Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

St Maximus the Confessor, 35. Τοῦ αὐτοῦ Ἑκατοντὰς α΄. περὶ ἀγάπης.

ΕΚΑΤΟΝΤΑΣ ΠΡΩΤΗ
ΤΩΝ ΠΕΡΙ ΑΓΑΠΗΣ
ΚΕΦΑΛΑΙΩΝ

Ἀγάπη μέν ἐστι, διάθεσις ψυχῆς ἀγαθή, καθ᾽ ἣν οὐδὲν τῶν ὄντων, τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾶ. ἀδύνατον δὲ εἰς ἔξιν ταύτης ἐλθεῖν τῆς ἀγάπης, τὸν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.

Ἀγάπην μέν, τίκτει ἀπάθεια, ἀπάθειαν δέ, ἡ εἰς Θεὸν ἐλπίς, τὴν δὲ ἐλπίδα, ὑπομονὴ καὶ μακροθυμία· ταύτας δέ, ἡ περιεκτικὴ ἐγκράτεια, ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος, τὸν δὲ φόβον ἡ εἰς Θεὸν πίστις.

Ὁ πιστεύων τῷ Κυρίῳ, φοβεῖται τὴν κόλασιν. ὁ δὲ φοβούμενος τὴν κόλασιν, ἐγκρατεύεται ἀπὸ τῶν παθῶν. ὁ δὲ ἐγκρατευόμενος ἀπὸ τῶν παθῶν, ὑπομένει τὰ θλιβερά. ὁ δὲ ὑπομένων τὰ θλιβερά, ἕξει τὴν εἰς Θεὸν ἐλπίδα. ἡ δὲ εἰς Θεὸν ἐλπίς, χωρίζει πάσης γηίνης προσπαθείας τὸν νοῦν· ταύτης δὲ ὁ νοῦς χωρισθείς, ἕξει τὴν εἰς Θεὸν ἀγάπην.

Ὁ ἀγαπῶν τὸν Θεὸν πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων προτιμᾷ τὴν γνῶσιν αὐτοῦ, και ἀδιαλείπτως διὰ τοῦ πόθου, ταύτῃ προσκαρτερεῖ.

Εἰ πάντα τὰ ὄντα διὰ τοῦ Θεοῦ, καὶ διὰ τὸν Θεὸν γέγονε, κρείττων δὲ ὁ Θεὸς τῶν δι᾽ αὐτοῦ γεγονότων, ὁ καταλιμπάνων τὸν Θεόν, καὶ τοῖς χείροσιν ἐνασχολούμενος, δείκνυσιν ἑαυτὸν προτιμῶντα τοῦ Θεοῦ τά δι᾽ αὐτοῦ γεγονότα.

Ὁ τῇ εἰς Θεὸν ἀγάπῃ τὸν νοῦν ἔχων προσηλωμένον, πάντων τῶν ὁρωμένων, καὶ αὐτοῦ τοῦ σώματος ὡς ἀλλοτρίου, καταφρονεῖ.

Εἰ κρείττων τοῦ σώματος ἡ ψυχή, καὶ κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτὸν Θεός, ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα, καὶ τοῦ Θεοῦ τὸν ὑπ᾽ αὐτοῦ κτισθέντα κόσμον, οὐδὲν τῶν εἰδωλολατρούντων διενήνοχεν.

Ὁ τὸν νοῦν τῆς εἰς Θεὸν ἀγάπης καὶ προσεδρίας ἀποχωρίσας, καί τινι τῶν αἰσθητῶν προσδεδεμένον ἔχων, οὗτός ἐστιν ὁ προτιμῶν τῆς ψυχῆς τὸ σῶμα, καὶ τοῦ κτίσαντος Θεοῦ τὰ ὑπ᾽ αὐτοῦ γεγονότα.

Εἰ ἡ ζωὴ τοῦ νοῦ, ὁ φωτισμός ἐστι τῆς γνώσεως, τοῦτον δὲ ἡ εἰς Θεὸν ἀγάπη τίκτει, καλῶς οὐδὲν τῆς θείας ἀγάπης εἴρηται μεῖζον.

Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρὸς Θεὸν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε τινος τῶν ὄντων παντάπασιν ἐπαισθάνεται. ὑπὸ γὰρ τοῦ θείου καὶ ἀπείρου φωτὸς καταλαμπόμενος, ἀναισθητεῖ πρὸς πάντα τὰ ὑπ᾽ αὐτοῦ γεγονότα, καθάπερ ὀφθαλμὸς πρὸς τοὺς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος.

Πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον ἔρωτα, πλέον δὲ πάντων ἡ καθαρὰ προσευχή· διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.

