Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Maximus the Confessor, 46. Τοῦ αὐτοῦ Ἑρμηνεία σύντομος εἰς τὸ, Πάτερ ἡμῶν;
ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ
ΜΑΞΙΜΟΥ
ΕΙΣ ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ ΤΟΥ
ΠΑΤΕΡ ΗΜΩΝ
ΠΡΟΣ ΤΙΝΑ ΦΙΛΟΧΡΙΣΤΟΝ ΕΡΜΗΝΕΙΑ ΣΥΝΤΟΜΟΣ
Αὐτὸν ἐδεξάμην τὸν θεοφύλακτόν μου δεσπότην διὰ τῶν αὐτοῦ πανευφήμων γραμμάτων παραγινόμενον· τὸν ἀεὶ μὲν παρόντα, καὶ ἀπεῖναι τῷ πνεύματι παντελῶς οὐ δυνάμενον. ὅμως δὲ δι᾽ ἀρετῆς περιουσίαν θεομιμήτως συγγενέσθαι τοῖς αὐτοῦ δούλοις, καὶ δι᾽ ἧς ὁ Θεὸς δέδωκε τῇ φύσει προφάσεως, οὐκ ἀπαναινόμενοι. διὸ θαυμάσας αὐτοῦ τὸ μέγεθος τῆς συγκαταβάσεως, πόθῳ σύγκρατον τὸν πρὸς αὐτὸν φόβον ἐποιησάμην. καὶ μίαν ἐξ ἀμφοτέρων, φόβου τε καὶ πόθου ἀγάπην ἐνεστησάμην, δι᾽ αἰδοῦς καὶ εὐνοίας συνισταμένην· ἵνα μήτε μῖσος ὁ φόβος γένηται τοῦ πόθου γυμνούμενος, μήτε καταφρόνησις ὁ πόθος, τὸν σώφρονα φόβον συνημμένον οὐκ ἔχων· ἀλλὰ νόμος ἡ ἀγάπη τυγχάνουσα δειχθῇ, στοργῆς ἐνδιάθετος, ἅπαν τὸ κατὰ φύσιν συγγενὲς οἰκειούμενος. δι᾽ εὐνοίας μέν, τὸ μῖσος χειρούμενος· δι᾽ αἰδοῦς δέ, πόρρω ποιούμενος τὴν καταφρόνησιν. ὃν δὴ μάλιστα πάντων φημὶ δὲ τὸν φόβον, τῆς θείας ἀγάπης συστατικὸν ἐπιγνοὺς Δαβὶδ ὁ μακάριος, φησίν, Ὁ φόβος Κυρίου ἁγνὸς διαμενων εἰς αἰῶνα αἰῶνος. ἕτερον δηλαδὴ τοῦτον εἰδώς, παρὰ τὸν ἐπ᾽ ἐγκλήμασι δέει τιμωρίας συνιστάμενον φόβον. εἴπερ ὁ μὲν ἔξω γίνεται, τῇ παρουσίᾳ τῆς ἀγάπης παντελῶς ἀφανιζόμενος, ὡς που τοῖς ἑαυτοῦ λόγοις ὁ μέγας Εὐαγγελιστὴς Ἰωάννης δείκνυται, φάσκων· Ἡ ἀγάπη ἔξω βάλλει τὸν φόβον. ὁ δὲ, τὸν τῆς ἀληθοῦς στοργῆς φυσικῶς χαρακτηρίζει νόμον· αἰδοῖ συντηρῶν εἰς αἰῶνας τοὺς 1ἁγίους, πρός τε τὸν Θεόν, καὶ ἀλλήλους τὸν τῆς ἀγάπης θεσμόν τε καὶ τρόπον παντελῶς ἀδιάφθορον. πόθῳ γοῦν ὡς ἔφην κἀγὼ κεράσας τὸν φόβον, πρὸς τὸν ἐμὸν δεσπότην, τοῦτον τῆς ἀγάπης συνεστησάμην τὸν νόμον μέχρι τῆς σήμερον. αἰδοῖ μὲν τοῦ γράφειν εἰργόμενος, ἵνα μὴ λάβῃ χώραν ἡ καταφρόνησις. εὐνοίᾳ δὲ πρὸς τὸ γράφειν ὠθούμενος, ἵνα μὴ νομισθῇ μῖσος ἡ τελεία τοῦ γράφειν παραίτησις. γράφω δὲ τοῦτο πράττειν κελευόμενος, οὐχ ὅσα λογίζομαι, ἀλλ᾽ ὅσα βούλεται Θεός, καὶ χάριτι πρὸς τὴν τοῦ συμφέροντος 2γένεσιν ἐπιδίδωσιν.
Ἡ γὰρ βουλὴ τοῦ Κυρίου, φησὶν ὁ Δαβίδ, εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. βουλὴν μὲν τυχὸν φήσας τοῦ Θεοῦ καὶ Πατρός, τὴν ἐπὶ θεώσει τῆς ἡμετέρας φύσεως ἀπόρρητον κένωσιν τοῦ μονογενοῦς Υἱοῦ, καθ᾽ ἣν ἔχει πάντων τῶν αἰώνων τὸ πέρας περιγραφόμενον. λογισμοὺς δὲ τῆς καρδίας αὐτοῦ, τοὺς τῆς προνοίας, καὶ τῆς κρίσεως λόγους· καθ᾽ οὓς, τήν τε παροῦσαν ἡμῶν ζωὴν καὶ τὴν μέλλουσαν, ὥσπερ τινὰς γενεὰς διαφόρους σοφῶς διέξάγει, καταλλήλως ἑκάστῃ τὸν πρέποντα τρόπον τῆς ἐνεργείας προσνέμων. Εἰ δὲ θείας ὑπάρχει βουλῆς ἔργον, ἡ τῆς ἡμετέρας φύσεως θέωσις· καὶ τῶν θείων λογισμῶν ἐστι σκοπός, ἡ πρὸς τὸ πέρας διεξαγωγὴ τῶν ζητουμένων τῆς ἡμετέρας ζωῆς· ἄρα συμφέρει τῆς τοῦ Κυρίου προσευχῆς, γνῶναί τε καὶ πρᾶξαι, καὶ οὕτω δεόντως γράψαι τὴν δύναμιν. ἐπεὶ δὲ μάλιστα ταύτης καὶ ὁ ἐμὸς δεσπότης πρὸς ἐμὲ τὸν αὐτοῦ δοῦλον γράφων Θεόθεν κινηθείς, ἐπεμνήσθη τῆς προσευχῆς· ἣν καὶ τῶν ἐμῶν ἀναγκαίως ὑπόθεσιν λόγων ποιούμενος, αἰτοῦμαι τὸν ταύτης διδάσκαλον τῆς προσευχῆς Κύριον. διανοῖξαί μου τὸν νοῦν πρὸς κατανόησιν τῶν ἐν αὐτῇ μυστηρίων, καὶ δοῦναι σύμμετρον λόγον πρὸς τὴν τῶν νοουμένων σαφήνειαν. ὅλον γὰρ ἔχει κατὰ περιγραφὴν τὸν ἐν τοῖς εἰρημένοις σκοπὸν μυστικῶς κεκρυμμένον· ἢ τόγε κυριώτερον εἰπεῖν, τοῖς ἐρρωμένοις τὸν νοῦν, ἐμφανῶς κηρυττόμενον· πάντων γὰρ ὧν διὰ σαρκὸς γέγονεν αὐτουργὸς κενωθεὶς ὁ τοῦ Θεοῦ λόγος, αἴτησιν ἔχει τῆς προσευχῆς ὁ λόγος· διδάσκων ἐκείνων μεταποιεῖσθαι τῶν ἀγαθῶν, ὧν μόνος ὁ Θεὸς καὶ Πατὴρ, δι᾽ Υἱοῦ φυσικῶς μεσιτεύοντος, ἐν Ἁγίῳ Πνεύματι, κατ᾽ ἀλήθειαν ἐστι χορηγός· εἴπερ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὸν θεῖον Ἀπόστολον ὁ Κύριος ἐστὶν Ἰησοῦς· τοῖς μὲν ἀνθρώποις, διὰ σαρκὸς ἐμφανῆ ποιῶν ἀγνοούμενον τὸν Πατέρα· τῷ δὲ Πατρί, διὰ Πνεύματος ἐν αὐτῷ τοὺς ἀνθρώπους καταλλαγέντας προσάγων· ὑπὲρ ὧν, καὶ δι᾽ οὓς ἀτρέπτως γενόμενος ἄνθρωπος. πολλῶν ὅσων οὐδέπω μέτρῳ περιλαβεῖν, τό, τε πλῆθος καὶ μέγεθος δεδύνηται λόγος, καινῶν μυστηρίων αὐτουργὸς γίνεται καὶ διδάσκαλος· ὧν ἑπτὰ τῶν ἀριθμὸν γενικώτερα τῶν λοιπῶν, κατ᾽ ἐξαίρετον φιλοτιμίας, πέφανται τοῖς ἀνθρώποις δεδωρημένος· ὧν μυστικῶς περιέχει τὴν δύναμιν, ὡς ἔφην, τῆς προσευχῆς ὁ σκοπός· θεολογίαν, υἱοθεσίαν ἐν χάριτι, ἰσοτιμίαν τὴν πρὸς Ἀγγέλους, ἀϊδίου ζωῆς μετοχήν, φύσεως ἀπαθῶς πρὸς ἑαυτὴν νευούσης ἀποκατάστασιν, τοῦ νόμου τῆς ἁμαρτίας κατάλυσιν, καὶ τῆς τοῦ κρατήσαντος ἡμῶν δι᾽ ἀπάτης πονηροῦ τυραννίδος καθαίρεσιν· σκοπῶμεν οὖν τὴν τῶν λεχθέντων ἀλήθειαν· θεολογίαν μὲν γὰρ διδάσκει σαρκούμενος ὁ τοῦ Θεοῦ λόγος, ὡς ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ὅλος γὰρ ἦν ὁ Πατήρ, καὶ ὅλον τὸ Πνεῦμα τὸ Ἅγιον, οὐσιωδῶς ἐν ὅλῳ τελείως τῷ Υἱῷ, καὶ σαρκουμένῳ· οὐ σαρκούμενοι, ἀλλ᾽ ὁ μὲν εὐδοκῶν, τὸ δὲ συνεργοῦν, αὐτουργοῦντι τῷ Υἱῷ τὴν σάρκωσιν, εἴπερ ἔννους ὁ λόγος διέμεινε καὶ ζῶν, μηδενὶ τὸ παράπαν ἄλλῳ κατ᾽ οὐσίαν χωρούμενος, ἢ μόνῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ πρὸς τὴν σάρκα διὰ φιλανθρωπίαν, τὴν καθ᾽ ὑπόστασιν ποιησάμενος ἕνωσιν.
