Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St John of Karpathos, Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Καρπαθίου πρὸς τοὺς ἐν Ἰνδίᾳ…

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝΝΟΥ
ΚΑΡΠΑΘΙΟΥ
ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΗΙ ΙΝΔΙΑΙ ΜΟΝΑΧΟΥΣ ΓΡΑΨΑΝΤΑΣ ΑΥΤΩΙ,
ΠΑΡΑΜΥΘΗΤΙΚΑ ΚΕΦΑΛΑΙΑ Ρ΄.

Τοῖς ἐπὶ γῆς βασιλεῦσιν ἐαρινὰ ἄνθη προσφέροντές τινες τῶν προσαιτούντων, οὐ μόνον οὐκ ἀπόβλητοι γεγόνασι πολλάκις, ἀλλὰ γὰρ καί τινας ἀντελάβοντο δωρεάς. κἀγὼ τοίνυν παρ᾽ ὑμῶν ἐπιταχθείς, μίαν ἑκατοντάδα πόθεν δανεισάμενος, καὶ προσφέρων λογίων καλῶν ἡμῖν τοῖς τὸ πολίτευμα ἐν οὐρανοῖς ἔχουσιν, εὐπρόσδεκτός τε γένοιμι, καὶ τὴν τῶν εὐχῶν δωρεὰν παρ᾽ ὑμῶν ἀντιλάβοιμι.

Ὅσῳ διηνεκὴς ὁ τῶν ὅλων βασιλεύς· οὐκ ἀρχήν, οὐ πέρας τῆς βασιλείας ἔχων τῆς οἰκείας· τοσούτῳ τοῖς ὑπὲρ αὐτοῦ τε καὶ ὑπὲρ τῶν ἀρετῶν πονεῖν προαιρουμένοις ἐπικερδεστέραν εἶναι συμβέβηκε τὴν σπουδήν· αἱ μὲν γὰρ τοῦ παρόντος βίου τιμαί, κἂν ἄγαν ὦσι λαμπραί, τῷ παρόντι βίῳ συγκαταλύονται πάντως, αἱ δὲ παρὰ Θεοῦ νεμόμεναι τοῖς ἀξίοις, ἅτε σὺν ἀφθαρσίᾳ διδόμεναι, εἰς τὸ παντελὲς διαμένουσι.

Ὁ μακάριος Δαβὶδ ὕμνον διὰ πάσης ἐργαζόμενος τῆς κτίσεως τῷ Θεῷ, ἐμνημόνευσε μὲν ἀγγέλων τε, καὶ ἀοράτων, δυνάμεων ἁπασῶν, κατέλήλυθε δὲ ἄχρις τῆς γῆς. ὡς μηδὲ θηρίων, μὴ κτηνῶν, μὴ πετεινῶν, μὴ ἑρπετῶν ἀπέχεσθαι· ἐπειδὴ τῷ πεποιηκότι προσκυνεῖν καὶ τὸν ἐκ τούτου ὕμνον ἡγεῖτο. ὡς βουλόμενος πᾶν τὸ γεγονὸς ὑπ᾽ αὐτοῦ, τὴν ὁμοίαν τελεῖν εἰσφοράν. καὶ πῶς ἄρα μοναχὸς ὁ συμβασταζόμενος τῷ ἐκ Σουφεὶρ χρυσίῳ, ναρκᾶν ποτέ, ἢ ὀκνεῖν ἀνάσχοιτο πρὸς ὑμνωδίαν;

Ὥσπερ τὴν βάτον πῦρ περιεῖχεν, οὐκ ἔφλεγε δὲ αὐτήν, οὕτω καὶ τῶν λαβόντων τὸ χάρισμα τῆς ἀπαθείας, κἂν βαρὺ λίαν, καὶ θερμότατον περιφέρωσι σῶμα, οὐδὲν τὴν σάρκα, ἢ τὸν νοῦν ἐνοχλεῖ, ἢ λυμαίνεται ἡ θερμότης τοῦ σώματος. φωνὴ γὰρ Κυρίου διέκοψε τὴν φλόγα τῆς φύσεως. διότι τὸ βούλημα τοῦ Θεοῦ καὶ ὁ λόγος, τὰ κατὰ φύσιν ἡνωμένα διέστησεν.

Ἡ σελήνη αὐξουμένη, καὶ πάλιν μειουμένη, ἐμφανίζει ἀνθρώπου κατάστασιν, νῦν μὲν καλὰ πράττοντος, νῦν δὲ ἁμαρτάνοντος· εἶτα διὰ τῆς μετανοίας παλινδρομοῦντος εἰς ζωὴν ἐνάρετον· οὐκ οὖν οὐκ ἀπώλετο ὁ νοῦς τοῦ ἐπταικότος, καθάτινες παρ᾽ ὑμῖν νομίζουσιν· ὥς περ τῆς Σελήνης τὸ σῶμα οὐκ ἐμειώθη, ἀλλὰ τὸ φῶς· ἀνακτᾶται οὖν ὁ ἄνθρωπος πάλιν τὴν οἰκείαν λαμπρότητα διὰ μετανοίας, καθά περ ἡ σελήνη μετὰ τὸ φθινῆσαι οἴκοθεν τὸ φῶς ἀμφιέννυται· ὁ γὰρ πιστεύων εἰς Χριστόν, κἂν ἀποθάνῃ ζήσεται· καὶ γνώσεται, φησί, ὅτι ἐγὼ Κύριος λελάληκα, καὶ ποιήσω.

Ἐὰν ἐπαναστάντος σοι κατὰ τὴν διάνοιαν τοῦ σμήνους τῶν 1ἐχθρῶν σχηματισμῶν ὑπενδοὺς ἡττηθῇς, γίνωσκε σεαυτὸν κεχωρίσθαι πρὸς καιρὸν τῆς θείας χάριτος· ὅθεν καὶ παρεδόθης εἰς χεῖρας τῆς πτώσεώς σου, κατὰ δίκαιον κρίμα· διόπερ ἀγωνίζου μηδέ ποτε διὰ τῆς ἀμελείας ἀπολειφθῆναι τῆς χάριτος, μηδὲ πρὸς στιγμὴν χρόνου· ἐὰν δὲ δυνηθῇς κρεῖττον ὁλίσθου γενόμενος, ὑπερβῆναι τὸ τεῖχος τῶν ἐμπαθῶν λογισμῶν, καὶ τὰς ἐπαλλήλους ῥυπαρᾶς προσβολὰς τῆς τῶν ἐχθρῶν πολυνοίας, μὴ ἀγνοήσῃς τὸ δῶρόν τὸ ἄνωθεν δοθέν σοι· φησὶ γὰρ ὁ Ἀπόστολος· οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί, τὸ τοιοῦτον εἰργάσατο τρόπαιον· καὶ ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ μιαρῶν ἐνθυμημάτων ὕψωσέ με· καὶ ἀπὸ ἀνδρὸς ἀδίκου δηλαδὴ τοῦ διαβόλου, καὶ τοῦ παλαιοῦ ἀνθρώπου ἐρρύσατό με· ὅθεν τῷ πτερῷ τοῦ Πνεύματος κουφισθείς, καὶ ἀνεθεὶς τοῦ σώματος, ἴσχυσα πετασθῆναι ἐπάνω τῶν θηρευόντων δαιμόνων, τῶν ἰξεύόντων τὸν ἀνθρώπινον νοῦν διὰ τῆς ἡδυπαθείας, ἧς κατηναγκασμένως, καὶ βιαίως παρακαλοῦντες προφέρουσιν· ὁ τοίνυν ἐξαγαγὼν με ἐκ γῆς Αἰγύπτου, τουτέστι τῆς τοῦ κόσμου ψυχαπωλείας, οὗτος κρυφαίᾳ χειρὶ ὑπὲρ ἐμοῦ πολεμῶν ἐπάταξε τὸν Ἀμαλήκ, καὶ παρέσχε μοι ἐλπίζειν, ὅτι καὶ τὰ λοιπὰ τῶν ἀνοσίων παθῶν ἔθνη ἐξολοθρεύσει Κύριος ἀπὸ προσώπου ἡμῶν· οὗτος ὁ Θεὸς ἡμῶν δώσει σοφίαν, καὶ δύναμιν· τινὲς γὰρ, σοφίαν μὲν ἔλαβον, οὐ μέντοι καὶ δύναμιν Πνεύματος, εἰς τὸ νικῆσαι ἐχθρούς· οὗτος ὑψώσει κεφαλήν σου ἐπ᾽ ἐχθρούς σου, καὶ δώσει σοι πτέρυγας, ὡσεὶ περιστερᾶς, καὶ πετασθεὶς καταπαύσῃ πρὸς Θεόν· θήσει Κύριος τόξον χαλκοῦν τοὺς βραχίονάς σου, στερρόν, καὶ ἐντρεχῆ, καὶ εὔτονον δεικνύων σε κατὰ τοῦ ἀντιπάλου· καὶ συμποδίζων ὑποκάτω σου πάντας τοὺς ἀνθεστηκότας σου· ἀνάθες τοιγαροῦν τῷ Κυρίῳ τὴν χάριν τῆς ἁγνείας, ὅτι οὐ συνέκλεισέ σε εἰς χεῖρας τῶν θελημάτων τῆς σαρκός σου, καὶ τοῦ αἵματος καὶ τῶν παραχολουμένων τούτοις φθοροποιῶν καὶ ἀκαθάρτων πνευμάτων, ἀλλὰ κατησφαλίσατό σε τῆ ἑαυτοῦ δεξιᾷ· οἰκοδόμησον αὐτῷ θυσιαστήριον, ὡς περ καὶ Μωϋσῆς μετὰ τὸ τρέψασθαι τὸν Ἀμαλήκ. διὰ τοῦτο ἐξομολογήσομαι, καὶ αἰνέσω σε Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ, μεγαλύνων τὰς δυναστείας σου· ὅτι ἐλυτρώσω ἐκ φθορᾶς τῆν ζωήν μου, καὶ ἐξήρπατάς με ἐκ τῶν βρόχων, καὶ σαγηνευμάτων, τῆς εὐπεριστάτου, καὶ πολυμόρφου καὶ τριβακῆς κακίας.

Ἀναζωπυροῦσιν ἡμῖν τὰ μιαρὰ πάθη καὶ ἀνακαινίζουσι, καὶ ἀνυψοῦσι, καὶ πολυπλασιάζουσιν, οἱ πονηροὶ δαίμονες· αἱ δὲ ἐπισκέψεις τοῦ θείου λόγου καὶ μάλιστα αἱ διὰ τῆς τῶν δακρύων χύσεως γινόμεναι, νεκροποιοῦσι τὰ πάθη, κἂν χρόνια τυγχάνῃ, καὶ λύουσι· καὶ κατὰ μικρόν εἰς ἀνυπαρξίαν περιϊστῶσι τὰ ὀλέθρια τῆς ψυχῆς, καὶ τοῦ σώματος, ἁμαρτητικὰ ἐνεργήματα· μόνον ἡμεῖς μὴ ἀκηδιάσωμεν τοῦ, δι᾽ εὐχῆς, καὶ ἐλπίδος ἀνενδότου καὶ ἀναιδοῦς, προσεδρεύειν τῷ Κυρίῳ.

Διατί ἐκ τοῦ στόματος τῶν τῇ κακίᾳ νηπιαζόντων πιστῶν, ὁ Χριστὸς καταρτίζει αἶνον; ἢ πάντως, ἵνα διὰ τῆς ὑμνωδίας καταλύσῃ ἐχθρόν, καὶ ἐκδικητὴν τυραννοῦντα μεγάλως· ἐχθρὸν μὲν τῶν ἀρετῶν, ἐκδικητὴν δὲ κακίας· διάβολον. οὐκ οὖν καὶ ἡμεῖς τὸν δεσπότην ἁπλότητι καρδίας αἰνοῦντες, συντρίβομέν τε, καὶ καταλύομεν τὰ τοῦ ἐχθροῦ μηχανήματα· τῷ γὰρ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς πολέμους, καὶ τοὺς ὑπεναντίους τοὺς πολεμοῦντας ἡμᾶς.

Εἴ τις ὑπάρχει κατὰ τὸ εἶδος ἔκτρωμα, τὸ ἥμισυ λέγεται νῦν τῶν σαρκικῶν κατεσθίειν, τὸ δὲ ἄλλο ἥμισυ, τῷ αἰῶνι τῷ μέλλοντι· τῆς γὰρ ἑαυτοῦ ὁδοῦ τοὺς καρποὺς ἕκαστος γνώσεται.

Τὴν καλλίστην νηστείαν, καὶ μὴ δολοῦσθαι τοῖς πάθεσιν αἱρεῖσθαι χρεωστεῖ ὁ Μοναχός, καὶ μεγάλην ἡσυχίαν γεωργεῖν διαπαντός.

Οἱ μισοῦντες τὰς ψυχὰς ἡμῶν δαίμονες, ὑποτίθενταί τισιν ὥστε ψυχράν τινα εὐφημίαν ἡμῖν χαρίσασθαι, εἶτα πρὸς ταύτην ἡμᾶς διαχυθῆναι προτρέπονται· ἐὰν τοίνυν χαυνωθέντες τῇ οἰήσει, δῶμεν τόπον καὶ τῇ κενοδοξίᾳ, οὐ κάμνουσι λοιπὸν οἱ ἐχθροὶ ἡμῶν αἰχμαλωτίσαι ἡμᾶς.

Ἀποδέχου μᾶλλον τὸν σκώπτοντά σε, ἤπερ τὸν ἐπαινοῦντα· ὅστις οὐδὲν διαφέρειν καταρωμένου γέγραπται.

