Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 1

Elias the Presbyter, 62. Τοῦ αὐτοῦ κεφάλαια γνωστικὰ ἑκατὸν τεσσαράκοντα.

ΤΟΥ ΑΥΤΟΥ
ΓΝΩΣΤΙΚΑ
ΦΩΤΙΖΕΤΑΙ ΝΟΥΣ ΓΝΩΣΤΙΚΗΣ ΘΕΩΡΙΑΣ,
ΠΡΟΣ ΥΨΟΣ ΑΡΘΕΙΣ, ΤΟΙΣ Δ᾽ ΕΠΕΝΤΥΧΩΝ ΛΟΓΟΙΣ.
ΣΚΟΤΙΖΕΤΑΙ Δ᾽ ΑΥ, ΕΓΚΥΛΙΣΘΕΙΣ ΕΙΣ ΠΑΘΟΣ.

Ἀναγκαῖον εἰδέναι τὸν γνωστικόν, πότε μὲν ὁ νοῦς αὐτοῦ εἰς τὴν χώραν τῶν νοημάτων ἐστί, πότε δὲ εἰς τὴν τῶν λογισμῶν, καὶ πότε εἰς τὴν κατ᾽ αἴσθησιν. Καὶ ἐν ταύτῃ πάλιν, εἰ ἐν τοῖς κατὰ καιρόν, ἢ ἐν τοῖς παρὰ καιρὸν μᾶλλον εὑρίσκεται.

Ἐν νοήμασιν οὐκ ὢν ὁ νοῦς, ἐν λογισμοῖς πάντως ἐστίν. Ἐν λογισμοῖς δὲ ὤν, ἐν νοήμασιν οὐκ ἔστιν. Ἐν δὲ τῇ αἰσθήσει γινόμενος, μετὰ πάντων ἐστίν.

Διὰ τοῦ νοήματος μὲν ὁ νοῦς διέρχεται πρὸς τὰ νοητά· διὰ δὲ τοῦ λογισμοῦ πρὸς τὰ λογικὰ ὁ λόγος. Πρὸς δὲ τὰ πρακτικὰ διὰ τῆς φαντασίας ἡ αἴσθησις.

Εἰς ἑαυτὸν ὁ νοῦς συναγόμενος, οὐδὲν οὔτε τῶν κατ᾽ αἴσθησιν, οὔτε τῶν κατὰ λογισμὸν θεωρεῖ. Γυμνοὺς δὲ νόας καὶ θείας αὐγὰς βλυζούσας εἰρήνην τε καὶ χαράν.

Ἄλλο ὁ νοῦς τοῦ πράγματος καὶ ἄλλο ὁ νοῦς αὐτοῦ, καὶ ἕτερον τὸ ὑπὸ τὴν αἴσθησιν ἀναγόμενον. Καὶ τὸ μέν ἐστιν οὐσία, τὸ δὲ συμβεβηκός, τὸ δὲ ἡ τοῦ ὑποκειμένου διαφορά.

Πολλὰς ὁδοὺς ἀνατέμνων ὁ νοῦς, ἀκόρεστος δείκνυται. Πρὸς μίαν δὲ συναγόμενος τῆς εὐχῆς, πρὸ τῆς ἐντελείας, στενοχωρούμενος φαίνεται, λιπαρῶν τὸν μέτοχον ἀπολυθῆναι πρὸς τὰ ἀφ᾽ ὧν ἐξελήλυθεν.

Ἄνωθεν ἠγμένος ὁ νοῦς, οὐκ ἀναδραμεῖται αὖθις ἐκεῖσε, εἰμὴ τελείαν τὴν κάτω ποιήσηται καταφρόνησιν διὰ τῆς περὶ τὰ θεῖα σχολῆς.

Εἰ μὴ τὴν ψυχήν σου δύνῃ μετὰ μόνων ποιῆσαι τῶν περὶ αὐτὴν λογισμῶν, κἂν τὸ σῶμά σου μονάζειν ἀνάγκασον τὴν περὶ αὐτὸ ἀθλιότητα διαπαντὸς ἐννοούμενος. Οὕτω γὰρ τῷ χρόνῳ, ἐλέει Θεοῦ, καὶ πρὸς τὸ πρῶτον ἀναδραμεῖν δυνήσῃ τῆς εὐγενείας ἀξίωμα.

Ὁ μὲν πρακτικὸς ὑποτάσσειν τὸν νοῦν εὐκόλως δύναται τῇ εὐχῇ, ὁ δὲ θεωρητικὸς τὴν εὐχὴν τῷ νοΐ. Ὁ μὲν ἀπὸ τῶν φαινομένων συστέλλων σχημάτων τὴν αἴσθησιν, ὁ δὲ τὴν ψυχὴν πρὸς τοὺς ἐγκεκρυμμένους τοῖς σχήμασι λόγους μεταβιβάζων. Καὶ ὁ μὲν σωμάτων πείθει λόγους τὸν νοῦν ἀγνοεῖν, ὁ δὲ ἀσωμάτων κατανοεῖν. Ἀσώματα δέ εἰσι λόγοι σωμάτων, ἰδιότητές τε καὶ οὐσίαι αὐτῶν.

Ὅταν τὸν νοῦν σου τῆς τῶν σωμάτων καὶ χρημάτων καὶ βρωμάτων ἡδυπαθείας ἐλευθερώσῃς, τότε καὶ ὅπερ ἂν ποιῇς δῶρον καθαρὸν τῷ Θεῷ λογισθήσεται. Ἀντιδοθήσεται δέ σοι, τὸ διανοιγῆναι τοὺς τῆς καρδίας σου ὀφθαλμούς, καὶ τρανῶς ἐμμελετᾶν τοὺς ἐγγεγραμμένους ἐν αὐτῷ λόγους Θεοῦ, οἴτινες ὑπὲρ μέλι καὶ κηρίον, τῷ νοητῷ σου λογισθήσονται λάρυγγι τῇ ἀπ᾽ αὐτῶν ἐκδιδομένῃ ἡδύτητι.

Οὐ δυνήσῃ σωμάτων καὶ χρημάτων καὶ τῆς τῶν οὐκ ἀναγκαίων βρωμάτων ἐπιθυμίας ὑπέρτερον ποιῆσαι τὸν νοῦν, εἰμὴ ἐν τῇ καθαρᾷ τῶν δικαίων χώρᾳ εἰσάξῃς αὐτόν· καθ᾽ ἢν ἥ τε τοῦ θανάτου καὶ ἡ τοῦ Θεοῦ μνήμη ἐπαναβλύσασα, ἀπὸ γηίνης καρδίας ἀπαλείψει πᾶν ἐπιθυμίας ἀνάστημα.

Οὐδὲν οὔτε ἐννοίας θανάτου φοβερώτερον οὔτε Θεοῦ μνήμης θαυμασιώτερον. Ἡ μὲν γὰρ ἐστὶ λύπης σωτηριώδους παρεκτική, ἡ δὲ εὐφροσύνης χαριστική. Ἐμνήσθην γάρ, φησιν ὁ Προφήτης, τοῦ Θεοῦ καὶ ηὐφράνθην. Καὶ ὁ σοφός· μιμνήσκου τὰ ἔσχατά σου καὶ οὐχ ἁμαρτήσῃς. Ἀδύνατον δὲ τοῦ δευτέρου τινὰ ἐν κατασχέσει γενέσθαι, μὴ πεῖραν τῆς τοῦ προτέρου λαβόντα στρυφνότητος.

Ἔως ἂν τὴν τοῦ Θεοῦ δόξαν ἀνακεκαλυμμένῳ προσώπῳ ἴδῃ ὁ νοῦς, οὐ δύναται ἡ ψυχὴ λέγειν ἐν αἰσθήσει αὐτῆς, Ἐγὼ δὲ ἀγαλλιάσομαι ἐπὶ τῷ Κυρίῳ, τερφθήσομαι ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. Κάλυμμα γὰρ κεῖται τὸ τῆς φιλαυτίας ἐπὶ τὴν καρδίαν αὐτῆς, πρὸς τὸ μὴ ἀνακαλυφθῆναι αὐτῇ τὰ θεμέλια τῆς οἰκουμένης, ἅτινά εἰσιν οἱ λόγοι τῶν γεγονότων, ὅπερ ἐξ αὐτῆς οὐ περιαιρεῖται, ἑκουσίων πόνων καὶ ἀκουσίων χωρίς.

Οὐ μετὰ τὴν ἐξ αἰγύπτου φυγήν, ἥτις ἐστὶν ἡ κατ᾽ ἐνέργειαν ἁμαρτία. Οὐδὲ μετὰ τὴν τῆς θαλάσσης διάβασιν, τῆς κατὰ σχέσιν λέγω δουλείας. Ἀλλὰ μετὰ τὴν ἐν ἐρήμῳ διατριβὴν μεταξὺ κειμένην ἐνεργημάτων καὶ κινημάτων κακίας, τοῦ Ἰσραὴλ ὁ δημαγωγὸς κατασκοπεῖν δύναται τὴν γῆν τῆς ἐπαγγελίας, ἥτις ἐστὶν ἡ ἀπάθεια. Τὴν ὀπτικὴν ἀποστέλλων καὶ ἐποπτικὴν αὐτοῦ δύναμιν.

Οἱ μὲν ἐν τῇ ἐρήμῳ καθήμενοι, τουτέστιν ἐν τῇ τῶν παθῶν ἀνενεργησίᾳ, ἀκοῇ μόνῃ τῆς μακαρίας ἐκείνης ἔχουσι τὰ ἀγαθὰ γῆς, οἱ δὲ τὰ ἐν ἐκείνῃ σκοπήσαντες ἐν περινοίᾳ δηλονότι ψιλῇ τῆς τῶν ὁρωμένων θεωρίας γεγόνασιν οἱ δὲ καταξιωθέντες ἐν αὐτῇ εἰσελθεῖν, ὅλῃ αἰσθήσει τῶν ἐξ αὐτῆς ἀπορρεόντων, ὡς γάλα καὶ μέλι, τῆς πρώτης φημί, καὶ δευτέρας θεωρίας λόγων, ἐνεφορήθησαν.