υἱοθεσίαν δὲ δίδωσι, τὴν ὑπὲρ φύσιν ἄνωθεν διὰ πνεύματος ἐν χάριτι δωρούμενος γέννησιν, καὶ συνθέωσιν· ἧς ἐν Θεῷ φυλακή τε καὶ τήρησίς ἐστιν, ἡ τῶν γεννωμένων προαίρεσις· διαθέσει γνήσια τὴν δοθεῖσαν στέργουσα χάριν, καὶ τῇ πράξει τῶν ἐντολῶν ἐπιμελῶς τὸ κατὰ χάριν δοθὲν ὡραίζουσα κάλλος· καὶ τοσοῦτον τῇ κενώσει τῶν παθῶν μεταποιουμένη θεότητος, ὅσον ὁ τοῦ Θεοῦ λόγος τῆς οἰκείας ἀκραιφνοῦς δόξης, οἰκονομικῶς ἑαυτὸν κατὰ θέλησιν κενώσας, γενόμενος ἀληθῶς κεχρημάτικεν ἄνθρωπος. ἰσοτίμους δὲ τοῖς Ἀγγέλοις τοὺς ἀνθρώπους πεποίηκεν, οὐ καθ᾽ ὅτι μόνον εἰρηνοποιήσας διὰ τοῦ αἱματος τοῦ σταυροῦ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ καταργήσας τὰς πληρούσας τὸν μέσον οὐρανοῦ καὶ γῆς τόπον, ἀντικειμένας δυνάμεις, μίαν πρὸς τὴν τῶν θείων δώρων διαμονὴν τῶν ἐπιγείων καὶ οὐρανίων δυνάμεων ἀπέδειξεν οὖσαν πανήγυριν· τῆς ἀνθρωπίνης φύσεως ἐν ἀγαλλιάσει κατὰ τὸ ἓν καὶ τὸ αὐτὸ θέλημα ταῖς ἄνω δυνάμεως τὴν δόξαν τοῦ Θεοῦ συνεπηχούσης· ἀλλ᾽ ὅτι καὶ μετὰ τὴν πλήρωσιν τῆς ὑπὲρ ἡμῶν οἰκονομίας, μετὰ τοῦ προσληφθέντος ἀναληφθεὶς σώματος, οὐρανὸν καὶ γῆν ἥνωσε δι᾽ ἑαυτοῦ· καὶ τοῖς νοητοῖς συνῆψε τὰ αἰσθητά, καὶ μίαν ἔδειξε τὴν κτιστὴν φύσιν ταῖς τῶν ἑαυτῆς ἀκρότησι μερῶν, κατ᾽ ἀρετήν τε καὶ τῆς πρώτης αἰτίας ἐπίγνωσιν, πρὸς ἑαυτὴν συνδεομένην. δεικνύς, οἶμαι, δι᾽ ὧν ἐπετέλει μυστικῶς, ὡς ὁ μὲν λόγος ἐστὶ τῶν διεστώτων ἕνωσις· ἡ δὲ ἀλογία, τῶν ἡνωμένων διαίρεσις. καὶ μάθωμεν λόγου μεταποιεῖσθαι διὰ τῆς πράξεως, ἵνα μὴ μόνον Ἀγγέλοις κατ᾽ ἀρετήν, ἀλλὰ καὶ Θεῷ γνωστικῶς κατὰ τὴν τῶν ὄντων ἑνωθῶμεν ἀφαίρεσιν. ζωῆς δὲ θείας ποιεῖται μετάδοσιν, ἐδώδιμον ἑαυτὸν ἐργαζόμενος, ὡς οἶδεν αὐτός, καὶ οἱ παρ᾽ αὐτοῦ τοιαύτην αἴσθησιν νοερὰν εἰληφότες, ὥστε τῇ γεύσει ταύτης τῆς βρώσεως, εἰδέναι κατ᾽ ἐπίγνωσιν ἀληθῶς, ὅτι Χριστὸς ὁ Κύριος, ποιότητι θείᾳ πρὸς θέωσιν μετακιρνῶν τοὺς ἐσθίοντας, οἷα δὴ σαφῶς ζωῆς καὶ δυνάμεως ἄρτος καὶ ὤν, καὶ καλούμενος. τὴν φύσιν δὲ πρὸς ἑαυτὴν ἀποκαθίστησιν, οὐ καθ᾽ ὅτι μόνον γενόμενος ἄνθρωπος, ἀπαθῆ τὴν γνώμην πρὸς τὴν φύσιν ἐτήρησε καὶ ἀστασίαστον, μηδὲ πρὸς αὐτοὺς τοὺς σταυρώσαντας, τῆς κατὰ φύσιν οἰκείας σαλευομένην τοσύνολον βάσεως· τοὐναντίον δὲ μᾶλλον αἱρουμένην ἀντὶ ζωῆς τὸν ὑπὲρ αὐτῶν θάνατον καθ᾽ ὃ καὶ τὸ τοῦ πάθους ἑκούσιον δείκνυται, τῇ τοῦ πάσχοντος φιλανθρώπῳ διαθέσει κυρούμενον. ἀλλ᾽ ὅτι καὶ τὴν ἔχθραν κατήργησε, προσηλώσας τῷ σταυρῷ τὸ τῆς ἁμαρτίας χειρόγραφον, δι᾽ ὃ πρὸς ἑαυτὴν ἀσπόνδως εἶχεν ἡ φύσις τὸν πόλεμον. καὶ τοὺς μακρὰν καὶ τοὺς ἐγγὺς καλέσας, τοὺς ὑπὸ νόμον δηλαδή, καὶ τοὺς ἔξω νόμου, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον δηλονότι τῶν ἐντολῶν σαφηνίσας ἐν δόγμασι, τοὺς δύω ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλάσσων ἡμᾶς δι᾽ ἑαυτοῦ τῷ Πατρί, καὶ ἀλλήλοις, οὐκ ἔχοντας ἔτι τὴν γνώμην ἀνθισταμένην τῷ λόγῳ τῆς φύσεως.
ἀλλ᾽ ὥσπερ τὴν φύσιν, οὕτω καὶ τὴν γνώμην ὄντας ἀναλλοιώτους. Καθαρὰν δὲ τοῦ νόμου τῆς ἁμαρτίας τὴν φύσιν καθίστησιν, ἡδονὴν προκαθηγεῖσθαι τῆς δι᾽ ἡμᾶς αὐτοῦ μὴ συγχωρήσας σαρκώσεως. ἄσπορος γὰρ γέγονε παραδόξως ἡ σύλληψις, καὶ ἄφθορος ὑπὲρ φύσιν ἡ γέννησις. ἐπισφίγγοντος δηλαδὴ τοῦ τεχθέντος Θεοῦ τῇ μητρὶ πλέον τῆς φύσεως, τὰ δεσμὰ τῆς παρθενίας διὰ γεννήσεως. καὶ τὴν φύσιν ἅπασαν, τῆς τοῦ κρατήσαντος νόμου δυναστείας, ἐν τοῖς βουλομένοις ἐλευθεροῦντος· τῇ κατ᾽ αἰσθησιν νεκρώσει τῶν ἐπὶ γῆς μελῶν, τὸν αὐτοῦ μιμουμένοις αὐθαίρετον θάνατον. βουλομένων γάρ, οὐ τυραννουμένων τὸ τῆς σωτηρίας μυστήριον. τῆς δὲ τοῦ κρατήσαντος ἡμῶν δι᾽ ἀπάτης πονηροῦ τυραννίδος ποιεῖται καθαίρεσιν, τὴν σάρκα τὴν νικηθεῖσαν ἐν τῷ Ἀδάμ, ὅπλον κατ᾽ αὐτοῦ προβαλλόμενος καὶ νικῶν· ἵνα δείξῃ τὴν πρότερον ἑλοῦσαν πρὸς θάνατον, ἑλοῦσαν τὸν ἑλόντα, καὶ θανάτῳ φυσικῷ, τὴν ἐκείνου ζωὴν διαφθείρουσαν. καὶ γινομένην αὐτῷ μὲν δηλητήριον, πρὸς τὸ πάντας, οὓς κατέπιεν ἰσχύσας, ὡς ἔχον τοῦ θανάτου τὸ κράτος, ἐμέσαι. ζωὴν δὲ τῷ γένει τῶν ἀνθρώπων πᾶσαν ὥσπερ φύραμα τὴν φύσιν πρὸς ἀνάστασιν ὠθοῦσαν ζωῆς, ὑπὲρ ἧς μάλιστα Θεὸς ὢν ὁ λόγος, ἄνθρωπος γίνεται· (τὸ ξένον ὄντως πρᾶγμα καὶ ἄκουσμα.) καὶ τὸν τῆς σαρκὸς θέλων καταδέχεται θάνατον. τούτων ἁπάντων, ὡς ἔφην, αἴτησιν ἔχων ὁ τῆς προσευχῆς εὑρεθήσεται λόγος. Πατέρα γὰρ, καὶ Πατρὸς ὄνομα λέγει, καὶ βασιλείαν. καὶ τούτου τοῦ Πατρὸς αὖθις Υἱὸν ἐν χάριτι, τὸν προσευχόμενον ὄντα παρίστησιν. ἑνός τε θελήματος τοὺς ἐν οὐρανῷ καὶ γῇ γενέσθαι ζητεῖ. ἄρτον αἰτεῖσθαι προστάττει τὸν ἐπιούσιον. καταλλαγὴν τοῖς ἀνθρώποις νομοθετεῖ, καὶ τῷ συγχωρεῖν καὶ συγχωρεῖσθαι τὴν φύσιν πρὸς ἑαυτὴν συνδεῖ, τῇ διαφορᾷ τῆς γνώμης μὴ τεμνομένην. εἰς τε πειρασμὸν εἰσελθεῖν, ὡς νόμον ἁμαρτίας, ἀπεύχεσθαι διδάσκει. καὶ ῥυσθῆναι τοῦ πονηροῦ παραινεῖ. ἔδει γὰρ τὸν αὐτουργὸν καὶ δοτῆρα τῶν ἀγαθῶν, εἶναι καὶ διδάσκαλον, οἷα δὴ μαθηταῖς τοῖς πιστεύουσιν εἰς αὐτόν, καὶ μιμουμένους αὐτοῦ τὴν διὰ σαρκὸς ἀγωγήν, ὑποθήκας ζωῆς ταύτης παρεχόμενον τῆς προσευχῆς τὰ ῥήματα· δι᾽ ὧν τοὺς ἐν αὐτῷ κατ᾽ εἶδος ὑφεστῶτας τῆς σοφίας καὶ τῆς γνώσεως ἀποκρύφους ἐμήνυε θησαυρούς, πρὸς τὴν αὐτῶν ἀπόλαυσιν, δηλονότι, τῶν αἰτούντων ἐλαύνων τὴν ἔφεσιν.