Ὅταν διὰ τῆς ἀγάπης ὑπὸ τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ, καὶ ἔξω γενόμενος τῶν ὄντων, τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατὰ τὸν θεῖον Ἡσαΐαν ὑπὸ ἐκπλήξεως εἰς συναίσθησιν ἐλθὼν τῆς ἑαυτοῦ ταπεινώσεως, μετὰ διαθέσεως λέγει τὰ τοῦ προφήτου ῥήματα, ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ, καὶ τὸν βασιλέα Κύριον Σαββαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

Ὁ ἀγαπῶν τὸν Θεόν, οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ὡς ἑαυτὸν ἀγαπῆσαι, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων· διὸ καὶ τὴν διόρθωσιν, ἀμετρήτῳ καὶ ἀνεκλαλήτῳ χαίρει χαρᾷ.

Ἀκάθαρτός ἐστι ψυχή, λογισμῶν, καὶ ἐπιθυμίας, καὶ μίσους πεπληρωμένη.

Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ οἱονδήποτε πταῖσμα πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν ἀγάπης. διότι ἡ εἰς Θεὸν ἀγάπη, τοῦ εἰς τὸν ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.

Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. ὁ οὖν μὴ ἀγαπῶν τὸν πλησίον, τὴν ἐντολὴν οὐ τηρεῖ ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν, οὐδὲ τὸν Κύριον ἀγαπῆσαι δύναται.

Μακάριος ἄνθρωπος, ὃς πάντα ἄνθρωπον ἐξίσου ἀγαπῆσαι δύναται.

Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσκείμενος.

Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας, καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.

Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίαν ποιούμενος, καὶ μνησικακίαν διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων, ὁ τοιοῦτος λατρεύει τῇ κτίσει, παρὰ τὸν κτίσαντα.

Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς τὴν τῶν κρειττόνων ὑπηρεσίαν.

Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης ὕλης κοσμικῆς ἑαυτὸν ἀνώτερον καθίστησιν.

Ὁ τὸν Θεὸν ἀγαπῶν, καὶ τὸν πλησίον πάντως ἀγαπᾷ· ὁ δὲ τοιοῦτος χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾽ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.

Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν πονηροῦ καὶ ἀγαθοῦ, δικαίου καὶ ἀδίκου, ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις, ἀλλὰ πᾶσαν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει, εἰ καὶ προτιμᾷ διὰ τὴν ἀγαθὴν προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον.

Ὥς περ ὁ Θεὸς φύσει ὢν ἀγαθὸς καὶ ἀπαθής, πάντας μὲν ἐξ ἴσου ἀγαπᾷ ὡς ἔργα αὐτοῦ, ἀλλὰ τὸν μὲν ἐνάρετον δοξάζει, ὡς καὶ τὴν γνῶσιν οἰκειούμενον, τὸν δὲ φαῦλον δι᾽ ἀγαθότητα ἐλεεῖ, καὶ ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καὶ ὁ τῇ γνώμῃ ἀγαθὸς καὶ ἀπαθής, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ, τὸν μὲν ἐνάρετον, διά τε τὴν φύσιν, καὶ τὴν ἀγαθὴν προαίρεσιν, τὸν δὲ φαῦλον, διά τε τὴν φύσιν, καὶ τὴν συμπάθειαν ἐλεῶν ὡς ἄφρονα, καὶ ἐν σκότει διαπορευόμενον.

Οὐ μόνον διὰ μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλὰ πολλῷ μᾶλλον διὰ μεταδόσεως λόγου, καὶ σωματικῆς διακονίας.

Ὁ τῶν τοῦ κόσμου πραγμάτων γνησίως ἀποταξάμενος, καὶ τῷ πλησίον διὰ τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντὸς πάθους ταχέως ἐλευθεροῦται, καὶ τῆς θείας ἀγάπης, καὶ γνώσεως μέτοχος καθίσταται.

Ὁ τὴν θείαν ἀγάπην ἐν ἑαυτῷ κτησάμενος, οὐ κοπιᾷ κατακολουθῶν ὀπίσω Κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν· ἀλλὰ πάντα πόνον, ὀνειδισμόν τε, καὶ ὕβριν φέρει γενναίως, μηδενὶ τὸ σύνολον κακὸν λογιζόμενος.

Ὅταν ὑβρισθῇς παρά τινος, ἢ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπὸ τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διὰ τῆς λύπης χωρίσαντες, ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.

Ὅταν ἐφ᾽ ὕβρει ἢ ἀτιμίᾳ πονήσῃς, γίνωσκε σεαυτὸν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διὰ τὴν ἀτιμίαν ἀπὸ σοῦ ἐκβληθείσης.

Ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς τὴν ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν.

Ὥσπερ τὸ φῶς τοῦ ἡλίου τὸν ὑγιᾶ ὀφθαλμὸν εἰς ἑαυτὸ ἐφέλκεται· οὕτω καὶ ἡ γνῶσις τοῦ Θεοῦ τὸν καθαρὸν νοῦν φυσικῶς διὰ τῆς ἀγάπης πρὸς ἑαυτὴν ἐπισπᾶται.

Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθείς, καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος.

Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα, καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.