Ὅταν περὶ τὴν νηστεύσιμον σπουδάσας ἀρετήν, διὰ τὴν ἀσθένειαν ἀποτυγχάνῃς αὐτῆς, καὶ συντρίψας τὴν καρδίαν, ἐπ᾽ εὐχαριστίαν τραπῇς τοῦ πάντων προνοητοῦ, καὶ κριτοῦ. ἐὰν μέντοι τεταπεινωμένον διαπαντὸς δεικνύῃς ἑαυτὸν τῷ Κυρίῳ, καὶ μηδενός ποτε ἀνθρώπου κατεπαρθῇς.

Ἐπιστάμενος ὁ ἐχθρὸς τὴν εὐχήν ὑπάρχουσαν ἡμῶν μὲν ὑπέρμαχον, αὐτοῦ δὲ ἐπίβουλον, καὶ ἀποσπᾶσαι ταύτης ἡμᾶς σπουδάζων, εἰς ἐπιθυμίαν ἡμᾶς ἐμβάλλει τῶν ἑλληνικῶν λόγων, ἀφ᾽ ὧν καὶ ἀπέστημεν, καὶ περὶ τούτου σχολάζειν παρακαλεῖ· ᾧτινι μὴ πεισθῶμεν· ἵνα μὴ τοὺς τοῦ οἰκείου γεωργίου ἄξονας πλανηθέντες, ἀντὶ σύκων, καὶ σταφυλῶν, ἀκάνθας, καὶ τριβόλους τρυγήσωμεν· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ Θεῷ λελόγισται.

Χαράν, φησί, μεγάλην εὐαγγελίζομαι ἡμῖν, ἥτις ἔσται παντὶ τῷ λαῷ, οὐ μέρει τοῦ λαοῦ· καὶ πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλλάτωσάν σοι, οὐ γὰρ δεῖ μέρος τῆς γῆς. τὸ δὲ ψάλλειν, οὐκ ἔστι ποτνιωμένων, ἀλλὰ διευθυμουμένων. εἰ τοίνυν ταῦτα οὕτως ἔχει, μηδαμῶς ἀπελπίσωμεν, ἀλλ᾽ εὔθυμοι τὸν παρόντα διοδεύσωμεν βίον, τῆς ἀπ᾽ αὐτοῦ ἐκείνης χαρᾶς, καὶ εὐθυμίας λαμβάνοντες ἔννοιαν· πλὴν τῷ θείῳ φόβῳ τὴν εὐφροσύνην κεράσωμεν· ὥς περ φησὶν ἀγαλλιᾶσθε τῷ Κυρίῳ ἐν τρόμῳ. καὶ γὰρ αἱ περὶ Μαρίαν μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἐξέδραμον τοῦ τάφου· τάχα καὶ ἡμεῖς ποτὲ σὺν δέει καὶ χαρᾷ, τοῦ νοητοῦ ἐξορμήσομεν τάφου. θαυμάζω γάρ, εἰ χωρὶς φόβου, διότι οὐδεὶς ἀναμάρτητος, κἂν Μωϋσῆς, κἂν Πέτρος ὁ Ἀπόστολος εἴη· ἀλλ᾽ ὅμως ἐν τοῖς τοιούτοις ἡ θεία ἀγάπη νικήσασα, ἔξω βάλλει τὸν φόβον ἐν καιρῷ τῆς ἐξόδου.

Ὅτι εἰ ἐμπαθὴς πιστεύσας ὁλοκαρδίως, καὶ τεταπεινωμένως λαμβάνει χάρισμα ἀπαθείας, ἔχεις μαρτυροῦσαν τὴν γραφήν· σήμερον γάρ, φησιν, μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ· καὶ ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην τῆς μακαριωτάτης ἀπαθείας καὶ ὅσα τοιουτότροπα· καὶ ἐν τῷ σπόρῳ περκάσει ἡ σταφυλή· καὶ κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.

Ὁπόταν ἐπαχθῶς πρὸς τὰ πάθη διακείμενοι, σφοδρότερον τοῖς αἰσχροῖς ἐνθυμήμασιν ὑπὸ τῶν δαιμόνων ὀχλούμεθα, τότε μᾶλλον εἰς τὴν τοῦ Κυρίου στηριζόμεθα πίστιν, καὶ βεβαιοτέραν τὴν πρὸς τὰ ἐπηγγελμένα αἰώνια ἀγαθὰ καθιστῶμεν ἐλπίδα· ὧν ἀποστερηθῆναι ἡμᾶς οἱ ἐχθροί, καὶ ἀπαλλοτριωθῆναι διὰ τῆς βασκανίας σπουδάζουσιν· εἰ μὴ γὰρ λίαν μέγιστα ἦν ἐκεῖνα τὰ ἀγαθά, οὐκ ἂν φθόνῳ τοσούτῳ καθ᾽ ἡμῶν οἱ δαίμονες ἐκκαυθέντες, τοῖς ῥυπαροῖς λογισμοῖς πυκνὰ κατετόξευον, κἂν τούτῳ τὴν ἑαυτῶν μανίαν πληροφορεῖν δοκοῦντες, καὶ πρὸς ἀπόγνωσιν ἡμᾶς συνελαύνειν νομίζοντες, διὰ τῆς ἁφορήτου, καὶ πολλῆς ὀχλήσεως.

Γνῶσιν ἀληθεστάτην τινὲς ὑπάρχειν, τὴν πρᾶξιν ὁρίζονται. σπουδάσατε τοίνυν μᾶλλον τοῖς ἔργοις, καὶ πίστιν, καὶ γνῶσιν ἐνδείκνυσθαι· ὁ γὰρ δὴ ἐπὶ τῇ γνώσει μόνῃ τετυφωμένος, ἀκούσεται, ὅτι Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.

Ὡς ἐπὶ τὸ πλεῖστον τῷ καιρῷ τῶν ἑορτῶν, καὶ τῶν ἁγίων συνάξεων, καὶ μάλισθ᾽ ὅταν μέλλῃ τις τῇ μυστικῇ τραπέζῃ προσιέναι, τότε τοῖς αἰσχροῖς φαντάσμασι, καὶ τῇ ῥοῇ τῆς γονῆς τὸν ἀσκητὴν οἱ δαίμονες μολύνειν σπουδάζουσιν· ἀλλ᾽ οὐδὲ ἐν τούτῳ θραύσωσιν ἢ ἐκλύσωσι τὸν πάντα καρτερικῶς καὶ γενναίως φέρειν συνειθισμένον· μὴ δὲ καυχάσθωσαν καθ᾽ ἡμῶν οἱ κυρτοί, ὡς ὀρθοί.

Τὸ ἦθος, καὶ τὴν προθυμίαν οἱ ἐχθροὶ ἀμύνονται, τοῖς ποικίλοις, καὶ ἀφάτοις πειρασμοῖς τὴν ψυχὴν κολαφίζοντες· ἐκ γὰρ τῶν θλίψεών σοι τῶν πολλῶν, καὶ ἀμυθήτων, ὁ στέφανος πλέκεται· καὶ ἐν ταῖς ἀσθενείαις δέ, τελειοῦται ἡ δύναμις τοῦ Χριστοῦ· καὶ ταῖς σκυθρωποτέραις καταστάσεσιν, ἐπανθεῖν εἴωθεν ἡ τοῦ Πνεύματος χάρις· ἐξανέτειλε γὰρ φῶς ἐν σκότει τοῖς εὐθέσιν· ἐάν γε τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, μέχρι τέλους, βεβαίαν κατάσχωμεν.

Οὐδὲν οὕτως ἐξαφανίζειν τὴν ἀρετὴν πέφυκεν, ὡς ἡ εὐτραπελία, καὶ τὸ παίζειν, καὶ ἡ ἀργολογία. καὶ πάλιν οὐδὲν οὕτως τὴν πεπαλαιωμένην ἀνακαινίζει ψυχήν, καὶ πλησιάζειν τῷ Θεῷ παρασκευάζει, ὡς ὁ φόβος τοῦ Θεοῦ, καὶ ἡ καλὴ προσοχή, καὶ τὸ μελετᾶν ἀπαύστως τὰ λόγια τοῦ Θεοῦ, καὶ τῇ προσευχῇ ἑαυτὸν καθοπλίζειν, καὶ τῆς ἀγρυπνίας τὸ κέρδος ἰχνηλατεῖν.

Ἐπιτηδειότατον ἅμα, καὶ συμφέρον τῇ ψυχῇ, τὸ στιβαρῶς βαστάζειν πᾶσαν θλίψιν, εἴτε παρὰ ἀνθρώπων, εἴτε παρὰ δαιμόνων ἐπαγομένην. καὶ εἰδέναι ἀκριβῶς ὅτι περ χρεῶσται ὑπάρχομεν τῆς καταπονήσεως, καὶ μηδένα ἕτερον, εἰ μὴ μόνον ἑαυτὸν διηνεκῶς μέμφεσθαι. ὁ γὰρ ἄλλον ἐπὶ τοῖς ἰδίοις θλιβεροῖς μεμφόμενος, ἐξώλισθεν τῆς δικαίας τοῦ προσήκοντος κρίσεως.

Ἔστιν ὅτε τῆς δεξιᾶς ἄνθρωπος ἀποκινεῖται ἕδρας, κἂν σπουδαῖος τυγχάνῃ, πλεονασάντων τῶν πειρασμῶν, ἐξιστάμενος τῆς ἑαυτοῦ τάξεως, διὰ τὸ πᾶσαν αὐτοῦ, καθώς φησιν ἡ γραφή, καταπεπόσθαι σοφίαν τε, καὶ τέχνην· ὅπως μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς, καὶ ἵνα μὴ καυχήσηται Ἰσραήλ, λέγων, ἡ χείρ μου σέσωκέ με. ἀλλ᾽ ἔλπιζε ἀποκατασταθῆναι εἰς τὴν προτέραν ὡραίαν κατάστασιν, ἀποπεσόντος ἀπὸ σοῦ. θείᾳ κελεύσει, καὶ ἀποδιωχθέντος τοῦ πονηροῦ, ὅστις πάντα μὲν ἐμπαθῶς καὶ βλέπειν, καὶ ἀκούειν παροτρύνει, καὶ πρὸς τὴν ἁμαρτίαν κατασπεύδει, παχύνας δὲ τὸν νοῦν καθάπερ νέφει πυκνῷ, ποιεῖ καὶ τὸ σαρκίον αἰσθάνεσθαι ἀφάτου βαρύτητός τε, καὶ ὅγκου. καὶ τὸν ἔμφυτον λογισμόν, ἁπλοῦν τινα καθεστῶτα, καὶ ἄπλαστον· κατὰ τὴν ὁμοίωσιν τῶν ἀρτιγενῶν βρεφῶν· ποικίλον ἀποδείκνυσι, καὶ λίαν πολύπειρον παντοίας ἁμαρτίας· φαρμάξας καὶ παρατρέψας τοῦτον διὰ τῆς 2ἀμαρροπίας.

Μέγά τι χρῆμα ὁ ἄνθρωπος, αὐξάνων ἔσω, καὶ μεγαλυνόμενος ταῖς ἀρεταῖς. ἀλλ᾽ ὅμως οὗτος ὁ μέγας, φοβεῖται τὴν ἁμαρτίαν, ὡς τὸν μῦν ὁ ἐλέφας, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται.

Οὐ μόνον πλησίον τῆς τοῦ κόσμου συντελείας, ὁ διάβολος λόγους λαλήσει πρὸς τὸν ὕψιστον, ὥς φησιν ὁ Δανιήλ, ἀλλὰ γὰρ καὶ νῦν, ἔστιν ὅτε βαρείας, διὰ τῶν λογισμῶν ἡμῶν, εἰς αὐτὸν τὸν οὐρανὸν ἐκπέμπει βλασφημίας· καὶ κατ᾽ αὐτοῦ δὲ δυσφημῶν τοῦ ὑψίστου, καὶ τῶν κτισμάτων αὐτοῦ, καὶ τῶν ἁγίων τοῦ Χριστοῦ μυστηρίων. ἀλλ᾽ ἡμεῖς βεβηκότες ἐπὶ τὴν πέτραν τῆς γνώσεως, οὐκ ἂν καταπτήξαιμεν ἐπὶ τούτοις, οὐδὲ μὴ θαυμάσαιμεν τὴν τοῦ ἀλάστορος τόλμην. πίστει δὲ, καὶ εὐχῇ θερμοσέρᾳ χρώμενοι, τῆς τε ἄνωθεν ἐπικουρίας τυχόντες, ἀμυνόμεθα τὸν ἐχθρόν.

