Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
St Thalassios the Libyan, 47. Σύντομος βιογραφία
ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΘΑΛΑΣΣΙΟΥ
ΤΟΥ ΛΙΒΥΟΣ ΚΑΙ ΑΦΡΙΚΑΝΟΥ
Θαλάσσιος ὁ Ὅσιος Πατὴρ ἡμῶν, ὁ καὶ Πρεσβύτερος γεγονώς, καὶ Ἡγούμενος, ἦν ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, κατὰ τὸ ἑξακοσιοστὸν ἑξηκοστὸν ἔτος, σύγχρονος τῷ Ἁγίῳ Μαξίμῳ, ὃς καὶ ἀπορημάτων τινῶν γραφικῶν καὶ λύσεων ἔκθεσιν αὐτῷ προσφωνεῖ. Αἱ δὲ παροῦσαι τῶν Κεφαλαίων τέσσαρες ἑκατοντάδες αὐτῷ φιλοπονηθεῖσαι, ἐνταῦθα τοῖς λοιποῖς συνετάχθησαν, ὡς πολλῆς οὖσαι πνευματικῆς ὠφελείας τοῖς ἀναγινώσκουσι πρόξενοι.