Διὰ τοῦτο προσευχήν, οἶμαι, ταύτην κέκληκε τὴν διδασκαλίαν ὁ λόγος, ὡς αἴτησιν ἔχουσαν τῶν ἀνθρώποις κατὰ χάριν ἐκ Θεοῦ διδομένων δώρων. οὕτω γὰρ οἱ θεόπνευστοι πατέρες ἡμῶν ὁριστικῶς περὶ τῆς προσευχῆς διεξῆλθον, φήσαντες, εἶναι τὴν προσευχὴν αἰτησιν ὧν Θεὸς πρεπόντως ἑαυτῷ δωρεῖσθαι πέφυκεν ἀνθρώποις. ὥσπερ καὶ τὴν εὐχὴν ὑπόσχεσιν, ἤγουν ἐπαγγελίαν ὧν γνησίως λατρεύοντες Θεῷ προσκομίζουσιν ἄνθρωποι, τὴν γραφὴν μαρτυροῦσαν τῷ οἰκείῳ λόγῳ πολλαχῶς παραστήσαντες, ὡς τό, Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. καί, Ὅσα ηὐξάμην ἀποδώσω σοι τῷ Κυρίῳ. περὶ τῆς εὐχῆς εἰρημένα. καὶ αὖθις περὶ προσευχῆς ὡς τό, Καὶ προσηύξατο Ἄννα πρὸς Κύριον, λέγουσα, Κύριε ἀδωναὶ, ἐλωὶ σαββαώθ ἐὰν εἰσακούων εἰσακούσῃς τῆς δούλης σου, καὶ δός μοι, καρπὸν κοιλίας. καὶ προσηύξατο Ἐζεκίας βασιλεὺς Ἰούδα, καὶ Ἡσαίας υἱὸς Ἀμὼς ὁ προφήτης πρὸς Κύριον, καὶ τό, Ὅταν ὑμεῖς προσεύχησθε λέγετε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, παρὰ τοῦ Κυρίου τοῖς μαθηταῖς εἰρημένον. ὡς εἰναι δύνασθαι τὴν μὲν εὐχήν, ἐντολῶν τήρησιν κατὰ γνώμην τοῦ ηὐγμένου κεκυρωμένην, τὴν δὲ προσευχήν, τῆς πρὸς τὰ τηρηθέντα καλὰ τοῦ τετηρηκότος μεταποιήσεως αἴτησιν. ἢ μᾶλλον, τὴν μὲν εὐχὴν ἀρετῆς ἄθλον, ὁ δὴ μάλιστα προσφιλῶς δέχεται Θεὸς προσκομιζόμενον. τὴν δὲ προσευχῆς ἀρετῆς ἔπαθλον, ὃ δὴ μάλα χαίρων Θεὸς ἀντιδίδωσιν. οὐκοῦν, ἐπειδὴ δέδεικται τῶν ὑπὸ τοῦ λόγου σαρκωθέντος ἀγαθῶν αἴτησιν εἶναι τὴν προσευχήν, αὐτὸν προστησάμενοι τοῦ λόγου τῆς προσευχῆς τὸν διδάσκαλον, θαρροῦντες ἐπέλθωμεν, ἐπιμελῶς ἑκάστου ῥητοῦ γυμνάσαντες, ὡς οἷον τε, θεωρίᾳ τὴν ἔννοιαν, ὡς αὐτός τε χορηγεῖν συμφερόντως εἴωθεν ὁ λόγος, καὶ χωρεῖν δίδωσι τῆς τοῦ λέγοντος διανοίας τὴν δύναμιν.
Κείμενον.
«Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἀγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου».
Ἐξήγ.
Εὐθὺς καθηκόντως θεολογίας ἐν τούτοις ἀπάρξασθαι διδάσκει τοὺς προσερχομένους ὁ Κύριος, καὶ τὴν πῶς ὕπαρξιν τῆς τῶν ὄντων ποιητικῆς αἰτίας μυσταγωγεῖ, κατ᾽ οὐσίαν τῶν ὄντων αἴτιος ὤν. Πατρὸς γάρ, καὶ ὀνόματος Πατρός, καὶ βασιλείας Πατρὸς δήλωσιν ἔχει τῆς προσευχῆς τὰ ῥήματα· ἵν᾽ ἀπ᾽ αὐτῆς διδαχθῶμεν τῆς ἀρχῆς, τὴν μοναδικὴν Τριάδα σέβειν, ἐπικαλεῖσθαί τε καὶ προσκυνεῖν. ὄνομα γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐσιωδῶς ὑφεστώς ἐστιν ὁ Μονογενὴς Υἱός. καὶ βασιλεία τοῦ Θεοῦ καὶ Πατρός, οὐσιωδῶς ἐστὶν ὑφεστῶσα τὸ Πνεῦμα τὸ Ἅγιον· ὃ γὰρ ἐνταῦθα Ματθαῖός φησι βασιλείαν, ἀλλαχοῦ τῶν Εὐαγγελιστῶν ἕτερος, Πνεῦμα κέκληκεν Ἁγιον, φάσκων, ἐλθέτω τὸ Πνεῦμα τὸ Ἀγιον, καὶ καθαρισάτω ἡμᾶς. οὐ γὰρ ἐπίκτητον ὁ Πατὴρ ἔχει τὸ ὄνομα, οὔτε μὴν ὡς ἀξίαν ἐπιθεωρουμένην αὐτῷ νοοῦμεν τὴν βασιλείαν. οὐκ ἦρκται γὰρ τοῦ εἶναι, ἵνα καὶ τοῦ Πατήρ, ἢ βασιλεὺς εἶναι ἄρξηται· ἀλλ᾽ ἀεὶ ὢν, ἀεὶ καὶ Πατήρ ἐστι καὶ βασιλεύς. μήτε τοῦ εἶναι, μήτε τοῦ Πατὴρ ἢ βασιλεὺς εἶναι τὸ παράπαν ἠργμένος. εἰδὲ ἀεὶ ὢν, ἀεὶ καὶ Πατήρ ἐστι καὶ βασιλεύς, ἀεὶ ἄρα καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον οὐσιωδῶς τῷ Πατρὶ συνυφεστήκασιν· ἐξ αὐτοῦ τε ὄντα, καὶ ἐν αὐτῷ φυσικῶς, ὑπὲρ αἰτίαν καὶ λόγον· ἀλλ᾽ οὐ μετ᾽ αὐτόν, γενόμενα δι᾽ αἰτίαν ὕστερον. ἡ γὰρ σχέσις συνενδείξεων κέκτηται δύναμιν· τὰ ὧν ἐστί τε καὶ λέγεται σχέσις, μετ᾽ ἄλληλα θεωρεῖσθαι μὴ συγχωροῦσα.
Ταύτης οὖν ἀπαρξάμενοι τῆς προσευχῆς, γεραίρειν 3ἐπειγόμεθα τὴν ὁμοούσιόν τε, καὶ ὑπερούσιον Τριάδα, ὡς ποιητικὴν αἰτίαν τῆς ἡμετέρας γενέσεως· πρὸς δὲ, καὶ τὴν εἰς ἡμᾶς ἐξαγγέλλειν διδασκόμεθα χάριν τῆς υἱοθεσίας, τὸν φύσει δημιουργόν, χάριτι Πατέρα καλεῖν ἀξιούμενοι· ἵνα τοῦ κατὰ χάριν γεννήτορος αἰδεσθέντες τὴν προσηγορίαν, ἐν τῷ βίῳ τοὺς χαρακτῆρας ἐπισημαίνειν σπουδάζωμεν τοῦ γεννήσαντος, ἁγιάζοντες αὐτοῦ ἐπὶ γῆς τὸ ὄνομα, καὶ πατρώζοντες, καὶ τέκνα διὰ τῶν πραγμάτων δεικνύμενοι, καὶ τὸν ταύτης αὐτουργὸν τῆς υἱοθεσίας φυσικὸν τοῦ Πατρὸς Υἱόν, δι᾽ ὧν νοοῦμεν, ἢ πράττομεν μεγαλύνοντες. ἁγιάζομεν δὲ τοῦ ἐν οὐρανοῖς κατὰ χάριν πατρὸς τὸ ὄνομα, τὴν πρόσυλον δηλαδὴ νεκροῦντες ἐπιθυμίαν, καὶ φθοροποιῶν ἐκκαθαιρόμενοι παθῶν. εἴπερ ἁγιασμός ἐστιν, ἡ κατ᾽ αἴσθησιν τῆς ἐπιθυμίας παντελὴς ἀκινησία καὶ νέκρωσις· ἐν ᾗ γενόμενοι, τὰς ἀπρεπεῖς τοῦ θυμοῦ κατευνάζομεν ὑλακάς, οὐκ ἔχομεν 4ἔτι διεγείρουσαν αὐτόν, καὶ τῶν οἰκείων ἡδονῶν ὑπεραγωνίζεσθαι πείθουσαν τὴν ἐπιθυμίαν, ἤδη τῇ κατὰ τὸν λόγον ἁγιότητι νεκρωθεῖσαν. κατὰ φύσιν γὰρ τῆς ἐπιθυμίας ὑπάρχων ἔκδικος ὁ θυμός, τοῦ μαίνεσθαι παύεσθαι πέφυκεν, ὁπηνίκα ταύτην ἴδῃ νενεκρωμένην. Εἰκότως οὖν, τῇ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀποβολῇ, τὸ τῆς βασιλείας τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ τὴν προσευχὴν ἐπιγίνεται κράτος, τοῖς μετὰ τὴν τούτων ἀπόθεσιν λέγειν ἀξιουμένοις,
Κείμ.
Ἐλθέτω ἡ βασιλεία.
Ἐξήγ.
τουτέστι τὸ Πνεῦμα, τὸ Ἁγιον· ἤδη τῷ τῆς πραότητος λόγῳ τε καὶ τρόπῳ ναοποιηθεῖσι τῷ Θεῷ διὰ τοῦ Πνεύματος. Ἐπὶ τίνα γάρ φησι καταπαύσω; ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ταπεινόν, καὶ τρέμοντά μου τοὺς λόγους. ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτι τῶν ταπεινῶν καὶ πραέων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ Πατρός. Μακάριοι γάρ φησι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. γῆν ταύτην τὴν κατὰ φύσιν μέσην τοῦ παντὸς ἀπολαύουσαν θέσιν, ὁ Θεὸς οὐκ ἐπηγγείλατο τῆς ἀγαπῶσιν αὐτὸν κληρονομίαν. εἴπερ ἀληθεύει φάσκων· ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. καὶ, δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. καὶ ἀλλαχοῦ πάλιν ἑτέρῳ μετ᾽ εὐνοίας δουλεύσαντι, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. καὶ μετ᾽ αὐτὸν ὁ θεῖος ἀπόστολος· σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ πρῶτοι ἐγερθήσονται ἄφθαρτοι, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τούτων οὖν οὕτως ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Κύριον. Τίς μόνῳ τῷ ῥητῷ τῆς γραφῆς προσηλώσας τὸν νοῦν, τὸν οὐρανόν, καὶ τὴν ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου βασιλείαν. καὶ τὴν τοῦ Κυρίου μυστικῶς ἀποκεκρυμμένην χαράν, καὶ τὴν διηνεκῆ καὶ παντελῶς ἀδιάστατον σὺν Κυρίῳ τῶν ἀξίων μονήν τε καὶ ἴδρυσιν, ταυτὸν ποτ᾽ ἂν τῇ γῇ φήσειε, λόγῳ κινούμενος, καὶ μόνου θεραπευτὴ εἶναι ποθῶν; ἀλλὰ νῦν γῆν φάσκειν οἶμαι, τὴν παγίαν καὶ παντελῶς ἀμετάθετον ἀπὸ τοῦ καλοῦ τῆς τῶν πραέων ἀτρεψίας ἕξιν καὶ δύναμιν, ὡς ἀεὶ σὺν Κυρίῳ ὑπάρχουσαν, καὶ χαρὰν ἀνέκλειπτον ἔχουσαν, καὶ βασιλείας ἀνέκαθεν ἡτοιμασμένης ἐπειλημμένην, καὶ τῆς ἐν οὐρανῷ στάσεώς τε καὶ τάξεως ἠξιωμένην. οἷα δὲ γῆν τινα μέσην τοῦ παντὸς θέσιν ἀπολαβοῦσαν τῆς ἀρετῆς τὸν λόγον· καθ᾽ ὃν μέσος εὐφημίας καὶ δυσφημίας ὑπάρχων ὁ πρᾷος, ἀπαθὴς διαμένει, μήτε ταῖς εὐφημίαις φυσώμενος, μήτε ταῖς δυσφημίαις στυγνούμενος. ὧν γὰρ ὁ λόγος ὑπάρχει κατὰ φύσιν ἐλεύθερος, ἀποστήσας τὴν ἔφεσιν, τούτων διοχλούντων ταῖς προσβολαῖς οὐκ αἰσθάνεται, καταπαύσας ἑαυτὸν τῆς περὶ ταῦτα ζάλης, καὶ πρὸς τὴν θείαν καὶ ἄπρακτον ἐλευθερίαν ὅλην τῆς ψυχῆς μεθορμήσας τὴν δύναμιν· ἧς τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος μεταδοῦναι ποθῶν, Ἄρατε φησι, τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. ἀνάπαυσιν λέγων, τὸ τῆς θείας βασιλείας κράτος, ὡς πάσης ἀπηλλαγμένην δουλείας τοῖς ἀξίοις ἐμποιοῦν δεσποτείαν.
