Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St John of Karpathos, 29. Τοῦ αὐτοῦ τὸ ἑκατοστὸν καὶ τελευταῖον κεφάλαιον.
ΤΟΥ ΑΥΤΟΥ
ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝΝΟΥ
ΚΑΡΠΑΘΙΟΥ
ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ, ΚΑΙ ΠΑΝΥ ΠΑΡΗΓΟΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΟΥΣ ΑΠΟ ΤΗΣ
ΙΝΔΙΑΣ ΠΡΟΤΡΕΨΑΝΤΑΣ ΜΟΝΑΧΟΥΣ, ΤΩΝ Ρ΄. ΚΕΦΑΛΑΙΩΝ
ΤΟΝ ΑΡΙΘΜΟΝ ΣΥΝΑΠΟΠΛΗΡΩΝ
Μὴ θελήσῃς ποτὲ ὑπὲρ Μοναχόν, κοσμικὸν μακαρίσαι, ἔχοντα γυναῖκα, καὶ παῖδας, καὶ ἱλαρευόμενον, διὰ τὸ εὖ ποιεῖν πολλούς, καὶ ἀφθόνως τὴν ἐλεημοσύνην ἐργάζεσθαι, καὶ μηδὲ ὅλως ὑπὸ τῶν δαιμόνων πειράζεσθαι, νομίζων σεαυτὸν ἐκείνου ὑπάρχειν ἐλάττονα πρὸς τὴν τοῦ Θεοῦ εὐαρέστησιν· μηδὲ ταλάνιζε σεαυτόν, ὥσπερ ἀπολλύμενον. οὐ λέγω γὰρ ὅτι ἀμέμπτως βιοῖς, προσκαρτερῶν Μοναχοῖς. ἀλλ᾽ εἰ καὶ πάνυ ἁμαρτωλὸς τυγχάνεις, ἡ θλίψις τῆς ψυχῆς σου καὶ ἡ κακοπάθεια, τιμιωτέρα ἐστὶ παρὰ τῷ Θεῷ, τῆς τοῦ βιωτικοῦ ὑπερβαλλούσης ἀρετῆς. ἡ λύπη σου ἡ πολλή, καὶ ἡ ἀθυμία, καὶ οἱ στεναγμοί, καὶ ἡ ἀδημονία, καὶ τὰ δάκρυα, καὶ ὁ τοῦ συνειδότος βασανισμός, καὶ ἡ ἀπορία τοῦ λογισμοῦ, καὶ τὸ κατακρίνεσθαι τῇ διανοίᾳ, καὶ ὁ κοπετός, καὶ ὁ θρῆνος τοῦ νοός, καὶ ὀλολυγμὸς τῆς καρδίας, καὶ ὁ συντριμμός, καὶ ἡ ταλαιπωρία, καὶ ἡ στυγνότης, καὶ ἡ ἐξουδένωσις· ταῦτα πάντα καὶ τὰ τοιαῦτα, ἅπερ πολλάκις συμβαίνει τοῖς εἰς τὴν σιδηρᾶν κάμινον τῶν πειρασμῶν βαλλομένοις, τιμιώτερά ἐστι, καὶ εὐπροσδεκτότερα καθ᾽ ὑπερβολὴν τῆς εὐαρεστήσεως τοῦ κοσμικοῦ. πρόσεχε οὖν μὴ ὑποπέσῃς τῇ μέμψει τῆς λεγούσης θείας Γραφῆς ἐκ προσώπου σου. ὅτι τί ὠφελήθημεν ἱκέται πορευθέντες ἐνώπιον Κυρίου, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ διατρίβοντες ἀεί; δῆλον ὅτι πᾶς δοῦλος ἐγγὺς ὑπάρχων οἰκοδεσπότου, ἔσθ᾽ ὅτε καὶ μάστιγας λαμβάνει, καὶ κονδήλους, καὶ μέμψεις, καὶ ὀνειδισμούς. οἱ δὲ ἔξω ὄντες, τέως μακρὰν εἰσὶ τῶν πληγῶν ὡς ἀλλότριοι, ἢ ἀμελούμενοι. τί οὖν ὠφελήθημεν, φησίν, ἡμεῖς μὲν θλιβεροῖς περιπίπτοντες ψυχῇ τε, καὶ σώματι οἱ πάντοτε εὐχόμενοί τε καὶ ψάλλοντες; οἱ δὲ μήτε εὐχόμενοι, μήτε ἀγρυπνοῦντες, χαίρουσι, καὶ εὐφραίνονται, καὶ κατευοδοῦνται, καὶ εὐθύμως διεξάγουσι τὸν βίον; καὶ ὡς λέγει ὁ Προφήτης, ἰδοὺ ἀνοικοδομοῦνται οἶκοι ἀλλότριοι, καὶ ἡμεῖς μακαρίζομεν ἀλλοτρίους; καὶ ἐπάγει λέγων. ταῦτα κατελάλήσαν οἱ δοῦλοι τοῦ Θεοῦ, οἱ τὴν γνῶσιν ἔχοντες. ἀλλ᾽ ὅμως χρὴ εἰδέναι, ὅτι οὐδὲν ξένον πάσχουσιν θλιβόμενοι, καὶ διαφόρως λυπούμενοι, τὰ τοῦ δεσπότου αὐτῶν ὑπομένοντες διὰ πολλῶν πειρασμῶν. ἤκουσαν γὰρ αὐτοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις. ἀμὴν λέγω ὑμῖν, ὅτι κλαύσετε, καὶ θρηνήσετε ὑμεῖς οἱ πλησίον μου, ὁ δὲ κόσμος χαρήσεται. ἀλλ᾽ ἔτι μικρόν, καὶ ἐπισκέψομαι ὑμᾶς διὰ τοῦ παρακλήτου, καὶ ἐκδιώξω τὴν ἀθυμίαν ὑμῶν, καὶ ἀνακτήσομαι ὑμᾶς λογισμοῖς οὐρανίου ζωῆς καὶ ἀναπαύσεως, καὶ δάκρυσι γλυκεροῖς, ὧν ὀλίγας ἡμέρας ἐστερήθητε πειραζόμενοι· καὶ ἐπιδώσω ὑμῖν τὸν μαστὸν τῆς χάριτός μου, καθὰ μήτηρ τῷ βρέφει τῷ κλαυθμυριζομένῳ, καὶ ἐνισχύσω ἡμᾶς τῇ ἄνωθεν δυνάμει τοὺς ἐξασθενήσαντας ἐν τῷ πολεμεῖσθαι· καὶ καταγλυκανῶ ὑμᾶς τοὺς πικρανθέντας, ὡς λέγει Ἱερεμίας ἐν τοῖς Θρήνοις περὶ τῆς ἐν κρυπτῷ σου Ἱερουσαλήμ, ἀλλ᾽ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ἡ καρδία ὑμῶν διὰ τῆς κρυπτῆς ἐπισκέψεως, καὶ ἡ θλίψις ὑμῶν εἰς χαρὰν μεταβληθήσεται.
καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς δυνήσεται ἄραι. μὴ οὖν μυωπάζωμεν. μὴ δὲ ἀβλεπτήσωμεν, μακαρίζοντες ὑπὲρ ἡμᾶς κοσμικούς· ἀλλ᾽ ἐπιστάμενοι τὴν διαφορὰν τῶν γνησίων υἱῶν, καὶ τῶν νόθων, μᾶλλον ἀσπασώμεθα τὴν νομιζομένην τῶν Μοναχῶν ἀθλιότητά τε, καὶ σφοδρὰν καταπόνησιν. ἧς τὸ τέλος εἰς ζωὴν αἰώνιον ἐκβαίνει, καὶ εἰς τὸν ἀμαράντινον τῆς δόξης τοῦ Κυρίου στέφανον. ἀσπασώμεθα οὖν τὴν τῶν δοκούντων ἁμαρτωλῶν ἀσκητῶν, ἵνα μὴ λέγω δικαίων, ταλαιπωρίαν· καὶ τὸ παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τουτέστι τῷ τάγματι τῶν δουλευόντων ἀδιαλείπτως τῷ Χριστῷ· καὶ μὴ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν, ἢ συναναστρέφεσθαι τοῖς κοσμικοῖς, κἂν τὰς μεγάλας ποιῶσι δικαιοσύνας. λέγει γὰρ πρὸς σέ, ὦ Μοναχέ, ὁ πατήρ σου ὁ Οὐράνιος, ὁ ὑπεραγαπῶν σε, καὶ θλίβων, καὶ καταπονῶν σε ἐν ποικίλοις πειρασμοῖς, εὖ ἴσθι Μοναχὲ ταλαίπωρε, ὅτι καθὼς διὰ τοῦ Προφήτου ἐλάλησα, ἔσομαί σου παιδευτής, καὶ ἀπαντήσομαί σοι κατὰ τὴν ὁδὸν Αἰγύπτου, τοῖς θλιβεροῖς σε διαγυμνάζων. καὶ τὰς ὁδούς σου τὰς ψεκτὰς φράξω ἐν σκώλοψι τῆς ἐμαυτοῦ προνοίας. νύττων σύμφοραῖς ἀδοκήτοις, καὶ ἐμποδίζων, ἵνα μὴ ἅπερ βούλει τῇ ἀνοήτῳ καρδίᾳ, ταῦτα πάντως καὶ εἰς ἔργον ἐκφέρῃς. καὶ φράξω τὴν θάλασσαν τῶν παθῶν σου, ταῖς πύλαις τῶν ἐμαυτοῦ οἰκτιρμῶν. καὶ ἔσομαί σοι ὥς περ 1θὴρ, κατεσθίων σε λογισμοῖς μέμψεως, καὶ καταγνώσεως, καὶ μεταμελείας ἐν τῇ συναισθήσει τῶν ἠγνοημένων σοι. ταῦτα δὲ πάντα τὰ θλιβερά, μεγίστη χάρις Θεοῦ. οὐ μόνον δὲ πάνθηρ. ἀλλὰ καὶ κέντρον σοι ἐσομαι τοῖς τῆς κατανύξεως λογισμοῖς τιτρῶσκόν σε, καὶ πόνοις καρδιακοῖς, καὶ οὐ μὴ διαλίπῃ ὀδύνη ἐκ τοῦ οἴκου σου, δηλονότι τῆς ψυχῆς καὶ τοῦ σώματος καλῶς καὶ ὠφελίμως ξενομένων τοῖς τοῦ Θεοῦ γλυκέσιν ὄντως, καὶ μελιστάκτοις κολαστηρίοις. τὸ δὲ τέλος τῶν κολάσεων, καὶ τῶν πόνων, καὶ τῆς ἐκταράξεως, καὶ τῆς ἐντροπῆς, καὶ τῶν φόβων, καὶ τῶν ἀπελπισμῶν τῶν ἐπισυμβαίνειν εἰωθότων, τοῖς ἀσκεῖν προθεμένοις, τούτων πάντων τῶν σκυθρωπῶν τὸ τέλος, χαρά ἐστιν ἐπουράνιος, καὶ τρυφὴ ἀνερμήνευτος, καὶ δόξα ἀνεκλάλητος, καὶ ἀγαλλίασις ἀκατάπαυστος. διὰ γὰρ τοῦτο ἔθλιψά σε, φησίν, ἵνα ψωμίσω σε τὸ μάννα τῆς γνώσεως, καὶ ἐλιμαγχόνησά σε, ἵνα εὖ ποιήσω σε ἐπ᾽ ἐσχάτων, καὶ εἰς τὴν ἄνω βασιλείαν εἰσάξω σε. τότε γὰρ σκιρτήσετε οἱ ταπεινοί Μοναχοί, καθάπερ μοσχάρια ἀπολυθέντα τῶν δεσμῶν, παθῶν τε σαρκός, καὶ πειρασμῶν τῶν ἐχθρῶν. καὶ τότε καταπατήσετε τοὺς ἀνόμους δαίμονας, τοὺς νῦν καταπατοῦντας. καὶ ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν. ἐὰν γὰρ θεοσεβὴς καὶ ταπεινόφρων ὑπάρχῃς, μὴ ὑπεραιρόμενος τῷ ματαίῳ ὄγκῳ, μήτε προπετευόμενος ἀλλὰ κατανενυγμένος τῇ καρδίᾳ, καὶ λογιζόμενος ἑαυτὸν ἀχρεῖον δοῦλον εἶναι, καὶ συντετριμμένος τῷ πνεύματι. ἐὰν τοιοῦτος ταπεινόφρων ὑπάρχῃς, διαφορωτέρα ἐστὶν ἡ σή, ὦ Μοναχέ, πλημμέλεια, τῆς δικαιοσύνης τῶν κοσμικῶν.
