Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Peter of Damascus, 1. Σύντομος βιογραφία
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΠΕΤΡΟΥ
ΔΑΜΑΣΚΗΝΟΥ
ΤΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ
Ὅσιος Πατὴρ ἡμῶν Πέτρος, ὁ τῆς Δαμασκοῦ χρηματίσας Ἐπίσκοπος, ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Κοπρωνύμου, ἐν ἔτι ἑπτακοσιοστῷ ἑβδομηκοστῷ πέμπτῳ, οὗτος τοίνυν πρότερον τὸν μονήρη ἀναχωρητικὸν μετερχόμενος βίον, τοσαύτῃ ἀκτημοσύνῃ συνέζη, ὥστε μηδὲ βίβλον ἰδίαν κεκτῆσθαι, ὡς αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ· παρ᾽ ἑτέρων δὲ τὰς βίβλους λαμβάνων τῆς τε παλαιᾶς φημὶ καὶ νέας Γραφῆς, τῶν μεγάλων διδασκάλων τῆς Ἐκκλησίας, καὶ τῶν ἄλλων ἁπάντων ἁπαξαπλῶς νηπτικῶν καὶ Θεοφόρων Πατέρων, ἐπὶ τοσοῦτον φιλόπονος ἐγένετο, ὥστε, νυκτὸς καὶ ἡμέρας ἐν τῷ νόμῳ Κυρίου μελετῶντα, καὶ τοῖς ἐκεῖθεν ζωηρρύτοις ῥεύμασιν ἀρδευόμενον, δένδρον ἀληθῶς κατὰ τὸ ψαλμικόν, ὑψίκλωνον καὶ οὐράνιον τοῦτον καθωραθῆναι, παρ᾽ αὐτὰς τὰς διεξόδους πεφυτευμένον τῶν ὑδάτων τοῦ πνεύματος. πλὴν ὅτι, τὸ μὲν καθ᾽ ἕνα μόνον, φησί, καιρὸν ἀποδίδωσι τὸν καρπὸν αὐτοῦ· τὸ δὲ οὐχ οὕτως· ἀλλὰ κατὰ πάντας καιροὺς ἀνεκλείπτως, καὶ ἀμειώτως ἀειθαλὲς διαμένον, πνευματικοὺς καρποὺς ἀνεβλάστησε, καλοὺς μὲν τῇ ὄψει· γλυκεῖς τῇ γεύσει· εὐώδεις δὲ τῇ ὀσφρήσει, καὶ πᾶσαν αἴσθησιν ἑστιῶντας σώματος, καὶ ψυχῆς, τοῖς ἐξ αὐτῶν ἀπορρέουσιν ἀθανάτοις, καὶ εὐώδεσι γλυκασμοῖς. Πολλοὺς μὲν γὰρ ἐν τῇ ζωῇ, καὶ μεγάλους τοὺς διὰ τῶν ἀσκητικῶν αὐτοῦ καμάτων καρποὺς ἀποδέδωκε, πλείους δὲ καὶ μείζους ἐν τῷ θανάτῳ, τὸν διὰ τοῦ μαρτυρίου ἀναδησάμενος στέφανον, (τὴν γὰρ τῶν Ἀράβων, καὶ Μανιχαίων διελέγχων κακόδοξον αἵρεσιν, ὑπὸ Οὐαλὶδ υἱοῦ τοῦ τῶν Ἀράβων ἀρχηγοῦ Ἰσήμ, γλωσσοτμηθείς, εἰς τὴν εὐδαίμονα Ἀραβίαν ὑπερορίζεται· ἔνθα καὶ καθαρῶς λαλῶν, καὶ ἱερουργῶν, ἐτελεύτησε) πλείστους δὲ μετὰ θάνατον, καὶ μεγίστους καθ᾽ ὑπερβολὴν ἀποδίδωσι, καταλιπὼν ἡμῖν οἷόν τινα πατρικὴν καὶ ἀναφαίρετον κληρονομίαν, τὴν ὡς ἀληθῶς πάγκαλον, καὶ πανάρετον ταύτην βίβλον, τὴν ἐμμελῶς, καὶ μεθ᾽ ὅσης εἰπεῖν οὐκ ἔνι, τῆς χάριτος, αὐτῷ φιλοπονηθεῖσαν τὴν κοινὴν πασῶν τῶν ἀρετῶν καὶ ψυχωφελεστάτην φιλοτιμίαν, τῶν θεωριῶν τὸ Γαζοφυλάκιον, τῶν πνευματικῶν χαρισμάτων τὴν συστοιχίαν, τὸν Ἐλικῶνα τῶν θείων μακαρισμῶν, τῶν σωματικῶν πράξεων τὴν ἑστίαν, τῶν κατὰ μέρος παθῶν τὴν λεπτοτάτην ἀνατομίαν, τῆς ἀσκητικῆς Ἀμαλθείας τὸ κέρας, τῆς θείας γνώσεως καὶ σοφίας τὸ ταμεῖον, καὶ ἵνα συνελὼν εἴπω, τὴν τῆς ἱερᾶς Νήψεως ἀνακεφαλαίωσιν.
