Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Peter of Damascus, 2. ΒΙΒΛΙΟΝ Α΄.
ΑΡΧΗ ΣΥΝ ΘΕΩΙ
ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ ΤΟΥ ΒΙΒΛΙΟΥ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΠΕΤΡΟΥ
ΔΑΜΑΣΚΗΝΟΥ
ΤΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ
Πολλῶν, καὶ μεγάλων κατὰ χάριν ἀξιωθεὶς δωρεῶν ὁ ἄθλιος ἐγὼ παρὰ Θεοῦ, καὶ μηδέποτέ τι ἀγαθὸν ποιήσας, ἐφοβήθην μήπως διὰ τῆς ἀργίας καὶ νωχελίας εἰς λήθην ἔλθω τῶν τοσούτων (δωρεῶν) καὶ τηλικούτων εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ τῶν ἐμῶν πταισμάτων, καὶ οὐδὲ κἂν εὐγνώμων γίνωμαι καὶ εὐχάριστος περὶ τὸν εὐεργέτην, διὰ τοῦτο ἔγραψα πρὸς ἔλεγχον τῆς ἀθλίας μου ψυχῆς τὴν ὑπόμνησιν ταύτην, καὶ ὅσας γραφὰς Ἁγίων Πατέρων, βίους τε, καὶ λόγους ἐνέτυχον, κατ᾽ ὄνομα τέθεικα, ἵνα ταύτας ἔχω πρὸς τὸ μιμνήσκεσθαι τοὺς λόγους αὐτῶν κἂν ἐκ μέρους· ἐπειδὴ οὐδ᾽ ὅλως βίβλον ἰδίαν κέκτημαι, ἢ ἐκτησάμην ποτὲ, ἀλλ᾽ ἐκ τῶν φιλοχρίστων ἐλάμβανον, ὥσπερ καὶ τὰς σωματικὰς χρείας ἁπάσας, διὰ τὴν ἀγάπην τοῦ Θεοῦ· καὶ ταύτας διερχόμενος μετὰ σχολῆς ἁπάσης, ἀπεδίδουν πάλιν τοῖς ἰδίοις, ἅτινά εἰσι ταῦτα. Παλαιά τε καὶ νέα, ἤγουν τὴν παλαιάν, τὸ Ψαλτήριον, τὸ Τετραβασίλειον, τὸ Ἐξασόφιν, τὰς Προφητείας, τὰ Παραλειπόμενα, τὰς Πράξεις τῶν Ἀποστόλων, τὰ Ἅγια Εὐαγγέλια, καὶ τῶν εἰρημένων πάντων τὰς ἑρμηνείας· τὰ Πατερικά, καὶ Διδασκαλικὰ ἅπαντα τῶν μεγάλων· ἤτοι Διονυσίου, Ἀθανασίου, Βασιλείου, Θεολόγου, Χρυσοστόμου, Γρηγορίου Νύσσης, Ἀντωνίου, Ἀρσενίου, Μακαρίου, Νείλου, Ἐφραίμ, Ἰσαάκ, Μάρκου, Δαμασκηνοῦ, Κλίμακος, Μαξίμου, Δωροθέου, Φιλήμονος, καὶ πάντων τῶν Ἁγίων τοὺς βίους, καὶ τοὺς λόγους· καὶ ἀξιωθεὶς ὁ ἀνάξιος τῆς πάντων ἐρεύνης, μετὰ πάσης ἀδείας καὶ σπουδῆς, ζητῶν τὴν ἀρχὴν τῆς σωτηρίας τοῦ ἀνθρώπου, καὶ τῆς ἀπωλείας, καὶ εἰ ἄρα πᾶν ἐγχείρημα, ἢ ὡς ἐπιτήδευμα, σώζει ἢ οὔ· καὶ τί ἐστι τὸ ζητούμενον παρὰ πᾶσι, καὶ πῶς παλαιοί τε καὶ νέοι τῷ Θεῷ εὐηρέστησαν, ἐν πλούτῳ καὶ πενίᾳ, ἐν μέσῳ πολλῶν ἁμαρτωλῶν, καὶ ἐν ἐρημίᾳ, ἐν συζυγίᾳ καὶ παρθενίᾳ· καὶ ἁπλῶς ἐν παντὶ τόπῳ, καὶ ἐγχειρήματι, εὑρίσκομεν ζωήν, καὶ θάνατον, σωτηρίαν, καὶ ἀπώλειαν· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἐφ᾽ ἡμῖν τοῖς Μοναχοῖς, διαφόρους εὑρίσκομεν καταστάσεις.
Λέγω δὴ ὑποταγὴ Πατρός, σώματος καὶ ψυχῆς, ἡσυχία ἡ καθαίρουσα τὴν ψυχήν· συμβουλὴ πνευματικὴ ἀντὶ ὑποταγῆς· ἡγουμενεία τε καὶ ἀρχιερωσύνη, καὶ ἐκ πάντων σωζομένους καὶ ἀπολλυμένους εὑρίσκομεν· καὶ οὐ τοῦτο μόνον ἐθαύμαζον, ἀλλὰ καὶ τὸν πάλαι Ἀγγελον ἐν οὐρανῷ, ἐν ἀΰλῳ φύσει ὄντα, ἐν σοφίᾳ, καὶ πάσῃ ἀρετῇ ἐξαίφνης διάβολον γενόμενον, σκότος καὶ ἀγνωσίαν, πάσης τε κακίας, καὶ πονηρίας ἀρχήν, καὶ τέλος. Ἔπειτα τὸν Ἀδάμ, ἐν τοσαύτῃ τιμῇ καὶ ἀπολαύσει τῶν ἀγαθῶν, καὶ οἰκειότητι τοῦ Θεοῦ, σοφίᾳ τε, καὶ ἀρετῇ, κεκοσμημένον ἔνδον τοῦ Παραδείσου μόνον σὺν τῇ Εὔᾳ, ἄφνω ἐξόριστον γενόμενον, ἐμπαθῆ τε, καὶ θνητόν, ἐν κόπῳ, μόχθῳ ἐργαζόμενον, ἐν ἱδρῶτι, καὶ θλίψει πολλῇ· ἐξ οὗ ὁ Κάιν σὺν Ἄβελ μόνοι ἀδελφοὶ ἐν πάσῃ τῇ γῇ· πῶς ἐνίκησεν ὁ φθόνος, ὁ δόλος καὶ ἔτεκε φόνον, τὴν κατάραν, τὸν τρόμον. Εἶτα τοὺς ἐξ αὐτῶν, δι᾽ οὓς πλήθους ἕνεκεν πταισμάτων ὁ κατακλυσμὸς ἐγένετο, καὶ πάλιν διὰ φιλανθρωπίαν τοὺς ἐν τῇ Κιβωτῷ ὁ Θεὸς σώσας, ὁ εἷς ἐξ αὐτῶν κεκατήραται ἢ ὡς ὁ Χαναάν, ὁ υἱὸς τοῦ ἁμαρτήσαντος Χάμ. Ἵνα γὰρ μὴ τὴν τοῦ Θεοῦ εὐλογίαν ἀνατρέψῃ, ὁ δίκαιος Νῶε, τὸν υἱόν, ἀντὶ τοῦ πατρὸς κατηράσατο. Μετὰ δὲ τούτων, τοὺς ἐπὶ τοῦ πύργου, τοὺς Σοδομίτας, τοὺς Ἰσραηλείτας, τὸν Σολομῶντα, τοὺς Νινευίτας, τὸν Γιεζῆ, τὸν Ἰούδαν, καὶ πάντας τοὺς ἐν ἀγαθοῖς γινομένους, καὶ εἰς κακίαν τρεπομένους.
Καὶ πῶς ἀγαθὸς ὢν ὁ ὑπεράγαθος Θεὸς καὶ πολυεύσπλαγχνος, τοὺς τοῦ κόσμου πολλοὺς καὶ ποικίλους πειρασμοὺς καὶ θλίψεις παρεχώρησε γενέσθαι. Τοὺς μὲν θέλων κατὰ παραχώρησιν, ἢ ὡς τοὺς κόπους τῆς μετανοίας· λέγω δὴ, πείνης, δίψης, πένθους, στερήσεως τῶν ἀναγκαίων, ἐγκρατείας τῶν ἡδέων, τήξεις τοῦ σώματος ἐν ἀσκήσει, ἀγρυπνίας, κόπους, πόνους, δάκρυα πολλὰ καὶ πικρά, στεναγμούς, φόβον τοῦ θανάτου, τῆς ἐρεύνης, τοῦ λογοθεσίου, τῆς ἐν Ἅδῃ κατοικήσεως μετὰ τῶν δαιμόνων, τὴν φρικτὴν ἡμέραν ἐκείνην τῆς κρίσεως, τὴν μέλλουσαν αἰσχύνην ἐπὶ πάσης τῆς κτίσεως, τὸν τρόμον· τὸν πικρὸν ἔλεγχον περὶ τῶν πράξεων, λόγων τε καὶ ἐννοιῶν, τὴν ἀπειλήν, τὴν ὀργήν. Τὰς πολυτρόπους κολάσεις καὶ αἰωνίους. Τὸ ἀνωφελὲς θρῆνος, καὶ τὰ ἄπαυστα δάκρυα· τὸ ἀφεγγὲς σκότος, τὸν φόβον, τὸν πόνον, τὴν ἔκπτωσιν, τὴν λύπην, τὴν στενοχωρίαν καὶ πνιγμὸν τῆς ψυχῆς ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι. Μετὰ τῶν ἐν τῷ κόσμῳ κινδύνων τὰ ναυάγια, τὰ πολυποίκιλα νοσήματα, τὰς ἀστραπάς, τὰς βροντάς, τὴν χάλαζαν, τοὺς σεισμούς, τοὺς λιμούς, τοὺς καταποντισμούς, τοὺς ἀώρους θανάτους, καὶ ἁπλῶς πάντας τοὺς ἀκουσίως ἡμῖν κατὰ παραχώρησιν γινομένους ὀδυνηρούς. Τοὺς δὲ μὴ θέλων ὁ Θεός, ἀλλ ἡμεῖς καὶ οἱ δαίμονες, οἷον τὰς μάχας, τὰ πάθη, τὰς πολυτρόπους ἁμαρτίας, ὧν παριὼν ὁ λόγος, δηλώσειε τὰ ὀνόματα, ἀπὸ τῆς ἀφροσύνης μέχρι τῆς ἀπογνώσεως, καὶ τελείας ἀπωλείας, τὴν ἐπιδρομὴν τῶν δαιμόνων, τοὺς πολέμους, τὴν τυραννίδα τῶν παθῶν· τὰς ἐγκαλείψεις· τὰς ταραχάς, καὶ μεταβολὰς τοῦ βίου· τὰς ὀργάς, τὰς συκοφαντίας, καὶ πᾶσαν θλίψιν, ἣν ἡμεῖς θέλοντες, ἑαυτοῖς, καὶ ἀλλήλοις προσφέρομεν Θεοῦ μὴ βουλομένου.
Καὶ πάλιν, πῶς ἐν μέσῳ τῶν τοσούτων κακῶν, πολλοὶ ἐσώθησαν, μηδενὸς ἐμποδίσαι ἰσχύσαντος. Καὶ πολλοὶ ἀπωλέσθησαν τοῦ Θεοῦ μὴ θέλοντος. Καὶ ταῦτα πάντα καὶ ἄλλα πλείονα, ἐκ τῶν θείων γραφῶν κατανοῶν ἐμπόνως, συνετρίβην τῇ ψυχῇ, καὶ ὡς ὕδωρ χυθεὶς πολλάκις εἰς ἀμηχανίαν κατήντουν. Καίπερ μὴ ἔχων κατὰ πολὺ ἐν αἰσθήσει τὰ λεγόμενα εἰ γὰρ εἶχον οὐ κἂν ἠδυνήθην παραμένειν τῇ ζωῇ ταύτῃ πεπληρωμένῃ κακίας, καὶ παρακοῆς Θεοῦ. Δι᾽ ἧς πάντα τὰ ἐν τῷ νῦν, καὶ ἐν τῷ μέλλοντι δεινὰ ἐγένοντο. Ἀλλ ὅμως τῆς ἐπιθυμίας τῶν ζητημάτων μου ὑπὸ τῆς χάριτος τυχών, ἐκ τῶν ἁγίων Πατέρων τὰς διακρίσεις εὗρον οὕτως ὅτι ἀρχὴ μὲν παντὸς ἀγαθοῦ, ἡ ἐκ Θεοῦ διδομένη φυσικὴ γνῶσις, ἢ ἐκ τῶν γραφῶν δι᾽ ἀνθρώπου, ἢ δι᾽ Ἀγγέλου· ἢ ὡς τοῦ διδομένου ἐκ τοῦ θείου βαπτίσματος πρὸς φυλακὴν ἑκάστου πιστοῦ ψυχῆς, τοῦ καὶ συνείδησιν λεγομένου, καὶ ὑπόμνησιν τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ. Δι᾽ ὧν φυλάσσεται ἡ χάρις τοῦ Ἁγίου Πνεύματος τῷ βαπτιζομένῳ, ἐὰν τηρῆσαι αὐτὰς βουληθῇ. Καὶ μετὰ τὴν γνῶσιν ἡ τοῦ ἀνθρώπου προαίρεσις. Αὕτη δέ ἐστιν ἡ ἀρχὴ τῆς σωτηρίας. Τοῦτ᾽ ἔστι, τὸ καταλεῖψαι τὰ ἴδια θελήματα καὶ νοήματα ὁ ἄνθρωπος, καὶ ποιῆσαι τὰ τοῦ Θεοῦ νοήματά τε, καὶ θελήματα. Καὶ ἐὰν ταῦτα δυνηθῇ ποιῆσαι, οὐχ᾽ εὑρίσκεται ἐν πάσῃ τῇ κτίσει πρᾶγμα, ἢ ἐγχείρημα, ἢ τόπος δυνάμενος ἐμποδίσαι τοῦ γενέσθαι αὐτόν, ὡς ὁ Θεὸς ἐξ ἀρχῆς ἠβουλήθη εἶναι κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν αὐτοῦ.
Καὶ θέσει Θεὸς κατὰ χάριν. Ἀπαθής, δίκαιος, ἀγαθός, καὶ σοφὸς εἴτε ἐν πλούτῳ, εἴτε ἐν πενίᾳ, εἴτε ἐν παρθενίᾳ, εἴτε συζυγίᾳ· εἴτε ἐν ἀρχῇ καὶ ἐν ἐλευθερίᾳ, εἴτε ἐν ὑποταγῇ καὶ δουλείᾳ καὶ ἁπλῶς ἐν παντὶ καιρῷ, τόπῳ τε, καὶ πράγματι. Διὰ τοῦτο καὶ οἱ πρὶν τοῦ νόμου καὶ ἐν τῷ νόμῳ, καὶ ἐν τῇ χάριτι πολλοὶ δίκαιοι εὑρίσκονται, δι᾽ ὅ,τι προετίμησαν τὴν γνῶσιν τοῦ Θεοῦ καὶ τὸ θέλημα αὐτοῦ, τῶν οἰκείων νοημάτων τε καὶ θελημάτων. Καὶ πάλιν πολλοὺς ἐν τοῖς αὐτοῖς καιροῖς καὶ ἐγχειρήμασιν εὑρίσκομεν ἀπολεσμένους· διότι τὰ οἰκεῖα νοήματα καὶ θελήματα προετίμησαν τῶν τοῦ Θεοῦ. Καὶ ταῦτα μὲν τὰ οὕτως. Ἔχουσι δὲ διαφορὰν οἱ τόποι καὶ τὰ ἐπιτηδεύματα, καὶ ὀφείλει τις διάκρισιν ἔχειν, εἴτε διὰ ταπεινοφροσύνης παρὰ Θεοῦ δεδομένης, εἴτε διὰ τῆς ἐρωτήσεως τῶν ἐχόντων τὰ χαρίσματα τῆς διακρίσεως. Ἐπειδὴ χωρὶς ταύτης, οὐκ εἰσὶ τὰ γινόμενα καλά, κἂν μὴ γινώσκοντες δοκοῦμεν ὅτι καλά εἰσιν. Ἐκ δὲ τῆς διακρίσεως, περὶ τῆς δυνάμεως ἑαυτοῦ μαθὼν πρὸς ὁποῖον βούλεται ἐλθεῖν ἐγχείρημα, οὕτως ἄρχεται τὸ πρᾶγμα τὸ εὐαρεστῆσαι τῷ Θεῷ. Πλὴν ὡς εἴρηται, ἐν πᾶσι τὰ ἴδια θελήματα ὀφείλει ἀρνήσασθαι, ἵνα τοῦ θείου σκοποῦ ἐπὶ τύχῃ, ἢ ὡς, ἐν ᾧ ὁ Θεὸς βούλεται μετελθεῖν ἐπιτηδεύματι· εἰ δὲ μὴ οὕτως, οὐ δύναται σωθῆναι ἐν οὐδενί.
Διότι ἐκ τῆς παραβάσεως τοῦ Ἀδάμ, ἐμπαθεῖς ἅπαντες ἀνατρεφόμενοι ἐκ τῆς συνηθείας τῶν παθῶν, οὐ θέλομεν τὸ ἀγαθὸν μετὰ χαρᾶς, οὐδὲ τὴν γνώμην τοῦ Θεοῦ ἐφιέμεθα, οὐδὲ ἐξ ἀγάπης τοῦτο ποιοῦμεν, ὡς οἱ ἀπαθεῖς, ἀλλὰ μᾶλλον τὰ πάθη καὶ τὰς πονηρίας φιλοῦμεν, τὰ δὲ ἀγαθὰ οὐδ᾽ ὅλως ἐθέλομεν, εἰ μὴ κατ᾽ ἀνάγκην ἀπὸ τοῦ φόβου τῶν κολάσεων. Καὶ ταῦτα οἱ πίστει βεβαίᾳ, καὶ προθέσει δεχόμενοι τὸν λόγον. Οἱ δὲ λοιποὶ οὐθ᾽ οὕτως θέλομεν. Ἀλλὰ καὶ τὰς τοῦ βίου θλίψεις, καὶ τὰς μελλούσας κολάσεις ἀντ᾽ οὐδενὸς λογιζόμενοι, τοῖς πάθεσι δουλεύομεν ὁλοψύχως, τινὲς δὲ οὐδὲ αἰσθανόμενοι τούτων τὴν πικρότητα, ἐξ ἀνάγκης καὶ οὐχ ἑκόντες τοὺς πόνους τῶν ἀρετῶν μετέρχονται. Καὶ ἐγένοντο ἡμῖν τὰ μίσους ἄξια, ποθητὰ ἐξ ἀγνοίας. Ὥσπερ γὰρ οἱ νοσοῦντες χρήζουσι τὰς τομὰς καὶ τὰς καυστηρίας διὰ τὴν ὑγείαν ἣν ἀπώλεσαν, οὕτω καὶ ἡμεῖς χρήζομεν τοὺς πειρασμούς, καὶ τοὺς τῆς μετανοίας πόνους, καὶ τὸν φόβον τοῦ θανάτου, καὶ τῶν κολάσεων, ἵνα τὴν ἀρχαίαν ὑγείαν τῆς ψυχῆς ἡμῶν ἀνακαλεσθῶμεν, καὶ τὴν νόσον ἣν ἡ ἀφροσύνη ἡμῶν προξένησεν ἡμῖν ἀποβαλλώμεθα, καὶ μᾶλλον ὅσον ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν χαρίζεται ἑκούσιον ἢ ἀκούσιον πόνον, τοσοῦτον εὐχαριστεῖν αὐτοῦ τῇ φιλανθρωπίᾳ ὀφείλομεν, καὶ δέχεσθαι τοῦτον μετὰ χαρᾶς εὐεργετεῖν γὰρ ἡμᾶς, τὰ ὀδυνηρὰ ἐπλήθηνεν, ἑκουσίως διὰ τῆς μετανοίας, καὶ ἀκουσίως διὰ τῶν πειρασμῶν, καὶ κολάσεων, ἵνα οἱ μὴ θέλοντες θλιβῆναι ἑκουσίως, λυτρῶνται τῆς νόσου, καὶ τῶν μελλουσῶν κολάσεων, ἴσως δὲ καὶ τῶν παρόντων.
Οἱ δὲ ἀγνώμονες κἂν διὰ τῶν κολάσεων, καὶ τῶν ποικίλων πειρασμῶν ἰαθήσονται κατὰ χάριν τοῦ ἰατροῦ. Οἱ μέντοι ἀγαπῶντες τὴν νόσον καὶ μένοντες ἐν αὐτῇ, τῶν αἰωνίων κολάσεων ἀξίως ἑαυτοῖς προξενοῦσιν ὁμοιωθέντες τοῖς δαίμοσι, καὶ δικαίως σὺν αὐτοῖς ἀπολαύσουσι τῶν αἰωνίων καὶ ἡτοιμασμένων τοῖς δαίμοσι κολάσεων, καθ᾽ ὅ,τι ἠθέλησαν σὺν αὐτοῖς ἀγνωμονεῖν περὶ τὸν εὐεργέτην. Ἐπειδὴ οὐ πάντες δεχόμεθα τὰς εὐεργεσίας ὁμοίως. Ἀλλ᾽ οἱ μὲν τὸ πῦρ τοῦ Κυρίου, ἤτοι τὸν λόγον αὐτοῦ, διὰ τῆς ἐργασίας ὡς κηρὸς ἁπαλώτεροι γίνονται τῇ καρδίᾳ οἱ δὲ διὰ τῆς ἀργίας ὡς πηλὸς σκληρότεροι μᾶλλον, καὶ λιθώδεις ἐπιδεικνύμεθα. Καὶ ἐν τῷ μὴ δέχεσθαι ὁμοίως, οὐκ ἀναγκάζει τινὰ ἡμῶν. Ἀλλ᾽ ὥσπερ ὁ ἥλιος τὰς ἀκτίνας καταπέμπει καὶ φωτίζει πάντα τὸν κόσμον. Καὶ ὁ μὲν θέλων ὁρᾶν, αὐτόν, ὁρᾶται παρ᾽ αὐτοῦ, ὁ δὲ μὴ θέλων αὐτὸν ὁρᾶν, οὐ βιάζεται παρ᾽ αὐτοῦ, καὶ οὐδεὶς αἴτιος τῆς τοῦ φωτὸς στερήσεως εἰμὴ αὐτὸς ὁ Θεὸς τὸν ἥλιον ἐποίησε, καὶ τὸν ὀφθαλμόν. Ὁ δὲ ἄνθρωπος ἔχει ἐξουσίαν. Οὕτω καὶ ἐνταῦθα, ὁ Θεὸς πᾶσι μὲν καταλάμπει τὰς γνώσεις ὡς ἀκτίνας, ἔδωκε δὲ μετὰ τὴν γνῶσιν, καὶ τὴν πίστιν ὡς ὀφθαλμόν. Ὁ οὖν προαιρούμενος διὰ τῆς πίστεως βεβαίαν τὴν γνῶσιν λαβεῖν, δι᾽ ἔργων φυλάττει τὴν μνήμην, ᾧ καὶ δίδωσιν ὁ Θεὸς μείζονα προθυμίαν γνῶσίν τε, καὶ δύναμιν.
Ἐκ γὰρ τῆς φυσικῆς γνώσεως γεννᾶται προθυμία τῷ προαιρουμένῳ ταύτην, καὶ ἐκ τῆς προθυμίας δύναμις εἰς τὸ ἐργάζεσθαι, καὶ διὰ τῆς ἐργασίας φυλάττεται ἡ μνήμη, καὶ ἐκ τῆς μνήμης γίνεται μείζων ἐργασία, καὶ διὰ ταύτης δίδοται μείζων γνῶσις, καὶ ἐκ ταύτης τῆς φρονήσεως λεγομένης γεννᾶται ἡ ἐγκράτεια τῶν παθῶν, καὶ ἡ ὑπομονὴ τῶν ὀδυνηρῶν, ἐξ ὧν ἡ κατὰ Θεὸν σχολὴ καὶ ἐπίγνωσις τῶν δωρεῶν τοῦ Θεοῦ, καὶ τῶν ἰδίων πταισμάτων, ἐξ ὧν ἡ εὐγνωμοσύνη, δι᾽ ἧς ὁ τοῦ Θεοῦ φόβος, ἔνθα τῶν ἐντολῶν ἡ τήρησις, λέγω δὴ τὸ πένθος, ἡ πραότης, ἡ ταπεινοφροσύνη, ἐξ ὧν γεννᾶται ἡ διάκρισις καὶ ἐκ ταύτης ἡ διόρασις, ἤτοι τὸ προορᾶν τὰ μέλλοντα πταίσματα, καὶ ἐκκόπτειν πρὸ καιροῦ ἐκ τῆς πείρας καὶ μνήμης τῶν προγεγονότων διὰ καθαρότητος νοός, καὶ τῶν ἐνεστώτων, καὶ τῶν κλοπῇ γινομένων· καὶ ἐκ τούτων ἡ ἐλπίς, ἐξ ἧς ἡ ἀπροσπάθεια, καὶ τελεία ἀγάπη. Τότε τοίνυν ὁ τοιοῦτος οὐδ᾽ ὅλως θέλει τι παρὰ τοῦ Θεοῦ τὸ θέλημα, ἀλλὰ καὶ ταύτην τὴν πρόσκαιρον ζωὴν μετὰ χαρᾶς καταλιμπάνει ἕνεκα τῆς τοῦ Θεοῦ καὶ τοῦ πλησίον ἀγάπης, τῇ σοφίᾳ, καὶ τῇ ἐνοικήσει τοῦ Ἁγίου Πνεύματος, καὶ τῇ υἱοθεσίᾳ, διὰ τὸ συσταυρωθῆναί τε, καὶ συνταφῆναι, συνεγερθῆναί τε καὶ συναναληφθῆναι τῷ Χριστῷ νοερῶς διὰ τῆς αὐτοῦ μιμήσεως, ἤτοι τῆς ἐν τῷ κόσμῳ διαγωγῆς· καὶ ἁπλῶς θέσει Θεὸς κατὰ χάριν γίνεται, λαβὼν τὸν Ἀρραβῶνα τῆς ἐκεῖθεν μακαριότητος, ὥς φησιν ὁ θεολόγος, ἐν ᾧ περὶ τῶν ὀκτὼ λογισμῶν ἀπαθής, δίκαιος, ἀγαθός, καὶ σοφὸς γενόμενος, τὸν Θεὸν ἔχων ἐν ἑαυτῷ, καθὼς αὐτὸς ἔφη ὁ Χριστὸς διὰ τῆς τηρήσεως τῶν αὐτοῦ ἐντολῶν κατὰ τάξιν, ἀπὸ τῆς πρώτης καὶ καθ᾽ ἑξῆς ὑπὲρ ὧν ἐρῶ μετὰ ταῦτα, τὸ πῶς ἡ ἐργασία τῶν ἐντολῶν ὀφείλει γίνεσθαι.
Ἀλλ᾽ ἐπειδὴ περὶ τῆς γνώσεως τῶν ἀρετῶν εἴρηται, ἐροῦμεν καὶ περὶ τῶν παθῶν. Ἔρχεται ἡ γνῶσις ὥσπερ ἥλιος καὶ θέλων ὁ ἄφρων μύσει τοὺς ὀφθαλμούς, ἤτοι τὴν προαίρεσιν, δι᾽ ἀπιστίας, ἢ ὀκνηρίας, καὶ εὐθέως τὴν γνῶσιν εἰς λήθην μεταπέμπει διὰ τῆς ἀργίας, τῆς ἐκ ῥαθυμίας γινομένης ἐκ γὰρ τῆς ἀφροσύνης γίνεται ἡ ῥαθυμία, ἐξ ἧς ἡ ἀργία, δι᾽ ἧς ἡ λήθη· καὶ ἐκ ταύτης ἡ φιλαυτία, ἤτοι τὸ ἀγαπᾶν τὰ ἴδια θελήματα καὶ νοήματα, ἡ φιληδονία, καὶ φιλοδοξία λεγομένη· δι᾽ ὧν ἡ φιλαργυρία ἡ ῥίζα πάντων τῶν κακῶν δι᾽ ἧς ὁ περισπασμὸς εἰς τὰ βιωτικὰ ἐξ οὗ ἡ τελεία ἀγνωσία τῶν τοῦ Θεοῦ δωρεῶν, καὶ τῶν ἰδίων πταισμάτων ἐξ ἧς ἡ κατοίκησις τῶν λοιπῶν παθῶν, ἤτοι τῶν ὀκτὼ προστατῶν, λέγω δὴ γαστριμαργίας, ἐξ ἧς ἡ πορνεία, δι᾽ ὧν ἡ φιλαργυρία, ἐξ ἧς ἡ ὀργή, ὅταν μὴ ἐπιτύχῃ τις τοῦ ποθουμένου, ἤτοι τοῦ ἰδίου θελήματος ἐξ ἧς ἡ λύπη, δι᾽ ἧς καὶ ἡ ἀκηδία εἶτα ἡ κενοδοξία, ἐξ ἧς ἡ ὑπερηφανία καὶ ἀπὸ τῶν ὀκτὼ τούτων πᾶσα κακία, πάθος τε καὶ ἁμαρτία· δι᾽ ὧν καταντᾶ ὁ ὑπὸ τούτων καταποθεὶς εἰς ἀπόγνωσιν, καὶ τελείαν ἀπώλειαν, καὶ ἔκπτωσιν ἀπὸ Θεοῦ καὶ ὁμοίωσιν τῶν δαιμόνων, καθὼς εἴρηται μέσον δὲ τῶν δύω ὁδῶν τούτων ἵσταται ὁ ἄνθρωπος, λέγω δὴ τῆς δικαιοσύνης, καὶ τῆς ἁμαρτίας καὶ εἰς οἵαν θέλει τὸν δρόμον ποιεῖ, καὶ αὐτὴν μετέρχεται ἡ ὁδὸς δὲ λαβοῦσα αὐτόν, καὶ οἱ ἐν αὐτῇ ὁδηγοῦντες, εἴτε Ἄγγελοι, καὶ κατὰ Θεὸν ἄνθρωποι, εἴτε δαίμονες καὶ πονηροὶ ἄνθρωποι, ἄχρι τοῦ τέλους αὐτῆς ἀπάγουσιν αὐτόν, καὶ μὴ βουλόμενον οἱ μὲν ἀγαθοὶ εἰς τὸν Θεόν, καὶ εἰς τὴν οὐρανῶν βασιλείαν οἱ δὲ τῆς ἁμαρτίας εἰς τὸν διάβολον, καὶ εἰς τὴν αἰώνιον κόλασιν.