Εἰ δὲ τοῖς ταπεινοῖς καὶ πράοις τὸ ἀκαθαίρετον τῆς ἀκηράτου βασιλείας δίδοται κράτος, τὶς οὕτως ἀνέραστος, καὶ πάντη τῶν θείων ἀνόρεκτος ἀγαθῶν, ὡς μὴ κατ᾽ ἄκρον ἐφίεσθαι ταπεινώσεως καὶ πραότητος, ἵνα γένηται τῆς θείας χαρακτὴρ βασιλείας ὡς ἐφικτόν ἐστιν ἀνθρώπῳ; φέρων ἐν ἑαυτῷ τοῦ φύσει κατ᾽ οὐσίαν ὡς ἀληθῶς μεγάλου βασιλέως Χριστοῦ, κατὰ τὴν χάριν ἀπαράλλακτον τὴν ἐν πνεύματι μόρφωσιν; ἐν ᾗ, φησίν, ὁ θεῖος Ἀπόστολος. Οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ, τουτέστι, θυμὸς καὶ ἐπιθυμία. ὁ μὲν τυραννικῶς ἐκφέρων τὸν λογισμόν, καὶ τοῦ νόμου τῆς φύσεως ἔξω ποιούμενος τὴν διάνοιαν. ἡ δὲ τῆς μιᾶς καὶ μόνης ἐφετῆς τε καὶ ἀπαθοῦς αἰτίας καὶ φύσεως. ποιουμένη τὰ μετ᾽ αὐτὴν ἐρασμιώτερα, καὶ διὰ τοῦτο τὴν σάρκα προτιμωτέραν τιθεμένη, τοῦ πνεύματος, καὶ τῆς τῶν νοουμένων δόξης τε καὶ λαμπρότητος ἐπιτερπεστέραν· ἐργαζομένη τὴν τῶν φαινομένων ἀπόλαυσιν· τῷ κατ᾽ αἴσθησιν λείῳ τῆς ἡδονῆς ἀπείργουσα τὸν νοῦν τῆς θείας συγγενοῦς τῶν νοητῶν ἀντιλήψεως. ἀλλ᾽ ἢ λόγος μονώτατος, καὶ αὐτῆς εἰς ἄκρον τῆς ἀπαθοῦς μὲν, φυσικῆς δὲ ὅμως τοῦ σώματος δι᾽ ἀρετῆς περιουσίαν, γυμνούμενος στοργῆς καὶ διαθέσεως, νικῶντος τελείως τὴν φύσιν τοῦ πνεύματος, καὶ τῆς ἠθικῆς πείθοντος σχολάσαι φιλοσοφίας, ἡνίκα συγγίνεσθαι δέοι τῷ ὑπερουσίῳ λόγῳ, δι᾽ ἁπλῆς καὶ ἀμεροῦς θεωρίας τὸν νοῦν, κἂν συντελεῖν αὐτῷ πέφυκεν εἰς ῥαδίαν τῶν χρονικῶς ῥεόντων τιμὴν καὶ διάβασιν· ὧν διαβαθέντων οὐκ εὔλογον ἐπιβαρεῖσθαι καθάπερ μηλωτῇ τῷ κατ᾽ ἦθος τρόπῳ, τὸν ἀποφανθέντα τοῖς αἰσθητοῖς ἀκατάσχετον. καὶ δηλοῖ τοῦτο σαφῶς Ἡλίας ὁ Μέγας, δι᾽ ὧν ἔπραττε τυπικῶς τοῦτο παραδεικνὺς τὸ μυστήριον. τὴν μὲν μηλωτήν, φημὶ δὲ τῆς σαρκὸς τὴν νέκρωσιν, ἐν ᾗ τὸ μεγαλοπρεπὲς πέπηγε τῆς ἠθικῆς κοσμιότητος, κατὰ τὴν ἁρπαγὴν Ἐλισσαίῳ διδοὺς εἰς συμμαχίαν τοῦ Πνεύματος, κατὰ πάσης ἀντικειμένης δυνάμεως, καὶ πληγὴν τῆς ἀστάτου καὶ ῥεούσης φύσεως· ἧς τύπος ὑπῆρχεν ὁ Ἰορδάνης, πρὸς τὸ μὴ σχεθῆναι τὸν μαθητὴν τῆς πρὸς τὴν ἁγίαν γῆν διαβάσεως, τῷ θολερῷ τε καὶ ὀλισθηρῷ περικλυθέντα τῆς τῶν ὑλικῶν προσπαθείας, αὐτὸς δὲ χωρῶν πρὸς τὸν Θεὸν ἄνετος, οὐδενὶ τῶν ὄντων παντελῶς κατὰ τὴν σχέσιν κρατούμενος, ἁπλοῦς τε τὴν ἔφεσιν, καὶ τὴν γνώμην ἀσύνθετος, πρὸς τὸν ἁπλοῦν τῇ φύσει διὰ τῶν ἀλληλούχων γενικῶν ἀρετῶν, γνωστικῶς ἀλλήλαις συνῃρημένων ὡς ἵππων πυρίνων, τὴν ἐνδημίαν ποιούμενος. ἔγνω γὰρ ὅτι δεῖ τὸν Χριστοῦ μαθητὴν ἀπογενέσθαι τὰς ἀνίσους διαθέσεις, ὧν ἡ διαφορότης ἐλέγχει τὴν ἀλλοτρίωσιν. εἴπερ διάχυσιν μὲν τοῦ περὶ καρδίαν αἵματος, τὸ κατ᾽ ἐπιθυμίαν πόθος. αἵματος δὲ ζέσιν, κινούμενον σαφῶς τὸ θυμικὸν ἀπεργάζεται. καὶ φθάσας οἷα δὴ ζῶν ἐν Χριστῷ καὶ κινούμενος, καὶ ὢν, ἑαυτοῦ τὴν τῶν ἀνίσων καὶ ἀλλοκότων ἀπέθετο γένεσιν· μὴ φέρων ἐν ἑαυτῷ καθάπερ ἄρρεν καὶ θῆλυ, τὰς ἐναντίας ὡς ἔφην τούτων τῶν παθῶν διαθέσεις· ἵνα μὴ δουλωθῇ τούτοις ὁ λόγος, ταῖς αὐτῶν ἀστάτοις μεταβολαῖς ἀλλοιούμενος, ᾧ φυσικῶς τὸ τῆς θείας εἰκόνος ἐγκέκραται σέβας, πεῖθον τὴν ψυχὴν μεταπλασθῆναι κατὰ τὴν γνώμην πρὸς τὴν θείαν ὁμοίωσιν, καὶ γενέσθαι τῆς συνυφισταμένης οὐσιωδῶς τῷ Θεῷ καὶ Πατρὶ τῶν ὅλων μεγάλης βασιλείας, ὡς Πνεύματος Ἁγίου, παμφαὲς οἰκητήριον, ὅλην δεχόμενον εἰ θέμις εἰπεῖν τῆς θείας φύσεως κατὰ τὸ δυνατόν, τὴν ἐξουσίαν τῆς γνώσεως.
καθ᾽ ἣν, ἡ μὲν τῶν χειρόνων ἀπογίνεσθαι, τῶν δὲ κρειττόνων ὑφίστασθαι πέφυκε γένεσις, ἴσα Θεῷ τῆς ψυχῆς κατὰ τὴν χάριν τῆς κλήσεως, ἄσυλον φυλαττούσης ἐν ἑαυτῇ τῶν δωρηθέντων καλῶν τὴν ὑπόστασιν. καθ᾽ ἣν ἀεὶ θέλων Χριστὸς γεννᾶται μυστικῶς, διὰ τῶν σωζομένων σαρκούμενος· καὶ μητέρα Παρθένον ἀπεργαζόμενος τὴν γεννῶσαν ψυχήν, οὐκ ἔχουσαν, ἵνα συνελὼν εἴπω, κατὰ τὴν σχέσιν ὥσπερ ἄρρεν καὶ θῆλυ, τὰ γνωρίσματα τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως. ξενιζέσθω δὲ μηδεὶς τὴν φθορὰν τῆς γενέσεως ἀκούων προταττομένην. ἀπαθῶς γὰρ σὺν ὀρθῷ λόγῳ τὴν τῶν γινομένων καὶ ἀπογινομένων φύσιν διασκοπήσας, εὑρήσει σαφῶς, ἐκ φθορᾶς, καὶ εἰς φθορὰν τὴν γένεσιν ἀρχομένην καὶ λήγουσαν. ἧς τὰ σημαντικὰ πάθη, πάθη καθάπερ ἔφην, οὐκ ἔχει Χριστός· ἤγουν ὁ τοῦ Χριστοῦ τε καὶ κατὰ Χριστὸν βίος τε καὶ λόγος. εἴπερ ὁ λέγων ἐστὶν ἀληθὴς ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ· τὰ σημεῖα δηλαδή, καὶ τὰ πάθη δηλῶν τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· ἀλλ᾽ ἢ μόνον θεοειδὴς λόγος γνώσει θείᾳ πεποιωμένος, καὶ γνώμης μοναδικὴ κίνησις, μόνην αἱρουμένη τὴν ἀρετήν. οὔτε Ἔλλην καὶ Ἰουδαῖος, δι᾽ ὧν τῆς περὶ Θεοῦ δόξης ὁ διάφορος σημαίνεται λόγος· ἢ τόγε μᾶλλον ἀληθέστερον εἰπεῖν ἀντικείμενος. ὁ μὲν ἀφθόνως εἰσηγούμενος πολυαρχίαν, καὶ τὴν μίαν ἀρχὴν ἀντικειμέναις ἐνεργείαις τε, καὶ δυνάμεσι καταμερίζων· καὶ πλαττόμενος σέβας πολύθεον, τῷ τε πλήθει τῶν προσκυνουμένων στασιαζόμενον, καὶ τῷ διαφόρῳ τῆς προσκυνήσεως τρόπῳ γελώμενον. ὁ δὲ μίαν μὲν, στενὴν δὲ καὶ ἀτελῆ, καὶ σχεδὸν ἀνυπόστατον, ὡς λόγου καὶ ζωῆς ἔρημον· πρὸς ἶσον κακὸν τῷ προτέρῳ λόγῳ διὰ τῶν ἐναντίων ἐκπίπτων, τὴν ἀθείαν· ἑνὶ περιγράφων προσώπῳ τὴν μίαν ἀρχήν, καὶ ταύτην δίχα λόγου καὶ πνεύματος ὑφισταμένην, ἢ λόγῳ καὶ πνεύματι πεποιωμένην· μὴ συνορῶν, ὅτι τίς Θεὸς τούτων ἡμοιρημένος; ἢ πῶς Θεός, μεθέξει παραπλησίως τοῖς ὑπὸ γένεσιν καὶ λογικοῖς ὡς συμβεβηκότων τούτων· μεμοιραμένος; ὧν ἐν Χριστῷ τὸ παράπαν, ὡς ἔφην, οὐδείς· ἀλλὰ μόνος ἀληθοῦς θεοσεβείας λόγος, καὶ πάγιος μυστικῆς θεολογίας θεσμός, τήν τε τοῦ προτέρου λόγου διαστολὴν τῆς θεότητος ἀποπεμπόμενος, καὶ τὴν τοῦ δευτέρου μὴ παραδεχόμενος συστολήν· ἵνα μὴ τῷ φυσικῷ πλήθει στασιαστικόν, Ἐλληνικὸν γάρ. ἢ τῷ καθ᾽ ὑπόστασιν ἑνικῷ παθητόν.
