνην τὴν μνήμην τοῦ Θεοῦ ἀφορῶντες· οὕτω γὰρ ἂν μόνον εἰς τὴν ἑαυτοῦ ὁ νοῦς ἐπαναδραμὼν θέρμην, τῆς διαφορήσεως ἐκείνης ἀναχωρῆσαι τῆς ἀλόγου δυνήσεται.

Ἀπαιτεῖ ἡμᾶς πάντως ὁ νοῦς, ὅταν αὐτοῦ πάσας τὰς διεξόδους τῇ μνήμῃ ἀποφράξωμεν τοῦ Θεοῦ, ἔργον ὀφεῖλον αὐτοῦ πληροφορεῖν τὴν ἑντρέχειαν. δεῖν οὖν αὐτῷ διδόναι, τὸ Κύριε Ἰησοῦ μόνον, εἰς ὁλόκληρον πραγματείαν τοῦ σκοποῦ. οὐδεὶς γάρ φησιν λέγει Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι Ἁγίῳ. ἀλλ᾽ οὕτω στενῶς τὸ ῥητὸν διαπαντὸς ἐν τοῖς ἑαυτοῦ ταμείοις θεωρείτω, ἵνα μὴ εἰς φαντασίας ἐκτρέποιτο τινάς. ὅσοι γὰρ τοῦτο τὸ ἅγιον καὶ ἔνδοξον ὄνομα ἐν τῷ βάθει μελετῶσιν ἀπαύστως τῆς καρδίας, οὖτοι καὶ τὸ φῶς αὐτῶν τοῦ νοῦ δύνανται ὁρᾶν ποτε. στενῇ γὰρ 6μερίμνῃ ὑπὸ τῆς διανοίας κρατούμενον, πάντα τὸν ἐπιπολάζοντα ῥύπον τῇ ψυχῇ, ἐν αἰσθήσει ἱκανῇ καταφλέγει. καὶ γὰρ ὁ Θεὸς ἡμῶν φησὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν. ὅθεν εἰς ἀγάπην λοιπὸν πολλὴν τὴν ψυχὴν τῆς αὐτοῦ δόξης προσκαλεῖται ὁ Κύριος. ἐγχρονίζον γὰρ τὸ ἔνδοξον ἐκεῖνο, καὶ πολυπόθητον ὄνομα διὰ τῆς μνήμης τοῦ νοῦ τῇ θέρμῃ τῆς καρδίας, ἕξιν ἡμῖν πάντως ἐμποιεῖ τοῦ ἀγαπᾶν τὴν αὐτοῦ ἀγαθότητα, μηδενὸς ὄντος λοιπὸν τοῦ ἐμποδίζοντος. οὗτος γάρ ἐστιν ὁ μαργαρίτης ὁ πολύτιμος, ὅντινα πωλήσας τὴν περιουσίαν αὐτοῦ ἅπασάν τις κτήσασθαι δύναται, καὶ ἔχειν ἀνεκλάλητον ἐπὶ τῇ αὐτοῦ εὑρέσει χαράν.

Ἄλλη ἐστιν ἡ εἰσαγωγὸς χαρά, καὶ ἄλλη ἡ τελειοποιός. ἡ μὲν γάρ, φαντασίας οὐχ ὑπάρχει ἄμοιρος, ἡ δὲ, ταπεινοφροσύνην ἔχει τὴν δύναμιν. μέσον δὲ τούτων ἐστὶ λύπη θεοφιλής, καὶ 7ἀνάλγητον δάκρυον. ἐν γὰρ πλήθει ὄντως σοφίας, πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν, προστίθησιν ἄλγημα. διὰ τοῦτο οὖν πρῶτον δεῖ τῇ εἰσαγωγῷ χαρᾷ πρὸς τοὺς ἀγῶνας προσκληθῆναι τῆν ψυχήν, ἐλεγχθῆναι δ᾽ αὐτὴν καὶ δοκιμασθῆναι ὑπὸ τῆς ἀληθείας τοῦ ἁγίου Πνεύματος, περί τε ὧν ἔπραξε κακῶν, ἢ καὶ ἔτι πράττει μετεωρισμῶν. ἐν ἐλεγμοῖς γάρ φησιν ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ. ἵνα τῆς θείας αὐτὴν ἐλέγξεως δοκιμασάσης, ὡς περ ἐνχωνευτηρίῳ, οὕτω τὴν ἐνέργειαν λάβῃ τῆς ἀφαντάστου χαρᾶς, ἐν θερμῇ μνήμῃ τοῦ Θεοῦ.

Ὅταν ὑπὸ ὀργῆς ἡ ψυχὴ ταράττηται, ἢ ὑπὸ κραιπάλης θολῶται, ἢ ὑπὸ χαλεπῆς δυσθυμίας ὀχλῆται, οὐ δύναται ὁ νοῦς ἐγκρατής, (κἂν ὅπως ἑαυτὸν βιάζοιτο) γενέσθαι τῆς τοῦ Θεοῦ μνήμης. ἐσκοτισμένος γὰρ ὅλος ὑπὸ τῆς δεινότητος τῶν παθῶν ὤν, ἀλλότριος τῆς οἰκείας πάντως γίνεται αἰσθήσεως. διόπερ οὐκ ἔχει ποῦ ἡ ἐπιθυμία τὴν ἑαυτῆς ἐκπυπώσει σφραγίδα, ἵνα φέρῃ ἄληστον ὁ νοῦς τὸ εἶδος τῆς μελέτης, σκληρᾶς τῆς μνήμης τῆς διανοίας, ἐκ τῆς τῶν παθῶν γινομένης ὠμότητος. εἰ δὲ τούτων ἐκτὸς εἴη, κἂν βραχὺ ὑπὸ τῆς λήθης ὑποκλαπῆ τὸ ποθούμενον, εὐθέως πάλιν ὁ νοῦς τῇ οἰκείᾳ ἐντρεχείᾳ χρησάμενος, θερμῶς ἐπιλαμβάνεται τοῦ πολυποθήτου ἐκείνου, καὶ σωτηρίου θηράματος· ἔχει γὰρ αὐτὴν τὴν χάριν τότε, καὶ συμμελετῶσαν τῇ ψυχῇ, καὶ συγκράζουσαν τὸ, Κύριε Ἰησοῦ Χριστέ, καθὼς ἂν μήτηρ διδάσκῃ, καὶ πάλιν συμμελετᾷ τῷ ἑαυτῆς τέκνῳ τὸ, Πάτερ ὄνομα. ἄχρις οὖν εἰς ἔξιν ἀγάγῃ, τοῦ ἀντ᾽ ἄλλης οἵας δηποτοῦν βρεφοπρεποῦς ὁμιλίας, τρανῶς τὸν Πατέρα, κἂν ὑπνοῖ, καλεῖν. διὰ τοῦτο ὁ Ἀπόστολος λέγει· ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. τὸ γὰρ τὶ προσευξόμεθα, καθ᾽ ὃ δεῖ. οὐκ οἴδαμεν, ἀλλ᾽ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. ἐπειδὴ γὰρ ἡμεῖς νηπιάζομεν πρὸς τὸ τῆς ἀρετῆς τέλειον, τῆς αὐτοῦ πάντως χρήζομεν βοηθείας· ἵνα ὑπὸ τῆς αὐτοῦ ἀνεκλαλήτου γλυκύτητος, τῶν λογισμῶν ἡμῶν ἁπάντων συνεχομένων τε καὶ καθηδυνομένων, ἐξ ὅλης διαθέσεως πρὸς τὴν τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν κινηθῶμεν μνήμην τε, καὶ ἀγάπην. διό περ ἐν αὐτῷ, ὡς αὐτὸς πάλιν ὁ θεσπέσιος Παῦλος λέγει, κράζομεν, ὅτε ὑπ᾽ αὐτοῦ Θεὸν πατέρα ῥυθμιζόμεθα καλεῖν ἀκαταπαύστως, ἀββᾶ ὁ πατήρ.

Ὁ θυμὸς πλέον τῶν ἄλλων παθῶν ταράττειν εἴωθε, καὶ συγχεῖν τὴν ψυχήν, ἔστι δ᾽ ὅτε καὶ τὰ μέγιστα αὐτὴν ὠφελεῖ. ἡνίκα γὰρ κατὰ τῶν ἀσεβούντων, ἢ ὅπως δήποτε ἀσελγαινόντων ἀταράχως, αὐτῷ ἵνα ἢ σωθῶσιν, ἢ καταισχυνθῶσι, κεχρήμεθα προσθήκην αὐτῇ προξενοῦμεν πραότητος. τῷ γὰρ σκοπῷ πάντως τῆς δικαιοσύνης καὶ τῆς ἀγαθότητος συντρέχομεν τοῦ Θεοῦ. ἀλλὰ καὶ τὸ θηλυδρῶδες αὐτῆς, βαρέως ὀργισθέντες κατὰ τῆς ἁμαρτίας, ἀπαρρενοῦμεν πολλάκις· ὅτι δὲ καὶ αὐτῷ τῷ τῆς φθορᾶς πνεύματι ἐμβριμώμενοι, ὅταν ἐν πολλῇ ὦμεν ἀθυμίᾳ ἐπάνω τῆς τοῦ θανάτου φρονοῦμεν καυχήσεως, οὐ δεῖ ἀμφιβάλλειν. ὅπερ ἵνα διδάξῃ ἡμᾶς ὁ Κύριος, δὶς ἐν τῷ πνεύματι τῷ ἅδῃ ἐμβριμησάμενος καὶ ταράξας ἑαυτόν, καίτοιγε ἀταράχῳ βουλήσει πάντα ὅσα θέλει ποιῶν, οὕτω τὴν Λαζάρου ψυχὴν ἀπέδωκε τῷ σώματι· ὥστε μοι δοκεῖν εἰς ὅπλον μᾶλλον δικαιοσύνης τῇ φύσει ἡμῶν τὸν σώφρονα θυμὸν παρὰ τοῦ κτίσαντος ἡμᾶς παρασχεθῆναι Θεοῦ. ὥς περ εἰ κατὰ τοῦ ὄφεως ἐχρήσατο ἡ Εὖα, οὐκ ἂν ὑπ᾽ ἐκείνης τῆς ἐμπαθοῦς ἐνηργεῖτο ἡδονῆς· ὡς τε μοι φαίνεσθαι, ὅτι ὁ διὰ ζῆλον τῆς εὐσεβείας τῷ θυμῷ σωφρόνως κεχρημένος, δοκιμώτερος πάντως παρὰ τῇ τῶν ἀνταποδοσεων εὑρεθήσεται πλάστιγγι, τοῦ οὐδόλως διὰ δυσκινησίαν νοῦ, εἰς θυμὸν κινουμένου. ἐπειδὴ ὁ μὲν ἀγύμναστον τὸν τῶν ἀνθρωπίνων φρενῶν ἡνίοχον ἔχων φαίνεται. ὁ δὲ δὴ ἐπὶ τῶν ἵππων τῆς ἀρετῆς ἐναγώνιος γίνεται, καὶ φέρεται ἐν μέσῳ τῶν δαιμονικῶν παρατάξεων, τὸ τῆς ἐγκρατείας ἀεὶ καταγυμνάζων ἐν φόβῳ Θεοῦ τέθριππον. ὅπερ ἅρμα Ἰσραὴλ ἐν τῇ ἀναλήψει τοῦ θείου Ἡλιοῦ παρὰ τῇ γραφῇ εἰρημένον, εὑρίσκομεν· ἐπειδὴ πρώτοις Ἰουδαίοις περὶ τῶν τεσσάρων ἀρετῶν διαφόρως φαίνεται ὁμιλήσας ὁ Θεός· διόπερ ὅλως καὶ ἐπὶ ἅρματος πυρὸς ἀνελήφθη ὁ τοσοῦτος καὶ τηλικοῦτος τῆς σοφίας τρόφιμος, ὡς ἴπποις ταῖς οἰκείαις, ἐμοὶ δοκεῖ, ὁ σώφρων χρησάμενος ἀρεταῖς, ἐν τῷ ἁρπάξαντι αὐτὸν ἐν αὔρα πυρὸς πνεύματι.

Ὁ γνώσεως μετασχὼν ἁγίας, καὶ γλυκύτητος Θεοῦ γευσάμενος, οὔτε δικάζειν ὀφείλει ποτέ, οὔτε δίκην ὅλως κινεῖν πρός τινας. κἂν αὐτὰ ἅπερ ἠμφίασται ἀφέληταί τις. ἡ γὰρ τῶν ἀρχόντων τοῦ κόσμου τούτου δικαιοσύνη, ἥττηται πάντως τῇ δικαιοσύνῃ τοῦ Θεοῦ. μᾶλλον δὲ οὐδέν ἐστι πρὸς τὸ δίκαιον τοῦ Θεοῦ, ἐπεὶ ποία διαφορὰ μεταξὺ τῶν τέκνων τοῦ Θεοῦ, καὶ τῶν τοῦ αἰῶνος τούτου ἀνθρώπων, εἰμὴ τὸ τούτων δίκαιον ἀτελὲς ὃν πρὸς τὴν ἐκείνων δικαιοσύνην φαίνοιτο. ὥστε τὸ μὲν, λέγεσθαι ἀνθρώπινον δίκαιον, τὸ δὲ, θείαν δικαιοσύνην. οὕτως οὖν ὁ μὲν Κύριος ἡμῶν, οὔτε λοιδορούμενος ἀντελοιδόρει, οὔτε πάσχων ἠπείλει, ἀλλὰ καὶ τὴν ἀφαίρεσιν τῆς ἐσθῆτος σιωπῶν ὑπέμεινε, καὶ ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὠδυνᾶτο. καὶ τὸ μεῖζον ὑπὲρ τῶν κακουργούντων τὸν πατέρα ἠξίου. οἱ δὲ τοῦ κόσμου ἄνθρωποι, οὐκ ἂν τοῦ δικάζεσθαι παύσωνται, εἰμὴ μετὰ προσθήκης ἐνίοτε τὰ τῶν ἐναγώγων ἀπολάβωσι πράγματα, ὁπόταν μάλιστα πρὸ τοῦ χρέους τοὺς τόκους κομίζωνται, ὥστε αὐτῶν γίνεσθαι τὸ δίκαιον, ἀρχὴν πολλάκις ἀδικίας μεγάλης.

Οὐ δεῖ, φασίν, ἤκουσα τινῶν εὐλαβῶν λεγόντων, παραχωρεῖν τοῖς τυχοῦ τι διαρπάζειν, ἅπερ πρὸς τὴν ἑαυτῶν διοίκησιν, ἢ πρὸς πενήτων ἀνάπαυσιν ἔχομεν· ἵνα μὴ ἁμαρτίας πρόξενοι τοῖς ἀδικοῦσιν ἡμᾶς δι᾽ ὧν ἀνεξικακοῦμεν γινώμεθα, καὶ μάλιστα εἰ παρὰ χριστιανῶν τοῦτο πάσχομεν· τοῦτο δὲ οὐδὲν ἕτερον ἐστίν, εἰ θέλειν τὰ ἑαυτοῦ ὑπὲρ ἑαυτὸν μετὰ ἀλόγου προφάσεως· εἰ γὰρ καταλιπὼν τὸ εὔχεσθαι, καὶ προσέχειν τῇ ἐμαυτοῦ καρδίᾳ, δίκας ἀγορεύειν πρὸς τοὺς θέλοντάς με ἐπηρεάζειν κατὰ μικρὸν ἄρξομαι, καὶ δικαστηρίων παρεδρεύειν προαυλίοις, δῆλον ὅτι τὰ ἐκδικούμενα, κρείττονα τῆς ἐμαυτοῦ ἡγοῦμαι σωτηρίας, ἵνα μὴ εἴπω, καὶ αὐτοῦ τοῦ σωτηρίου ἐντάλματος· πῶς γὰρ ὅλως τῷ εὐαγγελικῷ ἀκολουθήσω προστάγματι, τῷ κελεύοντί μοι, καὶ ἁπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει; εἰ μὴ μετὰ χαρᾶς ὑπομείνω· κατὰ τὸ Ἀποστολικὸν λόγιον τὴν τῶν προσόντων μοι διαρπαγὴν πραγμάτων· ὁπότε οὔτε δικασάμενός τις καὶ ἀπολαβὼν ὅσαπερ ἐβιάσθη, τῆς ἁμαρτίας τὸν πλεονέκτην ἐλευθεροῖ· ἐπειδὴ τὰ φθαρτὰ δικαστήρια τὸ ἄφθαρτον τοῦ Θεοῦ κριτήριον ὁρίζειν οὐ δύνανται· τούτους γὰρ πάντως τοὺς νόμους, ὁ αἴτιος πληροφορεῖ, παρ᾽ οἷς καὶ ὑπὲρ τῆς αἰτίας ἀπολογεῖσθαι αὐτὸν συμβαίνει· ὥστε καλὸν τὸ, τὴν τῶν θελόντων ἡμᾶς ἀδικεῖν, φέρειν βίαν, καὶ εὐχεσθαι ὑπὲρ αὐτῶν, ἵνα διὰ μετανοίας, οὐ μὴν διὰ τῆς ἀνταποδόσεως, ὧν ἀφ᾽ ἡμῶν ἡρπασαν, ἀπολυθῶσι τοῦ τῆς πλεονεξίας ἐγκλήματος· τοῦτο γὰρ θέλει ἡ δικαιοσύνη τοῦ Θεοῦ, ἵνα αὐτὸν τὸν πλεονέκτην, οὐχὶ τὸ πλεονεκτηθέν, ἀπολάβωμεν ποτὲ τῆς ἁμαρτίας, διὰ τῆς μετανοίας, ἐλεύθερον.