Οὐδεὶς δὲ ἐστὶ τῆς ἀπωλείας αἴτιος, εἰ μὴ τὸ ἴδιον θέλημα τῆς σωτηρίας ὁ Θεός, ὁ χαρισάμενος μετὰ τὸ εἶναι, καὶ τὸ εὖ εἶναι, τήν τε γνῶσιν, καὶ δύναμιν, ἅπερ οὐ δύναται ἔχειν ὁ ἄνθρωπος ἐκτὸς τῆς χάριτος τοῦ Θεοῦ ἀλλ᾽ οὔτε ὁ διάβολος δύναταί τι πρὸς ἀπώλειαν, οἷον προαίρεσιν ἐναντίαν, ἢ ἀδυναμίαν, ἢ ἀκούσιον ἀγνωσίαν, ἢ ἄλλο τι τὸ παράπαν, ὥστε βιάσαι τὸν ἄνθρωπον, ἀλλὰ μόνην ὑπόμνησιν τοῦ κακοῦ ὑποβάλλει ὁ οὖν ἐργαζόμενος τὸ ἀγαθόν, τῷ Θεῷ τὴν χάριν ὀφείλει ἐπιγράψασθαι, ὡς τὰ πάντα μετὰ τὸ εἶναι δωρησαμένῳ ἡμῖν ὁ δὲ τὸ ἐναντίον προαιρούμενος, καὶ ποιῶν, ἑαυτὸν μόνον αἰτιάτω διότι οὐδεὶς βίᾳ αὐτὸν ἕλκειν δύναται, ἐπεὶ αὐτεξούσιον ὁ Θεὸς αὐτὸν ἐποίησεν, ὥστε ἐπαίνων ἄξιος γενήσεται παρ᾽ αὐτοῦ, ὁρῶν αὐτὸν προτιμᾶν θέλοντα τὸ ἀγαθόν, καὶ μὴ ἐξ ἀνάγκης τῆς φύσεως, ὥσπερ τὰ ἄλογα, καὶ ἄψυχα μετέχειν τοῦ ἀγαθοῦ, ἀλλ᾽ ὡς πρέπει τῷ λογικῷ, καθὼς ὁ Θεὸς αὐτὸν ἐτίμησεν ἡμεῖς δὲ ἑκουσίως, καὶ ἰδίᾳ γνώμῃ τὸ κακὸν προαιρούμεθα ποιεῖν, μαθόντες τοῦτο ἀπὸ τοῦ τῆς κακίας ἐφευρετοῦ· καὶ οὐ βιάζει ἡμᾶς ὁ καθ᾽ ὑπερβολὴν ἀγαθὸς Θεὸς ἵνα μὴ βιαζόμενοι καὶ παρακούοντες μείζονα κατάκρισιν ἔχωμεν μηδὲ τὸ αὐτεξούσιον αἴρει ἀφ᾽ ἡμῶν, ὃ καλῶς ἐχαρίσατο ἡμῖν ἀλλ᾽ ὁ θέλων τὸ ἀγαθὸν ποιεῖν, αἰτείτω διὰ προσευχῆς τὸν Θεὸν καὶ εὐθέως δίδοται αὐτῷ ἡ γνῶσις, καὶ δύναμις, ἵνα φαίνηται ἐκ δικαίου ἡ χάρις πεμπομένη παρὰ Θεοῦ ἐπεὶ καὶ χωρὶς εὐχῆς ἐδωρήσατο ἂν, ὥσπερ καὶ μετὰ τὴν εὐχήν.
Ἀλλ᾽ ὥσπερ οὐκ ἔχει ἔπαινον ὁ τὸν ἀέρα δεχόμενος πρὸς τὸ ζῇν, εἰδὼς ὅτι χωρὶς αὐτοῦ οὐ δύναται ζῆσαι, ἀλλὰ μᾶλλον χρεωστεῖ πολλὰ εὐχαριστεῖν τῷ ποιήσαντι αὐτόν, καὶ χαρισαμένῳ τὴν δεχομένην ὄσφρησιν, καὶ τὴν ὑγείαν, εἰς τὸ δέχεσθαι, καὶ ζῆσαι οὕτω καὶ ἡμεῖς ὀφείλομεν μάλλον εὐχαριστεῖν τῷ Θεῷ, ὅτι καὶ τὴν εὐχήν, καὶ τὴν γνῶσιν, καὶ τὴν δύναμιν, καὶ τὰς ἀρετάς, καὶ ἡμᾶς, καὶ τὰ περὶ ἡμᾶς πάντα ἐποίησεν κατὰ χάριν οὐ μόνον δὲ ἀλλὰ καὶ πᾶσαν μηχανὴν ποιῶν οὐ παύεται, πρὸς τὸ νικῆσαι τὴν κακίαν ἡμῶν, καὶ τῶν ἐχθρῶν ἡμῶν, καὶ δαιμόνων ἐπειδὴ γὰρ καὶ αὐτὸς ὁ διάβολος τὴν γνῶσιν τοῦ Θεοῦ ἀπωλέσας, τῇ ἀγνωμοσύνῃ καὶ ὑπερηφανίᾳ ἐξ ἀνάγκης ἐγένετο ἄγνωστος. καὶ τούτου χάριν οὐ δύναται ἀφ᾽ ἑαυτοῦ γινώσκειν τί ποιῆσαι, ἀλλὰ τὸν Θεὸν βλέπει τί ποιεῖ πρὸς τὸ σωθῆναι ἡμᾶς, καὶ ἐκ τούτου μανθάνει πονηρευόμενος, καὶ παρόμοια ποιεῖν μηχανᾶται πρὸς τὴν ἀπώλειαν ἡμῶν, διότι μισεῖ τὸν Θεόν, καὶ μὴ δυνάμενος πρὸς ἐκεῖνον, ἡμᾶς τοὺς κατ᾽ εἰκόνα Θεοῦ πολεμεῖ, δοκῶν ἐν τούτῳ τὸν Θεὸν ἀμύνασθαι καὶ εὑρίσκει ἡμᾶς ὑπηκόους αὐτοῦ τῷ θελήματι, ὡς φησὶν ὁ Χρυσόστομος· ἰδὼν γὰρ τὸν Θεόν, τὸν ποιήσαντα τὴν Εὔαν πρὸς βοήθειαν τοῦ Ἀδάμ, ἐποίησεν ὁ διάβολος αὐτὴν συνεργὸν πρὸς τὴν παρακοὴν καὶ παράβασιν ἔδωκεν ὁ Θεὸς ἐντολήν, ἵνα αὐτὴν τηρήσας ὁ Ἀδάμ, φυλάττῃ τὴν μνήμην τῶν τηλικούτων δωρεῶν, καὶ εὐγνωμονῇ περὶ τῶν εὐεργέτην, ὁ δὲ διάβολος ἐποίησεν αὐτὴν τὴν ἐντολὴν ἀφορμὴν παρακοῆς, καὶ θανάτου γενέσθαι καὶ ἀντὶ προφητῶν, ψευδοπροφήτας, ἀντὶ Ἀποστόλων, ψευδαποστόλους. ἀντὶ νόμου, παρανομίαν, ἀντὶ ἀρετῶν, κακίας, ἀντὶ ἐντολῶν παραβάσεις, ἀντὶ πάσης δικαιοσύνης, μυσαρὰς αἱρέσεις. καὶ πάλιν ἰδὼν τὸν Χριστὸν συγκαταβαίνοντα δι᾽ ἄκραν ἀγαθότητα πρὸς τοὺς ἁγίους μάρτυρας, καὶ ὁσίους πατέρας, εἴτε δι᾽ ἑαυτοῦ, εἴτε δι᾽ Ἀγγέλων, ἢ δι᾽ ἄλλης τινὸς οἰκονομίας ἀρρήτου ἐμφανιζόμενον, καθὼς εἶπεν, ἤρξατο καὶ ὁ διάβολος δεικνύειν τισὶ πλάνας πολλὰς πρὸς ἀπώλειαν καὶ διὰ τοῦτο ἔγραψαν οἱ διακριτικοὶ πατέρες, ὅτι τὰς τοιαύτας οὐ χρὴ δέχεσθαι, εἴτε διά τινων εἰκόνων, εἴτε φωτός, εἴτε πυρός, εἴτε ἄλλης τινὸς πλάνης μηχανᾶται γὰρ πλανῆσαι κἂν ἐν τούτῳ καθ᾽ ὕπνους, ἢ αἰσθητῶς. εἰ δὲ τοῦτο δεχόμεθα, ποιεῖ τὸν νοῦν ἐξ οἰήσεως, καὶ ἐσχάτης ἀγνωσίας ζωγραφῆσαί τινα σχήματα, ἢ χρώματα πρὸς τὸ δοκῆσαι ὅτι ἐμφάνειά ἐστι Θεοῦ, ἢ Ἀγγέλου πολλάκις δὲ καὶ δαίμονας καθ᾽ ὕπνους, ἢ αἰσθητῶς δείκνυσιν ἡττωμένους δῆθεν καὶ ἁπλῶς πᾶσαν μηχανὴν ἐπιτηδεύει πρὸς ἀπώλειαν ἡμετέραν ἐν τοῖς πειθομένοις αὐτῷ ὅταν δὲ ταῦτα ποιήσας ἀστοχήσῃ τῆς ἐλπίδος, διὰ τὸ λέγειν τοὺς Ἁγίους Πατέρας, ὅτι κατὰ τὸν καιρὸν τῆς προσευχῆς ὀφείλομεν ἔχειν τὸν νοῦν ἀνείδεον ἀσχημάτιστον, ἄχροον, μηδ᾽ ὅλως δεχόμενόν τι, εἴτε φῶς, εἴτε πῦρ, ἢ ἕτερόν τι τὸ παράπαν, ἀλλ᾽ ἐν τοῖς λεγομένοις ῥήμασι μόνοις ὀφείλομεν, πάσῃ δυνάμει κλείειν τὴν διάνοιαν διότι ὁ τῷ στόματι μόνῳ προσευχόμενος, τῷ ἀέρι προσεύχεται, καὶ οὐ τῷ Θεῷ· ὁ γὰρ Θεὸς τῷ νῷ προσέχει, καὶ οὐ τῇ λαλιᾷ, ὡς οἱ ἄνθρωποι ἐν πνεύματί φησι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν τῷ Θεῷ. καὶ θέλω πάντε λόγους τῷ νοί μου λαλῆσαι, ἢ μυρίους ἐν γλώσσῃ τότε δὴ τότε ἀπορῶν τούτων ἁπάντων ὁ διάβολος, λογισμὸν ἀπογνώσεων φέρει ἡμῖν, ὅτι ἄλλοι καιροὶ ἦσαν ἐκεῖνοι, καὶ ἄλλοι οἱ ἄνθρωποι ἐν οἷς ὁ Θεὸς τὰ θαυμάσια ἔδειξεν εἰς τὸ πιστεῦσαι· νυνὶ δὲ οὐκ ἔστι καιρὸς τῆς χρείας ταύτης τοῦ κοπιάσαι· ἰδοὺ χριστιανοὶ ἐσμὲν ἅπαντες, καὶ βάπτισμα φοροῦμεν· ὁ πιστεύσας φησί, καὶ βαπτισθεὶς σωθήσεται· τί λοιπὸν χρήζομεν;
ἡμεῖς δὲ ἐὰν τούτῳ πεισθῶμεν, καὶ οὕτω. μείνωμεν, ἔρημοι πάντως ἐσόμεθα, ὄνομα μόνον ἔχοντες χριστιανοῦ· ἀγνοοῦντες, ὅτι ὁ πιστεύσας καὶ βαπτισθεὶς ὀφείλει πάσας τὰς ἐντολὰς τοῦ Χριστοῦ τηρεῖν, καὶ ὅταν πάντα κατορθώσῃ, λέγειν, ἀχρεῖος δοῦλός εἰμι· ὡς ὁ Κύριος πρὸς τοὺς Ἀποστόλους ἔφη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, πᾶς γὰρ ὁ βαπτιζόμενος ἀποτάσσεται λέγων, ἀποτάσσομαι τῷ σατανᾶ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ· καὶ συντάσσομαι τῷ Χριστῷ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ· ποῦ δὲ ἐστὶν ἡ ἀποταγὴ ἡμῶν, ἐὰν μὴ πᾶν πάθος, καὶ πᾶσαν ἁμαρτίαν ἣν θέλει ὁ διάβολος, καταλείψωμεν; μᾶλλον δὲ ἀπὸ ψυχῆς μισήσωμεν, καὶ ἀγαπήσωμεν τὸν Χριστὸν διὰ τῆς τηρήσεως τῶν αὐτοῦ ἐντολῶν; πῶς δὲ τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, ἐὰν μὴ πᾶν θέλημα ἴδιον, καὶ πᾶν νόημα ἀρνησώμεθα; θελήματα δὲ καὶ νοήματα ἐκεῖνα λέγοιτ᾽ ἂν, τὰ ἀνθιστάμενα τοῖς τοῦ Θεοῦ προστάγμασιν· ἐπειδὴ πολλάκις εἰσί τινες, εἴτε ἀπὸ κράσεως, εἴτε ἀπὸ συνηθείας τὸ καλὸν ἔν τισι πράγμασιν ἀγαπῶντες, τὸ δὲ χεῖρον μισοῦντες· εἰσὶ δὲ καὶ νοήματα καλά, ὡς καὶ ἀπὸ τῶν θείων γραφῶν ἔχοντα μαρτυρίαν, δέονται δὲ καὶ διακρίσεως παρὰ τῶν ἐμπείρων· ἐπειδὴ χωρὶς διακρίσεως, οὐδ᾽ αὐτὰ τὰ νομιζόμενα καλά, εἰσὶ καλά· εἴτε διὰ τὸ παρὰ καιρόν, εἴτε παρὰ τὸ δέον, ἤτοι παρὰ ἀξίαν, ἢ ἀγνώστως νοοῦντες τὰ λεγόμενα· ὅτι οὐ μόνον τὴν γραφήν, ἀλλὰ καὶ τὸ τυχὸν ἐρώτημα, ἐὰν μὴ προσέχωσιν ἀμφότεροι ὅ,τε ἐρωτώμενος, καὶ ὁ ἐρωτῶν, μακρὰν τῆς ἐννοίας τῶν λεγομένων γίνονται, καὶ οὐ τὴν τυχοῦσαν φέρει ζημίαν· καὶ γὰρ κἀγὼ πολλάκις ἔπαθον καὶ ἐρωτῶν, καὶ ἐρωτώμενος· ὅταν δὲ ὡς δεῖ τὸ λεγόμενον κατελάμβανον, ὕστερον τοῦτο μαθὼν ἐξιστάμην, πῶς ὁμοίως εἰσὶν οἱ λόγοι, αἱ δὲ ἔννοιαι μακρὰν ἀπ᾽ ἀλλήλων καθεστήκασιν· οὕτω καὶ ἐν τοῖς λοιποῖς πᾶσι διακρίσεως χρήζομεν, πῶς ὀφείλομεν ποιῆσαι, ἵνα τὰ τοῦ Θεοῦ θελήματα πράξωμεν· ὅτι αὐτὸς οἶδε τὴν φύσιν ἡμῶν ἀκριβῶς ὡς ποιητὴς τῶν ἁπάντων, καὶ τὸ συμφέρον ἡμῖν ᾠκονόμησε, καὶ ἐνομοθέτησεν, οὐχὶ ξένα τῆς φύσεως, ἀλλὰ τὰ ἴδια ταύτης· εἰ μὴ πρὸς τελειότητα ἴσως τοις θέλουσιν ἑκουσίως πρὸς αὐτὸν ἀνελθεῖν ὑπερφυῶς· εἰτ᾽ οὖν ἡ παρθενία, ἡ ἀκτημοσύνη, ἡ ταπεινοφροσύνη, οὐχὶ δὲ οἱ εὐγνωμοσύνη, αὕτη γὰρ φυσική ἐστιν· ἡ δὲ ταπεινοφροσύνη ὑπὲρ φύσιν, διότι πᾶσαν ἀρετὴν μετέρχεται ὁ ταπεινόφρων, καὶ μηδὲν χρεωστῶν, χρεώστην ἑαυτὸν ἔχει, καὶ ὑπὸ κάτω πάντων· ὁ δὲ εὐγνώμων, χρεωστῶν ὁμολογεῖ τὸ χρέος· ὥσπερ ὁ ἐλεῶν, ἐξ ὧν ἔχει ἐλεεῖ, καὶ οὐκ ἔστιν ὑπὲρ φύσιν, ὡς ὁ ἀκτήμων· οὐδὲ ὁ συζυγίας μετερχόμενος, ὡς ὁ παρθενεύων· ὑπὲρ φύσιν γάρ ἐστι τοῦτο τὸ χάρισμα· διὰ τοῦτο ὁ μὲν, σώζεται εἴπερ τὰ ἴδια θελήματα καταλείψας, τὰ τοῦ Θεοῦ πληροῖ· ὁ δὲ, στέφανον τῆς ὑπομονῆς, καὶ δόξαν παρὰ Θεοῦ κομίσεται, ὡς οὐ μόνον τὰ ἀπηγορευμένα τοῖς νόμοις ἐάσας, ἀλλὰ σὺν ἐκείνοις καὶ τὴν ἰδίαν φύσιν Θεὸν ἠγάπησεν ἐξ ὅλης ψυχῆς, καὶ κατὰ δύναμιν μιμησάμενος τὴν αὐτοῦ ἀπάθειαν· ἀλλ᾽ ἐπειδὴ ἀγνοοῦμεν οὐ μόνον ἑαυτούς, καὶ τὰ ὑφ᾽ ἡμῶν γινόμενα, ἀλλὰ καὶ τὸν σκοπὸν αὐτῶν, καὶ τὸ ζητούμενον ἐκ πάντων, διὰ τοῦτο φαίνονται ἡμῖν αἱ θεῖαι γραφαί, καὶ οἱ λόγοι τῶν ἁγίων ἀσύμφωνοι τῶν τε παλαιῶν ἀνδρῶν, προφητῶν, λέγω καὶ δικαίων, καὶ τῶν νέων ἁγίων πατέρων· καὶ νῦν θέλοντες σωθῆναι, ἀσυμφώνως ἔχουσι πρὸς ἀλλήλους, ὅπερ οὐκ ἔστιν· ἰδοὺ δι᾽ ὀλίγων ῥημάτων, ἐκ τῆς τῶν πραγμάτων φύσεως ἴδωμεν, ὅτι πᾶς ἄνθρωπος ἐὰν θέλῃ σωθῆναι, οὐδεὶς δύναται αὐτὸν ἐμποδίσαι, οὔτε καιρός, οὔτε τόπος, οὔτε ἐγχείρημα· μόνον ἂν μὴ παρὰ τὴν χρῆσιν τοῦ πράγματος, οὗ βούλεται ποιεῖν, μετέρχητε· ἀλλ᾽ ὡς δεῖ μετὰ διακρίσεως πρὸς τὸν θεῖον σκοπὸν πᾶν νόημα νεύων· διότι οὐ τὰ γινόμενα ἐστὶν ἀναγκαῖα, ἀλλὰ δι᾽ οὗ γίνονται· οὐδὲ ἀκουσίως ἁμαρτάνομεν, εἰμὴ ἑκουσίως τῷ λογισμῷ πρῶτον συγκατατιθέμεθα, καὶ εἰς ἀχμαλωσίαν ἐμπίπτομεν· καὶ τότε αὐτὸς ἄκοντα καὶ μὴ βουλόμενον εἰς τὸ ἁμαρτάνειν φέρει τὸν αἰχμάλωτον.
Ὁμοίως δὲ καὶ τὰ ἐν ἀγνοίᾳ γινόμενα πταίσματα, ἐκ τῶν ἐν γνώσει γίνονται· εἰ μὴ γὰρ μεθύει τις, εἴτε οἴνῳ. εἴτε ἐπιθυμίᾳ, οὐκ ἀγνοεῖ· ἐκ δὲ τοῦ μεθύειν ἄρχεται τοῦ σκοτοῦσθαι ὁ νοῦς, καὶ ἐκ τούτου τὸ πίπτειν, ἐξ ἐκείνου δὲ τὸ ἀποθνήσκειν· ὥστε οὐχ᾽ ὁ θάνατος ἦλθεν ἀγνώστως, ἀλλ᾽ ἡ ἐν γνώσει μέθῃ τὸν ἐν ἀγνοίᾳ θάνατον ἤγαγε· καὶ πολλὰ εὑρήσει τις μάλιλιστα ἐν τοῖς νοήμασιν, ὅτι ἐξ ἑκουσίων εἰς τὰ ἀκούσια, καὶ ἀπὸ τῶν ἐν γνώσει εἰς τὰ ἐν ἀγνοίᾳ προσπίπτομεν· ἀλλὰ διὰ τὸ φαίνεσθαι ἡμῖν τὰ πρῶτα ἐλαφρὰ καὶ γλυκέα, διὰ τοῦτο ἐρχόμεθα εἰς τὰ δεύτερα ἀβουλήτως καὶ ἀγνώστως· εἰ γὰρ ἐξ ἀρχῆς ἠθελήσαμεν τὰς ἐντολὰς τηρεῖν, καὶ μένειν ὡς ἐβαπτίσθημεν, οὐκ ἂν εἰς τοσαῦτα ἤλθωμεν, καὶ ἐδεήθημεν τῶν τῆς μετανοίας κόπων, καὶ πόνων. Ὅμως καὶ πάλιν ἐὰν θέλωμεν, ἡ δευτέρα τοῦ Θεοῦ χάρις, ἤτοι ἡ μετάνοια, δύναται εἰς τὸ ἀρχαῖον κάλλος ἀνάξαι ἡμᾶς· εἰ δὲ οὐδὲ ταύτης ἐπιμελούμεθα, ἐξ ἀνάγκης ὡς οἱ μὴ μετανοοῦντες δαίμονες εἰς τὴν αἰώνιον κόλασιν μετ᾽ αὐτῶν ἀπερχόμεθα, θέλοντες μᾶλλον, ἢ μὴ θέλοντες· οὐ γὰρ εἰς ὀργὴν ὁ Θεὸς ἔκτισεν ἡμᾶς, ἀλλ᾽ εἰς περιποίησιν· ἵνα τῶν ἀγαθῶν αὐτοῦ ἀπολαύωμεν, εὐχαρίστως διακείμεθα, καὶ εὐγνωμόνως περὶ τὸν εὐεργέτην· ἀλλ᾽ ἡ ἀμέλεια ἡμῶν, περὶ τὴν γνῶσιν τῶν αὐτοῦ δωρεῶν, εἰς ῥαθυμίαν ἡμᾶς ἤγαγε· καὶ αὕτη εἰς λήθην παρέπεμψεν, ἐξ ἧς ἡ ἄγνοια εἰς ἡμᾶς ἐβασίλευσεν.
Ὅταν δὲ ἀρχὴν θέλωμεν βαλεῖν, εἰς τὸ στραφῆναι ὅθεν ἐξεπέσαμεν, πολλοῦ κόπου δεόμεθα, διότι οὐ θέλομεν καταλεῖψαι τὰ θελήματα ἡμῶν· ἀλλὰ δοκοῦμεν ὅτι μετὰ τοῦ Θεοῦ καὶ τὰ ἡμέτερα ποιεῖν δυνάμεθα, ὅπερ ἀμήχανον· αὐτὸς γὰρ καὶ Κύριος ἔφη· οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με Πατρός· καίπερ ἓν θέλημα Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος, ὡς μία φύσις ἀχώριστος· ἀλλὰ δι᾽ ἡμᾶς ταῦτα εἴρηκε, καὶ κατὰ τὸ τῆς σαρκὸς θέλημα· εἰ μὴ γὰρ καταποθῇ ἡ σὰρξ, καὶ γένηται ὁ ἄνθρωπος ὅλος ἀγόμενος τῷ πνεύματι τοῦ Θεοῦ, οὐ ποιεῖ τὸ θέλημα τοῦ Θεοῦ ἐκτὸς βίας· ὅταν δὲ βασιλεύσῃ ἡ χάρις τοῦ πνεύματος ἐν ἡμῖν, τότε οὐκ ἔτι ἴδιον ἔχομεν ἀλλ᾽ εἴτι γένηται, θέλημα Θεοῦ ἐστί· τότε εἰρηνεύομεν· καὶ Υἱοὶ Θεοῦ κληθήσονται οἱ τοιοῦτοι, ὅτι τὸ θέλημα τοῦ Πατρὸς θέλουσιν, ὥσπερ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεός· τοῦτο δὲ ἀδύνατον εὑρεῖν τινά, ἐκτὸς συντηρήσεως τῶν ἐντολῶν, δι᾽ ὧν πάσης ἡδονῆς, ἤτοι θελήματος ἰδίου ἐκκοπὴ, καὶ πάσης ὀδύνης, τῆς ὑπὲρ τούτου γινομένης ὑπομονῆς· ἐκ γὰρ ἀφροσύνης ἡδονή, καὶ ὀδύνη γεννῶνται, ὡς προείρηται, καὶ ἐκ τούτων πᾶσα κακία· διότι ὁ ἄφρων φίλαυτός ἐστι, καὶ οὐ δύναται φιλάδελφος εἶναι, οὐδὲ φιλόθεος· καὶ οὔτε ἐγκράτειαν τῶν ἡδονῶν, ἤτοι τῶν θελημάτων τῶν ἀρεσκόντων αὐτῷ ἔχει, οὔτε ὑπομονὴν τῶν ὀδυνηρῶν· ἀλλὰ ποτὲ μὲν ἐπιτυγχάνοντι τοῦ ἰδίου θελήματος, αὔξεται ἐν αὐτῷ ἡδονὴ καὶ ἔπαρσις· ποτὲ ἀποτυχὼν καὶ ὑπὲρ τῆς τούτου ὀδύνης τυραννούμενος ἔρχεται εἰς μικροψυχίαν καὶ πνιγμὸν τῆς ψυχῆς, ἥτις ἐστὶν ἀρραβὼν τῆς γεέννης· ἐκ δὲ τῆς γνώσεως, ἤγουν τῆς φρονήσεως γεννᾶται ἐγκράτεια, καὶ ὑπομονή.
Διότι ὁ φρόνιμος κατέχει τὸ ἴδιον θέλημα, καὶ ὑπομένει τὴν ὑπὲρ τούτου ὀδύνην, καὶ τῶν μὲν ἡδέων ὡς ἀνάξιον ἑαυτόν λογιζόμενος, γίνεται εὐγνώμων καὶ εὐχάριστος περὶ τὸν εὐεργέτην, φοβούμενος μήπως διὰ τῶν πολλῶν ἀγαθῶν, ὧν ἐδωρήσατο αὐτῷ ὁ Θεὸς ἐν τῷ νῦν αἰῶνι, ζημιωθῇ ἐν τῷ μέλλοντι. Καὶ οὕτω δι᾽ ἐγκρατείας καὶ τὰς ἄλλας ἀρετὰς ἐργάζεται, λογιζόμενος ἑαυτὸν χρεώστην πάντων. μικρὸν δὲ ἀνταμεῖψαι τῷ εὐεργέτῃ μὴ εὑρίσκων τὶ ἀλλὰ καὶ τὰς ἀρετὰς ὡς μεῖζον χρέος λογίζεται. Λαμβάνει γὰρ καὶ οὐ παρέχει, τοῦτο δὲ μόνον, ὅτι ἠξιώθη εὐχαριστῆσαι τῷ Θεῷ, καὶ ὅτι δέχεται αὐτοῦ τὴν εὐχαριστίαν, μεῖζον χρέος λογίζεται καὶ εὐχαριστῶν διαμένει ἀεὶ πᾶν ἀγαθὸν ποιῶν καὶ ἀεὶ ἐπὶ πλεῖον χρεώστην ἑαυτόν, καὶ ὑπὸ κάτω πάντων ἔχει ταπεινοφρονῶν εὐφραινόμενος ἐν Θεῷ τῷ εὐεργετοῦντι αὐτόν, καὶ ἐν τρόμῳ ἀγαλλιώμενος, καὶ πρὸς θείαν καὶ ἄπτωτον ἀγάπην ἐρχόμενος διὰ ταπεινοφροσύνης τὰ ὀδυνηρὰ ὡς ἄξιος δέχεται μᾶλλον δὲ καὶ πλείονα τῶν ἐπερχομένων αὐτῷ, ἄξιον ἑαυτὸν εἶναι λογίζεται, καὶ χαίρει ὅτι μικρὸν ἠξιώθη ἐν τῷ νῦν αἰῶνι θλιβῆναι καὶ κἂν κουφισμὸν λάβῃ τῶν πολλῶν κολάσεων, ὧν προευτρέπισεν ἑαυτῷ ἐν τῷ μέλλοντι καὶ ὅτι ἐν τούτῳ γινώσκει τὴν ἰδίαν ἀσθένειαν καὶ μὴ ἐπαίρεσθαι. καὶ ὅτι ἠξιώθη ταῦτα γινώσκειν, καὶ ὑπομένειν ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ, εἰς θεῖον πόθον ἔρχεται ἡ γὰρ ταπεινοφροσύνη γέννημά ἐστι τῆς γνώσεως, ἡ δὲ γνῶσις γέννημα τῶν πειρασμῶν, ὁ γνοὺς ἑαυτόν, δίδοται αὐτῷ ἡ γνῶσις τῶν πάντων καὶ ὁ ὑποτασσόμενος τῷ Θεῷ, ὑποτάσσει ἑαυτῷ πᾶν φρόνημα σαρκικὸν καὶ μετὰ ταῦτα ὑποταγήσεται αὐτῷ τὰ πάντα, ὅτε βασιλεύσῃ ἡ ταπείνωσις ἐν τοῖς μέλεσιν αὐτοῦ ὁ γὰρ γνοὺς ἑαυτὸν ὥς φασιν οἱ ἅγιοι, Βασίλειός τε, καὶ Γρηγόριος, ὅτι μέσον ἐστὶ μεγέθους, καὶ ταπεινότητος, ὡς νοερὰν ἔχων ψυχήν, καὶ ὡς θνητὸν καὶ γήϊνον ἔχων σῶμα, οὐδέποτε ἐπαίρεται, οὐδὲ ἀπογινώσκει.