Πάθος ἐστὶ ψεκτόν, κίνησις ψυχῆς παρὰ φύσιν.

Ἀπάθειά ἐστιν, εἰρηνικὴ κατάστασις ψυχῆς, καθ᾽ ἣν δυσκίνητος γίνεται ψυχὴ πρὸς κακίαν.

Ὁ τοὺς καρποὺς τῆς ἀγάπης διὰ σπουδῆς κτησάμενος, οὐ μετατίθεται ταύτης, κἂν μυρία πάσχῃ κακά. καὶ πειθέτω σε Στέφανος ὁ τοῦ Χριστοῦ μαθητής, καὶ οἱ κατ᾽ αὐτόν, καὶ αὐτὸς ὑπὲρ τῶν φονευόντων εὐχόμενος, καὶ συγγνώμην παρὰ Θεοῦ ὡς ἀγνοοῦσιν αἰτούμενος.

Εἰ τῆς ἀγάπης ἐστὶ τὸ μακροθυμεῖν, καὶ χρηστεύεσθαι, ὁ θυμομαχῶν καὶ πονηρευόμενος, ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται. ὁ δὲ τῆς ἀγάπης ἀλλότριος, τοῦ Θεοῦ ἐστὶν ἀλλότριος, εἴπερ ὁ Θεὸς ἀγάπη ἐστί.

Μὴ εἴπητε, φησὶν ὁ θεῖος Ἱερεμίας, ὅτι ναὸς Κυρίου ἐστέ· καὶ σὺ μὴ εἴπῃς, ὅτι ἡ ψιλὴ πίστις ἡ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δύναταί με σῶσαι. ἀμήχανον γὰρ τοῦτο, ἐὰν μὴ καὶ τὴν ἀγάπην εἰς αὐτὸν διὰ τῶν ἔργων κτήσῃ. τὸ γὰρ ψιλῶς πιστεύειν, καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσιν.

Ἔργον ἀγάπης ἐστὶν ἡ εἰς τὸν πλησίον ἐκ διαθέσεως εὐεργεσία, καὶ μακροθυμία, καὶ ὑπομονή, καὶ τὸ μετὰ ὀρθοῦ λόγου χρήσασθαι τοῖς πράγμασιν.

Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ λυπεῖ, οὐδὲ λυπεῖται πρός τινα διὰ πρόσκαιρα. μίαν δὲ λύπην καὶ λυπεῖ, καὶ λυπεῖται σωτήριον, ἣν ὁ μακάριος Παῦλος καὶ ἐλυπήθη, καὶ ἐλύπησε τοὺς Κορινθίους.

Ὁ ἀγαπῶν τὸν Θεόν, Ἀγγελικὸν βίον ἐπὶ γῆς ζῇ, νηστεύων καὶ ἀγρυπνῶν, ψάλλων, καὶ προσευχόμενος, καὶ περὶ παντὸς ἀνθρώπου ἀεὶ καλὰ λογιζόμενος.

Εἰ οὖτινός τινος ἐπιθυμεῖ, τούτου καὶ τυχεῖν ἀγωνίζεται. πάντων δὲ τῶν ἀγαθῶν, καὶ ἐπιθυμητῶν ἀγαθότερον τὸ θεῖον, καὶ ἐπιθυμητότερον ἀσυγκρίτως. πόσην ἄρα σπουδὴν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τοῦ φύσει ἀγαθοῦ καὶ ἐπιθυμητοῦ τύχωμεν;

Μὴ μολύνῃς τὴν σάρκα σου ἐν αἰσχραῖς πράξεσι, καὶ μὴ μιάνῃς τὴν ψυχὴν πονηροῖς λογισμοῖς· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπὶ σὲ τὴν ἀγάπην φέρουσα.

Αἴκιζε τὴν σάρκα σου ἀσιτίᾳ, καὶ ἀγρυπνίᾳ, καὶ σχόλασον· ἀόκνως ψαλμῳδίᾳ, καὶ προσευχῇ· καὶ ὁ ἁγιασμὸς τῆς σωφροσύνης ἐπὶ σὲ ἐπελεύσεται τὴν ἀγάπην φέρων.

Ὁ τῆς θείας καταξιωθεὶς γνώσεως, καὶ τὸν ταύτης φωτισμὸν διὰ τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπὸ τοῦ τῆς κενοδοξίας Πνεύματος. ὁ δὲ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ᾽ αὐτῆς φέρεται. ἐὰν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις πρὸς τὸν Θεὸν ἀποβλέψῃ, ὡς δι᾽ αὐτὸν πάντα ποιῶν, ῥαδίως· σὺν Θεῷ, ἐκφεύξεται αὐτήν.

Ὁ μήπω τυχὼν τῆς θείας γνώσεως τῆς δι᾽ ἀγάπης ἐνεργουμένης, μέγα φρονεῖ ἐπὶ τοῖς ὑπ᾽ αὐτοῦ κατὰ Θεὸν πραττομένοις, ὁ δὲ ταύτης τυχεῖν καταξιωθείς, μετὰ διαθέσεως λέγει τὰ τοῦ Πατριάρχου Ἀβραὰμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας κατηξιώθη ἐπιφανείας, εἶπεν, ἐγώ εἰμι γῆ, καὶ σποδός.

