Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Maximus the Confessor, 36. Ἑκατοντὰς β΄. περὶ ἀγάπης.

ΤΟΥ ΑΥΤΟΥ
ΕΚΑΤΟΝΤΑΣ ΔΕΥΤΕΡΑ

Ὁ Γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσεύχεται. καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. οὐκ εὔχεται δὲ ἀπερισπάστως, ὅ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον.

Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ, πάντως πάθος ἔχει πρὸς αὐτό· οἷον ἐπιθυμίας, ἢ λύπης, ἢ ὀργῆς, ἢ μνησικακίας. καὶ εἰμὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.

Τὰ μὲν πάθη κρατοῦντα τοῦ νοῦ, συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς, καὶ τοῦ Θεοῦ χωρίσαντα, αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. ἡ δὲ τοῦ Θεοῦ ἀγάπῃ κρατήσασα, λύει αὐτὸν τῶν δεσμῶν, καταφρονεῖν πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.

Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δὲ καὶ θεωρίας, ἀῦλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι. ἐκ δὲ τούτου συμβαίνει, τὸ ἀπερισπάστως προσεύχεσθαι.

Οὐκ ἀρκεῖ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰμὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. ἡ μὲν γὰρ, ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δέ, καὶ λήθης καὶ ἀγνοίας αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύξασθαι.

Τῆς καθαρᾶς προσευχῆς δύω εἰσὶν ἀκρόταται καταστάσεις· ἡ μὲν τοῖς πρακτικοῖς, ἡ δὲ τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. καὶ ἡ μὲν ἐκ φόβου Θεοῦ, καὶ ἐλπίδος ἀγαθῆς, τῇ ψυχῇ ἐγγίνεται, ἡ δὲ ἀπὸ θείου ἔρωτος καὶ ἀκροτάτης καθάρσεως. γνωρίσματα δὲ, τοῦ μὲν πρώτου μέτρου, τὸ ἐν τῷ συναγαγεῖν τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων, καὶ ὡς αὐτῷ αὐτοῦ παρισταμένου τοῦ Θεοῦ, ὥσπερ καὶ πάρεστι· ποιεῖσθαι τὰς προσευχὰς ἀπερισπάστως, καὶ ἀνενοχλήτως. τοῦ δὲ δευτέρου, τὸ ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τὸν νοῦν ὑπὸ τοῦ θείου καὶ ἀπείρου φωτός, καὶ μήτε ἑαυτοῦ, μήτε τινὸς ἄλλου τῶν ὄντων τὸ σύνολον ἐπαισθάνεσθαι, εἰμὴ μόνου τοῦ διὰ τῆς ἀγάπης ἐν αὐτῷ τὴν τοιαύτην ἐλλαμψιν ἐνεργοῦντος· τότε δὲ καὶ περὶ τοὺς περὶ Θεοῦ λόγους κινούμενος, καθαρὰς καὶ τρανὰς τὰς περὶ αὐτοῦ λαμβάνει ἐμφάσεις.

Ὅ τις ἀγαπᾷ, τούτου καὶ ἀντέχεται πάντως, καὶ πάντων τῶν πρὸς τοῦτο ἐμποδιζόντων αὐτῷ καταφρονεῖ, ἵνα αὐτοῦ μὴ στερηθῇ. καὶ ὁ τὸν Θεὸν ἀγαπῶν, ἐπιμελεῖται καθαρᾶς προσευχῆς· καὶ πᾶν πάθος πρὸς τοῦτο ἐμποδίζον αὐτῷ ἀποβάλλει ἐξ ἑαυτοῦ.

Ὁ τὴν μητέρα τῶν παθῶν ἀποβαλὼν, φιλαυτίαν, καὶ τὰ λοιπὰ εὐχερῶς, σὺν Θεῷ, ἀποτίθεται, οἷον ὀργήν, λύπην, μνησικακίαν καὶ τὰ ἑξῆς. ὁ δὲ ὑπὸ τοῦ πρώτου κρατούμενος. ὑπὸ τοῦ δευτέρου, κἂν μὴ θέλῃ, τιτρώσκεται· φιλαυτία δὲ ἐστι, τὸ πρὸς τὸ σῶμα πάθος.

Διὰ τὰς πέντε ταύτας αἰτίας, οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους, εἴτε ἐπαινετῶς, εἴτε ψεκτῶς· οἷον, ἢ διὰ τὸν Θεόν, ὡς ὁ ἐνάρετος πάντας, καὶ ὡς ὁ τὸν ἐνάρετον κἂν μήπω ἐνάρετος· ἢ διὰ φύσιν, ὡς οἱ γονεῖς τὰ τέκνα, καὶ ἔμπαλιν· ἢ διὰ κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τὸν δοξάζοντα· ἢ διὰ φιλαργυρίαν, ὡς ὁ τὸν πλούσιον διὰ λῆψιν· ἢ διὰ φιληδονίαν, ὡς ὁ τὴν γαστέρα θεραπευόμενος καὶ τὰ ὑπὸ γαστέρα. καὶ ἡ μὲν πρώτη, ἐπαινετή· ἡ δευτέρα, μέση· αἱ δὲ λοιπαί, ἐμπαθεῖς.

Ἐὰν τινὰς μὲν μισῇς, τινὰς δὲ οὐδὲ ἀγαπᾷς, οὐδὲ μισεῖς, ἑτέρους δὲ ἀγαπᾷς, ἀλλὰ συμμέτρως, ἄλλους δὲ σφόδρα ἀγαπᾷς, ἐκ ταύτης τῆς ἀνισότητος, γνῶθι ὅτι μακρὰν εἶ τῆς τελείας ἀγάπης ἥτις ὑποτίθεται πάντα ἄνθρωπον ἐξίσου ἀγαπῆσαι.

Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν, τουτέστι, πολέμησον ἐχθρούς, ἵνα μειώσῃς τὰ πάθη, ἔπειτα δὲ νῆφε, ἵνα μὴ αὐξήσωσι. καί πάλιν πολέμησον, ἵνα κτήσῃ τὰς ἀρετάς. καὶ μετέπειτα νῆφε, ἵνα αὐτὰς διαφυλάξῃς. καὶ τοῦτο ἂν εἴη, τὸ ἐργάζεσθαι, καὶ φυλάσσειν.

Οἱ κατὰ συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς, ἢ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐκθερμαίνουσιν, ἢ τὸ θυμικὸν ἐκταράσουσιν, ἢ τὸ λογιστικὸν ἐπισκοτίζουσιν, ἢ τὸ σῶμα ὀδύναις περιβάλλουσιν, ἢ τὰ σωματικὰ διαρπάζουσιν.

Ἢ δι᾽ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν, ἢ τοὺς μὴ φοβουμένους τὸν Κύριον καθ᾽ ἡμῶν ἐφοπλίζουσι. καὶ δι᾽ ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀνθρώπων ἰδιάσωμεν, ὥσπερ τὸν Κύριον ἐν τῇ ἐρήμῳ. διὰ τῶν ἀνθρώπων δέ, ὅταν μετὰ τῶν ἀνθρώπων συνδιατρίψωμεν, ὥσπερ καὶ τὸν Κύριον διὰ τῶν Φαρισσαίων. ἀλλ᾽ ἡμεῖς εἰς τὸν τύπον ἡμῶν ἀποβλεπόμενοι, ἀμφοτέρωθεν αὐτοὺς ἀποκρουσώμεθα.

Ὅταν ἄρχηται ὁ νοῦς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καὶ ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτόν, καὶ τοιούτους αὐτῷ λογισμοὺς ὑποβάλλει, οἴους ἀνθρώπων μὲν οὐδείς, μόνος δὲ ὁ τούτου τεχνίτης διάβολος ἐφευρίσκει. τοῦτο δὲ ποιεῖ, φθονῶν τῷ θεοφιλεῖ, ἵνα εἰς ἀπόγνωσιν ἐλθὼν ὡς τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διὰ τῆς συνήθους προσευχῆς πρὸς αὐτὸν ἀναπτῆναι. οὐδὲν δὲ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ πρὸς τὸν ἴδιον σκοπόν, ἀλλὰ καὶ μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται. πολεμούμενοι γὰρ καὶ ἀντιπολεμοῦντες, δοκιμώτεροι, καὶ γνησιώτεροι εἰς τὴν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα. ἡ δὲ ῥομφαία αὐτοῦ, εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, καὶ τὰ τόξα αὐτοῦ συντριβείη.

Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς, κατὰ φύσιν νοεῖ τὰ πράγματα διὰ μέσης τῆς αἰσθήσεως. καὶ οὔτε ὁ νοῦς κακόν, οὔτε τὸ κατὰ φύσιν νοεῖν, οὔτε δὲ τὰ πράγματα, οὔτε ἡ αἴσθησις. Θεοῦ γάρ εἰσι ταῦτα ἔργα. Τί οὖν ἐστι τὸ κακόν; δῆλον ὅτι τὸ πάθος τοῦ κατὰ φύσιν νοήματος, ὅπερ δύναται μὴ εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐὰν ὁ νοῦς γρηγορῇ.

Πάθος ἐστι, κίνησις ψυχῆς παρὰ φύσιν, ἢ ἐπὶ φιλίαν ἄλογον, ἢ ἐπὶ μῖσος ἄκριτον, ἢ τινός, ἢ διά τι τῶν αἰσθητῶν, οἷον ἐπὶ μὲν φιλίαν, ἢ βρωμάτων ἀλόγων, ἢ γυναικός, ἢ χρημάτων, ἢ δόξης παρερχομένης, ἤ τινος ἄλλου τῶν αἰσθητῶν, ἢ διὰ ταῦτα. ἐπὶ μῖσος δὲ, οἷον ἤ τινος τῶν προειρημένων (ὡς εἴρηται) ἄκριτον, ἢ πρός τινα διὰ ταῦτα.

Ἢ πάλιν κακία ἐστίν, ἡ ἐσφαλμένη κρίσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων, οἷον ὡς ἐπὶ τῆς γυναικός, ἡ ὀρθὴ κρίσις τῆς συνουσίας, ὁ σκοπός ἐστι τῆς παιδοποιίας. ὁ οὖν εἰς τὴν ἡδονὴν ἀποβλεψάμενος, ἐσφάλη περὶ τὴν κρίσιν, τὸ μὴ καλὸν, καλὸν ἡγησάμενος· ὁ γοῦν τοιοῦτος παραχρῆται γυναικὶ συνουσιαζόμενος. καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, καὶ νοημάτων ὁμοίως.

Ὅτε τὸν νοῦν σου οἱ δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες, τοῖς τῆς πορνείας λογισμοῖς περικυκλώσωσι, τότε μετὰ δακρύων λέγε πρὸς τὸν δεσπότην· ἐκβαλόντες με νυνί, περιεκύκλωσάν με· τὸ ἀγαλλίαμά μου λύτρωσαί με· ἀπὸ τῶν κυκλωσάντων με, καὶ σώσῃ.

Βαρὺς ὁ τῆς πορνείας δαίμων, καὶ σφοδρῶς ἐπιτίθεται τοῖς κατὰ τοῦ πάθους ἀγωνιζομένοις, καὶ μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης, καὶ ἐν ταῖς συντυχίαις τῶν γυναικῶν. λεληθότως γὰρ τῇ λειότητι τῆς ἡδονῆς ὑποκλέπτων τὸν νοῦν, μετέπειτα ἐπεμβαίνει διὰ τῆς μνήμης ἡσυχάζοντι, τό τε σῶμα ἐμπυρίζων, καὶ ποικίλας μορφὰς τῷ νῷ παριστῶν. διὸ καὶ πρὸς τὴν συγκατάθεσιν τῆς ἁμαρτίας αὐτὸν ἐγκαλεῖται, ἃς ἐὰν θέλῃς μὴ ἐγχρονίζειν ἐν σοὶ, νηστείαν ἀναλαβοῦ, καὶ κόπον, καὶ ἀγρυπνίαν, καὶ τὴν καλὴν ἡσυχίαν μετὰ ἐκτενοῦς προσευχῆς.

Οἱ τὴν ψυχὴν ἡμῶν ἀεὶ ζητοῦντες, διὰ τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν, ἵνα αὐτὴν εἰς τὴν κατὰ διάνοιαν, ἢ τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν ἐμβάλλωσιν. ὅταν οὖν εὕρωσι τὸν νοῦν μὴ παραδεχόμενον, τότε αἰσχυνθήσονται καὶ ἐντραπήσονται. ὅταν δὲ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε ἀποστραφήσονται, καὶ καταισχυνθήσονται σφόδρα διὰ τάχους.

Διακόνου λόγον ἐπέχει, ὁ πρὸς τοὺς ἱεροὺς ἀγῶνας ἀλείφων τὸν νοῦν, καὶ τοὺς ἐμπαθεῖς λογισμοὺς ἀπελαύνων ἀπ᾽ αὐτοῦ. πρεσβυτέρου δὲ, ὁ εἰς τὴν γνῶσιν τῶν ὄντων φωτίζων, καὶ τὴν ψευδώνυμον γνῶσιν ἐξαφανίζων. ἐπισκόπου δὲ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως, καὶ προσκυνήσεως τῆς Ἁγίας Τριάδος.

Ἀσθενοῦσι μὲν οἱ δαίμονες, ὅταν διὰ τῶν ἐντολῶν μειῶνται τὰ πάθη τὰ ἐν ἡμῖν. ἀπόλλυνται δὲ, ὅταν εἰς τέλος διὰ τῆς ἀπαθείας ἐξαφανίζωνται, μηκέτι εὑρίσκοντες, τὰ δι᾽ ὧν ἐν ψυχῇ εὑρίσκοντο καὶ ἐπολέμουν αὐτήν. καὶ τοῦτο ἂν εἴη, τὸ, ἀσθενήσουσι, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.

Οἱ μὲν τῶν ἀνθρώπων διὰ φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται. οἱ δὲ, διὰ κενοδοξίαν. ἄλλοι δὲ, δι᾽ ἐγκράτειαν. ἕτεροι δὲ, διὰ θείων κριμάτων, παθῶν ἐλευθεροῦνται.

Πάντες οἱ λόγοι τοῦ Κυρίου, τὰ τέσσαρα ταῦτα περιέχουσι· τὰς ἐντολάς, τὰ δόγματα, τὰς ἀπειλάς, τὰς ἐπαγγελίας, καὶ πᾶσαν σκληραγωγίαν διὰ ταῦτα ὑπομένομεν· οἷον, νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους, καὶ μόχθους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους, καὶ τὰ ὅμοια. διὰ γὰρ τοὺς λόγους τῶν χειλέων σου, φησίν, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.

Μισθὸς τῆς ἐγκρατείας, ἡ ἀπάθεια. τῆς δὲ πίστεως, ἡ γνῶσις. καὶ ἡ μὲν ἀπάθεια, τίκτει τὴν διάκρισιν· ἡ δὲ γνῶσις, τὴν εἰς Θεὸν ἀγάπην.

Πρακτικὴν μὲν ὁ νοῦς κατορθῶν, εἰς φρόνησιν προκόπτει· θεωρητικὴν δέ, εἰς γνῶσιν. τῆς μὲν γὰρ ἐστιν, εἰς διάκρισιν ἀρετῆς καὶ κακίας φέρειν τὸν ἀγωνιζόμενον· τῆς δέ, εἰς τοὺς περὶ ἀσωμάτων, καὶ σωμάτων λόγους ἄγειν τὸν μέτοχον. τῆς δὲ θεολογικῆς χάριτος τηνικαῦτα καταξιοῦται, ὁπηνίκα τὰ προειρημένα πάντα διὰ τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας, καὶ ἐν θεωρίᾳ γενόμενος, τὸν περὶ αὐτοῦ λόγον διὰ τοῦ Πνεύματος, ὡς ἀνθρωπίνῳ νῷ δυνατόν, διασκοπήσῃ.

Θεολογεῖν μέλλων, μὴ τοὺς κατ᾽ αὐτόν, ζητήσῃ λόγους, οὐ μὴ γὰρ εὕρῃ ἀνθρώπινος νοῦς, ἀλλ᾽ οὐδὲ ἄλλου τινὸς τῶν μετὰ Θεόν· ἀλλὰ τοὺς περὶ αὐτόν, ὡς οἷόν τε διακόπτει· οἷον, τοὺς περὶ ἀϊδιότητος, ἀπειρίας τε, καὶ ἀοριστίας, ἀγαθότητός τε, καὶ σοφίας, καὶ δυνάμεως δημιουργικῆς τε, καὶ προνοητικῆς, καὶ κριτικῆς τῶν ὄντων. οὗτος γὰρ ἐν ἀνθρώποις μέγας θεολόγος, ὁ τούτων τοὺς λόγους κἂν ποσῶς ἐξευρίσκων.

Δυνατὸς ἀνήρ, ὁ τῇ πράξει τὴν γνῶσιν συζεύξας. τῇ μὲν γάρ, τὴν ἐπιθυμίαν μαραίνει, καὶ τὸν θυμὸν ἡμεροῖ· τῇ δὲ, τὸν νοῦν πτεροῖ, καὶ πρὸς Θεὸν ἐκδημεῖ.