Ἀλλ᾽ αἰσχυνόμενος τὸ νοερὸν τῆς ψυχῆς, πάντα τὰ αἴσχιστα ἀποστρέφεται, καὶ τὴν ἀσθένειαν ἑαυτοῦ γινώσκων, πᾶσαν ἔπαρσιν φεύγει. Ὁ τοίνυν γνοὺς τὴν ἰδίαν ἀσθένειαν ἐκ τῶν πολλῶν πειρασμῶν, τῶν τε ψυχικῶν καὶ σωματικῶν παθῶν, αὐτὸς εἶδε τὴν ἄπειρον τοῦ Θεοῦ δύναμιν, πῶς τοὺς ταπεινοὺς ῥύεται βοῶντας πρὸς αὐτόν, διὰ τῆς ἐμπόνου προσευχῆς ἀπὸ καρδίας καὶ λοιπὸν γίνεται τῷ τοιούτῳ ἡ εὐχή, ὥσπερ τρυφή· εἰδώς, ὅτι χωρὶς τοῦ Θεοῦ οὐ δύναταί τι ποιῆσαι, καὶ ἀπὸ τοῦ φόβου τοῦ μὴ πεσεῖν προσκολλᾶσθαι μὲν τῷ Θεῷ ἀγωνίζεται, θαυμάζει δὲ λογιζόμενος πῶς αὐτὸν ὁ Θεὸς ἐκ πειρασμῶν καὶ παθῶν ἐρρύσατο τοσούτων, καὶ εὐχαριστεῖ τὸν δυνάμενον ῥύσασθαι, καὶ σὺν τῇ εὐχαριστίᾳ τὴν ταπείνωσιν, καὶ τὴν ἀγάπην προσλαμβάνει, καὶ οὐ τολμᾶ ὅλως κρῖναι τινὰ γινώσκων ὅτι ὥσπερ ὁ Θεὸς αὐτὸν ἐβοήθησεν, οὕτω καὶ πᾶσι βοηθῆσαι, ὅτε θέλει, δύναται, ὥς φησιν ὁ Ἅγιος Μάξιμος ἴσως δὲ ὅτι καὶ δύναταί τις παλαίειν πάθεσι πολλοῖς, καὶ νικᾶν, ἑαυτὸν δὲ ἀσθενῆ ὄντα ἔχει καὶ τούτου χάριν ὁ Θεὸς διὰ τάχους αὐτὸν ἐβοήθησεν, ἵνα μὴ τελείως ἀπόλληται ἡ ψυχὴ αὐτοῦ. Καὶ ἄλλα πλείονα ὁ γινώσκων τὴν ἰδίαν ἀσθένειαν λογιζόμενος, μένει ἄπτωτος. Ἀδύνατον δέ τινα ἐλθεῖν ἐν τούτῳ, εἰ μὴ πολλοὺς πειρασμοὺς ψυχικούς τε καὶ σωματικοὺς πάθοι, καὶ τῇ τοῦ Θεοῦ δυνάμει δι᾽ ὑπομονῆς κρατούμενος, τὴν πεῖραν μάθῃ· ὁ δὲ τοιοῦτος οὐ τολμᾶ ὅλως ἴδιον θέλημα ποιῆσαι, ἐκτὸς ἐρωτήσεως τῶν ἐμπείρων, οὐδὲ νόημα στῆσαι, ἐπεὶ τίς ἡ χρεία, μὴ πρὸς τὸ ζῆν σωματικῶς, ἢ σωθῆναι ψυχικῶς, ποιῆσαί τι, ἢ λογίσασθαι θέλοντα.
Εἰ δέ τις οὐ γινώσκει ποῖον θέλημα ὀφείλει καταλιπεῖν, καὶ ποῖον νόημα, δοκιμαζέτω πᾶν πρᾶγμα, καὶ πᾶν νόημα τῇ τούτου ἀποχῆ, καὶ ἐπικρατείᾳ, καὶ ὁποίαν ὄχλησιν ἐπιφέρει, καὶ γινόμενον μὲν ἡδονήν, κωλυόμενον δὲ ὀδύνην, κακόν ἐστι, καὶ ὀφείλει καταφρονεῖν αὐτὸ πρὶν χρονίσει, καὶ ἔχει κοπιάσαι εἰς τὸ νικῆσαι αὐτό, ὅταν αἴσθηται τῆς βλάβης αὐτοῦ. Τοῦτο δὲ λέγω περὶ παντὸς πράγματος καὶ νοήματος, οὗ χωρὶς δυνάμεθα ζῆσαι σωματικῶς, καὶ τῷ Θεῷ εὐαρεστῆσαι· ἐπειδὴ ἡ συνήθεια χρονίζουσα φύσεως ἰσχὺν λαμβάνει· καὶ ἐὰν οὐ παρέχῃς αὐτήν, ἀτονεῖ καὶ κατὰ μικρὸν ἀπόλλυται· εἴτε γὰρ ἀγαθὴν συνήθειαν, εἴτε κακήν, ὁ χρόνος οἶδε τρέφειν, ὥσπερ τὸ πῦρ τρέφουσιν αἱ ὕλαι, διὰ τοῦτο ὀφείλομεν τὸ ἀγαθὸν πάσῃ δυνάμει μελετᾶν καὶ ποιεῖν, ἵνα ἔλθῃ ἡ ἕξις, καὶ αὐτομάτως ἡ συνήθεια ἐργάζεται, τὸ τυχὸν ἀκόπως, ὡς οἱ Πατέρες ἐν τοῖς μικροῖς τὰ μεγάλα ἐνίκησαν. Ὁ γὰρ μὴ πειθόμενος ἔχειν τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος, ἀλλὰ ταύτην ἀπωθεῖται, ἵνα τὴν στενὴν καὶ τεθλιμένην ὁδὸν πορεύηται, πότε εἰς φιλοκτημοσύνην ἔλθῃ; οὐ γὰρ ἐστὶν ἡ πολλὴ κτῆσις μόνον φιλοκτημοσύνη, ἀλλ᾽ εἴτι δ᾽ ἂν ἔχῃ προσπαθῶς, ἢ παρὰ χρῆσιν, ἢ καὶ ὑπὲρ τὴν χρῆσιν, διότι πολλοὶ τῶν παλαιῶν Ἁγίων, πολλὴν μὲν κτῆσιν εἶχον, ὅ,τε Ἀβραάμ, Ἰώβ, καὶ Δαβίδ, καὶ ἄλλοι πολλοὶ οὐκ ἦν δὲ ἐν αὐτοῖς προσπάθεια, ἀλλ᾽ εἶχον τὰ πράγματα, ὡς τοῦ Θεοῦ καὶ μᾶλλον δι᾽ ἐκείνων ἐδόκουν εὐαρεστῆσαι αὐτῷ ὁ δὲ Κύριος ὑπερτελὴς ὢν, καὶ αὐτοσοφία τὴν ῥίζαν ἔκοψεν οὐ μόνον γὰρ χρήματα καὶ κτήματα μὴ ἔχειν τοὺς ἀκολουθοῦντας αὐτῷ διὰ τῆς μιμήσεως τῆς ἀκροτάτης ἀρετῆς ἐνουθέτησεν, ἀλλὰ μηδὲ ψυχήν, ἤτοι θέλημα, ἢ νόημα ἴδιον καὶ τοῦτο εἰδότες οἱ Πατέρες ἔφυγον τὸν κόσμον, ὡς ἐμπόδιον πρὸς τὴν τελειότητα, οὐ μόνον δὲ ἀλλὰ καὶ τὰ θελήματα, οὐδεὶς γὰρ αὐτῶν ποτὲ θέλημα ἴδιον ἐποίησεν.
Ἀλλ᾽ οἱ μὲν ἐν ὑποταγῇ σωματικῇ, ἵνα ἀντὶ τοῦ Χριστοῦ τὸν Πατέρα τὸν Πνευματικὸν ἔχοιεν εἰς πᾶν νόημα· οἱ δὲ ἐν ἐρήμῳ καὶ τελείᾳ φυγῇ τῶν ἀνθρώπων, αὐτὸν τὸν Θεὸν εἶχον διδάσκαλον, ὑπὲρ οὗ καὶ τὸν κατὰ προαίρεσιν θάνατον ὑπομεῖναι ἠβουλήθησαν ἕτεροι δὲ τὴν βασιλικὴν ὁδὸν ἐκράτησαν, ἤτοι μετὰ ἑνός, ἢ δύω ἡσυχάζοντες καλῶς, ἔχοντες ἀλλήλους συμβούλους ἀγαθοὺς πρὸς εὐαρέστησιν Θεοῦ καὶ ὅσοι μετὰ τὴν ὑποταγὴν κατ᾽ ἐπιτροπὴν τοῦ Πατρὸς ἄρχειν ἄλλων ἀδελφῶν ἐτάχθησαν, ὡς ἐν ὑποταγῇ οὕτω διῆγον, τὰς παραδόσεις φυλάττοντες τῶν αὐτῶν Πατέρων, καὶ ἐγένετο πᾶν ἐγχείρημα καλόν. Νυνὶ δὲ ἐπειδὴ οὐ θέλομεν, οὔτε οἱ ἐν ὑποταγῇ, οὔτε οἱ ἐν ἀρχῇ, καταλεῖψαι τὰ ἴδια θελήματα, διὰ τοῦτο οὐδεὶς εἰς προκοπὴν ἔρχεται. Καὶ λοιπὸν ἔμεινε τάχα, εἴπερ καὶ ἔστιν, ἡ φυγὴ τῶν ἀνθρώπων, καὶ βιωτικῶν πραγμάτων, ἐν τῇ βασιλικῇ ὁδῷ πορεύεσθαι καὶ ἡσυχάζειν μετὰ ἑνὸς ἢ δύω, καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ νυκτὸς καὶ ἡμέρας μελετᾶν, καὶ πᾶσαν γραφήν· ἵνα κἂν ἐκ πάντων ἐλεγχόμενος, καὶ ὑπὸ τῆς συνειδήσεως καὶ προσοχῆς τῆς ἀναγνώσεως, καὶ εὐχῆς καταντήσῃ τις εἰς τὴν πρώτην ἐντολήν, ἤτοι τὸν φόβον τοῦ Θεοῦ, τὸν γινόμενον ἐκ τῆς πίστεως, καὶ μελέτης τῶν θείων γραφῶν, καὶ δι᾽ αὐτοῦ εἰς τὸ πένθος ἔλθῃ, δι᾽ οὗ εἰς τὰς ἐντολάς, ἃς ἔφη ὁ Ἀπόστολος πίστις, ἐλπίς, ἀγάπη, ὁ γὰρ πιστεύων τῷ Κυρίῳ φοβεῖται τὴν κόλασιν· καὶ ὁ φοβούμενος τὴν κόλασιν τηρεῖ τὰς ἐντολάς· καὶ ὁ τὰς ἐντολὰς τηρῶν, ὑπομένει τὰς θλίψεις καὶ ὁ τὰς θλίψεις ὑπομένων, ἕξει τὴν εἰς Θεὸν ἐλπίδα καὶ ἡ ἐλπὶς χωρίζει πάσης προσπαθείας τὸν νοῦν ταύτης δὲ χωρισθείς, ἔξει τὴν εἰς Θεὸν ἀγάπην.
Ταῦτα ὅπου ἐὰν θέλῃ τις ποιεῖν σώζεται. Ἡ δὲ ἡσυχία, ὡς ἀρχὴ καθάρσεως ψυχῆς ὑπάρχουσα, καὶ χωρὶς κόπου τὰς ἐντολὰς πάσας κατασκευάζει τῷ προαιρουμένῳ. Φεῦγε, φησί, σιώπα, ἡσύχαζε, αὗται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας. Καὶ πάλιν φεῦγε τοὺς ἀνθρώπους καὶ σώζῃ· διότι οὐκ ἐῶσιν αἱ συντυχίαι τὸν νοῦν ἰδεῖν, οὔτε τὰ ἑαυτοῦ πταίσματα, οὔτε τὰς τῶν δαιμόνων πανουργίας, ἵνα φυλάττῃ ἑαυτὸν ὁ ἄνθρωπος, οὔτε πάλιν τὰς τοῦ Θεοῦ εὐεργεσίας καὶ προνοίας, ἵνα ἐκ τούτων γνῶσιν Θεοῦ καὶ ταπείνωσιν κτήσηται· καὶ διὰ τοῦτο ὀφείλει ὁ θέλων ὁδεύειν σύντομον ὁδὸν πρὸς Χριστόν, ἤτοι τὴν ἀπάθειαν καὶ τὴν γνῶσιν καὶ μετὰ χαρᾶς τὴν τελειότητα φθάσαι, μὴ ἀλλαχόθεν, ἤγουν δεξιὰ ἢ ἀριστερά, ἀλλ ἐν πάσῃ αὐτοῦ τῇ διαγωγῇ τὴν βασιλικὴν ὁδὸν σπουδαίως πορευέσθω. Τάς τε ὑπερβολὰς καὶ ἐλλείψεις ἰσχυρῶς φεύγων, ὡς ἡδονὴν ἀμφοτέρων ποιούντων· καὶ μήτε τῷ πλήθει τῶν βρωμάτων καὶ τῶν συντυχιῶν σκοτῶσαι τὸν νοῦν, καὶ ἐκ τῶν περισπασμῶν τυφλὸν κατασκευάσαι. Μήτε πάλιν τῇ ἐκτεταμένῃ νηστείᾳ καὶ ἀγρυπνίᾳ θολοῦν τὴν διάνοιαν. Ἀλλὰ τὰς ἑπτὰ ἰδέας, τὰς σωματικὰς λέγω πράξεις, καλῶς μεθ᾽ ὑπομονῆς ἐργαζόμενος, ὡς ἐν κλίμακι ἀνέρχεται, ἀπαύστως τὰς ἑπτὰ ἐφάπαξ κατέχων, καὶ ὁδεύων πρὸς τὴν ἠθικὴν πρᾶξιν, δι᾽ ἧς αἱ πνευματικαὶ θεωρίαι παρὰ τῆς χάριτος τοῦ Θεοῦ δίδονται τῷ πιστεύοντι, ὥς φησιν ὁ Κύριος.
Καὶ ὅτι πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμός ἐστι, καὶ ὅτι οὐ δύναταί τις ἐμποδίσαι τὸν θέλοντα σωθῆναι, οὐδὲ ἔχει ἄλλος εἰς ἡμᾶς ἐξουσίαν, εἰμὴ μόνον ὁ πλάσας ἡμᾶς Θεός· ὃς καὶ ἕτοιμός ἐστι πρὸς βοήθειαν καὶ σκέπην ἀπὸ παντὸς πειρασμοῦ, τῶν βοώντων πρὸς αὐτὸν καὶ θελόντων τὸ ἅγιον αὐτοῦ θέλημα ποιεῖν, χωρὶς γὰρ αὐτοῦ, οὐ δύναταί τις ἀγαθὸν ποιῆσαι οὐδὲ κακὸν παθεῖν ἀβουλήτως, εἰ μὴ αὐτὸς παραχωρεῖ πρὸς τὸ παιδεῦσαι τὸν πταίοντα καὶ σῶσαι τὴν ψυχὴν αὐτοῦ. Καὶ ὅτι τὰ μὲν πονηρὰ ἔργα, ἡμέτερά εἰσιν, ἐκ ῥαθυμίας ἡμετέρας γινόμενα, καὶ συνεργείας τῶν δαιμόνων. Πᾶσα δὲ γνῶσις, ἀρετή τε καὶ ἰσχύς, χάρις Θεοῦ εἰσίν, ὥσπερ τ᾽ ἄλλα πάντα. Καὶ ὅτι κατὰ χάριν ἔδωκεν ἐξουσίαν πᾶσι τέκνα Θεοῦ γενέσθαι, διὰ τῆς τηρήσεως τῶν θείων ἐντολῶν· καὶ ὅτι αἱ ἐντολαὶ αὗται φυλάττουσι μᾶλλον ἡμᾶς, καὶ χάρις Θεοῦ εἰσί· διότι ἐκτὸς τῆς αὐτοῦ χάριτος, οὐδὲ αὐτὰς τηρεῖν ἰσχύομεν καὶ οὐκ ἔχομέν τι προσφέρειν αὐτῷ, εἰ μὴ πίστιν καὶ προαίρεσιν καὶ ἁπλῶς, πάντα τὰ ὀρθὰ δόγματα ἐκ πίστεως βεβαίας καὶ ἀκοῆς κατέχοντες, ἄρχεσθαι τὴν ἐργασίαν ἀμετεωρίστως, ὡς ἐν σχολείῳ τὰ μαθήματα, καὶ οὕτως ἐπιμελῶς τὰς προειρημένας ἑπτὰ πράξεις ἔργῳ μανθάνειν. Αἵτινές εἰσιν αὗται.
ΔΗΛΩΣΙΣ ΑΝΑΓΚΑΙΑ ΚΑΙ ΩΡΑΙΟΤΑΤΗ ΠΕΡΙ ΤΩΝ ΕΠΤΑ ΣΩΜΑΤΙΚΩΝ ΠΡΑΞΕΩΝ.
Πρώτη, ἡσυχία, ἤτοι ἀπερίσπαστος διαγωγή, ἀπέχουσα πάσης μερίμνης βιωτικῆς, ἵνα δυνηθῇ ἐκ τοῦ μακρυσμοῦ τῶν ἀνθρώπων, καὶ τῶν περισπασμῶν φυγεῖν τὸν θόρυβον καὶ τὸν ὡς λέοντα ὡρυόμενον περιπατοῦντα, καὶ ζητοῦντα καταπιεῖν τινα διὰ τῶν συντυχιῶν καὶ μεριμνῶν τοῦ βίου· καὶ ἵνα μίαν μέριμναν ἔχῃ πῶς τῷ Θεῷ ἀρέσῃ καὶ τὴν ψυχὴν ἀκατάκριτον ἐν τῇ ὥρᾳ τοῦ θανάτου παρασκευάσῃ, καὶ μετὰ σχολῆς ἁπάσης μάθῃ τὰς κλοπὰς τῶν δαιμόνων, καὶ τὰ ἴδια σφάλματα τὰ ὑπὲρ ψάμμον θαλάσσης γινόμενα, καὶ ὡσεὶ χνοῦς τῇ λεπτότητι τοῖς πολλοῖς ἀγνοούμενα καὶ θρηνῶν ἀεὶ, λυπεῖται μὲν τὴν ἀνθρωπίνην φύσιν, παρακαλεῖται δὲ ὑπὸ τοῦ Θεοῦ, ὡς εὐγνώμων γινόμενος καὶ παρηγορεῖται, ὅτι ἔφθασεν ἰδεῖν, ἅπερ οὐκ ἤλπιζε θεάσασθαι, ἔξωθεν τῆς κέλλης διάγων ποτέ· καὶ τὴν ἰδίαν ἀσθένειαν ἐπεγνωκὼς καὶ τὴν τοῦ Θεοῦ δύναμιν, φοβεῖται, καὶ ἐλπίζει· ὡς μήτε θαρρῶν ἐξ ἀγνωσίας πέσῃ, μήτε τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἐπιλαθόμενος ἀπογινώσκῃ, εἴτι δ᾽ ἂν συμβῇ αὐτῷ.
Δευτέρα, νηστεία σύμμετρος, ἤγουν τὸ ἅπαξ ἐσθίειν καθ᾽ ἡμέραν, καὶ μὴ κορέννυσθαι· ἐξ εὐτελῶν τροφῶν ἓν εἶδος ἐκ τῶν ἀπερισπάστως εὑρισκομένων, ὧν οὐκ ἐπιθυμεῖ ἡ ψυχή, εἰ μήπου οὐκ ἔστιν ἄλλο, ἵνα γαστριμαργίαν, λαιμαργίαν, ἐπιθυμίαν νικήσῃ, καὶ ἀπερισπάστως διαμένῃ· ἅμα δὲ ἵνα μὴ εἶδός τι ἀπέχηται καθόλου, ἀπόβλητα ποιῶν κακῶς, τὰ παρὰ Θεοῦ καλὰ λίαν γινόμενα, μήτε πάντα ὑφ᾽ ἓν καταπίῃ ἀκρατῶς, καὶ φιληδόνως, ἀλλ᾽ ἓν εἶδος καθ᾽ ἑκάστην παρ᾽ ἓν ἐσθίων μετ᾽ ἐγκρατείας, πᾶσιν εἰς δόξαν Θεοῦ χρήσηται μηδενὸς ἀπεχόμενος, ὡς οἱ ἐπικατάρατοι αἱρετικοὶ ποιοῦσιν, ὡς κακὸν οἶνος δὲ, κατὰ καιρόν, ἐν γὰρ γήρᾳ, ἀσθενείᾳ τε καὶ ψύχει χρήσιμός ἐστι πάνυ, πλὴν καὶ τότε ὀλιγωστός, ἐν δὲ νεότητι, θέρμῃ τε, καὶ ὑγείᾳ τὸ ὕδωρ κρεῖττον, πλὴν καὶ τοῦτο ὀλίγον πάσῃ δυνάμει ἡ γὰρ δίψα κρείσσων ἐστὶ πασῶν τῶν σωματικῶν πράξεων.
Τρίτη, ἀγρυπνία σύμμετρος, τὸ ἥμισυ δηλαδὴ τῆς νυκτὸς εἰς ὕπνον ἔχειν, καὶ τὸ ἥμισυ εἰς ψαλμῳδίαν καὶ προσευχήν, στεναγμούς τε, καὶ δάκρυα· ἵνα τῇ συμμέτρῳ νηστείᾳ, καὶ ἀγρυπνίᾳ, τὸ μὲν σῶμα εὐπειθὲς τῇ ψυχῇ γένηται, ὑγιές τε, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμον, ἡ δὲ ψυχὴ ἀνδρείαν λάβῃ, καὶ φωτισμόν, εἰς τὸ βλέπειν, καὶ ποιεῖν τὰ προσήκοντα.
Τετάρτη, ψαλμῳδία, ἤτοι προσευχὴ σωματικὴ διὰ ψαλμῶν καὶ γονυκλισιῶν, ἵνα σκυλθῇ τὸ σῶμα καὶ ταπεινωθῇ ἡ ψυχή, καὶ φύγωσιν οἱ ἐχθροὶ ἡμῶν δαίμονες, καὶ παραγίνωνται οἱ σύμμαχοι Ἄγγελοι, καὶ ἐπιγνώσηταί τις πόθεν λαμβάνει βοήθειαν μήπως ἀγνοῶν ἐπαρθῇ, δοκῶν ὅτι ἴδιαί εἰσιν αἱ ἐργασίαι καὶ ἐγκαταλειφθῇ ἀπὸ τοῦ Θεοῦ πρὸς τὸ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν. Πέμπτη, προσευχὴ πνευματικὴ διὰ τοῦ νοὸς γινομένη, ἀπέχουσα πάσης ἐννοίας. καὶ ἐν τοῖς λεγομένοις ἱστάμενος ὁ νοῦς, καὶ προσπίπτων τῷ Θεῷ μετὰ συντριμμῶν ἀμυθήτων, ζητεῖ μόνον τὸ θεῖον θέλημα γενέσθαι ἐν πᾶσι τοῖς αὐτοῦ ἐγχειρήμασι καὶ νοήμασι, μηδ᾽ ὅλως δεχόμενος λογισμόν, ἢ σχῆμα, ἢ χρῶμα ἢ φῶς, ἢ πῦρ, ἢ ἄλλοτι τὸ παράπαν, ἀλλ᾽ ὡς παρὰ Θεῷ βλεπόμενος, καὶ αὐτῷ μόνῳ διαλεγόμενος, ἀνείδεος, ἄχροος, ἀσχημάτιστος γενόμενος, αὕτη γάρ ἐστιν ἡ καθαρὰ προσευχή, ἡ πρέπουσα τῷ ἔτι πρακτικῷ τῷ δὲ θεωρητικῷ ἄλλα μείζονα τούτων.
Ἕκτη, ἀνάγνωσις ἔν τε λόγοις καὶ βίοις τῶν πατέρων, μηδ᾽ ὅλως περὶ δογμάτων ξένων, ἢ ἄλλων τινῶν ἀκούων, καὶ μάλιστα αἱρετικῶν ἵνα μάθῃ ἐκ τῶν θείων γραφῶν, καὶ ἐκ τῆς διακρίσεως τῶν Πατέρων, πῶς νικήσῃ τὰ πάθη, καὶ τὰς ἀρετὰς κτήσηται. καὶ ἵνα ἐμπληθῇ ὁ νοῦς αὐτοῦ λόγων Πνεύματος Ἁγίου, καὶ ἐπιλάθηται τὰ πρώην ἀπρεπῆ ῥήματα καὶ νοήματα, ἅπερ ἤκουσεν ἔξω τῆς κέλλης ὢν, καὶ ἵνα τῇ πολλῇ ὁμιλίᾳ τῆς προσευχῆς, καὶ ἀναγνώσεως, ἔλθῃ εἰς τὸ ἐννοεῖν χρηστὰς ἐννοίας καὶ γὰρ ἡ προσευχὴ βοηθεῖται ὑπὸ τῆς ἀναγνώσεως ἐν ἡσυχίᾳ, καὶ ἡ ἀνάγνωσις ὑπὸ τῆς καθαρᾶς προσευχῆς, ὅταν τις προσέχῃ τοῖς λεγομένοις, καὶ μὴ παρέργως ἀναγινώσκῃ, ἢ ψάλλῃ, εἰ καὶ οὐδ᾽ ὅλως δύναται καταλαβεῖν, ὡς δεῖ, τὴν δύναμιν αὐτῶν ὑπὸ τῆς τῶν παθῶν σκοτώσεως, κἂν ἐξ οἰήσεως πολλάκις πλανώμεθα καὶ μάλιστα οἱ δοκοῦντες, ὅτι τὴν σοφίαν τοῦ κόσμου τούτου ἔχουσιν, ἀγνοοῦντες, ὅτι ἐμπράκτου γνώσεως δεόμεθα εἰς τὸ ταῦτα κατανοεῖν, καὶ οὐκ ἐξ ἀκοῆς μόνης ὡφελεῖται ὁ θέλων μαθεῖν τὴν γνῶσιν τοῦ Θεοῦ διότι, ἄλλο ἐστὶν ἀκοή, καὶ ἄλλο πρᾶξις ὥσπερ γὰρ ἐκ μόνης ἀκοῆς οὐ δύναταί τις τεχνίτης γενέσθαι, ἀλλ᾽ ἐκ τοῦ ποιεῖν, καὶ βλέπειν, καὶ πολλὰ σφάλλειν, καὶ διορθοῦσθαι ὑπὸ τῶν ἐμπείρων, καὶ διὰ τῆς ὑπομονῆς, καὶ ἐκκοπῆς τῶν ἰδίων θελημάτων, καὶ τῇ πολυημερίᾳ εἰς ἕξιν ἔρχεται τῆς τέχνης οὕτω καὶ ἡ πνευματικὴ γνῶσις οὐ γίνεται ἐκ μόνης μελέτης, ἀλλ᾽ ἐκ Θεοῦ κατὰ χάριν τοῖς ταπεινόφροσι δίδοται ὁ γὰρ ἀναγινώσκων γραφάς, καὶ ἴσως ἐκ μέρους δοκεῖ γινώσκειν, οὐδὲν θαυμαστόν, ἐὰν μάλιστα πρακτικὸς ὑπάρχῃ οὐ μὴν δὲ γνῶσιν Θεοῦ ὁ τοιοῦτος ἔχῃ, ἀλλὰ τοὺς λόγους τῶν ἐχόντων γνῶσιν ἀκούων. ὥστε οἱ μὲν γράψαντες εἶχον πολλάκις γνῶσιν Θεοῦ, καθάπερ οἱ προφῆται, αὐτὸς δὲ οὔπω κἀγὼ τοίνυν ὡσαύτως ἐκ τῶν θείων γραφῶν συλλέξας, καὶ οὐχὶ ἐκ τοῦ πνεύματος ἀξιωθεὶς ἀκοῦσαι, ἀλλ᾽ ἐκ τῶν ἀκουόντων παρ᾽ ἐκείνου ἤκουσα ὥς περ τινες περί τινος πόλεως, ἢ ἀνθρώπου ἀκούοντες παρὰ τοῖς εἰδόσι ταῦτα.
Ἑβδόμη, ἐρώτησις τῶν ἐμπείρων περὶ παντὸς λόγου, καὶ ἐγχειρήματος. ἵνα μὴ ἐξ ἀπειρίας, ἢ αὐταρεσκείας, ἀλλ᾽ ἀντ᾽ ἄλλου νοῶν, καὶ ποιῶν τις πλανᾶται πολλάκις, καὶ εἰς οἴησιν πίπτῃ, δοκῶν εἰδέναι ὡς δεῖ, μηδὲν εἰδὼς μηδέπω, κατὰ τὸν Ἀπόστολον.
Ἔπειτα μετὰ τὰς σωματικὰς ταύτας πράξεις, ὑπομονὴν δεῖ ἔχειν πάντων τῶν ἐπερχομένων, ὧν μέλλει ὁ Θεὸς παραχωρεῖν πρὸς μάθησιν, καὶ πεῖραν, καὶ γνῶσιν τῆς ἰδίας ἀσθενείας μήτε θαρρεῖν, μήτε ἀπογινώσκειν, εἴτι δ᾽ ἂν αὐτῷ συμβῇ καλόν, ἢ κακόν, πᾶν δὲ ὄνειρον, καὶ πᾶν ῥῆμα, καὶ ἔργον ἀργὸν ὀφείλει ἀποστρέφεσθαι ἀεὶ μελετᾶν τε τὸ τοῦ Θεοῦ ὄνομα ὑπὲρ τὸ ἀναπνεῖν ἐν παντὶ καιρῷ καὶ τόπῳ, καὶ πράγματι. καὶ προσπίπτειν αὐτῷ ἀπὸ ψυχῆς, συνάγων τὸν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων, καὶ μόνον ζητῶν γενέσθαι τὸ τοῦ Θεοῦ θέλημα καὶ τότε ἄρχεται ὁ νοῦς βλέπειν τὰ πταίσματα αὐτοῦ ὡς ψάμμον θαλάσσης καὶ αὕτη ἐστὶν ἡ ἀρχὴ τοῦ φωτισμοῦ τῆς ψυχῆς, καὶ τεκμήριον τῆς ὑγείας αὐτοῦ καὶ ἁπλῶς, γίνεται ἡ ψυχὴ συντετριμμένη, καὶ ἡ καρδία τεταπεινωμένη, καὶ ἡγεῖται ἑαυτὴν κάτω πάντων ἐν ἀληθείᾳ. καὶ ἄρχεται μὲν κατανοεῖν τὰς τοῦ Θεοῦ εὐεργεσίας, τάς τε ἰδικὰς καὶ περιεκτικάς, τὰς ἐν ταῖς θείαις γραφαῖς εὑρισκομένας, καὶ τὰ οἰκεῖα πλημμελήματα, τηρεῖ δὲ καὶ τὰς ἐντολὰς ἐν γνώσει, ἀπὸ τῆς πρώτης, καὶ καθ᾽ ἑξῆς. Ἐπειδὴ ὁ Κύριος ὡς ἐν κλίμακι τέθεικεν αὐτάς, καὶ οὐ δύναταί τις ὑπερβαίνων τῆς μιᾶς εἰς τὴν ἄλλην ἀνελθεῖν ποτε, ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν βαθμίδων, οὕτως ἀπὸ τῆς πρώτης, εἰς τὴν δευτέραν καὶ ἀπ᾽ αὐτῆς, εἰς τὴν τρίτην ἄχρις ἂν Θεὸν ποιήσωσι τὸν ἄνθρωπον κατὰ χάριν τοῦ δωρησαμένου αὐτὰς τοῖς προαιρουμένοις.