Ὁ φοβούμενος τὸν Κύριον, συνόμιλον ἀεὶ τὴν ταπεινοφροσύνην, καὶ διὰ τῶν ταύτης ἐνθυμημάτων, εἰς τὴν θείαν ἀγάπην καὶ εὐχαριστίαν ἔρχεται. μνημονεύει γὰρ τῆς κατὰ τὸν κόσμον προτέρας διαγωγῆς, καὶ τῶν ποικίλων παραπτωμάτων, καὶ τῶν ἐκ νεότητος συμβάντων αὐτῷ πειρασμῶν, καὶ πῶς πάντων ἐκείνων ἐρρύσατο αὐτὸν ὁ Κύριος, καὶ μετέστησεν ἀπὸ τῆς ἐμπαθοῦς ζωῆς εἰς τὸν κατὰ Θεὸν βίον, καὶ σὺν τῷ φόβῳ προσλαμβάνεται καὶ τὴν ἀγάπην, εὐχαριστῶν ἀεὶ μετὰ ταπεινοφροσύνης πολλῆς τῷ εὐεργέτῃ, καὶ κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.

Μὴ ῥυπώσῃς τὸν νοῦν σου, λογισμῶν ἀνεχόμενος ἐπιθυμίας, καὶ θυμοῦ, ἵνα μὴ τῆς καθαρᾶς προσευχῆς ἐκπεσών, τῷ τῆς ἀκηδίας πνεύματι περιπέσῃς.

Τηνικαῦτα ὁ νοῦς τῆς πρὸς Θεὸν παρρησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς, ἢ ῥυπαροῖς λογισμοῖς συνόμιλος γένηται.

Ὁ μὲν ἄφρων ὑπὸ τῶν παθῶν ἀγόμενος, ὅτε μὲν ὑπὸ τοῦ θυμοῦ κινούμενος ἐκταράσσεται, φεύγειν ἀλογίστως τοὺς ἀδελφοὺς ἐπείγεται. ὅτε δὲ πάλιν ὑπὸ τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις, προστρέχων ἀπαντᾷ. ὁ δὲ φρόνιμος, ἐπ᾽ ἀμφοτέρων τοὐναντίον ποιεῖ· ἐπὶ μὲν γὰρ τοῦ θυμοῦ, τὰς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρὸς τοὺς ἀδελφοὺς λύπης ἑαυτὸν ἀπαλλάττει· ἐπὶ δὲ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καὶ συντυχίας ἐγκρατεύεται.

Ἐν τῷ καιρῷ τῶν πειρασμῶν, μὴ καταλίπῃς τὸ Μοναστήριόν σου· ἀλλὰ φέρε γενναίως τὰ κύματα τῶν λογισμῶν, καὶ μάλιστα τῶν τῆς λύπης καὶ ἀκηδίας. οὕτω γὰρ οἰκονομικῶς διὰ τῶν θλίψεων δοκιμασθείς, ἕξεις βεβαίαν τὴν εἰς Θεὸν ἐλπίδα, ἐὰν δὲ καταλιμπάνῃς, ἀδόκιμος καὶ ἀνανδρος καὶ ἄστατος εὑρεθήσῃ.

Ἐὰν θέλῃς τῆς κατὰ Θεὸν ἀγάπης μὴ ἐκπεσεῖν, μήτε τὸν ἀδελφὸν ἀφῇς κοιμηθῆναι λυπούμενον κατὰ σοῦ μήτε σὺ κοιμηθῇς λυπούμενος κατ᾽ αὐτοῦ, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ ἐλθὼν πρόσφερε Χριστῷ, καθαρῷ τῷ συνειδότι, δι᾽ ἐκτενοῦς τῆς εὐχῆς, τὸ δῶρον τῆς ἀγάπης.

Εἰ ὁ πάντα τὰ χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐδὲν ὠφελεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον, πόσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα;

Εἰ ἡ ἀγάπη, τῷ πλησίον κακὸν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ, καὶ λυπούμενος ἐπὶ τῇ εὐδοκιμήσει αὐτοῦ, καὶ σκώμμασι χραίνων τὴν ὑπόληψιν αὐτοῦ, ἢ ἐν τινι κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον αὐτὸν τῆς ἀγάπης καθίστησι, καὶ ἔνοχον τῆς αἰωνίου Κρίσεως;

Εἰ πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῷ ἀδελφῷ, καὶ δόλους κατ᾽ αὐτοῦ σκευάζων, καὶ κατευχόμενος αὐτοῦ, ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς οὐ παράνομός ἐστι, καὶ τῆς αἰωνίου κολάσεως ἄξιος;

Εἰ ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων ἀδελφόν, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον, ὁ δὲ νόμος τοῦ Χριστοῦ ἐστίν, ἡ ἀγάπη· πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει, καὶ αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου;

Μὴ δῷς τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν, ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς θείας ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.