Ἰουδαϊκὸν γάρ, ὡς λόγου καὶ πνεύματος ἐστερημένον, ἢ λόγῳ καὶ πνεύματι πεποιωμένον· ἀλλ᾽ οὐκ ὃν νοῦς καὶ λόγος καὶ πνεῦμα τὸ θεῖον πρεσβεύεται· καὶ διδάσκων ἡμᾶς τοὺς κλήσει χάριτος κατὰ πίστιν εἰσπεποιημένους εἰς ἐπίγνωσιν ἀληθείας, μίαν εἰδέναι θεότητος φύσιν καὶ δύναμιν· ἤγουν ἕνα Θεὸν ἐν Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι θεωρούμενον. οἷα δὴ μόνον ἀναίτιον νοῦν, οὐσιωδῶς ὑφεστῶτα, μόνου κατ᾽ οὐσίαν ὑφεστῶτος ἀνάρχου λόγου γεννήτορα, καὶ μόνης ἀϊδίου ζωῆς οὐσιωδῶς ὑφεστώσης, ὡς Πνεύματος Ἁγίου πηγήν· ἐν μονάδι Τριάδα καὶ ἐν Τριάδα μονάδα· οὐκ ἄλλην καὶ 5ἄλλῃ. οὐ γὰρ ὡς ἐν οὐσίᾳ τῇ μονάδι συμβεβηκός ἐστιν ἡ Τριάς· ἢ τὸ ἔμπαλιν, ἐν Τριάδι μονάς. ἄποιος γάρ· οὐδ᾽ ὡς ἄλλην καὶ ἄλλην. οὐ γὰρ ἑτερότητι φύσεως τῆς Τριάδος ἡ μονὰς διενήνοχεν, ἁπλῆ τε καὶ μία φύσις τυγχάνουσα· οὐδ᾽ ὡς ἄλλην παρ᾽ ἄλλην. οὐ γὰρ ὑφέσει δυνάμεως διακέκριται τῆς μονάδος ἡ Τριάς, ἢ τῆς Τριάδος ἡ μονάς· ἢ ὡς κοινόν τι καὶ γενικὸν ἐπινοίᾳ μόνῃ θεωρητὸν τῶν ὑπ᾽ αὐτὸ μερικῶν, παρήλλακται τῆς Τριάδος ἡ μονάς, οὐσία κυρίως αὐθύπαρκτος οὖσα, καὶ δύναμις ὄντως αὐτοσθενής· οὐδ᾽ ὡς δι᾽ ἄλλης ἄλλην. οὐ γὰρ κατὰ παραγωγὴν ἐκ μονάδος τριάς, ἀγέννητος ὑπάρχουσα καὶ αὐτέκφαντος· ἀλλὰ τὴν αὐτὴν ὡς ἀληθῶς, μονάδα, καὶ Τριάδα, καὶ λεγομένην, καὶ νοουμένην· τὸ μέν, τῷ κατ᾽ οὐσίαν λόγῳ· τὸ δέ, τῷ καθ᾽ ὕπαρξιν τρόπῳ· ὅλην μονάδα τὴν αὐτήν, μὴ μεμερισμένην ταῖς ὑποστάσεσι· καὶ ὅλην Τριάδα τὴν αὐτήν, τῇ μονάδι μὴ συγκεχυμένην. ἵνα μὴ τῷ μερισμῷ τὸ πολύθεον, ἢ τῇ συγχύσει τὸ ἄθεον εἰσκομίζῃται· ἅπερ φεύγων ὁ κατὰ Χριστὸν λαμπρύνεται λόγος· λέγω δὲ Χριστοῦ λόγον, τὸ καινὸν κήρυγμα τῆς ἀληθείας· ἐν ᾧ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ· φημὶ δὲ τὰ σημεῖα καὶ τὰ πάθη τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· οὐχ Ἐλλην καὶ Ἰουδαῖος, οἱ περὶ θεότητος ἀντικείμενοι λόγοι. οὐ περιτομὴ καὶ ἀκροβυστία αἱ τούτοις δηλαδὴ κατάλληλοι λατρεῖαι· ἡ μέν, διὰ τὰ σύμβολα τοῦ νόμου, τὴν φαινομένην κτίσιν κακίζουσα, καὶ τὸν κτίστην ὡς κακῶν ποιητὴν διαβάλλουσα· ἡ δέ, διὰ τὰ πάθη, ταύτην θεοποιοῦσα, καὶ τῷ κτίστῃ ἐπανιστῶσα τὸ ποίημα· καὶ πρὸς ἴσον κακὸν ἄμφω τὴν θείαν ὕβριν ἀλλήλαις συλλέγουσαι· οὐ Βάρβαρος, καὶ Σκύθης· τουτέστιν, ἡ πρὸς ἑαυτὴν στασιαστικὴ τῆς μιᾶς φύσεως κατὰ γνώμην διάστασις, καθ᾽ ἣν ὁ τῆς ἀλληλοκτονίας παρὰ φύσιν τοῖς ἀνθρώποις εἰσεφθάρη νόμος· οὔτε δοῦλος καὶ ἐλεύθερος, ἡ τῆς αὐτῆς δηλονότι παρὰ γνώμην διαίρεσις φύσεως· ἄτιμον ποιούμενοι τὸν κατὰ φύσιν ὁμότιμον· νόμον ἐπίκουρον ἔχουσα, τὴν τυραννοῦσαν τὸ τῆς εἰκόνος ἀξίωμα, τῶν δεσποζόντων διάθεσιν· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, διὰ τῶν ὑπὲρ φύσιν καὶ νόμον, τὴν τῆς ἀνάρχου βασιλείας δημιουργῶν ἐν πνεύματι μόρφωσιν, ἣν ὡς ἀποδέδεικται, πέφυκε χαρακτηρίζειν, καρδίας ταπείνωσις, καὶ πρᾳότης· ὧν ἡ σύνοδος, τέλειον τὸν κατὰ Χριστὸν κτιζόμενον ἀποδείκνυσιν ἄνθρωπον.
πᾶς γὰρ ταπεινόφρων πάντως καὶ πρᾷος· καὶ πᾶς πρᾶος, πάντως καὶ ταπεινόφρων. ταπεινόφρων μέν, ὡς γνοὺς ἑαυτὸν ἔχοντα τὸ εἶναι δεδανεισμένον. πρᾶος, δέ, ὡς διαγνοὺς τῶν δοθεισῶν αὐτῷ κατὰ φύσιν δυνάμεων τὴν χρῆσιν. καὶ τῷ μὲν λόγῳ, πρὸς ἀρετῆς γένεσιν τούτων διδοὺς τὴν ὑπηρεσίαν· τῆς αἰσθήσεως δέ, τελείως τὴν τούτων συστέλλων ἐνέργειαν. καὶ διὰ τοῦτο κατὰ μὲν τὸν νοῦν, πρὸς Θεὸν ἀεικίνητος ὤν, κατὰ δὲ τὴν αἴσθησιν, οὐδὲ πάντων ὁμοῦ τῶν πρὸς σῶμα λυπηρῶν πεῖραν λαμβάνων παντελῶς κινούμενος, ἢ λύπης ἴχνος ἐντυπῶν τῇ ψυχῇ, πρὸς παραλλαγὴν τῆς ἐν αὐτῇ χαροποιοῦ διαθέσεως. οὐ γὰρ ἡγεῖται στέρησιν ἡδονῆς ὑπάρχειν, τὸ κατ᾽ αἴσθησιν ἀλγεινόν. ἡδονὴν γὰρ μίαν ἐπίσταται, τὴν τῆς ψυχῆς πρὸς τὸν λόγον συμβίωσιν· ἧς ἡ στέρησις, κόλασίς ἐστιν ἀτελεύτητος, πάντας φυσικῶς περιγράφουσα τοὺς αἰῶνας. καὶ διὰ τοῦτο, τό, τε σῶμα, καὶ πάντα τὰ τοῦ σώματος ἀφείς, πρὸς τὴν θείαν φέρεται συντόνως συμβίωσιν· μίαν ζημίαν ἡγούμενος, κἂν πάντων δεσπόζῃ τῶν ἐπὶ γῆς, τὴν τῆς προσδοκωμένης κατὰ χάριν θεώσεως ἀποτυχίαν. Ἁγνίσωμεν οὖν ἑαυτοὺς παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα τὸ θεῖον ἁγιάσωμεν ὄνομα, αἰκιζομένην τοῖς πάθεσιν ἀπρεπῶς τὴν ἐπιθυμίαν κατασβέσαντες· καὶ λόγῳ, ταῖς ἡδοναῖς ἀτάκτως ἐπιμαινόμενον τὸν θυμὸν, καταδύσωμεν· ἵνα διὰ τῆς πρᾳότητος παραγινομένην ὑποδεξώμεθα τὴν τοῦ Θεοῦ καὶ Πατρὸς βασιλείαν, καὶ τὸν ἐφεξῆς λόγον τῆς προσευχῆς, τοῖς προτέροις ἀρμόσωμεν λέγοντες·
Κείμ.
«Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς»·
Ἐξήγ.