Λίαν ἁρμόδιον καὶ διὰ πάντων ἐπωφελές, τὸ ἐπιγνόντας ἡμᾶς τὴν ὁδὸν τῆς εὐσεβείας, εὐθέως ἅπαντα τὰ προσόντα ἡμῖν διαπωλεῖν, καὶ τὰ ἀπὸ τούτων χρήματα διοικεῖν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, καὶ μὴ προφάσει τοῦ θέλειν ἐντολὰς ποιεῖν διαπαντός, παρακούειν τοῦ σωτηρίου κελεύσματος· ἔσται γὰρ ἡμῖν ἐκ τούτου, πρῶτον μὲν, ἡ καλὴ ἀμεριμνία, καὶ ἡ ἐντεῦθεν λοιπὸν ἀνεπιβούλαυτος πενία, ἥτις πάσης ἀδικίας καὶ πάσης δίκης ἐπάνω φρονεῖ, διὰ τὸ μὴ ἔχειν ἡμᾶς μηκέτι, τὴν τὸ πῦρ τῶν πλεονεκτῶν ἀνάπτουσαν ὕλην· περιθάλψει δὲ ἡμᾶς πλέον τῶν ἄλλων ἀρετῶν ἡ ταπεινοφροσύνη, καὶ εἰς τοὺς οἰκείους ὡς γυμνοὺς ὑπάρχοντας ἀναπαύσει κόλπους· οἷον μήτηρ τὸ ἑαυτῆς παιδίον εἰς τὰς οἰκείας προσλαμβανομένη καταθάλπει ἀγκάλας, ὅταν διὰ τὴν νηπιώδη ἁπλότητα τὴν ἑαυτοῦ ἐκδυσάμενον πόρρω που ἀπορρίψῃ ἐσθῆτα· τῇ γυμνότητι μᾶλλον διὰ πολλὴν ἀκακίαν, ἢ τῇ ποικιλίᾳ τῆς ἐσθῆτος τερπόμενον· φυλάσσων γάρ φησι, τὰ νήπια ὁ Κύριος, ἐταπεινώθην, καὶ ἔσωσέ με.

Καθὸ ἔχομεν, πάντως ὁ Κύριος ἡμᾶς ἀπαιτήσει τὸν λόγον τῆς ἐλεημοσύνης, οὐ καθὸ οὐκ ἔχομεν· ἐὰν οὖν ὅπερ εἶχον δοῦναι εἰς πολλοὺς χρόνους, ἐν ὀλίγῳ χρόνῳ δαπανήσω διὰ τὸν φόβον τοῦ Θεοῦ, χρηστῷ διαπύρῳ κελεύσματι, περὶ τίνος ἔτι ὁ μηδὲν ἔχων ἐγκληθήσομαι; ἀλλ᾽ ἐρεῖ τις· πόθεν οὖν ἐλεηθήσονται τοῦ λοιποῦ, οἱ ἐκ τῶν ἡμετέρων μετρίως ἐθισθέντες κατ᾽ ὀλίγον διοικεῖσθαι πένητες; μανθανέτω δὲ ὁ τοιοῦτος μὴ προφάσει τῆς ἰδίας φιλοχρηματίας ὀνειδίζειν τῷ Θεῷ· οὐχ ὑστερήσει γὰρ ὁ Θεὸς τὸ οἰκεῖον οἰκονομῶν ὡς ἀπ᾽ ἀρχῆς κτίσμα· οὔτε γὰρ πρὶν οὗτος, ἢ ἐκεῖνος πρὸς τὴν ἐλεημοσύνην ἐξηγείροντο ἐστεροῦντο τροφῆς, ἢ σκεπασμάτων οἱ πτωχοί. καλὸν οὖν τὸ, παρ᾽ αὐτὴν τὴν ἐπίγνωσιν, μετὰ χρηστῆς διακονίας, ἁπορρίψαι τὸ ἐκ τοῦ πλούτου ἀλόγιστον φρόνημά τε, καὶ καύχημα, τὰς οἰκείας ἐπιθυμίας μισήσαντα, ὅπέρ ἐστι μισῆσαι τὴν ἑαυτοῦ ψυχήν· ἵνα μηκέτι χαίροντες ἐπὶ τῇ τῶν χρημάτων διασπορᾷ, ἐξουδενώσωμεν τὴν ψυχὴν ἡμῶν σφόδρα, ὡς μηδὲν τῶν καλῶν ἐξεργαζόμενοι· ἕως μὲν γάρ που χρημάτων εὐποροῦμεν, χαίρομεν μεγάλως, (εἰπερ ἐστὶν εἰς ἡμᾶς ἡ τοῦ ἀγαθοῦ ἐνέργεια) ἐπὶ τῷ τούτων διασκορπισμῷ, ὡς ἱλαρῶς ὑπηρετούμενοι τῷ θείῳ κελεύσματι· ἐπειδὰν δὲ πάντα ἐξαντλήσωμεν, λύπη ἡμῖν ἀπειρος, καὶ ταπείνωσις ἐπεισέρχεται, ὡς μηδὲν δικαιοσύνης ἄξιον διαπραττομένοις· ὅθεν λοιπὸν ἐφ᾽ ἑαυτὴν ἐπιστρέφει ἡ ψυχὴ ἐν πολλῇ ταπεινώσει· ἵν᾽ ὅπερ οὐκ ἔχει κτᾶσθαι καθ᾽ ἡμέραν διὰ τῆς ἐλεημοσύνης, τοῦτο ἐκ τῆς ἐπιπόνου εὐχῆς, καὶ τῆς ὑπομονῆς, καὶ τῆς ταπεινοφροσύνης ἑαυτῇ περιποιῆται· πτωχὸς γάρ φησι, καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου, Κύριε· οὔτε δὲ τὸ τῆς θεολογίας χάρισμα ἑτοιμάζεταί τινι ὑπὸ τοῦ Θεοῦ, εἰμήτις ἑτοιμάσοι ἑαυτόν, ὥστε πάντα τὰ προσόντα αὐτῷ ἀποκτήσασθαι ἕνεκεν τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Θεοῦ· ἵνα ἐν θεοφιλεῖ πενίᾳ τὸν πλοῦτον εὐαγγελίζηται τῆς βασιλείας τοῦ Θεοῦ· ὁ γὰρ εἰρηκώς, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ Θεός, καὶ ἐπαγαγών· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, τοῦτο σαφῶς σημαίνει.

Πάντα μέν τὰ χαρίσματα τοῦ Θεοῦ ἡμῶν καλὰ λίαν, καὶ πάσης ἀγαθότητος παρεκτικά. οὐδὲν δὲ οὕτως ἡμῶν ἀναφλέγει, καὶ κινεῖ τὴν καρδίαν εἰς τὴν ἀγάπην τῆς αὐτοῦ ἀγαθότητος, ὡς ἡ θεολογία· γέννημα γὰρ οὖσα αὕτη πρώϊμον τῆς τοῦ Θεοῦ ἀγαθότητος, πρῶτα πάντως καὶ δῶρα χαρίζεται τῇ ψυχῇ. πρῶτον μὲν γὰρ παρασκευάζει ἡμᾶς πάσης τῆς τοῦ βίου χαίροντας καταφρονεῖν φιλίας, ὡς ἔχοντας ἀντὶ φθαρτῶν ἐπιθυμιῶν ἀνεκλάλητον πλοῦτον τὰ λόγια τοῦ Θεοῦ. ἔπειτα δὲ τῷ πυρὶ τὸν νοῦν ἡμῶν περιαυγάζει τῆς ἀλλοιώσεως, ὅθεν αὐτὸν καὶ κοινωνικὸν τῶν λειτουργικῶν πνευμάτων ποιεῖ. γνησίως οὖν οἱ εἰς ταύτην προετοιμασθέντες τὴν ἀρετὴν πορευθῶμεν ἀγαπητοί· τὴν εὐπρεπῆ, τὴν πανθέωρον, τὴν πάσης ἀμεριμνίας πρόξενον, τὴν ἐν αὐγῇ φωτὸς ἀρρήτου τὸν νοῦν τρέφουσαν τοῖς λόγοις τοῦ Θεοῦ, τὴν τῷ Θεῷ λόγῳ, ἵνα μὴ πολλὰ λέγω, τὴν λογικὴν ψυχὴν διὰ τῶν ἁγίων προφητῶν πρὸς κοινωνίαν ἁρμοσαμένην ἀχώριστον· ἵνα καὶ παρὰ ἀνθρώποις· ὦ τοῦ θαύματος· τοὺς8 θειώδεις φθόγγους ἡ νυμφαγωγὸς ἐναρμόσασα ἡ θεία, τρανῶς ἄδει τὰς δυναστείας τοῦ Κυρίου.

Ὁ νοῦς ἡμῶν τὰ πολλά, περὶ μὲν τὴν προσευχὴν δυσανασχέτως ἔχει, διὰ τὸ στενὸν ἄγαν καὶ περιεσταλμένον τῆς εὐκτικῆς ἀρετῆς· εἰς δὲ τὴν θεολογίαν χαίρων ἑαυτὸν ἐπιδίδωσι, διὰ τὸ πλατύ, καὶ ἀπολελυμένον τῶν θείων θεωρημάτων. ἵνα οὖν μὴ ὁδὸν αὐτῷ δῶμεν τοῦ πολλὰ λέγειν, ἢ καὶ ὑπὲρ τὸ μέτρον αὐτὸν πτεροῦσθαι, παραχωρῶμεν τῇ χαρᾷ, καὶ τῇ προσευχῇ τὰ πλεῖστα, καὶ τῇ ψαλμωδίᾳ, καὶ τῇ τῶν γραφῶν ἀναγνώσει σχολάζωμεν· μήτε τῶν φιλολόγων ἀνδρῶν παρορῶντες τὰ θεωρήματα, ὧν ἡ πίστις διὰ τῶν λόγων γνωρίζεται· οὔτε γὰρ ἴδια, αὐτὸ τοῦτο ποιοῦντες, παρασκευάζομεν ῥήματα ἐπιμιγῆναι τοῖς λόγοις τῆς χάριτος, οὔτε μὴν ὑπὸ τῆς κενοδοξίας αὐτὸν ὑποσυρῆναι διαφορηθέντα διὰ τῆς πολλῆς χαρᾶς καὶ τῆς πολυλογίας παραχωρήσομεν, ἀλλὰ καὶ πάσης φαντασίας αὐτὸν ἐκτὸς ἐν τῷ καιρῷ τῆς θεωρίας φυλάξομεν, καὶ δακρυώδεις αὐτῷ σχεδὸν τὰς πάσας ἐκ τούτου ἐννοίας περιποιήσομεν· ἀναπαυόμενος γὰρ ἐν τοῖς καιροῖς τῆς ἡσυχίας, καὶ καθηδυνόμενος ὑπὸ τοῦ τῆς εὐχῆς μάλιστα γλυκάσματος, οὐ μόνον τῶν προειρημένων αἰτιῶν ἐκτὸς γίνεται, ἀλλὰ καὶ πλέον ἀνανεοῦται εἰς τὸ ὀξέως, καὶ δίχα πόνου τοῖς θείοις ἐπιβάλλειν θεωρήμασι, μετὰ τοῦ, καὶ εἰς τὴν θεωρίαν αὐτὸν τῆς διακρίσεως ἐν πολλῇ προκόπτειν ταπεινώσει· πλὴν δεῖ εἰδέναι, ὅτι ἐστὶν εὐχὴ παντὸς πλάτους ἐπάνω· αὕτη δὲ ἐκείνων μόνον ὑπάρχει, τῶν ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ ἐμπεπλησμένων τῆς ἁγίας χάριτος.

Ἡ χάρις τὴν ἀρχὴν ἐν αἰσθήσει πολλῇ τὴν ψυχὴν τῷ οἰκείῳ εἴωθε περιαυγάζειν φωτί. προῖόντων δὲ τῶν ἀγώνων, ἀγνώστως τὰ πολλὰ ἐνεργεῖ τῇ θεολόγῳ ψυχῇ τὰ ἑαυτῆς μυστήρια. ἵνα τότε μὲν ἡμᾶς χαίροντας εἰς τὸ ἴχνος ἐπιβάλῃ τῶν θείων θεωρημάτων, ὡς ἐξ ἀγνοίας εἰς γνῶσιν καλουμένους. ἐν δὲ τῷ μέσῳ τῶν ἀγώνων, ἀκενόδοξον ἡμῶν τὴν γνῶσιν διαφυλάττῃ. δεῖ οὖν λυπεῖσθαι μὲν ἡμᾶς συμμέτρως ὡς ἐγκαταλειφθέντας, ἵνα πλέον ταπεινωθῶμεν, καὶ ὑποταγῶμεν τῇ δόξῃ τοῦ Κυρίου, χαίρειν δὲ εὐκαίρως τῇ ἀγαθῇ ἐλπίδι πτερουμένους· ὡς γὰρ ἡ πολλὴ λύπη εἰς ἀπελπισμὸν καὶ ἀπιστίαν τὴν ψυχὴν περιίστησι, οὕτω καὶ ἡ πολλὴ χαρὰ εἰς οἴησιν αὐτὴν προσκαλεῖται, ἐπὶ τῶν ἔτι δὲ νηπιαζόντων λέγω· φωτισμοῦ μὲν γὰρ καὶ ἐγκαταλείψεως τὸ μέσον, πεῖρα· λύπης δὲ καὶ χαρᾶς τὸ μέσον, ἐλπίς. ὑπομένων γάρ φησιν ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ πάλιν κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.

Ὥς περ αἱ τῶν λουτρῶν συνεχῶς ἀνοιγόμεναι θύραι, τὴν ἔνδον θέρμην θᾶττον ᾠθοῦνται πρὸς τὰ ἔξω, οὕτω καὶ ἡ ψυχή, ὅταν πολλὰ θέλῃ διαλέγεσθαι, κἂν πάντα καλὰ λέγῃ, τὴν ἑαυτῆς μνήμην διὰ τῆς φωνητικῆς πύλης διαφορεῖ. ὅθεν λοιπὸν ὁ νοῦς στερίσκεται μὲν τῶν 9Κυρίων ἐννοιῶν, αὐτὴν δὲ τὴν τῶν 10λόγων συμπληγάδα ὀχληδόν πως τοῖς τυχοῦσι διαλέγεται. ἐπειδὴ οὔτε τὸ Ἁγιον, λοιπόν, ἔχει Πνεῦμα, εἰς ἀφάνταστον αὐτὴν συντηροῦν διάνοιαν. φεύγει γὰρ ἀεὶ τὸ ἀγαθὸν τὴν πολυλογίαν, ὡς ταραχῆς ὃν ἁπάσης καὶ φαντασίας ξένον. καλὴ οὖν ἡ εὔκαιρος σιωπή. οὐδὲν ἕτερον οὖσα, ἢ μήτηρ ἐννοιῶν σοφωτάτων.