Μὴ καταδέχου κατὰ πατρός σου λοιδορίας, μηδὲ προθυμοποιήσῃς τὸν ἀτιμάζοντα αὐτόν, ἵνα μὴ ὀργισθῇ Κύριος ἐπὶ τοῖς ἔργοις σου, καὶ ἐξολοθρεύσῃ σε ἐκ γῆς ζώντων.

Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς, καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.

Ἐγὼ δὲ λέγω ὑμῖν (φησὶν ὁ Κύριος) ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. διὰ τί ταῦτα προσέταξεν; ἵνα σε μίσους, καὶ λύπης, καὶ ὀργῆς, καὶ μνησικακίας ἐλευθερώσῃ, καὶ τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης καταξιώσῃ, ἣν ἀμήχανον ἔχειν τὸν μὴ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατὰ μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος, καὶ θέλοντος σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ᾽ ὅς τις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον, καὶ τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύω. διὰ τί; ἵνα καὶ σὲ ἀόργητον, καὶ ἀτάραχον διαφυλάξῃ καὶ ἄλυπον, κἀκεῖνον διὰ τῆς σῆς ἀνεξικακίας παιδεύσῃ καὶ ἀμφοτέρους ὡς Πατὴρ ἀγαθὸς ὑπὸ τὸν ζυγὸν τῆς ἀγάπης ἀγάγῃ.

Πρὸς ἅπερ πράγματα ποτὲ πεπόνθαμεν, τούτων καὶ τὰς φαντασίας ἐμπαθεῖς περιφέρομεν. ὃ οὖν τὰς ἐμπαθεῖς νικῶν φαντασίας, καὶ τῶν πραγμάτων, ὧν αἱ φαντασίαι, πάντως καταφρονεῖ· ἐπειδὴ τοῦ πρὸς τὰ πράγματα πολέμου ὁ πρὸς τὰ μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ κατ᾽ ἐνέργειαν ἁμαρτάνειν, τὸ κατὰ διάνοιαν ἐστὶν εὐκοπώτερον.

Τῶν παθῶν, τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά· καὶ τὰ μὲν σωματικά, ἐκ τοῦ σώματος ἔχει τὰς ἀφορμάς· τὰ δὲ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων· ἀμφότερα δὲ περικόπτει ἀγάπη καὶ ἐγκράτεια, ἡ μὲν τὰ ψυχικά, ἡ δὲ τὰ σωματικά.

Τὰ μὲν τῶν παθῶν, τοῦ θυμικοῦ, τὰ δὲ, τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τυγχάνει· ἀμφότερα δὲ διὰ τῶν αἰσθήσεων κινεῖται· τότε δὲ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχὴ καὶ ἐγκρατείας ἐκτὸς εὑρίσκεται.

Δυσκαταγώνιστα μᾶλλον τὰ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη, παρὰ τὰ τοῦ ἐπιθυμητικοῦ τυγχάνει· διὸ καὶ μεῖζον τὸ φάρμακον κατ᾽ αὐτοῦ ἡ ἐντολὴ τῆς ἀγάπης ὑπὸ τοῦ Κυρίου ἐδόθη.

Πάντα τὰ ἄλλα πάθη, ἢ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς, ἢ τοῦ ἐπιθυμητικοῦ μόνον ἐφάπτεται, ἢ καὶ τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καὶ ἄγνοια. ἡ δὲ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδὸν ὁμοθυμαδὸν κινεῖ τὰ πάθη· διὸ καὶ πάντων τῶν ἄλλων παθῶν ἐστὶ βαρύτατον. καλῶς οὖν ὁ Κύριος τὸ κατ᾽ αὐτῆς φάρμακον δεδωκώς, ἐν τῇ ὑπομονῇ ὑμῶν (λέγει) κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Μὴ πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα, μήποτε μὴ φέρων τὴν θλίψιν ὑποχωρήσῃ, καὶ οὐ μὴ ἐκφεύξῃ ποτὲ τὸν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα, καὶ τῆς θείας παρρησίας τὸν νοῦν ἀπελαύνοντα.

Μὴ ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν, ἢ καὶ ἀνθρώπων, κατά τινων. οἱ γὰρ παραδεχόμενοι σκάνδαλα ἐν οἱῳδήποτε τρόπῳ τῶν κατὰ προαίρεσιν, ἢ παρὰ προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τὴν ὁδὸν τῆς εἰρήνης, τὴν φέρουσαν διὰ τῆς ἀγάπης εἰς τὴν γνῶσιν τοῦ Θεοῦ τοὺς ταύτης ἐραστάς.