Μαχόμενος, καὶ ὀνειδίζων μετὰ θράσους ἐπέρχεται ὁ ἐχθρὸς τῇ ψυχῇ ἐξελθούσῃ τοῦ σώματος. κατήγορος γινόμενος πικρός τε, καὶ φοβερὸς ἐπὶ τοῖς ἐπταισμένοις. ἀλλ᾽ ἔστιν ἰδεῖν τότε τὴν θεοφιλῆ καὶ πιστοτάτην ψυχήν, κἂν πολλάκις τὸ πρὶν ἐτρώθη ἁμαρτίαις, οὐ καταπληττομένην τὰς ἐκείνου ὁρμάς τε, καὶ ἀπειλάς, ἀλλὰ μᾶλλον νευρουμένην ἐν Κυρίῳ, καὶ πτερουμένην χαρᾷ, θαρσοποιουμένην τε ταῖς ὁδηγούσαις ἁγίαις δυνάμεσιν καὶ περιτειχιζομένην τῷ φωτὶ τῆς πίστεως καὶ ἀντικράζουσαν μετὰ πολλῆς παρρησίας τῷ πονηρῷ διαβόλῳ, τί σοι καὶ ἡμῖν· ἀλλότριε τοῦ Θεοῦ; τί σοι, καὶ ἡμῖν· δραπέτα τῶν οὐρανῶν· καὶ δοῦλε πονηρέ; οὐκ ἔχεις σὺ τὴν ἐξουσίαν ἡμῶν, Χριστὸς γὰρ ὁ υἱὸς τοῦ Θεοῦ, ἡμῶν τε, καὶ πάντων τὴν ἐξουσίαν ἔχει· αὐτῷ ἡμάρτομεν, αὐτῷ καὶ ἀπολογησόμεθα, ἐνέχυρον ἔχοντες τῆς εἰς ἡμᾶς εὐσπλαγχνίας καὶ σωτηρίας, τὸν τούτου τίμιον σταυρόν. σὺ δὲ φεῦγε μακρὰν ἀφ᾽ ἡμῶν ὀλέθριε. μηδέν σοι, καὶ τοῖς δούλοις τοῦ Χριστοῦ. ταῦτα λεγούσης τῆς ψυχῆς μετὰ θάρσους, νῶτα λοιπὸν δίδωσιν ὁ διάβολος, βοαῖς ὀδυρόμενος, μὴ δυνηθεὶς ἀντιστῆναι τῷ Χριστοῦ ὀνόματι. ὑπεράνω δὲ τυγχάνουσα ἡ ψυχή, καθίπταται τοῦ ἐχθροῦ κολαφίζουσα αὐτόν, ὥσπερ ὁ λεγόμενος Ὀξυπτέρυξ τὸν Κόρακα. καὶ μετὰ ταῦτα ὑπὸ τῶν θείων ἀγγέλων διακομίζεται ἀγαλλιωμένη εἰς τοὺς τόπους τοὺς ὡρισμένους αὐτῇ, κατὰ τὴν κατάστασιν αὐτῆς.

Ὅτι καὶ μικρῷ τινὶ πειρασμῷ κατὰ συγχώρησιν ἐμποδίζεται ποτὲ προκόψαι ὁ σπουδαῖος, πειθέτω σε ἡ Ἐχενηΐς, τὸ βραχύτατον ἰχθύδιον, μυριοφόρον ὀλκάδα τῇ προσψαύσει καὶ μόνῃ 3καταριοῦσα καὶ προβῆναι τὸ ἐμποδισθέν· καὶ μέμνησαι πάντως τοῦ λέγοντος· ὅτι ἐγὼ ὁ τηλικοῦτος Παῦλος, καὶ ἅπαξ καὶ δὶς τεθέληκα ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. ἀλλὰ μὴ διὰ τοῦτο θορυβηθῇς· ἀνταγωνίζου δὲ μᾶλλον διὰ τῆς ὑπομονῆς, καὶ τεύξῃ τῆς χάριτος.

Ὁ ταῖς ἀρεταῖς ἄγαν εὐθηνούμενος, ἐὰν διὰ ῥαθυμίαν ἀπονεύσῃ τοῦ πρέποντος ἀνέρχονται πρὸς αὐτὸν οἱ υἱοὶ τῶν κακῶν ἀνατολῶν ἀπὸ Ἀμαλήκ, καὶ μάλιστα Μαδιάμ, ἡ φιλόπορνος δύναμις· σὺν ταῖς καμήλοις αὐτῶν, δηλαδὴ ταῖς ἐμπαθέσι μνήμαις, αἷς οὐκ ἔστιν ἀριθμός, καὶ διαφθείρουσι πάντα τὰ ἐκφόρια τῆς γῆς, τουτέστι τῆς ἀρίστης πράξεώς τε, καὶ ἕξεως. καὶ τότε λοιπὸν πτωχεύει ὁ Ἰσραήλ, καὶ πάνυ ὀλιγοψυχεῖ, καὶ ἀναγκάζεται βοῆσαι πρὸς Κύριον. καὶ οὕτως ἀποστέλλεται οὐρανόθεν λογισμὸς ἀγαθὸς, τὸν Γεδεὼν μιμούμενος, διὰ πολλῆς πίστεως καὶ ταπεινοφροσύνης. ἡ γὰρ χιλιάς μου, φησί, ταπεινοτέρα ἐν Μανασσῇ, ὥστε ἀντιπαρατάξασθαι τοῖς τοσούτοις πλήθεσιν, ἐν τοῖς τριακοσίοις ἀσθενέσιν ἀνθρώποις, καὶ τρόπαια παραδόξως στῆσαι, κατὰ τῶν ἐναντίων, τῇ συμμαχίᾳ τῆς χάριτος.

Οὐ κἂν δυνηθῇς ἐπὶ Ἀσπίδα καὶ Βασιλίσκον ἐπιβῆναι, καὶ τὰ ἑξῆς, εἰ μὴ διὰ πολλῆς ἱκεσίας τὸν Θεὸν δυσωπήσας λάβῃς ὑπερμάχους ἀγγέλους ἀνακουφίζοντάς σε ταῖς οἰκείαις χερσί, καὶ ἄνω σε ποιοῦντας τῆς ἰλυώδους γνώμης.

Ὅταν τις πυκτεύων ἰσχυρῶς ἡττηθείη, μηδαμῶς δυσθυμείτω, μηδὲ ἀποκαμνέτω, ἀλλὰ τοῖς τοῦ Ἡσαίου ῥήμασιν ἀνορθωθείς, εὐθυμείτω, τοιαῦτα κατεπάδων· ἰσχυκότες ἡττᾶσθε, ὦ πονηροὶ δαίμονες, ἐὰν γὰρ καὶ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος, ὅτι μεθ᾽ ἡμῶν ὁ Θεός ἐστιν. ὁ Θεὸς ὁ τοὺς κατερραγμένους ἐξανιστῶν, καὶ παρασκευάζων τοὺς ἐχθροὺς ἡμῶν κόπτεσθαι, ἡνίκα ἂν μετανοῶμεν.

Ἀμήχανον χωρὶς λύπης παρελθεῖν τὸν ἐμπαιδευόμενον τοῖς πειρασμοῖς. ἀλλὰ μετὰ ταῦτα πολλῆς χαρᾶς πληροῦνται οἱ τοιοῦτοι, καὶ δακρύων γλυκέων, καὶ νοημάτων θείων, ὅσοι ἐγεώργησαν τὸν πόνον καὶ τὴν θλίψιν ἐν ταῖς καρδίαις αὐτῶν.

Εἰ θέλων ὁ Ἰσαάκ, καὶ τρέχων ποτὲ ὁ Ἡσαῦ πρὸς τὴν ἐπιθυμίαν τῆς εὐλογίας, ἀποτετυχήκασιν· ἐλεοῦντος τοῦ Θεοῦ, καὶ εὐλογοῦντος, καὶ τῷ πνεύματι χρίοντος οὐχ ὅν περ ἡμεῖς πάντως τεθελήκαμεν, ἀλλ᾽ ὅνπερ ὁ Θεός, πρὶν πλάσαι, προώρισεν εἰς τὸ διακονῆσαι· μηδαμῶς θορυβηθῶμεν, μήτε μὴν φθονήσωμεν, ὅταν θεωρήσωμεν ἀδελφούς τινας οἰκτρούς, καὶ ἐλαχίστους ἐπὶ ἀρετὴν προκόψαντας· ἤκουσας καὶ τοῦ Κυρίου λέγοντος· δὸς τούτῳ τόπον, ὥστε κατακλιθῆναι ἀνώτερον· θαυμάζω δὲ μᾶλλον ἐπὶ τούτοις τὸν δικαστήν, σοφῶς καὶ ἀπορρήτως κεκρικότα· ἐκεῖνον μὲν τὸν ἐλάχιστον καὶ ὕστερον, πρωτεύειν καὶ καθηγεῖσθαι· ἡμᾶς δὲ ἐσχατίζειν τοὺς τῇ ἀσκήσει, καὶ τῷ χρόνῳ ἐκείνου πρωτεύοντας· ἑκάστῳ γὰρ ἀνθρώπῳ καθὼς μεμέρικεν ὁ Κύριος, οὕτω καὶ στοιχήσομεν· εἴπερ Πνεύματι ζῶμεν καὶ Πνεύματι στοιχῶμεν, κατὰ τὸ γεγραμμένον.

Μηδέποτε ἀποδέχου τὸν ἐν ὑποταγῇ σου, παράσχου μοι· λέγοντά σοι· ἐξουσίαν χρόνον πρὸς ἀρετήν, τό δε, ἢ τό δε τὸ πρᾶγμα δοκιμάσαι, καὶ οὕτω κατορθῶσαι· ὁ γὰρ δὴ οὕτω λέγων, δῆλον ὅτι τὸ ἴδιον ἀποτελεῖ θέλημα καὶ τῆς βελτίστης ὑποταγῆς τὰς συνθήκας ἀθετεῖ.

Τὰ μὲν τῆς σαρκός, καὶ τῆς ψυχῆς παθήματα, καθὼς ὄψει, τῷ χρόνῳ, καὶ τῷ θείῳ νεύματι ἐξαφανισθήσεται καίτοι ἐπαυξηθέντα· τὸ δὲ τοῦ Χριστοῦ ἔλεος οὐδαμῶς φθαρήσεται· τὸ γὰρ Κυρίου ἔλεος, ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ ἕως τοῦ αἰῶνος τοῦ μέλλοντος ἐπὶ τοὺς φοβουμένους αὐτόν.

Θησαυροὶ βασιλικοὶ πλησθήσονται χρυσίου, καὶ οἱ νόες τῶν ἀληθῶς Μοναχῶν πληρωθήσονται γνώσεως.

Ἔστιν ὅτε διδάσκαλος εἰς ἀτιμίαν ἐκδίδοται, ὑπὲρ τῶν πνευματικῶς ὠφεληθέντων τοὺς πειρασμοὺς ὑφιστάμενος· ἡμεῖς γάρ, φησίν, ἄτιμοι, καὶ ἀτιμαζόμενοι τῷ σκόλοπι, καὶ ἀσθενοῦντες· ὑμεῖς δὲ ἔνδοξοι καὶ ἰσχυροὶ ἐν Χριστῷ καθεστήκατε.

Πηγὴ καὶ ὑπόθεσις τῆς διὰ σαρκὸς φθορᾶς, ὁ ἐμπαθὴς λογισμός· ὃν διὰ μετανοίας ἐξορίζει τῆς ψυχῆς, ὁ νήψας μετὰ τὸ πταῖσμα· καλῶς γὰρ ἐπενθήσατε μᾶλλον, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πρᾶξαι προτρέψας πονηρός, καὶ ἀνόσιος λογισμός· οὐκ οὖν τὸ πένθος ἀντίκειται τῷ Πνεύματι τῆς φθορᾶς.

Τὶς ἀναγγελεῖ τῷ ἐκπεπιεσμένῳ ἐν τῇ ἀδοξίᾳ, καὶ τῇ ἀδυναμίᾳ τῶν ἀρετῶν ὅτι ὄψεται τὸν Ἰησοῦν; οὐ μόνον κατὰ τὸ μέλλον, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη μετὰ δυνάμεως, καὶ δόξης μεγάλης ἐρχόμενον πρὸς αὐτὸν διὰ τῆς ἀπαθείας; ὥστε εἰπεῖν κατὰ τὴν Σάρραν. ψυχὴν τὴν ἐν τῇ στειρώσει γηράσασαν, καὶ παρὰ προσδοκίαν τετοκυῖαν υἱὸν δικαιοσύνης, ὅτι γέλωτά μοι ἐποίησεν ὁ Θεός, τουτέστι μεγίστην χαρὰν δεδώρηται, τῷ πλείστοις ἔτεσι καταλελυπημένῳ τῇ πολυπαθείᾳ· ἢ ὥς περ ἄλλος ἑρμηνεὺς ἐξέδωκε, τρυφερίαν μοι ἐποίησεν ὁ Θεός, τουτέστιν ἀνεκαινίσθη ὡς ἀετοῦ ἡ νεότης μου. παλαιωθεῖσα γὰρ τὸ πρὶν ἐν ἁμαρτίαις, καὶ πάθεσιν ἀτιμίας, νῦν ἀναγεγέννημαι, καὶ ἀνηβῶ καὶ ἀπαλύνομαι ὁ πρώην τετραχυμένος τῇ ὕλῃ· καὶ λείως βλέπω νῦν λοιπόν, τὰ ἐν κόσμῳ πράγματα· ἀπειληφὼς τὸ κατὰ φύσιν ἁπλοῦν, καὶ ἀποίκιλον, ὑγιασθέντος τοῦ νοῦ· τῇ τοῦ Θεοῦ πολυευσπλαγχνίᾳ καὶ γέγονεν ἡ σὰρξ μου, ὡς περ τοῦ Σύρου Νεεμάν, καθάπερ ἡ τῶν νηπίων, διὰ τὸ λελοῦσθαί με τῷ Ἰορδάνῃ τῆς γνώσεως· καὶ εἰμὶ μονότροπος, τῇ τοῦ Θεοῦ χάριτι, ἀπηλλαγμένος τῆς τοῦ ὄφεως γνώμης· καὶ τοῦ στίφους ὧν περ παρὰ τὴν φύσιν ἐκτησάμην τὸ πρότερον, πολυπείρων τε καὶ πολυύλων λογισμῶν τῆς κακίας.