Ὁ κατὰ μόνην τὴν λογικὴν δύναμιν, ἐπιθυμίας τε καὶ θυμοῦ κεχωρισμένην μυστικῶς προσάγων τῷ Θεῷ τὴν λατρείαν, οὗτος ἐπὶ γῆς ὡς ἐν οὐρανῷ τῶν Ἀγγέλων αἱ τάξεις, τὸ θεῖον πεπλήρωκε θέλημα, διὰ πάντων τοῖς Ἀγγέλοις ὁμολάτρης γενόμενος, καὶ ὁμοδίαιτος, καθάπερ φησὶν ὁ Μέγας Ἀπόστολος, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· παρ᾽ οἷς οὐκ ἔστιν ἐπιθυμία, δι᾽ ἡδονῆς τοὺς νοεροὺς παραλύουσα τόνους· οὗτε θυμὸς λυσσῶν, καὶ τοῦ συγγενοῦς ἀσμένως καθυλακτῶν· ἀλλὰ λόγος μονώτατος πρὸς τὸν πρῶτον λόγον φυσικῶς ἄγων τοὺς λογικούς, ᾧ μόνῳ χαίρει Θεὸς καὶ παρ᾽ ἡμῶν αἰτεῖ τῶν αὐτοῦ δούλων. καὶ τοῦτο δηλοῖ πρὸς τὸν Μέγαν φάσκων Δαβίδ, Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; ὑπάρχει δὲ τῷ Θεῷ ἐν οὐρανοῖς προσαγόμενον παρὰ τῶν Ἁγίων Ἀγγέλων, πλὴν τῆς λογικῆς λατρείας οὐδέν, ἣν καὶ παρ᾽ ἡμῶν, ἐπιζητῶν προσευχομένους λέγειν ἐδίδαξε· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. οὐκοῦν κινείσθω καὶ ἡμῶν πρὸς τὴν τοῦ Θεοῦ ζήτησιν ὁ λόγος, πρός τε τὸν αὐτοῦ πόθον ἡ κατ᾽ ἐπιθυμίαν δύναμις, καὶ πρὸς τὴν αὐτοῦ φυλακὴν ἀγωνιζέσθω τὸ θυμικόν· μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ὁ μὲν νοῦς τετάσθω πᾶς πρὸς Θεόν, οἱονεὶ τόνῳ τινὶ τῷ θυμικῷ τρόπῳ νευρούμενος, καὶ ποθῳ τῇ κατ᾽ ἄκρον ἐφέσει τῆς ἐπιθυμίας πυροόμενος. οὕτω γὰρ τοὺς κατ᾽ οὐρανὸν Ἀγγέλους μιμούμενοι, τῷ Θεῷ διὰ παντὸς λατρεύοντες εὑρεθησόμεθα· τὴν αὐτὴν τοῖς Ἀγγέλοις ἐπὶ τῆς γῆς πολιτείαν ἐπιδεικνύμενοι· πρὸς οὐδὲν τῶν μετὰ Θεὸν ἴσως ἐκείνους, ἔχοντες τὸν νοῦν τοπαράπαν κινούμενον. δεξόμεθα γὰρ κατ᾽ εὐχὰς οὕτω πολιτευόμενοι, καθάπερ ἄρτον ἐπιούσιόν τε καὶ ζωτικὸν εἰς ἀποτροφὴν τῶν ἡμετέρων ψυχῶν, καὶ συντήρησιν τῆς τῶν χαρισθέντων ἡμῖν ἀγαθῶν εὐεξίας, τὸν εἰπόντα λόγον, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἀναλόγως ἡμῖν τοῖς τρεφομένοις δι᾽ ἀρετῆς καὶ σοφίας πάντα γινόμενον· καὶ δι᾽ ἑκάστου τῶν σωζομένων ποικίλως, ὡς οἶδεν αὐτός, σωματούμενον, ἔτι κατὰ τὸν αἰῶνα τοῦτον ὑπάρχοντες, κατὰ τὴν τοῦ ῥητοῦ τῆς προσευχῆς δύναμιν τοῦ λέγοντος·
Κείμ.
«Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.»
Ἐξήγ.
Τοῦτον γὰρ οἶμαι δηλοῦσθαι τὸν αἰῶνα διὰ τοῦ σήμερον· ὡς εἴτις ἐπὶ τὸ σαφέστερον ἐκλαβὼν εἴποι, τὸν τόπον τῆς προσευχῆς, τὸν ἄρτον ἡμῶν, ὃν κατ᾽ ἀρχὰς ἐπ᾽ ἀθανασίᾳ τῆς φύσεως ἡτοίμασας, δὸς ἡμῖν σήμερον, κατὰ τὴν παροῦσαν ζωὴν οὖσι τῆς θνητότητος, ἵνα νικήσῃ τὸν θάνατον τῆς ἁμαρτίας, ἡ τροφὴ τοῦ ἄρτου τῆς ζωῆς καὶ τῆς ἐπιγνώσεως, ἧς μέτοχον γενέσθαι τὸν πρῶτον ἄνθρωπον, ἡ παράβασις τῆς θείας ἐντολῆς οὐ συνεχώρησεν· ὡς εἴγε ταύτης ἐνεφορήθη τῆς θείας τροφῆς, οὐκ ἂν τῷ θανάτῳ τῆς ἁμαρτίας ἡλίσκετο. (πλὴν ὁ τὸν ἄρτον τοῦτον λαβεῖν εὐχόμενος τὸν ἐπιούσιον, οὐ πάντως ὅλον δέχεται καθὼς αὐτὸς ὁ ἄρτος ἐστίν· ἀλλὰ καθὼς αὐτὸς ὁ δεχόμενος δύναται. πᾶσι μὲν γὰρ δίδωσι τοῖς αἰτοῦσιν ὁ τῆς ζωῆς ἄρτος ὡς φιλάνθρωπος, οὐ κατὰ τὸ αὐτὸ δὲ πᾶσιν· ἀλλὰ τοῖς μὲν μεγάλα ἔργα πεποιηκόσι, πλειόνως, τοῖς δὲ τούτων ἥττοσιν, ἡττόνως· ἑκάστῳ μὲν οὖν καθὼς ἡ κατὰ νοῦν ἀξία δέξασθαι δύναται.) Πρὸς ταύτην δέ με τοῦ παρόντος ῥητοῦ τὴν ἐννοιαν ἤγαγεν ὁ σωτήρ, προστάσσων διαρρήδην τοῖς μαθηταῖς τροφῆς αἰσθητῆς παντελῶς μὴ ποιεῖσθαι λόγον, εἰπών, Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, ἢ τί πίητε, μήτε τῷ σώματι ὑμῶν τί περιβάλησθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ἀλλὰ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. πῶς οὖν διδάσκει προσεύχεσθαι, περὶ ὧν 6ζητεῖν προλαβὼν. ἐνετείλατο; δῆλον γὰρ ὅτι διὰ προσευχῆς αἰτεῖν, οὐ προσέττατεν, ἅπερ δι᾽ ἐντολῆς ζητεῖν οὐ παρήνεσε. διὰ προσευχῆς γὰρ μόνον ἐστὶν αἰτητόν, τὸ κατ᾽ ἐντολὴν ζητητόν. ὅπερ οὖν ζητεῖν δι᾽ ἐντολῆς οὐκ ἐπετράπημεν, διὰ προσευχῆς αἰτεῖν, τυχὸν θεμιτὸν οὐ καθέστηκεν. εἰ δὲ μόνην ζητεῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην ὁ σωτὴρ ἐνετείλατο, ταύτην εἰκότως καὶ διὰ προσευχῆς αἰτεῖν τοὺς τῶν θείων ἐφιεμένους δώρων ἐνήγαγεν· ἵνα τῶν φύσει ζητητῶν διὰ προσευχῆς τὴν χάριν ἐπικυρώσας, τὴν τῶν αἰτούντων γνώμην τῷ τοῦ παρεχομένου τὴν χάριν συνάψῃ θελήματι, δι᾽ ἑνώσεως σχετικῆς ταυτὸ ποιουμένην.
Εἰ δὲ καὶ τὸν ἐφήμερον ἄρτον, ᾧ συγκρατεῖσθαι πέφυκεν ἡμῶν ἡ παροῦσα ζωὴ διὰ προσευχῆς αἰτεῖν κελευόμεθα, μὴ παρέλθωμεν τοὺς ὅρους τῆς προσευχῆς, πολλὰς ἐτῶν περιόδους πλεονεκτικῶς περικοσμοῦντες, καὶ λάθωμεν ὄντες θνητοί, καὶ σκιᾶς δίκην τὴν ζωὴν παροδεύουσαν ἔχοντες· ἀλλὰ τὸν πρὸς ἡμέραν ἀπεριμερίμνως διὰ τῆς προσευχῆς αἰτήσωμεν ἄρτον, καὶ δείξωμεν, ὅτι φιλοσόφως κατὰ Χριστόν, μελέτην θανάτου τὸν βίον ποιούμεθα, τῇ γνώμῃ φθάνοντες τὴν φύσιν, καὶ πρὶν ἐπιστῆναι τὸν θάνατον, τῆς τῶν σωματικῶν μερίμνης τὴν ψυχὴν ἀποτέμνοντες· ἵνα μὴ προσηλωθῇ τοῖς φθειρομένοις, ἀμείψασα πρὸς τὴν ὕλην τὴν χρῆσιν τῆς κατὰ φύσιν ἐφέσεως, καὶ μάθῃ πλεονεξίαν τῆς τῶν θείων ἀγαθῶν περιουσίας στερητικήν. φύγωμεν οὖν ὅση δύναμις τὴν φιλίαν τῆς ὕλης, καὶ τὴν αὐτῆς σχέσιν καθάπερ κονιορτὸν τῶν νοερῶν ὀμμάτων ἀπονιψώμεθα, καὶ μόνοις ἀρκεσθῶμεν τοῖς συνιστῶσιν. ἀλλὰ μὴ τοῖς ἡδύνουσιν ἡμῶν τὴν παροῦσαν ζωήν. καὶ ὑπὲρ αὐτῶν τὸν Θεόν, ὡς ἐδιδάχθημεν ἀξιώσωμεν, ἵνα δυνηθῶμεν ἀδούλωτον φυλάξαι τὴν ψυχήν, μηδενὶ τῶν ἐρωμένων διὰ τὸ σῶμα παντελῶς κρατουμένην, καὶ τοῦ ζῆν ἕνεκεν δειχθῶμεν ἐσθίοντες, ἀλλὰ μὴ τοῦ ἐσθίειν χάριν ζῶντες ἐλεγχθῶμεν. τὸ μὲν γὰρ λογικῆς, τὸ δὲ τῆς ἀλόγου σαφῶς ἴδιον καθέστηκε φύσεως. καὶ φύλακες ὦμεν τῆς προσευχῆς ἀκριβεῖς, δι᾽ αὐτῶν δεικνύμενοι τῶν πραγμάτων, ὅτι μιᾶς καὶ μόνης ἀπρὶξ ἀντεχόμεθα, τοῖς ἐν πνεύματι ζωῆς, καὶ πρὸς τὴν αὐτῆς κτῆσιν τῆς παρούσης ζωῆς δηλονότι, τὴν χρῆσιν ποιούμεθα, δι᾽ ἣν τοσοῦτον τὴν ταύτης στέργομεν χρῆσιν, ὅσον ἄρτῳ ταύτην μόνῳ στηρίζειν μὴ παραιτεῖσθαι, καὶ τὴν αὐτῆς φυσικὴν εὐεξίαν φυλάττειν, ὅσον τὸ ἐφ᾽ ἡμῖν ἀδιάφθορον· οὐχ ἵνα ζῶμεν, ἀλλ᾽ ἵνα Θεῷ ζῶμεν· ψυχῆς ἄγγελον τὸ σῶμα καθιστῶντες λελογισμένον ταῖς ἀρεταῖς, καὶ ταύτην Θεοῦ κήρυκα ποιοῦντες τῇ περὶ τὸ καλὸν παγιότητι πεποιωμένην· καὶ τοῦτον μιᾷ φυσικῶς ἡμέρᾳ περικλείοντες τὸν ἄρτον, ὑπὲρ αὐτοῦ μὴ τολμῶντες εἰς δευτέραν ἡμέραν, διὰ τὸν δοτῆρα τῆς προσευχῆς ἐπεκτεῖναι τὴν δέησιν. οὕτω γὰρ ἂν πραγματικῶς κατὰ τὴν δύναμιν τῆς προσευχῆς ἑαυτοὺς διαθέντες δυνηθείημεν καὶ τοῖς λειπομένοις καθαρῶς προσβῆναι ῥητοῖς, φάσκοντες.