ΟΤΙ Ο ΒΟΥΛΟΜΕΝΟΣ ΤΑΣ ΕΝΤΟΛΑΣ ΤΗΡΗΣΑΙ ΕΚ ΤΟΥ ΘΕΙΟΥ ΦΟΒΟΥ ΑΡΞΑΤΩ, ΙΝΑ ΜΗ ΕΙΣ ΧΑΟΣ ΟΛΙΣΘΗΣΗΙ
Εἰ δέ τις θέλει προλαβεῖν, ἐπ᾽ αὐταῖς μᾶλλον τὴν σπουδὴν ἐπιδεικνύτω, καὶ μὴ ἀλλαχόθεν ἐπεὶ εἰς κρημνόν, μᾶλλον δὲ εἰς χάος μέλλει πίπτειν ὥσπερ γὰρ ἐπὶ τῶν ἑπτὰ χαρισμάτων τοῦ πνεύματος, εἰ μὴ ἀπὸ τοῦ φόβου ἄρξηται, οὐ δύναταί τις εἰς τὰ λοιπὰ ἀνελθεῖν ποτὲ οὕτω καὶ ἐν τοῖς μακαρισμοῖς τοῦ Κυρίου ἀρχὴ γὰρ σοφίας φησὶν ὁ Δαβίδ, φόβος Κυρίου ὁ δὲ ἄλλος προφήτης ἄνωθεν εἰρηκὼς περὶ τούτων ἔφη πνεῦμα σοφίας, καὶ συνέσεως. καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ. Καὶ ὁ Κύριος ἀπὸ τοῦ φόβου ἤρξατο διδάσκειν. Καί φησι, μακάριοι πτωχοὶ τῷ πνεύματι, τοῦτ᾽ ἔστι τὸ γενέσθαί τινα κατάπτηχον τῷ φόβῳ τοῦ Θεοῦ, ἔχοντα ἀμύθητον συντριμμὸν ψυχῆς διότι ὁ Κύριος ὡς θεμέλιον τέθεικε τὴν ἐντολὴν ταύτην, γινώσκειν ὅτι ἐκτὸς ταύτης, κἂν εἰς οὐρανόν τις πολιτεύηται, οὐκ ὡφελεῖται ἔχων τὴν ἀπόνοιαν, δι᾽ ἧς ὁ διάβολος καὶ ὁ Ἀδάμ, καὶ ἄλλοι πλεῖστοι πεπτώκασι, καὶ τούτου χάριν ὀφείλει ὁ θέλων τὴν πρώτην ἐντολὴν τηρῆσαι, ἤτοι τὸν φόβον, ὡς εἴρηται, ἐν σχολῇ μελετᾶν πολλῇ, τὰ πρώην γεγραμμένα τοῦ βίου συναντήματα καὶ τὰς τοῦ Θεοῦ εὐεργεσίας τὰς ἀμετρήτους, καὶ ἀνεξιχνιάστους· καὶ ὅσα ἐποίησε, καὶ ποιεῖ μεθ᾽ ἡμῶν δι᾽ ὁρατῶν τε καὶ ἀοράτων, ἐντολῶν τε καὶ δογμάτων, ἀπειλῶν τε καὶ ἐπαγγελιῶν, φυλάττων, τρέφων, προνοῶν, ζωογονῶν, ῥυόμενος ἀπὸ ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν τὰς νόσους, ἃς ἡ ἀταξία ἡμῶν προσφέρει, ἰώμενος δι᾽ εὐχῶν, καὶ πρεσβειῶν τῶν Ἁγίων αὐτοῦ ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, ἀσεβείαις τε, καὶ ἀνομίαις μακροθυμῶν ἀεί, ὅσα ἐποιήσαμεν, καὶ ποιοῦμεν, καὶ ὅσα μέλλομεν ποιεῖν, ἐξ ὧν ἐρρύσατο ἡμᾶς ἡ χάρις αὐτοῦ καὶ πόσα παροργίζομεν αὐτὸν ἔργῳ τε, καὶ λόγῳ, καὶ διαλογισμῷ καὶ οὐ μόνον ἀνέχεται ἡμᾶς, ἀλλὰ καὶ μείζονα εὐεργετεῖ δι᾽ ἑαυτοῦ, δι᾽ Ἀγγέλων, διὰ γραφῶν, δικαίων, καὶ Προφητῶν, Ἀποστόλων τε, καὶ Μαρτύρων, διδασκάλων, καὶ ὁσίων Πατέρων καὶ κατανοῶν τῶν μὲν τοὺς ἄθλους, τῶν δὲ τοὺς ἀγῶνας· ἔπειτα θαυμάζων τὴν συγκατάβασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν διαγωγὴν αὐτοῦ τὴν ἐν τῷ κόσμῳ, τὰ ἄχραντα αὐτοῦ πάθη, τὸν Σταυρόν, τὸν θάνατον, τὴν ταφήν, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν παρουσίαν τοῦ ἁγίου Πνεύματος, τὰ ἄρρητα θαύματα τὰ ἀεί, καὶ καθ᾽ ἑκάστην γινόμενα, τὸν παράδεισον, τοὺς στεφάνους, τὴν υἱοθεσίαν ἧς ἠξίωσεν ἡμᾶς, καὶ πάντα ὅσα περιέχει ἡ θεία γραφή, καὶ πλείονα λογιζόμενος, ἐκπλήττεται μὲν κατανοῶν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, τρέμει δὲ καὶ θαυμάζει τὴν μακροθυμίαν καὶ ἀνοχὴν αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ λυπεῖται τὴν ζημίαν, ἣν ἔπαθεν ἡ φύσις ἡμῶν, λέγω δὴ τὴν ἀγγελοειδῆ ἀπάθειαν, τὸν παράδεισον, καὶ πάντα τὰ ἀγαθά, ἀφ᾽ ὧν ἐξεπέσαμεν, λέγω δὴ τοὺς δαίμονας, τὰ πάθη, καὶ τὰς ἁμαρτίας, καὶ συντρίβεται ἡ ψυχή, ἐννοοῦσα ὅσα κακὰ γεγόνασιν, ἐκ τῆς ἡμετέρας πονηρίας, καὶ τῆς τῶν δαιμόνων πανουργίας.
ΠΕΡΙ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΕΝΤΟΛΗΣ, ΚΑΙ ΟΤΙ ΓΕΝΝΗΤΩΡ ΤΟΥ ΠΕΝΘΟΥΣ Ο ΦΟΒΟΣ.
Καὶ οὕτω χαρίζεται αὐτῷ ὁ Θεὸς τὸ μακάριον πένθος, ἤτοι τὴν δευτέραν ἐντολήν· μακάριοί, φησιν, οἱ πενθοῦντες, ἤγουν τὸν ἑαυτόν, καὶ τὸν πλησίον ἐξ ἀγάτης καὶ προσπαθείας πενθεῖν. Καὶ γίνεται ὡς ἐπὶ νεκρῷ πενθοῦντος ἐκ τῶν φρικτῶν νοημάτων τῶν πρὸ τοῦ θανάτου γινομένων μετὰ θάνατον, Ὀλολύζων ἐν στεναγμοῖς βάθους καρδίας, καὶ πολλῶν, ἀμυθήτων θρήνων. Καὶ οὔτε περὶ τιμῆς, οὔτε ἀτιμίας φροντίζει, ἀλλὰ καὶ αὐτὴν τὴν ζωὴν καταφρονεῖ, καὶ τῆς τροφῆς ἐπιλανθάνεται πολλάκις ἐκ τοῦ πόνου τῆς καρδίας, καὶ τῶν διηνεκῶν θρήνων. Καὶ οὕτως ἡ χάρις τοῦ Θεοῦ, καὶ κοινὴ πάντων Μήτηρ δωρήσηται αὐτῷ τὴν πραότητα, καὶ ἀρχὴν τῆς τοῦ Χριστοῦ μιμήσεως, ἤγουν τὴν τρίτην ἐντολήν, ὥς φησιν ὁ Κύριος, Μακάριοι οἱ πραεῖς. Καὶ γίνεται ὡς πέτρα ἐρειρισμένος, καὶ μηδαμῶς σαλευόμενος ὑπὸ ἀνέμου, ἢ κυμάτων τοῦ βίου, ἀλλ᾽ ὡσαύτως ἔχει ἀεί, ἐν δαψιλείᾳ, καὶ ἐν ἐνδείᾳ, καὶ ἐν εὐχερίᾳ, ἐν τιμῇ, καὶ ἀτιμίᾳ· καὶ ἁπλῶς ἐν παντὶ καιρῷ, καὶ πράγματι γινώσκει ἐν διακρίσει, ὅτι πάντα παρέρχονται, τάτε ἡδέα, καὶ τὰ ἐπίπονα καὶ ὅτι ὁδός ἐστιν ὁ βίος οὗτος πρὸς τὸν μέλλοντα αἰῶνα. Καὶ ὅτι ἴσως κἂν μὴ θέλωμεν τὰ γινόμενα γίνονται, καὶ μάτην ταραττόμεθα, καὶ τὸν στέφανον τῆς ὑπομονῆς ζημιούμεθα, καὶ ἀντιστάται τῆς βουλῆς τοῦ Θεοῦ φαινόμεθα, διότι πάντα ὅσα ὁ Θεὸς ποιεῖ, καλά εἰσι λίαν, καὶ ἡμεῖς ἀγνοοῦμεν.
Ὁδηγήσει γάρ φησι πραεῖς ἐν κρίσει, μᾶλλον δὲ ἐν διακρίσει τῶν πραγμάτων. Ἀλλὰ καὶ ἐν καιρῷ παροργισμοῦ οὐδόλως ταράσσεται ὁ τοιοῦτος, ἀλλὰ μᾶλλον χαίρεται, ὡς εὑρὼν καιρὸν κέρδους, καὶ φιλοσοφίας, λογιζόμενος, ὅτι χωρὶς αἰτίας οὐκ ἐγένετο ὁ πειρασμός· ἀλλ᾽ ἢ τὸν Θεόν, ἢ τὸν ἀδελφόν, ἢ ἄλλον τινὰ προελύπησεν ἐν ἀγνοίᾳ, ἢ ἐν γνώσει. Καὶ ὅτι μᾶλλον εὑρέθη ἀφορμὴ τῆς συγχωρήσεως αὐτοῦ. Ἵνα κἂν διὰ τῆς ὑπομονῆς λάβῃ συγχώρησιν τῶν πολλῶν αὐτοῦ κακῶν· καὶ ὅτι ἐὰν μὴ ἀφῇ τὰ ὀφειλήματα τῷ ὀφειλομένῳ αὐτῷ, οὐδὲ ὁ Πατὴρ ἀφήσει τὰ αὐτοῦ ὀφειλήματα· καὶ ὅτι οὐκ ἔστι τῆς ἀρετῆς ταύτης, ἤγουν τῆς ἐντολῆς, πρὸς ἄφεσιν ἁμαρτιῶν συντομωτέρα. Ἄφετε γάρ φησι, καὶ ἀφεθήσεται ὑμῖν· καὶ ὅτι ἠξιώθη ταῦτα γινώσκειν, καὶ ποιεῖν κατὰ μίμησιν τοῦ Χριστοῦ, πρᾶος διὰ τῆς χάριτος τῆς ἐντολῆς γενόμενος. Λυπεῖται δὲ ὑπὲρ τοῦ ἀδελφοῦ, ὅτι διὰ τὰς αὐτοῦ ἁμαρτίας ἐπειράσθη ὁ ἀδελφὸς ὑπὸ τοῦ κοινοῦ ἐχθροῦ, γενόμενος φάρμακον πρὸς ἴασιν τῆς ἀσθενείας αὐτοῦ. Ἐπειδὴ πᾶς πειρασμός, ὡς ἰατρεία ἐκ Θεοῦ παραχωρεῖται πρὸς ἴασιν ψυχῆς τοῦ νοσοῦντος. Καὶ γὰρ προγεγονότων, καὶ ἐνεστώτων ἄφεσιν δωρεῖται, καὶ ἐμπόδιον μελλόντων κακῶν· οὐχὶ δὲ ἔπαινον ἔχει οὔτε ὁ διάβολος, οὔτε ὁ πειράζων, οὔτε ὁ πειραζόμενος. Διότι ὁ μὲν διάβολος, ἄξιός ἐστι μίσους ὡς κακοποιός, οὐ γὰρ κηδόμενος τοῦτο ποιεῖ.
Ὁ δὲ πειράζων, ἄξιος ἐστὶν ἐλέους ὑπὸ τοῦ πειραζομένου, οὐχ ὅτι ἀγάπη ποιῶν, ἀλλ᾽ ὅτι ἐμπαιζόμενός ἐστι, καὶ καταπονούμενος. Ὁ δὲ πειραζόμενος ὑπὸ τῶν ἰδίων πταισμάτων ὑπομένει τὰς θλίψεις, καὶ οὐχ ὑπὲρ ἄλλου τινός, ἵνα ἔπαινον ἔχῃ· οὐδὲ γὰρ ἀναμάρτητος. Εἰδὲ καὶ ἔστιν, ὅπερ ἀμήχανον· ἀλλ᾽ οὖν ἐλπίδι μισθῶν, καὶ φόβῳ τῶν κολάσεων ὑπομένει· καὶ οὗτοι μὲν οὕτως. Ὁ δὲ Θεὸς ὡς ἀνενδεὴς πᾶσι τὸ συμφέρον οἰκονομῶν, ἄξιός ἐστιν εὐχαριστίας, ὅτι καὶ διάβολον, καὶ πονηρίας ἀνθρώπων μικροθύμως ἀνέχεται, ἀμείβων πᾶν ἀγαθὸν καὶ πρὸ τῆς ἁμαρτίας, καὶ μετὰ τὴν ἁμαρτίαν τοῖς μετανοοῦσι πᾶσαν τοίνυν διάκρισιν μαθὼν ὁ ἀξιωθεὶς τῆς τρίτης ἐντολῆς φύλαξ γενέσθαι, οὐκ ἔτι ἐμπαιχθήσεται ἐν γνώσει, ἢ ἀγνοίᾳ. Ἀλλὰ λαβὼν χάρισμα ταπεινώσεως, λογίζεται ἑαυτὸν οὐδὲν ὄντα. Πραότητος γὰρ ἐστιν ὕλη ταπεινώσεως, αὕτη δὲ ἐστὶ θύρα ἀπαθείας· καὶ δι᾽ αὐτῆς εἰς τὴν ἄπτωτον, καὶ τελείαν ἀγάπην εἰσέρχεται ὁ γινώσκων τὴν ἰδίαν φύσιν, τί ἦν πρὸ τοῦ γενέσθαι καὶ τί μετὰ θάνατον γίνεται. Οὐδὲν γάρ ἐστιν ὁ ἄνθρωπος, ἀλλ᾽ ἢ μικρά, καὶ αὐθωρὸς ἀπολλυμένη δυσωδίᾳ, καὶ χείρων πάσης κτίσεως· διότι οὐδεμία ἄλλη κτίσις ἄψυχος ἢ ἔμψυχος ἀνέτρεψε τὴν βουλὴν τοῦ Θεοῦ ποτε, ἀλλ᾽ ἡ ἀνθρώπειος φύσις, ἡ πολλὰ μὲν εὐεργετουμένη, πολλὰ δὲ τὸν Θεὸν ἀεὶ παροργίζουσα. Καὶ οὕτω καταξιοῦται τῆς τετάρτης ἐντολῆς, δηλονότι τοῦ πόθου πρὸς τὴν κτῆσιν τῶν ἀρετῶν· Μακάριοί, φησιν, οἱ πεινῶντες, καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ γίνεται ὡς ὁ διψῶν, καὶ πεινῶν πρὸς πᾶσαν δικαιοσύνην, ἤγουν ἀρετὴν σωματικήν τε, καὶ ἠθικήν· ἤτοι ψυχικήν· ἐὰν γάρ τις μὴ γεύσηται πράγματος, οὐκ οἶδε τί ὑστερεῖται, φησὶν ὁ Μέγας Βασίλειος· ὁ δὲ γευσάμενος πολλὰ ποθεῖ.
Οὕτω καὶ ὁ τῆς γλυκύτητος τῶν ἐντολῶν γευσάμενος, καὶ εἰδὼς ὅτι κατὰ μικρὸν πρὸς τὴν τοῦ Χριστοῦ μίμησιν αἱ ἐντολαὶ αὐτὸν φέρουσι, πολλὰ ποθεῖ τὴν τῶν λοιπῶν κτῆσιν, ὥστε ὑπὲρ τούτων καὶ τὸν θάνατον πολλάκις καταφρονεῖ· αἰσθόμενος μικρὸν τινων ἐν ταῖς θείαις γραφαῖς κεκρυμμένων μυστηρίων Θεοῦ, διψᾷ πολλὰ πρὸς τὸ καταλαβεῖν. Καὶ ὅσον λάβῃ γνῶσιν, πλείονα διψᾷ, καὶ καίεται, ὡς πίνων φλόγα· διὰ δὲ τὸ ἀκατάληπτον εἶναι πᾶσι τὸ θεῖον, μένει διψῶν ἀεί, ὥσπερ τοίνυν ὑγεία καὶ νόσος πρὸς τὸ σῶμα, οὕτω καὶ ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχήν, καὶ γνῶσις, καὶ ἀγνωσία πρὸς τὸν νοῦν. Καὶ ὅσον τις ἐπιμελεῖται τὴν εὐσέβειαν, ἤτοι τὴν πρᾶξιν, τοσοῦτον ὁ νοῦς φωτίζεται εἰς τὴν γνῶσιν. Καὶ οὕτω τοῦ ἐλέους καταξιοῦται διὰ τῆς πέμπτης ἐντολῆς, ὥς φησιν ὁ Κύριος· Μακάριοι οἱ ἐλεήμονες· ἐλεήμων δέ ἐστιν ὁ ἐλεῶν τὸν πλησίον, ἐξ ὧν αὐτὸς ἔλαβε παρὰ Θεοῦ, εἴτε χρήματα εἴτε βρώματα, εἴτε ἰσχύν, εἴτε λόγον πρὸς ὠφέλειαν, εἴτε εὐχήν, εἴτε ἔχει δυνατὸν τοῦ οἰκτειρῆσαι τὸν δεόμενον αὐτοῦ λογιζόμενος χρεώστης εἶναι, διότι πλείονα ἔλαβεν ὑπὲρ ὃ ζητεῖται· καὶ ὅτι ἠξιώθη, ὡς Θεὸς ἐλεήμων καλεῖσθαι, καὶ ταῦτα ὑπὸ τοῦ Χριστοῦ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι ἐπὶ πάσης τῆς κτίσεως· καὶ ὅτι διὰ τοῦ ἀδελφοῦ ὁ Θεὸς δέεται αὐτοῦ καὶ χρεωφειλέτης αὐτοῦ γίνεται.
Καὶ ὅτι ἐκτὸς μὲν τοῦ ζητουμένου ἐξ αὐτοῦ, δύναται ὁ πτωχὸς ζῆσαι, ἐκτὸς δὲ τοῦ ἐλεεῖν κατὰ τὸ δυνατὸν αὐτοῦ, οὐ δύναται αὐτὸς ζῆσαι ἢ σωθῆναι, ἐπεὶ τὴν ἰδίαν φύσιν οὐ βούλεται οἰκτειρῆσαι, πῶς τὸν Θεὸν οἰκτειρῆσαι αὐτὸν εὔχεται; καὶ οὕτω ἄλλα πολλὰ λογιζόμενος ὁ ἀξιωθεὶς τῶν ἐντολῶν, δίδωσιν οὐ μόνον τὰ ἑαυτοῦ, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑπὲρ τοῦ πλησίον. Αὕτη γάρ ἐστιν ἡ τελεία ἐλεημοσύνη, ὥσπερ ὁ Χριστὸς ὑπὲρ ἡμῶν τὸν θάνατον ὑπέμεινε, πᾶσι τεθεικὼς ὑπογραμμὸν καὶ τύπον, ἵνα ὑπὲρ ἀλλήλων ἀποθάνωμεν, οὐ μόνον δὲ ὑπὲρ τῶν φίλων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐχθρῶν, καιροῦ καλοῦντος. Οὐκ ἔστι δὲ ἀναγκαῖον τὸ ἔχειν πρᾶγμα πρὸς τὸ ἐλεεῖν δῆθεν· τοῦτο μᾶλλον μεγάλη ἀσθένειά ἐστιν, ἀλλ᾽ ἵνα μηδ᾽ ὅλως ἔχων τι ἐλεεῖν, σπλάγχνα ἔχῃ πρὸς πάντας καὶ ἐξ ὧν δύναται βοηθῆσαι τοῖς χρήζουσιν, ἀπροσπαθὴς μὲν πρὸς τὰ τοῦ βίου πράγματα γινόμενος, πρὸς δὲ τοὺς ἀνθρώπους προσπάθειαν ἔχων, ἀλλ᾽ οὔτε διδάσκειν χρὴ, κενοδοξίας χάριν, τὸν μὴ ἔργῳ πρῶτον ἐπιδειξάμενον, ὡς δῆθεν ὡφελῶν ψυχὰς ἀσθενούντων, αὐτὸς δὲ μᾶλλον ὑπὲρ οὓς δοκεῖ ὠφελῆσαι ἀσθενέστερος ὢν, ἐπειδὴ πᾶν πρᾶγμα καιροῦ δέεται καὶ διακρίσεως, ἵνα μὴ παρὰ τὸν καιρὸν ἢ παρὰ τὴν χρῆσιν γένηταί τι· τῷ γὰρ ἀσθενεῖ κρεῖττον ἡ φυγὴ ἐν πᾶσι καὶ ἡ ἀκτημοσύνη καθ᾽ ὑπερβολὴν κρείττων τῆς ἐλεημοσύνης· διὰ δὲ τῆς ἀπροσπαθείας καταξιοῦται τῆς ἕκτης ἐντολῆς, ὡς φησὶν ὁ Κύριος, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, τοῦτ᾽ ἔστιν οἱ πᾶσαν ἀρετὴν κατορθώσαντες κατὰ ἁγίους διαλογισμοὺς καὶ φθάσαντες εἰς τὸ βλέπειν κατὰ φύσιν τὰ πράγματα, καὶ οὕτω εἰς τὴν εἰρήνην τῶν διαλογισμῶν ἐξέρχεταί τις.
Μακάριοι, φησίν, οἱ εἰρηνοποιοί, τοῦτ᾽ ἔστιν οἱ εἰρηνοποιοῦντες τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν τῷ ὑποτάξαι τὴν σάρκα τῷ πνεύματι· ἵνα μηκέτι ἐπιθυμῇ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, ἀλλ᾽ ἡ χάρις τοῦ Ἁγίου πνεύματος βασιλεύσῃ ἐν τῇ ψυχῇ καὶ ἄγῃ αὐτὴν ὡς βούλεται, δωρησαμένη τὴν θείαν γνῶσιν, δι᾽ ἧς δύναται ὁ τοιοῦτος ὑπομένειν τὸν διωγμόν, ὀνειδισμόν τε καὶ κάκωσιν, ἕνεκεν δικαιοσύνης· καὶ χαίρει ὅτι ὁ μισθὸς αὐτοῦ πολὺς ἐν τοῖς οὐρανοῖς. Πάντες γὰρ οἱ μακαρισμοὶ Θεὸν κατὰ χάριν ποιοῦσι τὸν ἄνθρωπον, πρᾶον γενόμενον, πᾶσαν δικαιοσύνην ποθοῦντα, ἐλεήμονα, ἀπαθῆ, εἰρηνοποιόν, ὑπομένοντα πᾶσαν ὀδύνην μετὰ χαρᾶς διὰ τὴν ἀγάπην τοῦ Θεοῦ καὶ τοῦ πλησίον· ὥστε δῶρά εἰσι Θεοῦ καὶ ὀφείλομεν μεγάλως εὐχαριστεῖν αὐτῷ ἕνεκα τούτων, καὶ διὰ τὰ τιθέμενα ἔπαθλα, ἤτοι βασιλείαν οὐρανῶν ἐν τῷ μέλλοντι, καὶ παράκλησιν ὧδε, καὶ πλησμονὴν παντὸς ἀγαθοῦ, καὶ ἐλέους παρὰ Θεῷ· καὶ ἐμφάνειαν Θεοῦ διὰ τῆς θεωρίας τῶν κεκρυμμένων μυστηρίων τῶν ἐν ταῖς θείαις γραφαῖς, καὶ πᾶσι τοῖς κτίσμασιν αὐτοῦ, καὶ πολὺν μισθὸν ἐν τοῖς οὐρανοῖς, μίμημα Χριστοῦ γενόμενος ἐπὶ τῆς γῆς καὶ μακαρισμὸς ἑκάστης ἐντολῆς, ἤγουν τὸ ἀκρότατον τῶν ἀγαθῶν, ἤτοι τῶν δρεκτῶν τὸ ἔσχατον. ἐπειδή, κατὰ τὸν Ἀπόστολον, αὐτὸς ὁ Θεὸς μόνος ἐστὶ μακάριος, ὁ φῶς οἰκῶν ἀπρόσιτον· ἀλλ᾽ εἰ καὶ χρέος ἔχομεν τοῦ φυλάξαι, μᾶλλον δὲ τοῦ φυλαχθῆναι ὑπὸ τῶν ἐντολῶν, ἀλλ᾽ ὁ φιλάνθρωπος Θεὸς τὰ ἔπαθλα ὧδε καὶ ἐκεῖ χαρίσεται ἀπὸ τῆς ἐντολῆς τῷ πιστεύοντι αὐτῷ. Πάντα δὲ ταῦτα ἐκ τοῦ μακαρίου πένθους γινόμενα, λαμβάνει ὁ νοῦς κουφισμὸν τῶν παθῶν, καταλλασσόμενος τῷ Θεῷ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ διὰ τῶν πικρῶν, καὶ πολλῶν δακρύων συσταυροῦται μὲν τῷ Χριστῷ νοερῶς διὰ τῆς ἠθικῆς πράξεως, δηλαδή, τῆς τηρήσεως τῶν ἐντολῶν, ὡς εἴρηται· καὶ φυλακῆς τῶν πέντε αἰσθήσεων, ἵνα μὴ παρὰ τὴν χρῆσίν τι ποιοῦσιν ὅλως.
Κατέχων δὲ τὰς ἀλόγους ὁρμὰς ὁ νοῦς, ἄρχεται ἡνιοχεῖν τὰ περὶ αὐτὸν πάθη, λέγω, δὴ τὸν θυμόν, καὶ τὴν ἐπιθυμίαν καὶ νῦν μὲν τὸν θυμὸν ἀγριαινόμενον καταπαύει τῇ τῆς ἐπιθυμίας μαλακότητι, νῦν δὲ τῇ αὐστηρότητι τοῦ θυμοῦ κατευνάζει τὴν ἐπιθυμίαν καὶ εἰς ἑαυτὸν ἐλθὼν ὁ νοῦς γινώσκει τὸ οἰκεῖον ἀξίωμα, ὅτι αὐτοκράτωρ ἐστί· καὶ λαμβάνει τὸ βλέπειν τὰ πράγματα κατὰ φύσιν ἀνοίγεται γὰρ ὁ εὐώνυμος ὀφθαλμός, ὃν ἐτύφλωσεν ὁ διάβολος τῇ ἐπικρατείᾳ τῶν παθῶν· καὶ καταξιοῦται ὁ ἄνθρωπος τοῦ συνταφῆναι τῷ Χριστῷ νοερῶς ἀπὸ τῶν τοῦ κόσμου πραγμάτων, καὶ οὐκ ἔτι κλέπτεται τῇ ἔξωθεν εὐμορφίᾳ, ἀλλὰ βλέπει τὸν χρυσόν, τὸν ἄργυρον, τοὺς τιμίους λίθους, καὶ γινώσκει ὅτι ἐκ τῆς γῆς εἰσιν, ὡς τὰ λοιπὰ ἄψυχα, ξύλα τε, καὶ λίθοι· καὶ τὸν ἄνθρωπον ὁμοίως ὡς σαπρίαν καὶ μικρὸν χοῦν ἐν τάφῳ μετὰ θάνατον ὄντα· καὶ πάντα τὰ τοῦ βίου τερπνά, ὡς οὐδὲν λογιζόμενος, τὰς ἀλλοιώσεις αὐτῶν βλέπει ἀεὶ μετὰ πολλῆς βουλῆς τῆς ἀπὸ τῆς γνώσεως γινομένης καὶ γίνεται νεκρὸς τῷ κόσμῳ, καὶ ὁ κόσμος νεκροῦται αὐτῷ μετὰ χαρᾶς, καὶ οὐκ ἔτι (οὐκ) ἔχει βίαν, ἀλλὰ μᾶλλον ἀνάπαυσιν, καὶ ἀπροπάθειαν.