Πολλὰ μὲν οὖν τῇ Θεολόγῳ ψυχῇ τὴν ἀρχὴν διενοχλεῖν, αὐτὸς ἡμᾶς ὁ λόγος τῆς γνώσεως, διδάσκει πάθη. πλεῖον δὲ πάντων ὁ θυμός, καὶ τὸ μῖσος. τοῦτο δὲ πάσχει, οὐ τοσοῦτον διὰ τοὺς ἐνεργοῦντας ταῦτα δαίμονας, ὅσον διὰ τὴν οἰκείαν προκοπήν. ἕως μὲν γὰρ ἡ ψυχὴ τῷ τοῦ κόσμου φρονήματι συναπάγηται, κἂν ὁπωσοῦν ἴδῃ τὸ δίκαιον παρά τινων καταπατούμενον, ἀκίνητος καὶ ἀτάραχος μένει. τῶν γὰρ ἰδίων ἐπιθυμιῶν φροντίζουσα, εἰς τὸ δίκαιον οὐκ ἀφορᾷ τοῦ Θεοῦ. ὅτε δὲ τῶν ἑαυτῆς ἐπάνω ἄρξηται γενέσθαι 11παθῶν, διά τε τὴν τῶν παρόντων καταφρόνησιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ, οὔτε ἐν ἑαυτῷ τὸ δίκαιον, οὔτε ἐν ἑτέρῳ ἀθετούμενον ἰδεῖν φέρει, ἀλλὰ χολᾷ κατὰ τῶν κακούργων καὶ ταράττεται, ἕως ὅτου τοὺς ὑβριστὰς ἴδῃ τῆς δικαιοσύνης εὐσεβεῖ λογισμῷ, τῷ ταύτης ἀπολογουμένους ἀξιώματι. διὰ τοῦτο οὖν τοὺς μὲν ἀδίκους μισεῖ, τοὺς δὲ δικαίους ὑπεραγαπᾶ. ἀσυνάρπακτον γὰρ πάντως τὸ ὅμμα τῆς ψυχῆς γίνεται, ὅταν τὸ ἑαυτῆς παραπέτασμα, τὸ σῶμα λέγω, εἰς λεπτότητα πολλὴν διὰ τῆς ἐγκρατείας ἐξυφάνῃ. πλὴν κρεῖττόν ἐστι πολὺ τοῦ μισεῖν τοὺς ἀδίκους, τὸ κλαίειν τὴν ἑαυτῶν ἀναισθησίαν. εἰ γὰρ κἀκεῖνοι μίσους ὑπάρχουσιν ἄξιοι, ἀλλὰ τὴν 12φιλόθεον ψυχήν, ὁ λόγος οὐ θέλει, ὑπὸ μίσους διοχλεῖσθαι. ἐπειδὴ μίσους ἐμπαρόντος τῇ ψυχῇ, οὐκ ἐνεργεῖ ἡ γνῶσις.

Ὁ θεολόγος νοῦς ὑπ᾽ αὐτῶν τῶν λογίων τοῦ Θεοῦ καθηδυνόμενος τὴν ψυχὴν καὶ διαπυρούμενος, τοῖς τῆς ἀπαθείας 13προβάλλει μέτροις ἐν εὐκαίροις πλάτεσι. τὰ λόγια γάρ φησι Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ. ὁ δὲ γνωστικὸς ἐκ τῆς κατὰ τὴν ἐνέργειαν πείρας βεβαιούμενος, ἐπάνω τῶν παθῶν γίνεται. γεύεται δὲ καὶ ὁ Θεολόγος, εἴπερ ταπεινότερον ἑαυτὸν διάθοιτο, τῆς πείρας τῆς γνωστικῆς, καὶ ὁ γνωστικὸς εἴπερ ἄπταιστον τὸ διακριτικὸν τῆς ψυχῆς ἔχῃ μέρος, τῆς θεωρητικῆς πρὸς ὀλίγον ἀρετῆς. τὰ γὰρ δύο οὐ συμβαίνει ἑκάστῳ ἐξ ὁλοκλήρου παραγίνεσθαι χαρίσματα. ἵνα τῶν ἀμφοτέρων θαυμαζόντων εἰς ὃ ἕκαστος ἑκάστου περιττεύει, ἡ ταπεινοφροσύνη ἐν αὐτοῖς μετὰ ζήλου δικαιοσύνης πλεονάζῃ. διὰ τοῦτο ὁ Ἀπόστολος λέγει· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα.

Ὅταν δὲ ἐν εὐθηνία ᾖ ἡ ψυχὴ τῶν φυσικῶν αὐτῆς καρπῶν, μἐγαλοφωνότερον καὶ τὴν ψαλμῳδίαν ποιεῖται, καὶ φωνῇ μᾶλλον θέλει προσεύχεσθαι, ὅτε δὲ ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἐνεργεῖται, μετὰ πάσης ἀνέσεως, καὶ ἡδύτητος ψάλλει καὶ εὔχεται ἐν μόνῃ τῇ καρδίᾳ, ἕπεται δὲ ἐκείνῃ μὲν τῇ διαθέσει, χαρὰ πεφαντασμένη. ταύτῃ δὲ πνευματικὸν δάκρυον, καὶ μετὰ ταῦτα θυμηδία τις φιλήσυχος. θερμὴ γὰρ ἡ μνήμη διὰ τὴν τῆς φωνῆς μένουσα συμμετρίαν, δακρυώδεις τινάς, καὶ ἠπίους ἐννοίας τὴν καρδίαν πάντως παρασκευάζει φέρειν. ὅθεν ὄντως ἔστιν ἰδεῖν τὰ σπέρματα τῆς εὐχῆς μετὰ δακρύων ἐν τῇ γῇ τῆς καρδίας, διὰ τὴν ἐλπίδα τῆς τοῦ θερισμοῦ ἐνσπειρόμενα χαρᾶς· πλὴν, ὅτε ὑπὸ πολλῆς δυσθυμίας βαρούμεθα, δεῖ ὀλίγον μείζονι τῇ φωνῇ ποιεῖσθαι ἡμᾶς τὴν ψαλμῳδίαν, τῇ τῆς ἐλπίδος χαρᾷ, τοὺς φθόγγους τῆς ψυχῆς ἀνακρούοντας, ἄχρις οὗ τὸ νέφος ἐκεῖνο τὸ βαρύ, ὑπὸ τῶν ἀνέμων τοῦ μέλους διαλυθῇ.

Ἡνίκα ἐν τῇ ἑαυτῆς ἐπιγνώσει ἡ ψυχὴ γένηται, φέρει καὶ ἐξ ἑαυτῆς θέρμην τινὰ καὶ θεοφιλῆ αἰδῶ. μὴ συγχεομένη γὰρ ὑπὸ τῶν μεριμνῶν τοῦ βίου, ἔρωτά τινα ἀποτίκτει ἐν τῇ εἰρήνῃ συμμέτρως τὸν Θεὸν ζητοῦσα τῆς εἰρήνης. ἀλλὰ ταύτης μὲν ταχέως διαφορεῖται τῆς ἐνθυμήσεως, ἢ ὑπὸ τῶν αἰσθήσεων προδιδομένης τῆς μνήμης, ἢ καὶ ἀναλισκούσης τῆς φύσεως θᾶττον τὸ οἰκεῖον, διὰ πενίαν, καλόν· ὅθεν οἱ τῶν ἑλλήνων σοφοί, οὖπερ διὰ τῆς ἐγκρατείας ἐπιτυγχάνειν ἐνόμιζον, τοῦτο οὐκ εἶχον ὡς ἔδει. διὰ τὸ μὴ ἐνεργεῖσθαι τὸν νοῦν αὐτῶν ὑπὸ τῆς ἀεννάου καὶ πάντα ἀληθινῆς σοφίας, ἡ δὲ ἐκ τοῦ παναγίου Πνεύματος φερομένη θέρμη τῇ καρδίᾳ, πρῶτον μὲν εἰρηνική ἐστιν ὅλη, καὶ ἀνένδοτος. καὶ ὅλα τὰ μέρη τῆς ψυχῆς, εἰς τὸν τοῦ Θεοῦ προσκαλουμένη πόθον, καὶ οὔτε ἔξω τῆς καρδίας ῥιπιζομένη, δι᾽ ἑαυτῆς δὲ μᾶλλον ὅλον τὸν ἄνθρωπον εἰς ἀγάπην τινα ἄπειρον κατευφραίνουσα, καὶ χαράν. δεῖ μέντοι ἐπιγνόντας ἐκείνην, εἰς ταύτην καταφθάσαι· ὑγιαινούσης μὲν γάρ πως τῇ ἐγκρατείᾳ τῆς φύσεως, ὑπάρχει γνώρισμα ἡ φυσικὴ ἀγάπη, ἀχθῆναι δὲ τὸν νοῦν εἰς ἀπάθειαν, ὡς ἡ Πνευματικὴ ἀγάπη, οὐ δύναται.

Ὥσπερ ὁ ἀὴρ οὗτος ὁ περὶ ἡμᾶς, ἐμπνέοντος μὲν τοῦ Βορρᾶ τῇ κτίσει, καθαρὸς διαμένει διὰ τὴν τοῦ ἀνέμου λεπτήν τινα καὶ αἰθριοποιὸν φύσιν, τοῦ δὲ Νότου πνέοντος ὅλος ὡς περ δασύνεται, τῆς τοῦ ἀνέμου τούτου ἀχλυοποιοῦ φύσεως, λόγῳ τινὸς συγγενείας ἐκ τῶν ἑαυτοῦ μερῶν τὰς νεφέλας κατὰ πάσης ἐπιφέροντος τῆς οἰκουμένης· οὕτω καὶ ἡ ψυχή, ὅτε μὲν ὑπὸ τῆς τοῦ ἀληθινοῦ καὶ ἁγίου Πνεύματος ἐπιπνοίας ἐνεργεῖται, ἐκτὸς τῆς δαιμονικῆς ὅλη ἀχλύος εὑρίσκεται. ὅτε δὲ ὑπὸ τοῦ πνεύματος σφοδρῶς τῆς πλάνης ἐμπνέεται, ὑπὸ τῶν νεφελῶν ὅλη τῆς ἁμαρτίας σκεπάζεται. ἐχθρῶν οὖν ἡμᾶς ἀεὶ τὴν πρόθεσιν ἐκ πάσης τῆς ἰσχύος πρὸς τὴν καθαρτικὴν καὶ ζωοποιὸν αὕραν ἐπιστρέφειν τοῦ Ἁγίου Πνεύματος, τουτέστι πρὸς ὃ εἶδεν ἀπὸ Βορρᾶ πνεῦμα ἐρχόμενον ἐν φωτὶ γνώσεως ὁ προφήτης Ἰεζεκιήλ· ἵνα αἴθριον ἡμῶν ἀεὶ τῆς ψυχῆς τὸ θεωρητικὸν μάλιστα διαμένῃ μέρος, πρὸς τὸ ἀπλανῶς ἡμᾶς τοῖς θείοις ἐπιβάλλειν θεωρήμασιν, ἐν ἀέρι φωτός, τὰ τοῦ φωτὸς ὁρῶντας. τοῦτο γάρ ἐστι φῶς ἀληθινῆς γνώσεως.

Τινὲς ὑπενόησαν τὴν χάριν ἅμα καὶ τὴν ἁμαρτίαν, τουτέστι τὸ πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης, ἐπὶ τῶν βαπτιζομένων ἐγκρύπτεσθαι εἰς τὸν νοῦν. ὅθεν φασί, τὸ μὲν ἓν πρόσωπον εἰς τὰ καλὰ παρακαλεῖ τὸν νοῦν, τὸ δὲ ἕτερον εὐθὺς πρὸς τὰ ἐναντία. ἐγὼ δὲ ἐκ τῶν θείων γραφῶν καὶ ἐξ αὐτῆς δὲ τοῦ νοῦ τῆς αἰσθήσεως κατείληφα, ὅτι πρὸ μὲν τοῦ ἁγίου βαπτίσματος, ἔξωθεν ἡ χάρις πρὸς τὰ καλὰ προτρέπεται τὴν ψυχήν, ὁ δὲ σατανᾶς ἐν τοῖς αὐτῆς ἐμφωλεύει βάθεσιν, ὅλας τὰς τοῦ νοῦ ἀποφράττειν δεξιὰς πειρώμενος διεξόδους. ἀπὸ δὲ αὐτῆς τῆς ὥρας ᾗ ᾧ περ ἀναγεννώμεθα, ἔξωθεν μὲν ὁ δαίμων γίνεται, ἔσωθεν δὲ ἡ χάρις. ὅθεν εὑρίσκομεν, ὅτι ὡς πάλαι ἐκυρίευεν ἡ πλάνη τῆς ψυχῆς, οὕτω μετὰ τὸ βάπτισμα, αὐτῆς κυριεύει ἡ ἀλήθεια. ἐνεργεῖ μέντοι καὶ ὁ σατανᾶς μετὰ τοῦτο τῇ ψυχῇ καθάπερ τὸ πρὶν, καὶ χείρω δὲ τὰ πολλά. οὐχ ὡς συμπαρὼν δὲ τῇ χάριτι· μὴ γένοιτο· ἀλλὰ καπνίζων ὥσπερ τὸν νοῦν διὰ τῆς ὑγρότητος τοῦ σώματος τὴν ἡδύτητα τῶν ἀλόγων ἡδονῶν. παραχωρήσει δὲ τοῦ Θεοῦ τοῦτο γίνεται, ἵνα διὰ τῆς ζάλης, καὶ τοῦ πυρός, καὶ τῆς δοκιμασίας διερχόμενος ὁ ἄνθρωπος, οὕτως ἐν ἀπολαύσει (εἰ θέλει) γένηται τοῦ ἀγαθοῦ. διήλθομεν γάρ, φησι, διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Ἡ χάρις, ὡς ἔφην, ἀπ᾽ αὐτῆς τῆς ῥοπῆς ἐν ᾗ βαπτιζόμεθα, ἐν αὐτῷ τῷ βάθει τοῦ νοῦ ἐγκρύπτεται. αὐτῇ τῇ αἰσθήσει αὐτοῦ, κρύπτουσα τὴν ἑαυτῆς παρουσίαν. ἐπειδὰν δὲ ἄρξηταί τις ἐκ πάσης προθέσεως ἐρᾶν τοῦ Θεοῦ, τότε ἀρρήτῳ τινὶ λόγῳ διὰ τῆς τοῦ νοῦ αἰσθήσεως προσομιλεῖ τῇ ψυχῇ, μέρος τι τῶν ἑαυτῆς ἀγαθῶν. ὅθεν εἰς ἐπιθυμίαν λοιπὸν ὁ τοῦτο ὅλως θέλων ἀσφαλῶς κρατεῖν τὸ εὕρημα ἔρχεται, τοῦ πάντα τὰ παρόντα μετὰ πολλῆς χαρᾶς ἀποκτήσασθαι ἀγαθά, ἵνα τὸν ἀγρὸν ὄντως κτήσηται ἐν ᾧ περ εὗρε τὸν θησαυρὸν κεκρυμμένον τῆς ζωῆς. ὅταν γὰρ πάντα τις ἀποκτήσηται τὸν βιωτικὸν πλοῦτον, τότε εὑρίσκει τὸν τόπον, ἐν ᾧ ἡ χάρις κατακέκρυπται τοῦ Θεοῦ. κατὰ γὰρ τὴν προκοπὴν τῆς ψυχῆς, καὶ τὸ θεῖον δῶρον τὴν ἑαυτοῦ ἐν τῷ νοὶ ἐμφανίζει χρηστότητα. πλέον μέντοι τότε ὑπὸ τῶν δαιμόνων τὴν ψυχὴν ὀχλεῖσθαι παραχωρεῖ ὁ Κύριος· ἵνα καὶ τὴν διάκρισιν αὐτὴν δεόντως ἐκδιδάσκῃ, καλοῦ τε καὶ κακοῦ, καὶ ταπεινοτέραν αὐτὴν ἀπεργάζηται, διὰ τὸ, πολλὴν αὐτῇ ὅτε καθαίρεται αἰσχύνην ἐκ τῆς τῶν δαιμονικῶν λογισμῶν ἐγγίνεσθαι αἰσχρότητος.