Ὑπόθου πρὸς σὲ λέγειν τὸν Κύριον ὅτι καιρῷ τινὶ ἀφειλόμην σου τόδε, καὶ τόδε χάρισμα, ἐφ᾽ οἷς ἐδόκεις τὸν νοῦν σου πληροφορεῖν, καὶ διαναπαύεσθαι· δέδωκα δέ σοι ἀντ᾽ αὐτῶν ἕτερον ἀντίσταθμον χάρισμα τόδε, καὶ τόδε· σὺ δὲ, τὰ μὲν ἀφαιρεθέντα ἐννοῶν, τὰ δὲ δοθέντα ὑπὲρ ἐκείνων μὴ συνορῶν, στυγνάζεις, καὶ ἀλγεῖς, καὶ τῇ λύπῃ τιτρώσκῃ, ἀλλ᾽ εὐφραίνεις με λυπούμενος ἐξ ἐμοῦ· λυπῶ γὰρ ἐγὼ πρὸς τὸ συμφέρον, σῶσαι μᾶλλον, οὐκ ἀπολέσαι πραγματευόμενος τὸν λελογισμένον μοι 4υἱόν.

Ἐπιτάξαι σεαυτῷ μὴ φαγεῖν νόμισον ἰχθῦν, καὶ ἐπιθεώρει μετὰ ταῦτα ὅτι πρὸς τὴν ἐπιθυμίαν τοῦ ἰχθύος ἀνενδότως ὁ ἐχθρὸς κατελαύνει σε· καὶ σὺ πάλιν ὁμοίως, πρὸς τὴν ἀπόλαυσιν τοῦ ἀβουλήτου σοι ἐμμανῶς κατεπείγη, ὅπως ἂν μανθάνῃς τὰ τοῦ Ἀδὰμ τυπικῶς συμβεβηκότα· ἀκούσας γὰρ ἐκεῖνος μὴ φάγῃς ἐκ τούτου μόνου τοῦ πράγματος, εἰς τοῦτο μάλιστα μετὰ πολλῆς ἐπιθυμίας καὶ μόνον τὸ ἀπηγορευμένον δεδράμηκεν.

Ἄλλον γὰρ διὰ τῆς γνώσεως ὁ Θεὸς σώζει· καὶ ἄλλον διὰ τῆς ἀκεραιότητος, καὶ ἀκακίας· εἰδέναι γὰρ ὀφείλεις, ὅτι οὐ μὴ ἀποποιήσεται ὁ Θεὸς τὸν ἄκακον.

Ὅσοι τῇ εὐχῇ σφοδρότερον κέχρηνται, οὗτοι ὑπὸ τῶν φοβερῶν, καὶ ἀγρίων πειρασμῶν ἐκπορθοῦνται.

Εἴπερ τὴν ἀπάθειαν προείλου ἀμφιάσασθαι, μὴ ἀμερίμνως διάκεισο, ἀλλ᾽ ὅση δύναμις σπούδασαι ταύτης ἐπιτυχεῖν· στενάζομεν γάρ, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· ἵνα καταποθῇ, οὐ μόνον σωματικῶς μετὰ τὴν συντέλειαν τοῦ αἰῶνος, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη νοητῶς κατὰ τὸν ἀρραβῶνα, τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· κατεπόθη γὰρ ὁ θάνατος εἰς νῖκος· καὶ καταποθήσονται πάντες αἰγύπτιοι οἱ ἐκθλίβοντες ἡμᾶς, καταδιώκοντες ὀπίσω ἡμῶν, ἐν τοῖς κύμασι τῆς ἐξ οὐρανοῦ ἡμῖν καταπεμφθείσης δυνάμεως.

Ἐὰν ἐπιλάθῃ τοῦ εἰπόντος, ὅτι δέδοικα, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γενωμαι. καὶ ὁ δοκῶν ἐστάναι, βλεπέτω μὴ πέσῃ, καὶ σὺ ὁ πνευματικὸς σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. καὶ ἐὰν ἀλησμονήσῃς τῆς τοῦ Σολομῶντος, μετὰ τοσαύτην χάριν, ἐκτροπῆς καὶ ἀνομίας. καὶ ἐὰν λήθῃ παραδὼς τὴν τοῦ μεγάλου Πέτρου ἀπροσδόκητον ἄρνησιν, θάρσησον τῇ γνώσει σου, καὶ μεγαλαύχει ἐπὶ τῇ πολιτείᾳ, καὶ τῷ χρόνῳ τῆς πολλῆς σου ἀσκήσεως ἐναμβύνου, καὶ δώσῃς τόπον τῇ ὑπερηφανίᾳ. ἀλλὰ μηδαμῶς ὑπτιωθῇς, ὦ ἀδελφὲ, φοβοῦ δὲ μᾶλλον, μέχρις ὅτε ἐμπνέεις, κἂν εἰς τὸν ἀριθμὸν ἔφθασας τῶν Μωσέως ἐτῶν, καὶ εὔχου λέγων· κύριε μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρως μου, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου, μὴ ἐγκαταλείπῃς με· ὁ Θεὸς ὁ Σωτήρ μου. ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.

Φησί σοι ὁ Κύριος, ὡς τῷ Ματθαίῳ ἀκολούθει μοι. σὺ οὖν τὸν σὸν πολυπόθητον τῇ προθυμίᾳ καταδιώκων δεσπότην, ἐὰν κατὰ τὴν ὁδὸν τοῦ βίου προσκόψῃς πρὸς λίθον ἐμπαθῆ τὸν πόδα σου, καὶ πέσῃς πρὸς ἁμαρτίαν ἀδοκήτως, ἢ καὶ πολλάκις, ἰλυωδῶν εὑρισκομένων τόπων, ὡς οὐκ ἤθελες ὠλίσθησας καὶ ἐπτωματίσθης, ὁσάκις ἂν συμβῇ πεσεῖν τε, καὶ βασανίσαι τὸ σῶμα, τοσαυτάκις ἀναστὰς τῇ αὐτῇ προθυμίᾳ καταδίωκε τὸν σαυτοῦ Κύριον, ἕως ἂν φθάσῃς αὐτόν. οὕτως ἐν τῷ Ἁγίῳ ἐνθυμήματι ὥφθην σοι, τοῦ ἰδεῖν τὴν σώζουσάν με δύναμιν καὶ δόξαν, καὶ ἐν τῷ ὀνόματί σου Κύριε, ἀρῶ τὰς χεῖράς μου, καὶ ὑπολήψομαι. καὶ νομίσομαι στέατος καὶ πιότητος πιμπλᾶσθαι, καὶ χαρήσεται τὰ χείλη μου ψάλλοντά σοι. μέγα γάρ μοι ὅτι ἐπωνομάσθην Χριστιανός, ὥς περ λέγει μοι Κύριος διὰ τοῦ Ἡσαίου. ὅτι μέγα σοι ἐστὶν τὸ κληθῆναί σοι παῖδά μου.

Πῆ μὲν, φησίν, ὅτι δώσει ἀγαθὰ ὁ πατὴρ τοῖς αἰτοῦσιν αὐτόν. πῆ δὲ, ὅτι δώσει Πνεῦμα Ἅγιον τοῖς δεομένοις. δι᾽ ὧν ῥημάτων νοοῦμεν, μὴ μόνον πλημμελημάτων ἄφεσιν, ἀλλὰ καὶ οὐρανίων χαρισμάτων χορηγίας τυγχάνειν τοὺς τοῦ Θεοῦ ἱκέτας ἰσχυροποιουμένους τοιαύτῃ διανοίᾳ. ὅτι οὐχὶ δικαίοις, ἀλλὰ ἁμαρτωλοῖς τοιαῦτα ἀγαθὰ ὑπισχνεῖται ὁ Κύριος. εἰ γὰρ ὑμεῖς, φησί, πονηροὶ ὑπάρχοντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει τοῖς αἰτοῦσιν αὐτὸν πνεῦμα Ἅγιον; αἴτησον τοιγαροῦν ἀνενδότως, καὶ ἀδιστάκτῳ τῇ γνώμῃ, κἂν εὐτελὴς ὑπάρχῃς κατὰ τὴν ἐνάρετον πολιτείαν, καὶ πάνυ ἀδύναμος, καὶ ὑπὲρ τὴν ἀξίαν, καὶ λήψῃ τὰ μεγάλα.

Πῶς ἂν πεισθείη ὁ ἄπιστος, ἢ ὁ ὀλιγόπιστος, ὅτι μύρμηξ πτεροῦται, καὶ σκώληξ τις πάλιν πετεινὸν γίνεται, καὶ ὅτι ἄλλα πλεῖστα παραδόξως γίνεται ἐν τῇ κτίσει, ἵνα κἂν οὕτως ἀποθέμενος τῆς ἀπιστίας τὴν νόσον, καὶ τῆς ἀνελπιστίας, πτεροφυήσῃ λοιπόν, καὶ ἀναθάλῃ ὡς δένδρον τὴν πανεύφημον γνῶσιν. ἐγὼ γὰρ εἰμί, φησιν, ὁ τὸ ξύλον τὸ ξηρὸν ἀναθάλλων, καὶ ζωοποιῶν τὰ ξηρανθέντα ὀστᾶ.

Μηδαμῶς ἕνεκεν τῆς χρείας τοῦ σώματος, ταῖς μερίμναις θελήσωμεν τήκεσθαι. ὅλῃ δὲ τῇ ψυχῇ πιστεύσωμεν τῷ Θεῷ, ὥς περ τίς ποτε ἔλεγεν ἀνὴρ ἀγαθός. ἐμπιστεύσατε τῷ Κυρίῳ, καὶ ἐμπιστευθήσεσθε. καὶ ὡς γράφει ὁ μακάριος Πέτρος ὁ Ἀπόστολος, σωφρονήσατε, καὶ νήψατε ἐν προσευχαῖς, καὶ πᾶσαν ὑμῶν τὴν μέριμναν πρὸς Θεὸν ἐπιρρίψαντες, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. εἰ δὲ ἔτι διστάζεις, καὶ ἀπιστεῖς, ὅτι ὅλως μέλλει αὐτῷ περὶ σοῦ πρὸς τὸ διαθρέψαι σε, βλέψον εἰς τὴν ἀράχνην, καὶ σύνοιδε πόσον ἄνθρωπος ἀράχνης διαφέρει. ἀράχνης φημί, ἧς οὐδὲν ἀσθενέστερον, οὐδὲ ἀδυναμώτερον. αὕτη γὰρ μήτε κτήματα ἔχουσα, μήτε διαποντίους ἀποδημίας ποιουμένη, μήτε δικαζομένη, μήτε ὀργιζομένη, μήτε ἀποθήκας κεκτημένη, ἐν παντελεῖ πραότητι καὶ σωφροσύνῃ, καὶ τῇ ἄκρᾳ ἡσυχίᾳ τὸν ἑαυτῆς ὑπεξάγουσα βίον, μήτε ὅλως τὰ τῶν πέλας περιεργασαμένη, μόνα δὲ τὰ ἴδια πράσσουσα, τῷ ἔργῳ τῷ οἰκείῳ ἠρεμείᾳ τινί, καὶ ἀταράχῳ κέχρηται καταστάσει, μονονουχὶ φωνήν ἀφιεῖσα τοῖς φιλοτίμοις τῆς ἀργίας. ὅτι πᾶς ἄνθρωπος ὁ ἀργεῖν βουλόμενος, μηδὲ ἐσθίειν βουλέσθω. τοσοῦτον δὲ σιωπᾷ, ὥστε Πυθαγόραν ὑπερβαλλόντως νικῆσαι, ὅνπερ Ἕλληνες ὑπὲρ πάντας τοὺς φιλοσόφους θαυμάζουσιν, διὰ τὸ τὴν ἐγκράτειαν τῆς γλώσσης ἐξασκῆσαι. Πυθαγόρας μὲν οὖν κἂν μὴ πρὸς πάντας ἐλάλει, ἀλλάγε τοῖς προσφιλεστάτοις αὐτῷ ἀνθρώποις διελέγετο λαθραίως διὰ χρόνου. καὶ βουσὶ δὲ πολλάκις, καὶ ἀετοῖς ἐφθέγξατο φιλοτίμως, ληρήματά τινα καὶ παραφρονήματα. οἴνου δὲ παντελῶς ἀπεχόμενος, τῷ ὕδατι ἐκέχρητο. αὕτη δὲ τῇ ὑπερεχούσῃ, καὶ ἄκρᾳ ἀφωνίᾳ, ὑπερέβη τὴν Πυθαγόρου τῆς γλώττης ἐγκράτειαν. διέπτυσε δὲ σὺν τῇ οἰνοποσίᾳ, καὶ τὴν ὑδροποσίαν. ἐν τοιαύτῃ τοιγαροῦν καταστάσει ἡσύχῳ διατριβούσῃ τῇ ἀδρανεῖ, καὶ ταπεινῇ ἀράχνῃ, καὶ μηδαμοῦ ἔξω ἀνεχομένῃ περιπατεῖν, μηδὲ περιπλανᾶσθαι τῇ δὲ κἀκεῖσε φανταστικῶς, μηδὲ πονεῖν, καὶ μοχθεῖν ἀπέραντα, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν Κύριος, (οὐδὲν γὰρ τῆς ἀράχνης ἐστὶ ταπεινώτερον) καὶ μέχρις αὐτῆς ἐκτείνων τὴν πρόνοιαν, πέμπει ταύτῃ τὸ καθημέραν βρωμάτιον πλησίον τοῦ σκηνιδίου αὐτῆς παρασκευάζων ἐμπίπτειν εἰς τὰ δίκτυα ταύτης τὰ πρὸς τὴν χρείαν ζωύφια.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν τῇ λαιμαργίᾳ καταδεδουλωμένων, ὅτι ἐγὼ πάνυ πολλὰ ἐσθίω, καὶ ἐπειδὴ πολυδάπανός εἰμι, ἀνάγκη μοι ταῖς μυρίαις τοῦ βίου πραγματείαις ἐμπλέκεσθαι. ἀλλὰ καὶ οὗτος σκοπείτω τὰ κήτη τὰ μεγάλα, τὰ ἐν τῷ Ἀτλαντικῷ βοσκόμενα πελάγει, παρὰ τοῦ Θεοῦ ἀφθόνως τρεφόμενα, καὶ μηδέποτε λιμοῦ πεῖραν λαβόντα. τοσοῦτον γὰρ ἕκαστος αὐτῶν θὴρ καταπίνει τὸ ὅψον, ὅσον μηδέ τις πόλις πολυάνθρωπος τὸ καθημέραν δαπανῆσαι δύναται. πάντα γὰρ, φησι, πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὐκαιρον· οὐκ οὖν καὶ τὸν πολλὰ τρώγοντα, καὶ τὸν βραχυδίαιτον, ὁ Θεὸς ἐστὶν ὁ τρέφων. ταῦτα ἀκούσας καὶ αὐτὸς ὁ τὴν πλατεῖαν, καὶ εὐρύχωρον κεκτημένος κοιλίαν, τῷ Θεῷ, καὶ τῇ πίστει λοιπὸν ὅλον σεαυτὸν ἀνάθες· παντοῖον ἀποτιναξάμενος τοῦ κόσμου περισπασμόν, καὶ νοῦν πολυφρόντιδα, καὶ μηκέτι γίνου ἄπιστος, ἀλλὰ πιστός.