Καὶ οὕτω διὰ τῆς καθαρότητος τῆς ψυχῆς καταξιοῦται τοῦ ἀναστῆναι σὺν Χριστῷ νοερῶς καὶ λαμβάνει ἰσχὺν εἰς τὸ βλέπειν ἀπαθῶς καὶ τὰ ἔξωθεν κάλλη τῶν πραγμάτων, καὶ δοξάζει δι᾽ αὐτῶν τὸν ποιήσαντα τὰ πάντα καὶ τὰ ἐν τοῖς αἰσθητοῖς κτίσμασι θεωρῶν, δύναμίν τε, καὶ πρόνοιαν τοῦ Θεοῦ, ἀγαθότητά τε, καὶ σοφίαν, κατὰ τὸν Ἀπόστολον, καὶ τὰ κεκρυμμένα ἐν ταῖς θείαις γραφαῖς μυστήρια ὁρῶν καταξιοῦται τῆς ἀναλήψεως ὁ νοῦς σὺν Χριστῷ διὰ τῆς θεωρίας τῶν νοητῶν κτισμάτων, τοῦτ᾽ ἔστι τῆς γνώσεως τῶν νοερῶν δυνάμεων καὶ συνιεὶς ἐκ τῶν πολλῶν δακρύων τῆς συνέσεως καὶ τῆς χαρᾶς, ἐκ τῶν ὁρωμένων τὰ ἀόρατα, καὶ ἐκ τῶν προσκαίρων τὰ αἰώνια λογίζεται, ὅτι εἰ ὁ πρόσκαιρος κόσμος οὗτος, ὁ ἐξορία, καὶ καταδίκη τῶν παραβάντων τὴν ἐντολὴν τοῦ Θεοῦ λεγόμενος, τοσοῦτόν ἐστιν ὡραῖος, πόσῳ μᾶλλον τὰ αἰώνια, καὶ ἀκατανόητα ἀγαθά, ἃ ὁ Θεὸς ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν; καὶ εἰ ἐκεῖνα τὰ ἀγαθά, ἀκατανόητα καθ᾽ ὑπερβολήν, πόσῳ μᾶλλον ὁ τὰ πάντα ποιήσας Θεὸς ἐξ οὐδενός.
Ἂν γάρ τις σχολάζῃ ἐκ πάντων, καὶ ἐπιμελῆται τῶν σωματικῶν καὶ ψυχικῶν πράξεων, τῶν λεγομένων παρὰ τῶν Πατέρων, εὐσέβεια, ἀπιστῇ δὲ πᾶν ὄνειρον, καὶ ἴδιον νόημα, μὴ ἔχον μαρτυρίαν ἐκ τῆς γραφῆς, καὶ φεύγῃ πᾶσαν ἀργὴν συντυχίαν, ἵνα μηδ᾽ ὅλως ἀκούων τι, ἢ ἀναγινώσκων ἀργόν, καὶ μάλιστα περὶ αἱρέσεως, πληθύνονται ἐν αὐτῷ τὰ τῆς συνέσεως, καὶ τῆς χαρᾶς δάκρυα, ὥστε πίνειν αὐτὰ ἐκ τοῦ πλήθους αὐτῶν καὶ ἔρχεται εἰς τὴν ἄλλην εὐχὴν τὴν καθαράν, τὴν πρέπουσαν τῷ θεωρητικῷ ὥσπερ γὰρ ἄλλα ἀναγνώσματα ὀφείλει ἔχειν τότε, καὶ ἄλλα δάκρυα, καὶ εὐχήν, οὕτω καὶ νῦν. Ἐπειδὴ εἰς θεωρίας πνευματικὰς ἦλθεν ὁ νοῦς, διὰ τοῦτο ἀπ᾽ ἄρτι ἀναγινώσκειν ὀφείλει ἐν πάσαις ταῖς θείαις γραφαῖς, ὡς μὴ φοβούμενος τῶν δυσδιακρίτων ῥημάτων τῆς γραφῆς, ὥσπερ οἱ πρακτικοὶ ἔτι, καὶ ἀσθενεῖς διὰ τὴν ἄνοιαν διὰ γὰρ τὸ ἐγχρονίσαι αὐτόν, καὶ ἀγωνίσασθαι περὶ τῶν σωματικῶν τε καὶ ἠθικῶν πράξεων, συνεσταυρώθη τῷ Χριστῷ, καὶ συνετάφη διὰ τῆς γνώσεως τῶν πραγμάτων, κατά τε τὴν φύσιν, καὶ ἀλλοίωσιν, συνηγέρθη δὲ δι᾽ ἀπαθείας καὶ γνώσεως τῶν τοῦ Θεοῦ μυστηρίων, τῶν ἐν τοῖς αἰσθητοῖς αὐτοῦ κτίσμασιν· ἐξ ἧς σὺν αὐτῷ εἰς τὰ ὑπερκόσμια ἀνέβη διὰ τῆς τῶν νοητῶν γνώσεως, καὶ τῶν ἐν ταῖς θείαις γραφαῖς κεκρυμμένων μυστηρίων. Ἀπὸ τοῦ φόβου εἰς εὐσέβειαν, ἐξ ἧς ἡ γνῶσις· δι᾽ ἧς ἡ βουλή, ἤτοι ἡ διάκρισις. Ἐξ ἧς ἡ ἰσχύς, δι᾽ ἧς ἡ σύνεσις, καὶ ἔρχεται εἰς τὴν σοφίαν. Διὰ πάντων γὰρ τῶν προειρημένων πράξεων, καὶ θεωριῶν καταξιοῦται τῆς καθαρᾶς καὶ τελείας προσευχῆς, τῆς ἀπὸ τῆς εἰρήνης καὶ ἀγάπης τοῦ Θεοῦ γενομένης, καὶ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνοικήσεως. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον, κτῆσαι Θεὸν ἐν ἑαυτῷ· καὶ τὴν ἐμφάνειαν, καὶ τὴν ἐνοίκησιν τοῦ Θεοῦ, καθὼς ἔφη ὁ Χρυσόστομος, ἐν τῷ γενέσθαι σῶμα καὶ ψυχήν, κατὰ τὸ δυνατὸν ὥσπερ τοῦ Χριστοῦ, ἀναμάρτημα· καὶ νοῦν ἔχειν διὰ Χριστὸν νοοῦντα τῇ τοῦ πνεύματος, καὶ σοφίᾳ, ἥτις ἐστὶ γνῶσις θείων, καὶ ἀνθρωπίνων πραγμάτων.
ΠΕΡΙ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΑΡΕΤΩΝ ΤΗΣ ΨΥΧΗΣ
Ἰδέαι δὲ τῆς σοφίας καθεστήκασι τέσσαρες. Φρόνησις, ἤτοι γνῶσις τῶν τε ποιητέων, καὶ οὐ ποιητέων, καὶ ἐγρήγορσις τοῦ νοός. Σωφροσύνη, τοῦτ᾽ ἔστι τὸ σῶον γενέσθαι τὸ φρόνημα, ὥστε κατέχειν δυνηθῇ ἑαυτὸν ἐκτὸς ἔργου, λογισμοῦ τε, καὶ λόγου μη ἀρέσκοντος τῷ Θεῷ. Ἀνδρία, ἤτοι ἰσχύς, καὶ καρτερία ἐν τοῖς κατὰ Θεὸν πόνοις καὶ πειρασμοῖς. Δικαιοσύνη, τοῦτ᾽ ἔστι διανομή, τὸ ἶσον παρέχουσα πᾶσι τούτοις· αὗται δὲ αἱ τέσσαρες γενικαὶ ἀρεταὶ γεννῶνται μὲν ἐκ τῶν τριῶν δυνάμεων τῆς ψυχῆς οὕτως. Ἐκ μὲν τοῦ λογισμοῦ, ἤγουν τοῦ νοός, δύω, φρόνησις, καὶ δικαιοσύνη, ἤγουν διάκρισις. Ἐκ δὲ τοῦ ἐπιθυμητικοῦ, σωφροσύνη, καὶ ἐκ τοῦ θυμικοῦ, ἀνδρία. Μεσολαβεῖ δὲ ἑκάστη ὑπὸ δύο παθῶν παρὰ φύσιν, ἡ φρόνησις ἄνω μέν, ἀπὸ τοῦ ὑπερφρονεῖν, κάτω δὲ ὑπὸ ἀφροσύνης. Ἡ σωφροσύνη, ἄνω μὲν ὑπὸ ἠλιθιότητος, κάτω δὲ ἀπὸ ἀκολασίας. Ἡ ἀνδρεία, ἄνω μὲν ἀπὸ θρασύτητος, κάτω δὲ ἀπὸ δειλίας. Ἡ δικαιοσύνη, ἄνω μὲν ἀπὸ μειονεξίας, κάτω δὲ ἀπὸ πλεονεξίας. Καὶ αἱ μὲν τέσσαρες εἰκών εἰσι τοῦ ἐπουρανείου, αἱ δὲ ὀκτὼ τοῦ χοϊκοῦ. Ταῦτα δὲ πάντα ἀκριβῶς μὲν ὁ Θεὸς γινώσκει, ὥσπερ τὰ προγεγονότα, ἐνεστῶτά τε, καὶ μέλλοντα ἐκ μέρους δὲ ὁ κατὰ χάριν Θεοῦ, ἔργα μαθὼν παρ᾽ αὐτοῦ, καὶ ἀξιωθεὶς κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν αὐτοῦ γενέσθαι. Ἐξ ἀκοῆς γὰρ μόνης ὁ λέγων εἰδέναι ὡς δεῖ, ἐψεύσατο. Διότι ὁ νοῦς τοῦ ἀνθρώπου οὐ δύναται ἐκτὸς τοῦ χειραγωγοῦ εἰς τὸν οὐρανὸν ἀνελθεῖν ποτέ, οὐδὲ πάλιν μὴ ἀνελθὼν καὶ θεασάμενος εἰπεῖν τι ὃ οὐκ εἶδεν, ἀλλ᾽ εἴτι παρὰ τῆς γραφῆς ἀκούων ἐκεῖνο μόνον ὀφείλει λέγειν ἐξ ἀκοῆς μετὰ εὐγνωμοσύνης, καὶ ὁμολογεῖν τὸν Πατέρα τοῦ λόγου, ὡς ἔφη ὁ μέγας Βασίλειος, καὶ μὴ οἰόμενος γνῶσιν ἔχειν, μένειν ἀγνώστου χείρων, τὸ γὰρ οἴεσθαι οὐκ ἐᾷ γενέσθαι τὸ οἰόμενον, φησὶν ὁ ἅγιος Μάξιμος, ἔστι γὰρ ἀγνωσία ἐπαινετή, ὥς φησιν ὁ Χρυσόστομος, οἷον ὅταν τις ἐν γνώσει γινώσκῃ, ὅτι ἀγνοεῖ καὶ ἔστιν ἀγνωσία, ἐπέκεινα πάσης ἀγνωσίας, ὅταν μὴ γινώσκῃ τις, ὅτι ἀγνοεῖ. ἔστι μὲν οὖν καὶ γνῶσις ψευδώνυμος, ὅταν δοκῇ τις εἰδέναι μηδὲν εἰδώς, κατὰ τὸν Ἀπόστολον.
ΠΕΡΙ ΕΜΠΡΑΚΤΟΥ ΓΝΩΣΕΩΣ
Ἔστι δὲ γνῶσις ἀληθής, καὶ ἔστιν ἀγνωσία καθόλου, κρείττων δὲ πάντων, ἡ ἔμπρακτος γνῶσις ἐπειδὴ τί ὠφελεῖται ἄνθρωπος, ἐὰν πᾶσαν γνῶσιν ἔχων, μᾶλλον δὲ λαβὼν ἀπὸ Θεοῦ κατὰ χάριν, ὡς ὁ Σολομών, ὅπερ ἀμήχανον τοιοῦτον ἕτερον γενέσθαι ποτέ, καὶ εἰς τὴν αἰώνιον κόλασιν ἀπελθεῖν; μὴ ἐξ ἔργων καὶ πίστεως βεβαίας πληροφορίαν λαβὼν διὰ τοῦ μαρτυρίου τῆς συνειδήσεως, ὅτι ἐλευθεροῦται τῆς μελλούσης κολάσεως ἐν τῷ μὴ καταγινώσκειν ἑαυτόν, ὅτι ἠμέλησέ τι τῶν ὀφειλομένων κατὰ τὸ δυνατὸν αὐτῷ, ὡς φησιν ὁ Ἅγιος Ἰωάννης, ὁ Θεολόγος; Ἐὰν μὴ ἡ καρδία ἡμῶν καταγινώσκῃ ἡμῶν παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν· ἀλλὰ μὴν ὡς φησιν ὁ Ἅγιος Νεῖλος, ὅτι καὶ αὐτὴ ἡ συνείδησις ἐψεύσατο διὰ τῆς τῶν παθῶν σκοτώσεως κακίσασα, ὡς φησιν ὁ τῆς Κλίμακος· εἰ γὰρ μόνη πονηρία σκοτίζειν τὸν νοῦν πέφυκε, φησὶν ὁ μέγας Βασίλειος, καὶ οἴησις τυφλὸν ἐμποιεῖ καὶ οὐκ ἐᾷ γενέσθαι τὸ οἰόμενον. Τί λοιπὸν εἴπωμεν περὶ τῶν δουλευόντων τοῖς πάθεσιν, ἂν δοκῶσι καθαρὰν συνείδησιν ἔχειν, καὶ μάλιστα ὁρῶντες τὸν Ἀπόστολον Παῦλον, τὸν ἔχοντα ἐν ἑαυτῷ τὸν Χριστόν, ἔργῳ καὶ λόγῳ εἰρηκότα, ὅτι οὐδὲν ἐμαυτῷ σύνοιδα, πταίοντι δηλονότι, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι; Ἐκ γὰρ ἀναισθησίας πολλῆς δοκοῦμεν οἱ πολλοί, ὅτι ἐσμέν τι, μηδὲν ὄντες· ἀλλ᾽ ὅταν, φησὶν ὁ Ἀπόστολος, λέγωσιν εἰρήνην, τότε αὐτοῖς ὁ ὄλεθρος ἔρχεται, διότι οὐκ εἶχον εἰρήνην, ἀλλ᾽ ἔλεγον, νομίζοντες εἰρήνην ἔχειν, φησιν ὁ Χρυσόστομος, ἐκ πολλῆς ἀναισθησίας, καὶ ὡς φησιν ὁ Ἅγιος Ἰάκωβος ὁ ἀδελφόθεος περὶ τῶν τοιούτων, ὅτι ἐπιλήσμονες γενόμενοι τῶν ἑαυτῶν ἁμαρτιῶν, ἔλαθον ἑαυτοὺς ὑπερηφάνων πλεῖστοι, φησὶν ὁ τῆς Κλίμακος, ἀπάθειαν οἰόμενοι ἔχειν. Κἀγὼ τοίνυν τοὺς τρεῖς γίγαντας τοῦ διαβόλου τρέμων, περὶ ὧν ἔγραψεν ὁ Ἅγιος Μάρκος ὁ ἀσκητής, ἤγουν τὴν ῥαθυμίαν, τὴν λήθην τε καὶ ἄγνοιαν, ὡς ὑπ᾽ αὐτῶν κατεχόμενος ἀεὶ καὶ φοβούμενος μήπως ἀγνοήσας τὸ ἴδιον μέτρον εὑρεθήσομαι ἔξω τῆς εὐθείας ὁδοῦ, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ, τὴν παροῦσαν συλλογὴν ἔγραψα· ὁ γὰρ μισῶν ἔλεγχον, δῆλον ὅτι τὸ πάθος ἐσήμανε τῆς ὑπερηφανίας, φησὶν ὁ τῆς Κλίμακος· ὁ δὲ προστρέχων τοῦ δεσμοῦ λέλυται· καὶ ὁ Σολομών, ἀνοήτῳ ἐπερωτῶντι σοφίας, σοφία αὐτῷ λογισθήσεται. Διὰ τοῦτο καὶ τὰ ὀνόματα τῶν βιβλίων καὶ τῶν ἁγίων εἰς τὴν ἀρχὴν τέθεικα, ἵνα μὴ καθ᾽ ἕκαστον ῥῆμα λέγων τινός ἐστι, μηκύνηται ὁ λόγος· καὶ γὰρ οἱ ἅγιοι Πατέρες τὰ τῶν θείων γραφῶν ῥήματα καθὼς κεῖνται πολλάκις ἔγραψαν, ὡς ὁ Θεολόγος Γρηγόριος τὰ τοῦ Σολομῶντος, καὶ οἱ λοιποί· καὶ ὡς ὁ Λογοθέτης Συμεὼν ὁ Μεταφραστὴς ἔφη περὶ τοῦ Χρυσοστόμου, ὅτι οὐκ εὐθείας ἐστὶ τὰ ἐκείνου ῥήματα καταλιπεῖν, λέγειν τὰ ἐμά, καίπερ ἠδύνατο, ἐκ τοῦ αὐτοῦ γὰρ Πνεύματος Ἁγίου οἱ πάντες ἔλαβον. Ἀλλὰ τὰ μὲν ὀνομάζουσι τίνος ἐστὶ τὸ ῥητόν, ὡς ἐγκαλλωπιζόμενοι, ταπεινώσεως χάριν, προτιμῶντες τὰ τῶν γραφῶν ῥήματα· τὰ δὲ ἀνώνυμα καταλιπόντες διὰ τὸ πλῆθος, ἵνα μὴ εἰς μῆκος πολὺ ἔρχηται τὸ λεγόμενον.
ΟΤΙ ΑΙ ΣΩΜΑΤΙΚΑΙ ΑΡΕΤΑΙ ΕΡΓΑΛΕΙΑ ΕΙΣΙ ΤΩΝ ΨΥΧΙΚΩΝ
Ἀλλ᾽ ἐπειδὴ κρείττων ἐστιν ἡ πυκνοτέρα ὑπόμνησις, ἰδοὺ τὰ πλεῖστα τῶν εἰρημένων ἄρξομαι καὶ ὅτι οὐκ ἐμά ἐστι ταῦτα, ἀλλὰ τῶν θείων γραφῶν τε, καὶ Ἁγίων ἀνδρῶν ῥήματα, καὶ διακρίσεις· λέγει γὰρ ὁ ἐκ Δαμασκοῦ, ὅτι αἱ σωματικαὶ ἀρεταί, μᾶλλον δὲ ἀρετῶν ἐργαλεῖα, ἀναγκαῖαι μέν εἰσιν, ὅταν τίς ἐν ταπεινώσει, καὶ γνώσει πνευματικῇ αὐτὰς μετέρχηται, διότι τούτων δίχα, οὐδὲ αἱ ψυχικαὶ ἀρεταὶ γίνονται, εἰ δὲ μὴ οὕτως, ἀλλὰ καθ᾽ ἑαυτὰς οὐδὲν ὠφελοῦσιν, ὡς οὐδὲ τὰ φυτὰ δίχα τῶν καρπῶν, οὐδὲ σχολῆς, καὶ θελημάτων ἐκκοπῆς ἐκτός, δύναταί τις ἐπιστημόνως, καὶ ἀσφαλῶς τέχνην τινὰ μαθεῖν πώποτε, διὰ τοῦτο οὖν μετὰ τὴν πρᾶξιν χρήζομεν καὶ τὴν γνῶσιν, καὶ διὰ πάντων τὴν κατὰ Θεὸν σχολὴν ἐκ πάντων, καὶ ἐπιμέλειαν τῶν θείων γραφῶν, ἧς χωρὶς οὐδεὶς δύναται κτήσασθαί ποτε ἀρετήν, καὶ ὁ μὲν καταξιωθεὶς ὁλοκλήρως, καὶ ἀείποτε σχολάζων, τοῦ ἀκροτάτου ἀγαθοῦ ἐπέτυχεν, ὁ δὲ μὴ οὕτως, κἂν ἐκ μέρους ἀμελήσειεν, ἀλλὰ μακάριοί εἰσιν οἱ ὁλοκλήρως σχολάζοντες, εἴτε ἐν τῷ ὑποταγῆναί τινι πρακτικῷ, καὶ ἡσυχάζοντι κατὰ τὸν λόγον, εἴτε ἐν ἡσυχίᾳ καὶ ἀμεριμνίᾳ ἐκ πάντων, ἐν τῷ ὑποταγῆναι τῷ θείῳ θελήματι, μετὰ ἀκριβείας, καὶ συμβουλῆς τῶν ἐμπείρων εἰς πᾶν ἐγχείρημα, λόγων τε, καὶ νοημάτων, οἱ θέλοντες μάλιστα ἀκόπως φθάσαι πρὸς ἀπάθειαν, καὶ γνῶσιν πνευματικήν, διὰ τῆς ὁλοκλήρου καὶ κατὰ Θεὸν σχολῆς, ὡς αὐτὸς ἔφη διὰ τοῦ Προφήτου. Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.
Οἱ δὲ βιωτικοὶ ἄνθρωποι, οἱ κατὰ κόσμον φημί, καὶ οἱ δῆθεν Μοναχοί, κἂν ἐκ μέρους σχολάσωμεν, ὡς οἱ πάλαι δίκαιοι, πρὸς τὸ ἐρευνᾶν τὴν ἀθλίαν ψυχὴν πρὶν τοῦ θανάτου, καὶ διόρθωσιν ἢ ταπείνωσιν αὐτῇ προξενῆσαι, καὶ μὴ τελείαν ἀπώλειαν διὰ τῆς καθόλου ἀγνωσίας, καὶ τῶν κατὰ ἄγνοιαν, καὶ γνῶσιν πταισμάτων, καὶ γὰρ ὁ Δαβὶδ βασιλεὺς ὑπῆρχεν, ἀλλὰ καθ᾽ ἑκάστην νύκτα τὴν στρωμνὴν αὐτοῦ, καὶ κλίνην ἔβρεχε τοῖς δάκρυσιν, ἐκ τῆς αἰσθήσεως τοῦ θείου, ὥς φησιν ὁ Ἰώβ, ἔφριξάν μου αἱ τρίχες, καὶ τὰ ἑξῆς· καὶ ἡμεῖς οὖν κἂν μέρος τὶ τῆς ἡμέρας, καὶ τῆς νυκτός, ὥσπερ οἱ βιωτικοὶ σχολάσωμεν, καὶ ἴδωμεν τί μέλλομεν ἀπολογήσασθαι τῷ δικαίῳ κριτῇ ἐν τῇ φρικτῇ ἡμέρᾳ τῆς κρίσεως; καὶ μεριμνήσωμεν περὶ τούτου μᾶλλον, ὡς ἀναγκαῖον διὰ τὸν φόβον τῆς αἰωνίου κολάσεως; καὶ μὴ περὶ τοῦ πῶς ζῆσαι ἔχουσιν οἱ πτωχοί, καὶ πλουτῆσαι οἱ φιλάνθρωποι, καὶ ὅλην ἡμῶν τὴν μέριμναν ἐν τοῖς βιωτικοῖς πράγμασι ποιῶμεν ἀφρόνως, ὥς φησιν ὁ θεῖος Χρυσόστομος, ὅτι ἐργάσασθαι μὲν δεῖ, οὐ μέντοι δὲ μεριμνᾶν, καὶ τυρβάζειν περὶ πολλῶν, ὡς ἔφη ὁ Κύριος πρὸς τὴν Μάρθαν, διότι καὶ ἡ μέριμνα τοῦ βίου οὐκ ἐᾷ τινὰ μεριμνᾶν περὶ τῆς ἰδίας ψυχῆς, καὶ γινώσκειν πῶς ἔχει, ὥσπερ ὁ σχολάζων, καὶ προσέχων ἑαυτῷ, ὥς φησιν ἐν τῷ νόμῳ, Πρόσεχε σεαυτῷ, καὶ τὰ ἑξῆς, καὶ περὶ μὲν τοῦ ῥητοῦ τούτου ἔγραψεν ὁ Μέγας Βασίλειος λόγον ἀξιάγαστον, καὶ πάσης σοφίας μεστόν.
ΟΤΙ ΑΔΥΝΑΤΟΝ ΑΛΛΩΣ ΣΩΘΗΝΑΙ ΕΙΜΗ ΔΙΑ ΠΡΟΣΟΧΗΣ ΑΚΡΙΒΟΥΣ ΚΑΙ ΤΗΡΗΣΕΩΣ ΝΟΟΣ
Χωρὶς δὲ προσοχῆς, καὶ ἐγρηγόρσεως τοῦ νοὸς ἀδύνατον σωθῆναι ἡμᾶς, καὶ ῥυσθῆναι ἐκ τοῦ διαβόλου, ὡς λέοντος ὡρυομένου περιπατοῦντος, καὶ ζητοῦντος καταπιεῖν τινα, ὥς φησιν ὁ Δαμασκηνός· διὰ τοῦτο συχνοτέρως πρὸς τοὺς μαθητὰς αὐτοῦ ὁ Κύριος ἔλεγε· Γρηγορεῖτε, καὶ προσεύχεσθε, ὅτι οὐκ οἴδατε καὶ τὰ ἑξῆς περὶ τῆς μνήμης τοῦ θανάτου πᾶσι δι᾽ ἐκείνων προκαταγγέλλων, ἵνα ἕτοιμοι ὦμεν πρὸς ἀπολογίαν δεκτήν, τὴν ἐξ ἔργων, καὶ προσοχῆς γινομένην διότι οἱ μὲν δαίμονες, ὥς φησιν ὁ Ἅγιος Ἰλαρίων, Ἄϋλοι, Ἄϋπνοι, καὶ πᾶσαν τὴν μέριμναν ἔχοντες εἰς τὸ πολεμεῖν ἡμᾶς, καὶ ἀπολέσαι ἡμῶν τὰς ψυχὰς διὰ λόγου, ἔργου τε, καὶ λογισμοῦ, ἡμεῖς δὲ οὐχ οὕτως. Ἀλλὰ ποτὲ μὲν περὶ τρυφῆς μεριμνῶμεν, καὶ δόξης παρερχομένοις, ποτὲ δὲ περὶ βιωτικῶν πραγμάτων, καὶ περὶ ἄλλων πολλῶν ἀείποτε καὶ οὐδὲ κἂν μέρος τὶ θέλομεν ἔχειν, πρὸς τὸ ἐρευνᾶν ἡμῶν τὸν βίον, ἵνα ἐκ τούτου συνήθειαν λαβεῖν δυνηθῇ ὁ νοῦς, καὶ δίχα σχολῆς πολλάκις προσέχειν ἑαυτῷ, φησιν ὁ Σολομών ὅτι μέσον πολλῶν παγίδων διαβαίνεις· περὶ ὧν ὁ Χρυσόστομος ἔγραψε, σαφηνίζων τί εἰσιν αὗται, μετὰ πολλῆς ἀκριβείας, καὶ σοφίας πληρεστάτης. Ὁ δὲ Κύριος πᾶσαν μέριμναν περικόψαι βουλόμενος, καὶ αὐτὴν τὴν τροφήν, καὶ τὴν ἐνδυμασίαν καταφρονεῖν ἡμᾶς ἐκέλευσεν, ἵνα μίαν μέριμναν ἔχωμεν, τὸ πῶς σωθῆναι ὡς δορκὰς ἐκ βρόχου, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος καὶ ἵνα φθάσωμεν εἰς τὴν τοῦ ζώου τούτου ὀξυδερκίαν, καὶ τὴν ὀρνέου ὑψιπέτειαν διὰ τῆς ἀμεριμνίας καὶ τὸ δὴ θαυμαστόν, ὅτι βασιλεὺς πέλων ὁ Σολομὼν ταῦτα ἔλεγε· καὶ ὁ τούτου Πατὴρ ὡσαύτως λέγων, καὶ ποιῶν καὶ μετὰ τοσαύτης προσοχῆς, καὶ ἀγώνων πολλῶν ἐν πάσῃ σοφίᾳ τε, καὶ ἀρετῇ ὄντες, μετὰ τοσαῦτα χαρίσματα, καὶ ἐμφάνειαν Θεοῦ ὑπὸ τῆς ἁμαρτίας, φεῦ, ἐνικήθησαν ὥστε ὁ μὲν ἐφάπαξ μοιχείαν, καὶ φόνον ἐθρήνησεν, ὁ δὲ ἐν τοσούτοις δεινοῖς περιέπεσεν. Ἆρα οὐκ ἔστι τοῦτο τρόμου γέμον, καὶ φρίκης τοῖς γε νοῦν ἔχουσιν; ὥς φασιν ὅτε τῆς Κλίμακος, καὶ ὁ Ἀσκητὴς Φιλήμων. Πῶς ἄρα οὐ φρίσσομεν καὶ φεύγομεν τὸν περισπασμὸν τοῦ βίου, διὰ τὴν ἀσθένειαν ἡμῶν, οἱ μηδὲν ὄντες, ἀλλ᾽ ὡς ἄλογα ἀναισθητοῦμεν; καὶ εἴθε, ὡς τὰ ἄλογα, τὴν φύσιν ὁ ἄθλιος ἐφύλαξα, ὅτι ὁ Κύων κρείττων μου ἐστὶν καὶ τὰ ἑξῆς.
ΟΤΙ ΟΙ ΒΟΥΛΟΜΕΝΟΙ ΙΔΕΙΝ ΕΑΥΤΟΥΣ ΕΝ ΠΟΙΩΙ ΤΡΟΠΩΙ ΕΙΣΙΝ ΟΥΚ ΑΛΛΩΣ ΑΛΛ᾽ Η ΔΙΑ ΤΗΣ ΦΥΓΗΣ ΤΩΝ ΟΙΚΕΙΩΝ ΘΕΛΗΜΑΤΩΝ ΚΑΙ ΔΙ᾽ ΥΠΟΤΑΓΗΣ ΚΑΙ ΗΣΥΧΙΑΣ ΚΑΙ ΜΑΛΙΣΤΑ ΟΙ ΕΜΠΑΘΕΙΣ
Εἰ οὖν βουλόμεθα ἰδεῖν ἑαυτούς, ἐν ποίῳ θανατηφόρῳ τρόπῳ ἐσμέν, φύγωμεν τὰ οἰκεῖα θελήματα, καὶ τὰ τοῦ βίου πράγματα. Καὶ διὰ τῆς φυγῆς τῶν πάντων σχολάσωμεν ἐμπόνως εἰς τὴν μακαρίαν, καὶ κατὰ Θεὸν σχολήν, ζητοῦντες τὴν ἑαυτῶν ψυχὴν ἕκαστος ἐν τῇ μελέτῃ τῶν θείων γραφῶν, εἴτε ἐν ὑποταγῇ τελείᾳ ψυχῆς τε καὶ σώματος, εἴτε εἰς τὴν πανύμνητον διαγωγὴν τῶν Ἀγγέλων ἡσυχίαν, οἱ ἔτι ἐμπαθεῖς μάλιστα, καὶ οἱ ἀκρατεῖς ὄντες περὶ τὰς οἰκείας ὀρέξεις μικράς τε καὶ μεγάλας.