Οὔπω ἔχει τελείαν τὴν ἀγάπην, ὁ ἔτι ταῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος· οἷον, τὸν μὲν ἀγαπῶν, τὸν δὲ μισῶν. ἢ καὶ αὐτόν, ποτὲ μὲν ἀγαπῶν, ποτὲ δὲ μισῶν, διὰ τὰς αὐτὰς αἰτίας.

Ἡ τελεία ἀγάπη, οὐ συνδιασχίζει τὴν μίαν τῶν αὐτῶν ἀνθρώπων φύσιν, ταῖς διαφόροις αὐτῶν γνώμαις, ἀλλ᾽ εἰς αὐτὴν ἀεὶ ἀποβλεπομένη, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ. τοὺς μὲν σπουδαίους, ὡς φίλους, τοὺς δὲ φαύλους, ὡς ἐχθροὺς ἀγαπᾷ, εὐεργετοῦσα, καὶ μακροθυμοῦσα, ὑπομένουσα τὰ παρ᾽ αὐτῶν ἐπαγόμενα, τὸ κακὸν τὸ σύνολον μὴ λογιζομένη, ἀλλὰ καὶ πάσχουσα ὑπὲρ αὐτῶν, εἰ καιρὸς καλέσειεν. ἵνα καὶ αὐτοὺς ποιήσῃ φίλους, εἰ οἷόντε· εἰ δὲ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τοὺς τῆς ἀγάπης καρποὺς ἀεὶ ἐξ ἴσου πρὸς πάντας ἀνθρώπους ἐνδεικνυμένη· διὸ καὶ ὁ Κύριος ἡμῶν καὶ Θεός, Ἰησοῦς Χριστός, τὴν αὐτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπὲρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν, καὶ πᾶσιν ἐξ ἴσου τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καὶ ἕκαστος ἑαυτόν, εἴτε δόξης, εἴτε κολάσεως, καθίστησιν ἄξιον.

Ὁ μὴ καταφρονῶν δόξης καὶ ἀτιμίας, πλούτου καὶ πενίας, ἡδονῆς τε καὶ λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο· ἡ γὰρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλὰ καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς τε, καὶ θανάτου.

Ἄκουε τῶν καταξιωθέντων τῆς τελείας ἀγάπης, ποῖα λέγουσι· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ χριστοῦ; θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται· ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. πέπεισμαι γὰρ ὅτι οὔτε θανατος, οὔτε ζωή, οὔτε Ἄγγελοι, οὔτε Ἀρχαί, οὔτε Δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Περὶ δὲ τῆς εἰς τὸν πλησίον ἀγάπης, ἄκουε πάλιν οἷα λέγουσιν· ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καὶ τῆς συνειδήσεώς μου, ἐν Πνεύματι Ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλή, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν κατὰ σάρκα, οἱ τινὲς εἰσιν Ἰσραηλῖται, καὶ τὰ ἑξῆς. ὡσαύτως καὶ Μωϋσῆς, καὶ οἱ λοιποὶ ἅγιοι.

Ὁ μὴ καταφρονῶν δόξης, καὶ ἡδονῆς, καὶ τῆς τούτων αὐξητικῆς, καὶ δι᾽ αὐτὰς συνισταμένης φιλαργυρίας, τὰς τοῦ θυμοῦ προφάσεις ἐκκόπτειν οὐ δύναται· ὁ δὲ ταύτας μὴ κόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.

Ταπείνωσις καὶ κακοπάθεια, πάσης ἁμαρτίας ἐλευθεροῦσι τὸν ἄνθρωπον· ἡ μὲν τὰ τῆς ψυχῆς, ἡ δὲ τὰ τοῦ σώματος περικόπτουσα πάθη. τοῦτο γὰρ ποιῶν καὶ ὁ μακάριος Δαβίδ, ἐν οἷς εὔχεται πρὸς τὸν Θεὸν λέγων· ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.

Διὰ μὲν τῶν ἐντολῶν ὁ Κύριος, ἀπαθεῖς τοὺς ἐργαζομένους αὐτὰς ἀποτελεῖ. διὰ δὲ τῶν θείων δογμάτων, τὸν φωτισμὸν τῆς γνώσεως αὐτοῖς χαρίζεται.

Πάντα τὰ δόγματα ἢ περὶ Θεοῦ, ἢ περὶ ὁρατῶν καὶ ἀοράτων, ἢ περὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως.

Ἡ μὲν ἐλεημοσύνη, τὸ θυμικὸν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δὲ νηστεία, τὴν μὲν ἐπιθυμίαν μαραίνει, τῇ δὲ προσευχῇ τὸν νοῦν καθαίρει, καὶ πρὸς τὴν τῶν ὄντων θεωρίαν παρασκευάζει. πρὸς γὰρ τὰς δυνάμεις τῆς ψυχῆς, καὶ τὰς ἐντολὰς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.