Κείμ.
«Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν».
Ἐξήγ.
Ὁ κατὰ τὴν πρώτην τῆς τοῦ προλαβόντος ῥητοῦ θεωρίας ἐπιβολήν, κατὰ τὸν αἰῶνα τοῦτον, οὖ σύμβολον εἶναι τὸ σήμερον ἕφαμεν, τὸν ἄφθαρτον ἄρτον τῆς σοφίας, οὖ κατ᾽ ἀρχὰς διετείχισεν ἡμᾶς ἡ παράβασις, διὰ προσευχῆς ἐπιζητῶν, ἅτε δὴ μίαν ἡδονὴν ἐπιστάμενος τὴν τῶν θείων ἐπιτυχίαν, ἧς δοτὴρ μὲν κατὰ φύσιν ἐστὶν ὁ Θεός. φύλαξ δὲ κατὰ θέλησιν ἡ τοῦ λαβόντος προαίρεσις, καὶ μίαν ὀδύνην εἰδώς, τὴν τούτων ἀποτυχίαν, ἧς ὑποβολεὺς μὲν ἐστὶν ὁ διάβολος, αὐτουργὸς δὲ πᾶς ὁ τῶν θείων δι᾽ ἀτονίαν γνώμης ἀποκναιόμενος, μὴ φυλάττων τὸ τίμιον γνώμης διαθέσει στεργόμενον, πρὸς οὐδὲν ἔχων τῶν ὁρωμένων ῥέπουσαν τοσύνολον τὴν προαίρεσιν, καὶ διὰ τοῦτο τοῖς σωματικῶς αὐτῷ συμβαίνουσι λυπηροῖς, οὐχ ὑπαγόμενος, οὗτος ὡς ἀληθῶς ἀφίησι τοῖς εἰς αὐτὸν ἁμαρτάνουσιν· ὅτι μηδὲ τὸ κατ᾽ ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταί τις τὸ παράπαν χειροῦσθαι καλόν, ἀνάλωτον κατὰ φύσιν ὑπάρχειν πεπιστευμένον· καὶ τῷ Θεῷ καθίστησιν ἑαυτὸν ἀρετῆς ἐξομπλάριον, εἰ καὶ τοῦτο θέμις εἰπεῖν, πρὸς μίμησιν ἑαυτοῦ τὸν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος, λέγων, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ οἷος αὐτὸς γέγονε τοῖς πέλας, γενέσθαι παρακαλῶν τὸν Θεόν. εἰ γὰρ ὡς αὐτὸς ἀφῆκε τὰ ὀφειλήματα τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, βούλεται καὶ αὐτῷ ἀφεθῆναι παρὰ Θεοῦ, δηλονότι ὥσπερ ὁ Θεὸς ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν, οὕτως καὶ αὐτὸς ἀπαθὴς ἐπὶ τοῖς συμβαίνουσι διαμένων, ἀφίησι τοῖς πλημμελήσασι μὴ συγχωρῶν μνήμῃ τινὶ τῶν φθασάντων λυπηρῶν τυποῦσθαι τὸν νοῦν, ἵνα μὴ τέμνων τῇ γνώμῃ τὴν φύσιν ἐλέγχηται, πρός τινα τῶν ἀνθρώπων διεστηκώς, ἄνθρωπος ὤν. οὕτω γὰρ ἂν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ τῆς φύσεως, ἡ τοῦ Θεοῦ πρὸς τὴν φύσιν καταλλαγὴ γίνεσθαι πέφυκεν. ὅτι μήτε δυνατὸν ἑτέρως κατὰ τὴν γνώμην πρὸς ἑαυτὴν στασιάζουσαν τὴν θείαν καὶ ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν. καὶ τυχὸν διὰ τοῦτο πρότερον ἡμᾶς βούλεται τὰς πρὸς ἀλλήλους ποιεῖσθαι καταλλαγὰς ὁ Θεός, οὐχ ἵνα παρ᾽ ἡμῶν μάθῃ καταλλάττεσθαι τοῖς ἁμαρτάνουσι, καὶ τῶν πολλῶν συγχωρεῖν, καὶ φοβερῶν ἐγκλημάτων τὴν ἔκτισιν, ἀλλ᾽ ἵνα ἡμᾶς καθάρῃ παθῶν, καὶ δείξῃ συμβαίνουσαν τῇ σχέσει τῆς χάριτος τὴν τῶν συγχωρουμένων διάθεσιν. σαφῶς δὲ καθέστηκε δῆλον, ὅτι τῆς γνώμης ἑνωθείσης τῷ λόγῳ τῆς φύσεως ἀστασίαστος ἔσται πρὸς τὸν Θεὸν ἡ τῶν τοῦτο κατορθωκότων προαίρεσις. εἴπερ οὐδὲν πέφυκεν ἐνθεωρεῖσθαι παράλογον τῷ λόγῳ τῆς φύσεως, ὃς καὶ νόμος ἐστὶ φυσικός τε καὶ θεῖος, ὅταν καθ᾽ ἑαυτὸν ἑνεργουμένην λάβῃ τῆς γνώμης τὴν κίνησιν. εἰ δὲ παράλογον οὐδέν ἐστιν ἐν τῷ λόγῳ τῆς φύσεως, εἰκότως ἡ γνώμη κατὰ τὸν λόγον κινουμένη τῆς φύσεως, συμβαίνουσαν ἕξει διὰ πάντων τῷ Θεῷ τὴν ἐνέργειαν, ἥτις ἔστι διάθεσις ἔμπρακτος, τῇ χάριτι τοῦ φύσει καλοῦ πρὸς ἀρετῆς γένεσιν πεποιωμένη.
Οὕτω μὲν οὖν ὁ τὸν γνωστικὸν ἄρτον αἰτῶν διάκειται προσευχόμενος, μεθ᾽ ὃν κἀκεῖνος, ὁ μόνον τὸν ἐφήμερον ἄρτον ἐπιζητῶν διὰ τὴν βίαν τῆς φύσεως, κατὰ τὸν αὐτὸν διατεθήσεται τρόπον; ἀφεὶς τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, οἷα δὴ γνοὺς ὅτι κατὰ φύσιν ὑπάρχει θνητός; καὶ λοιπὸν καθ᾽ ἑκάστην ἡμέραν διὰ τὴν ἀδηλίαν τὸ φύσει πεφυκὸς ἐκδεχόμενος, προλαμβάνει τὴν φύσιν κατὰ τὴν γνώμην, αὐθαίρετος νεκρὸς πρὸς τὸν κόσμον γινόμενος, κατὰ τὸ φάσκον λόγιον, Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ διὰ τοῦτο σπενδόμενος ἅπασιν, ἵνα μηδὲν ἑαυτῷ συνεπικομίζηται γνώρισμα τῆς μοχθηρίας τοῦ νῦν αἰῶνος, πρὸς τὴν ἀγήρω ζωὴν μεθιστάμενός, καὶ λάβῃ παρὰ τοῦ κριτοῦ τῶν ὅλων, ὧν ἐνταῦθα προκέχρηκε τὴν ἴσην ἀντίδοσιν. ἀναγκαία γὰρ ἀμφοτέροις πρὸς τὴν τῶν σφῶν αὐτῶν λυσιτέλειαν καθέστηκεν· ἡ καθαρὰ πρὸς τοὺς λελυπηκότας διάθεσις πάντων μὲν ἕνεκεν, οὐκ 7ἡνίκα δὲ διὰ τῶν λειπομένων ῥητῶν τὴν δύναμιν, τοῦτον ἔχουσιν τὸν τρόπον.
Κείμ.
«Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ».
Ἐξήγ.
Δηλοῖ γὰρ ἐν τούτοις ὁ λόγος, ὡς ὁ μὴ συγχωρήσας τελείως τοῖς πταίουσι, καὶ καθαρὰν λύπης παραστήσας τῷ Θεῷ τὴν καρδίαν λελαμπρυσμένην τῷ φωτὶ τῆς πρὸς τὸν πέλας καταλλαγῆς, τῆς τῶν ηὐγμένων καλῶν ἀποτεύξεται χάριτος· καὶ τῷ πειρασμῷ καὶ τῷ πονηρῷ κατὰ δικαίαν ἐκδοθήσεται κρίσιν· ἵνα μάθῃ καθαίρεσθαι πλημμελῶν, τὰς κατ᾽ ἄλλων ἑαυτοῦ μομφὰς ἀφαιρούμενος. πειρασμὸν δὲ λέγει νῦν, τὸν τῆς ἁμαρτίας νόμον, ὃν οὐχ ἔχων ὁ πρῶτος ἄνθρωπος ἦλθεν εἰς γένεσιν· πονηρὸν δέ, τὸν τοῦτον ἐμφύραντα τῇ φύσει τῶν ἀνθρώπων διάβολον, καὶ πείσαντα δι᾽ ἀπάτης τὸν ἄνθρωπον ἀπὸ τοῦ συγκεχωρημένου πρὸς τὸ κεκωλυμένον τῆς ψυχῆς μετενέγκαι τὴν ἔφεσιν, καὶ πρὸς τὴν τῆς θείας ἐντολῆς τραπῆναι παράβασιν, ἧς ἔργον γέγονεν ἡ τῆς δοθείσης κατὰ χάριν ἀφθαρσίας ἀπόθεσις· ἢ πάλιν πειρασμὸν μὲν, φησί. τὴν τῆς ψυχῆς ἑκούσιον πρὸς τὰ πάθη τῆς σαρκὸς διάθεσιν. πονηρὸν δὲ, τὸν κατ᾽ ἐνέργειαν συμπληρωτικὸν τῆς ἐμπαθοῦς διαθέσεως τρόπον· ὧν οὐδενὸς ὁ δίκαιος ἐξαιρεῖται κριτής, τὸν μὴ τοῖς ὀφειλέταις ἀφιέντα τὰ ὀφειλήματα. κἂν τοῦτο ψιλῶς διὰ τῆς προσευχῆς ἐξαιτεῖται, ἀλλὰ καὶ τῷ νόμῳ τῆς ἁμαρτίας συγχωρεῖ μολύνεσθαι τὸν τοιοῦτον, καὶ ὑπὸ τοῦ πονηροῦ κυριεύεσθαι τὸν σκληρὸν καὶ ἀπότομον τὴν γνώμην ἐγκαταλιμπάνει· οἷα δὴ τὰ πάθη τῆς ἀτιμίας, ὧν σπορεύς ἐστιν ὁ διάβολος, προτετιμηκότα τῆς φύσεως, ἧς ἐστι δημιουργὸς ὁ Θεός.