Κάθου, φησίν, εἰς τὸ κελλίον σου, καὶ αὐτό σε πάντα διδάξει· καὶ πάλιν· ἡσυχία ἐστὶν ἀρχὴ καθάρσεως ψυχῆς, ὡς φησιν ὁ Μέγας Βασίλειος, καὶ ὁ Σολομών, περισπασμὸν πονηρὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, φησί, τὸ περισπᾶσθαι ἐν τοῖς ματαίοις, ἵνα μὴ ἐκ τῆς ἀλόγου καὶ ἐμπαθοῦς ἀργίας ἐκκλίνωσιν εἰς τὰ χείρωνα δηλαδή· ὁ δὲ τῶν ἀμφοτέρων κρημνῶν, Θεοῦ χάριτι ῥυσθεὶς, καὶ Μοναχὸς γενέσθαι καταξιωθείς, φέρων τε τὸ ἀγγελοειδὲς σχῆμα καὶ μοναδικόν, ὥστε ἐκ τούτου μίμημα Θεοῦ τοῦ μόνου, κατὰ τὸ δυνατόν, ἔργῳ καὶ λόγῳ φανῆναι, ὥς φησιν ὁ Μέγας Διονύσιος, πῶς οὐκ ὀφείλει σχολάζειν ἀεί, καὶ τῷ νῷ προσέχειν ἐν παντὶ ἐπιτηδεύματι, καὶ ἔχειν μελέτην τινα διηνεκῆ κατὰ Θεόν, πρὸς τὴν κατάστασιν ἣν ἔφθασεν; ὥς φασιν οἱ ἅγιοι Πατέρες ὅ,τε Ἐφραὶμ καὶ οἱ λοιποί, πρὸς τοὺς ἀρχαρίους· ὁ μὲν τὸν ψαλμὸν ἔχειν ἐπὶ τὰ χείλη, ὁ δὲ τὸν στίχον· καὶ ἕτεροι, τῷ νῷ ἐν τοῖς ψαλμοῖς καὶ τροπαρίοις προσέχειν, φάσκοντες, τοὺς μήπω καταξιωθέντας ἔτι ἐλθεῖν εἰς θεωρίαν τινά, ἤγουν γνῶσιν· ἵνα μηδόλως ἐκτὸς μελέτης τινὸς εὑρίσκηταί τις, εἴτε ἐργαζόμενος, εἴτε ὁδεύων, εἴτε ἀνακλινόμενος, πρὸ τοῦ ὑπνῶσαι· ἀλλ᾽ ἅμα τῷ πληρῶσαι τὸν ὡρισμένον αὐτῷ κανόνα, εὐθὺς τὸν νοῦν εἴς τινα μελέτην κλεῖσαι δεῖ· ἵνα μὴ ἀργὸν ἐκ θείας μνήμης εὑρὼν ὁ ἐχθρός, προσβάλῃ τὰ αὐτὰ δεινὰ καὶ ταῦτα μὲν πρὸς πάντας εἴρηται· ὅταν δέ τις διὰ πολλῶν ἀγώνων, σωματικῶν τε ἀρετῶν φημι, καὶ ψυχικῶν, εἰς ἐργασίαν πνευματικήν, ἤγουν νοητήν, χάριτι Χριστοῦ, ἀνελθεῖν δυνηθῇ νοερῶς, πρὸς τὸ πενθῆσαι τὴν ἑαυτοῦ ψυχήν, ὀφείλει τὴν φέρουσαν τὰ ἐπίπονα δάκρυα ἔννοιαν, ὡς κόρην ὀφθαλμοῦ φυλάττειν, ὥς φησιν ὁ τῆς Κλίμακος, ἄχρις ἂν τὸ πῦρ, καὶ τὸ ὕδωρ ἀναχωρῇ οἰκονομικῶς, διὰ τὴν ἔπαρσιν δηλαδὴ· τὸ μὲν πῦρ ἐστιν, ὁ καρδιακὸς πόνος, καὶ ἡ θερμὴ πίστις· τὸ δὲ ὕδωρ, τὰ δάκρυα· οὐ πᾶσι δὲ ταῦτα δέδοται, φησιν ὁ Μέγας Ἀθανάσιος, ἀλλὰ τοῖς ὁρᾶν καταξιωθεῖσι· τὰ πρὸ θανάτου, καὶ μετὰ θάνατον δεινά, διὰ τῆς περὶ τῶν τοιούτων διηνεκοῦς μνήμης ἐν ἡσυχίᾳ, ὥς φησιν Ἡσαίας τὸ οὖς ἡσυχαστοῦ ἀκούει ἐξαίσια· καὶ πάλιν, σχολάσατε, καὶ γνῶτε.
Αὕτη γὰρ μόνη τὴν γνῶσιν τοῦ Θεοῦ γεννᾶν πέφυκεν, ὡς μάλιστα βοηθῆσαι δυναμένη καὶ τοῖς λίαν ἐμπαθέσι, καὶ ἀσθενεστέροις, διὰ τῆς ἀπερισπάστου διαγωγῆς, καὶ φυγῆς τῶν ἀνθρώπων, καὶ τῶν σκοτιζουσῶν τὸν νοῦν συντυχιῶν, καὶ μεριμνῶν, οὐ μόνων τῶν βιωτικῶν, ἀλλὰ καὶ τῶν μηδαμινῶν, καὶ τῶν δοκουμένων ἀναμαρτήτων· ὥς φησι ὁ τῆς Κλίμακος, μικρὰ θρὶξ ἐτάραξεν ὀφθαλμὸν καὶ τὰ ἑξῆς· καὶ ὁ Ἅγιος Ἰσαάκ· μὴ νομίζῃς ὅτι τὸ ἔχειν Χρυσίον, ἢ ἀργύριον μόνον ἐστὶ φυλαργυρία, ἀλλ᾽ εἴτινα δ᾽ ἂν ὁ λογισμὸς πρόσκηται· καὶ ὁ Κύριος φησίν, Ὅπου ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν, εἴτε ἐν τοῖς θείοις, εἴτε ἐν τοῖς γηίνοις πράγμασι, καὶ νοήμασι· διά τοι τοῦτο πᾶσι μὲν προσήκει ἡ ἀμεριμνία, καὶ τὸ κατὰ Θεόν σχολάζειν· εἴτε ἐκ μέρους οἱ βιωτικοί, ὡς εἴρηται, ἵνα κατὰ μικρὸν ἔλθωσιν εἰς φρόνησιν, καὶ γνῶσιν πνευματικήν· εἴτε οἱ δυνάμενοι ὁλοκλήρως σχολάζειν, καὶ πᾶσαν μέριμναν ἔχειν, εὐαρεστῆσαι Θεῷ· ἵνα ἴδῃ ὁ Θεὸς τὴν προαίρεσιν αὐτῶν, καὶ χαρίσηται αὐτοῖς τὴν ἀνάπαυσιν διὰ τῆς πνευματικῆς γνώσεως, καὶ φθάσαι αὐτοὺς ποιήσῃ εἰς τὸ μελετᾶν τὴν πρώτην θεωρίαν, πρὸς τὸ κτήσασθαι συντριμμὸν ψυχῆς ἀμύθητον, καὶ γενέσθαι τῷ πνεύματι πτωχοὶ καὶ οὕτω κατὰ μικρὸν εἰς τὰς λοιτὰς θεωρίας ἀνάγων αὐτούς, τῆς τῶν μακαρισμῶν φυλακῆς καταξιώσει αὐτούς, ἄχρι ἂν εἰς τὴν εἰρήνην τῶν λογισμῶν φθάσωσιν, ἥτις ἐστι τόπος Θεοῦ, φησιν ὁ Ἅγιος Νεῖλος, λαβὼν τὴν χρῆσιν ἐκ τοῦ ψαλτηρίου· καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.
ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΝΟΗΤΩΝ ΘΕΩΡΙΩΝ
Αἱ δὲ πνευματικαὶ θεωρίαι, ὡς οἶμαι, ὀκτώ εἰσι· καὶ αἱ μὲν ἑπτά, τοῦ αἰῶνος τούτου εἰσίν, ἡ δὲ ὀγδόη, τοῦ μέλλοντος αἰῶνός ἐστιν ἐργασία, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· πρώτη οὖν ἐστίν, ἡ γνῶσις τῶν τοῦ βίου τούτου θλίψεων, καὶ πειρασμῶν, ὥς φησιν ὁ Ἅγιος Δωρόθεος, καὶ πᾶσαν λυπεῖται ζημίαν, ἣν ἔπαθεν ἡ ἀνθρώπινος φύσις ἀπὸ τῆς ἁμαρτίας.
Δευτέρα ἡ γνῶσις τῶν ἡμετέρων πταισμάτων, καὶ τῶν τοῦ Θεοῦ εὐεργεσιῶν, ὡς φησιν ὁ τῆς Κλίμακος, ὁ Ἅγιος Ἰσαάκ· καὶ ἄλλοι πολλοὶ τῶν πατέρων.
Τρίτη, ἡ γνῶσις τῶν πρὸ τοῦ θανάτου, καὶ μετὰ θάνατον δεινῶν, ὡς ἐν ταῖς θείαις γραφαῖς.
Τετάρτη, ἡ κατανόησις τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διαγωγῆς ἐν τῷ κόσμῳ τούτῳ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ τῶν λοιπῶν ἁγίων μαρτύρων τε, καὶ ὁσίων πατέρων τὰ ἔργα, καὶ λόγια.
Πέμπτη, ἡ γνῶσις τῶν πραγμάτων φύσεώς τε, καὶ ἀλλοιώσεως, ὥς φασιν οἱ ἅγιοι πατέρες, ὅ τε Γρηγόριος, καὶ ὁ Δαμασκηνός.
Ἕκτη, ἡ θεωρία τῶν ὄντων, δηλαδὴ ἡ γνῶσις, καὶ κατανόησις τῶν αἰσθητῶν κτισμάτων τοῦ Θεοῦ.
Ἑβδόμη, ἡ κατανόησις τῶν νοητῶν κτισμάτων τοῦ Θεοῦ.
Ὀγδόη, ἡ περὶ Θεοῦ γνῶσις, ἡ λεγομένη Θεολογία.
Αὗται οὖν αἱ ὀκτὼ θεωρίαι· αἱ μὲν τρεῖς πρέπουσι τῷ ἔτι πρακτικῷ, ἵνα διὰ πολλῶν δακρύων, καὶ πικρῶν καθάραι τὴν ἑαυτοῦ ψυχὴν ἐκ πάντων τῶν παθῶν δυνηθῇ· καὶ κατὰ χάριν δέχεται παρὰ Θεοῦ τὰς λοιπάς.
Αἱ δὲ πέντε τῷ θεωρητικῷ, ἤτοι γνωστικῷ, διὰ τὸ καλῶς τάς τε σωματικὰς πράξεις καὶ ἠθικὰς δηλαδὴ ψυχικὰς φυλάττειν, καὶ ποιεῖν ἀεί, ἐξ ὧν τῆς τῶν τοιούτων αἰσθήσεως ἐναργῶς καταξιοῦται, καὶ νοερῶς· ἀπὸ γὰρ τῆς πρώτης λαμβάνει τὴν ἀρχὴν τῆς γνώσεως ὁ πρακτικός, καὶ ὅσον ἔκτοτε ἐπιμελεῖται τὴν ἐργασίαν, καὶ ἐν τοῖς διδομένοις αὐτῷ νοήμασι μελετᾷ, καὶ προκόπτει ἐν αὐτοῖς· ἄχρις ἂν εἰς ἕξιν τῶν τοιούτων ἔλθοι, καὶ οὕτως αὐτομάτως ἡ ἄλλη γνῶσις ἔρχεται ἐν τῷ νοί, ὡσαύτως καὶ αἱ λοιπαί.
Ἀλλ᾽ ἵνα εὔδηλον γένηται τὸ λεγόμενον ἐκ μέρους ἐρῶ, εἰ καὶ οὐ δύναμαι λέγειν, περὶ ἑκάστης θεωρίας, καὶ τί εἰσι τὰ κατανοούμενα καὶ λεγόμενα, ἵνα ἀφορμὴν εὕρωμεν πρὸς τὸ γνῶναι ἡμᾶς, τὸ πῶς ὀφείλομεν ποιεῖν, ὅταν ἡ χάρις ἄρχηται ἀνοίγειν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς εἰς τὸ κατανοεῖν, καὶ ἐκπλήττεσθαι ἐκ τῶν νοημάτων καὶ ῥημάτων τῶν δυναμένων οἰκῆσαι ἐν ἡμῖν τὸν φόβον, ὡς προείρηται, ἤτοι τὸν συντριμμὸν τῆς ψυχῆς.
ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΓΝΩΣΕΩΣ ΑΝΑΓΚΑΙΑ ΔΗΛΩΣΙΣ ΚΑΙ ΟΠΩΣ ΔΕΙ ΑΡΞΑΣΘΑΙ ΤΑΥΤΗΣ
Πρώτη γνῶσις, δι᾽ ἧς δίδονται αἱ λοιπαὶ τῷ προαιρουμένῳ· ὁ οὖν καταξιωθεὶς εἰς ταύτην ἐλθεῖν, οὕτω ποιεῖν ὀφείλει, καθίσαι κατὰ ἀνατολάς, ὥσπερ ποτὲ ὁ Ἀδάμ, καὶ μελετᾶν οὕτως. Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· ἐλεῆμον ἐλεησόν με τὸν παραπεσόντα ὡσαύτως καὶ τὸν ἄλλον οἶκον. Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον ὠθήσαντα καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα καὶ ἔλεγεν. Ἐλεῆμον ἐλεησόν με τὸν παραπεσόντα, ἔπειτα κατανοῶν τὰ γινόμενα, τότε ἄρχεται τὸν θρῆνον οὕτω, στενάζων ἐξ ὅλης ψυχῆς, καὶ σείων τὴν κεφαλὴν αὐτοῦ, λέγει μετὰ πόνου καρδίας.
Οἴμοι τῷ ἁμαρτωλῷ τί ἔπαθον; οἴμοι τί ἤμην, καὶ τί γέγονα; οἴμοι τί ἀπώλεσα καὶ τί εὖρον; ἀντὶ τοῦ Παραδείσου τὸν φθαρτὸν τοῦτον κόσμον, ἀντὶ τοῦ Θεοῦ, καὶ τῆς μετὰ Ἀγγέλων διαγωγῆς, τὸν διάβολον καὶ τοὺς ἀκαθάρτους δαίμονας, ἀντὶ τῆς ἀναπαύσεως, τὸν κόπον, ἀντὶ τῆς ἀπολαύσεως, καὶ τῆς χαρᾶς, τὴν τοῦ κόσμου θλίψιν, καὶ λύπην, ἀντὶ τῆς εἰρήνης καὶ ἀλήκτου εὐφροσύνης, τὸν φόβον, καὶ τὰ ἐπίπονα δάκρυα· ἀντὶ τῶν ἀρετῶν καὶ τῆς δικαιοσύνης, τὰς ἀδικίας, καὶ τὰς ἁμαρτίας· ἀντὶ τῆς ἀγαθότητος καὶ τῆς ἀπαθείας, τὴν πονηρίαν καὶ τὰ πάθη, ἀντὶ τῆς σοφίας, καὶ τῆς εἰς Θεὸν οἰκειώσεως, τὴν ἀγνωσίαν καὶ τὴν ἐξορίαν, ἀντὶ τῆς ἀμεριμνίας καὶ ἐλευθερίας, τὴν πολυμέριμνον ζωήν, καὶ κακίστην δουλείαν· οἴμοι, οἴμοι· πῶς βασιλεὺς ἐκτίσθην, καὶ δοῦλος τοῖς πάθεσιν ἐν τῇ ἀφροσύνῃ μου γέγονα· οὐαί μοι τῷ ἀθλίῳ, πῶς ἀντὶ ζωῆς τὸν θάνατον ἐσπασάμην διὰ τῆς παρακοῆς· αἶ, αἶ, οἴμοι, οἴμοι· τί ἔπαθον ὁ ταλαίπωρος τῇ ἀβουλίᾳ· τί ποιήσω; ἔνθεν μάχαι, καὶ ἔνθεν ταραχαί· ἔνθεν νοσήματα, καὶ ἔνθεν πειρασμοί, ἔνθεν κίνδυνοι, καὶ ἔνθεν ναυάγια· ἔνθεν φόβοι, καὶ ἔνθεν λύπαι· ἔνθεν πάθη, καὶ ἔνθεν ἁμαρτίαι· ἔνθεν πικρίαι, καὶ ἔνθεν στενοχωρίαι· οὐαί μοι τῷ ἀθλίῳ τί ποιήσω; ποῦ φύγω; στενά μοι πάντα ὥς φησιν ἡ Σωσάννα· τί αἰτήσασθαι οὐκ ἐπίσταμαι· ἂν γὰρ ζωὴν αἰτήσωμαι φοβοῦμαι τοὺς πειρασμοὺς τοῦ βίου, καὶ τὰς αὐτοῦ μεταβολάς, καὶ τὰ συναντήματα· ὁρῷ τὸν Ἄγγελον, σατᾶν, τὸν ὡς πρωὶ ἑωσφόρον ἀνατέλλοντα, διάβολον γενόμενον, καὶ λεγόμενον· τὸν πρωτόπλαστον, ἐξόριστον· τὸν Κάῖν, ἀδελφοκτόνον· τὸν Χαναάν, κεκατηραμένον, τοὺς Σοδομίτας, πυρικαύστους τὸν Ἡσαῦ, ἔκπτωτον· τοὺς Ἰσραηλίτας, ὀργιζομένους· τὸν Γιεζῆ, καὶ Ἰούδαν τὸν Ἀπόστολον, ἐκπτώτους φυλαργυρίαν νοσήσαντας· τὸν μέγαν Προφήτην καὶ βασιλέα, ἐπὶ δυσὶν ἁμαρτήμασι πενθοῦντα· τὸν Σολομῶντα μετὰ τῆς τοσαύτης σοφίας, ἔκπτωτον· τοὺς ἐκ τῶν ἑπτὰ Διακόνων, καὶ καὶ τεσσαράκοντα Μαρτύρων ἐκπτώτους ὥς φησιν ὁ Μέγας Βασίλειος.
Γεγηθὼς ὁ ἀρχέκακος ἥρπασεν ἐκ τῆς δωδεκάδος Ἰούδαν τὸν δείλεον, ἐκ τῆς Ἐδέμ, τὸν ἄνθρωπον καὶ τῆς τεσσαρακοντάδος, τὸν ἔκπτωτον· ὃν θρηνῶν ὁ αὐτὸς πάλιν φησί· ματαιόφρων καὶ θρήνων ἐπάξιος, ὅς τις τῶν ζωῶν ἀμφοτέρων διήμαρτε, διὰ πυρὸς γὰρ λέλυται, καὶ πῦρ ἐξεδήμησεν ἄσβεστον· καὶ πολλοὺς ἄλλους, ὧν οὐκ ἔστιν ἀριθμός, ἐκπτώτους· οὐ μόνον ἀπίστους, ἀλλὰ καὶ ἀπὸ τῶν Πατέρων πλείονας μετὰ πολλῶν ἱδρώτων. Τίς γάρ εἰμι ἐγώ, ὁ καὶ πάντων χείρων, καὶ ἀναισθητότερος, καὶ ἀσθενέστερος; τί εἴπω ἐμαυτὸν ἄρα; Ἐπειδὴ Ἀβραὰμ γῆν εἶναι λέγει ἑαυτόν, καὶ σποδὸν Δαβίδ, Κῦνα τεθνεῶτα, καὶ ψιλὸν ἐν τῷ Ἰσραήλ, Σολομῶν παιδάριον μικρόν, μὴ γινῶσκον δεξιά, ἢ ἀριστερά, οἱ τρεῖς παῖδες, αἰσχύνη καὶ ὄνειδος ἐγεννήθημέν φασιν. Ἡσαίας ὁ Προφήτης, ὢ Τάλας εἰμὶ ἐγώ, φασιν. Ἀβακοὺμ ὁ Προφήτης, καὶ ἐγώ εἰμι νεώτερός, φησιν. Ὁ Ἀπόστολος, πρῶτον, εἶναι λέγει ἁμαρτωλῶν, ἑαυτόν· οἱ δὲ λοιποὶ πάντες, μηδὲν εἶναί, φασι. Τί οὖν ἐγὼ ποιήσω; ποῦ κρυβήσωμαι ἀπὸ τῶν πολλῶν μου κακῶν; τί γένωμαι ὁ μηδὲν ὢν; καὶ τοῦ μηδαμοῦ μηδὲν ὄντος χείρων; τὸ γὰρ μηδὲν ὃν οὐχ ἥμαρτεν, ἀλλ᾽ οὐδὲ εὐηργετήθη, ὥσπερ ἐγώ, οἴμοι· πῶς ἔχω ἀνύσαι τὸν ὑπόλοιπον τῆς ζωῆς μου χρόνον; ἢ πῶς ἄρα ἔχω φυγεῖν τὰς τοῦ διαβόλου παγίδας; οἱ γὰρ δαίμονες ἄϋπνοι, καὶ ἄϋλοι, ὁ δὲ θάνατος ἐγγύς, κἀγὼ ἀσθενής.
Κύριε βοήθει μοι, μὴ ἐάσῃς τὸ πλάσμα σου ἀπολεσθῆναι, ὅτι σοὶ μέλει περὶ ἐμοῦ τοῦ ἀθλίου. Γνώρισόν μοι Κύριε ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· μὴ ἐγκαταλίπης με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου. Καὶ οὕτω συντρίβεται ἡ ψυχὴ ἐκ τῶν τοιούτων ῥημάτων, εἴπερ αἴσθησιν ἔχῃ ποσῶς. Ἐγχρονίζοντος δὲ αὐτοῦ ἐν τούτοις, καὶ ἐν ἕξει γινομένου τοῦ θείου φόβου, ἄρχεται ὁ νοῦς τὰ τῆς δευτέρας θεωρίας κατανοεῖν καὶ μελετᾶν ῥήματα, ἅτινά εἰσι ταῦτα.
ΠΕΡΙ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΘΕΩΡΙΑΣ.
Οἴμοι τῷ ἀθλίῳ τί ποιήσω; τί γένωμαι; πολλὰ ἥμαρτον· πολλὰ εὐεργετοῦμαι· πολλὰ ἀσθενῶ· οἱ πειρασμοὶ πολλοί, ἡ ῥαθυμία συνέχει με· ἡ λήθη σκοτίζει με, καὶ οὐκ ἐᾷ με ἰδεῖν ἐμαυτόν, καὶ τὸ πλῆθος τῶν κακῶν μου· ἡ ἄγνοια κακή, ἡ ἐν γνώσει παράβασις χείρων, ἡ ἀρετὴ δυσκατόρθωτος, τὰ πάθη πολλά, οἱ δαίμονες πανοῦργοι, ἡ ἁμαρτία πρόχειρος, ὁ θάνατος ἐγγύς, τὸ λογοθέσιον πικρόν, οὐαί μοι τι ποιήσω; ποῦ φύγω ἀπ᾽ ἐμαυτοῦ; ἐπειδὴ ἐγώ εἰμι ἡ αἰτία τῆς ἐμῆς ἀπωλείας· αὐτεξουσιότητι γὰρ τετίμημαι, καὶ οὐδεὶς βιάσαι με δύναται, ἐγὼ ἥμαρτον, καὶ ἁμαρτάνω ἀεί, καὶ ἀμελῶς διάγω εἰς πᾶν ἔργον ἀγαθόν, ὁ δὲ βιάζων οὐχ εὑρίσκεται, τίνα ἔχω αἰτιᾶσθαι; ὁ Θεός, ἀγαθὸς καὶ φιλάνθρωπος, ἀεὶ ποθῶν τὴν πρὸς αὐτὸν ἐπιστροφὴν καὶ μετάνοιαν, οἱ Ἄγγελοι, ἀγαπῶσί με καὶ φυλάττουσιν, οἱ ἄνθρωποι, ὡσαύτως τὴν προκοπήν μου θέλουσιν, οἱ δαίμονες, οὐ δύνανται βιάσαι τινὰ μὴ θέλοντα ἀπολέσθαι, εἴτε ἐξ ἀμελείας, εἴτε ἐξ ἀπογνώσεως, τίς ἐστὶν λοιπὸν ὁ αἴτιος; εἰμὴ αὐτὸς ἐγὼ ὁ ταλαίπωρος, ἰδοὺ μικρὸν ἔγνων, ὅτι ἀπόλλυταί μου ἡ ψυχή, καὶ οὐ θέλω ἀρχὴν εὐσεβείας βαλεῖν Διατὶ ψυχή μου ἀμελεῖς σαυτήν; διατὶ οὐκ αἰσχύνῃ ἐνώπιον τοῦ Θεοῦ, καὶ τῶν Ἀγγέλων αὐτοῦ ἁμαρτάνουσα, ὥσπερ αἰσχύνῃ τοὺς ἀνθρώπους; οἴμοι τῷ ἀθλίῳ, οἴμοι, οἴμοι, ὅτι οὐδὲ ὡς ἄνθρωπον αἰσχύνομαι τὸν ποιητήν μου καὶ δεσπότην, ἐνώπιον γὰρ ἑνὸς ἀνθρώπου, οὐ δύναμαι ἁμαρτάνειν, ἀλλὰ πᾶσαν μηχανὴν ποιῶ, ἵνα ἐπιδεικνύω ἐμαυτὸν δικαιοπραγοῦντα, καὶ ἐνώπιον Θεοῦ ἱστάμενος, τὰ πονηρὰ λογίζομαι, καὶ λέγειν πολλάκις οὐκ αἰσχύνομαι, ὦ τῆς ἀφροσύνης μου, τὸ καχὸν πράττων, τὸν Θεὸν ὁρῶντα οὐ φοβοῦμαι, καὶ ἀνθρώπῳ ἑνὶ λέγειν τὰ κατ᾽ ἐμὲ πρὸς διόρθωσιν, οὐ δύναμαι, οὐαί μοι, οὐαί μοι, ὅτι τὴν κόλασιν γινώσκω, καὶ μετανοεῖν οὐ βούλομαι, τὴν οὐράνιον Βασιλείαν ἀγαπῶ, καὶ ἀρετὴν οὐ κέκτημαι, τὸν Θεὸν πιστεύω, καὶ τὰς ἐντολὰς αὐτοῦ παρακούω ἀεί, τὸν διάβολον μισῶ, καὶ τὰ ἀρέσκοντα αὐτῷ, ποιεῖν οὐ παύομαι, ἂν εὔχωμαι, ἀμελῶ, καὶ ὡς ἀναίσθητος διάκειμαι, ἂν νηστεύω, ἐπαίρομαι, καὶ μείζονα κατακέκριμαι· ἂν ἀγρυπνήσω, δοκῶ ποιεῖν τι, ἵνα μηδὲ τοῦτο χρήσιμον γένηται· ἂν ἀναγινώσκω, ἓν ἐκ τῶν ἀμφοτέρων κακῶν ποιῶ ὁ ἀναίσθητος· εἴτε χάριν πολυμαθείας, καὶ κενοδοξίας τοῦτο ποιῶ, καὶ ἐπὶ πλεῖον σκοτίζομαι, εἴτε γινώσκων, καὶ μὴ ποιῶν, μειζόνως κατακέκριμαι, ἂν τὸ κατενέργειαν ἁμαρτάνειν ἴσως, κατὰ χάριν Θεοῦ παύωμαι, ἀλλὰ διὰ λόγου ἁμαρτάνειν ἀεὶ οὐ παύομαι, ἂν καὶ ἐκ τούτου ἡ χάρις σκεπάζῃ με, διὰ λογισμῶν τὸν Θεὸν παροργίζω ἀεί ποτε ὁ τάλας, αἶ, αἶ· τί ἔχω ποιῆσαι; ὅπου δ᾽ ἂν οὐ πορεύωμαι, ἁμαρτίας εὑρίσκω· πανταχοῦ οἱ δαίμονες, ἡ ἀπόγνωσις χείρων πάντων, τὸν Θεὸν παρώργισα, τοὺς Ἀγγέλους ὡσαύτως ἐλύπησα, τοὺς ἀνθρώπους ἔβλαψα πολλάκις, καὶ ἐσκανδάλισα.
Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων· Κύριε· τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου διὰ μετανοίας εὐαρεστῆσαί σοι· ἀλλ᾽ ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλλωμαι, σῶσόν με. Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος υἱός· δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός. Κράζω σοι, Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν, Ἱλάσθητί μοι ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.
Ἆρα τί ἔσται ἐπ᾽ ἐσχάτων, ἢ τί τὸ ἐσόμενον; οἴμοι τῷ ἀθλίῳ, οἴμοι, τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ; καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; τίς με θρηνῆσαι δυνηθῇ ἐπάξιον; ἐπειδὴ ἐγὼ τοῦτο ποιῆσαι οὐ δύναμαι. Δεῦτε ὄρη καλύψατέ με τὸν ἄθλιον, αἶ, αἶ· τί ἔχω εἰπεῖν; ὦ πόσα καλά μοι ὁ Θεὸς ἐποίησεν, ἅπερ αὐτὸς μόνος ἐπίσταται, καὶ πόσα δεινὰ ἡ ἀγνωμοσύνη μου ἐνεδείξατο· ἔργῳ, λόγῳ τε, καὶ διανοίᾳ ἀεὶ παροργίζων τὸν εὐεργέτην· καὶ ὅσον ἐκεῖνος μακροθυμεῖ, τοσοῦτον καταφρονῶ ὁ ταλαίπωρος, καὶ ἀναισθητότερος τῶν ἀψύχων λίθων γενόμενος, πλὴν οὐκ ἀπογινώσκω, ἀλλ᾽ ἐπιγινώσκω τὴν σὴν φιλανθρωπίαν.
Μετάνοιαν οὐ κέκτημαι, ἀλλ᾽ οὐδὲ πάλιν δάκρυα, διὰ τοῦτο ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναί μοι μετάνοιαν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.