Κατ᾽ εἰκόνα ἐσμὲν τοῦ Θεοῦ, τῷ νοερῷ τῆς ψυχῆς κινήματι· τὸ γὰρ σῶμα, ὥς περ οἶκος αὐτῆς ἐστίν· ἐπειδὴ οὖν ἐκ τῆς παραβάσεως του Ἀδάμ, οὐ μόνον αἱ γραμμαὶ τοῦ χαρακτῆρος τῆς ψυχῆς ἐρρυπώθησαν, ἀλλὰ καὶ τὸ σῶμα ἡμῶν τῇ φθορᾷ ὑπέπεσε· διὰ τοῦτο ὁ ἅγιος τοῦ Θεοῦ λόγος ἐσαρκώθη ὕδωρ ἡμῖν σωτηρίου διὰ τοῦ οἰκείου βαπτίσματος ὡς Θεὸς εἰς ἀναγέννησιν χαρισάμενος. ἀναγεννώμεθα γὰρ διὰ τοῦ ὕδατος, ἐν τῇ ἐνεργείᾳ τοῦ Ἁγίου καὶ ζωοποιοῦ Πνεύματος· ὅθεν εὐθέως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα, εἴπερ ἐξ ὁλοκλήρου διαθέσεως προσερχώμεθα τῷ Θεῷ, καθαριζόμεθα· τοῦ μὲν Ἁγίου Πνεύματος εἰς ἡμᾶς κατασκηνοῦντος, τῆς δ᾽ ἁμαρτίας ὑπ᾽ αὐτοῦ φυγαδευομένης· οὐ γάρ ἐστι δυνατὸν ἑνὸς ὄντος, καὶ ἁπλοῦ τοῦ χαρακτῆρος τῆς ψυχῆς, δύω πρόσωπα ὡς ἐνόμισάν τινες, εἰς αὐτὴν ἐμπαρεῖναι· τῆς γὰρ θείας χάριτος προσαρμοζούσης ἑαυτὴν διὰ τοῦ Ἁγίου βαπτίσματος ἐν στοργῇ τινι ἀπείρῳ ταῖς γραμμαῖς τοῦ κατ᾽ εἰκόνα ἐπὶ ἀρραβῶνι τῆς ὁμοιώσεως, ποῦ δύναται χωρηθῆναι τὸ τοῦ πονηροῦ πρόσωπον; μηδεμιᾶς μάλιστα οὔσης κοινωνίας τοῦ φωτὸς πρὸς τὸ σκότος; ἐκβάλλεσθαι οὖν πιστεύομεν ἐκ τῶν ταμείων τοῦ νοῦ διὰ τοῦ λουτροῦ τῆς ἀφθαρσίας, ἡμεῖς οἱ τῶν ἱερῶν ἀγώνων δρομεῖς, τὸν πολύμορφον ὄφιν· καὶ μὴ θαυμάζωμεν, τίνος ἕνεκεν μετὰ τὸ βάπτισμα πάλιν φαῦλα μετὰ τῶν καλῶν λογιζόμεθα; τὸ γὰρ λουτρὸν τῆς ἁγιότητος, τὸν μὲν ἐκ τῆς ἁμαρτίας περιαιρεῖ ἡμῶν ῥύπον, τὸ δὲ διπλοῦν τῆς θελήσεως ἡμῶν οὐκ ἀλλάσσει νῦν, οὔτε μὴν τοὺς δαίμονας τοῦ πολεμεῖν ἡμῖν, ἢ ἀπάτης προσλαλεῖν ῥήματα, κωλύει. ἵνα ἅπερ οὐκ ἐφυλαξάμεθα φυσικοὶ ὑπάρχοντες, τὰ ὅπλα τῆς δικαιοσύνης λαβόντες, ἐν τῇ δυνάμει τηρήσωμεν τοῦ Θεοῦ.

Ὁ σατανᾶς, ὡς εἶπον, διὰ μὲν τοῦ Ἁγίου βαπτίσματος ἐκβάλλεται ἀπὸ τῆς ψυχῆς· συγχωρεῖται δὲ αὐτῷ, ἕνεκεν τῶν προειρημένων αἰτιῶν, ἐνεργεῖν αὐτῇ διὰ τοῦ σώματος· ἡ μὲν γὰρ χάρις τοῦ Θεοῦ, αὐτὸ τὸ βάθος τῆς ψυχῆς τουτέστιν εἰς τὸν νοῦν κατασκηνοῖ· πᾶσα γάρ, φησιν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, οὐ φαινομένη τοῖς δαίμοσι· διόπερ ἐξ αὐτοῦ τοῦ βάθους τῆς καρδίας ἡμῶν αἰσθανόμεθα τοῦ θείου, ὡς περ ἀναβλύζοντος, πόθου, ὅτε θερμῶς τοῦ Θεοῦ μεμνήμεθα· τὰ δὲ πονηρὰ πνεύματα ταῖς αἰσθήσεσι λοιπὸν τοῦ σώματος ἐνάλλεται, καὶ ἐμφωλεύει· διὰ τῆς εὐχερείας τῆς σαρκὸς ἐνεργοῦντα, ἐπὶ τῶν ἔτι νηπιαζόντων τῇ ψυχῇ. οὕτως οὖν ὁ μὲν νοῦς ἡμῶν ἀεὶ, κατὰ τὸν θεῖον Ἀπόστολον, συνήδεται τῷ νόμῳ τοῦ Πνεύματος· τὰ δὲ αἰσθητήρια τῆς σαρκὸς τῷ λείῳ τῶν ἡδονῶν συναπάγεσθαι θέλει· ὅθεν ἡ μὲν χάρις διὰ τῆς τοῦ νοὸς αἰσθήσεως, τὸ σῶμα εἰς ἀγαλλίασιν ἄρρητον ἐπὶ τῶν προκοπτόντων τῇ γνώσει κατευφραίνει· οἱ δὲ δαίμονες διὰ τῶν αἰσθήσεων τοῦ σώματος, ὅτε ἡμᾶς εὕρωσι μάλιστα ἀμελῶς καὶ ὀλιγώρως τὸν δρόμον τῆς εὐσεβείας τρέχοντας, τὴν ψυχὴν αἰχμαλωτίζουσι, βιαίως αὐτὴν εἰς ἃ μὴ θέλει, παρακαλοῦντες οἱ φόνιοι.

Οἱ λέγοντες ὁμοῦ τὰ δύω πρόσωπα τῆς χάριτος, καὶ τῆς ἁμαρτίας ταῖς τῶν πιστῶν ἐμπαρεῖναι καρδίαις, ἐκ τοῦ εἰρηκέναι τὸν Εὐαγγελιστήν, τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε, συνίστασθαι θέλουσι τὴν ἑαυτῶν ὑπόνοιαν, λέγοντες μηδαμῶς τὴν Θείαν λαμπρότητα ὑπὸ τῆς τοῦ πονηροῦ συνδιατριβῆς μολύνεσθαι· κἂν ὁπωσοῦν πλησιάζῃ, φησίν, ἐν τῇ ψυχῇ τὸ φῶς τὸ θεῖον τῇ σκοτίᾳ τοῦ δαίμονος· ὑπὸ δὲ αὐτοῦ τοῦ εὐαγγελικοῦ ῥητοῦ ἔξω τῶν ἁγίων γραφῶν φρονοῦντες ἐλέγχονται· ἐπειδὴ γὰρ ὁ λόγος τοῦ Θεοῦ, τὸ φῶς τὸ ἀληθινόν, τῇ ἑαυτοῦ σαρκὶ ἐπιφανῆναι κατηξίωσε κτίσει, ἀμέτρῳ φιλανθρωπίᾳ τὸ φῶς αὐτοῦ παρ᾽ ἡμῖν ἀνάψας τῆς ἁγίας γνώσεως, τὸ δὲ φρόνημα τοῦ κόσμου τὴν βουλὴν οὐ κατέλαβε τοῦ Θεοῦ, τουτέστιν οὐκ ἔγνω, ἐπειδὴ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τούτου χάριν τοιούτῳ ὁ θεολόγος ἐχρήσατο ῥήματι· ἀμέλει ὀλίγα εἰρηκὼς μέσα ὁ θεσπέσιος ἐπάγει· ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀντὶ τοῦ ὁδηγεῖ καὶ ζωοποιεῖ, ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. λέγει δὲ καὶ ὁ σοφώτατος Παῦλος ἑρμηνεύων τὸ οὐ κατέλαβον· οὐχ ὅτι ἤδη ἔλαβον, ἢ καὶ ἤδη τετελείωμαι. διώκω δὲ, εἰ καὶ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατελήφθην ὑπὸ Ἰησοῦ Χριστοῦ· ὥστε οὐ τὸν σατανᾶν λέγει ὁ Εὐαγγελιστὴς μὴ κατειληφέναι τὸ φῶς τὸ ἀληθινόν· ἀπ᾽ ἀρχῆς γὰρ ἀλλότριον αὐτοῦ ἐστι· ἐπειδὴ οὐδὲ ἐν αὐτῷ φαίνει, ἀλλὰ τοὺς ἀκούοντας μὲν ἀνθρώπους τὰς δυναστείας, καὶ τὰ θαυμάσια τοῦ Θεοῦ, μὴ θέλοντας δὲ προσεγγίσαι διὰ τὴν ἐσκοτισμένην αὐτῶν καρδίαν τῷ φωτὶ τῆς γνώσεως αὐτοῦ, διὰ τοῦ λόγου ἀξίους ἀτιμάζει.

Δύω ὥς περ γένη ὁ λόγος ἡμᾶς διδάσκει τῆς γνώσεως τῶν πονηρῶν πνευμάτων, τὰ μὲν γὰρ αὐτῶν εἰσὶν ὥς περ λεπτότερα, τὰ δὲ ὑλωδέστερα· τὰ οὖν λεπτότερα, τῇ ψυχῇ πολεμεῖ· τὰ δὲ ἄλλα, τὴν σάρκα διὰ λιπαρῶν τινων παρακλήσεων αἰχμαλωτίζειν εἰωθε· διόπερ ἐναντίως ἔχουσιν ἀεὶ πρὸς ἑαυτούς, οἱ τε τῇ ψυχῇ προσπαλαίοντες δαίμονες, καὶ οἱ τῷ σώματι· κἂν εἰς τὸ βλάπτειν τοὺς ἀνθρώπους τὴν ἴσην ἔχωσι πρόθεσιν· ὅτε οὖν ἡ χάρις οὐ κατοικεῖ εἰς τὸν ἄνθρωπον, εἰς τὰ βάθη τῆς καρδίας, δίκην ὄντως ὄφεων ἐμφωλεύουσι, μὴ συγχωροῦντες ὅλως διαβλέψαι τὴν ψυχὴν πρὸς τὴν ἐπιθυμίαν τοῦ καλοῦ. ὅτε δὲ εἰς τὸν νοῦν ἡ χάρις ἐγκέκρυπται, ὡσὰν νεφέλαι τινὲς ζοφώδεις λοιπὸν διὰ τῶν τῆς καρδίας μερῶν διατρέχουσιν εἰς τὰ πάθη τῆς ἁμαρτίας· ἢ εἰς μετεωρισμοὺς ποικίλους σχηματιζόμενοι· ἵνα τῇ μνήμῃ μετεωρίζοντες τὸν νοῦν, τῆς πρὸς τὴν χάριν αὐτὸν ὁμιλίας ἀποσπῶσιν. ὅτε τοίνυν ὑπὸ τῶν τῇ ψυχῇ διενοχλούντων δαιμόνων εἰς τὰ ψυχικὰ ἐκπυρούμεθα πάθη, καὶ μάλιστα εἰς τὴν οἴησιν, ἥτις ἐστι μήτηρ πάντων τῶν κακῶν. τὴν ἀνάλυσιν τοῦ σώματος ἡμῶν λογιζόμενοι, τὸν ὄγκον μάλιστα τῆς φιλοδοξίας καταισχύνομεν. τὸ αὐτὸ δὲ δεῖ ποιεῖν, καὶ ὅταν οἱ τῷ σώματι προσπαλαίοντες δαίμονες εἰς αἰσχρὰς ἐπιθυμίας τὴν καρδίαν ἡμῶν ἀναζέειν παρασκευάζωσι· αὕτη γὰρ μόνη ἡ ἐνθύμησις πάσας τὰς διαφορὰς τῶν πονηρῶν πνευμάτων καταργεῖν δύναται ἐν τῇ μνήμῃ τοῦ Θεοῦ. εἰ δὲ ἀπὸ ταύτης τῆς ἐνθυμήσεως πάλιν ἐξουδένωσιν ἡμῖν ἀπειρον τῆς ἀνθρωπείας φύσεως οἱ ψυχικοὶ ὑποβάλλουσι δαίμονες ὡς οὐδενὸς οὔσης αὐτῆς ἀξίας διὰ λόγου τὴν σάρκα. (τοῦτο γὰρ φιλοῦσι ποιεῖν ὅταν αὐτούς τις βασανίσαι θέλῃ τῇ τοιαύτῃ ἐννοίᾳ) τὴν τῆς ἐπουρανίου λοιπὸν βασιλείας τιμήν τε καὶ δόξαν ἐνθυμούμεθα, μήτε τὸ πικρὸν καὶ γνοφῶδες παρορῶντες τῆς κρίσεως· ἵνα τῷ μὲν, τὴν ἀθυμίαν ἡμῶν παραμυθώμεθα, τῷ δὲ, τὸ εὔκολον τῆς καρδίας ἡμῶν ἐπιστύφωμεν.

Ὁ Κύριος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις διδάσκει, ὅτι ὅταν ὑποστρέψας εὕρῃ σεσαρωμένον καὶ σχολάζοντα τὸν ἑαυτοῦ οἶκον, τουτέστι τὴν ἄκαρπον καρδίαν, ὁ σατανᾶς, τότε παραλαμβάνει ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσέρχεται εἰς αὐτὴν καὶ ἐμφωλεύει χείρονα τῶν πρώτων τὰ τοῦ ἀνθρώπου ἔσχατα ποιῶν. ὅθεν δεῖ νοεῖν, ὅτι ἐφ᾽ ὅσον ἐστὶ τὸ Ἅγιον Πνεῦμα ἐν ἡμῖν, οὐ δύναται εἰσελθὼν ὁ σατανᾶς ἐν τῷ βάθει τῆς ψυχῆς καταμεῖναι. ἀλλὰ καὶ ὁ θεσπέσιος Παῦλος φανερῶς ταύτης ἡμᾶς διδάσκει τὸν νοῦν τῆς θεωρίας. ἐκ μὲν γὰρ τῆς ἀγωνιστικῆς γνώσεως θεωρήσας τὸ σχῆμα τῆς ὑποθέσεως, οὕτω λέγει. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ἐκ δὲ τῆς τελειότητος, οὐδὲν ἄρα νῦν, φησί, κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. λέγει δὲ καὶ ἀλλαχοῦ, ἵνα πάλιν διδάξῃ ἡμᾶς, ὅτι ἐκ τοῦ σώματος πολεμεῖ ὁ σατανᾶς τὴν ψυχὴν τὴν μετέχουσαν τοῦ Ἁγίου Πνεύματος. στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ· καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσησθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. ἄλλο δέ ἐστιν αἰχμαλωτισμός, καὶ ἄλλο πάλη. ἐπειδὴ τὸ μέν ἐστι βιαίας τινὸς ἀπαγωγῆς σημαντικόν. τὸ δὲ ἰσοσθενοῦς τινὸς ἀγῶνος δηλωτικόν. διόπερ ὅλως καὶ βέλεσι πεπυρωμένοις ταῖς χριστοφόροις ψυχαῖς ἐπέρχεσθαι, λέγει ὁ Ἀπόστολος, τὸν διάβολον. ὁ γὰρ μὴ ὢν ἐγκρατὴς τοῦ ἑαυτοῦ ἀνταγωνιστοῦ, βέλεσι πάντως κατ᾽ αὐτοῦ κέχρηται· ἵνα τὸν ἐκ μήκους αὐτῷ μαχόμενον τῷ πτερῷ δυνηθῇ θηρεῦσαι τῶν βελῶν. οὕτως οὖν καὶ ὁ σατανᾶς ἐπειδὴ οὐ δύναται διὰ τὴν παρουσίαν τῆς χάριτος ἐμφωλεῦσαι ὡς τὸ πρὶν τῷ τῶν ἀγωνιζομένων νοί, τῇ ὑγρότητι λοιπὸν ἐφίπταται ὡς ἐμφωλεύει τῷ σώματι, ἵνα διὰ τῆς αὐτοῦ εὐχερείας τὴν ψυχὴν δελεάζῃ. διόπερ δεῖ ἐκτήκειν αὐτὸ συμμέτρως· ἵνα μὴ διὰ τῆς αὐτοῦ ὑγρότητος, ὀλισθαίνῃ ὁ νοῦς εἰς τὸ λεῖον τῶν ἡδονῶν. ἀπ᾽ αὐτοῦ γὰρ τοῦ Ἀποστολικοῦ ῥητοῦ προσήκει πείθεσθαι, ὅτι ὁ μὲν νοῦς τῶν ἀγωνιζομένων ὑπὸ τοῦ θείου φωτὸς ἐνεργεῖται. διόπερ καὶ τῷ θείῳ νόμῳ δουλεύει, καὶ συνήδεται· ἡ δὲ σὰρξ τὰ πονηρὰ ἡδέως διὰ τὴν αὐτῆς εὐχέρειαν προσίεται πνεύματα. διόπερ καὶ τῇ αὐτῶν ποτε ἐξέληται δουλεύειν πονηρίᾳ. ὅθεν μάλιστα φαίνεται μὴ εἶναι κοινόν τι κατοικητήριον τὸν νοῦν Θεοῦ τε, καὶ διαβόλου. ἐπεὶ, πῶς τῷ μὲν νοί μου δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας, εἰμὴ ὁ μὲν νοῦς μου ἐν πάσῃ ἐλευθερίᾳ πρὸς μάχην ἵστατο τῶν δαιμόνων, τῇ χρηστότητι τῆς χάριτος ἡδέως δουλούμενος. τὸ δὲ σῶμα ἥδιον τὴν ὀσμὴν προσίετο τῶν ἀλόγων ἡδονῶν, διὰ τὸ ἐν αὐτῷ, ὡς ἔφην, παραχωρεῖσθαι ἐμφωλεύειν ἐπὶ τῶν ἀγωνιζομένων τὰ πονηρὰ πνεύματα. οἶδα γάρ φησι, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου τὸ ἀγαθόν. ὥστε ἐπὶ τῶν κατὰ τὸ μέσον τῶν ἀγώνων ἀνθισταμένων τῇ ἁμαρτίᾳ, οὐ γὰρ ἐξ αὐτοῦ τοῦτο ὁ Ἀπόστολος λέγει. τῷ μὲν νοὶ μάχονται οἱ δαίμονες, τὴν δὲ σάρκα λιπαραῖς ὑπεκλύειν πρὸς τὸ λεῖον τῶν ἡδονῶν ἐπιχειροῦσι παρακλήσεσι. παραχωροῦνται γάρ ἅπαξ κατὰ δίκαιον κρίμα ἐνδιατρίβειν περὶ τὰ βάθη τοῦ σώματος, καὶ ἐπὶ τῶν συντόνως ἀγωνιζομένων κατὰ τῆς ἁμαρτίας. διὰ τὸ, ὑπὸ δοκιμὴν εἶναι ἀεὶ τὸ αὐτεξούσιον τοῦ ἀνθρωπίνου φρονήματος. εἰ δέ τις δυνηθῇ ζῶν ἔτι διὰ τῶν πόνων ἀποθανεῖν, ὅλως λοιπὸν γίνεται οἶκος τοῦ Ἁγίου Πνεύματος. πρὶν γὰρ ἀποθάνῃ ὁ τοιοῦτος ἤδη ἀνέστη. ὅπερ ἦν αὐτὸς ὁ μακάριος Παῦλος, καὶ ὅσοι τελείως ἠγωνίσαντο, ἢ ἀγωνίζονται κατὰ τῆς ἁμαρτίας.