Οὔπω συνεσταυρώθη Χριστῷ, ὁ ἔτι φυσικὰς κινήσεις ἔχων σαρκός, οὐδὲ συνετάφη, ὁ ψυχικὰς ἐνθυμήσεις ἐπισυρόμενος πῶς οὖν συναναστῇ αὐτῷ ὁ τοιοῦτος, ἐν καινότητι ζωῆς πολιτεύεσθαι.

Τριῶν οὐσῶν τῇ ψυχῇ περιεκτικωτέρων ἀρετῶν· νηστείας, εὐχῆς τε, καὶ σιωπῆς, ἀναγκαῖον τὸν μὲν ἐξ εὐχῆς λύεσθαι μέλλοντα, εἴς τινα φυσικὴν θεωρίαν ἐπαναπαύεσθαι, τὸν δὲ ἐκ σιωπῆς εἰς ἠθικὴν ὁμιλίαν. Εἰς δευτέραν δὲ κεχαρισμένην τροφὴν τὸν νηστεύοντα.

Ἐν τοῖς θείοις ἕως ὑπάρχει ὁ νοῦς, σώζει τὸ καθ᾽ ὁμοίωσιν, ἀγαθός τε καὶ συμπαθὴς εὑρισκόμενος. Ἐν δὲ τοῖς κατ᾽ αἴσθησιν γεγονώς, εἰ μὲν εὐκαίρως, καὶ προσηκόντως κατέρχεται, πεῖραν διδοὺς καὶ λαμβάνων, εὐρωστῶν αὖθις, πρὸς ἑαυτὸν ἐπανέρχεται. Παρὰ δὲ τὸν καιρὸν καὶ τὴν χρείαν, ὅς τις στρατηγός, ἀπερίσκεπτος εὑρεθήσεται, τὸ πολὺ αὐτοῦ ὑποτεμνόμενος τῆς δυνάμεως, ἐν τῷ μάχεσθαι.

Ὁ ἐν ἡμῖν ἐγκεκρυμμένος τῆς ἀπαθείας Παράδεισος, εἰκών ἐστι τοῦ μέλλοντος τοὺς δικαίους ὑποδέχεσθαι. Πλὴν οὐ πάντες ἐκείνου ἐκτὸς εὑρεθήσονται, ὅσοι ἐντὸς τοῦ ἐμπεριεχομένου γενέσθαι οὐκ ἴσχυσαν.

Ὁ μὲν αἰσθητὸς ἥλιος, ξένας τὰς ἑαυτοῦ ἀκτίνας ἐξ οἰκίας κεκλεισμένης καθίστησι. Οὐκ ἂν δὲ τὰς γλυκείας ὁ νοητὸς ἐπαφήσῃ τῇ προσδεχομένῃ μὲν, μὴ κεκλεισμένας δὲ ἐχούσῃ τὰς αἰσθήσεις ἀπὸ τῶν ὁρωμένων ψυχῇ.

Γνωστικός ἐστιν ὁ τὰς μὲν καταβάσεις αὐτοῦ μεγαλοπρεπῶς, ταπεινοπρεπῶς δὲ τῆς ψυχῆς τὰς ἀναβάσεις διατιθέμενος.

Μέλιτα μὲν λειμῶνας περινοστοῦσα, ἐκεῖθεν τῷ μέλιτι τὰς ἀφορμὰς προσπορίζεται· ψυχὴ δὲ αἰῶνας περινοστοῦσα ποικίλους, αὐτόθεν τὸν γλυκασμὸν τῇ διανοίᾳ ἐνίησιν.

Ἡ ἐμφαγοῦσα μὲν ἔλαφος ὄφεις, ἰὸν τοῦ σβέσαι, πρὸς ὑδάτων τρέχει πηγάς· ψυχὴ δὲ ἡ βέλεσι θείοις τρωθεῖσα, ἄπαυστον ἕλκει τὸν πρὸς τὸν τρώσαντα ἔρωτα.

Ψιλοὶ μὲν λογισμοί, τῇ μοναδικῇ ζωῇ ἐπιφύονται. Ἐπιλογισμοὶ δὲ τῇ δυαδικῇ· τῇ δὲ πολυσχεδεῖ ψυχῇ, λογισμοὶ μὲν ἀπελήλανται· νόες δὲ μόνον γυμνοὶ σωμάτων αὐτῇ προσπελάζοντες τοὺς περὶ προνοίας καὶ κρίσεως λόγους, ὥς τινα θεμέλια γῆς ἀνακαλύπτοντες αὐτῇ ἐμφανίζουσιν.

Ἐν τῇ δυαδικῇ ζωῇ, τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἁπλῶς ὁρᾶσθαι οὐ πέφυκε, τοῦτο γὰρ ἐν τῇ μοναδικῇ εὑρεθήσεται· καθ᾽ ἣν ἄρρενος καὶ θηλείας διαφορά, διὰ τὸ καθ᾽ ὁμοίωσιν, ἐν Χριστῷ Ἰησοῦ οὐ γνωσθήσεται.

Οἱ λογισμοὶ οὔτε τοῦ ἀλόγου μέρους εἰσὶ τῆς ψυχῆς· (οὐ γάρ ἐστι λογισμὸς ἐν ἀλόγοις) οὔτε τοῦ νοεροῦ· (ἐπεὶ μηδὲ ἐν Ἀγγέλοις)· αὐτοῖς δὲ τῆς λογικῆς ὄντες γεννήματα, ὡς κλίμακι τῇ φαντασίᾳ χρώμενοι, ἀναβαίνουσι μὲν πρὸς τὸν νοῦν ἀπὸ τῆς αἰσθήσεως, τὰ ἐκείνης αὐτῷ ἀπαγγέλοντες, καταβαίνουσι δὲ πρὸς αὐτὴν ἐξ αὐτοῦ, τὰ ἐκείνου ὑποτιθέμενοι.

Ὅς τινες ἐκ βυθοῦ ἀναφερόμενοι, καί τινος εἰς βοήθειαν ἐπιλαβέσθαι πειρώμενοι, οἱ πονηροὶ λογισμοὶ εὑρεθήσονται, ὀλκάδος καθάπερ κινδυνευούσης τῆς κακίας, δακρύων κατακλυσμῷ.

Κατὰ τὴν ὑποκειμένην ποιότητα τῆς ψυχῆς, ἢ ὡς πειραταὶ καταποντίζειν, ἢ ὡς ἐρέται συμβοηθεῖν κινδυνευούσῃ, οἱ περὶ αὐτὴν συνάγονται λογισμοί· οἱ μὲν πρὸς πέλαγος ἕλκοντες τῶν ἀπρεπῶν λογισμῶν, οἱ δὲ τὴν ἄσον παρεκλεγόμενοι, πρὸς γαληνίους ἀκτάς, τὴν ναῦν ἀποκείλουσιν.

Ἕβδομον τὸν τῆς κενοδοξίας λογισμὸν ὄντα, ἡ ἐφιεμένη ὡς ἔσχατον ἀποβαλέσθαι ψυχή, εἰ μὴ τοὺς πρὸ αὐτοῦ ἀπεκδύσεται, οὐ δυνήσεται τὸν μετ᾽ αὐτοὺς ὄγδοον ἐπενδύσασθαι· ὃν καὶ οἰκητήριον οὐράνιον καλεῖν οἶδεν ὁ θεῖος Ἀπόστολος. Καὶ διὰ στεναγμῶν ἐπενδύεσθαι δύνασθαι τοῖς δι᾽ αὐτὸ τῶν ὑλικῶν γυμνητεύουσιν.

Τῇ μὲν τελείᾳ εὐχῇ ἀγγελικοὶ παραβάλλειν πεφύκασι λογισμοί, τῇ δὲ μέσῃ, πνευματικοί· τῇ εἰσαγωγικῇ δὲ οἱ φυσιολογικοί.

Ὥσπερ τὸ εὐγενὲς τοῦ κόκκου, διὰ τοῦ στάχυος, οὕτω καὶ τὸ εἰλικρινὲς τῆς θεωρίας, διὰ προσευχῆς ἐμφανίζεσθαι εἴωθε. Κέκτηται δὲ ὁ μὲν εἰς ἀποτροπὴν ὀρνέων τῶν σπερμολόγων, οἷά τινα δόρατα, τοὺς περιστοιχοῦντας ἀνθέρικας, ὁ δὲ τοὺς φιλοσοφοῦντας ἐν πειρασμοῖς λογισμούς, πρὸς τὴν ἐκείνων ἀναίρεσιν.

Τὰ μὲν ὁρώμενα τῆς ψυχῆς διὰ τὴν πρᾶξιν, περιηργυρωμένα πτέρυγες περιστερᾶς καθάπερ εἰσί. Τὰ δὲ νοούμενα, φημὶ δὴ τὰ μετάφρενα διὰ τὴν θεωρίαν, ὡς ἐν χλωρότητι χρυσίου, καθίστανται. Ἡ γὰρ μὴ ὡραιωθεῖσα ψυχή, πετασθῆναι καὶ καταπαῦσαι οὐ δύναται ἔνθα πάντων τῶν εὐφραινομένων ἡ κατοικία ἐστίν.

Τοῦ αὐτοῦ πρακτικά, καὶ θεωρητικά.

Λειμὼν ἐνθάδε, καρπῶν πεπληρωμένος.
Πνευματικῆς πράξεως καὶ θεωρίας.

Ἀπαρχὰς ἅλωνος, καὶ ληνοῦ, πάλαι μὲν τοῖς παλαιοῖς προσφέρειν ἐν τῷ ναῷ προσετέτακτο. Νυνὶ δὲ ἡμεῖς πρακτικῆς μὲν ἀπαρχάς, ἐγκράτειαν χρὴ Θεῷ προσφέρειν, καὶ τὴν ἀλήθειαν. Θεωρητικῆς δὲ ἀρετῆς, ἀγάπην, καὶ προσευχήν. Δι᾽ ἐκείνων μέν, ἐπιθυμίας ἀλόγου καὶ τοῦ θυμοῦ τὰς ὁρμὰς ἀνακάπτοντα. Διὰ τούτων δέ, ἐννοίας κενάς, καὶ τὰς ἐκ τοῦ πλησίον ἐπιβουλάς.