Ταύτην τοίνυν καὶ ἡμεῖς συγγενίδα πρὸς τὴν παροῦσαν βίβλον εἰδότες καὶ πάμπολύ τι συμβάλλουσαν τῷ προκειμένῳ ἡμῖν σκοπῷ, συναρμόσαι ταύτῃ τῶν ἀναγκαιοτάτων εἶναι ἐκρίναμεν εἶπεν ἄν τις ἀστείως, οἱονεὶ κύκλον κύκλῳ· καὶ φιλοκαλίαν φιλοκαλίᾳ μείζονι μέγαν, καὶ τῇ συνεπτυγμένῃ τὴν πλατυτέραν, οὐ γὰρ ἡμῖν ἔδοξεν ἀνεκτόν, τὴν τοσούτων ὡς ἔφθημεν εἰπόντες, καρπῶν πνευματικῶν σωρείαν οὖσαν, Πυκτίδα, τοῦ θείου χοροῦ τῶν Ἱερῶν Νηπτικῶν διαζεῦξαι. (ἢ γὰρ ἂν καὶ αὐτὴ ἡ βίβλος πολλὰ ἡμῶν τῆς ἀπειροκαλίας κατεβόησε τὴν ἀπὸ τῶν γνωρίμων καὶ φίλων αὐτῇ Πατέρων διάστασιν οὐκ ἀνεχομένη, οὐδὲ, εἴτι καὶ γένοιτο) καὶ κολοβῶσαι ἐν τῷ μέρει τούτῳ τὴν πραγματείαν, ἀναγκαίως καὶ ταύτης ἀπαιτοῦσαν τὴν συναυλίαν πρὸς δὲ καὶ τοσαύτης ὠφελείας ἀποστερῆσαι τοὺς ἀδελφοὺς ἀεὶ γὰρ τῶν καλῶν ἡ ἐπίτασις, πλείω πέφυκε καὶ τὴν εὐεργεσίαν ποιεῖν. Εἴ τις οὖν δι᾽ ἐφέσεως ἔχει ἀναλαβεῖν τὰς καὶ παρὰ τοῦ Δαβὶδ ποτὲ ζητουμένας μὲν οὐχ εὑρισκομένας δὲ τῆς πνευματικῆς περιστερᾶς διπλὰς πτέρυγας, φιλοπόνως ταύτην ἀνελιττέτω. εὑρήσει καὶ γὰρ θαυμασίως ἐν αὐτῇ, ἐντεῦθεν μὲν τὴν τῆς πράξεως ὅλην περιηργυρωμένην, ἐκεῖθεν δὲ τὴν τῆς θεωρίας ὅλην χρυσοειδῆ, καὶ δι᾽ ἀμφοτέρων, τῶν γηίνων ἁπάντων ὑπεραιρόμενος, πρὸς αἰθέριον πετασθήσεται ὕψος, καὶ ταῖς ἄνω καλιαῖς οἷα καλὴ ἐνσκηνώσας περιστερά, εἰς τὴν οὐράνιον καταπαύσει μακαριότητα.