Ἐὰν θέλωμεν τῳόντι εὐαρεστῆσαι Θεῷ, καὶ τὴν μακαριωτάτην φιλιωθῆναι φιλίαν, γυμνὸν τὸν νοῦν ἡμῶν τῷ Θεῷ παραστήσωμεν. μηδὲν ἐπισυρόμενον τοῦ παρόντος αἰῶνος, μὴ τέχνην, μὴ νόημα, μὴ σόφισμα, μὴ δικαιολογίαν κἂν πᾶσαν πεπαιδευμένοι ὦμεν τὴν τοῦ κόσμου σοφίαν. ἀποστρέφεται γὰρ τὸ Θεῖον τοὺς μετὰ οἰηματικοῦ τοῦ τρόπου προσερχομένους αὐτῷ καὶ τῇ κενοδοξίᾳ σιτιζομένους, καὶ πεφυσιωμένους. καλῶς γάρ τινες τῶν ἑρμηνευτῶν, σιτιστήριον καὶ φύσαν, τὸ μάταιον ἐκδεδώκασιν οἴημα.

Πῶς ἂν δυνηθείημεν καταπαλαῖσαι τὴν προκεκρατηκυῖαν ἁμαρτίαν; βίας χρεία. ἀνὴρ γὰρ, φησιν, ἐν πόνοις πονεῖ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν, φιλονεικῶν πάντοτε ἀνωθεῖν πρὸς τὴν ἁγιωσύνην τῶν οἰκείων λογισμῶν. τῇ δὲ βίᾳ τὴν βίαν λύειν, οὐκ ἀπείρηται τοῖς νόμοις. εἰ μὲν οὖν εἰσφέρομεν βίαν τινος σπουδάσματος, εἰ καὶ ἀσθενεστάτην, περιμένομεν δὲ λοιπὸν ἐπελευσομένην ἡμῖν ἐξ ὕψους δύναμιν, καθήμενοι ἐν τοῖς Ἱεροσολύμοις, τουτέστιν ἐν τῇ ἀλήκτῳ εὐχῇ, καὶ ταῖς ἄλλαις ἀρεταῖς, πότε ἥξει πρὸς ἡμᾶς βίαν κραταιάν, οὐδὲν γὰρ δὴ ἀσθενεστάτην κατὰ τὴν ἡμετέραν βίαν ἐργαζομένην. ἀλλὰ βίαν τινὰ φρασθῆναι μὴ δυναμένην διὰ σαρκικῶν χειλέων. νικῶσαν πολλῷ τῷ κράτει, καὶ καταγωνιζομένην, τό τε κάκιστον ἦθος, καὶ τὴν τῶν δαιμόνων κακότητα. νικῶσαν δὲ καὶ τὴν πρὸς τὸ χεῖρον ῥοπὴν τῶν ἡμετέρων ψυχῶν, νικῶσαν δὲ καὶ τὰς ἀπρεπεῖς τοῦ σώματος κινήσεις. ἐγένετο γάρ, φησιν, ἦχος ἐκ τοῦ οὐρανοῦ ὥσπερ φερομένης πνοῆς βιαίας. ἵνα ἐκβιάσηται τὴν κακίαν, τὴν ἀεὶ πρὸς τὸ χεῖρον βιαζομένην ἡμᾶς.

Ἐνεδρεύει ὁ ἐχθρὸς ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, καὶ κρύπτει ἡμῖν παγίδας καὶ θήρατρα, λογισμῶν ἀκαθάρτων, καὶ ἀσεβῶν· ἀλλὰ καὶ ἡμεῖς ἐὰν μὴ ὑπνώττωμεν, δυνησόμεθα μείζονάς τε καὶ χαλεπωτέρας αὐτῷ ἱστάνειν παγίδας, καὶ θήρατρα, καὶ λόχους. εὐχὴ γὰρ καὶ ψαλμός, ἀγρυπνία τε, καὶ ταπεινοφροσύνη, καὶ ἡ πρὸς τοὺς πλησίον διακονία, καὶ ὁ ἔλεος, καὶ ἡ εὐχαριστία, καὶ ἡ τῶν θείων λογίων ἀκρόασις, λόχος τῷ ἐχθρῷ, καὶ παγίς, καὶ βόθρος, καὶ μάστιγες, καὶ ἀγχόνη καὶ θήρατρα γίνεται.

Ἐπὶ πολὺ πάνυ τῆς ἡλικίας προκόψας ὁ θεσπέσιος Δαβίδ, εὐχαριστῶν τῷ ἐκλεξαμένῳ αὐτὸν Θεῷ, φησὶ περὶ τὰ τελευταῖα τῆς εὐλογίας. ὅτι νῦν εὖρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ εὔξασθαι τὴν προσευχὴν ταύτην. τοῦτο δὲ εἴρηται, ἵνα ἡμεῖς μάθωμεν, ὅτι πολλοῦ ἀγῶνος, καὶ χρόνου χρεία ἐν ταῖς προσευχαῖς· ὅπως μόλις εὕρωμεν τὴν ἀπαρενόχλητον τῆς διανοίας κατάστασιν, ἕτερόν τινα ἐγκάρδιον οὐρανὸν ἔνθα οἰκεῖ ὁ Χριστὸς, ὥς φησιν ὁ Ἀπόστολος, ἢ οὐκ ἐπιγινώσκετε ὅτι Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ὑμῖν.

Εἰ Χριστὸς ἡμῖν γέγονε δικαιοσύνη, καὶ σοφία καὶ τὰ ἑξῆς, εὔδηλον, ὅτι καὶ ἀνάπαυσις. δεῦτε γάρ, φησι, πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. καλῶς τοίνυν εἴρηται, ὅτι περ τὸ Σάββατον, τουτέστιν ἡ ἀνάπαυσις, διὰ τὸν ἄνθρωπον γέγονεν. ἐν αὐτῷ γὰρ μόνῳ τῷ Χριστῷ, ἀναπαύσεως τεύξεται τὸ ἀνθρώπινον γένος.

Ὥσπέρ ἐστι ποτήριον πτώσεως καὶ κόνδυ θυμοῦ, οὕτως ἐστὶ καὶ ἀσθενείας ποτήριον, ὅπερ λαβὼν ἀφ᾽ ἡμῶν ὁ Κύριος, τῷ προσήκοντι καιρῷ, δίδωσιν εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἵνα λοιπὸν μηκέτι ἡμεῖς, ἀλλ᾽ οἱ δαίμονες ἀσθενῶσι καὶ πίπτωσι.

Ὥσπερ ἐπὶ τῶν ἔξωθεν πραγμάτων εἰσὶ κολλυβισταί, ὑφανταί, ἰξευταί, πολεμισταί, κατασκευασταί. οὕτω καὶ ἐπὶ τῶν ἔνδον διανοοῦ, ὅτι εἰσὶ καὶ ἐν τοῖς διαλογισμοῖς, κυβευταί, φαρμακευταί, πειραταί, θηρευταί, κοινωταί, φονευταί, καὶ τὰ ἑξῆς. οὕς τινας χρὴ συντόμως προαποκλείειν δι᾽ εὐσεβοῦς ἀντιλογίας καὶ προσευχῆς, καὶ μάλιστα τοὺς κοινωτάς, ἵνα μὴ κοινώσωσι τὸν ἅγιον τόπον, καὶ βεβηλώσωσι τὸν ἄνθρωπον τοῦ Θεοῦ.

Οὐ μόνον γλώσσῃ λῃστεύεται Κύριος πρὸς τὸ σῶσαι, καθάπερ ἐπὶ τοῦ λῃστοῦ βοῶντος ἀπὸ τοῦ σταυροῦ, ἀλλὰ καὶ λογισμῷ. ἔλεγε γάρ, φησιν, ἐν ἑαυτῇ ἡ αἱμόρρους· κἂν ἅψωμαι τὰ κράσπεδα τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ ὁ παῖς τοῦ Ἀβραὰμ περὶ Ρεβέκκας λαλῶν τῷ Θεῷ κατὰ διάνοιαν.

Σχεδὸν αὕτη ἡ ἁμαρτία πρὸς Θεὸν ἐλαύνει τὸν μεταμελούμενον, αἴσθησιν λαμβάνοντα τῆς δυσωδίας, καὶ τοῦ βάρους, καὶ τῆς μανίας αὐτῆς· τὸν δὲ μὴ βουλόμενον εἰς μετάνοιαν ῥέψαι, οὐκ ἐλαύνει πρὸς Θεόν. παρ᾽ ἑαυτῇ δὲ μᾶλλον κρατοῦσα, δεσμοῖς ἀλύτοις καταδεσμεῖ, συντονωτέρους καὶ δριμυτέρους λοιπὸν τοὺς πόθους τῆς ἀπωλείας ἐργαζομένη.

Πρόσεχε σεαυτῷ ἀπὸ τῶν φαρμάκων τῆς Ἰεζάβελ, ὧν μάλιστα εἰσὶν οἱ λογισμοὶ τοῦ τύφου, καὶ ματαίας δόξης. δυνήσῃ δὲ τούτων περιγενέσθαι, τῇ χάριτι τοῦ Θεοῦ, ἐξουδενῶν τὴν ψυχὴν καὶ εὐτελίζων αὐτήν, καὶ ῥίπτων σεαυτὸν ἐνώπιον Κυρίου, καὶ ἐπικαλούμενος αὐτὸν εἰς τὸ βοηθῆσαί σοι, καὶ γινώσκων ὅτι οὐράνιά ἐστι τὰ χαρίσματα, διὸ λέγει· οὐδεὶς δύναται λαμβάνειν οὐδέν, εἰ μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.

Φησὶν ὁ νόμος. ἐὰν δὲ ὦσι μεμαρτυρημένοι αὐτῷ καὶ μὴ ἀφανίσῃ αὐτόν, ἀποτίσει. ἔστιν ὅτε ἐν συμποσίῳ προπηδᾶ ὁ κενόδοξος λογισμός, λαλῆσαι βουλόμενος παρὰ τὸν καιρόν. διαμαρτύρονται δέ σοι οἱ ἀγγελικοὶ λογισμοί, ἀφανίσαι τὸν φιλοφλύαρον καὶ ἄκαιρον λογισμόν. ἐὰν τοίνυν μὴ ἀφανίσῃς αὐτὸν τῇ ἀγαθῇ σιωπῇ, ἀλλὰ παραχωρήσῃς αὐτῷ προελθεῖν εἰς τὸ ἔξω, ὑποχαυνωθεὶς τῷ τύφῳ, τότε λοιπὸν ἀποτίσεις τὸ ὄφλημα. ἢ ἁμαρτίᾳ μεγάλῃ ὑπὸ τῆς δίκης παραδοθείς, ἢ βαρείαις τισὶν ὀδύναις σωματικαῖς, ἢ στιβαραῖς ἀδελφῶν προσκρούσεσιν, ἢ τῇ κατὰ τὸν μέλλοντα αἰῶνα τιμωρίᾳ. καὶ γὰρ ὑπὲρ ἀργοῦ, καὶ κενοδόξου λόγου, λόγον ἀποτίσωμεν διὰ τὴν τῆς γλώσσης ἀπαιδευσίαν. διὸ δεῖ τὴν γλῶτταν ἡμῶν νηφόντως φυλάττειν.

Ὅσοι ἐν ἡδοναῖς τε πειράζονται, καὶ θυμοῖς, καὶ φιλοδοξίᾳ, καὶ τοῖς ἑξῆς, οὗτοι λέγονται τῷ μὲν ἡλίῳ ἡμέρας συγκαίεσθαι, νύκτωρ δὲ τῇ σελήνῃ. εὖξαι τοίνυν τῇ θείᾳ σκεπασθῆναι δροσοβόλῳ νεφέλῃ, ὅπως ἂν τὸν φλογμὸν τῶν ἐχθρῶν διαφύγῃς.

Μηδαμῶς πρὸς σὲ παρρησίαν δῷς τοῖς τῆς οἰνοφλυγίας ὑπασπισταῖς, καὶ δούλοις τῆς ἀτάκτου τραπέζης. μηδὲ τοῖς μετὰ ἀναισχυντίας λαλεῖν σοι βουλομένοις, κἂν πολιοὶ τὸ πρόσωπον ὑπάρχοιεν, κἂν πολὺν χρόνον ἔχοιεν ἐν τῷ μονήρει βίῳ, ἵνα μή, κατὰ τὴν γραφήν, σαπρία καλύψῃ σε, καὶ τοῖς ἀκαθάρτοις, καὶ τὴν καρδίαν ἀπεριτμήτοις συναπαχθῇς.