Ὅταν λέγῃ ὁ Κύριος, ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν, τὸ ταυτὸν τῆς οὐσίας σημαίνει. ὅταν δὲ πάλιν λέγῃ, ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί, τὸ ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. οἱ οὖν τριθεῖται χωρίζοντες τοῦ πατρὸς τὸν υἱόν, εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. ἢ γὰρ συναΐδιον λέγοντες τῷ πατρὶ τὸν υἱόν, χωρίζοντες δὲ αὐτὸν ἐξ αὐτοῦ, ἀναγκάζονται λέγειν μὴ ἐξ αὐτοῦ γεγενῆσθαι, καὶ ἐμπεσεῖν εἰς τὸ τρεῖς λέγειν Θεοὺς, καὶ τρεῖς ἀρχάς. ἢ ἐξ αὐτοῦ γεγενῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται λέγειν μὴ συναΐδιον εἶναι τῷ πατρί, καὶ ποιῆσαι ὑπὸ χρόνον τὸν τῶν χρόνων δεσπότην. χρὴ γὰρ καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. καὶ γὰρ διαιρεῖται μὲν, ἀλλ᾽ ἀδιαιρέτως κατὰ τὸν αὐτόν, καὶ συνάπτεται μὲν, διῃρημένως δέ. καὶ διὰ τοῦτο, παράδοξος καὶ ἡ διαίρεσις, καὶ ἡ ἕνωσις. ἐπεὶ τί ἔχει τὸ παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώπῳ ἥνωται καὶ κεχώρισται, οὕτω καὶ ὁ υἱὸς τῷ πατρί, καὶ οὐδὲν πλέον.

Ὁ τέλειος ἐν ἀγάπῃ, καὶ εἰς ἄκρον ἀπαθείας ἐλθών, οὐκ ἐπίσταται διαφορὰν ἰδίου καὶ ἀλλοτρίου, ἢ ἰδίας καὶ ἀλλοτρίας, ἢ πιστοῦ καὶ ἀπίστου, ἢ δούλου καὶ ἐλευθέρου, ἢ ὅλως ἄρσενος καὶ θηλείας. ἀλλ᾽ ἀνώτερος τῆς τῶν παθῶν τυραννίδος γενόμενος, καὶ εἰς τὴν μίαν φύσιν τῶν ἀνθρώπων ἀποβλεπόμενος, πάντας ἐξίσου θεωρεῖ, καὶ πρὸς πάντας ἴσως διάκειται. οὐκ ἔστι γὰρ ἐν αὐτῷ Ἕλλην καὶ Ἰουδαῖος, οὐδὲ ἄρσεν καὶ θῆλυ, οὐδὲ δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.

Ἐκ τῶν ὑποκειμένων τῇ ψυχῇ παθῶν, λαμβάνουσιν οἱ δαίμονες τὰς ἀφορμὰς τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας· ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν, καὶ ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν· μετὰ δὲ ταύτης λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες, σὺν αὐτοῖς ὑποχωροῦσιν, μένει δὲ μόνον ἐν τῷ νῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησιν ὁ Κύριος, ὅταν ἰδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, ὅτι τόπος ἅγιος καὶ ναὸς Θεοῦ, ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον ἀνατιθέασι τῆς ἁμαρτίας· ὅτι δὲ καὶ ἱστορικῶς ἤδη ταῦτα γέγονεν, οὐδεὶς τῶν τὰ Ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι, ἀμφιβάλλει. πλὴν τινές φασι καὶ ἐπὶ τοῦ ἀντιχρίστου ταῦτα γενήσεσθαι.

Τρία εἰσι τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ καλά, τὰ φυσικὰ σπέρματα, αἱ ἅγιαι δυνάμεις, καὶ ἡ ἀγαθὴ προαίρεσις. καὶ τὰ μὲν φυσικὰ σπέρματα, ὡς ὅταν ὃ θέλωμεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι, καὶ ἡμεῖς ὁμοίως ποιῶμεν αὐτοῖς, ἢ ὡς ὅταν ἴδωμεν τινὰ ἐν στενώσει ἢ ἐν ἀνάγκῃ, καὶ φυσικῶς ἐλεῶμεν. αἱ δὲ ἅγιαι δυνάμεις, οἷον, ὅταν κινούμενοι ἐπὶ καλῷ πράγματι, εὕρωμεν συνεργίαν ἀγαθήν, καὶ κατευοδώμεθα. ἡ δὲ ἀγαθὴ προαίρεσις, ὡς ὅταν διακρίνοντες τὸ καλὸν ἀπὸ τοῦ κακοῦ, αἱρώμεθα τὸ ἀγαθόν.

Τρία δὲ πάλιν εἰσὶ τὰ κινοῦντα ἡμᾶς ἐπὶ τὰ κακά, τὰ πάθη, οἱ δαίμονες, καὶ ἡ κακὴ προαίρεσις. καὶ τὰ μὲν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγματος παρὰ λόγον, οἷον, ἢ βρώματος παρὰ τὸν καιρόν, ἢ παρὰ τὴν χρείαν, ἢ γυναικὸς παρὰ τὸν σκοπὸν τῆς παιδοποιίας, καὶ τῆς μὴ νομίμου. καὶ πάλιν ὅταν ὀργιζώμεθα, ἢ λυπώμεθα παρὰ τὸ εἰκός, οἷον κατὰ τοῦ ἀτιμάσαντος, ἢ ζημιώσαντος. οἱ δὲ δαίμονες, οἷον, ἐν τῇ ἀμελείᾳ ἡμῶν καιροσκοποῦντες ἐπιτίθενται ἡμῖν, ἄφνω μετὰ πολλῆς σφοδρότητος κινοῦντες τὰ προειρημένα πάθη καὶ τὰ ὅμοια. ἡ δὲ κακὴ προαίρεσις, οἷον, ὅτε ἐν γνώσει τοῦ καλοῦ, τὸ κακὸν ἀνθαιρώμεθα.

Μισθοὶ τῶν πόνων τῆς ἀρετῆς εἰσίν, ἡ ἀπάθεια, καὶ ἡ γνῶσις. αὗται γὰρ πρόξενοι γίνονται βασιλείας Οὐρανῶν, ὡς τὰ πάθη καὶ ἡ ἀγνωσία κολάσεως αἰωνίου. ὁ οὖν τούτους διὰ δόξαν ἀνθρώπων ζητῶν, καὶ μὴ δι᾽ αὐτὸ τὸ καλόν, ἀκούει παρὰ τῆς Γραφῆς αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

Εἰσὶ πολλά τινα φύσει καλὰ ὑπὸ τῶν ἀνθρώπων γινόμενα, ἀλλ᾽ οὐ καλὰ πάλιν διά τινα αἰτίαν, οἷον, νηστεία καὶ ἀγρυπνία, προσευχὴ καὶ ψαλμῳδία, ἐλεημοσύνη καὶ ξενοδοχία, φύσει καλὰ ἔργα εἰσίν, ἀλλ᾽ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκ ἔστι καλά.

Πάντων τῶν πραττομένων ὑφ᾽ ἡμῶν, τὸν σκοπὸν ζητεῖ ὁ Θεός, εἴτε δι᾽ αὐτὸν πράττομεν, εἴτε δι᾽ ἄλλην αἰτίαν.

Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὐ τὰ παρὰ τὸν σκοπὸν τὸν ὀρθὸν πραττόμενα, εἰ καὶ δοκεῖ καλὰ εἶναι, ὁ Θεὸς καλὰ ἀποδίδωσιν, ἀλλὰ τὰ κατὰ τὸν ὀρθὸν δηλονότι. οὐ γὰρ εἰς τὰ γινόμενα, ἀλλ᾽ εἰς τὸν σκοπὸν τῶν γινομένων ἡ τοῦ Θεοῦ κρίσις ἐφορᾷ.

Ὁ τῆς ὑπερηφανίας δαίμων, διπλῆν ἔχει τὴν πονηρίαν, ἢ γὰρ ἑαυτῷ ἀναπείθει τὸν Μοναχὸν ἐπιγράφειν τὰ κατορθώματα, καὶ οὐχὶ τῷ Θεῷ, τῷ καὶ χορηγῷ τῶν καλῶν, καὶ βοηθῷ πρὸς κατόρθωσιν. ἢ τούτῳ μὴ πειθόμενον, τοὺς ἔτι ἀτελεστέρους τῶν Μοναχῶν ἀδελφῶν ὑποβάλλει ἐξουθενεῖν. ἀγνοεῖ δὲ καὶ οὗτος ὁ ἐνεργούμενος, ὅτι τὴν τοῦ Θεοῦ βοήθειαν ἀναπείθει αὐτὸν ἀπαρνεῖσθαι. εἰ γὰρ ἐκείνους ὡς μὴ δυνηθέντας κατορθῶσαι ἐξουθενεῖ, ἑαυτὸν δηλονότι ὡς ἐξ ἰδίας δυνάμεως κατορθώσαντα εἰσάγει, ὅπερ ἐστὶν ἀμήχανον, τοῦ Κυρίου εἰπόντος, χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· ἐπειδὴ ἡ ἡμετέρα ἀσθένεια κινουμένη ἐπὶ τὰ καλά, ἄνευ τοῦ χορηγοῦ τῶν καλῶν εἰς τέλος ἄγειν οὐ δύναται.