Κύριε ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, οὐδὲν γάρ εἰμι ἐνώπιόν σου, ἀλλὰ ἁμαρτωλὸς ὅλος, καὶ ποῦ ἄρα εὕρω αἴσθησιν τῶν πολλῶν κακῶν; αὐτὸ γὰρ τοῦτο τὸ μὴ ποιεῖν με, μεγάλης ἐστι κατακρίσεως· δι᾽ ἐμέ, οὐρανὸν καὶ γῆν· δι᾽ ἐμέ, τὰ τέσσαρα στοιχεῖα καὶ τὰ ἐξ αὐτῶν γινόμενα, ὡς φησιν ὁ Θεολόγος· τὰ δὲ λοιπὰ σιωπήσομαι, ὅτι οὐκ εἰμὶ ἄξιος τοῦ λέγειν τί, ἀπὸ τοῦ πλήθους τῶν κακῶν μου· τὰς γὰρ εἰς ἐμὲ γινομένας ἀμετρήτους εὐεργεσίας, τίς δύναται κατανοῆσαι, καὶ ἀγγελικὸν νοῦν ἔχειν καταξιωθῇ; ἀλλ᾽ ἰδοὺ διὰ τὸν ἀμετανόητόν μου τρόπον, ἐκ πάντων μέλλω πίπτειν ὁ ἄθλιος· καὶ οὕτω τὰ τοιαῦτα μελετῶν ἔρχεται μετὰ καιρόν τινα εἰς τὴν τρίτην γνῶσιν, καὶ θρηνῶν ἀεὶ λέγει.
ΠΕΡΙ ΤΗΣ ΤΡΙΤΗΣ ΘΕΩΡΙΑΣ
Οἴμοι, οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος· οἴμοι πόσα δακρύει τότε, καὶ οὐδεὶς ὁ ἐλεῶν αὐτήν· πρὸς τοὺς ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα αὐτῇ.
Θρηνῶ καὶ ὀδύρομαι ὅταν ἐννοήσω τὸν θάνατον καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ᾽ εἰκόνα Θεοῦ πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος· ὤ! τοῦ θαύματος, τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον; πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῷ θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται· αἶ, τί ἄρα μέλλω ποιῆσαι ὁ πανάθλιος ἐν τῷ καιρῷ τοῦ θανάτου, ὅταν οἱ δαίμονες περικυκλώσουσί μου τὴν ἀθλίαν ψυχήν, τὰ πεπραγμένα μοι δεινὰ ἐγγράφως κατέχοντες, τὰ ἐν γνώσει, καὶ ἀγνοίᾳ, τὰ ἐν λόγῳ, ἔργῳ τε, καὶ διανοίᾳ· καὶ ἀπαιτοῦντες με λόγον ὑπὲρ πάντων τούτων. Ἀλλ᾽ οἴμοι, ὅτι καὶ χωρὶς ἄλλης ἁμαρτίας, μεγάλως κατακέκριμαι ὑπὲρ τῶν ἐντολῶν, ὧν οὐκ ἐφύλαξα, καὶ εἰκότως.
Ὦ ταλαίπωρε ψυχή μου, εἰπέ μοι ἄρτι, ποῦ αἱ συνθῆκαι τοῦ Βαπτίσματος; ποῦ ἡ συνταγὴ τοῦ Χριστοῦ; καὶ ἡ ἀποταγὴ τοῦ Σατανᾶ; ποῦ ἡ φυλακὴ τῶν ἐντολῶν τοῦ Θεοῦ, ποῦ ἡ μίμησις τοῦ Χριστοῦ διὰ τῶν σωματικῶν τε, καὶ ψυχικῶν ἀρετῶν; δι᾽ ἧς Χριστιανὸς ἐκλήθην; καὶ τὸ ἐπάγγελμα τοῦ μοναχικοῦ σχήματος; εἰδ᾽ ἴσως ἀσθένειαν σωματικὴν προφασίζῃ, ποῦ ἡ πίστις, ἡ πᾶσαν μέριμναν πρὸς τὸν Θεὸν ἀπορρίπτουσα, δι᾽ ἧς καὶ τὰ ὄρη μεταστῆσαι ἠδυνήθης ἂν εἴπερ ὡς κόκκον συνάπεως ἐκτήσω ταύτην; ποῦ ἡ ὁλόκληρος μετάνοια, ἡ ἀπέχουσα ἀπὸ παντὸς ἔργου, καὶ λόγου πονηροῦ; ποῦ ὁ συντριμμὸς τῆς ψυχῆς, καὶ τὸ ἀκρότατον πένθος; ἡ πραότης, ἡ ἐλεημοσύνη, ἡ καθαρότης τῆς καρδίας ἀπὸ τῶν πονηρῶν ἐννοιῶν; ἡ περιεκτικὴ ἐγκράτεια, ἡ κατέχουσα πᾶν μέλος τοῦ σώματος, καὶ πᾶν νόημα, καὶ θέλημα, μὴ παρὰ τὴν ἀναγκαίαν χρῆσιν κινούμενον πρὸς τὴν σωτηρίαν ψυχῆς, ἢ σωματικὴν ζωήν; ποῦ ἡ ὑπομονή, ἡ ὑποφέρουσα τὰς πολυτρόπους θλίψεις, διὰ τὴν βασιλείαν τῶν οὐρανῶν; ἡ ἐν παντὶ εὐχαριστίᾳ; ἡ ἀδιάλειττος προσευχή; ἡ μέριμνα τοῦ θανάτου, τὰ τῆς λύπης δάκρυα, εἴπερ εἰς τὰ τῆς ἀγάπης οὐκ ἔφθασα; ἡ κατὰ Θεὸν φρόνησις, ἡ φυλάττουσα τὴν ψυχὴν ἐκ τῶν παγίδων τῶν ἐχθρῶν, καὶ πολεμίων; ἡ σωφροσύνη, ἡ ἀπέχουσα πᾶν ὅ,τι ἐστὶ μὴ κατὰ Θεὸν γινόμενον, ἢ ἑκουσίως λογιζόμενον; ἡ ἀνδρεία, ἡ ὑπομένουσα τὰ δεινά; καὶ κατατολμῶσα τῶν ἐχθρῶν διὰ τῆς ἐλπίδος; ἡ δικαιοσύνη ἡ ἀπονέμουσα ἑκάστῳ τὸ ἴσον; ἡ ταπεινοφροσύνη, ἡ γινώσκουσα τὴν ἰδίαν ἀσθένειαν, καὶ ἀγνωσίαν, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, δι᾽ ἧς ῥυσθῆναι ἔμελλες ἐκ πάντων τῶν τοῦ ἐχθροῦ μηχανημάτων; ποῦ ἡ ἀπάθεια, καὶ ἡ τελεία ἀγάπη, ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη, δι᾽ ἧς υἱὸς Θεοῦ ἔμελλον κληθῆναι; ταῦτα γὰρ πάντα καὶ δίχα σωματικῆς ἰσχύος, ὁ βουλόμενος ἔχειν δύναται, ἐκ μόνης προαιρέσεως. Ἆρα τί ἔχω εἰπεῖν πρὸς ταῦτα; τί ἔχω ποιῆσαι ὁ ταλαίπωρος; ἐπεὶ ἂν πρὸς βραχὺ δειλιῶ ἐκ τῆς ἀπληροφορίας· ὅτι ὅλως ἠμέλησά τι τῶν ὀφειλομένων κατὰ τὸ δυνατόν μου ποιῆσαι, ὑπὸ τὸν ἅδην ἔσεσθαι μέλλω, ὥς φησιν ὁ Μέγας Ἀθανάσιος· φεῦ τῆς ἐμῆς ἀθλιότητος· τί ἐμαυτῷ προσέφερον, οὐ μόνον δι᾽ ὧν ἥμαρτον, ἀλλὰ μᾶλλον, δι᾽ ὧν μετανοῆσαι οὐκ ἠβουλήθην, εἰ γὰρ μετεμελόμην, ὡς ὁ ἄσωτος, ἐδέξατο ἂν μου τὴν ἐπιστροφὴν ὁ φιλόστοργος Πατήρ· καὶ εἰ εὐγνώμων ἐγενόμην ὡς ὁ τελώνης, ἐμαυτὸν μόνον, καὶ οὐκ ἄλλον τινὰ κατακρίνων, ἄφεσιν ἁμαρτιῶν ἐλάμβανον κἀγὼ παρὰ Θεοῦ· μάλιστα οὖν εἴπερ ἐξ ὅλης ψυχῆς ὡς ἐκεῖνος παρεκάλεσα· νῦν δὲ οὕπω τοιοῦτον ὁρῶ ἐμαυτόν, διὰ τοῦτο φοβοῦμαι τὴν ἐν τῷ ἅδῃ μετὰ τῶν δαιμόνων κατοίκησιν, καὶ τὴν μέλλουσαν κρίσιν, ὅτι ἐκεῖ ὁ πύρινός ἐστι ποταμός, θρόνοι τε, καὶ βίβλοι ἀνεωγμένοι, Ἄγγελοι προτρέχουσι, πᾶσα ἡ τῶν βρωτῶν φύσις παρίσταται, πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον τοῦ φοβεροῦ καὶ δικαίου κριτοῦ.
Οἴ μοι, πῶς ὑποφέρειν μέλλω τὸν ἔλεγχον, τὴν ἀγανάκτησιν τοῦ φρικοῦ, καὶ ἀδεκάστου κριτοῦ, τὴν τῶν ἀμετρήτων Ἀγγέλων συνδρομήν, τὴν ἀπαίτησιν μετὰ ἀπειλῆς φοβερᾶς, τὴν μὴ ἔχουσαν ἐπιστροφὴν ἀπόφασιν, τὸ ἄπαυστον θρῆνος, καὶ ἀνωφελὲς δάκρυον, τὸ ἀφεγγὲς σκότος, καὶ τὸν ἀκοίμητον σκώληκα· τὸ ἄσβεστον πῦρ, καὶ τὰς πολυτρόπους κολάσεις, τὴν ἔκπτωσιν ἐκ τῆς βασιλείας, καὶ χωρισμὸς τῶν ἁγίων, τὸν μακαρισμὸν τῶν Ἀγγέλων, καὶ Θεοῦ ἀλλοτρίωσιν, τὴν μικροψυχίαν, καὶ τὸν αἰώνιον θάνατον, τὸν φόβον, τὸν πόνον, τὴν λύπην, καὶ τὴν αἰσχύνην, καὶ βασανισμὸν τῆς συνειδήσεως, οἴμοι τῷ ἁμαρτωλῷ, τί ἔπαθον· διατὶ ἀπόλλωμαι κακῶς; ἔχω ἔτι καιρὸν μετανοίας, ὁ δεσπότης παρακαλεῖ, κἀγὼ ἀναβάλλομαι; Ἕως πότε ψυχή μου ἐπιμένεις τοῖς πταίσμασιν; ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λάβε κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, βόησον Χριστῷ τῷ Θεῷ, καρδιογνῶστα ἥμαρτον, πρὶν καταδικάσῃς με, ἐλέησόν με. Ἐν τῇ φρικτῇ Χριστὲ παρουσίᾳ σου, μὴ ἀκούσωμεν οὐκ οἶδα ὑμᾶς, τὴν γὰρ ἐλπίδα ἐπὶ σὲ τὸν σωτῆρα ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν διὰ τὴν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα· οὐαί μοι, Κύριε, ὅτι ἐλύπησά σε, καὶ οὐκ ἠσθάνθην, ἀλλ᾽ ἰδοὺ ἡ χάρις σου ἐποίησέ με αἰσθανθῆναι μικρόν, δι᾽ ὃ καὶ ἠπόρησα ὁ τάλας, ἐτρόμαξε γὰρ ἡ ἀθλία μου ψυχή, ἀλλ᾽ ἄρα ἔχω ζῆσαι μικρὸν πρὸς τὸ κλαῦσαι πικρῶς, καὶ πλυναί μου τὴν μεμιασμένην σάρκα, καὶ ψυχήν; ἢ πάλιν μίαν ὥραν πενθήσας, αὖθις παύσομαι ἀναισθητῶν ὡσαεί, ἄρα τί ποιήσας εὕρω πόνον ψυχῆς ἀκατάπαυστον; νηστεύσω, καὶ ἀγρυπνήσω; ἀλλὰ δίχα ταπεινώσεως οὐδὲν ὡφελοῦμαι· ψάλλω τῷ στόματι μόνῳ, καὶ ἀναγινώσκω; ἀλλὰ τὰ πάθη ἐσκότισάν μου τὸν νοῦν, καὶ οὐ δύναμαι καταλαβεῖν τὴν τῶν λεγομένων δύναμιν· προσπίπτω ἐκτενῶς σοι τῷ δοτῆρι τῶν ἀγαθῶν; ἀλλ᾽ οὐκ ἔχω παρρησίαν, ἀπήλπισται μου ἡ ζωή, ἀπώλεσα μου τὴν ψυχήν· Κύριε βοήθησον μοι, καὶ ὡς τὸν τελώνην δέξαι με, ὡς γὰρ ὁ ἄσωτος ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ ὡς ἡ πόρνη ἡ δακρύσασα, περὶ ἧς εἴρηται.
Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον, καὶ ἐπεγνωσμένη διὰ τὸν τρόπον, τὰ μύρα βαστάζουσα προσῆλθέ σοι βοῶσα, μή με τὴν πόρνην ἀπορρίψῃς, ὁ τεχθεὶς ἐκ Παρθένου· μή μου τὰ δάκρυα παρίδῃς, ἡ χαρὰ τῶν Ἀγγέλων, ἀλλὰ δέξαι με μετανοοῦσαν, ἣν οὐκ ἀπώσω ἁμαρτήσασαν Κύριε, διὰ τὸ μέγα σου ἔλεος, ἐπεὶ κἀγὼ ὁ ἄθλιος ἐπεγνωσμένος μὲν εἰμὶ διὰ τὰς πολλάς μου ἁμαρτίας, ἐπεγνωσμένος δὲ διὰ τὴν ἄφατόν σου φιλανθρωπίαν, καὶ τὸ ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν σου, εἰς ὅπερ ἀπορρίψας τὴν ἀπόγνωσιν τῆς ψυχῆς μου, τολμῶ συνάγειν μου τὸν νοῦν εἰς τὴν ἁγίαν σου μνήμην· καὶ ἀνιστάμενος κἂν μίαν αἴτησιν ἐν φόβῳ, καὶ τρόμῳ πολλῷ ποιήσω, ἵνα καταξιωθῶ κἀγὼ ὁ ἀνάξιος τοῦ εἶναι δοῦλος σου· καὶ κατὰ χάριν τὸν νοῦν ἔχειν ἀνείδεόν τε, καὶ ἀσχημάτιστον, ἄχροόν τε, καὶ ἄϋλον· σοὶ τῷ μόνῳ Θεῷ καὶ ποιητῇ τῶν ἁπάντων προσπίπτειν ὡς ποτὲ ὁ Δανιὴλ ἐνώπιον τοῦ Ἀγγέλου σου, ἐπὶ γόνατα καὶ ἴχνη τῶν χειρῶν, καὶ πρῶτον εὐχαριστίαν, ἔπειτα ἐξομολόγησιν προσφέρειν ἐνώπιόν σου καὶ οὕτω τὸ πανάγιόν σου θέλημα αἰτεῖν ἄρχομαι ὁ ταλαίπωρος, τὴν χάριν σοι ὁμολογῶν περὶ πάντων τῶν ἀγαθῶν, ὧν με ἠξίωσας, τὸν χοῦν, τὴν κόνιν, τὴν τέφραν, καὶ ὅτι νῷ μόνῳ κατηξιώθην παραστῆναί σοι ὁ γήϊνος ὅλος, καὶ ὡς δοκῶν ὁρᾶσθαι παρὰ σοῦ ἐξ ὅλης ψυχῆς κράζω, καὶ λέγω.
Δέσποτα πολυέλεε, εὐχαριστῶ σοι, δοξάζω σε, ὑμνῶ σε, καὶ προσκυνῶ σε, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον ἐν τῇ ὥρᾳ ταύτῃ τοῦ εὐχαριστεῖν σοι, καὶ ὅλως ἀκοὴν ἔχειν περί τινων τῶν θαυμασίων, καὶ εὐεργεσιῶν σου, ὧν ἐποίησας καὶ ποιεῖς μεθ᾽ ἡμῶν, κατὰ χάριν, ψυχικῶν τε, καὶ σωματικῶν, ἀμετρήτων τε, καὶ ἀνεξιχνιάστων, φανερῶν, καὶ ἀφανῶν, ὧν τε ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν· ὁμολογῶ τὰς χάριτας· οὐ κρύπτω τὰς εὐεργεσίας· κηρύττω τὰ ἐλέη σου· ἐξομολογοῦμαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάζω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾽ ἐμὲ, καὶ ἄφραστός ἐστιν ἡ ἀνοχή, καὶ μακροθυμία σου ἐπὶ τὸ πλῆθος τῶν ἀνομιῶν, καὶ ἁμαρτιῶν μου, τῶν ἀσεβειῶν, καὶ πονηριῶν μου, ὧν ἐποίησα, καὶ ποιῶ ἀεὶ καὶ ὧν ἔμελον ποιῆσαι· ἐξ ὧν με ἐρρύσατο ἡ χάρις σου, τῶν τε ἐν γνώσει, καὶ ἀγνοίᾳ, καὶ τῶν ἐν λόγῳ, ἔργῳ τε, καὶ διανοίᾳ, ὧν οἴδας καρδιογνῶστα Κύριε, ἀπὸ τῆς γεννήσεώς μου μέχρι τέλους τῆς ζωῆς μου, ὑπὲρ ὧν τολμῶ ὁ πανάθλιος ἐξομολόγησιν ποιῆσαι ἐνώπιόν σου· ἥμαρτον, ἠνόμησα, ἠσέβησα, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι, καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ· ἀλλὰ θαρρῶν εἰς τὴν ἄφατον φιλανθρωπίαν σου, καὶ ὑπὲρ νοῦν ἀγαθότητα, καὶ εὐσπλαγχνίαν σου, προσπίπτων ἱκετεύω σοι.
Ἐλέησόν με Κύριε· ὅτι ἀσθενής εἰμι, καὶ συγχώρησόν μοι τὸ πλῆθος τῶν κακῶν μου· καὶ μὴ ἐάσῃς με ἔτι ἁμαρτῆσαι, ἢ πλανηθῆναι ἀπὸ τῆς εὐθείας ὁδοῦ σου, μηδὲ βλάψαι, ἢ λυπῆσαί τινα· ἀλλὰ χαλίνωσόν μου πᾶσαν κακίαν, καὶ πονηρὰν συνήθειαν, καὶ ἄλογον ὁρμὴν τῆς ψυχῆς, καὶ τοῦ σώματος, καὶ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας, καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, καὶ ἐλέησον τοὺς ἀδελφούς, καὶ πατέρας μου, καὶ πάντας τοὺς πανταχόθεν Μοναχούς τε, καὶ ἱερεῖς τοὺς ἐμοὺς γονεῖς, ἀδελφούς τε, καὶ συγγενεῖς, τοὺς διακονοῦντας ἡμῖν, καὶ διακονήσαντας, τοὺς εὐχομένους καὶ ἐντειλαμένους ἡμῖν εὔχεσθαι ὑπὲρ αὐτῶν, τοὺς μισοῦντας καὶ ἀγαπῶντας ἡμᾶς· οὓς ἔβλαψα, ἢ ἐλύπησα· τοὺς ταῦτά μοί ποτε ποιήσαντας, ἢ ποιῆσαι μέλλοντας· καὶ πάντας τοὺς πιστεύοντας εἰς σέ· καὶ συγχώρησον ἡμῖν πᾶν ἁμάρτημα ἑκούσιόν τε καὶ ἀκούσιον, καὶ διατήρησον ἡμῶν τὴν ζωήν, καὶ τὴν ἔξοδον ἐκ τοῦ κόσμου τούτου, ἀπὸ τῶν ἀκαθάρτων πνευμάτων, καὶ ἀπὸ παντὸς πειρασμοῦ, καὶ πάσης ἁμαρτίας, καὶ πονηρίας, οἰήσεώς τε, καὶ ἀπογνώσεως, ἀπιστίας τε, καὶ ἀπονοίας, ἐπάρσεώς τε, καὶ δειλίας, πλάνης τε καὶ τυρτηνίδος, κλοπῆς τε, καὶ παγίδος τοῦ διαβόλου· καὶ χάρισαι ἡμῖν τὰ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι, ὡς εὐδοκεῖ ἡ φιλανθρωπία σου· καὶ ἀνάπαυσον τοὺς προαπελθόντας πατέρας, καὶ ἀδελφοὺς ἡμῶν· καὶ δι᾽ εὐχῶν πάντων οἰκτείρησόν μου τὴν ἀθλιότητα, σπλαχνίσθητί μου τῇ ἀπωλείᾳ, ἴδε μου τὴν καταπόνησιν, εἰς πάντα· διόρθωσόν μου τὸν βίον, κυβέρνησόν μου τὴν ζωήν, καὶ τὸ τέλος ἐν εἰρήνη· καὶ ποίησόν με οἷον θέλεις, καὶ ὡς θέλεις, κἂν θέλω, κἂν μὴ θέλω, μόνον μὴ ἀποτύχω τῆς ἐκ δεξιῶν σου στάσεως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μου, κἂν ἔσχατος πάντων τῶν σωζομένων δούλων σου καὶ εἰρήνευσον τὸν κόσμον σου, καὶ ἐλέησον πάντας ὡς οἶδας· καὶ καταξίωσόν με τῆς μεταλήψεως τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου αἵματος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου Πνεύματος, εἰς ἀρραβῶνα τῆς ἐν σοὶ ζωῆς αἰωνίου σὺν τοῖς ἐκλεκτοῖς σου· πρεσβείαις τῆς Παναχράντου σου Μητρός, τῶν Ἁγίων σου καὶ ἐπουρανίων δυνάμεων, καὶ πάντων τῶν Ἁγίων σου· ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Παναγία Δέσποινα Θεοτόκε· πᾶσαι αἱ οὐράνιαι δυνάμεις τῶν Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, καὶ πάντες Ἅγιοι πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.
Δέσποτα Θεὲ Πάτερ Παντοκράτορ, Κύριε υἱὲ μονογενὲς Ἰησοῦ Χριστέ, καὶ Ἅγιον καὶ τὰ ἑξῆς. Καὶ εὐθέως πρὸς τοὺς οἰκείους λογισμοὺς λέγει· Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ· ἐκ γ΄. καὶ ἄρχεται τοὺς ψαλμούς, ποιῶν κατὰ ἀντίφωνον Τρισάγιον κλείων τε τὸν νοῦν ἐν τοῖς λεγομένοις· κατὰ δὲ τὸ τέλος τῶν Μ΄. Κύριε ἐλέησον· τοῦ ἑκάστου ἀντιφώνου, προσευχὴν ποιῶν, λήγει καθ᾽ ἑαυτὸν προσκυνῶν μὲν τὸ ἥμαρτον Κύριε συγχώρησόν μοι ἅπαξ· ἀνιστάμενος δὲ καὶ τὰς χεῖρας ἀνατείνων, τὸ ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἅπαξ· καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ὀφείλει λέγειν τὴν δευτέραν εὐχήν, τὸ Δεῦτε προσκυνήσωμεν ἐκ, γ΄, καὶ τὸ ἀλλο ἀντίφωνον ὡσαύτως· πλὴν ὁσάκις ἡ χάρις κατανύσσει αὐτοῦ τὴν καρδίαν, ἐν τοῖς νάμασι τῆς κατανύξεως ὀφείλει μᾶλλον τὸν νοῦν ἔχειν· κἂν ἴσως ἀργῇ τὸ στόμα ἐκ τοῦ ψάλλειν, καὶ αἰχμαλωτίζεται ἡ διάνοια. τὴν καλὴν αἰχμαλωσίαν· ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· καιρὸς γὰρ τοῦ ζυγητοῦ, καὶ ὁ καιρὸς τοῦ φυτεύειν ἐστὶ τότε· καὶ διὰ τοῦτο ὀφείλει ἐμμένειν ἐν τοῖς τοιούτοις νοήμασιν, ἵνα μειζόνως κατανυχθῇ ἡ καρδία, καὶ τὸν καρπὸν δίδωσιν, ἤτοι τὰ δάκρυα τὰ κατὰ Θεόν· κατανυσσόμενός φησιν ὁ τῆς Κλίμακος, ἐν ῥήματι ἑνί, μένε ἐν αὐτῷ· ἐπειδὴ πᾶσα σωματικὴ ἐνέργεια, νηστεία φημί, καὶ ἀγρυπνία, ψαλμῳδία τε, καὶ ἀνάγνωσις ἡσυχία τε καὶ τὰ λοιπά, διὰ τὸ καθαίρειν τε τὸν νοῦν γίνονται· ὁ δὲ νοῦς ἐκτὸς πένθους καθαρθῆναι οὐ δύναται, ἵνα ἐνοῦται τῷ Θεῷ διὰ καθαρᾶς προσευχῆς, τῆς ἁρπαζούσης αὐτὸν ἐκ πάντων τῶν νοημάτων, καὶ ποιούσης αὐτὸν ἀνείδεόν τε, καὶ ἀσχημάτιστον, διότι, πάντα μὲν ἐκ τούτων καλὰ ὄντα, καλὰ γίνονται, ὥσπερ τὸ ἔμπαλιν· καὶ γὰρ πᾶν πρᾶγμα δέεται διακρίσεως, ἵνα καλῶς γένηται, καὶ ταύτης χωρὶς οὐ γινώσκομεν τὴν φύσιν τῶν πραγμάτων, καὶ ἴσως οἱ πολλοὶ σκανδαλιζόμεθα, ὅταν ἴδωμεν διαφωνοῦντα τὰ λεγόμενα παρὰ τῶν Ἁγίων Πατέρων, καὶ πραττόμενα, οἷον ἡ μὲν Ἐκκλησία παρέλαβε τοῦ ψάλλειν τροπάρια μετὰ μέλους, καὶ ἄσματα πολλά, ὁ δὲ τῆς Κλίμακος, τοὺς πενθοῦντας κατὰ Θεὸν ἐγκωμιάζων, φησίν, ὅτι οἱ τοιοῦτοι οὐκ ἀλαλάξουσι πρὸς ἑαυτοὺς ἐν ὕμνοις καὶ ὁ Ἅγιος Ἰσαὰκ περὶ τῶν καθαρῶς προσευχομένων φησίν, ὅτι πολλάκις εὑρίσκεταί τις συνάγων τὸν νοῦν αὐτοῦ ἐν τῇ προσευχῇ, καὶ εὐθέως προσπίπτει ἀβιάστως εἰς τὴν γῆν ἐπὶ τὰ γόνατα, ὡς ποτὲ ὁ Δανιὴλ ὁ προφήτης, καὶ ἔχει τὰς χεῖρας αὐτοῦ τεταμένας, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀτενίζουσιν εἰς τὸν Σταυρὸν τοῦ Χριστοῦ· οἱ δὲ λογισμοὶ αὐτοῦ ἐναλλάσσονται, καὶ ἐκλύονται αὐτοῦ τὰ μέλη ἐκ τῶν καινῶν νοημάτων τῶν αὐτομάτως ἐν τῷ νοὶ ἐρχομένων.
Καὶ πάλιν ὡσαύτως πολλοὶ τῶν Ἁγίων Πατέρων περί τινων τοιούτων γράφουσιν, ὅτι οὐ μόνον ἄσματα, καὶ ψαλμῳδίας ὑπερανέβησαν τῇ τοῦ νοὸς ἐκπλήξει, ἀλλὰ καὶ αὐτὸν τὸν νοῦν ἐπελάθοντο, ὥς φησιν ὁ ἅγιος Νεῖλος. Καὶ ἡ μὲν Ἐκκλησία καλῶς καὶ θεαρέστως τὰ ἄσματα καὶ τὰ λοιπὰ τροπάρια ἐδέξατο, διὰ τὴν ἀσθένειαν τοῦ νοὸς ἡμῶν· ἵνα, τῇ τῆς μελῳδίας ἡδύτητι, τὸν Θεὸν ὑμνῶμεν οἱ ἄγνωστοι ὡς ἄκοντες· οἱ δὲ γνῶσιν ἔχοντες πρὸς κατανόησιν τῶν εἰρημένων λογίων, ἔρχονται εἰς κατάνυξιν· καὶ ὡς ἐν κλίμακι ἀναγόμεθα πρὸς τὸ ἐννοεῖν χρηστὰς ἐννοίας, ὥς φησιν ὁ Δαμασκηνός· καὶ ὅσον προκόπτομεν τῇ συνηθείᾳ τῶν κατὰ Θεὸν ἐννοιῶν, τοσοῦτον ὁ πόθος τοῦ Θεοῦ ἕλκει ἡμᾶς κατανοεῖν, καὶ προσκυνεῖν ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ Πατρὶ φθάσωμεν, ὥς φησιν ὁ Κύριος, καὶ κατὰ τὸν Ἀπόστολον, ὅς ἔφη· πέντε λόγους θέλω τῷ νοί μου, ἢ μυρίους ἐν γλώσσῃ· καὶ πάλιν βούλομαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἄραι ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ, ὥστε τὰ μέν εἰσι φάρμακα ἀσθενείας, τὰ δὲ τελειότητες τοῦ νοός, καὶ αὕτη ἐστὶν ἡ λύσις τῶν τοιούτων ζητημάτων. Διότι πάντα μὲν καλὰ ἐν καιρῷ αὐτῶν· ἐν οὐ καιρῷ δὲ πάντα ἀσύμφωνα φαίνονται τοῖς ἀγνοοῦσι τὸν τοῦ ἑκάστου καιρόν, ὥς φησιν ὁ Σολομών, καιρὸς παντὶ πράγματι, πλὴν ὅταν τὶς φθάσῃ εἰς χρηστὰς ἐννοίας, ὀφείλει προσέχειν ἀκριβῶς ἵνα μένωσιν ἐν αὐτῷ αἱ τοιαῦται θεωρίαι, μήπως ἐξ ἀμελείας, ἢ ἐπάρσεως ἐγκαταλειφθῇ ὑπὸ τῆς χάριτος, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· ὅτι εἰμὲν αὔξονται ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου αἱ κατὰ Θεὸν ἔννοιαι, καὶ πρὸς κατάνυξιν, καὶ ταπείνωσιν μείζονα ἄγουσιν, ὀφείλει εὐχαριστεῖν ἀεί, καὶ ὁμολογεῖν τῷ Θεῷ τὴν χάριν, ὡς ὅτι ὅλως τὰ τοιαῦτα ἠξιώθη γινώσκειν, ἀνάξιον ὄντα ἑαυτὸν λογιζόμενος· εἰ δὲ παύσονται, καὶ σκοτίζεται πάλιν ἡ διάνοια, καὶ τὸν φόβον ἀποβάλλει, καὶ τὸ πένθος, ὀφείλει πολλὰ λυπηθῆναι, καὶ ταπεινῶσαι ἑαυτὸν ἔργῳ καὶ λόγῳ, ὡς ἤδη ἐγκατέλιπεν αὐτὸν ἡ χάρις, ἵνα γινώσκῃ τὴν ἰδίαν ἀσθένειαν, καὶ ταπείνωσιν κτήσηται, καὶ τὴν διόρθωσιν ἐπιμελήσηται, ὥς φησιν ὁ Μέγας Βασίλειος· ὅτι εἰμὴ ἠμελησέ τις περὶ τὸ κατὰ Θεὸν πένθος, οὐκ ἂν τὰ δάκρυα ὑστερεῖτο, ὅτε ἐβούλετο, διὰ τοῦτο ὀφείλομεν ἀεὶ γινώσκειν τὴν ἀσθένειαν ἡμῶν, καὶ τὴν χάριν τοῦ Θεοῦ, καὶ μήτε ἀπογνῶναι ἑαυτούς, εἴτι δ᾽ ἂν ἡμῖν συμβῇ· μήτε πάλιν θαρρεῖν ὅτι ἐσμέν τι ὅλως· ἀλλὰ μᾶλλον ἐλπίζειν ἀεὶ ἐπὶ τὸν Θεὸν μετὰ ταπεινώσεως, καὶ ταῦτα μὲν τῷ πολλὰ ζητοῦντι τὰ δάκρυα ἔργῳ, καὶ λόγῳ προσήκει, διότι τοσαύτης χάριτος ἠξιώθη, καὶ οὐκ ἐφύλαξε τὴν πρόγνωσιν τοῦ Θεοῦ, διὰ προσλαβοῦσαν, ἢ ἐνεστῶσαν, ἢ μέλλουσαν ἀμέλειαν, ἢ ἔπαρσιν ὡς εἴρηται.