Πρακτικῆς μὲν ἀρχή, ἐγκράτεια καὶ ἀλήθεια. Μεσότης δέ, σωφροσύνη, καὶ ταπεινοφροσύνη· τέλος δὲ αὐτῆς, λογισμῶν εἰρήνη, καὶ ἁγιασμὸς σώματος.

Πρᾶξίς ἐστιν, οὐ τὸ πράττειν ἁπλῶς δύνασθαί τὰ καλά, ἀλλὰ καὶ τὸ ὡς δεῖ πράττειν αὐτά. Τὸν καιρόν, καὶ τὸ μέτρον πρὸς τὰ πρακτὰ συνεπιφερομένου τοῦ πράττοντος.

Θεωρία ἐστίν, οὐ τὸ θεωρεῖν μόνον ὡς ἔχουσι τὰ σώματα. Ἀλλὰ καὶ τὸ τοὺς λόγους αὐτῶν, πρὸς τί βλέπουσιν.

Οὐκ ἔστιν οὔτε πρᾶξις ἀσφαλής, θεωρίας ἐκτός, οὔτε θεωρία ἀληθής, ἄνευ πράξεως. Χρὴ γὰρ καὶ πρᾶξιν ἐλλόγιμον εἶναι, καὶ θεωρίαν ἔμπρακτον. Ἵνα τῇ μέν, ἀνίσχυρος εὑρίσκηται ἡ κακία, τῇ δέ, δυνατὴ ἡ ἀρετὴ ἐν εὐδοκίαις χρηστότητος.

Πέρας μὲν πρακτικῶν, ἡ νέκρωσις τῶν παθῶν. Τέλος δὲ γνωστικῶν, ἡ θεωρία τῶν ἀρετῶν.

Ὡς ὕλη τῷ εἴδη, οὕτω πρᾶξις τῇ θεωρία· καὶ ὡς ὀφθαλμὸς προσώπῳ, οὕτω θεωρίᾳ τῇ πράξει ὀφθήσεται.

Ἐν τῷ τῆς κατὰ τὴν πρακτικὴν ἀρετῆς σταδίῳ, πολλοὶ μὲν τρέχουσιν. Εἷς δὲ λαμβάνει τὸ βραβεῖον, ὁ πρὸς τὸ πέρας αὐτῆς ἐλθεῖν τῇ θεωρίᾳ ἐπιθυμῶν.

Κατανύξεως μὲν πόμα πίνει ὁ πρακτικὸς ἐν εὐχῇ· ποτηρίῳ δὲ κρατίστῳ μεθύσκεται ὁ θεωρητικός. Ὁ μὲν ἐν τοῖς κατὰ φύσιν φιλοσοφῶν, ὁ δὲ καὶ ἑαυτὸν ἀγνοῶν ἐν τῷ εὔχεσθαι.

Οὐ συγχωρεῖται ὁ πρακτικὸς εἰς πνευματικὴν θεωρίαν ἐπὶ πολὺ ἐγκαρτερεῖν, εὑρίσκεται γὰρ ὡς ἐπιξενωθεὶς τινί, καὶ ἐκ τῆς ἐκείνου οἰκίας ταχέως ὑπεξερχόμενος.

Ὡς ἐν πύλαις μὲν εἰσέρχονται οἱ πρακτικοὶ τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐν τῷ εὐχεσθαι, ὡς ἐν αὐλαῖς δὲ ἀρετῶν ἐν ὕμνοις, οἱ θεωρητικοί. Εὐχαριστοῦντες οἱ μὲν ὅτι ἐλύθησαν τῶν δεσμῶν· οἱ δὲ ὅτι καὶ αἰχμαλώτους εἰλήφασι τοὺς πολεμοῦντας αὐτούς.

Χρὴ κατὰ τὸ τῆς πρακτικῆς κράτος, καὶ τὸ τῆς θεωρίας εὑρίσκεσθαι. Ἵνα μὴ καθ᾽ ὁμοιότητα πλοίου τοῦ μὴ κατάλληλα τὰ ἰστία περιφερομένου, ἢ κίνδυνον ὑπομείνῃ ἀνέμων σφοδρότητι διὰ τὴν ἀμετρίαν αὐτῶν, ἢ ζημίαν πνευμάτων διὰ τὴν πρὸς τὸ σκάφος σμικρότητα.

Ἐρέτας μὲν τοῦ νοητοῦ πλοίου νόει, τοὺς εὐσεβεῖς λογισμούς. Κόπας δὲ τὰς ζωτικὰς δυνάμεις τῆς ψυχῆς, θυμὸν καὶ ἐπιθυμίαν, βούλησιν, καὶ προαίρεσιν. Τούτων ὁ μὲν πρακτικὸς ἐν χρείᾳ ἐστὶ πάντοτε, οὐ πἀντοτε δὲ καὶ ὁ θεωρητικός. Ἐν γὰρ τῷ καιρῷ τῆς εὐχῆς χαίρειν οὗτος πᾶσιν εἰπών, αὐτὸς ἑαυτὸν ἐπὶ τῶν τῆς διαγνώσεως οἰάκων καθίζων, διὰ πάσης ἐγρήγορε τῆς κατὰ θεωρίαν νυκτός, αἰνέσεις προσάγων τῷ συνοχεῖ τοῦ παντός. Καί που τὶ καὶ μέλος ἐρωτικὸν ἀναλαμβανόμενος, τῇ ἑαυτοῦ προσεπάδει ψυχῇ, τοὺς τῆς ἅλης θαλάσσης ἀποσκοπῶν μετεωρισμούς, καὶ ῥοθέους κινήσεις, τὰ θεῖα καταπληττόμενος κρίματά τε καὶ δικαιώματα.

Ὁ μέσως ἔχων περὶ πρᾶξιν καὶ θεωρίαν οὔτε πάντῃ ταῖς κόπαις κατὰ τοὺς ναυτικοὺς ποιεῖται τὸν πλοῦν, οὔθ᾽ ὅλως τοῖς νοητοῖς ἱστίοις, ἀλλὰ δι᾽ ἀμφοτέρων τὴν χρείαν τῆς εὐπλοίας ἐργάζεται. Ἡδέως φέρων καὶ τοὺς πόνους τῆς πράξεως, διὰ τὸ μέτρον τῆς θεωρίας. Καὶ τοὺς λόγους τῆς ἀτελοῦς θεωρίας, διὰ τὸ βοηθεῖσθαι ὑπὸ τῆς πράξεως.

Ὁ μὲν θεωρητικός, τῇ γνώμῃ τὴν φύσιν ἔχων συντρέχουσαν, ὡς οἷόν τι ῥεῦμα ἀπόνως ποιεῖται τὸ πλόῖμον· ὁ δὲ πρακτικὸς ἐναντιουμένην εὑρίσκων τῇ προαιρέσει τὴν σχέσιν, πολὺν λογισμῶν ὑφίσταται κλυδωνα, καὶ εἰς ἀπευδοκίαν, μικροῦ δεῖν, κινδυνεύει διὰ τὸ βάρος ἐλθεῖν.

Οὔτε χώρα μὴ καλῶς κατεργασθεῖσα, πολύχουν καὶ καθαρὸν ἀντιπαρέχειν τὸ σπέρμα τῷ σπείροντι εἴωθεν, οὔτε ὁ τὴν πρακτικὴν μετερχόμενος, εἰ μὴ ἐπιμελῶς ταύτην, καὶ φανητίας ἄνευ μετέρχεται, τὸν ἐξ εὐχῆς ὄψεται καρπὸν πολύν τε καὶ καθαρόν.

Τῇ πατουμένῃ συχνῶς ἔοικε γῇ διάνοια ἡ ἀδιαλείπτοις εὐχῆς ἴχνεσι τριβομένη, ἐκείνη τε γὰρ λεία ἔσται, καὶ αὕτη εὐθεῖα πρὸς ὑποδοχήν, ἐκείνη μὲν ποδῶν τρυφερῶν, καὶ αὕτη εὐχῶν καθαρῶν.

Ἐπὶ μὲν τῶν ἐνύλων, ὁ νοῦς συνεργὸν ἔχει τὸν λογισμόν· ἐπὶ δὲ τῶν ἀύλων, εἰ μὴ αὐτὸν παραιτήσεται, ὡς σκόλοπα ἔξει τὸν κολαφίζοντα.

Κάλυμμα μὲν ἔχει ὁ πρακτικὸς ἐπὶ τῆς καρδίας αὐτοῦ ἐν εὐχῇ, τὴν γνῶσιν τῶν αἰσθητῶν, ἀνακαλυφθῆναι διὰ τὴν σχέσιν μὴ δυνάμενον· μόνος δὲ ὁ θεωρητικὸς διὰ τὸ ἄσχετον, ἀνακεκαλυμμένῳ προσώπῳ ὁρᾶν ἀπὸ μέρους δύναται τὴν δόξαν τοῦ Θεοῦ.

Ἡ μετὰ πνευματικῆς θεωρίας εὐχή, ἡ γῆ τῆς ἐπαγγελίας ἐστί· καθ᾽ ἣν ῥέει ὡς γάλα καὶ μέλι, ἡ γνῶσις τῶν περὶ προνοίας, καὶ κρίσεως λόγων Θεοῦ, ἡ δὲ μετά τινος φυσικῆς, ἡ αἴγυπτος· ἐν ᾗ τῶν παχυτέρων ἐπιθυμιῶν μνήμη τοῖς εὐχομένοις ἐγγίνεται· ἡ δέ γε ἁπλῆ, τὸ Μάννα ἐστὶ τὸ ἐν τῇ ἐρήμῳ· τὸ διὰ τὸ μονοειδές, τοῖς μὲν ἀκαρτερήτοις, ἐναποκλεῖον τὰ δι᾽ ἐπιθυμίας τῶν ἐπηγγελμένων καλά, τοῖς δὲ ἐγκαρτεροῦσι τῇ τοιαύτῃ ἀπεστενωμένῃ τροφῇ, προξενοῦν τὴν κρείττω γεῦσιν, καὶ μένουσαν.