Ὁ ἐγνωκὼς τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὗτος εἴληφε πεῖραν τῆς θείας δυνάμεως. καὶ τοιοῦτος δι᾽ αὐτῆς τὰ μὲν κατορθώσας, τὰ δὲ σπεύδων κατορθῶσαι, οὐκ ἐξουθενεῖ ποτὲ οὐδένα ἀνθρώπων. οἶδε γὰρ ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε, καὶ πολλῶν παθῶν καὶ χαλεπῶν, ἠλευθέρωσεν, οὕτω δυνατός ἐστι καὶ πᾶσι βοηθῆσαι ὅτε θέλει, καὶ μάλιστα τοῖς δι᾽ αὐτὸν ἀγωνιζομένοις, εἰ καὶ κρίμασί τισι ὑφ᾽ ἓν πάντας τῶν παθῶν οὐκ ἀπαλλάττει, ἀλλ᾽ ἰδίοις ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἰατρός, ἕκαστον τῶν σπευδόντων ἰᾶται.

Ἐπὶ τῇ τῶν παθῶν ἀνεργησίᾳ, ἡ ὑπερηφανία ἐπισυμβαίνει, ἢ τῶν αἰτιῶν ἀποκοπτομένων, ἢ τῶν δαιμόνων δολουργῶς ὑποχωρούντων.

Πᾶσα σχεδὸν ἁμαρτία, διὰ ἡδονὴν γίνεται, καὶ ἡ ταύτης ἀναίρεσις, διὰ κακοπαθείας καὶ λύπης, ἢ ἑκουσίου διὰ μετανοίας, ἢ οἰκονομικῆς περιφορᾶς διὰ τῆς προνοίας ἐπαγομένης· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

Ὅταν σοι ἔλθῃ ἐξ ἀπροσδοκήτου πειρασμός, μὴ τὸν δι᾽ οὗ αἰτιῶ, ἀλλὰ τὸ διὰ τί ζήτει, καὶ εὑρίσκεις διόρθωσιν. ἐπεί, εἴτε δι᾽ ἐκείνου, εἴτε δι᾽ ἄλλου, πιεῖν εἶχες τῶν τοῦ Θεοῦ κριμάτων τὸ ἀψίνθιον.

Ὡς ὢν κακότροπος, τοῦ κακοπαθεῖν μὴ ἀπαναίνου, ἵνα δι᾽ αὐτοῦ ταπεινωθείς, τὴν ὑπερηφανίαν ἐμέσῃς.

Οἱ μὲν τῶν πειρασμῶν, ἡδονάς, οἱ δέ, λύπας· οἱ δέ, ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσι. κατὰ γὰρ τὴν ἐγκειμένην τῇ ψυχῇ αἰτίαν τῶν παθῶν, καὶ τὸ φάρμακον ὁ ἰατρὸς τῶν ψυχῶν διὰ τῶν αὐτοῦ κριμάτων ἐπιτίθησιν.

Αἱ ἐπιφοραὶ τῶν πειρασμῶν, τοῖς μέν, πρὸς ἤδη γεγονότων ἁμαρτημάτων ἀναίρεσιν· τοῖς δέ, πρὸς νῦν ἐνεργουμένων. ἄλλοις πρὸς μελλόντων ἐνεργεῖσθαι ἀνακοπὴν ἐπάγονται, δίχα τῶν πρὸς δοκιμὴν ἐπισυμβαινόντων, ὡς ἐπὶ τοῦ Ἰώβ.

Ὁ μὲν ἐχέφρων, τῶν θείων κριμάτων τὴν ἰατρείαν ἀναλογιζόμενος, εὐχαρίστως φέρει τὰς διὰ τούτων ἐπισυμβαινούσας αὐτῷ συμφοράς, μηδένα ἄλλον τούτων αἴτιον, ἢ τὰς ἑαυτοῦ ἁμαρτίας λογιζόμενος. ὁ δὲ ἄφρων, τὴν τοῦ Θεοῦ ἀγνοῶν σοφωτάτην πρόνοιαν, ἁμαρτάνων καὶ παιδευόμενος, ἢ τὸν Θεόν, ἢ τοὺς ἀνθρώπους τῶν ἑαυτοῦ κακῶν αἰτίους λογίζεται.

Εἰσί τινα ἱστῶντα τὰ πάθη τῆς κινήσεως, καὶ μὴ ἐῶντα προβῆναι εἰς αὔξησιν· καὶ εἰσὶν ἕτερα, ἐλαττοῦντα, καὶ εἰς μείωσιν ἄγοντα, οἷον, νηστεία, καὶ κόπος, καὶ ἀγρυπνία, οὐκ ἐῶσιν αὔξειν τὴν ἐπιθυμίαν· ἀναχώρησις δέ, καὶ θεωρία, καὶ προσευχή, καὶ ἔρως εἰς Θεόν, ἐλαττοῦσιν αὐτήν, καὶ εἰς ἀφανισμὸν ἄγουσι. καὶ ἐπὶ τοῦ θυμοῦ δὲ ὁμοίως· οἷον, μακροθυμία, καὶ ἀμνησικακία, καὶ πρᾳότης, ἱστῶσι, καὶ οὐκ ἐῶσιν αὐτὸν αὔξειν, ἀγάπη δὲ καὶ ἐλεημοσύνη καὶ χρηστότης καὶ φιλανθρωπία, εἰς μείωσιν ἄγουσιν.

Οὗτινος ὁ νοῦς διὰ παντός ἐστι πρὸς τὸν Θεόν, τούτου καὶ ἡ ἐπιθυμία εἰς τὸν θεῖον ὑπερηύξησεν ἔρωτα, καὶ ὁ θυμὸς ὁλοστὸς εἰς τὴν θείαν μετετράπη ἀγάπην. τῇ γὰρ χρονίᾳ τῆς θείας ἐλλάμψεως μετουσίᾳ, ὅλος φωτοειδὴς γεγονώς, καὶ τὸ παθητικὸν αὐτοῦ μέρος πρὸς ἑαυτὸν συσφίγξας, εἰς ἔρωτα θεῖον, ὡς εἴρηται, ἀκατάληπτον, καὶ ἀγάπην ἀκατάπαυστον ἔστρεψεν, ὅλως ἐκ τῶν ἐπιγείων ἐπὶ τὸ θεῖον μεταγαγών.

Οὐ πάντως ὁ μὴ φθονῶν, μηδὲ ὀργιζόμενος, μηδὲ μνησικακῶν τῷ λυπήσαντι, ἤδη καὶ ἀγάπην ἔχει πρὸς αὐτόν. δύναται γὰρ καὶ μήπω ἀγαπῶν, κακὸν ἀντὶ κακοῦ μὴ ἀποδοῦναι διὰ τὴν ἐντολήν, οὐ πάντως δὲ δύναται καὶ καλὸν ἀνταποδοῦναι κακοῦ ἀβιάστως. τὸ γὰρ ἐκ διαθέσεως καλῶς ποιεῖν τοῖς μισοῦσι, μόνης ἐστὶ τῆς πνευματικῆς τελείας ἀγάπης.

Οὐχ ὁ μὴ ἀγαπῶν τινά, ἤδη πάντως καὶ μισεῖ αὐτόν· οὐδὲ πάλιν ὁ μὴ μισῶν, ἤδη πάντως καὶ ἀγαπᾷ· ἀλλὰ δύναται ὡς μέσος εἶναι πρὸς αὐτόν, τουτέστι, μήτε ἀγαπᾶν, μήτε μισεῖν· τὴν γὰρ ἀγαπητικὴν διάθεσιν, μόνοι οἱ ἐν τῷ ἐννάτῳ κεφαλαίῳ ταύτης τῆς ἑκατοντάδος εἰρημένοι πέντε τρόποι, ἐμποιεῖν πεφύκασιν· ὅτε ἐπαινετός, καὶ ὁ μέσος, καὶ οἱ ψεκτοί.

Ὅταν ἴδῃς τὸν νοῦν σου τοῖς ὑλικοῖς ἡδέως ἐνασχολούμενον, καὶ τοῖς τούτων νοήμασιν ἐμφιλοχωροῦντα, γίνωσκε σεαυτὸν ταῦτα μᾶλλον, ἢ τὸν Θεὸν ἀγαπῶντα· ὅπου γάρ ἐστιν ὁ θησαυρός σου (φησὶν ὁ Κύριος), ἐκεῖ καὶ ἡ καρδία ἔσται.