Μάθετε ἀπ᾽ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τὰ ἑξῆς. ἡ μὲν πρᾳότης ἀτάραχον τὸν θυμὸν διαφυλάττει, ἡ δὲ ταπείνωσις τύφου καὶ κενοδοξίας τὸν νοῦν ἐλευθεροῖ.

Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος ὁ μὲν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾽ ὃν ἡ ἐγκράτεια, καὶ ἡ εἰς Θεὸν ἐλπίς, καὶ ἡ ἀπάθεια, ἑξῆς ἡ ἀγάπη κατὰ τάξιν ἡμῖν ἐγγίνεται. ὁ δέ, αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεὶ ἐμποιῶν ἵνα μὴ διὰ τὴν τῆς ἀγάπης παρρησίαν, εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.

Τὸν μὲν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τὴν κόλασιν φοβουμένης· τὸν δὲ δεύτερον, ἑαυτῇ ἔχει ἀεὶ (ὡς εἴρηται) συνεζευγμένον. τῷ μὲν πρώτῳ φόβῳ, ἁρμόζει, τό· τῷ φόβῳ Κυρίου, ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καὶ ἀρχὴ σοφίας φόβος Κυρίου. τῷ δὲ δευτέρῳ, τό· οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, καὶ τὰ ἑξῆς. γῆν μὲν ὠνόμασεν, τὸ φρόνημα τῆς σαρκός. πορνείαν δὲ εἶπε, τῆν κατ᾽ ἐνέργειαν ἁμαρτίαν. ἀκαθαρσίαν δὲ, τὴν συγκατάθεσιν ἐκάλεσε. πάθος δὲ, τὸν ἐμπαθῆ λογισμὸν ὠνόμασεν. ἐπιθυμίαν δὲ κακήν, τὴν ψιλὴν τοῦ λογισμοῦ, καὶ ἐπιθυμίας ταραδοχήν. πλεονεξίαν δὲ, τὴν γεννητικήν τε, καὶ αὐξητικὴν τοῦ πάθους ὠνόμασεν ὕλην. ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκός, ἐκέλευσεν ὁ θεῖος Ἀπόστολος νεκρῶσαι.

Πρῶτον μὲν ἡ μνήμη ψιλὸν τὸν λογισμὸν ἐπὶ τὸν νοῦν ἀναφέρει, καὶ τούτου ἐγχρονίζοντος, κινεῖται τὸ πάθος· τούτου δὲ μὴ ἀναιρουμένου, κάμπτει τὸν νοῦν εἰς συγκατάθεσιν. ταύτης δὲ γινομένης, ἔρχεται λοιπὸν εἰς τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν. ὁ οὖν πάνσοφος Ἀπόστολος πρὸς τοὺς ἀπὸ ἐθνῶν γράφων, τὸ ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατὰ τάξιν ἀναποδίζοντας, εἰς τὴν αἰτίαν καταλήγειν. ἡ δὲ αἰτία ἐστίν, ἡ γεννητική, (ὡς προείρηται) καὶ αὐξητικὴ τοῦ πάθους, πλεονεξία. οἶμαι δὲ ἐνταῦθα, τὴν γαστριμαργίαν σημαίνειν, ὡς μητέρα, καὶ τροφὸν τῆς πορνείας ὑπάρχουσαν. ἡ γὰρ πλεονεξία οὐ μόνον ἐπὶ χρημάτων, ἀλλὰ καὶ ἐπὶ βρωμάτων κακή· ὥσπερ καὶ ἡ ἐγκράτεια οὐ μόνον ἐπὶ βρωμάτων, ἀλλὰ καὶ ἐπὶ χρημάτων.

Ὥσπερ στρουθίον τὸν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπὶ τὴν γῆν κατασπᾶται σχοινίῳ ἑλκόμενον· οὕτω καὶ ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος, καὶ ἐπὶ τὴν γνῶσιν τῶν οὐρανίων πετόμενος, ὑπὸ τῶν παθῶν καθελκόμενος, ἐπὶ τὴν γῆν κατασπᾶται.

Ὅτε ὁ νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε καὶ ἐπὶ τὴν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτὶ ὁδεύει, ἐπὶ τὴν γνῶσιν τῆς Ἁγίας Τριάδος τὴν πορείαν ποιούμενος.

Καθαρὸς ὑπάρχων ὁ νοῦς τὰ νοήματα τῶν πραγμάτων ἀναλαμβάνων, εἰς τὴν πνευματικὴν θεωρίαν δι᾽ αὐτῶν κινεῖται, ἀκάθαρτος δὲ ἐκ ῥᾳθυμίας γεγονώς, τὰ μὲν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλὰ φαντάζεται, τὰ δὲ ἀνθρώπινα δεχόμενος εἰς αἰσχρούς, ἢ πονηροὺς λογισμοὺς μετατρέπεται.

Ὅταν ἀεὶ ἐν τῷ καιρῷ τῆς προσευχῆς μηδὲν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτὸν μὴ ἔξω εἶναι τῶν ὅρων τῆς ἀπαθείας.