Φέρει μὲν ἡ καρδία καὶ ἐξ ἑαυτῆς λογισμοὺς καλούς τε καὶ οὐ καλούς, οὐ φύσει δὲ καρποφοροῦσα τὰς μὴ καλὰς ἐννοίας· ἀλλ᾽ ὥσπερ εἰς ἕξιν ἔχουσα διὰ τὴν πρώτην ἅπαξ ἀπάτην τὴν μνήμην τοῦ μὴ καλοῦ, τοὺς δὲ πλείστους καὶ πονηροὺς ἐκ τῆς τῶν δαιμόνων συλλαμβάνει πικρίας. πάντων δὲ ἡμεῖς, ὡς ἐκ τῆς καρδίας προϊόντων, αἰσθανόμεθα. καὶ διὰ τοῦτό τινες ὑπενόησαν εἰς τὸν νοῦν εἶναι σὺν τῇ χάριτι καὶ τὴν ἁμαρτίαν· διό περ λέγουσι καὶ τὸν Κύριον εἰρηκέναι, τὰ δὲ ἐξερχόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχονται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, μοιχεῖαι, καὶ τὰ ἑξῆς. οὐκ ἴσασι δὲ, ὅτι ὁ νοῦς ἡμῶν λεπτοτάτης τινὸς αἰσθήσεως ἔχων ἐνέργειαν, αὐτῶν τῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ὑποβαλλομένων αὐτῷ λογισμῶν, οἰκειοῦται, ὥσπερ διὰ τῆς σαρκὸς τὴν ἐνέργειαν τῆς εὐχερείας τοῦ σώματος, πλέον εἰς τοῦτο φερούσης διὰ τῆς συγκράσεως τὴν ψυχήν, ὡς οὐκ οἴδαμεν. ἐπειδὴ ἀμέτρως φιλεῖ ἀεὶ ἡ σάρξ, τὸ ὑπὸ τῆς ἀπάτης κολακεύεσθαι. καὶ διὰ τοῦτο ἐκ τῆς καρδίας καὶ οἱ ἐκ τῶν δαιμόνων ἐνσπειρόμενοι τῇ ψυχῇ λογισμοί, ἐξερχόμενοι φαίνονται. ἰδιοποιούμεθα δὲ αὐτούς, ὅταν αὐτοῖς συνήδεσθαι θέλομεν. ὅπερ ὁ Κύριος μεμφόμενος, ὡς αὐτὸ τὸ θεῖον δηλοῖ λόγιον, τῷ προειρημένῳ ῥητῷ ἐχρήσατο. ὁ γὰρ συνηδόμενος τοῖς ἐκ τῆς πονηρίας τοῦ σατανᾶ αὐτῷ ὑποβαλλομένοις λογισμοῖς, καὶ τὴν μνήμην αὐτῶν, ὥσπερ ἐγγράφων ἐν τῇ ἑαυτοῦ καρδίᾳ, οὐκ ἄδηλον, ὅτι ἐκ τῆς ἑαυτοῦ λοιπὸν καρποφορεῖ ἐννοίας.

Λέγει ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, μὴ δύνασθαι ἐκβληθῆναι τὸν ἰσχυρὸν ἐκ τοῦ οἴκου αὐτοῦ, ἐὰν μὴ ὁ ἰσχυρότερος αὐτοῦ δήσας αὐτόν, καὶ σκυλεύσας ἐκβάλῃ. πῶς οὖν δύναται ὁ μετὰ τοσαύτης αἰσχύνης ἐκβαλλόμενος πάλιν εἰσιέναι, καὶ τῷ ἀληθινῷ συνδιατρίβειν οἰκοδεσπότῃ, ἐν τῷ ἑαυτοῦ, ὡς ἐὰν καὶ θέλῃ ἀναπαυομένῳ, οἴκῳ. οὔτε γὰρ βασιλεὺς τὸν ἀντιστάντα αὐτῷ ποτε καταγωνισάμενος τύραννον, συμπαρεῖναι αὐτῷ τοῦτον ἐν ταῖς βασιλικαῖς αὐλαῖς ἐνθυμηθήσεται. ἀποσφάξει δὲ μᾶλλον εὐθέως, ἢ δήσας πρὸς μακρὰν τιμωρίαν, καὶ θάνατον οἴκτιστον παραδώσει τοῖς ἰδίοις στρατεύμασιν.

Εἴ τις διὰ τὸ καλὰ ἡμᾶς ὁμοῦ καὶ φαῦλα λογίζεσθαι, τό τε Ἅγιον Πνεῦμα καὶ τὸν διάβολον, ὁμοῦ ἐνοικεῖν ἐν τῷ νοῒ ὑπολαμβάνει, μανθανέτω, ὅτι τοῦτο γίνεται διὰ τό μηδέπω ἡμᾶς γεγεῦσθαι καὶ ἑωρακέναι, ὅτι Χρηστὸς ὁ Κύριος· πρῶτον μὲν γὰρ, ὡς καὶ ἀνωτέρω ἔφην, κρύπτει τὴν ἑαυτῆς παρουσίαν ἐπὶ τῶν βαπτιζομένων ἡ χάρις, ἐκδεχομένη τὴν τῆς ψυχῆς πρόθεσιν. ἐπειδ᾽ ἂν δὲ ὅλως ἐπιστρέψῃ ὁ ἄνθρωπος πρὸς τὸν Κύριον, τότε ἀρρήτῳ τινὶ αἰσθήσει τὴν παρουσίαν αὐτῆς ἐμφαίνει τῇ καρδίᾳ. καὶ πάλιν ἐκδέχεται τὴν τῆς ψυχῆς κίνησιν· παραχωροῦσα μέντοι τὰ δαιμονικὰ βέλη ἄχρι τῆς βαθείας αὐτῆς καταφθάνειν αἰσθήσεως, ἵνα θερμοτέρᾳ προθέσει, καὶ ταπεινῇ διαθέσει ἐκζητήσῃ τὸν Θεόν. ἐὰν οὖν λοιπὸν ἄρξηται προβαίνων ὁ ἄνθρωπος τῇ τηρήσει τῶν ἐντολῶν, καὶ ἀπαύστως ἐπικαλῆται τὸν Κύριον Ἰησοῦν, τότε καὶ ἐπὶ τὰ ἐξώτερα αἰσθητήρια τῆς καρδίας τὸ πῦρ τῆς ἁγίας ἐπινέμεται χάριτος, τὰ ζιζάνια τῆς ἀνθρωπίνης γῆς πληροφορητικῶς καταφλέγουσα. ὅθεν καὶ αἱ δαιμονικαὶ βουλαὶ πόρρω που ἐκεῖνον καταφθάνουσι τὸν τόπον, ἠρέμα λοιπὸν νύττουσα, τὸ ἐμπαθὲς τῆς ψυχῆς. ὅτε δὲ πάσας τὰς ἀρετὰς ὁ τοῦ ἀγῶνος ἄνθρωπος ἐγκομβώσοιτο, καὶ μάλιστα τὴν τελείαν ἀκτημοσύνην, τότε τὴν πᾶσαν αὐτοῦ βαθυτέρᾳ τινὶ αἰσθήσει περιαυγάζει φύσιν, εἰς ἀγάπην αὐτὸν λοιπὸν πολλὴν περιθάλπουσα τοῦ Θεοῦ. διόπερ ἐξωτέρω τῆς τοῦ σώματος αἰσθήσεως, τότε τὰ δαιμονικὰ ἀποσβέννυται τόξα. ἡ γὰρ αὔρα τοῦ Ἁγίου Πνεύματος, πρὸς ἀνέμους εἰρήνης κινοῦσα τὴν καρδίαν, τὰ τοῦ πυρφόρου δαίμονος εἰς ἀέρα ἔτι φερόμενα κατασβέννυσι βέλη. πλὴν καὶ τὸν εἰς τοῦτο μέτρον φθάσαντα, παραχωρεῖ ποτὲ τῇ κακίᾳ τῶν δαιμόνων ὁ Θεός, ἀφώτιστον αὐτοῦ τότε τὸν νοῦν καταλιμπάνων, ἵνα τὸ αὐτεξούσιον ἡμῶν, εἰς τὸ παντελὲς μὴ ᾖ δεδεμένον τῷ δεσμῷ τῆς χάριτος. οὐ μόνον διὰ τὸ, ἐξ ἀγώνων ἡττηθῆναι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ διὰ τὸ ὀφείλειν ἔτι προκόπτειν εἰς τὴν πνευματικὴν πεῖραν τὸν ἄνθρωπον. τὸ γὰρ τοῦ παιδευομένου νομιζόμενον τέλειον, ἀτελὲς ἔτι πρὸς τὸν πλοῦτον τοῦ παιδεύοντος Θεοῦ ἐν ἀγάπῃ ὑπάρχει φιλοτιμίας κἂν ὅλην τὴν Ἰακὼβ δειχθεῖσαν κλίμακα ἀνελθεῖν τις δυνηθῇ τῇ προκοπῇ τῶν πόνων.

Ὁ Κύριος αὐτὸς λέγει τὸν σατανᾶν ἐκ τοῦ οὐρανοῦ πεπτωκέναι, ἵνα μὴ ἀφορᾷ εἰς τὰ τῶν ἁγίων Ἀγγέλων ὁ δυσειδὴς ἐνδιαιτήματα· πῶς οὖν ὁ τῆς τῶν καλῶν δούλων κοινωνίας μὴ καταξιούμενος, κοινὸν δύναται ἔχειν μετὰ Θεοῦ οἰκητήριον τὸν ἀνθρώπινον νοῦν· ἀλλ᾽ εἰ καὶ ἐροῦσιν, ὅτι κατὰ παραχώρησιν τοῦτο γίνεται, πλέον οὐδὲν λέξουσι· ἡ μὲν γὰρ παιδευτικὴ παραχώρησις, οὐδαμῶς τὴν ψυχὴν τοῦ θείου φωτὸς ἀποστερεῖ, κρύπτει δὲ μόνον, ὡς ἤδη εἶπον, τὰ πολλὰ τὸν νοῦν τὴν ἑαυτῆς παρουσίαν ἡ χάρις, ἵνα προωθοῖτο ὥς περ τὴν ψυχὴν τῇ πικρίᾳ τῶν δαιμόνων· διὰ τὸ μετὰ παντὸς φόβου, καὶ πολλῆς ταπεινώσεως ἐκζητεῖν αὐτὴν τὴν ἐκ Θεοῦ βοήθειαν, τὴν τοῦ ἐχθροῦ αὐτῆς ἐπιγιγνώσκουσαν κατ᾽ ὀλίγον κακίαν· ὃν τρόπον ἂν μήτηρ ἀτακτοῦν τὸ οἰκεῖον περὶ τοὺς θεσμοὺς τῆς γαλουχίας βρέφος, βραχὺ τῶν ἑαυτῆς ἐξωθοίῃ ἀγκαλῶν, ἵνα καταπληττόμενον ὑπό τινων περιεστώτων αὐτῇ σαπροειδῶν ἀνθρώπων, ἢ θηρίων οἵων δήποτε, μετὰ φόβου πολλοῦ καὶ δακρύων εἰς τοὺς μητρώους ἀνθυποστρέφῃ κόλπους· ἡ δὲ κατὰ ἀποστροφὴν γινομένη παραχώρησις, ὡσανεὶ δέσμιον παραδίδωσι τὴν μὴ θέλουσαν ἔχειν ψυχὴν τὸν Θεόν, τοῖς δαίμοσι· ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς τέκνα, μὴ γένοιτο. ἀλλὰ βρέφη γνήσια τῆς τοῦ Θεοῦ εἶναι χάριτος πιστεύομεν μικραῖς παραχωρήσεσι, καὶ πυκναῖς παρακλήσεσιν ὑπ᾽ αὐτῆς γαλουχούμενα· ἵνα διὰ τῆς αὐτῆς χρηστότητος φθάσωμεν ἐλθεῖν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Ἡ παιδευτικὴ παραχώρησις φέρει μὲν λύπην πολλήν, καὶ ταπείνωσιν, καὶ ἀπελπισμὸν δὲ σύμμετρον τῇ ψυχῇ· ἵνα τὸ φιλόδοξον αὐτῆς καὶ εὐπτόητον μέρος πρεπόντως εἰς ταπείνωσιν ἔρχηται. εὐθέως δὲ φόβον Θεοῦ, καὶ δάκρυον ἐξομολογήσεως ἐπάγει τῇ καρδίᾳ, καὶ τῆς καλλίστης σιωπῆς πολλὴν ἐπιθυμίαν· ἡ δὲ κατὰ ἀποστροφὴν Θεοῦ γινομένη, ἀπελπισμοῦ ὁμοῦ, καὶ ἀπιστίας, καὶ τύφου, καὶ ὀργῆς τὴν ψυχὴν πληρωθῆναι παραχωρεῖ· δεῖ οὖν ἡμᾶς εἰδότας τὴν πεῖραν τῶν ἀμφοτέρων παραχωρήσεων, κατὰ τὸν ἑκάστης τρόπον προσιέναι τῷ Θεῷ· ἐκεῖ μὲν γὰρ εὐχαριστίαν μετὰ τῆς ἀπολογίας προσάγειν αὐτῷ ὀφείλομεν· ὡς τὸ τῆς γνώμης ἡμῶν ἀκόλαστον τῇ χολῇ τῆς παρακλήσεως κολάζοντι, ἵνα ἀρετῆς ἡμᾶς καὶ κακίας ὡς Πατὴρ ἀγαθὸς διδάσκῃ τὴν διαφοράν· ἐνταῦθα δὲ ἐξαγόρευσιν τῶν ἁμαρτημάτων ἄπαυστον, καὶ δάκρυον ἀνελλιπές, καὶ ἀναχώρησιν πλείονα· ὅπως ἂν οὕτω δυνηθῶμεν τῇ προσθήκῃ τῶν πόνων δυσωπῆσαι τὸν Θεὸν ἐπιβλέψαι ὡς τὸ πρὶν εἰς τὰς καρδίας ἡμῶν· πλὴν δεῖ εἰδέναι, ὅτι ὅταν κατ᾽ οὐσιώδη συμβολὴν τῇ ψυχῇ καὶ τῷ σατανᾷ ἡ μάχη γίνεται ἐπὶ τῆς παιδευτικῆς λέγω παραχωρήσεως, ὑποστέλλει μὲν ἡ χάρις ἑαυτήν, ὡς καὶ ἤδη εἶπον, ἀγνώστῳ δὲ τῇ ψυχῇ συνεργεῖ βοηθείᾳ, ἵνα τὴν νίκην τῆς ψυχῆς εἶναι μόνον ἐπιδεικνύῃ, τοῖς ἐχθροῖς αὐτῆς.