Καὶ μὴν πρὸς τὰ πάθη τῆς σαρκὸς ἑκουσίως συνδιατιθέμενον οὐ κωλύει, καὶ τοῦ κατ᾽ ἐνέργειαν συμπληρωτικοῦ τρόπου, τῆς κατ᾽ αὐτὰ διαθέσεως οὐ λυτροῦται, ὅτι παθῶν ἀνυποστάτων ἥττονα τὴν φύσιν ἡγησάμενος, τῇ περὶ ταῦτα σπουδῇ, τὸν ταύτης λόγον ἠγνόησε, καθ᾽ ὃν ἔδει κινηθέντα γνῶναι, τίς μὲν φύσεως νόμος, τίς δὲ παθῶν ἢ καθ᾽ αἵρεσιν γνωμικῶς, ἀλλ᾽ οὐ φυσικῶς ἐπισυμβαίνουσα κατέστη τυραννίς. καὶ τὸν μὲν περιποιήσασθαι, ταῖς φυσικαῖς συντηρούμενον ἐνεργείαις, τὴν δὲ τῆς γνώμης ἀπελάσαι μακράν, καὶ τῷ λόγῳ διατηρῆσαι τὴν φύσιν, ἐφ᾽ ἑαυτῆς ἑστῶσαν καθαρὰν καὶ ἀμώμητον. Ἄμωμον, χωρὶς μίσους καὶ διαστάσεως, καὶ τῇ φύσει πάλιν καταστῆσαι τὴν γνώμην συνέμπορον, μηδὲν παντελῶς ἐπιφερομένην, ὧν ὁ τῆς φύσεως οὐκ ἀποδίδωσι λόγος, καὶ διὰ τοῦτο μῖσος ἅπαν, καὶ πᾶσαν τοῦ κατὰ τὴν φύσιν συγγενεῖς ἀποστῆσαι διάστασιν, ἵνα ταύτην λέγων τὴν προσευχὴν εἰσακούηται, καὶ διπλῆν ἀνθ᾽ ἀπλῆς παρὰ τοῦ Θεοῦ δέχηται χάριν, τήν τε τῶν φθασάντων πλημμελημάτων συγχώρησιν, καὶ τὴν ἐπὶ τοῖς μέλλουσι σκέπην καὶ λύτρωσιν· εἴς τε πειρασμὸν ἐλθεῖν μὴ συγχωρούμενος, καὶ τῷ πονηρῷ δουλωθῆναι μὴ ἀφιέμενος, ὑπὲρ ἑνός, τοῦ τοῖς πέλας ἑτοίμως ἀφιέναι τὰ ὀφειλήματα. Τοιγαροῦν καὶ ἡμεῖς, ἵνα μικρὸν ἀναποδίζων ἐπιτόμως ἐπέλθω τῶν εἰρημένων τὴν δύναμιν, εἴπερ τοῦ πονηροῦ ῥυσθῆναι, καὶ εἰς πειρασμὸν εἰσελθεῖν οὐ βουλόμεθα, πιστεύσωμεν τῷ Θεῷ, καὶ ἀφῶμεν τὰ ὀφειλήματα τοῖς ὀφειλέταις ἡμῶν.
Ἐὰν γὰρ, φησί, μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἁμαρτήματα αὐτῶν, οὔτε ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν. ἵνα μὴ μόνον ἄφεσιν λάβωμεν ὧν πεπλημμελήκαμεν, ἀλλὰ καὶ τὸν νόμον νικήσωμεν τῆς ἁμαρτίας, εἰς τὴν αὐτοῦ πεῖραν εἰσελθεῖν οὐκ ἐγκαταλειπόμενοι, καὶ τὸν τούτου γεννήτορα πονηρὸν πατήσωμεν ὄφιν, ἀφ᾽ οὖ ῥυσθῆναι παρακαλοῦμεν· στρατηγοῦντος ἡμῖν τοῦ τὸν κόσμον νικήσαντος Χριστοῦ, καὶ τοῖς νόμοις τῶν ἐντολῶν καθοπλίζοντος, καὶ νομίμως τῇ τῶν παθῶν ἀποθέσει, πρὸς ἑαυτὴν δι᾽ ἀγάπης τὴν φύσιν συνδέοντος· καὶ πρὸς ἑαυτὸν ἄρτον ὄντα ζωῆς, σοφίας τε, καὶ γνώσεως, καὶ δικαιοσύνης κινοῦντος ἡμῶν ἀκορέστως τὴν ὄρεξιν· καὶ τῇ πληρώσει τοῦ πατρικοῦ θελήματος, τοῖς Ἀγγέλοις ὁμολάτρας ἡμᾶς καθιστῶντος, τῇ κατὰ βίον ἀγωγῇ τὴν ἐπουράνιον εὐμιμήτως ἐμφαίνοντας εὐαρέστησιν· κἀκεῖθεν πάλιν ἐπὶ τὴν ἀκροτάτην τῶν θείων ἀνάβασιν πρὸς τὸν πατέρα τῶν φώτων ἀνάγοντος, καὶ θείας ἀπεργαζομένου φύσεως κοινωνούς, τῇ κατὰ χάριν μεθέξει τοῦ Πνεύματος, καθ᾽ ἣν τέκνα Θεοῦ χρηματίσωμεν, αὐτὸν τὸν ταύτης αὐτουργὸν τῆς χάριτος καὶ κατὰ φύσιν τοῦ Πατρὸς Υἱόν, ὅλον ὅλοι δίχα περιγραφῆς ἀχράντως περικομίζοντες· ἐξ οὖ, καὶ δι᾽ οὗ, καὶ ἐν ᾧ τὸ εἶναί τε, καὶ κινεῖσθαι, καὶ ζῆν ἔχομέν τε, καὶ ἕξομεν· Πρὸς τοῦτο δὲ τῆς θεώσεως τὸ μυστήριον βλέπων ἡμῖν ἔστω τῆς προσευχῆς ὁ σκοπός, ἵνα γνῶμεν ἀνθ᾽ οἵων, οἴους ἡμᾶς ἡ διὰ σαρκὸς κένωσις τοῦ μονογενοῦς ἀπειργάσατο, καὶ πόθεν, ποῦ, τοὺς τὸ κατώτατον τοῦ παντὸς εἰληφότας χωρίον, εἰς ὅπερ ἡμᾶς τὸ τῆς ἁμαρτίας βάρος κατέωσε, δυνάμει φιλανθρώπου χειρὸς ἀνεβίβασε. καὶ πλέον ἀγαπήσωμεν τὸν ταύτην οὕτω σοφῶν ἡμῖν τὴν σωτηρίαν ἑτοιμασάμενον. καὶ δι᾽ ὧν πράττομεν, δείξωμεν τὴν προσευχὴν πληρουμένην, καὶ τὸν ἀληθῶς κατὰ χάριν Πατέρα Θεὸν φανῶμεν κηρύττοντες. ἀλλὰ μὴ διὰ τῶν παθῶν τῆς ἀτιμίας τὸν ἀεὶ τυραννικῶς δεσπόζειν ἐπιχειροῦντα τῆς φύσεως πονηρὸν ἔχοντες τοῦ βίου πατέρα, σαφῶς ἀποδειχθῶμεν, καὶ λάθωμεν ζωῆς ἀντικαταλλάττοντες θάνατον, ἐπειδήπερ τῶν προσόντων ἑκάτερος, τοῖς προσχωροῦσι ποιεῖσθαι μετάδοσιν πέφυκεν· ὁ μὲν, αἴδιον ζωὴν τοῖς ἀγαπῶσιν αὐτὸν χορηγῶν, ὁ δὲ θάνατον τῇ τῶν ἑκουσίων ὑποβολῇ πειρασμῶν τοῖς ἐγγίζουσιν ἐμποιῶν.
Διττὸς γὰρ κατὰ τὴν γραφὴν τῶν πειρασμῶν ὁ τρόπος. ὁ μὲν ἡδονικός, ὁ δὲ, ὀδυνηρός· καὶ ὁ μὲν προαιρετικός· ὁ δὲ ἀπροαίρετος. καὶ ὁ μὲν τῆς ἁμαρτίας γεννήτωρ, εἰς ὃν εἰσελθεῖν κατὰ τὴν τοῦ Κυρίου διδαχήν, ἀπεύχεσθαι προσετάγημεν, φάσκοντες. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν. καὶ, Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, ὁ δὲ τῆς ἁμαρτίας τιμωρός, ἀκουσίοις πόνων ἐπιφοραῖς τὴν φιλαμαρτήμονα κολάζων διάθεσιν· ὃν εἴτις ὑπομείνῃ, καὶ μάλιστα κακίας ἥλοις οὐκ ἐμπεπαρμένος, ἀκούσεται τοῦ Μεγάλου διαρρήδην βοῶντος Ἰακώβου· Πᾶσαν χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ὑπομονὴν κατεργάζεται. ἡ δὲ ὑπομονή, δοκιμήν· ἡ δὲ δοκιμή, ἔργον τέλειον ἐχέτω· ἀμφοτέρους δὲ τοὺς πειρασμοὺς τὸν ἑκούσιόν τε, καὶ τὸν ἀκούσιον, περιέπει κακούργως ὁ πονηρός· τὸν μὲν, σπείρων καὶ διερεθίζων τὴν ψυχὴν ἡδοναῖς σώματος ἀποστῆσαι τῆς θείας ἀγάπης τὴν ἔφεσιν μηχανώμενος, τὸν δὲ σοφιστικῶς ἐξαιτεῖται, δι᾽ ὀδύνης φθεῖραι τὴν φύσιν βουλόμενος, ἵνα βιάσηται τὴν ψυχὴν ἀτονίᾳ πόνων καταβληθεῖσαν, πρὸς τὴν τοῦ κτίσαντος διαβολὴν κινῆσαι τοὺς λογισμούς. Ἀλλ᾽ ἐπεγνωκότες ἡμεῖς τοῦ πονηροῦ τὰ νοήματα, τὸν μὲν ἑκούσιον ἀποζευξώμεθα πειρασμόν, ἵνα μὴ τῆς θείας ἀγάπης τὴν ἔφεσιν ἀποστήσωμεν, τὸν δὲ ἀκούσιον ἐπερχόμενον συγχωρήσει Θεοῦ, γενναίως ὑπομένωμεν, ἵνα φανῶμεν, προτετιμηκότες τῆς φύσεως, τὸν κτίστην τῆς φύσεως. Γένοιτο δὲ πάντας ἡμᾶς τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῶν τε νῦν ἡδέων τοῦ πονηροῦ λυτρωθῆναι, καὶ τῶν μελλόντων ἀλγεινῶν ἐλευθερωθῆναι, τῇ μεθέξει τῆς κατ᾽ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως, ἐποφθείσης ἡμῖν ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, τῷ μόνῳ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζομένῳ παρὰ πάσης τῆς κτίσεως· Ἀμήν.
Notes
- ἴσ. τοῖς ἁγίοις.
- ἴσ. γνῶσιν
- ἐνάλλ ἀναγόμεθα.
- ἴσ. οὐκ ἔχοντες.
- ἴσ. ἐν ἄλλῃ.
- ἴσ. μὴ ζητεῖν
- ἴσ. ἥκιστα