καὶ ἀναγκαιότερα τὰ σά ῥύπη, τῆς τῶν βιωτικῶν μεγάλης καθάρσεως. τί γὰρ ἐστὶν δι᾽ ὃ θλίβῃ; πάντως μῶμος ὑπάρχει ἐπισυμβάς. ἀλλὰ βλέπε τινὰ ἄνθρωπον πισσωθέντα τὰς χεῖρας, δι᾽ ὀλίγου ἐλαίου καθαρισθέντα. πολλῷ οὖν μᾶλλον σὺ δύνασαι καθαρισθῆναι τῷ ἐλέει τοῦ Θεοῦ. ὥς περ γάρ σοι οὐκ ἔστι δύσκολον πλύναι σου τὸ ἱμάτιον, οὕτως πολὺ μᾶλλον οὐκ ἔστι δυσχερὲς τῷ Κυρίῳ πλύναι σε ἀπὸ παντὸς μώμου, κἂν καθ᾽ ἑκάστην ὡς εἰκὸς ἐγγίνηται ἐξ ἀνάγκης πειρασμός. ἐν γὰρ τῷ λέγειν σε ἥμαρτον τῷ Κυρίῳ, ἀπόκρισις δίδοται ἀφέωνταί σου αἱ ἁμαρτίαι. ἐγὼ εἰμὶ ὁ ἐξαλείφων, καὶ οὐ μὴ μνησθῶ. καθ᾽ ὅσον γὰρ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνα ἀπὸ σοῦ τὰς ἁμαρτίας σου· καὶ καθὼς οἰκτείρει πατὴρ υἱούς, ἐγὼ κατοικτείρω σε. μόνον σὺ μὴ ἀποστῇς μὴ δὲ ἀποπηδήσῃς τοῦ ἐκλεξαμένου σε εἰς τὸ ψάλλειν, καὶ εὔχεσθαι. ἀλλὰ κολλήθητι αὐτῷ ἐν πάσῃ τῇ ζωῇ σου, εἴτε διὰ παρρησίας καθαρᾶς, εἴτε δι᾽ ἀναισχυντίας θεοσεβοῦς, καὶ στερρᾶς αὐτῷ ἐξομολογήσεως. καὶ αὐτός σε καθαρίζει τῷ ἰδίῳ νεύματι. ἃ γὰρ ὁ Θεὸς τῇ ἑαυτοῦ βουλήσει καθαρίζει, οὐδὲ αὐτὸς Πέτρος ὁ μέγας Ἀπόστολος κοινῶσαι δυνήσεται, ἢ 2καταδικάσασθαι. εἴρηται γὰρ πρὸς αὐτόν. ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. οὐ γὰρ ὁ Θεὸς ἐστὶν ὁ τῇ οἰκείᾳ φιλανθρωπίᾳ δικαιώσας ἡμᾶς, τίς ἔσται ὁ κατακρίνων ἡμᾶς; ἐπικαλουμένων γὰρ ἡμῶν τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐμαρῶς καθαρίζεται ἡ συνείδησις ἡμῶν. καὶ οὐδὲν διακρίνει ἀναμέσον ἡμῶν τε, καὶ προφητῶν, καὶ τῶν ἄλλων ἁγίων. οὐ γὰρ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾽ εἰς περιποίησιν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν. ἵνα εἴτε γρηγορῶμεν ἐν ἀρεταῖς, εἴτε καθεύδομεν κατά τινα περίστασιν, ὡς εἰκός, ἔν τισιν ἐλαττώμασιν ἅμα σὺν Χριστῷ ζήσωμεν. πρὸς αὐτὸν ἀναβλέποντες μετὰ μεγάλων στεναγμῶν καὶ ἀποδυρόμενοι ἀκαταπαύστως, καὶ αὐτὸν ἀναπνέοντες. ἐνδυσώμεθα οὖν τὸν τῆς πίστεως θώρακα, καὶ σχῶμεν περικεφαλαίαν ἐλπίδα σωτηρίας, ἵνα μὴ εὕρῃ παρείσδυσιν τὰ βέλη τῆς ἀπογνώσεως, καὶ τῆς ἀνελπιστίας. ἀλλ᾽ αὐτὸς λέγεις ὅτι ὀργίζομαι ὅταν βλέπω μηδὲν πειραζομένους τοὺς κοσμικούς, καὶ δεινῶς διαπρίομαι. ἀλλ᾽ ἴσθι ἀγαπητέ, ὅτι οὐ χρείαν ἔχει ὁ σατανᾶς πειράζειν τοὺς αὐτοπειράστους, καὶ ἀεὶ εἰς τὰ χαμαὶ συρομένους διὰ τῶν βιωτικῶν πραγμάτων. γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τοῖς πειραζομένοις τὰ βραβεῖα ἀπόκεινται, καὶ οἱ στέφανοι. οὐ γὰρ τοῖς μὴ μεριμνῶσι περὶ Θεοῦ; οὐδὲ τοῖς ὑπτίως κειμένοις καὶ ῥέγχουσι κοσμικοῖς. ἀλλ᾽ ἐγώ, φησι, πολλὰ πάνυ πειράζομαι. καὶ αἱ ψόαι μου πιμπλῶνται ἐμπαιγμάτων, καθὼς λέγει ὁ προφήτης. καὶ ταλαιπωρία, καὶ κατάκαμψις, καὶ οὐκ ἔστι ταῖς σαρξὶν ἴασις, καὶ ἐπιμέλεια τοῖς ὀστέοις. καὶ μὴν ἐγγύθεν ὁ μέγας τῶν καμνόντων ἰατρὸς πάρεστιν, ὁ βαστάσας τὰς ἀσθενείας ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἰασάμενος ἡμᾶς καὶ ἰώμενος.
πάρεστι καὶ νῦν ἐπιτιθεὶς τὰ σωτήρια φάρμακα. ἐγὼ γάρ, φησιν, ἐπάταξα δι᾽ ἐγκαταλείψεως, ἐγὼ καὶ ἰάσομαι. μὴ οὖν φοβηθῇς· ὅταν γὰρ ἡ ὀργὴ τοῦ θυμοῦ μου στάξῃ, πάλιν ἰάσομαι. ὡς γὰρ οὐκ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔγγονα τῆς κοιλίας αὐτῆς, οὕτως οὐδὲ ἐγὼ ἐπιλήσομαί σου λέγει Κύριος. εἰ γὰρ τοῦ πετεινοῦ τὰ σπλάγχνα κέχυται ἐπὶ τοὺς νεοσσοὺς αὐτοῦ, καὶ καθ᾽ ὥραν ἐπισκέπτεται αὐτούς, καὶ προσφωνεῖ αὐτοῖς καὶ τροφὴν τῷ στόματι αὐτῶν ἐπιδίδωσι. πολλῷ μᾶλλον οἱ οἰκτιρμοί μου χέονται ἐπὶ τὰ κτίσματά μου. πολὺ δὲ πλέον τὰ ἐμὰ σπλάγχνα ἐπὶ σὲ κέχυνται, καὶ ἐπισκέπτομαί σε λεληθότως. καὶ προσομιλῶ σοι κατὰ νοῦν. καὶ τροφὴν τῇ διανοίᾳ ἐνίημι κεχηνυίᾳ ὡς μικρᾷ χελιδόνι. τροφὴν γάρ σοι χορηγῶ τοῦ φόβου τοῦ κρείττονος, καὶ τροφὴν πόθου ἐπουρανίου, καὶ τροφὴν στεναγμῶν παρηγορίας, καὶ τροφὴν κατανύξεως, καὶ τροφὴν μελῳδίας, καὶ τροφὴν γνώσεως βαθυτέρας, καὶ τροφὴν θείων τινῶν μυστηρίων. ἐὰν δὲ ψεύδωμαι ταῦτα λαλῶν σοι ὁ σὸς δεσπότης καὶ πατήρ, ἔλεγξόν μοι, καὶ ἀνέχομαι. ταῦτα μὲν ὁ Κύριος ἡμῖν ἀεὶ διαλέγεται τοῖς διανοήμασιν. ἐγὼ δὲ ἐπίσταμαι ὅτι ὑπερέβην τὸ μέτρον, πολλὰ γράψας· ἀλλ᾽ ὑμεῖς προετρέψασθέ με τοῦτο ποιῆσαι. ἐπλατύναμεν δὲ τὸν λόγον διὰ στηριγμὸν τῶν κινδυνευόντων ἀπὸ ὀλιγωρίας πεσεῖν. διότι εὑρέθησαν καθὼς ἐγράψατέ μοι, παρ᾽ ὑμῖν τοῖς ἐν τῇ Ἰνδίᾳ, τινὲς τῶν ἀδελφῶν παρὰ τὴν προσδοκίαν, λίαν καταβεβαρημένοι τοῖς πειρασμοῖς, καὶ ἀπολεγόμενοι καὶ τὸν βίον, καὶ τὴν διαγωγὴν τῶν Μοναχῶν. λέγοντες ὑπάρχειν αὐτὴν καταπεπνιγμένην, καὶ μυριοκίνδυνον. καὶ ὅτι φανερῶς τοὺς μὲν κοσμικοὺς ἐμακάρισαν, ἐμέμψαντο δὲ τὴν ἡμέραν, ἐν ᾗ τὸ σχῆμα εἰλήφασι. διὰ τοῦτο κἀγὼ ἠναγκάσθην μακρότερον ποιῆσαι τὸν παρόντα λόγον, καὶ διὰ 3λείων ῥημάτων, ὥστε δύνασθαι καὶ τὸν ἰδιώτην καὶ ἀγράμματον τὰ λεγόμενα νοῆσαι. διὰ τοῦτο πολλὰ γέγραφα, ἵνα τοῦ λοιποῦ μηκέτι κοσμικόν, ἀλλ᾽ ἑαυτοὺς μόνους μακαρίζωσιν οἱ Μοναχοί, οἴτινες χωρὶς πάσης ἀντιλογίας κρείττονες ὑπάρχουσι τῶν τὰ διαδήματα ἐπὶ τῆς κεφαλῆς φορούντων βασιλέων, καὶ λαμπρότεροι, καὶ ἐπιδοξότεροι, ὡς τῷ Θεῷ ἀεὶ προσεδρεύοντες. ἐγὼ δὲ ταῦτα γράψας, ἱκετεύω τὴν ὑμετέραν ἀγάπην, μνήμην μου ἐν ταῖς εὐχαῖς διηνεκῶς ποιεῖσθαι, ὥστε καταξιωθῆναί με τὸν ἐλεεινὸν τῆς τοῦ Κυρίου χάριτος, ἐν τῷ βελτίστῳ καὶ ἀγαθῷ τέλει, περιγραφῆναι τὴν παροῦσαν ζωήν. ὁ δὲ πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, χορηγήσοι ὑμῖν παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθήν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ὑμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Notes
- ἐνἄλλ πατὴρ ἢ πάνθηρ.
- ἐν ἄλλ κατακρίναι.
- ἐν ἄλλ πλείστων.