Ὥς περ ὅταν τις τῇ χειμερινῇ ὥρᾳ ἐν ὑπαίθρίῳ που ἑστηκὼς τόπῳ, ἀφορῶν δὲ πρὸς ἀνατολὰς ὅλος ἐν ἀρχῇ τῆς ἡμέρας τὰ μὲν ἐμπρόσθια αὐτοῦ μέρη πάντα ὑποθερμαίνηται ὑπὸ τοῦ ἡλίου, τὰ δὲ ὀπίσθια αὐτοῦ πάντα ἄμοιρα ᾖ τῆς θέρμης, διὰ τὸ μὴ εἶναι κατὰ κεφαλῆς αὐτοῦ τὸν ἥλιον· οὕτω καὶ οἱ εἰς ἀρχὴν ὄντες πνευματικῆς ἐνεργείας, περιθάλπονται μὲν μερικῶς ποτε ὑπὸ τῆς ἁγίας χάριτος τὴν καρδίαν, διόπερ καὶ πνευματικὰ τότε ὁ νοῦς αὐτῶν καρποφορεῖν ἄρχεται φρονήματα· φανερὰ δὲ αὐτῆς μέρη, μένουσι κατὰ σάρκα φρονοῦντα, διὰ τὸ μηδέπω ἅπαντα τὰ μέλη τῆς καρδίας ἐν βαθείᾳ αἰσθήσει ὑπὸ τοῦ Ἁγίου φωτὸς καταυγάζεσθαι τῆς χάριτος· ὅπερ τινες μὴ νοήσαντες, δύω ὑποστάσεις ἐνόμισαν ἑαυταῖς, ὥς περ ἀντικαθεστηκυίαις ἐν τῷ νοὶ τῶν ἀγωνιζομένων εἶναι· οὕτως οὖν ἐν τῇ αὐτῇ ῥοπῇ καὶ καλά, καὶ οὐ καλά, συμβαίνει τὴν ψυχὴν ἐννοεῖν· ὃν τρόπον ὁ τοῦ ὑποδείγματος ἄνθρωπος ἐν τῇ αὐτῇ θίξει, καὶ ῥιγᾶ, καὶ θάλπεται· ἀφ᾽ οὖ γὰρ ὁ νοῦς ἡμῶν εἰς τὸ διπλοῦν τῆς γνώσεως ἀπωλίσθησε, ἀνάγκην ἔχει ἔκτοτε, κἂν μὴ θέλῃ, κατὰ τὴν αὐτὴν ῥοπὴν καὶ καλὰ καὶ φαῦλα φέρειν διανοήματα, μάλιστα ἐπὶ τῶν εἰς λεπτότητα διακρίσεως ἐρχομένων· ὡς γὰρ σπεύδει ἀεὶ τὸ καλὸν ἐννοεῖν, εὐθὺς καὶ τοῦ κακοῦ μέμνηται· ἐπειδὴ εἰς διπλῆν τινα ἔννοιαν ἔσχισται ἀπὸ τῆς Ἀδὰμ παρακοῆς ἡ τοῦ ἀνθρώπου μνήμη· ἐὰν οὖν ἀρξώμεθα θερμῷ ζήλῳ τὰς ἐντολὰς τοῦ Θεοῦ διαπράττεσθαι, ἅπαντα ἡμῶν τὰ αἰσθητήρια ἐν βαθείᾳ τινι αἰσθήσει φωτίζουσα ἡ χάρις, τὰ μὲν ἡμέτερα ὥς περ καταφλέγει ἐνθημήματα, ἡδύνουσα δὲ ἡμῶν τὴν καρδίαν ἐν εἰρήνῃ τινὶ φιλίας ἀνενδότου, πνευματικά τινα, καὶ οὐκ ἔτι κατὰ σάρκα λογίζεσθαι ἡμᾶς παρασκευάζει· τοῦτο δὲ τοῖς ἐγγίζουσι τῇ τελειότητι συνεχῶς ἄγαν συμβαίνει· οἶτινες ἄπαυστον ἔχουσιν ἐν τῇ καρδίᾳ τὴν μνήμην τοῦ Κυρίου.

Δύω ἡμῖν καλὰ ἡ χάρις ἡ ἁγία διὰ τοῦ βαπτίσματος περιποιεῖται τῆς ἀναγεννήσεως, ὦντινων τὸ ἓν ἀπείρως τοῦ ἑνὸς ὑπερβάλλει· ἀλλὰ τὸ μὲν ἓν, εὐθέως χαρίζεται· ἀνακαινίζει γὰρ ἡμᾶς ἐν αὐτῷ τῷ ὕδατι, καὶ πάσας τὰς γραμμὰς τῆς ψυχῆς, τουτέστι τὸ κατ᾽ εἰκόνα λαμπρύνει, πᾶσαν τὴν ῥυτίδα τῆς ἁμαρτίας ὑμῶν ἀπονίπτουσα· τὸ δὲ ἕτερον ἐκδέχεται ἵνα σὺν ἡμῖν ἐργάσηται, ὅπερ ἐστι τὸ καθ᾽ ὁμοίωσιν· ὅτε γοῦν ἄρξεται ὁ νοῦς ἐν πολλῇ αἰσθήσει γεύεσθαι τῆς χρηστότητος τοῦ Παναγίου Πνεύματος, τότε ὀφείλομεν εἰδέναι, ὅτι ἄρχεται ἡ χάρις, ὥς περ ἐπιζωγραφεῖν εἰς τὸ κατ᾽ εἰκόνα τὸ καθ᾽ ὁμοίωσιν· ὃν γὰρ τρόπον οἱ ζωγράφοι, πρῶτον μὲν ἑνὶ χρώματι διαγράφουσι τὸ σχῆμα τοῦ ἀνθρώπου, χροιᾷ δὲ τὴν χροιὰν κατ᾽ ὀλίγον ἐπανθίζοντες, οὕτω τοῦ ὁμοιογραφουμένου ἄχρι καὶ τῶν τριχῶν, ἀποσώζουσι τὸ εἶδος· οὕτω καὶ ἡ ἁγία χάρις τοῦ Θεοῦ, πρῶτον μὲν διὰ τοῦ βαπτίσματος εἰς τὸ ὅπερ ἦν, ὅτε ἐγένετο ἄνθρωπος ῥυθμίζει τὸ κατ᾽ εἰκόνα· ὅτε δὲ ἡμᾶς ἴδῃ ἐκ πάσης προθέσεως ἐπιθυμοῦντας τοῦ κάλλους τῆς ὁμοιώσεως, καὶ ἑστῶτας γυμνοὺς καὶ ἀπτοήτους εἰς τὸ ταύτης ἐργαστήριον, τότε ἀρετὴ τὴν ἀρετὴν ἐπανθίζουσα, καὶ ἀπὸ δόξης εἰς δόξαν τὸ τῆς ψυχῆς εἶδος ἀναφέρουσα, τὸν χαρακτῆρα τῆς ὁμοιώσεως αὐτῇ περιποιεῖ. ὥστε οὖν ἡ μὲν αἴσθησις δηλοῖ ἡμᾶς μορφοῦσθαι τὸ καθ᾽ ὁμοίωσιν, τὸ δὲ τέλειον τῆς ὁμοιώσεως, ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα· πάσας μὲν γὰρ τὰς ἀρετὰς διὰ τῆς αἰσθήσεως ὁ νοῦς, κατὰ μέτρον τι καὶ ῥυθμὸν ἄρρητον προκόπτων, ἀπολαμβάνει· τὴν δὲ πνευματικὴν οὐ δύναταί τις ἀγάπην κτήσασθαι, εἰ μὴ ἐν πάσῃ πληροφορίᾳ φωτισθῇ παρὰ τοῦ Ἁγίου Πνεύματος· ἐὰν γὰρ μὴ τελείως τὸ καθ᾽ ὁμοίωσιν διὰ τοῦ θείου φωτὸς ἀπολάβῃ ὁ νοῦς, πάσας μὲν τὰς ἄλλας ἀρετὰς σχεδὸν ἔχειν δύναται, τῆς δὲ τελείας ἀγάπης ἔτι ἄμοιρος μένει· ὅταν γὰρ ὁμοιωθῇ τῇ τοῦ Θεοῦ ἀρετῇ, (ὡς χωρεῖ δὲ ἄνθρωπος λέγω ὁμοιωθῆναι Θεῷ) τότε καὶ τῆς θείας ἀγάπης φέρει τὴν ὁμοίωσιν· ὡς γὰρ ἐπὶ τῶν ὁμοιογραφουμένων τὸ ἀνθηρότερον τῶν χρωμάτων χρῶμα προστεθὲν τῇ εἰκόνι, ἄχρι καὶ τοῦ μειδιάσαι ἀποσώζει τὴν τοῦ ὁμοιογραφουμένου ὁμοιότητα· οὕτω καὶ ἐπὶ τῶν εἰς θείαν ὁμοίωσιν παρὰ τῆς θείας χάριτος διαζωγραφουμένων, ὁ φωτισμὸς τῆς ἀγάπης προστιθείς, εἰς τὴν τοῦ καθ᾽ ὁμοίωσιν ὁλοκλήρως εὐπρέπειαν δηλοῖ εἶναι τὸ κατ᾽ εἰκόνα· οὔτε γὰρ ἀπάθειαν ἄλλη δύναται ἀρετὴ περιποιήσασθαι τῇ ψυχῇ, εἰ μὴ ἡ ἀγάπη μόνη· πλήρωμα γὰρ νόμου ἡ ἀγάπη· ὥστε οὖν ἀνακαινοῦται μὲν ἡμέρᾳ καὶ ἡμέρᾳ ὁ ἔσω ἡμῶν ἄνθρωπος ἐν τῇ γεύσει τῆς ἀγάπης, πληροῦται δὲ ἐν τῇ ταύτης τελειότητι.

Γεύει μὲν τὸ Πανάγιον Πνεῦμα ἐν ἀρχῇ τῆς προκοπῆς, εἴπερ θερμῶς ἐρασθῶμεν τῆς ἀρετῆς τοῦ Θεοῦ, τὴν ψυχὴν ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ τῆς γλυκύτητος τοῦ Θεοῦ, ἵνα ἔχῃ εἰδέναι ὁ νοῦς ἐν ἀκριβεῖ ἐπιγνώσει τὸ τέλειον ἔπαθλον τῶν φιλοθέων πόνων· κρύπτει δὲ λοιπὸν ἐπὶ πολὺ τὴν τοῦ ζωοποιοῦ τούτου δώρου πολυτέλειαν, ἵνα κἂν πάσας τὰς ἄλλας ἀρετὰς κατεργαζώμεθα, μηδὲν ὅλως ἑαυτοὺς ὑπονοῶμεν εἶναι, διὰ τὸ μηδέπω ὥσπερ εἰς ἔξιν ἔχειν τὴν ἁγίαν ἀγάπην. οὕτως οὖν τότε ὁ τοῦ μίσους δαίμων ταῖς τῶν ἀγωνιζομένων διοχλεῖ ψυχαῖς, ὥστε καὶ αὐτοὺς τοὺς ἀγαπῶντας αὐτοὺς πρὸς μῖσος διαβάλλειν, καὶ ἄχρι σχεδὸν τοῦ φιλήματος φέρειν τὴν φθοροποιὸν τοῦ μίσους ἐνέργειαν, ὅθεν πλέον ἀλγύνεται ἡ ψυχή, φέρουσα μὲν τὴν μνήμην τῆς πνευματικῆς ἀγάπης, μὴ δυναμένη δὲ αὐτὴν ἐν αἰσθήσει κτήσασθαι, διὰ τὴν τῶν τελειοτάτων πόνων ὑστέρησιν. χρεία οὖν αὐτὴν τέως ἐκ βίας κατεργάζεσθαι, ἵνα εἰς τὴν γεῦσιν αὐτῆς ἐν πάσῃ αἰσθήσει καταφθάσωμεν, καὶ πληροφορίᾳ. τὸ γὰρ τέλειον αὐτῆς οὐδεὶς ἐν τῇ σαρκὶ ὢν ταύτῃ δύνασθαι κτήσασθαι, εἰμὴ μόνον οἱ ἄχρι μαρτυρίου, καὶ τελείας ἀνθομολογήσεως ἐλθόντες ἅγιοι. ἐπειδὴ ὁ τούτῳ τυχών, ἀλλάσσεται ὅλος, καὶ οὔτε τροφῆς εὐχερῶς ὀρέγεται. τῷ γὰρ ὑπὸ τῆς θείας ἀγάπης τρεφομένῳ ποία ἔσται ἐπιθυμία τῶν ἐν κόσμῳ καλῶν; διὰ τοῦτο ὁ σοφώτατος Παῦλος, τὸ μέγα δοχεῖον τῆς γνώσεως, τὴν μέλλουσαν τρυφὴν τῶν δικαίων, ἡμᾶς ἐκ τῆς αὐτοῦ πληροφορίας εὐαγγελιζόμενος, οὕτω λέγει· οὐκ ἔστιν ἡ βασιλεία τῶν οὐρανῶν βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη, καὶ χὰρὰ ἐν Πνεύματι Ἁγίῳ· ἅτινα ἐστιν ὁ καρπὸς τῆς τελείας ἀγάπης. ὥστε οὖν γεύεσθαι μὲν αὐτῆς ἐνταῦθα συνεχῶς οἱ εἰς τελειότητα προκόπτοντες δύνανται. τελείως δὲ αὐτὴν οὐδεὶς δύναται κτήσασθαι, εἰμὴ ὅταν καταποθῇ τελείως τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

Διηγήσατό μοι τις τῶν ἀπλήστῳ τινὶ γνώμῃ ἀγαπώντων τὸν Θεόν, ὅτι ἐπιθυμήσαντί μοι γνωστῶς γνῶναι τὴν ἀγάπην τοῦ Θεοῦ, παρέσχε τοῦτο ἐν αἰσθήσει πολλῇ καὶ πληροφορίᾳ ὁ ἀγαθός. καὶ τοσοῦτον φησὶ τῆς τοιαύτης ἐνεργείας ἠσθόμην, ὥστε ἐπείγεσθαι μὲν τότε τὴν ψυχὴν μετὰ ἀνεκλαλήτου τινος χαρᾶς καὶ ἀγάπης, ἐκβῆναι ἐκ τοῦ σώματος, καὶ ἀπελθεῖν πρὸς τὸν Κύριον, ἀγνοεῖν δὲ ὥσπερ, τῆς προσκαίρου ταύτης ζωῆς τὸν τρόπον. ὁ δὲ ταύτης τῆς ἀγάπης ἐν πείρᾳ γενόμενος, κἂν μυρία παρά τινος ὑβρισθῇ, ἢ ζημιωθῇ, συμβαίνει γὰρ αὐτὸν ἔχειν ἔτι τὸν τοιοῦτον τινὰ μέλλοντα διαπονεῖσθαι, οὐκ ὀργίζεται κατ᾽ αὐτοῦ. ἀλλὰ μένει ὡσανεὶ τῆ τοῦ ὑβρίσαντος αὐτόν, ἢ καὶ ζημιώσαντος ψυχῆ κεκολλημένος. κατ᾽ ἐκείνων δὲ μόνον ἀνάπτεται οἵτινες ἢ κατὰ πενήτων ἔρχωνται, ἢ κατὰ τοῦ Θεοῦ, ὡς λέγει ἡ γραφή, λαλοῦσιν ἀδικίαν, ἢ ἅλλως πως βιοῦσι πονηρῶς. ὁ γὰρ ὑπὲρ ἑαυτὸν λοιπὸν πολὺ φιλῶν τὸν Θεόν, μᾶλλον δὲ ὁ μηκέτι ἑαυτὸν φιλῶν, ἀλλὰ τὸν Θεὸν μονον, οὐκ ἔτι τὴν ἑαυτοῦ τιμὴν ἐκδικεῖ, ἀλλὰ μόνον τὴν τοῦ τιμήσαντος αὐτὸν ἐν τιμῇ αἰωνίῳ, θέλει τιμᾶσθαι δικαιοσύνην. τοῦτο δὲ οὐκ ἔτι ὡς ἐκ θελήσεώς τινος ὀλίγης ἔχει. ἀλλ᾽ ὥς περ εἰς ἔξιν λοιπὸν τὴν τοιαύτην ἔχει διάθεσιν, διὰ πολλήν πεῖραν τῆς τοῦ Θεοῦ ἀγάπης. πρὸς δέ τούτοις δεῖ εἰδέναι, ὅτι ὁ εἰς τοσαύτην ἀγάπην ἐνεργούμενος ὑπὸ τοῦ Θεοῦ, ἐπάνω καὶ πίστως γίνεται ἐν τῷ καιρῷ τῆς ἐνεργείας τῆς τοιαύτης. ὡς ἐν αἰσθήσει λοιπὸν τῆς καρδίας κρατῶν διὰ τῆς πολλῆς ἀγάπης τὸν πίστει τιμώμενον. ὅπερ ἡμῖν σαφῶς κατασημαίνει ὁ Ἅγιος Παῦλος λέγων, νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη, μείζων δὲ τούτων ἡ ἀγάπη, ὁ γὰρ ἐν πλούτῳ ἀγάπης ὡς ἔφην κρατῶν τὸν Θεὸν, μείζων ἐστὶ πολὺ τότε τῆς ἑαυτοῦ πίστεως ὡς ὅλος ὢν ἐν πόθῳ.