Νοῦς Θεῷ συναπτόμενος, καὶ αὐτῷ ἐγχρονίζων διὰ προσευχῆς καὶ ἀγάπης, σοφὸς γίνεται, καὶ ἀγαθός, καὶ δυνατός, καὶ φιλάνθρωπος, καὶ ἐλεήμων, καὶ μακρόθυμος, καὶ ἁπλῶς εἰπεῖν, πάντα σχεδὸν τὰ θεῖα ἰδιώματα ἐν ἑαυτῷ περιφέρει· τούτου δὲ ἀναχωρῶν, ἢ κτηνώδης γίνεται, φιλήδονος γεγονώς, ἢ θηριώδης, διὰ ταῦτα τοῖς ἀνθρώποις μαχόμενος.

Κόσμον λέγει ἡ γραφή, τὰ ὑλικὰ πράγματα· καὶ κοσμικοί εἰσιν, οἱ τούτοις τὸν νοῦν ἐνασχολοῦντες, πρὸς οὓς καὶ λέγει ἐντρεπτικώτερον, μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἡ ἐπιθυμία τῆς σαρκός, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί, καὶ τὰ ἑξῆς.

Μοναχός ἐστιν, ὁ τῶν ὑλικῶν πραγμάτων τὸν νοῦν ἀποχωρήσας, καὶ δι᾽ ἐγκρατείας, καὶ ἀγάπης, καὶ ψαλμῳδίας, καὶ προσευχῆς, προσκαρτερῶν τῷ Θεῷ.

Κτηνοτρόφος μέν ἐστι νοητός, ὁ πρακτικός. κτηνῶν γὰρ λόγον ἐπέχουσι τὰ ἠθικὰ κατορθώματα. διὸ καὶ ἔλεγεν ὁ Ἰακώβ, ἄνδρες κτηνοτρόφοι εἰσὶν οἱ παῖδές σου· ποιμὴν δὲ προβάτων, ὁ γνωστικός. προβάτων γὰρ λόγον ἐπέχουσιν οἱ λογισμοὶ ἐπὶ τὰ ὄρη τῶν θεωρημάτων ὑπὸ τοῦ νοῦ ποιμαινόμενοι. διὰ τοῦτο καὶ βδέλυγμα τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων οἷος ταῖς ἐναντίαις δυνάμεσιν.

Ὁ μὲν φαῦλος νοῦς, κινουμένου τοῦ σώματος διὰ τῶν αἰσθήσεων ἐπὶ τὰς ἰδίας ἐπιθυμίας καὶ ἡδονάς, ἐξακολουθεῖ, καὶ συγκατατίθεται ταῖς τούτου φαντασίαις καὶ ὁρμαῖς. ὁ δὲ ἐνάρετος, ἐγκρατεύεται, καὶ κατέχει ἑαυτὸν ἀπὸ τῶν ἐμπαθῶν φαντασιῶν, καὶ ὁρμῶν, καὶ μᾶλλον φιλοσοφεῖ βελτίους ποιῆσαι τὰς τοιαύτας αὐτοῦ κινήσεις.

Τῶν ἀρετῶν, αἱ μέν εἰσι σωματικαί, αἱ δὲ ψυχικαί· καὶ σωματικαὶ μέν εἰσιν, οἷον νηστεία, ἀγρυπνία, χαμευνία, διακονία, ἐργόχειρον πρὸς τὸ μὴ ἐπιβαρῆσαι, ἢ πρὸς μετάδοσιν, καὶ τὰ ἑξῆς· ψυχικαὶ δέ εἰσιν, οἷον ἀγάπη, μακροθυμία, πραότης, ἐγκράτεια, προσευχή, καὶ τὰ ἑξῆς. ἐὰν οὖν ἐκ τινος ἀνάγκης, ἢ περιστάσεως σωματικῆς, οἷον ἀρρωστίας, ἢ τινος τῶν τοιούτων, συμβῇ ἡμῖν μὴ ἐκτελέσαι δυνηθῆναι τὰς προειρημένας σωματικὰς ἀρετάς, συγγνώμην ἔχομεν παρὰ Κυρίου τοῦ καὶ τὰς αἰτίας εἰδότος· τὰς δὲ ψυχικὰς μὴ ἐκτελοῦντες, οὐδὲ μίαν ἕξομεν ἀπολογίαν, οὐ γὰρ εἰσιν ὑπὸ ἀνάγκην.

Ἡ εἰς Θεὸν ἀγάπη, πάσης ἡδονῆς παρερχομένης, καὶ παντὸς πόνου, καὶ λύπης πείθει καταφρονεῖν τὸν μέτοχον αὐτῆς. καὶ πειθέτωσάν σε οἱ ἅγιοι πάντες, τοσαῦτα πεπονθότες διὰ Χριστόν.

Πρόσεχε σεαυτῷ ἀπὸ τῆς μητρὸς τῶν κακῶν φιλαυτίας, ἥτις ἐστὶν ἡ τοῦ σώματος ἄλογος φιλία. ἐκ ταύτης γὰρ εὐλογοφανῶς τίκτονται οἱ πρῶτοι καὶ ἐμπαθεῖς καὶ γενικώτατοι τρεῖς ἐμμανεῖς λογισμοί, ὁ τῆς γαστριμαργίας λέγω, καὶ φιλαργυρίας, καὶ κενοδοξίας, τὰς ἀφορμὰς ἐκ τῆς ἀναγκαίας τοῦ σώματος δῆθεν λαμβάνοντες χρείας· ἐξ αὐτῶν δὲ γεννᾶται ἅπας ὁ τῶν κακῶν κατάλογος. δεῖ οὖν, ὡς εἴρηται, προσέχειν ἀναγκαίως, καὶ ταύτῃ πολεμεῖν μετὰ πολλῆς νήψεως. ταύτης γὰρ ἀναιρουμένης, συναναιροῦνται πάντες οἱ ἐξ αὐτῆς.

Τὸ τῆς φιλαυτίας πάθος, τῷ μὲν Μοναχῷ ἐλεεῖν ὑποτίθεται τὸ σῶμα, καὶ συνελθεῖν παρὰ τὸ προσῆκον εἰς τὰ βρώματα, οἰκονομίας δῆθεν χάριν, καὶ κυβερνήσεως, ἴνα καταμικρὸν παρασυρόμενος εἰς τὸν βόθρον τῆς φιληδονίας ἐμπέσῃ, τῷ δὲ κοσμικῷ ἐντεῦθεν ἤδη πρόνοιαν αὐτῷ ποιεῖσθαι εἰς ἐπιθυμίαν ὑποβάλλει.

Τὴν τῆς προσευχῆς ἀκροτάτην κατάστασιν, ταύτην εἶναι λέγουσιν, τὸ ἔξω σαρκὸς καὶ κόσμου γενέσθαι τὸν νοῦν, καὶ ἀῦλον πάντῃ, καὶ ἀνείδεον ἐν τῷ προσεύχεσθαι. ὁ οὖν ταύτην ἀλώβητον διατηρῶν τὴν κατάστασιν, οὗτος ὄντως ἀδιαλείπτως προσεύχεται.

Ὥσπερ τὸ σῶμα ἀποθνῆσκον πάντως χωρίζεται τῶν τοῦ κόσμου, οὕτω καὶ ἡ ψυχὴ τὴν ἀκροτάτην ἐκείνην τῆς προσευχῆς κατάστασιν μελετῶσα, καὶ ἀποθνήσκουσα, πάντων χωρίζεται τῶν τοῦ κόσμου νοημάτων. ἐὰν γὰρ μὴ τὸν τοιοῦτον ἀποθάνῃ θάνατον μετὰ Θεοῦ εὑρεθῆναι, καὶ ζῆσαι οὐ δύναται.

Μηδείς σε ἀπατήσῃ, Μοναχέ, ὅτι ἔνι σε σωθῆναι ἠδονῇ, καὶ κενοδοξίᾳ δουλεύοντα.

Ὥσπερ τὸ σῶμα διὰ τῶν πραγμάτων ἀμαρτάνει, καὶ ἔχει πρὸς παιδαγωγίαν τὰς σωματικὰς ἀρετάς ἵνα σωφρονῇ· οὕτω καὶ ὁ νοῦς διὰ τῶν ἐμπαθῶν νοημάτων ἁμαρτάνει, καὶ ἔχει ὡσαύτως πρὸς παιδαγωγίαν τὰς ψυχικὰς ἀρετάς, ἵνα καθαρῶς καὶ ἀπαθῶς ὁρῶν τὰ πράγματα, σωφρονῇ.

Ὥσπερ τὰς ἡμέρας διαδέχονται αἱ νύκτες, καὶ τὰ θέρη οἱ χειμῶνες, οὕτω κενοδοξίαν καὶ ἡδονήν, λῦπαι καὶ ὀδύναι, εἴτε ἐν τῷ παρόντι, εἴτε ἐν τῷ μέλλοντι.