Πρᾶξις σὺν θεωρίᾳ μὲν ὡς σῶμα μετὰ πνεύματος ἡγεμονικοῦ, ἄνευ δὲ θεωρίας, ὡς σὰρξ μετὰ πνεύματος προαιρετικοῦ λογισθήσεται.

Τῆς λογικῆς ψυχῆς, αὐλὴ μὲν ἡ αἴσθησις, ναὸς δὲ ἡ διάνοια, ἀρχιερεὺς δὲ ὁ νοῦς, ἐν τῇ αὐλῇ μὲν ἵσταται, ὁ ὑπ᾽ ἀκαίρων νοῦς περικοπτόμενος λογισμῶν, ἐν τῷ ναῷ δὲ ὁ ὑπ᾽ εὐκαίρων, ὑπ᾽ οὐδενὸς δὲ τούτων, ὁ εἰς τὸ θεῖον ἱερατεῖον ἀξιωθεὶς εἰσελθεῖν.

Θρῆνος μὲν καὶ μέλος, καὶ οὐαὶ ἐν οἴκῳ τῆς πρακτικῆς ψυχῆς διὰ τὸν κόπον εὐρίσκεται, φωνὴ δὲ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως διὰ τὴν γνῶσιν, ἐν τῷ τῆς θεωρητικῆς ἐξακούεται.

Ὁ πρακτικὸς μὲν ἐπιθυμεῖ ἀναλῦσαι διὰ τοὺς πόνους, καὶ συγγενέσθαι Χριστῷ, ὁ δὲ θεωρητικός, εὐδοκεῖ μᾶλλον σαρκὶ παραμένειν, καὶ διὰ τὴν χαράν, ἣν δέχεται ἐξ εὐχῆς, καὶ διὰ τὴν τοῦ πλησίον προσγινομένην ὠφέλειαν.

Ἐπὶ μὲν τῶν λογικωτέρων, ἡ θεωρία προηγεῖται τῆς πράξεως, ἐπὶ δὲ τῶν ἀγροικωτέρων, τῆς θεωρίας ἡ πρᾶξις, εἰς ἓν δὲ τέλος χρηστὸν ἀμφότεραι καταλήγουσαι, συντομώτερον δὲ τοῦτο ὀφθήσεται, οἷς ἡ θεωρία προηγεῖται τῆς πράξεως.

Παράδεισός ἐστιν, ἡ θεωρία τῶν νοητῶν. ἐν τούτῳ ὁ μὲν γνωστικός, ὡς ἐν οἰκείῳ οἴκῳ ἔνδοθεν εἰσέρχεται ἐν εὐχῇ, ὁ δὲ πρακτικός, ὡς παροδίτης ὀφθήσεται, ἐπιθυμῶν μὲν ἔνδοθεν παρακύπτειν, μὴ συγχωρούμενος δὲ διὰ τὸ ὑπερανεστηκέναι τὸν φραγμὸν τῆς πνευματικῆς ἡλικίας αὐτοῦ.

Τὰ μὲν σωματικὰ πάθη, θηρίοις ἐοίκασι, πτηνοῖς δὲ τὰ ψυχικά, ἀλλὰ τὰ μὲν ἀποτειχίζει ἀπὸ τοῦ λογικοῦ ἀμπελῶνος· ὁ πρακτικός, οὐκ ἔτι δὲ καὶ πετεινά, εἰ μὴ ἐν θεωρίᾳ πνευματικῇ γένηται· κἂν ὅτι μάλιστα πολλὴν ποιεῖται σπουδὴν πρὸς τὴν τῶν ἔνδον φυλακήν.

Ἠθικῆς εὐπρεπείας κρείττων, πρακτικὸς γενέσθαι οὐ δύναται. εἰ μὴ καὶ αὐτός, κατὰ τὸν Πατριάρχην Ἀβραὰμ ἔξω γένηται, ὡς μὲν γῆς οἰκείας, τοῦ φυσικοῦ νόμου, ὡς δὲ συγγενείας, τῆς ἥλικος αὐτῷ κατὰ σχέσιν ζωῆς, οὕτω γὰρ καὶ οὗτος ὡς σφραγῖδα λήψεται τῆς γενικῆς ἡδονῆς τὴν ἀφαίρεσιν, καθ᾽ ἣν τὸ ἀπὸ γενέσεως κάλυμμα περικείμενον, τὴν παντελῆ ἐλευθερίαν οὐ συγχωρεῖ παρασχεθῆναι ἡμῖν.

Οὔτε πῶλος ἐν ἔαρι, ἔνδον φάτνης μένειν, καὶ τὰ ἐκείνης ἐσθίειν ἀνέχεται, οὔτε νεοτελὴς νοῦς τὸ ἀπεστενωμένον ἐπὶ πολὺ καρτερεῖν τῆς εὐχῆς οὐ δύναται ἡδέως μᾶλλον κατ᾽ ἐκεῖνον ἔχων, ἐπὶ τὸ πλάτος τῆς φυσικῆς θεωρίας ἐξέρχεσθαι τῆς κατὰ τὴν ψαλμῳδίαν εὐρισκομένης, καὶ τὴν ἀνάγνωσιν.

Ὡς μὲν ὀσφύας ἔχει περιεζωσμένας νηστείᾳ καὶ ἀγρυπνίᾳ ἡ πρακτικὴ, τὰς ζωτικὰς δυνάμεις αὐτῆς, ὡς λύχνος δὲ καιομένους, σιωπῇ τε καὶ προσευχῇ τὰς γνωστικὰς ἡ θεωρητικὴ ἀρετὴ ἐφιστῶσα· ἡ μὲν ἐκείναις, τὸν λογισμὸν ὡς παιδαγωγόν, ἡ δὲ ταύταις ὡς νυμφοστόλον λόγον τὸν ἐνδιάθετον.

Νοῦς ἀτελὴς εἰς τὸν κατάκαρπον ἀμπελῶνα τὸν τῆς εὐχῆς, οὐ συγχωρεῖται εἰσέρχεσθαι, εἰς μόνα δὲ καὶ μόλις, ὡς πρὸς ἐπιφυλλίδας πτωχός, τὰ ψιλὰ τῶν ψαλμῶν ἀπηχήματα.

Ὥς περ οὐ πάντες οἱ εἰς βασιλέως ὁμιλίαν ἐρχόμενοι, συναριστᾶν αὐτῷ δύνανται, οὕτως οὐδὲ οἱ εἰς εὐτυχίαν εὐχῆς ἥκοντες, ἐν θεωρίᾳ τῇ κατ᾽ ἐκείνην ὀφθήσονται.

Θυμοῦ μὲν χαλινός, ἡ εὔκαιρος γίνεται σιωπή, ἐπιθυμίας δὲ ἀλόγου, ἡ σύμμετρος ἐδωδὴ δυσκαθέκτου δὲ λογισμοῦ, ἡ μονολόγιστος προσευχή.

Καὶ ὁ εἰς τὸν κάτω βυθὸν εἰσδύων διὰ τὸν αἰσθητόν, καὶ ὁ εἰς τὸν γνωστικὸν διὰ τὸν νοητὸν μαργαρίτην, ἵνα αὐτὸν ἀνιμήσηται, εἰ μὴ γυμνωθῇ ἐκεῖνος μὲν τῆς ἐσθῆτος, οὗτος δὲ τῆς αἰσθήσεως, ἀμφότεροι τοῦ ἐπιζητουμένου διαμαρτήσονται.

Ὁ μὲν ἔνδοθεν τῆς διανοίας αὐτοῦ γινόμενος νοῦς ἐν τῷ εὔχεσθαι, ὡς μετὰ νύμφης νυμφίος ἐν τῷ νυμφῶνι διαλεγόμενος, εὐρεθήσεται, ὁ δὲ μὴ συγχωρούμενος εἰσελθεῖν ἔξωθεν ἱστάμενος στενάζων βοᾷ. Τίς ἀπάξειμε εἰς πόλιν περιοχῆς; ἢ τὶς ὁδηγήσειμε ἕως τοῦ μὴ βλέπειν εἰς ματαιότητας, καὶ μανίας ψευδεῖς ἐν τῷ εὔχεσθαι;

Ὁποία ἡ χωρὶς ἁλὸς τῷ λάρυγγι λογιζομένη τροφή, τοιαύτη, καὶ ἡ ἐκτὸς κατανύξεως λογισθήσεται τῷ νῷ μετερχομένη εὐχῇ.

Ἡ μὲν ἔτι καταδιώκουσα ψυχὴ τὴν εὐχήν, τῇ ᾠδινούσῃ ὑπάρχει παρεμφερής, ἡ δὲ καταλαβοῦσα, τῇ κυησάσῃ, καὶ πλήρει γενομένῃ διὰ τὸν τόκον χαρᾶς.

Πάλαι μὲν ὁ Ἀμορραῖος ἐν τῷ ὄρει οἰκῶν, ἐπίτρωσκεν ἐπερχόμενος τοὺς παραβιαζομένους διέρχεσθαι· νυνὶ δὲ ἡ πονηρὰ λήθη διώκει τοὺς πρὸ τῆς ἁγνείας ἐπὶ τὴν ὑψηλοτέραν ἐπιχειροῦντας ἀναβαίνειν εὐχὴν τῆς ἁπλότητος,

Τῆς καθαρᾶς εὐχῆς, ἐν ἔχθρα πολλῇ πεφύκασιν εἶναι οἱ δαίμονες· καταπλήττει δὲ τούτους, οὐχ ἡ πληθὺς τῶν ψαλμῶν ὡς τοὺς ἔξωθεν πολεμίους τὸ στράτευμα, ἀλλ᾽ ἡ τριῶν συμφωνία, νοῦ πρὸς λόγον, καὶ λόγου πρὸς αἴσθησιν.