Πρῶτον ἐγχειρίζεται Πέτρος τὰς κλεῖς, εἶτα συγχωρεῖται πεσεῖν πρὸς τὴν ἄρνησιν, ὥστε σωφρονισθῆναι τῇ πτώσει τὸ φρόνημα. καὶ σὺ τοίνυν ἂν τῆς γνώσεως τὴν κλεῖδα δεξάμενος, ποικίλοις λογισμοῖς περιπίπτῃς, μὴ ξενίζου. δόξαζε δὲ τὸν μόνον σοφὸν ἡμῶν Κύριον, τὸν ταῖς περιπτώσεσι χαλινοῦντα τὴν οἴησιν τὴν ἐπαναβαίνουσαν τῇ θειοτέρᾳ γνώσει. οἱ γὰρ πειρασμοὶ χαλινὸς ὑπάρχουσι, χαλινοῦν δυνάμενοι τὸ ἀνθρώπινον φύσημα, τῇ τοῦ Θεοῦ προνοίᾳ.

Εἰ τὰ καλὰ πολλάκις ἐξ ἡμῶν ἀφαιρεῖται ὁ Κύριος, ὥς περ τὸν πλοῦτον τοῦ Ἰώβ. Κύριος γὰρ ἔδωκε, Κύριος ἔλαβε, πάντως που καὶ τὰ κακὰ ἅπερ ἡμῖν ἐπήγαγεν ὁ αἰώνιος ἐκ χειρὸς ἡμῶν λήψεται. ἀγαθὰ γάρ, φησι, καὶ κακὰ παρὰ Κυρίου· καὶ ὁ ἐπαγαγὼν ἡμῖν τὰ κακά, αὐτὸς ἐπάξει ἡμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ δόξης αἰωνίου. ὥς περ γὰρ ἐγρηγόρουν, φησί, Κύριος· εἰς τὸ καταστρέφειν καὶ κακοποιεῖν ὑμᾶς, καὶ ἀνοικοδομήσω, καὶ οὐ μὴ καθαιρήσω, καὶ φυτεύσω, καὶ οὐ μὴ ἐκτίλω. σιγάτω τοίνυν ἡ δημώδης λέγουσα παροιμία· ἐφ᾽ ᾧ κακῶς, οὐκ ἔστι καλῶς· ὁ γὰρ ἐπὶ τὸ χεῖρον ἀλλοιώσας τὰ πράγματα Κύριος, δύναται πάντως ταῦτα πάλιν ἐπὶ τὸ λαμπρότερον ἀπροσδοκήτως μεταβάλλειν.

Ὁ τοῖς δαίμοσιν εἴτε δι᾽ ἐγκρατείας, εἴτε δι᾽ εὐχῆς, διὰ πάσης ἀρετῆς σφοδρότερον καὶ φιλονεικότερον ἐπεμβαίνων, βαθυτέρας παρ᾽ αὐτῶν τὰς πληγὰς ἀντιλήψεται. μέχρις οὗ καὶ εἰς ἀπευδοκίαν καταστῆναι, ἀπόκριμα τοῦ νοητοῦ θανάτου κατοπτεύων ἐν τῇ ἑαυτοῦ ψυχῇ. ὡς παρεῖναι λέγειν αὐτόν· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; καταναγκάζομαι γὰρ ἀβουλήτως ὑποκύπτειν τοῖς νόμοις τοῦ ἀντιπάλου.

Οὐχ ἁπλῶς προεγράφη ὅτι τινὲς πρὸς ἑαυτοὺς ἔλεγον, ἀνάστητε, καὶ ἥξομεν πρὸς λαὸν πεποιθότα ἐπ᾽ ἐλπίδι, καὶ ἡσυχάζοντα. καὶ πάλιν· δεῦτε ἀναβάντες συλλαλήσωμεν αὐτοῖς γλώσσῃ νοερᾷ δολίᾳ, καὶ ἀποστρέψωμεν αὐτοὺς πρὸς ἡμᾶς ἀπὸ τῆς ἀληθείας. οἱ γὰρ δεινοὶ δαίμονες εἰώθασι παρὰ πᾶσαν τὴν ζωὴν κατὰ τῶν τὸν ἡσύχιον προελομένων βίον, ἀκονᾶν τὰ ξίφη τῶν πειρασμῶν. καὶ μανικώτερον μᾶλλον τοῖς εὐλαβεστέροις τε, καὶ θεοσεβεστέροις ἐπιστρατεύειν εἰς τὴν κατ᾽ αὐτὸ τὸ ἔργον ἁμαρτίαν ὠθοῦντες τούτους, πολέμοις ἀφορήτοις. τάχα κἂν οὕτω δυνηθῶσι τῆς εἰς Χριστὸν πίστεως, καὶ τῆς εὐχῆς, καὶ εὐελπιστίας ἀποστῆσαι τοὺς πεπολεμημένους. ἀλλ᾽ ἡμεῖς, ὥς φησι Δαβίδ, οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἕως οὗ οἰκτειρήσεις ἡμᾶς, καὶ μακρυνθῶσιν ἀφ᾽ ἡμῶν οἱ καταπίνοντες ἡμᾶς. οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ μέχρις ἂν προστάξῃς ἀφ᾽ ἡμῶν ἀπελθεῖν τοὺς πειράζοντας ἡμᾶς, καὶ ζωοποιηθῶμεν δι᾽ ὑπομονῆς, καὶ στερρᾶς ἀπαθείας. διότι πειρατήριόν ἐστιν ὁ βίος τοῦ ἀνθρώπου. καὶ χρόνον τακτὸν πολλάκις ὑπὸ τοὺς πόδας τῶν ἀλλοτρίων πίπτειν ἑτοιμάζεται παρὰ τοῦ ἀγωνοθέτου. μεγαλοφυοῦς δὲ ψυχῆς καὶ γενναίας ἴδιον, τὸ μὴ ἀπογινώσκειν ἐν συμφοραῖς.

Εἰ τοσοῦτον ἰσχύει δαίμων, ὥστε καὶ μὴ θέλοντος τοῦ ἀνθρώπου, μετασκευάζειν τοῦτον καὶ μεταφέρειν πρὸς τὴν οἰκείαν φοράν, τῆς κατὰ φύσιν ἐκστάντα ἀγαθῆς καταστάσεως, πόσον ἰσχύει Ἄγγελος τῷ ὡρισμένῳ καιρῷ τὸ κέλευσμα τοῦ Θεοῦ δεξάμενος, πᾶσαν ἐπὶ τὸ κρεῖττον μεταγαγεῖν τὴν τοῦ ἀνθρώπου διάθεσιν; καὶ ὁ πάμψυχρος βορρᾶς τοσοῦτον ἐξίσχυσεν, ὥστε πρὸς τὴν τῶν λίθων σκληρότητα μεταποιῆσαι τὴν τοῦ ὕδατος ἁπαλωτάτην φύσιν, τί ἂν ποιήσῃ ὁ θερμότατος νότος; εἰ ὁ ἀὴρ λίαν κατεψυγμένος, τὰ πάντα αὐτῷ ὑπεῖξαι καὶ κατασκευάζει. τίς γὰρ ὑποστήσεται κατὰ πρόσωπον ψύχους; πῶς οὐκ ἂν πρὸς ἑαυτὴν ἡ θέρμη τὰ πάντα μεταβάλῃ; τὶ γὰρ ὑποστήσεται κατὰ πρόσωπον θέρμης; πιστεύσωμεν οὖν τὸν ψυχρόν τε, καὶ μέλανα ἄνθρακα τῆς διανοίας ἡμῶν ὀψέποτε, ἢ θᾶττον, θερμόν τε, καὶ φωτοειδῆ ἔσεσθαι τῇ προσβολῇ τοῦ θειοτάτου πυρός.

Ἔστι τις καὶ ἐπὶ τοῦ παρόντος κατάστασις, μαρτύριον καὶ σημεῖον τῷ ἡμετέρῳ ἐν τῷ κρυπτῷ Ἰωσὴφ τιθεμένη ἀπαθείας ἕν ἐσμεν. καθ᾽ ἣν ὁ νοῦς ἐξελθὼν ἐξ αἰγύπτου, ἀφίσταται μὲν τῶν ἐμπαθῶν ἄρσεων, καὶ τῆς ἐν τῷ κοφίνῳ αἰσχροτάτης δουλείας, γλῶσσαν δὲ ἣν οὐκ ἔγνω ἀκούει οὐκ ἔτι γλῶσσαν δαιμόνων ῥυπαράν, καὶ φθαρτικὴν τῆς ὀρθῆς διανοίας, ἀλλὰ γλῶσσαν ἁγίαν φωτοφόρων Ἀγγέλων, μετατυπούντων τὸν νοῦν ἀπὸ τοῦ σώματος ἐπὶ τὸ ἀσώματον· γλῶσσαν φωτιστικὴν τῆς δεχομένης ψυχῆς.

Ἤκουσα τινῶν ἀδελφῶν ἀρρωστούντων τὸ σῶμα ἀνενδότως, καὶ μὴ δυναμένων κεχρῆσθαι τῇ νηστείᾳ, εἰρηκότων πρός με· πῶς δυνάμεθα χωρὶς νηστείας ἀπαλλαγῆναι τοῦ διαβόλου καὶ τῶν παθῶν, πρὸς οὓς λεκτέον· ὅτι οὐ μόνον διὰ τῆς ἀποχῆς τῶν ἐδωδίμων, ἀλλὰ καὶ διὰ κραυγῆς καρδίας ἐκτρίψαι καὶ ἐξοστρακίσαι δυνήσεσθε, τά τε φαῦλα καὶ τοὺς τῶν φαύλων ὑποβολεῖς· ἐκέκραξαν γάρ, φησί, πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐρρύσατο αὐτούς· καὶ πάλιν γέγραπται· ἐκ κοιλίας ἅδου κραυγῆς μου ἤκουσας φωνῆς μου· καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου. διόπερ μέχρις ὅτου παρέλθῃ ἡ ἀνομία, τουτέστιν ἡ ἐνόχλησις τῆς ἁμαρτίας, κεκράξομαί φησι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὅπως μεγίστην εὐεργεσίαν δωρούμενος, αὐτήν τε τὴν προσβολὴν τῆς ἁμαρτίας ἐξαφανίσῃ τῇ ἑαυτοῦ ἐξουσίᾳ, καὶ τὰ τῆς ἐμπαθοῦς διανοίας εἴδωλα ἐξαλείψῇ, καὶ ἀνειδώλους δείξῃ τὰς παρ᾽ 5ἡμῶν κατειδώλους ἀσθενείας· εἰ τοίνυν μὴ εἰληφας χάρισμα ἐγκρατείας, γίνωσκε ὅτι δι᾽ εὐχῆς καὶ ἐλπίδος θέλει σοι ὁ Κύριος εἰσακουσθῆναι δεόμενον· ἐγνωκὼς οὖν τὸ δεσποτικὸν κρίμα, μὴ ἀθύμει ἐπὶ τῇ τῆς ἀσκήσεως ἀδυναμίᾳ· μᾶλλον δὲ δὸς ἐργασίαν ἀπηλάχθαι τοῦ ἐχθροῦ, δι᾽ εὐχῆς, καὶ ὑπομονῆς εὐχαρίστου· ἐὰν οὖν διώκωσιν ὑμᾶς οἱ λογισμοὶ τῆς ἀσθενείας, καὶ τῆς ταλαιπωρίας ἀπὸ τῆς πόλεως τῆς νηστευτρίας, φεύγετε εἰς τὴν ἄλλην· τουτέστιν εἰς τὴν εὐχήν, καὶ εἰς τὴν εὐχαριστίαν.

Φησίν, ὁ Φαραὼ ἱκετεύων, περιελέτω ὁ Θεὸς ἀπ᾽ ἐμοῦ τὸν θάνατον τοῦτον, καὶ εἰσηκούσθη· ὁμοίως δὲ καὶ οἱ δαίμονες παρακαλέσαντες τὸν Κύριον ἵνα μὴ τῇ ἀβύσσῳ παραπεμφθῶσιν, ἔτυχον τοῦ αἰτήματος· πόσῳ μᾶλλον εἰσακουσθήσεται Χριστιανὸς ἄνθρωπος, δεόμενος ἐλευθερίας τυχεῖν τοῦ νοητοῦ θανάτου;

Ὁ χρόνον τινὰ ὑπὸ τῆς θείας φωτιζόμενος καὶ ἀναπαυόμενος χάριτος, μετὰ δὲ τὴν ταύτης ὑποστολήν, ῥεμβασμοῖς περιπίπτων, καὶ γογγύζων διὰ τοῦτο, καὶ μὴ ἀνδριζόμενος, διὰ τῆς ἱκεσίας πάλιν ἐπανακαλέσασθαι τὴν σωτήριον ἐκείνην πληροφορίαν, ἀλλ᾽ ἀποδυσπετῶν, ὅμοιός ἐστι πτωχῷ λαβόντι ἐλεημοσύνην ἀπὸ τοῦ παλατίου, καὶ δυσανασχετοῦντι, διότι οὐκ εἰσῆλθεν ἔσω συναριστῆσαι τῷ βασιλεῖ.

Μακάριοι οἱ μὴ ἰδόντες με καὶ πιστεύσαντες, ὡς μακάριοι οἱ καθ᾽ ὑποστολὴν τῆς χάριτος μὴ εὑρίσκοντες παράκλησιν ἐν ἑαυτοῖς· μᾶλλον δὲ παράτασιν βλέποντες τῶν θλιβερῶν, καὶ σκότος βαθύ, καὶ μὴ ἀπογινώσκοντες· ἀλλὰ πίστει ῥωννύμενοι, ἐν τῷ νομίζειν ὁρᾶν τὸν ἀόρατον καὶ καρτερεῖν γενναίως.

Ἡ κατὰ χάριν Θεοῦ καιρῷ ἰδίῳ μετὰ πολλοὺς ἀγῶνας, καὶ λύπην, καὶ δάκρυα διδομένη οὐρανόθεν τοῖς ταύτην ζητοῦσι ταπεινοφροσύνη, ἰσχυροτέρα καθ᾽ ὑπερβολὴν καὶ μείζων ὑπάρχει τῆς ταπεινώσεως τῆς ἐπιγινομένης τοῖς ἀποπεπτωκόσι τῆς ἀρετῆς ἧς οἱ καταξιωθέντες τέλειοι ἀληθῶς ἄνδρες, καὶ ἀνεπηρέαστοι.

Ὅτε ἀφῆκεν ὁ διάβολος τὸν Κύριον, τότε ἦλθον οἱ Ἄγγελοι καὶ διηκόνουν αὐτῷ· ἰστέον τοίνυν, ὅτι ὥς περ οὐ γέγραπται ἐν τῷ πειράζεσθαι αὐτὸν ὅτι παρῆσαν οἱ Ἄγγελοι, οὕτω καὶ ἡμῶν πειραζομένων, καιρῷ τινί, ὑποχωροῦσιν οὐ μακρὰν οἱ Ἄγγελοι τοῦ Θεοῦ· εἴτα μετὰ τὴν ἀναχώρησιν τῶν πειραζόντων, ἔρχονται πρὸς ἡμᾶς, διακονοῦντες θεῖα νοήματα, στηρίγματα, φωτισμόν, κατάνυξιν, παρηγορίαν, ὑπομονήν, γλυκασμόν, καὶ ὅσα σώζει καὶ ἐνισχύει, καὶ ἀνακτᾶται ψυχὴν κοπιάσασαν· εἴρηται γὰρ τῷ Ναθαναήλ· ὅτι ὄψει τοὺς Ἀγγέλους ἀναβαίνοντας, καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου· τουτέστιν, ἐπὶ τὸ γένος τῶν ἀνθρώπων, ἡ τῶν Ἀγγέλων διακονία καὶ βοήθεια, πλουτίως ἐκχυθήσεται.

Μέμνησο τοῦ ἀρχιερέως ἐκείνου, οὗ ἐκ δεξιῶν ἐστάθη ὁ διάβολος ἀντικεῖσθαι αὐτῷ παντὶ δεξιῷ νοήματι, καὶ λόγῳ, καὶ πράγματι, ὅπως ἂν μὴ θαμβηθῇς ἐπὶ τοῖς συμβαίνουσιν.

Ἐπίστασθαι προσήκει τὸν Μοναχόν, τί μὲν ὑπάρχει ἀσθένεια; κατὰ τὸ ἐλέησόν με ὅτι ἀσθενής εἰμι· τί δὲ ἀποστασία ἀπὸ τοῦ Θεοῦ, ὅπερ νόσημά ἐστι τῷ διαβόλῳ, καὶ τοῖς Ἀγγέλοις αὐτοῦ.

Ὃν τρόπον τὸν σίδηρον ἀψηλάφητον ποιεῖ τοῦ πυρὸς ἡ συνάφεια, οὕτως αἱ πυκναὶ προσευχαὶ ἐρρωμενέστερον παρασκευάζουσι τὸν νοῦν εἰς τὸν πόλεμον τοῦ ἐχθροῦ· διὸ πάσῃ δυνάμει, ὄκνον ἡμῖν ἐμποιεῖν σπουδάζουσιν εἰς τὴν τῆς προσευχῆς προσεδρίαν, εἰδότες ταύτην, ἑαυτῶν μὲν ἐπίβουλον, τοῦ δὲ νοῦ ὑπέρμαχον.

Ἀπεδέξατο Δαβὶδ τὴν προθυμίαν τῶν ἀπὸ τῆς Σικελὰκ συνεξεληλυθότων αὐτῷ ἐπὶ τοὺς ἀλλοφύλους, εἰ καὶ ἀτονήσαντες ἀπέμειναν εἰς τὸν χειμάρρουν Βοσόρ. ἀναστρέψας γὰρ πρὸς αὐτοὺς μετὰ νίκης τῆς κατὰ τῶν βαρβάρων, καὶ ἀκούσας τῶν λεγόντων μὴ δεῖν δοθῆναι μερίδα ἐκ τῶν λαφύρων, τοῖς ἀπὸ ἐκλύσεως καθεσθεῖσιν εἰς τὸν χειμάρρουν, κἀκείνων αἰσχυνομένων, καὶ μηδὲν λαλησάντων, ὑπεραπολογεῖται αὐτῶν ὁ χρηστότατος Δαβὶδ λέγων· ὅτι ἐπὶ τῶν σκευῶν ἐκαθέσθησαν τηροῦντες· διόπερ καὶ τὴν ἴσην αὐτοῖς ἀπένειμεν μερίδα 6τῆς δοθείσης τοῖς ἀνδρείοις καὶ εὐψύχοις πολεμισταῖς. σκόπησον τοίνυν εἴπερ καὶ ἐπὶ ἀδελφοῦ τινός, τὴν μὲν ἀρχὴν θέρμην ἐπιδειξαμένου, ὕστερον δὲ πρὸς μικρὸν ὀκλάσαντος, σκεύη τῆς σωτηρίας νοηθεῖεν, ἡ πίστις, καὶ ἡ μεταμέλεια, ἡ ταπείνωσις, καὶ ὁ κλαυθμός· ἡ ὑπομονή, καὶ ἡ ἐλπίς, καὶ ἡ μακροθυμία, καὶ τὰ ἑξῆς· ἐφ᾽ ὧν τὶς ἀδρανὴς τὸν τρόπον παρακαθεσθεὶς καὶ προσκαρτερήσας τῇ εἰς Χριστὸν προσδοκίᾳ, ὡς εἰκὸς τυγχάνει τινὸς αἰωνίου δωρεᾶς.

Λευΐται μὲν, καὶ Ἱερεῖς κέκληνται, οἱ ὅλου δι᾽ ὅλου ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι, καὶ πράξει, καὶ θεωρίᾳ· κτήνη δὲ Λευϊτῶν λέγονται, οἱ μὴ ἰσχύοντες μὲν κατ᾽ ἴχνος βαίνειν τῶν παθῶν, γλιχόμενοι δὲ τῆς ἀρετῆς καὶ περὶ ταύτην κατὰ τὸ ἐγχωροῦν προθυμούμενοι, καὶ ταύτης ἐπιθυμοῦντες διηνεκῶς κἂν ἀποτυγχάνωσι πολλάκις, διὰ τὸ ὑπὸ τῆς κακίας ἐκνευρισθῆναι· εἰκὸς δὲ καιρῷ τῷ προσήκοντι καὶ τούτους τὸ χάρισμα δέξασθαι τῆς ἀπαθείας, μόνῃ φιλανθρωπίᾳ Θεοῦ· τὴν γὰρ ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος.

Τοὺς αἰκισμούς, οὓς ἐπιφέρει ἡμῖν ὁ ἐχθρὸς εἴτε φανερῶς, εἴτε ἀοράτως, πολλάκις νοοῦμεν, καὶ βλέπομεν· τὰς δὲ βασάνους, καὶ ἀλγηδόνας, ἃς παρ᾽ ἡμῶν ὑφίσταται· κατορθούντων ἡμῶν ἔσθ᾽ ὅτε τὰς ἀρετάς, ἢ μεταμελομένων ἐπὶ πλημμελήμασιν, ἢ μακροθυμούντων καὶ καρτερούντων ἐπὶ τοῖς συμπτώμασιν, ἢ εὐχομένων καὶ τὰ λοιπὰ ἐπιτηδευόντων, ἐφ᾽ οἷς αὐτὸς διαπρίεται, καὶ τιμωρεῖται, καὶ θρηνεῖ, καὶ κόπτεται, ταῦτα πάντα ἡμεῖς κατ᾽ οἰκονομίαν οὐ βλέπομεν, ἵνα μὴ χαυνωθῶμεν. δίκαιον γάρ, φησὶ παρὰ τῷ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλίψιν.

Εἰ τὸ γηρᾶσαν ἐν τῇ γῇ, καὶ ἐν πέτρᾳ στέλεχος, ἀπὸ ὀσμῆς ὕδατος ἀναθάλλει, ὥς περ τὸ νεόφυτον, εἰκὸς καὶ ἡμᾶς ἐξεγειρομένους τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος, ἀναβλαστῆσαι ἀφθαρσίαν, ἣν κατὰ φύσιν εἰλήφαμεν. καὶ ποιῆσαι θερισμόν, καθὼς τὸ νεόφυτον, κἂν εἰς τὸν παλαιὸν κατεπέσαμεν ἄνθρωπον.

Πρὸς τὴν ἀπευδοκήσασαν ἑαυτῆς δι᾽ ὑπερβολὴν πειρασμῶν καὶ ἁμαρτιῶν σμῆνος ψυχήν, καὶ λέγουσαν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν, εἴρηται παρὰ τοῦ μὴ ἀπογινώσκοντος τὴν σωτηρίαν ἡμῶν Θεοῦ τὸ, ζήσεσθε, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. πρὸς δὲ τὴν διαποροῦσαν ψυχήν, πῶς ἄρα δυνήσεται διὰ μεγάλων ἀρετῶν τεκεῖν Χριστόν, λέλεκται· Πνεῦμα, Ἅγιον ἐπελεύσεται ἐπὶ σέ· ὅπου δὲ Πνεύματος Ἁγίου παρουσία, μὴ ζητήσῃς λοιπὸν φύσεως καὶ συνηθείας ἀκολουθίαν καὶ νόμον· παντοδύναμον γὰρ τὸ προσκυνητόν, καὶ Ἅγιον Πνεῦμα, καὶ τὰ μὴ ὑφεστῶτα ὑφίστησί σοι, ὅπως ἂν ἐκπλαγῇς. ἀλλὰ καὶ νικητὴν νυνὶ δείκνυσι τὸν νοῦν, τὴν πρώην νικώμενον· ὁ γὰρ ἄνωθεν ἐρχόμενος ἐφ᾽ ἡμᾶς δι᾽ εὐσπλαγχνίαν παράκλητος, ἐπάνω πάντων ἐστίν· ἐπάνω σε γὰρ πάντων ἵστησι τῶν φυσικῶν κινημάτων, καὶ δαιμονικῶν παθῶν.

Ἀγωνίζου τὴν ἐν τῷ ἡγεμονικῷ σου φωταυγείαν, διαφυλάττειν ἀλύμαντον· ἐὰν ἄρξῃ κατ᾽ ἐμπάθειαν βλέπειν, ἐγνόφωσέ σε Κύριος καὶ ἐξαπέστειλε χαλινὸν τοῦ προσώπου σου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν σου οὐκ ἔστι μετὰ σοῦ· ἀλλ᾽ εἰ καὶ ταῦτα οὕτως ἔχοι, μὴ ἀποκάμῃς, μὴ δὲ ἐκλυθῇς, πρεσβευόμενος σὺν τῷ Ἁγίῳ Δαβίδ, ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου· ἐμοὶ τῷ σκυθρωπάζοντι, σωτήριον τοῦ προσώπου μου καὶ ὁ θεός μου· ἐξαποστελεῖς γὰρ τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Μακάριος, ὅστις ἀπλήστως φάγεται καὶ πίεται εὐχάς, καὶ ψαλμοὺς ἐνταῦθα νυκτὸς καὶ ἡμέρας, καὶ ἐπιρρώσει ἑαυτὸν τῇ ἐνδόξῳ τῆς γραφῆς ἀναγνώσει· ἡ γὰρ τοιαύτη μετάληψις, ἀναδώσει τῇ ψυχῇ ἀμείωτον εὐφροσύνην ἐν τῷ μέλλοντι αἰῶνι.

Πάσῃ δυνάμει ἀσφαλίζου μὴ πίπτειν. τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἰσχυρῷ ἀθλητῇ. ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπήδησον καὶ στῆθι πάλιν εἰς τὸν καλὸν ἀγῶνα κἂν μυριάκις τοῦτο συμβῇ καθ᾽ ὑποστολὴν τῆς χάριτος, μυριάκις κἀκεῖνα ἔστω· τουτέστι τὸ τῆς ἐγέρσεως· καὶ ἕως τῆς τελευτῆς σου. γέγραπται γάρ· ὅτι ἐὰν ἑπτάκις πέσῃ δίκαιος, τουτέστι διαπαντὸς τοῦ βίου, ἑπτάκις ἀναστήσεται· ἕως ὅτε κρατεῖς τὸ ὅπλον τοῦ ἁγίου σχήματος, μετὰ δακρύων καὶ ἱκεσίας τῆς πρὸς τὸν Θεόν, εἰς τοὺς στήκοντας λογίζῃ, κἂν πολλάκις πέπτωκας· ἕως ὅτε παραμένεις μοναχοῖς, ὡς ἀνδρεῖος στρατιώτης κατὰ τῶν ἐμπροσθίων δέχῃ τὰς πληγάς· δι᾽ ὧν καὶ εὐφημηθήσῃ μᾶλλον, ὅτι οὐδὲ πληττόμενος ἠνέχου ἐνδοῦναι ἢ ἀποστῆναι. ἐὰν δὲ ἀποστῇς τῶν Μοναχῶν, κατὰ νώτου πλήττῃ λοιπὸν ὡς φυγάς, καὶ δειλός, καὶ λειποτακτίτης, καὶ ἀπαρρησίαστος.