Οὐκ ἔστιν ἁμαρτήσαντα ἐκφυγεῖν τὴν μέλλουσαν κρίσιν, ἄνευ ἑκουσίων ἐνταῦθα πόνων, ἢ ἀκουσίων ἐπιφορῶν.

Διὰ πέντε αἰτίας φησὶ παραχωρεῖσθαι ἡμᾶς ὑπὸ Θεοῦ πολεμεῖσθαι ὑπὸ δαιμόνων. καὶ πρώτην μὲν εἶναι φασίν, ἵνα πολεμούμενοι, καὶ ἀντιπολεμοῦντες, εἰς διάκρισιν τῆς ἀρετῆς, καὶ τῆς κακίας ἔλθωμεν. δεύτερον δέ, ἵνα πολέμῳ καὶ πόνῳ τὴν ἀρετὴν κτώμενοι, βεβαίαν αὐτὴν καὶ ἀμετάπτωτον ἔξωμεν. τρίτην δέ, ἵνα προκόπτοντες εἰς τὴν ἀρετήν, μὴ ὑψηλοφρονῶμεν, ἀλλὰ μάθωμεν ταπεινοφρονεῖν. τετάρτην δέ, ἵνα πειρασθέντες τῆς κακίας, τέλειον μῖσος αὐτὴν μισήσωμεν. πέμπτην δὲ ἐπὶ πάσαις, ἵνα ἀπαθεῖς γενόμενοι, μὴ ἐπιλαθώμεθα τῆς οἰκείας ἀσθενείας, μήτε τῆς τοῦ βοηθήσαντος δυνάμεως.

Ὥσπερ τοῦ πεινῶντος ὁ νοῦς ἄρτον φαντάζεται, καὶ τοῦ διψῶντος ὕδωρ, οὕτω καὶ τοῦ γαστριμάργου ποικιλίας ἐδεσμάτων, καὶ τοῦ φιληδόνου, μορφὰς γυναικῶν· καὶ ὁ τοῦ κενοδόξου, τάς ἐξ ἀνθρώπων τιμάς, καὶ τοῦ φιλαργύρου, τὰ κέρδη· καὶ τοῦ μνησικάκου, τὴν ἄμυναν τοῦ λυπήσαντος· καὶ τοῦ φθονεροῦ, τὴν κάκωσιν τοῦ φθονουμένου· καὶ ἐπὶ τῶν ἄλλων παθῶν ὁμοίως. ἐκ γὰρ τῶν παθῶν ὀχλούμενος ὁ νοῦς, λαμβάνει τὰ ἐμπαθῆ νοήματα, καὶ ἐγρηγορότος τοῦ σώματος, καὶ κατὰ τοὺς ὕπνους.

Ὅταν ἡ ἐπιθυμία αὔξῃ τὰς ποιητικὰς τῶν ἡδονῶν ὕλας, ἐν τοῖς ὕπνοις ὁ νοῦς φαντάζεται. ὅταν δὲ ὁ θυμός, τὰ φόβων ποιητικὰ βλέπει πράγματα· αὔξουσι μέντοί τὰ πάθη, οἱ ἀκάθαρτοι δαίμονες, συνεργὸν τὴν ἡμετέραν ἀμέλειαν λαμβάνοντες, καὶ ταῦτα ἐρεθίζοντες· ἐλαττοῦσι δὲ οἱ ἅγιοι Ἄγγελοι, πρὸς τὴν τῶν ἀρετῶν ἡμᾶς κινοῦντες ἐργασίαν.

Τὸ μὲν ἐπιθυμητικὸν τῆς ψυχῆς πυκνότερον ἐρεθιζόμενον, ἕξιν φιληδονίας δυσκίνητον τῇ ψυχῇ ἐντίθησιν. ὁ δὲ θυμὸς συνεχῶς ταρασσόμενος, δειλὸν καὶ ἄνανδρον αὐτὸν ἀπεργάζεται· ἰῶνται δέ, τὸ μέν, ἀσκησις ἐπιτεταμένη, νηστείας, καὶ ἀγρυπνίας, καὶ προσευχῆς· τὸν δὲ, χρηστότης, καὶ φιλανθρωπία, καὶ ἀγάπη, καὶ ἔλεος.

Ἢ διὰ τῶν πραγμάτων οἱ δαίμονες πολεμοῦσιν, ἢ διὰ τῶν ἐν τοῖς πράγμασιν ἐμπαθῶν νοημάτων. καὶ διὰ μὲν τῶν πραγμάτων, τοὺς ἐν τοῖς πράγμασιν ὄντας, διὰ δὲ τῶν νοημάτων, τοὺς τῶν πραγμάτων κεχωρισμένους.

Ὅσον ἐστὶν εὐκοπώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ᾽ ἐνέργειαν, τοσοῦτόν ἐστι βαρύτερος ὁ διὰ τῶν νοημάτων πόλεμος, τοῦ διὰ τῶν πραγμάτων.

Τὰ μὲν πράγματα ἔξωθέν εἰσι τοῦ νοῦ, τὰ δὲ τούτων νοήματα, ἔσωθεν συνίστανται. ἐν αὐτῷ οὖν ἐστι, τὸ εὖ τούτοις χρήσασθαι, ἢ κακῶς. τῇ γὰρ ἐσφαλμένῃ τῶν νοημάτων χρήσει, ἡ παράχρησις τῶν πραγμάτων ἀκολουθεῖ.

Διὰ τῶν τριῶν τούτων λαμβάνει ὁ νοῦς τὰ ἐμπαθῆ νοήματα, διὰ τῆς αἰσθήσεως, διὰ τῆς κράσεως, διὰ τῆς μνήμης· καὶ διὰ τῆς αἰσθήσεως, ὅταν προσβάλλοντα αὐτῇ τὰ πράγματα, πρὸς ἅπερ τὰ πάθη κεκτήμεθα, κινῇ αὐτὸν πρὸς ἐμπαθεῖς λογισμούς. διὰ δὲ τῆς κράσεως, ὅταν ἐξ ἀκολάστου διαίτης, ἢ ἐνεργείας δαιμόνων, ἢ νοσήματός τινος, ἀλλοιουμένη ἡ τοῦ σώματος κράσις, κινῇ αὐτὸν πάλιν πρὸς ἐμπαθεῖς λογισμούς, ἢ κατὰ τῆς πορνείας· διὰ δὲ τῆς μνήμης, ὅταν τῶν πραγμάτων πρὸς ἅπερ πεπόνθαμεν, τὰ νοήματα ἡ μνήμη ἀναφέρῃ, καὶ κινῇ ὁμοίως πρὸς ἐμπαθεῖς λογισμούς.

Τῶν εἰς χρῆσιν παρὰ Θεοῦ δοθέντων ἡμῖν πραγμάτων, τὰ μὲν ἐν τῇ ψυχῇ, τὰ δὲ ἐν τῷ σώματι, τὰ δὲ περὶ τὸ σῶμα εὑρίσκεται· οἷον, ἐν μὲν τῇ ψυχῇ, αἱ δυνάμεις αὐτῆς· ἐν δὲ τῷ σώματι, τὰ αἰσθητήρια, καὶ τὰ λοιπὰ μέλη· περὶ δὲ τὸ σῶμα, βρώματα, κτήματα, χρήματα, καὶ τὰ ἑξῆς. τὸ οὖν εὖ τούτοις χρήσασθαι, ἢ κακῶς, ἢ τοῖς περὶ ταῦτα συμβεβηκόσιν, ἢ ἐναρέτους, ἢ φαύλους ἡμᾶς ἀποφαίνει.

Τῶν ἐν τοῖς πράγμασι συμβεβηκότων, τὰ μέν εἰσι τῶν ἐν τῇ ψυχῇ, τὰ δὲ τῶν ἐν τῷ σώματι, τὰ δὲ περὶ τὸ σῶμα πραγμάτων. καὶ τῶν μὲν ἐν τῇ ψυχῇ οἷον γνῶσις καὶ ἄγνοια, λήθη καὶ μνήμη, ἀγάπη καὶ μῖσος, λύπη καὶ χαρά, καὶ τὰ ἑξῆς. τῶν δὲ ἐν τῷ σώματι, οἷον ἡδονὴ καὶ πόνος, αἴσθησις καὶ πήρωσις, ὑγεία καὶ νόσος, ζωή, καὶ θάνατος, καὶ τὰ τοιαῦτα. τῶν δὲ περὶ τὸ σῶμα, οἷον τεκνία καὶ ἀτεκνία, πλοῦτος καὶ πενία, δόξα καὶ ἀδοξία, καὶ τὰ ἑξῆς. τούτων δὲ τὰ μὲν καλά, τὰ δὲ κακὰ τοῖς ἀνθρώποις νομίζεται· οὐδὲν αὐτῶν κακὸν ὃν τῷ ἰδίῳ λόγῳ, παρὰ δὲ τὴν χρῆσιν, εἴτε κακὰ κυρίως, εἴτε ἀγαθὰ εὑρίσκεται.