Ἡ μὲν ψιλὴ εὐχή, ὡς ἄρτος ὀφθήσεται τοῖς εὐχομένοις στηρίζουσα· ἡ δὲ μετά τινος θεωρίας, ὡς ἔλαιον πιαίνουσα· ἡ δὲ ἀνείδεως, ὡς οἶνος εὐώδης· οὗ οἱ ἐμφορούμενοι ἀπλήστως ἐξίστανται.

Ἄγριος μὲν ὄνος, πόλεως λέγεται πολυοχλίας καταγελᾶν καὶ μονόκερως δὲ ὑπ᾽ οὐδενὸς δεσμεῖσθαι δυνάμενος νοῦς δὲ φύσεως, καὶ τῶν παρὰ φύσιν βασιλεύσας λογισμῶν, ματαιότητος μὲν καταγελᾶ λογισμῶν, προσευχόμενος, παρ᾽ οὐδενὸς δὲ δύναται τῶν ὑπὸ αἴσθησιν κατεξουσιάζεσθαι.

Ῥάβδον μὲν ὁ κυσὶν ἐπισείων, ἠγρίωσε καθ᾽ ἑαυτοῦ, δαίμονας δὲ ὁ καθαρῶς ἐκβιαζόμενος εὔχεσθαι.

Χρὴ τὸν ἀγωνιζόμενον, τὴν μὲν αἴσθησιν αὐτοῦ, εἰς τὴν μονοειδῆ συστέλλειν τροφήν, τὸν δὲ νοῦν εἰς τὴν μονολόγιστον προσευχὴν οὕτω γὰρ ἄσχετος γεγονὼς ἐκ παθῶν, καὶ ἐπὶ τὸ ἁρπάζεσθαι πρὸς Κύριον ἥξει ἐν τῷ προσεύχεσθαι.

Οἱ μὲν ἡδυπαθεῖς προσευχόμενοι, ἅτε ὑλώδεις ὄντες, ὡς βατράχους ἔχουσι τοὺς λογισμοὺς περισπῶντας αὐτοὺς οἱ δὲ μετριοπαθεῖς, τὰς θεωρίας ὡς ἀηδόνας κατατερπούσας αὐτούς, τῇ ἀπ᾽ ἄλλων εἰς ἄλλους ἀκρέμονας, τουτέστι, ποικίλας θεωρίας μεταβάσει, σιγὴ δὲ πρόσεστι τοῖς ἀπαθέσι, καὶ ἠρεμία πολλὴ ἐκ λογισμῶν, καὶ νοημάτων ἐν τῷ προσεύχεσθαι.

Πάλαι μὲν ἡ τοῦ Μωϋσέως Μαρία τῶν πολεμίων τὴν πτῶσιν θεασαμένη, τὸ τύμπανον ἀραμένη, ἐξῆρχε ταῖς ἀδούσαις τὰ ἐπινίκια, νυνὶ δὲ εἰς εὐφημίαν τῆς νικησάσης τὰ πάθη ψυχῆς, ἡ κρείττων ἐν ἀρεταῖς ἀγάπη διεγερθεῖσα, τὴν μετ᾽ ᾠδῆς κιθάραν ὥς τινα θεωρίαν μεταχειριζομένη ταύτῃ, πάλαι τὴν πονηθεῖσαν εἰς κάλλους περιουσίαν, οὐ παύεται σὺν ταῖς περὶ αὐτὴν ἀγαλλιωμένη αἰνεῖν τὸν Θεόν.

Ὁπόταν συνεχείας τῆς κατὰ τὴν εὐχὴν κατασχεθῇ τὰ λόγια τῶν ψαλμῶν ἐν τῇ καρδίᾳ τοῦ εὐχομένου, τότε καὶ ἡ αὐτὴ ἡ γῆ καθάπερ ἀγαθή, ἄρχεται αὐτομάτη ἀναφέρειν· ὡς μὲν ῥόδα, τὴν θεωρίαν τῶν ἀσωμάτων· ὡς δὲ κρίνα, τὰ τηλαυγῆ τῶν σωμάτων· ὡς δὲ ἴα, τὸ ποικίλον τῶν θείων κριμάτων, καὶ δυσθεώρητον.

Ἐν ὕλῃ μὲν δεσμευθεῖσα φλόξ, φωτοφόρος καθίσταται. Ἐξ ὕλης δὲ λυθεῖσα ψυχή, θεοφόρος εὑρίσκεται. Κἀκείνη αἴρεσθαι πέφυκεν, ἄχρι τοῦ ὑπεκκαύματος. Αὕτη δὲ μέχρι τοῦ κατὰ τὸν θεῖον ἔρωτα συμπεράσματος.

Ἡ τελείως ἑαυτὴν ἀρνησαμένη ψυχή, καὶ ὁλικῶς ἀναταθεῖσα πρὸς προσευχήν, αὐτὴ οὐχ ὅτε βούλεται κάτω γίνεται, ἀνωθεν εὑρισκομένη τῆς κτίσεως. Ἀλλ᾽ ὅτε δίκαιον εἶναι δόξει, τῷ πάντα σταθμῷ καὶ μέτρῳ διεξάγοντι τὰ ἡμέτερα.

Ὅταν ἐκ ψυχῆς μὲν ἀκηδία ἀπελαθῇ, ἐκ διανοίας δὲ ἡ πονηρία ἐκτιναχθῇ, τότε ὁ νοῦς γυμνὸς γενόμενος τῇ ἁπλότητι, ζωῇ τε τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς τοῦ κατὰ τὴν αἰσχύνην ἐπικαλύμματος, ἄσμα μὲν ἄδει καὶ οὕτως καινὸν τῷ Θεῷ. Εὐχαριστεῖ δὲ μέλος ἀνακρουόμενος ἐν εὐφροσύνῃ, τῷ τῆς μελλούσης τὰ ἐγκαίνια ἑορτάζειν βιώσεως.

Ὅταν εἰς θειοτέρας ἐνεργεῖσθαι ἄρξηται ἡ εὐχομένη ψυχή, τότε καὶ αὕτη, κατὰ τὴν ἐν ἄσματι νύμφην, πρὸς τὰς ὁμοιοτρόπους τοιαῦτα ὑποφωνεῖ, ἀδελφιδοῦς μου ἀπέστειλε τὴν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ᾽ αὐτόν.

Καὶ στρατιώτης ἐκ τοῦ πολέμου ἐπαναλύσας, τὸ βάρος τῶν ὅπλων ἀποσκευάζεται καὶ πρακτικὸς τοὺς λογισμούς, εἰς θεωρίαν ἐρχόμενος. Οὔτε γὰρ ἐκεῖνος εἰμὴ ἐν πολέμῳ, χρείαν ἔχει τῶν ὅπλων, οὔτε οὗτος, τῶν λογισμῶν, εἰ μὴ ὑποχωριάζει τοῖς ὑπὸ αἴσθησιν.

Οἱ μὲν πρακτικοὶ ὡς ἔχουσι θέσεως θεωροῦσι τὰ σώματα, οἱ δὲ θεωρητικοὶ ὡς ἔχουσι φύσεως μόνοι δὲ τοὺς λόγους ἀμφοτέρων ὁρῶσιν οἱ γνωστικοί.

Ἐν μὲν τοῖς λόγοις τῶν σωμάτων γινώσκονται τὰ ἀσώματα· ἐν ἀσωμάτοις δὲ ὁ λόγος ὁ ὑπερούσιος, πρὸς ὃν ἐπείγεται πᾶσα σπουδαία ἀναλῦσαι ψυχήν.

Οἱ λόγοι τῶν ἀσωμάτων, ὡς ὀστᾶ εἰσι τοῖς αἰσθητοῖς ἐπικαλυπτόμενοι. οὓς ἴδῃ οὐδείς, τῶν ἔξω μὴ γενομένων τῆς προσπαθείας τῶν αἰσθητῶν.

Ἀποτίθεται καὶ στρατιώτης τὰ ὅπλα, καταλείψας τὸν πόλεμον, καὶ θεωρητικός, τοὺς λογισμούς, ἀναλύων πρὸς Κύριον.

Καὶ στρατηγὸς ἐν πολέμῳ σκύλων διαμαρτάνων, ἐν ἀθυμίᾳ καθίσταται, καὶ πρακτικὸς ἐν εὐχῇ, θεωρίας πνευματικῆς.

Ἔλαφος μὲν ἐπὶ σωματικὰς ὑδάτων τρέχει πηγάς, ὑπὸ θηρίου δηχθεῖσα, ψυχὴ δὲ ἡ τῷ γλυκυτάτῳ βέλει τρωθεῖσα τῆς εὐχῆς, ἐπὶ ἀσωμάτων αὐγάς.

Οὔτε σωματικὸς ὀφθαλμὸς τὸν κόκκον τοῦ σίτου ἰδεῖν δύναται, οὔτε νοῦς πρακτικὸς τὴν φύσιν τὴν ἑαυτοῦ, εἰ μὴ γυμνωθῇ ἐκεῖνος μὲν ἐλύτρου, οὗτος δὲ σχέσεως τῆς περικαλυπτούσης αὐτόν.

Κρύπτονται ἀστέρες μὲν ἡλίου ἀνατολῇ, λογισμοὶ δὲ ἐκλιμπάνουσι, τοῦ νοῦ πρὸς τὴν οἰκείαν βασιλείαν ἐπαναστρέφοντος.

Μετὰ τὸ τέλος τῆς πρακτικῆς, αἱ πνευματικαὶ θεωρίαι περιχυθεῖσαι τῷ νῷ, οἷά τινες ἀκτῖνες τοῦ ἡλίου ἐκ τοῦ ὁρίζοντος ὑπερκύψασαι, δοκοῦσιν ἔξωθεν αὐτοῦ προσβάλλειν οἰκεῖαι οὖσαι, καὶ διὰ καθαριότητα ἐκεῖνον περιπτυσσόμεναι.