Ὅταν ἡ ψυχὴ ἄρχηται τῆς ἰδίας ὑγείας ἐπαισθάνεσθαι, τότε καὶ τὰς ἐν τοῖς ὕπνοις φαντασίας, ψιλὰς καὶ ἀταράχους ἄρχεται βλέπειν.

Ὥσπερ τὸν αἰσθητὸν ὀφθαλμὸν ἡ καλλονὴ τῶν ὁρατῶν, οὕτω καὶ τὸν καθαρὸν νοῦν, ἡ γνῶσις τῶν ἀοράτων πρὸς ἑαυτὴν ἐπισπᾶται. ἀόρατα δὲ λέγω, τὰ ἀσώματα.

Μέγα μὲν τὸ πρὸς τὰ πράγματα μὴ πάσχειν, μεῖζον δὲ πολλῷ, τὸ πρὸς τὰς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. διότι ὁ διὰ τῶν λογισμῶν πρὸς ἡμᾶς τῶν δαιμόνων πόλεμος, τοῦ διὰ τῶν πραγμάτων πολέμου ἐστὶ χαλεπώτερος.

Ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπὸν τὰ πράγματα διορῶν, πάντα κατὰ τὸν ὀρθὸν λόγον καὶ πράττει καὶ διαλέγεται, τὸ σύνολον μὴ παρατρεπόμενος. ἐκ γὰρ τοῦ ἀλόγως τοῖς πράγμασι χρήσασθαι, ἢ ἐνάρετοι, ἢ φαῦλοι γινόμεθα.

Σημεῖον ἄκρας ἀπαθείας, τὸ ψιλὰ τὰ νοήματα τῶν πραγμάτων ἀεὶ ἀναβαίνειν ἐπὶ τὴν καρδίαν, καὶ ἐγρηγορότος τοῦ σώματος, καὶ κατὰ τοὺς ὕπνους.

Διὰ μὲν τῆς ἐργασίας τῶν ἐντολῶν, τὰ πάθη ὁ νοῦς ἀποδύεται· διὰ δὲ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα· διὰ δὲ τῆς τῶν ἀοράτων γνώσεως, τὴν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διὰ τῆς γνώσεως τῆς Ἁγίας Τριάδος.

Ὥσπερ ὁ ἥλιος ἀνατέλλων, καὶ τὸν κόσμον φωτίζων, δείκνυσί τε ἑαυτόν, καὶ τὰ ὑπ᾽ αὐτοῦ φωτιζόμενα πράγματα, οὑτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων, καὶ ἑαυτὸν δείκνυσι, καὶ πάντων τῶν ὑπ᾽ αὐτοῦ γεγονότων, καὶ γενησομένων τοὺς λόγους.

Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν Θεὸν γινώσκομεν, ἀλλ᾽ ἐκ τῆς μεγαλουργίας αὐτοῦ, καὶ προνοίας τῶν ὄντων. διὰ τούτων γὰρ, ὡς δι᾽ ἐσόπτρων, τὴν ἄπειρον ἀγαθότητα, καὶ σοφίαν, καὶ δύναμιν κατανοοῦμεν.

Ὁ καθαρὸς νοῦς, ἢ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται, ἢ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ, ἢ ἐν τῇ τῶν ἀοράτων, ἢ ἐν τῷ φωτὶ τῆς Ἁγίας Τριάδος.

Ἐν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς, ἢ τοὺς φυσικοὺς αὐτῶν λόγους ἐρευνᾷ, ἢ τοὺς δι᾽ αὐτῶν σημαινομένους, ἢ αὐτὴν τὴν αἰτίαν ζητεῖ.

Ἐν δὲ τῇ τῶν ἀοράτων διατρίβων θεωρίᾳ, τούς τε φυσικοὺς αὐτῶν λόγους ζητεῖ, καὶ τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν, καὶ τὰ τούτου ἀκόλουθα, καὶ τὶς ἡ περὶ αὐτὰ πρόνοια, καὶ κρίσις.

Ἐν δὲ Θεῷ γινόμενος, τοὺς περὶ οὐσίας αὐτοῦ πρῶτον λόγους, ζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾽ αὐτὸν δὲ τὴν παραμυθίαν εὑρίσκει. (ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γεννητῇ φύσει ἐξ ἴσου.) ἐκ δὲ τῶν περὶ αὐτὸν παραμυθεῖται. λέγω δὴ, τῶν περὶ ἀϊδιότητος, ἀπειρίας τε, καὶ ἀοριστίας, ἀγαθότητός τε, καὶ σοφίας, καὶ δυνάμεως, δημιουργικῆς τε, καὶ προνοητικῆς, καὶ κριτικῆς τῶν ὄντων. καὶ τοῦτο πάντῃ καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία, καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν· ὥσπερ οἱ Θεολόγοι ἄνδρες εἰρήκασι, Γρηγόριός τε καὶ Διονύσιος.

· Contents ·