Καλὴ ἡ γνῶσις τῇ φύσει, ὁμοίως δὲ καὶ ἡ ὑγεία, ἀλλὰ τἀναντία τοὺς πολλοὺς ἤπερ ταῦτα ὥνησεν. τοῖς γὰρ φαύλοις, οὐκ εἰς καλὸν ἡ γνῶσις συμβαίνει, εἰ καὶ τῇ φύσει (ὡς εἴρηται) ἐστὶ καλή. ὁμοίως δὲ οὐδὲ ἡ ὑγεία, οὐδὲ ὁ πλοῦτος, οὐδὲ ἡ χαρά, οὐ γὰρ συμφερόντως τούτοις κέχρηνται. ἄρα οὖν τἀναντία τούτοις συμφέρει; οὐκοῦν οὐδὲ ἐκεῖνα κακὰ τῷ ἰδίῳ λόγῳ τυγχάνει, εἰ καὶ δοκεῖ κακὰ εἶναι.

Μὴ παραχρῶ τοῖς νοήμασιν, ἵνα μὴ ἐξ ἀνάγκης καὶ τοῖς πράγμασι παραχρήσῃ· ἐὰν γὰρ μή τις πρῶτον κατὰ διάνοιαν 1ἁμαρτάνῃ, οὐκ ἂν ἁμάρτῃ ποτὲ κατ᾽ ἐνέργειαν.

Εἰκὼν τοῦ χοϊκοῦ, αἱ γενικαὶ κακίαι ὑπάρχουσιν, οἷον ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία. εἰκὼν δὲ τοῦ ἐπουρανίου, αἱ γενικαὶ ἀρεταί, οἷον φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη. ἀλλὰ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

Εἰ θέλεις εὑρεῖν τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, ἐν τῇ ὁδῷ αὐτὴν ζήτει, κἀκεῖ αὐτὴν εὑρίσκεις, τῇ εἰπούσῃ, ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ θύρα, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. πλὴν σφόδρα ἐμπόνως ζήτει, διότι ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, καὶ μήπως τῶν ὀλίγων ἀπολειφθείς μετὰ τῶν πολλῶν εὑρεθήσῃ.

Διὰ τὰ πέντε ταῦτα ἡ ψυχὴ ἀπὸ ἁμαρτιῶν ἀνακόπτεται, ἢ διὰ τὸν φόβον τῶν ἀνθρώπων, ἢ διὰ τὸν φόβον τῆς κρίσεως, ἢ διὰ τὴν μέλλουσαν μισθαποδοσίαν, ἢ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, ἢ τελευταῖον διὰ τὴν συνείδησιν τύπτουσαν.

Τινές φασιν, ὅτι οὐκ ἂν ἦν τὸ κακὸν ἐν τοῖς οὖσιν, εἰμή τι δ᾽ ἂν ἑτέρα τις ἦν δύναμις ἡ ἀνθέλκουσα ἡμᾶς ἐπ᾽ αὐτό. αὕτη δέ ἐστιν οὐδὲν ἕτερον, ἢ ἡ τῶν κατὰ φύσιν τοῦ νοῦ ἐνεργειῶν ἀμέλεια. διόπερ οἱ τούτων τὴν ἐπιμέλειαν ποιούμενοι, τὰ μὲν καλά, ἀεὶ ποιοῦσι, τὰ δὲ κακά, οὐδέποτε. εἰ οὖν θέλεις καὶ σὺ, ἄπωσαι τὴν ἀμέλειαν, καὶ συναπελαύνεις τὴν κακίαν, ἥτις ἐστὶν ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων.

Κατὰ φύσιν ἐστὶ τοῦ ἐν ἡμῖν λογικοῦ μέρους, τό τε ὑποταγῆναι τῷ θείῳ λόγῳ, καὶ τὸ ἄρχειν τοῦ ἐν ἡμῖν ἀλόγου μέρους. αὕτη οὖν ἡ τάξις ἐν πᾶσι φυλαχθήτω, καὶ οὔτε τὸ κακὸν ἔσται ἐν τοῖς οὖσιν, οὔτε τὸ ἐπ᾽ αὐτὸ ἀνθέλκον εὑρεθήσεται.

Οἱ μὲν τῶν λογισμῶν, ἁπλοῖ εἰσίν. οἱ δὲ, σύνθετοι. καὶ ἁπλοῖ μέν εἰσιν, οἱ ἀπαθεῖς, σύνθετοι δὲ, οἱ ἐμπαθεῖς, ὡς ἐκ πάθους καὶ νοήματος συγκείμενοι. τούτων οὕτως ἐχόντων, πολλὰ τῶν ἁπλῶν ἐστὶν ἰδεῖν ἑπόμενα τοῖς συνθέτοις, ὅταν ἄρξωνται κινεῖσθαι πρὸς τὸ κατὰ διάνοιαν ἁμαρτάνειν· οἷον ὡς ἐπὶ τοῦ χρυσίου, ἀνέβη ἐπὶ τὴν μνήμην τινός, λογισμὸς περὶ χρυσίου ἐμπαθής, καὶ ὥρμησε τῇ διανοίᾳ ἐπὶ τὸ κλέπτειν, καὶ ἀπετέλεσε κατὰ νοῦν τὴν ἁμαρτίαν. συνείποντο δὲ τῇ μνήμῃ τοῦ χρυσίου, καὶ ἡ μνήμη τοῦ βαλλαντίου, καὶ σκεβρίου κουβουκλείου, καὶ τῶν ἑξῆς. καὶ ἡ μὲν μνήμη τοῦ χρυσίου, ἦν σύνθετος, (εἶχε γὰρ τὸ πάθος) ἡ δὲ τοῦ βαλλαντίου καὶ τοῦ σκεβρίου, καὶ τῶν ἑξῆς, ἁπλῆ. οὐ γὰρ εἶχε πρὸς αὐτὰ πάθος ὁ νοῦς. καὶ ἐπὶ παντὸς δὲ λογισμοῦ, ὁμοίως ἔχει, ἐπί τε κενοδοξίας, καὶ ἐπὶ γυναικός, καὶ τῶν λοιπῶν. οὐ γὰρ πάντες οἱ συνεπόμενοι τῷ ἐμπαθεῖ λογισμῷ λογισμοί, καὶ ἐμπαθεῖς εἰσίν, ὡς ἀπέδειξεν ὁ λόγος. ἐκ τούτων οὖν δυνάμεθα γνῶναι, ποῖα τὰ ἐμπαθῆ νοήματα, καὶ ποῖα τὰ ἄλλα.

Τινὲς μέν φασιν ὅτι τῶν μορίων τοῦ σώματος καθαπτόμενοι οἱ δαίμονες κατὰ τοὺς ὕπνους, κινοῦσι τὸ πάθος τῆς πορνείας. εἶτα τὸ πάθος κινούμενον, ἀναφέρει τὴν μορφὴν τῆς γυναικὸς διὰ τῆς μνήμης ἐπὶ τὸν νοῦν. τινὲς δὲ, ὅτι τῷ μὲν νῷ ἐν σχήματι γυναικός, παραφαίνονται, τῶν δὲ μορίων τοῦ σώματος καθαπτόμενοι, τὴν ὄρεξιν κινοῦσι, καὶ οὕτω γίνονται αἱ φαντασίαι. ἕτεροι δὲ πάλιν, ὅτι τὸ πάθος τὸ ἐπικρατοῦν ἐν τῷ πλησιάζοντι δαίμονι, κινεῖ τὸ πάθος· καὶ οὕτως ἀνάπτεται πρὸς λογισμοὺς ἡ ψυχή, ἀναφέρουσα τὰς μορφὰς διὰ τῆς μνήμης. καὶ ἐπὶ τῶν ἄλλων δὲ ἐμπαθῶν φαντασιῶν, ὁμοίως· οἱ μὲν οὕτως, οἱ δὲ οὕτως συμβαίνειν φασί· πλὴν ἐν οὐδενὶ τῶν εἰρημένων τρόπων, ἰσχύουσι πάθος τὸ οἱονδήποτε κινῆσαι οἱ δαίμονες, παρούσης τῇ ψυχῇ ἀγάπης, καὶ ἐγκρατείας, οὔτε ἐγρηγορότος τοῦ σώματος, οὔτε κατὰ τοὺς ὕπνους.