Τοιαῦτα καὶ νοῦς θεωρητικὸς ἐκλαλεῖν δύναται, ὅταν ἄνωθεν ἀπ᾽ οὐρανοῦ καταβῇ φύσεως ἀνάγκαις ἐπικλιθείς, οἷα καὶ ὁ φθεγξάμενος θείου κάλλους τί ὑπάρχει θαυμασιώτερον; καὶ τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; ποῖος δὲ οὕτω πόθος δριμύς, καὶ ἀφόρητος; ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ; καὶ ἀπὸ διαθέσεως λεγούσης ὅτι τετρωμένη ἀγάπης ἐγώ;

Ἐκείνου ἐστὶ τὸ λέγειν. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ, τοῦ μὴ κοπιῶντος ὀπίσω τοῦ Θεοῦ κατακολουθεῖν δι᾽ εὐχῆς· μηδὲ ἀνθρώπου ἐπιθυμοῦντος θεάσασθαι.

Λεγέτω καὶ ψυχὴ πρακτικὴ μετὰ τὴν ἀπόθεσιν τῶν κακῶν, κατὰ τὴν ἐν τῷ ᾄσματι, ἐπὶ τῶν ἐκβιαζομένων αὖθις αὐτὴν πονηρῶν δαιμόνων καὶ λογισμῶν, ἐπιβλέπειν εἰς ματαιότητας, καὶ μανίας ψευδεῖς· ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν, ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;

Ψυχῆς θεοφιλοῦς τῆς λέγειν τολμώσης πρὸς τὸν Θεόν, ἀπάγγειλόν μοι ὁ ποιμὴν ὁ καλὸς ποῦ ποιμένεις τὰ πρόβατά σου; καὶ ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ τοὺς ἄρνας σου; ἵνα τούτοις ἀκολουθοῦσα, μὴ γένωμαι ὡς περιβαλλομένη ἐν ἀγέλαις ἑταίρων σου.

Ζητοῦσα τὸν τῆς εὐχῆς ἡ πρακτικὴ κρατῆσαι λόγον ψυχή, καὶ μὴ δυναμένη, τοιαῦτα κατὰ τὴν ἐν ἄσμασι καὶ αὐτὴ βοᾷ ἐπικοίτην μου ἐν νυξὶν ἐζήτησα, ὃν ἠγάπησα, ἐζήτησα, καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου ἀναστήσομαι δὴ δι᾽ εὐχῆς ἐπιπονωτέρας καὶ κυκλώσασα ἐν τῇ πόλει ἐν ταῖς πλατείαις, καὶ ἐν ταῖς ἀγοραῖς, ζητήσω ὃν ἠγάπησα· ἴσως εὑρεθήσεταί μοι ὁ ἐν τῷ παντὶ τῷ δε ὢν, καὶ τοῦ παντὸς ἔξω χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν αὐτοῦ.

Ὅταν ὅλη δακρύων ἐκ τῆς περὶ τὴν εὐχὴν χαρᾶς ἄρξηται γίνεσθαι ἡ ψυχή, τότε καὶ αὐτὴ παρρησιαζομένη, ὡς πρὸς τὸν ἑαυτῆς νυμφίον νύμφη, βοᾷ· καταβήτω ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ. καὶ φαγέτω τῶν ἐμῶν δακρύων, ὡς ἀκροδρύων, τὴν πονηθεῖσαν παράκλησιν.

Ὅταν ἡ πρακτικὴ ψυχὴ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων θαυμάζειν ἄρξηται τὸν δημιουργόν, καὶ τῆς ἐκ τούτων κατατρυφᾶν ἡδονῆς, ταῦτα καὶ αὐτὴ ἐκπληττομένη βοᾷ· τί ὡραιώθης νυμφίε, παράδεισε πατρός σου; ἄνθος τοῦ πεδίου, καὶ κέδρος αὐτοῦ ὡς κέδροι τοῦ Λιβάνου, ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ ὁ καρπὸς ὥφθη γλυκὺς ἐν τῷ λάρυγγί μου.

Εἰ ὁ βασιλεῖς ὑποδεχόμενος εἰς τὸ δωμάτιον ἑαυτοῦ, οὕτω περιφανὴς εὑρίσκεται, καὶ περίβλεπτος καὶ πάσης χαρᾶς ἔμπλεως, πόσῳ μᾶλλον ψυχὴ ἡ τὸν βασιλέα τῶν βασιλέων ἐν τῷ καθαρθῆναι ὑποδεξαμένη, κατὰ τὴν ἀψευδῆ ἐκείνου ὑπόσχεσιν πλὴν εὐλαβῶς ἄγαν ἡ τοιαύτη ἑαυτὴν ἀσφαλίζεσθαι ὀφείλει ἔξω μὲν βάλλουσα, πᾶν τὸ μὴ εἰς ἀνάπαυσιν ἐκείνου δοκοῦν, ἔνδοθεν δὲ εἰσάγουσα πᾶν τὸ εἰς ἐκείνου ἀρέσκειαν.

Ὁ κληθῆναι προσδοκῶν παρὰ βασιλέως τῇ αὔριον, τίνος ἐν φροντίδι ἄλλου ὀφθήσεται; ἢ λόγων μελέτης, τῶν εἰς ἐκείνου τυγχανόντων ἀρέσκειαν; τοῦτο τηροῦσα ψυχή, οὐκ ὀφθήσεται ἀπαρασκεύαστος πρὸς τὸ ἐκεῖθεν κριτήριον.

Μακαρία ψυχὴ ἡ διὰ τὸ σήμερον ἥξειν προσδοκᾶν τὸν Κύριον ἑαυτῆς, μηδὲν ἡγουμένη ὅλον τὸν κόπον τῆς ἡμέρας, μὴ δὲ τὸν τῆς νυκτός, διὰ τὸ εὐθὺς ἐπὶ τῷ πρωὶ ἐμφανίζεσθαι.

Πάντας μὲν ὁρᾷ ὁ Θεός, ὁρῶσι δὲ τὸν Θεόν, οἱ θεωροῦντες μηδέν, ἐν τῷ εὔχεσθαι. καὶ ὅσοι μὲν ὁρῶσι τὸν Θεόν, καὶ εἰσακούονται, οὐδὲ ὁρῶσιν αὐτόν, μακάριος δὲ ὁ πιστεύων, ὅτι βλέπεται ὑπὸ τοῦ Θεοῦ· οὐ σαλευθήσεται γὰρ ὁ ποῦς αὐτοῦ, τῆς ἀρεσκείας ἐκείνου χωρίς.

Τῆς ἐντὸς ἡμῶν οὔσης βασιλείας τὰ ἀγαθά, ἃ φιλόκαλος ὀφθαλμὸς οὐκ οἶδε, καὶ ἀκοὴ φιλότιμος οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν Πνεύματος Ἁγίου κενὴν οὐκ ἀνέβη, ἀρραβῶνές εἰσι τῶν μελλόντων δίδοσθαι τοῖς δικαίοις ἀγαθῶν, ἐν τῇ μελλούσῃ βασιλεία παρὰ Θεοῦ καὶ ὁ μὴ ἐν τούτοις τρυφῶν, οἱ τινες εἰσὶν οἱ καρποὶ τοῦ Πνεύματος, ἐν ἀπολαύσει ἐκείνων γενέσθαι οὐ δύναται.

Οἱ τῶν πρακτικῶν λογισμοί, ἐλάφοις ἐοίκασιν ὡς γὰρ ἐκεῖναι ποτὲ μὲν ἄνω εἰσὶν ἐν τοῖς ὄρεσι, διὰ τὸν φόβον τῶν θηρατῶν, ποτὲ δὲ κάτω ἐν ταῖς κοιλάσι διὰ τὸν πόθον τῶν ἐν αὐταῖς, οὕτω καὶ οὗτοι· οὔτε πάντοτε ἐν θεωρίᾳ πνευματικῇ δύνανται εἶναι, διὰ τὸ αὐτῶν εὐτελές· οὔτε ἀεὶ ἐν τῇ φυσικῇ, διὰ τὸ μὴ τὴν ἀνάπαυσιν διώκειν ἀεί· τῶν μέν τοι θεωρητικῶν, περιπεζίων ὑπερόπται θεωρημάτων καθίστανται.

Βόλοι μὲν δρόσου, γῆς μεθύσκουσιν αὐλακας· διαθέσεις δὲ ψυχῆς ἐν εὐχῇ, ἔμβροχοι στεναγμοὶ ἀπὸ καρδίας ἀναδιδόμεναι.

Τῆς ἐν Τριάδι νοουμένης θεότητος, οὐδεὶς ἐν θεωρίᾳ ὀφθήσεται, ὑλικῆς δυάδος, καὶ τῆς γείτονος μονάδος ἄνωθεν μὴ ὀφθεὶς οὐδὲ ταύτης γενήσεται ὑψηλότερος, μὴ μοναδικὸν τὸν ἑαυτοῦ ἐν νοουμένοις ἐργασάμενος νοῦν.

Οὐ τοσοῦτον δυσχερὲς εὑρεθήσεται, τοῦ ποταμοῦ ἀνακόψαι ὁδὸν ἐπὶ τὰ κάτω μὴ φέρεσθαι, ὅσον νοῦ ῥύμην ἀναχαιτίσαι, μὴ ἐν τοῖς ὁρωμένοις σκεδάννυσθαι, πρὸς δὲ τὰ ἄνω, καὶ συγγενῆ, ὅτε βούλεται, τῷ εὐχομένῳ συνάγεσθαι· κἂν τοῦτο μὲν κατὰ φύσιν, ἐκεῖνο δὲ παρὰ φύσιν καθέστηκεν.