Ἡ μεσότης τῆς ἐνεργείας τῆς ἁγίας γνώσεως, οὐ μικρῶς ἡμᾶς λυπεῖσθαι παρασκευάζει, ὅταν ἐκ παροξυσμοῦ τινος ὑβρίσαντες τινά, ἐχθρὸν αὐτὸν ἑαυτοῖς κατασκευάσωμεν. διόπερ οὐδέποτε ἐνδίδωσι νύττουσα τὴν συνείδησιν ἡμῶν, ἕως ὅτε διὰ πολλῆς ἀπολογίας εἰς τὴν παλαιὰν ἐπαναγάγωμεν τὸν ὑβρισθέντα διάθεσιν. ἡ δὲ ἀκροτάτη αὐτῆς διάνοιξις, καὶ ὅταν ἀδίκως τις τῶν τοῦ κόσμου ἀνθρώπων καθ᾽ ἡμῶν ὀργισθῇ, ἀδολεσχεῖν ἡμᾶς καὶ φροντίζειν ἄγαν ποιεῖ· ἐπειδὴ ὅλως πρόσκομμα τινὶ τῶν ἐκ τοῦ αἰῶνος τούτου ἁπάντων γινόμεθα, ὅθεν καὶ ἀργὸς τότε ὁ νοῦς περὶ τὴν θεολογίαν γίνεται. ἀγάπη γὰρ ὢν ὅλως ὁ λόγος τῆς γνώσεως, οὐ συγχωρεῖ τὴν διάνοιαν πλατυνθῆναι πρὸς σύλληψιν θεωρημάτων θείων, εἰμὴ πρῶτον ἀπολάβωμεν ἐν τῇ ἀγάπῃ καὶ τὸν εἰκῇ ὀργιζόμενον ἡμῖν. εἰ δὲ ἐκεῖνος οὐ θέλει τοῦτο γενέσθαι, ἢ πάλιν ἀπέστη τῶν ἡμετέρων διατριβῶν, τὸν χαρακτῆρα ἡμᾶς τοῦ προσώπου αὐτοῦ λοιπὸν προσήκει τῇ ἑαυτῶν ἐν ἀσυστάλτῳ τινὶ τῆς ψυχῆς 14χύματι προστιθέντας διαθέσει, οὕτως ἐν τῷ βάθει τῆς καρδίας τῆς ἀγάπης ἀποπληροῦν τὸν νόμον. δεῖ γάρ φησι καὶ τὰ τῶν χολώντων ἀκαίρως πρόσωπα, ἀχόλῳ τῇ ἐννοίᾳ ἐν τῇ ἑαυτῶν ἐνορᾶν διανοίᾳ, τοὺς θέλοντας ἔχειν γνῶσιν Θεοῦ. τούτου δὲ γινομένου, οὐ μόνον περὶ τὴν θεολογίαν ὁ νοῦς ἡμῶν ἀπταίστως κινηθήσεται, ἀλλὰ καὶ εἰς τὴν ἀγάπην τοῦ Θεοῦ μετὰ πολλῆς ἀναβήσεται παρρησίας, ὡς ἐκ δευτέρας βαθμίδος εἰς πρώτην ἀνεμποδίστως ἐπειγόμενος.

Ἡ τῆς ἀρετῆς ὁδός, τοῖς μὲν ἀρχομένοις ἐρᾶν τῆς εὐσεβείας, τραχεῖα καὶ κατάστυγνος φαίνεται. οὐ διὰ τὸ ἐκείνην τοιαύτην εἶναι, ἀλλὰ διὰ τὸ τὴν ἀνθρωπείαν φόσιν εὐθὺς ἐκ γαστρὸς τῷ πλάτει συναναστρέφεσθαι τῶν ἡδονῶν. τοῖς δὲ τὸ μέσον αὐτῆς παρελθεῖν δυνηθεῖσι, προσηνὴς ὅλη καὶ ἄνετος δείκνυται. τῷ γὰρ καλῷ ἔθει τὸ φαῦλον ὑποταγὲν διὰ τῆς ἐνεργείας τοῦ ἀγαθοῦ, τῇ τῶν ἀλογίστων ἡδονῶν συναπόλλυται μνήμῃ. ὅθεν λοιπὸν ἡδέως ἡ ψυχὴ τὰς τρίβους ἁπάσας διαπορεύεται τῶν ἀρετῶν. διὰ τοῦτο ὁ Κύριος εἰσάγων μὲν ἡμᾶς εἰς τὴν ὁδὸν τῆς σωτηρίας, λέγει, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι δι᾽ αὐτῆς εἰσπορεύονται. πρὸς δὲ τοὺς θέλοντας πολλῇ τῇ προθέσει προσιέναι τῇ τῶν ἁγίων αὐτοῦ ἐντολῶν τηρήσει, φησίν· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. δεῖ οὖν παρὰ τὴν ἀρχὴν τῆς ἀγωνίας, βιαίῳ τινὶ θελήματι τὰς ἁγίας τοῦ Θεοῦ κατεργάζεσθαι ἐντολάς. ἵνα θεωρήσας ἡμῶν ὁ ἀγαθὸς Κύριος τὸν σκοπὸν καὶ τὸν κόπον, ἕτοιμον ἡμῖν τὸ θέλημα αὐτοῦ, ἡδέως ἄγαν τοῖς αὐτοῦ ὑπηρετοῦσιν ἐνδόξοις θελήμασι, καταπέμψῃ. παρὰ γὰρ Κυρίου τότε ἑτοιμάζεται θέλησις ὥστε ἐν πολλῇ τινι ἡμᾶς χαρᾷ ἐργάζεσθαι ἀπαύστως τὸ ἀγαθόν. τότε γὰρ ὄντως αἰσθησόμεθα, ὅτι ὁ Θεός ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.

Ὃν τρόπον μὴ θερμανθεὶς ἢ μαλαχθεὶς ὁ κηρὸς ἐπὶ πολύ, οὐ δύναται τὴν ἐπιτιθεμένην αὐτῷ σφραγίδα δέξασθαι, οὕτως οὐδὲ ἄνθρωπος, ἐὰν μὴ διὰ πόνων, καὶ ἀσθενειῶν δοκιμασθῆ, οὐ δύναται χωρῆσαι τῆς τοῦ Θεοῦ ἀρετῆς τὴν σφραγίδα. διὰ τοῦτο ὁ μὲν Κύριος λέγει τῷ θεσπεσίῳ Παύλῳ· ἀρκεῖσοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. αὐτὸς δὲ ὁ Ἀπόστολος καυχᾶται λέγων· ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. ἀλλὰ καὶ ἐν ταῖς παροιμίαις γέγραπται. ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. καὶ ὁ μὲν Ἀπόστολος ἀσθενείας λέγει τὰς ἐπαναστάσεις τῶν ἐχθρῶν τοῦ σταυροῦ, αἵτινες συνεχῶς αὐτῷ τε, καὶ πᾶσι τοῖς τότε ἁγίοις συνέβαινον. ἵνα μὴ ὑπεραίρωνται ὡς αὐτὸς λέγει τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ἀλλὰ μᾶλλον ἐνέμενον διὰ τῆς ταπεινώσεως τῷ σχήματι τῆς τελειότητος, διὰ τῶν πυκνῶν ἐξουδενώσεων, τὸ θεῖον δῶρον ὁσίως φυλάττοντες. ἡμεῖς δὲ νῦν ἀσθενείας τοὺς πονηροὺς λογισμοὺς λέγωμεν, καὶ τὰς σωματικὰς ἀνωμαλίας. τότε μὲν γὰρ ἐπειδὴ αἰκίαις θανατηφόροις, καὶ διαφόροις ἑτέραις θλίψεσι τὰ σώματα τῶν κατὰ τῆς ἁμαρτίας ἀγωνιζομένων ἁγίων παρεδίδοντο, ἐπάνω ἦσαν πολὺ τῶν τῇ ἀνθρωπείᾳ φύσει ἐκ τῆς ἁμαρτίας ἐπεισελθόντων παθῶν· νῦν δὲ ἐπειδὴ ἢ εἰρήνη πληθύνεται διὰ τὸν Κύριον τῶν ἐκκλησιῶν, διὰ τοῦτο δεῖ συνεχέσι μὲν ἀνωμαλίαις τὸ σῶμα, λογισμοῖς δὲ πονηροῖς τὰς ψυχὰς τῶν ἀγωνιστῶν τῆς εὐσεβείας δοκιμάζεσθαι. μάλιστα παρ᾽ οἷς ἡ γνῶσις ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ ἐνεργεῖ. ἵνα καὶ πάσης κενοδοξίας καὶ μετεωρισμοῦ ἐκτὸς ὑπάρχωσι, καὶ χωρῆσαι δυνηθῶσι, ὡς ἔφην, ἐν ταῖς καρδίαις αὐτῶν διὰ πολλῆς ταπεινώσεως τοῦ θείου κάλλους τὴν σφραγίδα, κατὰ τὸν λέγοντα ἅγιον· ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε. δεῖ οὖν εὐχαριστοῦντες ὑπομένειν τὴν βουλὴν τοῦ Κυρίου. τότε γὰρ ἡμῖν εἰς λόγον δευτέρου μαρτυρίου, τό τε συνεχὲς τῶν νόσων, καὶ ἡ πρὸς τοὺς δαιμονιώδεις λογισμοὺς μάχη, λογισθήσεται. ὁ γὰρ λέγων τότε τοῖς ἁγίοις μάρτυσι διὰ τῶν ἀνόμων ἐκείνων ἀρχόντων ἀρνήσασθαι τὸν Χριστόν, ποθῆσαι δὲ τὰς βιωτικὰς δόξας, καὶ νῦν τ᾽ αὐτὰ ἐφέστηκε δι᾽ ἑαυτοῦ τοῖς δούλοις τοῦ Θεοῦ ἀδιαλείπτως λέγων. ὁ τότε ἀλγύνων τὰ τῶν δικαίων σώματα, καὶ ὑβρίζων ἐσχάτως τοὺς τιμίους διδασκάλους διὰ τῶν ὑπηρετούντων τοῖς διαβολικοῖς ἐκείνοις φρονήμασι, αὐτὸς καὶ νῦν τοῖς τῆς εὐσεβείας ὁμολογηταῖς ἐπάγει τὰ διάφορα παθήματα, μετὰ ὕβρεων πολλῶν καὶ ἐξουδενώσεων. ὅτε μάλιστα πολλῇ δυνάμει τοῖς καταπονουμένοις πένησι διὰ τὴν δόξαν τοῦ Κυρίου βοηθοῦσι. καὶ διὰ τοῦτο ἐχρῆν μετὰ ἀσφαλείας καὶ ὑπομονῆς τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν κατεργάζεσθαι ἡμᾶς ἐνώπιον τοῦ Θεοῦ. ὑπομένων γαρ, φησίν, ὑπέμεινα τὸν Κύριον, καὶ πρόσεχε μοι.

Δυσπόριστον πρᾶγμα ἡ ταπεινοφροσύνη. ὅσῳ γὰρ μέγα ἐστί, τοσούτῳ μετὰ πολλῶν ἀγώνων κατορθοῦται· παραγίνεται δὲ τοῖς μετόχοις τῆς ἁγίας γνώσεως κατὰ δύω τρόπους· ὅτε μὲν γὰρ ἐν μεσότητι ἐστὶ τῆς πνευματικῆς πείρας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, δι᾽ ἀσθένειαν σώματος ἢ διὰ τοὺς ἀκαίρως ἐχθραίνοντας τοῖς τοῦ δικαίου φροντίζουσιν, ἢ διὰ τοὺς λογισμοὺς τοὺς πονηρούς, ταπεινότερόν πως ἔχει τὸ φρόνημα· ὅτε δὲ ἐν αἰσθήσει πολλῇ καὶ πληροφορίᾳ ὁ νοῦς ὑπὸ τῆς ἁγίας καταυγασθῇ χάριτος, τότε ὥσπερ φυσικὴν ἔχει τὴν ταπεινοφροσύνην ἡ ψυχή· καταπιαινομένη γὰρ ὑπὸ τῆς θείας χρηστότητος οὐ δύναται οὐκ ἔτι εἰς τὸν ὄγκον τῆς φιλοδοξίας ἐπαίρεσθαι, κἂν ἀπαύστως τὰς ἐντολὰς κατεργάζοιτο τοῦ Θεοῦ· ταπεινοτέραν δὲ μᾶλλον ἑαυτὴν τῶν πάντων διὰ τὴν τῆς θείας ἐπιεικείας ἡγεῖται κοινωνίαν· ἔχει δὲ ἐκείνη μὲν ἡ ταπεινοφροσύνη, λύπην ταπολλά καὶ ἀθυμίαν· αὕτη δὲ χαρὰν μετὰ αἰδοῦς πανσόφου· διόπερ ἡ μέν, τοῖς ἐν μέσῳ, ὡς ἔφην, τῶν ἀγώνων οὖσι παραγίνεται· ἡ δὲ, τοῖς ἐγγίζουσι τῇ τελειότητι καταπέμπεται· διὰ τοῦτο ἐκείνη μὲν ὑπὸ τῶν βιωτικῶν πολλάκις εὐπραγιῶν ὀνειδίζεται· αὕτη δὲ, κἂν ὅλας τὰς βασιλείας τοῦ κόσμου τὶς αὐτῇ προσάγοι, οὔτε πτοεῖται οὔτε ὅλως τῶν δεινῶν βελῶν τῆς ἁμαρτίας αἰσθάνεται· πνευματικὴ γὰρ ὅλη ὑπάρχουσα, ἀγνοεῖ πάντως τὰς σωματικὰς δόξας· ἐχρῆν δὲ δι᾽ ἐκείνης παντὶ τρόπῳ παρελθόντα τὸν ἀγωνιστήν, ἐπὶ ταύτην ἐλθεῖν· εἰ μὴ γὰρ δι᾽ ἐκείνης τῇ ἐπιφορᾷ τῶν παιδευτικῶν παθῶν, δοκιμαστικῶς τὸ αὐτεξούσιον ἡμῶν προμαλάξοι ἡ χάρις, οὐκ ἂν τὴν ταύτης ἡμῖν δωρήσηται πολυτέλειαν.

