Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1
Theophanes the Monk, Θεοφάνους Μοναχοῦ Κλίμαξ πρὸς οὐρανὸν διὰ δέκα βαθμίδων ἀνάγουσα τὸν…
ΟΙΚΤΡΟΣ ΜΟΝΑΧΟΣ ΤΟΥΝΟΜΑ ΘΕΟΦΑΝΗΣ
ΚΛΙΜΑΚΑ ΕΚΤΙΘΗΜΙ ΘΕΙΩΝ ΧΑΡΙΤΩΝ
ΗΝ ΠΕΙΡΑ ΕΓΝΩΡΙΣΕ ΤΟΙΣ ΘΕΟΦΟΡΟΙΣ
Πρῶτον προσευχὴ καθαρωτάτη πέλει.
Ἐξ ἧς πρόεισι καρδιακήτις θέρμη.
Μεθ᾽ ἣν ἐνέργεια ξένη τε, καὶ ἁγία.
Εἶτα δάκρυα θεῖα τὰ τῆς καρδίας.
Ἐφ᾽ οἷς λογισμῶν παντοδαπῶν εἰρήνη.
Ἐξ ἧς νοὸς κάθαρσις ἀναβλυστάνει.
Θεωρία τε τῶν ἄνω μυστηρίων.
Ξένη μεθ᾽ ἣν ἔλλαμψις ἀφράστῳ τρόπῳ.
Ἄρρητος ἐξ ἧς φωτισμὸς τῆς καρδίας.
Κἀντεῦθεν αὖθις ἀτελῆς τελειότης.
Πλάτος μὲν οὖν ἄπειρον ἡ βαθμὶς ἔχει,
Κἂν ἐξ ἑνός γε συμπεραίνηται στίχου.
Αὐτίκα τῇ κλίμακι βαθμὶς ἡ κάτω,
Μόνον προσευχὴν καθαρὰν ὑπογράφει.
Εἴδη δὲ αὐτῆς ἐστὶ καὶ πολλὰ πάνυ,
Κἂν εἰ θέλοιμεν αὐτὰ νῦν καταλέγειν,
Εἰς μῆκος ἡμῖν ἐκτενεῖ τὰ τοῦ λόγου.
Ταὐτόν τί μοι νόησον ἐν πᾶσι φίλος,
Πεῖρα δὲ διδάσκαλος αὐτῶν, οὐ λόγος
Κλίμαξ ἀνατείνουσα πρὸς πόλον ξένως.
Δεκὰς βαθμίδων, ζώωσις ψυχῆς ξένη.
Δεκὰς βαθμίδων, ζωὴν ψυχῆς κηρύσσει.
Καὶ φησί που τις τῶν θεοφόρων τάδε.
Ὁ μὴ σπεύδων κτήσασθαι ζωὴν ἐνταῦθα,
Ψυχῆς ἐλπίσι μὴ κεναῖς ἀπατάτω,
Ἑαυτὸν ὡς λήψεται αὐτὴν ἐκεῖσε.
Δεκὰς βαθμίδων, θεία φιλοσοφία.
Δεκὰς βαθμίδων, καρπὸς πάντων βιβλίων.
Δεκὰς βαθμίδων, τὸ τέλειον δεικνύει.
Δεκὰς βαθμίδων, εἰς οὐρανοὺς ἀνάγει.
Δεκὰς βαθμίδων, ποιεῖ Θεὸν εἰδέναι.
Κλίμαξ ὁρᾶται τῷ μήκει βραχυτάτη,
Εἰ δὲ πείρᾳ λάβοι τίς καρδίας εἴσω.
Πλοῦτον εὑρήσει ἀχώρητον τῷ κόσμῳ,
Πηγήν τε θείαν νάουσαν ζωὴν ξένην.
Διδάσκαλος ἄριστος ἡ κλίμαξ αὕτη,
Σαφῶς γνῶναι ἕκαστον ἑαυτοῦ μέτρα.
Ὁρῶν θείων κλίμακα χαρίτων δέκα,
Εἰ νομίζεις ἵστασθαι παγίως ταύτῃ,
Εἰπὲ ἐν ποίᾳ ταύτης βαθμίδι πέλεις,
Εἰς ὠφέλειαν καὶ ἡμῶν τῶν ῥαθύμων;
Εἰ θέλεις φίλος τί μαθεῖν περὶ τούτων,
Ἀμερίμνησον ἐκ παντοίων· πραγμάτων,
Ἐξ ἀλόγων τε, καὶ τὸ δοκεῖν εὐλόγων.
Οὐ γὰρ μάθῃς τι χωρὶς ἀμεριμνίας·
Πείρᾳ δὲ γινώσκονται ταῦτα, οὐ λόγῳ.
Τοῦτο δ᾽ ὡς ὑπόμνησιν λέγω σοι μόνον,
Ἔστι δ᾽ ὁ λόγος Ἁγίων Θεοφόρων.
Εἰ καὶ βαρέως εἰς ἀκοὴν εἰσέλθῃ
Ὁ μὴ εὑρεθεὶς εἰς μίαν τῶν βαθμίδων,
Ἤ μὴ μελετῶν πάντοτε ἐν τοιούτοις,
Ἐν τῇ τελετῇ, καὶ καιρῷ τοῦ θανάτου,
Φόβον ὄντως μέγαν τε, καὶ τρόμον ἔξει,
Καὶ δειλίαν ἄμετρον μὴ ἀποστήσῃ.
Εἰς τὸ φοβερὸν κατέληξαν οἱ στίχοι,
Συμφερόντως δὲ λίαν ἔλαχεν οὕτως.
Οὐ μετάνοιαν καὶ καλοκαγαθίαν.
Οἱ σκληρότεροι· ὧν ἐγώ εἰμι πρῶτος.
Ὡς τοῖς φοβεροῖς καὶ δέος ἐμποιοῦσιν.
Ὦτα ὁ ἔχων ἀκούειν ἀκουέτω·
Ἄκουσον καὶ σύνες σὺ ὁ γράψας ταῦτα.
Πῶς ἐτόλμησας σύ γε εἰπεῖν τοιαῦτα;
Ἄνθρωπος μὴ ἔχων τί ὅλως ἐκ τούτων;
Πῶς δ᾽ οὐκ ἔφριξας περὶ τούτων διδάσκειν;
Οὐκ ἤκουσας Ζὰν τί ἔπαθεν ἐκεῖνος;
Θέλων διορθώσασθαι Κιβωτὸν Θείαν;
Μὴ νομίσῃς ὡς διδάσκων ταῦτα λέγω,
Ἀλλ᾽ ἵν᾽ ἐμαυτὸν στηλιτεύσω ἐν τούτοις,
Ὁρῶν ἔπαθλα τῶν ἀγωνιζομένων,
Καὶ τὴν ἐμαυτοῦ ἀκαρπίαν ἐκ πάντων.