Τὸν νοῦν οἱ καθαιρόμενοι εἴσω τῶν ὁρωμένων παραπέμποντες, τοσούτου πίμπλανται θάμβους, καὶ τοσαύτης πληροῦνται χαρᾶς, ὡς μηδὲν ἕτερον χωρῆσαι τῶν ἐπιγείων δύνασθαι, μηδ᾽ ἂν εἰ πάντα πρὸς αὐτοὺς συρρεύσειε τὰ περιμάχητα.

Ἐξαρκοῦσι καὶ μόνον οἱ νόμοι ῥηθέντες τῆς φύσεως πρὸς τὸ λίαν θαυμάζεσθαι· κατανοούμενοι δὲ λειμῶνες εὑρίσκονται εὐανθεῖς, ὡς ἐξ οὐρανίου νέκταρος, ἀκράτοις βρύοντες ἄνθεσι τῆς πνευματικῆς πανδαισίας τὸν γλυκασμόν.

Ἐν δροσεροῖς μὲν ἄνθεσι λειμώνων, τὴν βασιλίδα τοῦ σμήνους περιζάνουσι μέλιτται. ἐν κατανύξει δὲ τῇ γενομένῃ ἀδιαλείπτως ψυχῇ, ὡς οἰκεῖαι, αἱ νοεραὶ δυνάμεις περικυκλῦσαι, συνεκπονοῦσι τὰ καταθύμια.

Ἐν μὲν τῷ ὁρωμένῳ κόσμῳ, ὡς ἄλλος τίς ὁρᾶται κόσμος, ὁ ἄνθρωπος ἐν δὲ τῷ νοουμένῳ, ὁ λογισμὸς οὐρανοῦ μὲν γὰρ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ, οὗτος ἐκείνων καταγγελεὺς νοῦ δὲ καὶ αἰσθήσεως, καὶ τῶν περὶ αὐτήν, ὑποφήτης ὑπάρχει ὁ λογισμὸς ὧν ἄνευ, ἀμφότεροι κόσμοι ἐκκεκώφωντο ἄν.

Οὐχ οὕτω μετὰ χαρᾶς ἀπολυθεὶς αἰχμάλωτος διὰ χρόνου, πορεύεται, ὡς νοῦς σχέσεως ἐλευθερωθεὶς πρὸς τὰ οὐράνια ὡς πρὸς οἰκεῖα πορεύεται, ἀγαλλομένῳ ποδί.

Τῷ μὴ μετὰ προσοχῆς εὐχομένῳ, ἀλλὰ διαχεομένῳ, βάρβαρος μὲν ὁ ψαλμὸς λογισθήσεται αὐτὸς δὲ τῷ ψαλμῷ ὡς βάρβαρος καὶ ὡς μαινόμενοι ἀμφότεροι δαίμοσιν.

Οὐ ταὐτόν ἐστιν, οἷς ἐσταυρώθη ὁ κόσμος, καὶ οἵ τινες τῷ κόσμῳ ἐσταύρωνται τοῖς γὰρ ἥλοι, νηστεία, καὶ ἀγρυπνία τοῖς δὲ ἀκτημοσύνη, καὶ ἐξουθένωσις, τῶν δὲ δευτέρων χωρίς, οἱ πόνοι τῶν προτέρων ἀνωφελεῖς.

Οὐδεὶς καθαρῶς εὔξασθαι δύναται, φιλοκάλῳ πάθει καὶ φιλοτίμῳ κρατούμενος. περὶ ταῦτα γὰρ αἱ σχέσεις καὶ οἱ τῆς ματαιότητος λογισμοὶ τὴν οἰκειότητα ἔχοντες, σχοινία καθάπερ ἐκείνῳ περιπλεκόμενα γίνονται· κατασπῶντες ὡς οἷα στρουθίῳ δεδεμένῳ ἀναπτῆναι πειρωμένῳ τῷ νῷ, ἐν τῷ καιρῷ τῆς εὐχῆς.

Ἀδύνατον ἐν τῷ καιρῷ τῆς εὐχῆς εἰρηνικὸν γενέσθαι τὸν νοῦν, τὸν μὴ τὴν φίλην κτησάμενον ἐγκράτειαν, καὶ ἀγάπην. Ἡ μὲν γὰρ τὴν κατὰ τῆς ψυχῆς ἐκ τοῦ σώματος ἔχθραν καταλύειν ἐπαγωνίζεται, ἡ δὲ τὴν πρὸς τὸν πλησίον διὰ τὸν Θεὸν κἀντεῦθεν ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη ἐπιδημοῦσα, μονὴν ποιεῖσθαι πρὸς τὸν οὑτωσὶ κατειρηνεύσαντα ἐπαγγέλλεται.

Ἀνάγκη τὸν εἰς βασιλείαν Θεοῦ ἀγωνιζόμενον εἰσελθεῖν, περιαστεύειν ἐν ἀγαθοῖς, τὸ ἔργον αὐτοῦ τῆς δικαιοσύνης, ἐν ἐλεημοσύναις μὲν διὰ τῆς ἐκ τοῦ ὑστερήματος παροχῆς ἐν πόνοις δὲ τοῖς ὑπὲρ εἰρήνης, διὰ τοῦ ἀποκρίματος τῆς ἐν Κυρίῳ ὑπομονῆς

Οὔτε ὁ ἐνδεῶς πρὸς ἀρετὴν ἔχων δι᾽ ἀμέλειαν, οὔτε ὁ περιττὼς διὰ τὴν οἴησιν, εἴσω λιμένος τοῦ κατὰ τὴν ἀπάθειαν εὑρεθήσονται οὐδ᾽ ἕτερος γὰρ τῶν ἐκ δικαιοσύνης ἐν ἀπολαύσει γέγονεν ἀγαθῶν, μεσίτιδος εὐρισκομένης αὐτοῖς ἐλλείψεως, καὶ ὑπερβολῆς.

Οὔτε ἡ γῆ, εἰ μὴ πολυπλασίονα τῷ γεωργῷ τὸν σπόρον χαρίσεται, πλούσιον δύναται ἀπεργάσασθαι αὐτὸν, μόνον τὸν σπόρον παρεχομένη, ἢ καὶ μικράν τινα προσθήκην οὔτε τῷ πρακτικῷ τὸ ἀνυόμενον, εἰ μὴ κρείττων τῆς προαιρέσεως αὐτοῦ ἡ σπουδὴ πρὸς τὸν Θεὸν εὑρεθῇ, δίκαιον ἀπεργάσασθαι δύναται.

Οὔτε πάντες οἱ μὴ ἀγαπῶντες τὸν πλησίον, μισεῖν δύνανται, οὔτε οἱ μὴ μισοῦντες αὐτὸν ἀγαπᾶν καὶ ἄλλο μέν ἐστι τὸ βασκαίνειν ἐκείνου τὴν προκοπήν, ἑτερον δὲ τὸ μὴ ἐμπεδὼν αὐτῷ γίνεσθαι πρὸς τὴν προκοπὴν. Ἐσχάτης δὲ κακίας βαθμὸς εὐρεθήσεται, τὸ μὴ μόνον δάκνεσθαι ἐν τοῖς ἐκείνου προτερήμασιν, ἀλλὰ καὶ διαβάλλειν τὰ ἐκείνου καλά, ὡς μὴ τοιαῦτα τυγχάνοντα.

Ἄλλα τὰ σωματικὰ πάθη, καὶ ἄλλα τὰ ψυχικά. Ἄλλα τὰ κατὰ φύσιν, καὶ ἄλλα τὰ παρὰ φύσιν. Ὁ τὰ μὲν ἀπωθούμενος, τῶν δὲ πρόνοιαν μὴ ποιούμενος, ὅμοιός ἐστιν ἀνθρώπῳ, φραγμὸν μὲν ὑψηλὸν καὶ συνηρεφῆ κατὰ τῶν θηρίων ἱστῶντι· συνηδομένῳ δὲ τοῖς πτηνοῖς ἐσθίουσι τὰς τοῦ λογικοῦ ἀμπελῶνος σταφυλάς, τὰς ὄντως περιφανεῖς.

Ἐν πρώτοις ἡ ψυχὴ ἐν φαντασίᾳ γίνεται τοῦ κακοῦ, εἶτα ἐν ἐπιθυμίᾳ, ἔπειτα ἐν ἡδονῇ, ἢ λύπῃ, εἰθ᾽ οὕτως ἐν αἰσθήσει, καὶ μετ᾽ αὐτήν, ἐν ἀφῇ τῇ φαινομένη καὶ ἀφανεῖ. Ἐν πᾶσι συνεπομένων τῶν λογισμῶν, πλὴν τῆς προτέρας κινήσεως, ἧς μὴ παραδεχθείσης, πᾶν τὸ μετ᾽ αὐτὴν κακὸν ἀνέργητον εὑρεθήσεται.

Οἱ μὲν τῇ ἀπαθείᾳ ἐγγίζοντες, φαντασίαις μόναις σαλεύονται· ἐπιθυμίαις δέ, οἱ μετριοπαθεῖς· ἐν αἰσθήσει δὲ γίνονται τοῦ κακοῦ, οἱ παραχρώμενοι μὲν τὰ τῆς χρείας, λυπούμενοι δέ· ἐν δὲ ἀφῇ, οἱ ἀλύπως αὐτῇ συγγινόμενοι.

Ἡ ἠδονή, ἐν πᾶσι μὲν τοῖς τοῦ σώματος ἐγκαθίδρυται μέλεσιν, οὐ πᾶσι δὲ ὡσαύτως παρενοχλοῦσα φαίνεται. Ἀλλὰ τοῖς μὲν μᾶλλον εἰς τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς μέρος, τοῖς δὲ εἰς τὸ θυμικόν, ἑτέροις δέ, εἰς τὸ ταύτης λογιστικόν· διὰ γαστριμαργίας, ὀξυχολίας, καὶ πονηρίας, τῆς πάντων αἰτίας τῶν ἀνοσίων παθῶν.

Ἀνάγκη μὲν τὰ αἰσθητήρια, ὡς πύλας ἀνοίγειν πόλεως· ἀνάγκη δὲ μὴ συγχωρεῖν ἐν τῇ ἀνοίξει τῶν ἀναγκαίων, συνεισέρχεσθαι ἔθνη τὰ τοὺς πολέμους θέλοντα, καὶ μάχης αἴτια καθιστάμενα.

Ἡδονὴ μέν, μήτηρ ἐπιθυμίας· θυμοῦ δέ, ὀξυχολία· βασκανίας δὲ πονηρία καθίσταται. Οὐκ εἰρηνεύει δὲ μετὰ τῶν ἐσχάτων, ὁ μὴ κατὰ τῶν ἀρχόντων ἀγωνιζόμενος. Οὐδὲ εἰς τὸν τῆς μετριοπαθείας δύναται λιμένα εἰσέρχεσθαι, ὁ βίᾳ τὰς ἐντολὰς μετερχόμενος.

Τὰς προσβολὰς οἱ ἀποκρουόμενοι, οὐ συγχωροῦσιν ἔνδοθεν τοῦ λογικοῦ ἀμπελῶνος, ὡς θηρία τοὺς λογισμοὺς εἰσέρχεσθαι, καὶ τῶν ἐκείνου ἐν λύμῃ καθίστασθαι. Οἱ δὲ συνδυάζοντες μὲν μὴ συνηδόμενοι δὲ ἁπλῶς εἰσέρχεσθαι αὐτοὺς συγχωροῦσι, μὴ ἁπτεσθαι δὲ μηδενῶς τῶν αὐτοῦ οἱ δὲ ἡδέως μὲν συνομιλοῦντες τοῖς πάθεσι διὰ τῶν λογισμῶν, εἰς συγκατάθεσιν δὲ μὴ ἐρχόμενοι, ὁμοιώθησαν τοῖς ἐάσασι τὸν μονιὸν ἔνδοθεν τοῦ ἀγροῦ, καὶ τοῦ φραγμοῦ εἰσελθεῖν, ἐν κόρῳ δὲ αὐτὸν τῶν τοῦ ἀμπελῶνος γενέσθαι βοτρύων μὴ συγχωρήσασιν· εἶτα εὗρον αὐτὸν τῆς ἑαυτῶν δυνάμεως ἰσχυρότερον, ἐν συγκαταθέσει πολλάκις παθῶν εὐρισκόμενοι.

Οὔπω ἔφθασεν εἰς ἁπλότητα, ὁ ἔτι δεόμενος ἐπιμελίας φραγμοῦ τοῦ κατὰ τὴν ἐγκράτειαν. Ὁ τέλειός γάρ, φησιν, οὐκ ἐγκρατεύεται, ἀλλ᾽ ὁ ἔτι ἀγωνιζόμενος. Ἐοικε δὲ τῷ ἔχοντι ἄμπελον, ἢ ἄρουραν οὐ μέσον πολλῶν ἄλλων ἀμπελώνων ἢ χώρων, ἀλλ᾽ ἐν γωνίᾳ ποῦ· καὶ διὰ τοῦτο δεόμενον πολλῆς τῆς φυλακῆς, καὶ τῆς νήψεως. Τοῦ γὰρ εἰς ἁπλότητα φθάσαντος, ἐκ παντὸς ἡ ἄμπελος ἀνέπαφος γίνεται· καθάπερ βασιλέως ἢ τινὸς ἄλλου παραδυναστεύοντος φοβεροῦ, καὶ μόνης ἐξ ἀκοῆς, τούς τε κλέπτας καὶ παροδίτας, φρίττειν ποιοῦντος τὴν ἐπιχείρησιν.

Πολλοὶ μὲν εἰς τὸν κακοπαθείας σταυρὸν ἀνέρχονται, ὀλίγοι δὲ καὶ τοὺς ἥλους αὐτοῦ καταδέχονται. Τῶν μὲν γὰρ κατὰ προαίρεσιν πόνων καὶ θλίψεων, ὑπήκοοι πολλοί. Τῶν ἀπροαιρέτως δὲ ἐρχομένων, μόνοι οἱ τῷ κόσμῳ τούτῳ τελείως ἀποθανόντες καὶ τῇ ἀναπαύσει αὐτοῦ.

Πάντας δὲ τοὺς δερματίνους χιτῶνας πολλοὶ ἐξεδύσαντο, τὸν ἔσχατον δὲ τὸν τῆς κενοδοξίας, μόνοι οἱ τὴν αὐτῆς μητέρα τὴν αὐταρέσκειαν βδελυξάμενοι.

Ἔπαινον ἀνθρώπων, καὶ ἄνεσιν σώματος, ὁ ἀποδεχόμενος μὲν μὴ καταδεχόμενος δὲ οὗτος τοῦ ἐσχάτου τῆς κενοδοξίας χιτῶνος γυμνὸς γεγονώς, τοῦ ἐν πολλοῖς στεναγμοῖς ἐπιζητουμένου οἰκητηρίου, τοῦ ἐξ οὐρανοῦ τὴν λαμπρότητα, ἐπ᾽ ἐντεῦθεν ἠξιώθη ἐνδύσασθαι.

Ἀλλο ἐνέργεια, καὶ ἄλλο ἐνέργημα, καὶ τὸ μὲν ἁμαρτίας ἀπηρτισμένης ἐστὶ δεικτικόν· ἡ δὲ ἡδυπαθείας μόνης τῆς ἔνδοθεν ἐνεργουμένης, ἀλλ᾽ οὐκ ἐκτός· ὡς οἱ τῆς ἰδίας μὲν μὴ μετακινούμενοι γῆς, δασμοφοροῦντες δὲ ὅμως τοῖς καταδυναστεύουσι τὰ αὐτοῖς καταθύμια.

Τῆς γεύσεως κρατούσης ἐν ἡδοναῖς, ἀδύνατον μὴ καὶ πάσας τὰς αἰσθήσεις συνέπεσθαι· κἂν τῶν ψυχροτέρων εἰρηνεύειν δοκῶσι τὰ ὑπογάστρια, ὡς τὰ τῶν γεγηρακότων, πύρωσιν μὴ ὑπομενόντων ἐκ μαρασμοῦ· ἀλλ᾽ οὐ παρὰ τὸ μὴ γεννᾷν, σώφρων ἢ στεῖρα μοιχευομένη κριθήσεται. Σωφρωνεῖν δὲ πάντα τὸν μὴ παθαινόμενον ἔνδοθεν εἴποιμεν ἄν, μηδὲ ὁράσει κατακυλούμενον.

Ἐν τροφαῖς, καὶ μορφαῖς, καὶ φωναῖς, τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς ἐλέγχεται οἷόν ἐστι. Ταῖς θελκτικαῖς τε καὶ ταῖς ἄλλως ἐχούσαις, ἐν γνώσει, καὶ ὄψει, καὶ ἀκοῇ, εἴτε ὡς χρώμενον αὐταῖς, εἴτε ὡς παραχρώμενον, εἴτε μέσως πρὸς τὰ ἀμφότερα εὑρισκόμενον.

Ἐν οἷς ὁ φόβος οὐ προηγεῖται, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, ἐν συγχύσει οἱ λογισμοὶ εὑρεθήσονται. Ἐν εὐταξίᾳ δὲ καὶ μάνδρας εἴσω τῆς κατὰ εὐνομίαν, ἐφεπομένου, ἢ προηγουμένου αὐτοῦ.

Τῆς πίστεως, ὁ φόβος Υἱός· τῶν ἐντολῶν δὲ οὗτος νομεύς· καὶ ὁ μὴ τὴν μητέρα τούτου κτησάμενος, πρόβατον ὀφθῆναι τῆς κατὰ Κύριον νομῆς οὐκ ἀξιωθήσεται.

Οἱ μὲν τὰς ἀρχὰς μόνας ἔχουσι τῶν καλῶν, οἱ δὲ καὶ τὰς τούτων μεσότητας, οἱ δὲ καὶ τὰ τέλη αὐτῶν. Ὧν ἄνευ, ὡς στρατιώτης ψιλὸς ἕκαστος εὑρεθήσεται, ἢ ἀξιωματικός, τῶν σιτηρεσίων ἑκτὸς καὶ διὰ τοῦτο, ὁ μὲν τὴν ἑαυτοῦ μόνον οἰκίαν ἀπὸ τῶν ἐπιχειρούντων αὐτὴν ἐπηρεάζειν συντηρῶν. Ὁ δὲ οὐκ ἐν τιμῇ τῇ προσηκούσῃ εὑρισκόμενος ἐν οἷς ἂν συνέρχηται.

Οἱ ταῖς ἡδοναῖς ἡμᾶς συνέρχεσθαι παρακαλοῦντες τοῦ φάρυγγος, ἀτελεῖς ὄντας, ὅμοιόν τι ποιοῦσι τοῖς ἀναθερίζειν παρακελευομένοις τὰς εἰς ὑγείαν πληγὰς ἤδη ἐλθούσας, ἢ τὰς ψώρας διὰ τὴν ἡδύτητα κνίθειν, ἢ τὰ τὸν πυρετὸν ἐσθίειν ἀνάπτοντα, ἢ ἀποφράττειν τὸν ἀμπελῶνα αὐτοῦ, καὶ συγχωρεῖν εἰσέρχεσθαι, ὡς μονιὸν ἄγριον, τὸ φρόνημα τῆς σαρκός, καὶ τὰς ἐννοίας τὰς ἀγαθὰς ὡς σταφυλὰς διαβόσκεσθαι· οἷς οὐ πείθεσθαι χρή, οὐδὲ ταῖς ἀκαίροις κάμπτεσθαι κολακείαις, ἀνθρώπων τε, καὶ παθῶν. Κατοχυροῦν δὲ μᾶλλον τὸν φραγμόν δι᾽ ἐγκρατείας ἕως παύσωνται οἵ τε θῆρες· τὰ σαρκικὰ πάθη· ὠρύεσθαι, καὶ ὡς πετεινὰ οἱ μάταιοι λογισμοί, μὴ καταβαίνειν λυμαίνεσθαι τὴν ἄμπελον εὐθυγουμένην ψυχὴν θεωρίαις ταῖς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·