Χαλεπώτερον τοῦ ἁμαρτάνειν ἐστὶ τὸ ἀπελπίζειν· Ἰούδας γὰρ ὁ προδότης μικρόψυχος ἦν καὶ ἀπειροπόλεμος, καὶ διὰ τοῦτο ἀπογνῶντι αὐτῷ, ἐπιδραμὼν ὁ ἐχθρός, ἀγχόνην περιῆψεν· Πέτρος δὲ ἡ πέτρα ἡ στερεά, φοβερὸν πτῶμα κατενεχθείς, ὡς ἐμπειροπόλεμος οὐκ ἐξελύθη οὐδὲ ἀπέγνω δυσθυμήσας· ἀλλὰ ἀναπηδήσας προσήγαγεν πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης, καὶ τεταπεινωμένης· καὶ παραυτίκα ὁ πολέμιος ἡμῶν θεασάμενος ταῦτα, ὥς περ φλοξὶ σφοδροτάταις τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησεν φεύγων μακράν, καὶ δεινῶς ὀλολύζων.

Πρὸς ταῦτα τὰ τρία μάλιστα ὁ μονάζων, πόλεμον ἔχειν ὀφείλει ἀκήρυκτον· πρὸς τὴν κοιλιομανίαν, καὶ πρὸς τὴν ἀκερδῆ δόξαν καὶ πρὸς τὴν φιλοχρηματίαν, ἥτις ἐστὶν εἰδωλολατρία.

Βασιλεύς τις ἰσραηλίτης, τῶν τρωγλοδυτῶν τὸ ἔθνος, καὶ τοὺς ἄλλους βαρβάρους, ψαλμοῖς, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς κατηγωνίσατο, ἐν τοῖς λόγοις καὶ τοῖς ὀργάνοις Δαβίδ. ἔχεις καὶ σὺ βαρβάρους τρωγλοδύτας, τοὺς εἰς τὰς αἰσθήσεις σου, καὶ τὰ μέλη ἐνδύνοντας δαίμονας, καὶ τὴν σάρκα κολάζοντας διὰ τῆς πυρώσεως. καὶ παρασκευάζοντάς σε ἐμπαθῶς βλέπειν τε, καὶ ἀκούειν, καὶ ὀσφραίνεσθαι, καὶ λαλεῖν ἀπρεπῆ ῥήματα, καὶ ὀφθαλμοὺς μεστοὺς ἔχειν μοιχίας, καὶ συγχεῖσθαι ἔσωθεν, καὶ ἔξωθεν κατὰ τὴν Βαβυλωνίαν· φρόντισον οὖν καὶ αὐτὸς πίστει μεγάλῃ, καὶ ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς ἐνεργοῦντας τὰ κακὰ τρωγλοδύτας ἄρδην ἐξολοθρεῦσαι.

Ὥς περ ἄνθρωπον δι᾽ ἀνθρώπου σώζεσθαι βούλεται ὁ Κύριος, οὕτως καὶ ἄνθρωπον δι᾽ ἀνθρώπου ἀπωλέσθαι σπεύδει ὁ σατανᾶς· διόπερ οὐ χρὴ κολλᾶσθαι ἀνδρὶ καταφρονητῇ, καὶ κακεντρεχεῖ, καὶ μὴ φυλάσσοντι γλῶσσαν, ἵνα μὴ σὺν αὐτῷ εἰς κόλασιν ἀπέλθῃς. μόλις γάρ τις τῷ δικαίῳ ἐγγίζων σωτηρίας τυγχάνει. ἐὰν δέ τις τῷ πονηρευομένῳ συναναστραφῇ μὴ παρατηρούμενος, καθάπερ λοιπόν, καὶ λέπραν ἕτοιμον εὑρήσει ναυάγιον. καὶ τίς λοιπὸν ἐλεήσει τὸν ἱλαρῶς προσεγγίζοντα τῷ δράκοντι; φεῦγε τοίνυν τοὺς ἀπαιδεύτους γλώσσῃ, καὶ τοὺς μαχοσυμβόλους, καὶ τοὺς ταραττομένους τοῖς ἐντός, καὶ τοῖς ἐκτὸς μέλεσι.

Τίς σοφός, καὶ συνετός, καὶ φίλος Θεοῦ κληθῆναι βουλόμενος, ἵνα τὴν ψυχὴν τὴν ἑαυτοῦ σπουδάσῃ παραστῆσαι τῷ Κυρίῳ τοιαύτην, οἵαν αὐτὴν ἔλαβεν παρ᾽ αὐτοῦ, καθαράν, καὶ ἄτρωτον, καὶ ὅλην ἀμώμητον, καὶ διὰ τοῦτο στεφανωθῆ ἐν τοῖς οὐρανοῖς καὶ παρὰ τῶν Ἀγγέλων μακαρισθείη.

Ἓν ῥῆμα ἀγαθόν, τὸν ποτὲ μιαρὸν ἐκεῖνον λῃστήν, καθαρόν, καὶ ἅγιον εἰργάσατο, καὶ εἰς τὸν Παράδεισον εἰσήνεγκεν. καὶ ἓν ῥῆμα ἀπρεπές, ἀπετείχισε τῷ Μωυσῇ τὴν γῆν τῆς ἐπαγγελίας. μὴ οὖν μικρὰν νόσον τὴν γλωσσαλγίαν νομίσωμεν. οἱ γὰρ φιλολοίδοροι καὶ φλύαροι, ἀποκλείουσιν ἑαυτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν. διότι ἀνὴρ γλωσσώδης κἂν ἐνταῦθα κατευθυνθῇ. ἀλλ᾽ ἐκεῖ οὐ μὴ κατευθυνθείη, μᾶλλον δὲ σκελισθείη καὶ κακὰ θηρεύσῃ αὐτὸν εἰς διαφθοράν. καλῶς οὖν ἔλεγε, σοφός τις ἀνήρ, ὅτι κρεῖσσόν ἐστιν πεσεῖν ἀπὸ ὕψους εἰς ἔδαφος, ἢ ἀπὸ γλώσσης. πιστευτέον τοιγαροῦν Ἰακώβῳ τῷ Ἀποστόλῳ γράφοντι· ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, καὶ βραδὺς εἰς τὸ λαλῆσαι.

Ὅπως ἂν μὴ μετεωριζόμεθα ἀπατώμενοι ὑπὸ τῶν αἰσθήσεων περὶ τὴν ματαιότητα, καλὸν προσέχειν τῷ λέγοντι. βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμεῖον τῆς καρδίας σου τὸ ἀποκεκρυμμένον παντὶ αἰσθητῷ νοήματι, τὸ ἀνείδωλον ἐκεῖνον ἐνδιαίτημα, τὸ καταλαμπόμενον τῇ τε ἀπαθείᾳ, καὶ τῷ ἐπισκιασμῷ τῆς ἁγίας χάριτος. ἀπόκλεισον τὴν θύραν σου πᾶσι τοῖς ὁρωμένοις, ἀποκρύβηθι μικρὸν ὅσον, ὅσον, μικρὰ γάρ ἐστι πᾶσα ἡ ἀνθρωπίνη ζωή, καὶ μετὰ τοῦτο λέγει· ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. ὥς περ ἄλλος ἔλεγεν, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. ὀργὴ γὰρ Κυρίου, καὶ ἀνομία, τάχα οὖν οἱ δαίμονες, καὶ τὰ πάθη καὶ τὰ ἁμαρτήματα· καθὰ φησὶ πρὸς τὸν Θεὸν ὁ Ἡσαίας. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. διαφεύγει δὲ τὴν ὀργὴν ταύτην ἄνθρωπος, διηνεκῶς προσέχων τῇ καρδίᾳ ἐν προσευχῇ, καὶ ἐντὸς γενέσθαι τῶν ἀδύτων φιλονεικῶν. ἕλκυσον γάρ, φησι, σοφίαν ὑπὲρ τὰ ἐσώτατα. διότι πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. κοπιῶ δέ, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ. καὶ εἰς ὄρος κληρονομίας, φησίν, εἰς ἕτοιμον κατοικητήριον, ὃ κατειργάσω Κύριε ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.

Ὁ βουλόμενος ἀληθῶς ἀποτάξασθαι, τὸν μακάριον μιμείσθω προφήτην Ἐλισσαῖον, μηδὲν ἑαυτῷ ἀποληψάμενον πρᾶγμα, πολλῷ καὶ πυριφλεγεῖ τῷ πρὸς Θεὸν ἔρωτι. πάντα οὖν τὰ προσόντα αὐτῷ διανειμάτω τοῖς δεομένοις, καὶ οὕτω βαστάσας τὸν σταυρὸν Κυρίου, τῇ προθέσει ἐπειγέσθω πρὸς ἑκούσιον θάνατον, πρόξενον γενόμενον τῆς αἰωνίου 7βασιλείας.

Ὅταν φθάσῃς νοῆσαι, ὅτι ὁ ἀμορραῖος ἰσχύει ἐν σοὶ ὡς δρῦς, δεήθητι τοῦ Κυρίου ἐκτενῶς, ἵνα ξηράνῃ τὸν καρπὸν αὐτοῦ ὑπεράνωθεν, τουτέστι τὴν πρακτικὴν ἁμαρτίαν. καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν, τουτέστι τοὺς ἀκαθάρτους λογισμούς. καὶ ἵνα ἐξάρῃ Κύριος τὸν ἀμορραῖον ἀπὸ προσώπου σου.

Οὐ χρὴ ξενίζεσθαι, ἡνίκα ἂν βλέπητε καταγελῶντας τῆς ἡσυχίας ἡμῶν, τοὺς μὴ δυναμένους ἡσυχάζειν, μᾶλλον δὲ καταψάλλετε αὐτῶν, μὴ μέντοι μνησικακοῦντες. καὶ τὴν πρὸς Θεὸν ὑποταγὴν ὑμῶν σφοδροτέραν ἀντιστήσατε αὐτοῖς, βοῶντες ἐν τῷ ὑμνεῖν. πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου· ἀντὶ γὰρ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην, ὑπὲρ τῆς ἐμαυτοῦ τε, καὶ τῆς ἐκείνων ἰάσεως.

Μὴ πνεύσαντος ἐν τῇ θαλάσσῃ ἀνέμου σκληροῦ, οὐκ ἂν φανείη κῦμα. καὶ μὴ ἐπιδημήσαντος ἡμῖν δαίμονος, οὐ χειμασθῇ πάθεσιν ἡ ψυχή, οὔτε τὸ σῶμα.

Ἐὰν θερμαίνῃ ἀεὶ τῇ προσευχῇ, καὶ τῇ θείᾳ χάριτι, φησὶ πρὸς σὲ ἡ θεία γραφὴ ὡς πρὸς ἐνδεδυμένον τὰ ὅπλα τοῦ φωτός, σοῦ δὲ ἡ στολὴ θερμή. οἱ γὰρ ἐχθροί σου καθάπερ διπλοίδα αἰσχύνην, περιβέβληται καὶ τὴν ταρταρότητα.

Μνήμην λαμβάνων τῶν παραπτωμάτων σου, μὴ ὄκνει τύπτειν τὸ στῆθος. ὅπως ταῖς τοιαύταις πληγαῖς λατομήσῃς τὴν πωρωθεῖσαν καρδίαν, καὶ εὕρῃς τὸ μέταλλον τοῦ τελωνικοῦ χρυσίου, καὶ χαρίσῃ πάνυ ἐπὶ πλούτῳ κρυφίῳ.

Πῦρ τῶν πρὸς τὰ κρείττονα λιτῶν τῆς ἁγίας μελέτης τῶν λογίων τοῦ Πνεύματος, καυθήτω διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριον τῆς ψυχῆς σου.

Ἐὰν ἀεὶ σπουδάζῃς ὑποδεδέσθαι τοὺς πόδας ἐν τῇ ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, οἰκοδομήσεις πάντως καὶ τὸν σεαυτοῦ οἶκον καὶ τὸν τοῦ πλησίον του. ἐὰν δὲ ῥαθυμήσῃς, ἐμπτυθήσῃ ἀοράτως, καὶ κατὰ τὸν νόμον κληρονομήσεις τὸ ὄνομα τοῦ ὑπολυσαμένου τὸ ὑπόδημα.

Εἰ κατὰ τὸν Ἰωάννην, ὁ Θεὸς ἀγάπη ἐστίν, ὁ ἀγαπῶν, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ. ὁ δὲ μισῶν τὸν πλησίον, ἐν τῇ τῆς ἀγάπης διαζεύξει, δῆλον ὅτι τὸ μῖσος ὑφίστησιν. ὁ μισῶν ἄρα τὸν ὁμογενῆ, ἐν τῇ ἀπὸ Θεοῦ ὑπάρχει διαστάσει· εἴπερ ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ, ὁ Θεὸς ἐν αὐτῷ. ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, Ἀμήν.

Notes

  1. ἴσ. τῶν αἰσχρῶν λογισμῶν
  2. ἴσ. ἀμφιρροπίας
  3. ἴσ. καταργοῦσα
  4. ἴσ. εἰς υἱόν
  5. ἴσ. τὰς παρ᾽ ἡμῖν κατειδώλους Ἀθήνας
  6. ἴσ ἴσην τῇ δοθείσῃ
  7. ἴσ ζωῆς

· Contents ·