Τὰ μὲν, τῶν τοῦ νόμου ἐντολῶν, καὶ σωματικῶς καὶ πνευματικῶς ἀνάγκη φυλάττειν. τὰ δὲ, πνευματικῶς μόνον· οἷον τὸ, οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, καὶ τὰ ὅμοια, καὶ σωματικῶς, καὶ πνευματικῶς χρὴ φυλάττειν· καὶ πνευματικῶς δὲ τρισσῶς. τὸ δὲ περιτέμνεσθαι, καὶ φυλάττειν τὸ σάββατον, καὶ σφάξαι τὸν ἀμνόν, καὶ ἔδεσθαι ἄζυμα ἐπὶ πικρίδων, καὶ τὰ ὅμοια, πνευματικῶς μόνον.

Τρεῖς εἰσιν ἠθικαὶ καταστάσεις γενικώτεραι ἐν τοῖς μοναχοῖς. καὶ πρώτη μὲν, τὸ μηδὲν ἁμαρτάνειν κατ᾽ ἐνέργειαν. δευτέρα δὲ, τὸ μὴ ἐγχρονίζειν ἐν τῇ ψυχῇ τοὺς ἐμπαθεῖς λογισμούς, τρίτη δὲ, τὸ τὰς μορφὰς τῶν γυναικῶν, καὶ τῶν λυπησάντων ἀπαθῶς θεωρεῖν κατὰ διάνοιαν.

Ἀκτήμων ἐστίν, ὁ ἀποταξάμενος πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, καὶ μηδὲν τὸ σύνολον ἐπὶ γῆς κεκτημένος, πλὴν τοῦ σώματος· καὶ τὴν πρὸς αὐτὸ δὲ σχέσιν διαρρήξας, τῷ Θεῷ καὶ τοῖς εὐσεβέσι τὴν ἑαυτοῦ κατεπίστευσεν οἰκονομίαν.

Τῶν κτωμένων, οἱ μὲν ἀπαθῶς κτῶνται· διὸ καὶ στερούμενοι αὐτῶν, οὐ λυποῦνται, ὡς οἱ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων αὐτοῖς μετὰ χαρᾶς προσδεξάμενοι. οἱ δὲ ἐμπαθῶς κτῶνται, διότι καὶ μέλλοντες στέρεῖσθαι, περίλυποι γίνονται· ὡς ὁ ἐν τῷ εὐαγγελίῳ πλούσιος, ἀπῆλθε λυπούμενος, εἰ δὲ καὶ στεροῦνται, μέχρι θανάτου λυποῦνται. τοῦ οὖν ἀπαθοῦς καὶ τοῦ ἐμπαθοῦς τὴν διάθεσιν, ἡ στέρησίς ἐλέγχει.

Τοὺς μὲν ἄκρως προσευχομένους, πολεμοῦσιν οἱ δαίμονες, ἵνα τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων ψιλὰ μὴ ἀναλαμβάνωσι. τοὺς δὲ γνωστικούς, ἵνα ἐγχρονίζωσιν αὐτοῖς οἱ ἐμπαθεῖς λογισμοί. τοὺς δὲ περὶ τὴν πρᾶξιν ἀγωνιζομένους, ἵνα πείσωσιν αὐτοὺς κατ᾽ ἐνέργειαν ἁμαρτάνειν. παντὶ δὲ τρόπῳ πρὸς πάντας ἀγωνίζονται, ἵνα ἀπὸ τοῦ Θεοῦ οἱ δείλαιοι τοὺς ἀνθρώπους χωρίσωσιν.

Οἱ κατὰ τὸν βίον τοῦτον ὑπὸ τῆς θείας προνοίας εἰς εὐσέβειαν ἐγγυμναζόμενοι, διὰ τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον, ἢ διὰ τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπὶ ὑγείας, καὶ κάλλους, καὶ εὐτεκνίας, καὶ χρημάτων, καὶ δόξης, καὶ τῶν ὁμοίων· ἢ διὰ τῆς τῶν λυπηρῶν ἐπιφορᾶς, οἷον στερήσεως τέκνων, καὶ χρημάτων, καὶ δόξης· ἢ διὰ τῶν ὀδύνας ἐμποιούντων τῷ σώματι, οἷον νοσημάτων, καὶ βασάνων, καὶ τῶν ἑξῆς. καὶ πρὸς μὲν τοὺς πρώτους λέγει ὁ Κύριος, εἴτις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής. πρὸς δὲ τοὺς δευτέρους καὶ τρίτους, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Τὰ τέσσαρα ταῦτά φασιν ἀλλοιοῦν τὴν κράσιν τοῦ σώματος, καὶ διδόναι τῷ νῷ λογισμούς, εἴτε ἐμπαθεῖς δι᾽ αὐτῆς, εἴτε ἀπαθεῖς· οἷον, τοὺς Ἀγγέλους, τοὺς δαίμονας τοὺς ἀέρας, τὴν δίαιταν. καὶ τοὺς μὲν Ἀγγέλους λόγῳ φασὶν ἀλλοιοῦν, τοὺς δὲ δαίμονας δι᾽ ἐπαφῆς, τοὺς δὲ ἀέρας ταῖς μεταβολαῖς, τὴν δὲ δίαιταν ταῖς τῶν βρωμάτων ποιότησι, καὶ πλεονασμῷ καὶ ἐλαττώσει· πάρεξ τῶν διὰ μνήμης, καὶ ἀκοῆς, καὶ ὁράσεως συμβαινουσῶν αὐτῇ ἀλλοιώσεων, πρωτοπαθούσης τῆς ψυχῆς ἐκ τῶν συμπιπτόντων αὐτῇ λυπηρῶν, χαροποιῶν. καὶ ἐκ τούτων μὲν πάσχουσα ἡ ψυχή, ἀλλοιοῖ τὴν κρᾶσιν τοῦ σώματος ἐκ δὲ τῶν προειρημένων ἡ κρᾶσις ἀλλοιουμένη, παρέχει τῷ νῷ λογισμούς.

Θάνατος μέν ἐστι κυρίως ὁ τοῦ Θεοῦ χωρισμός, κέντρον δὲ θανάτου ἡ ἁμαρτία. ὃ δεξάμενος ὁ Ἀδὰμ ὁμοῦ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ ἐξόριστος γίνεται, ᾧ ἐπηκολούθησεν ἐξ ἀνάγκης καὶ ὁ τοῦ σώματος θάνατος. ζωὴ δὲ κυρίως ἐστὶν ὁ εἰπών, ἐγώ εἰμι ἡ ζωή. οὗτος ἐν τῷ θανάτῳ γινόμενος, τὸν νέκρωθέντα πάλιν εἰς τὴν ζωὴν ἐπανήγαγεν.

Ὁ λόγους συγγραφόμενος, ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν, ἢ καὶ ἄμφω· ἢ πρὸς βλάβην τινῶν, ἢ πρὸς ἐπίδειξιν, ἢ ἐξ ἀνάγκης.

Τόπος ἐστὶ χλόης, ἡ πρακτικὴ ἀρετή. ὕδωρ δὲ ἀναπαύσεως, ἡ γνῶσις τῶν γεγονότων.

Σκιὰ θανάτου ἐστίν, ἡ ἀνθρωπίνη ζωή. εἴτις οὖν ἐστὶ μετὰ τοῦ Θεοῦ, καὶ ὁ Θεὸς μετ᾽ αὐτοῦ ἐστίν, οὗτος δύναται εἰπεῖν ἐναργῶς τό, ἐὰν καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ.

Νοῦς μὲν καθαρός, ὀρθὰ βλέπει τὰ πράγματα. λόγος δὲ γεγυμνασμένος, ὑπ᾽ ὄψιν ἄγει τὰ ὁραθέντα. ἀκοὴ δὲ λαμπρά, ὑποδέχεται αὐτά. ὁ δὲ τῶν τριῶν ἐστερημένος, τὸν εἰρηκότα κακίζει.

Μετὰ τοῦ Θεοῦ ἐστίν, ὁ τὴν Ἁγίαν γίνώσκων Τριάδα, καὶ τὴν δημιουργίαν αὐτῆς καὶ τὴν πρόνοιαν, καὶ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἀπαθὲς κεκτημένος.

Τὴν ῥάβδον σημαίνειν φασί, τὴν κρίσιν τὴν τοῦ Θεοῦ, τὴν δὲ βακτηρίαν, τὴν πρόνοιαν. τοῦ οὖν τῆς τούτων γνώσεως μετειληφότος, ἐστὶ τὸ λέγειν, ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Ὅτε ὁ νοῦς παθῶν γυμνωθῇ, καὶ τῇ τῶν ὄντων καταλάμπηται θεωρίᾳ, τότε δύναται καὶ ἐν θεῷ γενέσθαι, καὶ ὡς δεῖ προσεύχεσθαι.

Notes

  1. ἴσως ἁμάρτῃ.

· Contents ·