Οἱ τῶν τοῦ παρόντος βίου ἡδονῶν ὄντες φίλοι, ἐκ τῶν λογισμῶν ἐπὶ τὰ πταίσματα ἔρχονται· ἀδιακρίτῳ γὰρ γνώμῃ φερόμενοι, πάσας αὐτῶν σχεδὸν τὰς ἐμπαθεῖς ἐννοίας εἴς τε λόγους ἀνόμους, καὶ ἔργα ἀνόσια ἐπιθυμοῦσι φέρειν· οἱ δὲ τὸν ἀσκητικὸν ἐπιχειροῦντες κατορθοῦν βίον, ἐκ τῶν πταισμάτων εἰς τοὺς πονηροτέρους λογισμούς, ἢ εἰς πονηρά τινα καὶ ἐπιβλαβῆ ἔρχονται ῥήματα· ἐὰν γὰρ οἱ δαίμονες τοὺς τοιούτους ἢ λοιδορίας ἀνεχομένους ἡδέως, ἢ ἀργά τινα καὶ ἄκαιρα ὁμιλοῦντας, ἢ γελῶντας ὡς οὐ δεῖ, ἢ θυμουμένους ἀμέτρως, ἢ τῆς κενῆς καὶ ματαίας ἐπιθυμοῦντας δόξης ἴδωσι, τότε ὁμοθυμαδὸν κατ᾽ αὐτῶν ἐξοπλίζονται· τὴν γὰρ φιλοδοξίαν μάλιστα εἰς πρόφασιν τῆς ἑαυτῶν κακίας λαμβάνοντες, δι᾽ ἐκείνης ὡς περ διὰ θυρίδος τινὸς σκοτεινῆς εἰσπηδῶντες τὰς ψυχὰς διαρπάζουσιν· ἐχρῆν οὖν τοὺς θέλοντας συνδιαιτᾶσθαι τῷ πλήθει τῶν ἀρετῶν, μήτε δόξης ἐφίεσθαι, μήτε πολλοῖς συντυγχάνειν, μηδὲ προόδοις συνεχέσι κεχρῆσθαι, ἢ λοιδορεῖν τινάς, κἂν οἱ λοιδορούμενοι ὑπάρχωσιν ἄξιοι· μήτε δὲ πολλὰ ὁμιλεῖν, κἂν πάντα καλὰ λέγειν· δύναιντο· ἡ γὰρ πολυλογία ἀμέτρως διαφοροῦσα τὸν νοῦν, οὐ μόνον περὶ τὴν πνευματικὴν αὐτὸν ἐργασίαν ἀργὸν ἀπεργάζεται, ἀλλὰ καὶ τῷ τῆς ἀκηδείας αὐτὸν παραδίδωσι δαίμονι· ὅς τις αὐτὸν ὑπεκλύων ἀμέτρως, τῷ τῆς λύπης, λοιπὸν δὲ, καὶ τῷ τῆς ὀργῆς παραδίδωσι δαίμονι· δεῖ οὖν ἀεὶ τῇ τῶν ἁγίων ἐντολῶν τηρήσει ἀπασχολεῖσθαι τὸν νοῦν, καὶ τῇ βαθείᾳ μνήμῃ τοῦ Κυρίου τῆς δόξης· ὁ γὰρ φυλάσσων, φησίν, ἐντολήν, οὐ γνώσεται ῥῆμα πονηρόν, τουτέστι εἰς φαύλους λογισμούς, ἢ λόγους οὐκ ἐκτραπήσεται.

Ὅταν μετὰ ζεούσης τινὸς ἀλγηδόνος ἡ καρδία δέχεται τὰ τοξεύματα τῶν δαιμόνων, ὡς αὐτὰ οἴεσθαι φέρειν τὰ βέλη τὸν πολεμοῦμενον, μισεῖ μετὰ πόνου ἡ ψυχὴ τὰ πάθη, ὡς ἐν ἀρχῇ οὖσα τοῦ καθαίρεσθαι· ἐὰν γὰρ μὴ ἀλγήσῃ μεγάλως ἐπὶ τῇ ἀναιδείᾳ τῆς ἁμαρτίας, οὐκ ἂν δυνηθείη πλουσίως χαρῆναι ἐπὶ τῇ τῆς δικαιοσύνης χρηστότητι· ὁ τοίνυν θέλων τὴν ἑαυτοῦ καθαρίσαι καρδίαν, τῇ μνήμῃ τοῦ Κυρίου Ἰησοῦ διαπαντὸς διαπυρούτω αὐτήν, τοῦτο μόνον μελέτην, καὶ ἔργον ἄπαυστον ἔχων· οὐ γὰρ ποτὲ μὲν εὔχεσθαι δεῖ, ποτὲ δὲ μὴ, τοὺς τὴν ἑαυτῶν σαπρίαν ἀποβαλεῖν θέλοντας, ἀλλ᾽ ἀεὶ τῇ προσευχῇ σχολάζειν ἐν τῇ τηρήσει τοῦ νοῦ, κἂν ἔξω που αὐλίζοιντο τῶν εὐκτηρίων δόμων· ὃν γὰρ τρόπον ὁ θέλων καθαρίσαι χρυσίον ἐὰν πρὸς βραχὺ τὸ πῦρ ἐάσῃ σχολάσαι ἐκ τοῦ χωνευτηρίου, σκληρίαν πάλιν τῇ καθαιρομένῃ ὕλῃ ἐμποιεῖ· οὕτω καὶ ὁ ποτὲ μὲν μεμνημένος τοῦ Θεοῦ, ποτὲ δὲ μὴ, ὅπερ δοκεῖ κτᾶσθαι διὰ τῆς εὐχῆς, τοῦτο ἀπόλλυσι διὰ τῆς σχολῆς· ἀνδρὸς δέ ἐστι φιλαρέτου ἴδιον, τὸ ἀεὶ τῇ μνήμῃ τοῦ Θεοῦ, τὸ τῆς καρδίας καταναλίσκειν γεῶδες, ἵν᾽ οὕτω κατ᾽ ὀλίγον τοῦ κακοῦ ὑπὸ τοῦ πυρὸς τῆς ἀγηθῆς μνήμης δαπανωμένου, τελείως εἰς τὴν φυσικὴν αὐτῆς ἡ ψυχὴ μετὰ πλείονος δόξης, ἐπανέλθῃ λαμπρότητα.

Ἀπάθειά ἐστι, οὐ τὸ μὴ πολεμεῖσθαι ὑπὸ τῶν δαιμόνων. ἐπεὶ ἄρα ὀφείλομεν ἐξεληλυθέναι, κατὰ τὸν Ἀπόστολον, ἐκ τοῦ κόσμου, ἀλλὰ τὸ πολεμουμένους ὑπ᾽ αὐτῶν ἀπολεμήτους μένειν, καὶ γὰρ οἱ σιδηροφόροι πολεμισταὶ τοξεύονται μὲν παρὰ τῶν ἀντιπάλων, καὶ τοῦ ἤχου τῆς τοξείας ἀκούσιν, ἀλλὰ καὶ αὐτὰ βλέπουσι τὰ πεμπόμενα βέλη, οὐ πλήττονται δὲ διὰ τὴν τῶν πολεμικῶν ἐνδυμάτων στερρότητα. ἀλλ᾽ ἐκεῖνοι μὲν σιδήρῳ φραττόμενοι ἐν τῷ πολεμεῖσθαι τὸ ἀπολέμητον ἔχουσι. ἡμεῖς δὲ τῇ τοῦ φωτὸς τοῦ ἁγίου πανοπλίᾳ, καὶ σωτηρίῳ περικεφαλαία διὰ πάντων τῶν καλῶν ἔργων· καθωπλισμένοι, τὰς σκοτεινὰς τῶν δαιμόνων διακόψωμεν φάλαγγας. οὐ γὰρ τὸ μηκέτι πρᾶξαι τὰ κακὰ μόνον καθαρότητα φέρει, ἀλλὰ τὸ, ἐπιμελείᾳ τῶν καλῶν, κατὰ κράτος ἀθετῆσαι τὰ κακά.

Ὅταν σχεδὸν ἅπαντα τὰ πάθη νικήσῃ ὁ τοῦ Θεοῦ ἄνθρωπος, δύω δαίμονες αὐτῷ ἀπομένουσι προσπαλαίοντες. ὧν ὁ μὲν τῇ ψυχῇ παρενοχλεῖ ἀπὸ πολλῆς θεοφιλίας εἰς ζῆλον αὐτὸν ἄκαιρον φέρων, ὥστε μὴ θέλειν ἄλλον τινὰ κατ᾽ αὐτὴν ἀρέσαι τῷ Θεῷ. ὁ δὲ τῷ σώματι εἰς ἐπιθυμίαν συνουσίας αὐτῷ ἐμπύρῳ τινι κινῶν ἐνεργείᾳ. τοῦτο δὲ συμβαίνει τῷ σώματι, πρῶτον μὲν διὰ τὸ τῆς φύσεως εἶναι ταύτην τὴν ἡδονὴν ἰδίαν, ὡς διὰ τὴν παιδογονίαν, καὶ διὰ τοῦτο δὲ εὐχερῶς ἡττωμένην, λοιπὸν δὲ καὶ διὰ παραχώρησιν τοῦ Θεοῦ. ὅταν γὰρ ἴδῃ τινὰ τῶν ἀγωνιστῶν μεγάλως ἀκμάζοντα τῷ πλήθει τῶν ἀρετῶν ὁ Κύριος, παραχωρεῖ αὐτόν ποτε ὑπὸ τοῦ τοιούτου καταρρυποῦσθαι δαίμονος, ἵνα πάντων τῶν τοῦ βίου ἀνθρώπων εὐτελέστερον ἑαυτὸν ὑπολαμβάνῃ. ἀμέλει, ἢ ἕπεται ἡ ὄχλησις τοῦ πάθους τοῖς κατορθώμασιν, ἢ καὶ προσλαμβάνει ταῦτα ποτὲ, ἵνα ἢ τῇ προλήψει, ἢ τῇ ἐπιφορᾷ τοῦ πάθους ἀχρείαν ποιεῖ τὴν ψυχὴν φαίνεσθαι, κἂν ὁποῖα ἢ μεγάλα αὐτῆς τὰ κατορθώματα. ἀλλὰ τῷ μὲν, ἐν ταπεινοφροσύνῃ πολλῇ, καὶ ἀγάπῃ μαχησόμεθα, τῷ δὲ, ἐν ἐγκρατείᾳ, καὶ ἐν ἀοργησίᾳ καὶ ἐννοίᾳ βαθείᾳ τοῦ θανάτου, ἵνα ἀπαύστως ἐντεῦθεν αἰσθόμενοι τῆς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος, ἐπάνω καὶ τούτων γενώμεθα ἐν Κυρίῳ τῶν παθῶν.

Ὅσοι τῆς ἁγίας γνώσεως γινόμεθα μέτοχοι, καὶ τῶν ἀκουσίων μετεωρισμῶν πάντως ὑφέξομεν λόγον· ἐπισημηνάμην γάρ, φησιν ὁ θεῖος Ἰώβ, καὶ εἴτι ἄκων παρέβην, καὶ δικαίως. ἐὰν γὰρ μὴ σχολάσῃ τις τοῦ ἀεὶ μεμνῆσθαι τοῦ Θεοῦ, καὶ τῶν ἁγίων αὐτοῦ μὴ παραμελήσῃ ἐντολῶν, οὐκ ἂν ἀκουσίῳ, ἢ ἑκουσίῳ ὑποπέσῃ πταίσματι. δεῖ οὖν εὐθέως καὶ περὶ τῶν ἀκουσίων πταισμάτων, ἐξομολόγησιν σύντονον προσφέρειν τῷ δεσπότῃ, τουτέστι περιττὴν ἐργασίαν τοῦ συνήθους κανόνος. οὐ γάρ ἐστιν ἄνθρωπρωπον ὄντα μὴ πταίειν ἀνθρώπινα, ἄχρις οὗ πληροφορηθῇ ἡ συνείδησις ἡμῶν ἐν δακρύῳ ἀγάπης περὶ τῆς τούτων ἀφέσεως. Ἐὰν γάρ φησι ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. προσέχειν οὖν. δεῖ ἀδιαλείπτως τῇ αἰσθήσει τῆς ἐξομολογήσεως, μήπως ἡ συνείδησις ἡμῶν ἑαυτὴν ψεύδηται, ὑπονοήσασα ἀρκετῶς ἐξομολογήσασθαι τῷ Θεῷ. ὅτι πολὺ κρεῖττον ἐστὶν ἡ τοῦ Θεοῦ κρίσις τῆς ἡμετέρας συνειδήσεως, κἂν μηδὲν ἑαυτῷ τις ἐν πάσῃ σύνοιδε πληροφορίᾳ, καθὼς ὁ σοφώτατος ἡμᾶς Παῦλος, διδάσκει λέγων· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω. οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι. ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. ἐὰν γὰρ μὴ πρεπόντως καὶ περὶ αὐτῶν ἐξομολογησώμεθα, δειλίαν τινὰ ἄδηλον ἐν τῷ καιρῷ τῆς ἐξόδου ἡμῶν εὐρήσομεν ἐν ἑαυτοῖς. ἐχρῆν δὲ καὶ ἡμᾶς εὔχεσθαι τοὺς ἀγαπῶντας τὸν Κύριον ἐκτὸς παντὸς φόβου τότε εὑρίσκεσθαι. ὁ μὲν γὰρ ἐν φόβῳ εὑρισκόμενος τότε, ἐλευθερίῳ τρόπῳ τοὺς ταρταρέους οὐ παρελεύσεται ἄρχοντας. συνήγορον γὰρ ἔχουσιν, ὥς περ ἐκεῖνοι τὴν τῆς ψυχῆς δειλίαν τῆς ἑαυτῶν κακίας. ἡ δὲ ἀγαλλιωμένη ψυχὴ ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἐν τῇ ὥρᾳ τῆς ἀναλύσεως, ἐπάνω πασῶν τῶν σκοτεινῶν παρατάξεων σὺν τοῖς ἀγγέλοις τῆς εἰρήνης φέρεται· ἐπτέρωται γὰρ ὥς περ, ἐν τῇ πνευματικῇ ἀγάπῃ, ὡς τὸ πλήρωμα ἀνελλιπῶς ἔχουσα τοῦ νόμου, τὴν ἀγάπην. διόπερ καὶ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, μετὰ πάντων τῶν Ἁγίων, οἱ μετὰ τοιαύτης παρρησίας ἐξιόντες τοῦ βίου ἁρπαγήσονται. οἱ δὲ κἂν ἐν βραχεῖ δειλιῶντες ἐν τῷ καιρῷ τοῦ θανάτου, ἐν τῇ πάντων τῶν ἄλλων ἀνθρώπων καταλειφθήσονται πληθύί, ὡς ὑπὸ κρίσιν ὄντες. ἵνα διὰ τοῦ πυρὸς δοκιμασθέντες τῆς κρίσεως, τοὺς κεχρεωστημένους αὐτοῖς κατὰ τὰς αὐτῶν πράξεις ἀπολάβωσι κλήρους παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Θεοῦ, καὶ Βασιλέως Ἰησοῦ Χριστοῦ. ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, καὶ αὐτοῦ ἐστὶν ἐφ᾽ ἡμᾶς τοὺς ἀγαπῶντας αὐτὸν, ὁ πλοῦτος τῆς χρηστότητος τῆς βασιλείας αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Notes

  1. ἐν ἄλλ ἐννοίαις
  2. ἥλιον
  3. ἐν ἄλλ ἔτι πενθοῦντα
  4. ἐν ἄλλ θεοφόρον
  5. ἐν ἄλλ βρώσεως
  6. ἐν ἄλλ τῇ μνήμῃ
  7. ἐν ἄλλ ἐνεργόν
  8. Ἐν ἄλλ. τοὺς θεῳδοὺς φθόγγους ἡ νυμφαγωγὸς ἐναρμόσῃ ἡ θεία, τρανῶς ἄδοντας τὰς δυναστείας τοῦ Θεοῦ.
  9. ἐν ἄλλ τῶν καιρίων.
  10. ἐν ἄλλ λογισμῶν.
  11. ἐν ἄλλ ἐπιθυμιῶν
  12. ἐν ἄλλ θεοφιλῆ.
  13. ἴσ. προσβάλλει.
  14. σχήματι.

· Contents ·