Τῷ δὲ ἑκουσίως καταλιπόντι τὰ τοιαῦτα χαρίσματα, δηλαδὴ τὸ πένθος καὶ τὰ δάκρυα, καὶ τὰ φωτολαμπῆ νοήματα, τὶ ἄλλο πρέπει, εἰμὴ τὸ οὐαί; διότι οὐκ ἔχει ὁ κόσμος τοῦ τοιούτου ἀφρονέστερον, ὡς καταξιωθέντα ἀπὸ τῶν παρὰ φύσιν, δι᾽ ὧν ἔμελλε εἰς τὰ ὑπὲρ φύσιν φθάσαι, λέγω δὴ τὰ τῆς συνέσεως καὶ τῆς ἀγάπης δάκρυα, καὶ διὰ μηδαμινῶν πραγμάτων τινῶν ἢ λογισμῶν ξένων καὶ θελημάτων ἰδίων εἰς τὴν τῶν κτηνῶν ἀγνωσίαν στρέφεται, ὥσπερ κύων εἰς τὸν ἴδιον ἐμετόν· πλὴν ἐὰν θέλῃ πάλιν καὶ σχολάσῃ κατὰ Θεὸν ἐν τῇ ἀναγνώσει τῶν θείων γραφῶν μετὰ προσοχῆς καὶ μερίμνης τοῦ θανάτου, καὶ τὸν νοῦν τηρήσει ὅσον δυνηθῇ ἐκ τῶν ματαίων λογισμῶν ἐν τῇ προσευχῇ, εὑρεῖν ἔχει ἅπερ ἀπώλεσε καὶ μάλιστα εἴπερ οὐδέποτε λυπεῖται κατά τινος, κἂν τὰ μέγιστα δεινὰ ὑπ᾽ αὐτοῦ πάσχῃ πολλάκις, μηδένα ἀφῇ λυπηθῆναι κατ᾽ αὐτοῦ, ἀλλὰ πάσῃ δυνάμει τοῦτον θεραπεύειν ἔργῳ καὶ λόγῳ· τότε μᾶλλον μειζόνως εὐφραίνεται ὁ νοῦς, λυτρούμενος τὴν τοῦ θυμοῦ ταραχήν· καὶ γίνεται ἔμπειρος εἰς τὸ μηδέποτε ἀμελῆσαι τὴν ἰδίαν ψυχήν, φοβούμενος μήπως πάλιν ἐγκαταλειφθῇ, καὶ ἐκ τοῦ φόβου μένει ἄπτωτος, ἔχων ἀεὶ τὰ τῆς μετανοίας καὶ τοῦ πένθους δάκρυα, ἄχρις ἂν ἀναχθῇ εἰς τὰ τῆς ἀγάπης, καὶ τῆς χαρᾶς, ἐξ ὧν εἰς τὴν εἰρήνην τῶν λογισμῶν ἔλθῃ· χάριτι Χριστοῦ, καὶ πάντα μὲν οὕτως.
Ἡμεῖς δὲ οἱ ἔτι ἐμπαθεῖς, καὶ βαρυκάρδιοι ὀφείλομεν ἀείποτε μελετᾶν τὰ τοῦ πένθους ῥήματα, καὶ ἐρευνᾶν ἑαυτοὺς καθ᾽ ἑκάστην, πρίν τε τοῦ ὡρισμένου κανόνος, καὶ διὰ μέσου τούτου, καὶ εἰς τὸ τέλος, εἴτε ἐργαζόμενοι, οἱ ἀσθενέστεροι ἔτι πρὸς τὴν κατὰ Θεὸν ἀργίαν, καὶ σχολὴν πάντων, ὡς φησιν ὁ Ἅγιος Ἰσαάκ· εἴτε ἀργοὶ ἐπὶ τὸ αὐτὸ καθήμενοι, οἱ ἔχοντες ἀνυστάκτους ὀφθαλμούς, καὶ νήφουσαν διάνοιαν, ὡς φησιν ὁ τῆς Κλίμακος· βλέπε εἰς προκοπήν σου ἔσται, ἵνα στυφθῇ ἡμῶν ἡ ψυχή, καὶ δακρύειν ἄρχεται, ὡς φησιν ὁ Ἅγιος Δωρόθεος, ἀλλὰ ταῦτα μὲν εἴρηται περὶ τῶν προειρημένων ἐν ταῖς τρισὶ θεωρίαις, ἵνα καταξιωθῶμεν ἐλθεῖν εἰς τὰς λοιπὰς θεωρίας, ἐξ ὧν ἡ τετάρτη.
ΠΕΡΙ ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΘΕΩΡΙΑΣ
Ἥτις ἐστὶ κατανόησις τῆς τοῦ γλυκυτάτου Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συγκαταβάσεως καὶ διαγωγῆς ἐν τῷ κόσμῳ, καὶ κατὰ μικρὸν εἰς τὸ ἐπιλαθέσθαι ἡμᾶς καὶ αὐτῆς τῆς τροφῆς, ὥς φησιν ὁ Μέγας Βασίλειος, καὶ ὥσπερ τοῦ Μακαρίου Δαβὶδ ἠκούσαμεν, ὅτι ἐπελάθετο τοῦ φαγεῖν τὸν ἄρτον αὐτοῦ, φησὶν ὁ τῆς Κλίμακος ἐν τῷ ἁρπαγῆναι τὴν διάνοιαν αὐτοῦ πρὸς τὰ θαυμάσια τοῦ Θεοῦ, ἐν ἐκπλήξει πολλῇ, καὶ ἀπορεῖν πρὸς τὴν ἀνταπόδωσιν, ὡς φησιν ὁ οὐρανοφάντωρ Βασίλειος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν; δι᾽ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους ὁ ἥλιος τῆς δικαιοσύνης, ἐπὶ τὸν Σταυρὸν ὁ ἀπαθής, ἐπὶ τὸν Ἅδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή, ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσομεν, ὁ Θεὸς ἡμῶν δόξα σοι. Καὶ ὁ ἐκ Δαμασκοῦ, Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν εὐρυχωροτέρα τῶν οὐρανῶν, δι᾽ ὅ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι μεγαλύνουσι, καὶ πάλιν. Ἔφριξε πᾶσα ἀκοὴ τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρὸς γενόμενος ἄνθρωπος, δι᾽ ὃ τὴν ἄχραντον Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον, ἀύλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοὶ θεότητα ἄϋλον Πατρός, καὶ πνεύματος, ἐν υἱῷ μονογενεῖ ἀπαστράπτουσαν. Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύω σκιρτῶν μεγαλύνω, ἀγαθέ, παρουσίας σου. Ὅλος εἶ σῶτερ γλυκασμός, ὅλος εἶ ἐπιθυμία, καὶ ἔφεσις ὄντως ἀκόρεστος, ὅλος ὑπάρχεις κάλλος ἀμήχανον, καὶ ὁ μὲν διὰ σωματικῶν τε, καὶ ψυχικῶν ἀρετῶν τὴν τῶν τοιούτων γνῶσιν λαβών, καὶ τῶν κεκρυμμένων Μυστηρίων ἔν τε τοῖς λόγοις τῶν Ἁγίων ἀνδρῶν, καὶ τῶν θείων γραφῶν, καὶ μάλιστα τῶν Ἁγίων Εὐαγγελίων· αὐτὸς οὐκ ἔτι ἡρεμεῖ ἐκ τοῦ πόθου καὶ τῶν πολλῶν δακρύων, τῶν ἀεὶ γινομένων ἀβιάστως αὐτῷ. Ἡμεῖς δὲ οἱ ἐκ μόνων τῶν γραφῶν ἀκούοντες, ὀφείλομεν ἀεὶ σχολάζειν καὶ μελετᾶν, ἵνα ἐκ τοῦ πολλοῦ χρόνου ἐντυπωθῇ ὁ πόθος τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ ἡμῶν, ὡς φησιν Μάξιμος, καὶ ὡς οἱ Πατέρες ἐποίουν, πρὶν λαβεῖν τὴν αὐτόματον γνῶσιν. Ὅλος ὁ πόθος τῶν μαρτύρων ἀνεπέτατο, πρὸς μόνον τὸν δεσπότην, δι᾽ ἀγάπης αὐτῷ ἑνούμενος καὶ μέλπων, καὶ ὡς ὁ ἐκ Δαμασκοῦ ἔφη περὶ τῶν τριῶν παίδων. Νόμων Πατρώων οἱ μακαριστοὶ ἐν Βαβυλῶνι παῖδες προκινδυνεύοντες βασιλεύοντος κατέπτυσαν προσταγῆς ἀλογίστου· καὶ συνημμένοι ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον ἀνέμελπον τὸν ὕμνον· καὶ εἰκότως, ὅταν αἰσθανθῇ τις τῶν θαυμασίων τοῦ Θεοῦ, ὅλος ἐξίσταται, καὶ ἐπιλανθάνεται καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς, ἐκ τῆς τῶν θείων γραφῶν κατανοήσεως, φησιν ὁ Ἅγιος Ἰσαάκ, καὶ οὐχὶ ὥσπερ ἡμεῖς ἴσως ἐκ τῶν γραφῶν κατανυσσόμεθα μικρόν, καὶ ἐκ τῆς ῥαθυμίας, καὶ λήθης, καὶ ἀγνωσίας πάλιν σκοτιζόμεθα, καὶ ἀναισθητοῦμεν ἐκ τῶν παθῶν, ὁ γὰρ καθαρθεὶς διὰ τοῦ πένθους ἐκ τῶν παθῶν, ἐκεῖνος αἰσθάνεται τῶν κεκρυμμένων μυστηρίων ἐν πάσαις ταῖς γραφαῖς, καὶ ἐκ πάντων ἐκπλείττεται, ἐξαιρέτως δὲ ἐκ τοῦ Ἁγίου Εὐαγγελίου, τῶν τε ἔργων, καὶ λόγων, καὶ πῶς τὰ δυσχερῆ ἡ σοφία τοῦ Θεοῦ εὐχερῆ κατεσκεύασεν, ὥστε κατὰ μικρὸν Θεὸν ποιεῖν τὸν ἄνθρωπον, ἀγαθόν, ὡς τοὺς ἐχθροὺς ἀγαπᾶν δυνάμενον· οἰκτίρμονα, ὡς τὸν Πατέρα οἰκτίρμονα ὄντα· ἀπαθῆ, ὡς τὸν ἀπαθῆ Θεὸν· πᾶσαν ἀρετὴν ἔχοντα, καὶ τὸ τέλειον, ὡς τὸν Πατέρα τέλειον ὄντα, καὶ ἁπλῶς, ὅσα τῷ Θεῷ πρέπουσι, διδάσκει ἡ Ἁγία Βίβλος αὕτη τὸν ἄνθρωπον, ἵνα θέσει Θεὸς γένηται· καὶ τίς οὐ θαυμάζει τὴν τοῦ Ἁγίου Εὐαγγελίου πραγματείαν; ὅτι ἐκ μόνης προαιρέσεως πᾶσαν ἀνάπαυσιν ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι χαρίζεται μετὰ τιμῆς πολλῆς, ὥς φησιν ὁ Κύριος, ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ἐνταῦθα μαρτυρεῖ ὁ Πέτρος καταλιπὼν τὰ δίκτυα, καὶ λαβὼν τὰς κλεῖς τῶν οὐρανῶν, καὶ οἱ λοιποὶ Ἀπόστολοι, ἕκαστος, ἅπερ εἶχε καταλιπὼν μικρά τινα, τὸν κόσμον ὅλον ὑπὸ χεῖρας ἔλαβον, ἐν τῷ νῦν, καὶ ἐν τῷ μέλλοντι, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· καὶ οὐ μόνον ἐπὶ τοὺς Ἀποστόλους ταῦτα γέγονεν, ἀλλ᾽ ἐπὶ πάντας τοὺς προαιρουμένους ταῦτα γίνεται ἄχρι τῆς σήμερον, ὥς φησι τῶν Πατέρων, ὅτι εἰ καὶ ἐκοπίων ἐν τῇ ἐρήμῳ, ἀλλ᾽ οὖν πολλὴν ἀνάπαυσιν εἶχον, τοῦτο δὲ ἔλεγε περὶ τῆς ἀταράχου ζωῆς, καὶ ἀμερίμνου· καὶ τίς ἄρα ἡμῖν δοκεῖ ἀνάπαυσιν καὶ τιμὴν ἔχειν μείζονα ὁ κατὰ Θεὸν σχολάζων καὶ πράττων τὰ ἴδια;
ἢ ὁ ἐν ταραχαῖς καὶ δικαστηρίοις διάγων καὶ μερίμναις βιωτικαῖς; ὁ προσομιλῶν ἀεὶ τῷ Θεῷ διὰ τῆς μελέτης τῶν θείων γραφῶν καὶ ἀπερισπάστου προσευχῆς καὶ δακρύων; ἢ ὁ κοπιῶν καὶ ἀγρυπνῶν ἐν κλοπαῖς καὶ ἀθέσμοις πράξεσιν, αἷς ἀποτυχών, μόνου τοῦ κόπου καὶ τοῦ διπλοῦ θανάτου ἴσως ἔτυχεν; ἰδοὺ τοίνυν καὶ τὸν θάνατον ὑπομένομεν μετὰ πολλοῦ κόπου καὶ ἀτιμίας δίχα κέρδους, μᾶλλον δὲ καὶ μεγίστην ζημίαν πολλάκις τινὲς ἔπαθον ψυχῆς ἀπωλείας ἕνεκα. Λησταί φημι, καταποντισταί, πόρνοι καὶ μάχιμοι, οἵτινες οὐκ ἠβουλήθησαν μετὰ ἀναπαύσεως τιμῆς τε καὶ κέρδους σωθῆναι. Ἀλλ᾽ ὦ τῆς τυφλότητος, τὸν θάνατον διὰ τὸ ἀπολεσθῆναι ὑπομένομεν, καὶ διὰ τὸ σωθῆναι οὐδὲ τὴν ζωὴν ἀγαπῶμεν· εἰ δὲ καὶ θάνατος πρόκειται ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, τί τὸ περισσὸν ποιοῦμεν τοῦ ληστοῦ καὶ τοῦ τυμβορύχου ἢ τοῦ στρατιώτου; οἵτινες, ἄρτου μόνου ἕνεκα, τὸν μέλλοντα μετὰ τοῦ παρόντος ὑπέμειναν πολλάκις θάνατον· εἰ μὴ ὅτε διὰ Χριστὸν ὁ πρῶτος γένηται σκοπός, δι᾽ οὗ βασιλεία τῶν οὐρανῶν δίδοται τοῖς προαιρουμένοις, ἐν μὲν τῷ παρόντι νοητῶς ἐν τῷ καταφρονεῖν πάντα καὶ δοῦλα ἔχειν αὐτῷ, βασιλεύειν τε οὐ μόνον ἐπὶ τὰ πράγματα, ἀλλὰ καὶ ἐπὶ τὸ σῶμα, τῇ τούτου καταφρονήσει καὶ ἐπὶ τὸν θάνατον, τῇ τῆς πίστεως εὐτολμίᾳ· ἐν δὲ τῷ μέλλοντι σὺν Χριστῷ αἰωνίως βασιλεύειν μετὰ σώματος διὰ τῆς χάριτος τῆς κοινῆς ἀναστάσεως· καὶ ὁ μὲν θάνατος ἐπίσης ἁμαρτωλοῦ καὶ δικαίου γίνεται, ἡ δὲ διαφορὰ πολλή· καὶ ὡς μὲν θνητοὶ θνήσκουσιν ἀμφότεροι καὶ οὐ θαυμαστόν· ἀλλ᾽ ὁ μὲν ἄμισθος καὶ κατάκριτος ἴσως· ὁ δὲ μακάριος ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι· τί δὲ μέγα τὸ ἀποκτᾶν χρήματα; ἅπερ ἄκων καταλιπεῖν ἔμελλεν ὁ ταῦτα ἔχειν δοκῶν, οὐ μόνον ἐν τῷ καιρῷ τοῦ θανάτου, ἀλλὰ καὶ πρὸ τούτου πολλάκις· μετὰ πολλῆς αἰσχύνης, κόπου τε καὶ πόνου; ἴσως δὲ καὶ θάνατόν τινες ὑπέμειναν, ἕνεκα τούτων μετὰ τοὺς ἀναριθμήτους πειρασμοὺς τοῦ πλούτου, τὸν φόβον φημί, τὴν μέριμναν καὶ διηνεκῆ λύπην τε καὶ ταραχὴν ἑκουσίως καὶ ἀκουσίως· ἡ δὲ ἁγία ἐντολὴ ἐκ πάντων τούτων ῥύεται τὸν ἄνθρωπον καὶ πᾶσαν ἀμεριμνίαν καὶ ἀφοβίαν αὐτῷ χαρίζεται, πολλάκις δὲ καὶ εὐφροσύνην ἀνεκλάλητον τοῖς μάλιστα προτιμῶσιν ἑκουσίως τὴν ἀκτημοσύνην.
Τί ἄρα θυμηδέστερον τοῦ γενέσθαι τινὰ ἀπαθῆ, μηδ᾽ ὅλως κρατούμενον ὑπὸ θυμοῦ ἢ ἐπιθυμίας τινὸς τῶν κατὰ κόσμον πραγμάτων; ἀλλὰ τὰ τοῖς πολλοῖς ἐπιθυμητὰ εἰς οὐδὲν λογιζόμενον καὶ ἐπάνω πάντων γινόμενον, ὡς ἐν Παραδείσῳ, μᾶλλον δὲ ἐν Οὐρανῷ διάγειν καὶ πάσης ἀνάγκης ἀνώτερον τῇ ἀμεριμνίᾳ καὶ κατὰ Θεὸν σχολῇ; ἐν γὰρ τῷ ὑπομένειν τὰ ἐπερχόμενα μετὰ χαρᾶς, πᾶν ὅ,τι γίνεται, ἀναπαύει αὐτόν, καὶ ἐν τῷ ἀγαπᾶν πάντας ὑπὸ πάντων ἀγαπᾶται· καὶ ἐν τῷ καταφρονεῖν αὐτὸν πάντα, ἐπάνω πάντων γίνεται· καὶ ἐν τῷ μὴ θέλειν ἔχειν τι ὑπὲρ οὗ μάχεται ἄλλος, καὶ λυπεῖται μὲν ἀποτυχών, κατακέκριται δὲ ἴσως ἐπιτυχὼν τοῦ ποθουμένου. Ὁ δὲ ποθῶν τι λυτροῦται αὐτὸς διὰ τῆς ἐντολῆς πάντων τῶν ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι δεινῶν· ἐπειδὴ τὸ μὴ θέλειν τι ἔχειν, ὅπερ οὐ κέκτηται, πάσης ἀναπαύσεώς ἐστι καὶ πλούτου ἐπέκεινα, ὥσπερ καὶ ὁ ἐπιθυμῶν ἅπερ οὐκ ἔχει, κόλασίς ἐστι μεγίστη πρὸ τῆς αἰωνίου κολάσεως, καὶ ὁ τοιοῦτος δοῦλός ἐστι, κἄν τε βασιλεὺς εἶναι δοκῇ καὶ πλούσιος. Τί δὲ βάρος λέγουσιν αἱ ἐντολαὶ τοῦ Κυρίου; ἅπερ οὐ ποιοῦμεν οἱ ἄθλιοι ἄμισθα μετὰ πολλῆς προθυμίας.
Ὁ οὖν δυνηθεὶς τὴν τοῦ ἁγίου Εὐαγγελίου χάριν κατανοεῖν ἐκ μέρους καὶ τὰ ἐν αὐτῷ κείμενα, λέγω δὴ τὰς πράξεις καὶ διδασκαλίας τοῦ Κυρίου, τάς τε ἐντολὰς αὐτοῦ καὶ τὰ δόγματα, τάς τε ἀπειλὰς καὶ ἐπαγγελίας, αὐτὸς εἶδε ποίους θησαυροὺς ἀνελλιπεῖς εὗρεν, εἰ καὶ οὐ δύναται περὶ τῶν τοιούτων διηγήσασθαι ὡς δεῖ, διότι ἄφραστά εἰσι τὰ οὐράνια· ὁ γὰρ Χριστὸς ἐν τῷ Εὐαγγελίῳ κέκρυπται, καὶ ὁ θέλων αὐτὸν εὑρεῖν ὀφείλει πρῶτον πωλῆσαι πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ ἀγορᾶσαι τὸ Εὐαγγέλιον, ἵνα μὴ μόνον αὐτὸν εὑρεῖν δυνηθῇ ἐκ τῆς ἀναγνώσεως ἴσως, ἀλλὰ καὶ λαβεῖν ἐν ἑαυτῷ διὰ τῆς μιμήσεως αὐτοῦ τῆς ἐν τῷ κόσμῳ διαγωγῆς, ὅτι ὁ ζητῶν τὸν Χριστόν, φησὶν ὁ Ἅγιος Μάξιμος, οὐκ ὀφείλει ζητεῖν αὐτὸν ἔξωθέν, ἀλλ᾽ ἐν ἑαυτῷ, ἤτοι τῷ γενέσθαι σῶμα καὶ ψυχήν· ὥσπερ ὁ Χριστὸς ἀναμάρτητος κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, καὶ τὸ μαρτύριον τῆς συνειδήσεως φυλάττειν πάσῃ δυνάμει, ἵνα παντὸς ἰδίου θελήματος βασιλεύσῃ καὶ περιγένηται τῇ τούτου καταφρονήσει, κἂν κατὰ κόσμον πένης ὑπάρχῃ καὶ ἀγενής· διότι ποίαν ὠφέλειαν ἔχει ὁ δοκῶν εἶναι βασιλεύς, καὶ ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας τυραννεῖται μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἐν δὲ τῷ μέλλοντι τὴν αἰώνιον κόλασιν εὑρίσκει, εἰ περ οὐ τηρῆσαι βουληθῇ τὰς θείας ἐντολάς; ἀλλ᾽ ὦ τῆς ἀνοίας, πῶς οὐ θέλομεν διὰ μικρῶν τινων καὶ προσκαίρων τὰ μεγάλα καὶ αἰώνια ἀγαθὰ λαβεῖν, ἀλλὰ τὰ μὲν ἀγαθὰ ἀποβαλλόμεθα, τῶν δὲ ἐναντίον ἐφιέμεθα· τί δέ ἐστιν εὐτελέστερον ποτηρίου ψυχροῦ ὕδατος ἢ κλάσματος ἄρτου δόσεως, ἢ θελήματος καὶ μικροῦ νοήματος ἰδίου ἀποχῆς; δι᾽ ὧν βασιλεία οὐρανῶν ἡμῖν πρόκειται, χάριτι τοῦ εἰπόντος, ἰδοὺ ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν; οὐ γὰρ μακρὰν ὑπάρχει, φησὶν ὁ Δαμασκηνός, οὐδὲ ἔξωθεν, ἀλλ᾽ ἐντός· μόνον θέλησον περιγενέσθαι τῶν παθῶν καὶ ἰδοὺ ἔχεις αὐτὴν ἐν ἑαυτῷ διὰ τὸ θεαρέστως βιοῦν· ἐὰν δὲ οὐ θέλεις, οὐδὲν ἔχεις· ἐπεὶ ἡ βασιλεία τοῦ Θεοῦ, φασὶν οἱ Πατέρες, λέγεται τὸ θεαρέστως ζῇν, καὶ ἡ πρώτη παρουσία τοῦ Κυρίου καὶ ἡ δευτέρα· καὶ περὶ μὲν τῆς δευτέρας προεγράφη εἰς τὰ τοῦ πένθους ῥήματα, τὴν δὲ πρώτην ὁ καταλαβὼν ὑπὸ τῆς χάριτος ἐν αἰσθήσει ψυχῆς μετὰ πολλῆς ἐκπλήξεως ὀφείλει λέγειν· Μέγας εἶ Κύριε καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου· ἰδοὺ γλυκύτατέ μου δέσποτα ὁ δοῦλος σου ἐνώπιόν σου ἄφωνος, ἀργὸς ἱστάμενος πρὸς σὲ, ἀναμένω τὸν παρὰ σοῦ φωτισμὸν τῆς γνώσεως· σὺ γὰρ εἶπας Κύριε, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· σὺ οὖν δίδαξόν με τὰ περὶ σοῦ· τούτου χάριν ἐτόλμησα πρὸς τοὺς ἀχράντους σου πόδας, ὡς ἡ ἀδελφὴ Λαζάρου τοῦ φίλου σου, καθεσθῆναι, ἵνα ἀκούσω κἀγώ τι νοερῶς, εἰ καὶ μὴ περὶ τῆς σῆς ἀκαταλήπτου θεότητος, ἀλλ᾽ οὖν περὶ τῆς ἐν κόσμῳ σωματικῆς σου διαγωγῆς· ὅπως αἴσθησίν τινα μικρὰν λάβω τῶν εἰρημένων, ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ τῆς χάριτός σου· καὶ πῶς ἀνεστράφης μεθ᾽ ἡμῶν, πρᾶός τε, καὶ ταπεινὸς τῇ καρδίᾳ ὡς ἔφη τὸ πανάγιόν σου στόμα, πρὸς τὸ μαθεῖν ἡμᾶς ἀπὸ σοῦ ταῦτα· καὶ τοσαύτῃ πενίᾳ ὁ πλούσιος ἐν ἐλέει, ἐν κόπῳ τε, καὶ δίψῃ ἑκουσίως, ὁ τὸ ὕδωρ τὸ ζῶν παρέχων τῇ Σαμαρείτιδι, ὡς εἶπας Κύριε, ὁ διψῶν ἐρχέσθω πρός με, καὶ πινέτω, σὺ γὰρ εἰ ἡ πηγὴ τῶν ἰαμάτων, καὶ τὶς δύναται ὑμνεῖν σου τὴν ἐν κόσμῳ διαγωγήν;
ἀλλ᾽ ἐπειδὴ ἠξίωσάς με τὸν χοῦν, τὴν τέφραν, τὴν κόνιν, τὸν παραβάτην, τὸν αὐτοκτόνον, τὸν πολλά σοι ἡμαρτηκότα, καὶ ἀεὶ ἁμαρτάνοντα, κατανοεῖν ὅλως τι ἐκ τῶν σῶν πραξεών τε καὶ ῥημάτων, καὶ τολμᾶν σε ἐρωτῆσαι περὶ τούτων, ὡς ἐκ πίστεως δοκῶν βλέπειν σε τὸν ἀόρατον· πάσῃ τῇ κτίσει συγχώρησόν μοι τῇ τόλμῃ· σύ γὰρ οἶδας, Κύριε καρδιογνῶστα, ὅτι οὐ περιεργαζόμενος ἐρωτῶ, ἀλλὰ ζητῶ μαθεῖν, πιστεύων ὅτι ἐὰν ἀξιωθῶ τῆς παρὰ σοῦ γνώσεως, ὡς καὶ τοῖς σὲ ποθοῦσι χαρίσαι μοι ἔχεις ὁ φιλάνθρωπος, καὶ τὴν κατὰ δύναμιν ἐργασίαν, πρὸς τὸ μιμήσασθαί σου τὴν κατὰ σάρκα διαγωγήν, δι᾽ ἧς κατὰ χάριν ἐκλήθην Χριστιανός· εἰ καὶ οὐδεὶς δύναται ὥσπερ οἱ μαθηταί σου ὑπομένειν τὸν ὑπὲρ τῶν ἐχθρῶν θάνατον, ἀλλ᾽ οὐδὲ τὴν σήν, καὶ αὐτῶν πτωχείαν καὶ ἀρετὴν κτήσασθαι, ἀλλ᾽ ἐκ μέρους ἕκαστος ἡμῶν πρὸς τὴν προαίρεσιν αὐτοῦ· κἂν, γάρ τις, ὑπὲρ σοῦ καθ᾽ ἑκάστην ἀποθάνῃ, οὐδ᾽ οὕτως τοῦ χρέους ἀποβληθῆναι δύναται· διότι σὺ μὲν Κύριε Θεὸς τέλειος ὢν, καὶ ἄνθρωπος τέλειος, ἀναμαρτήτως διῆγες ἐν τῷ κόσμῳ τούτῳ, καὶ ὑπὲρ πάντων πάντα ὑπέμεινας· ἡμεῖς δὲ κἄν τι ἴσως ὑπομένωμεν, ὑπὲρ ἑαυτῶν, καὶ τῶν οἰκείων ἁμαρτιῶν πάσχομεν· καὶ τίς οὐκ ἐξίσταται κατανοῶν σου τὴν ἄφατον συγκατάβασιν; ὅτι Θεὸς ὢν ἀκατάληπτος, παντοδυνάμός τε, καὶ παντοκράτωρ· καθήμενος ἐπὶ τῶν Χερουβίμ, τῶν λεγομένων, πληθυνομένην σοφίαν, δι᾽ ἡμᾶς τοὺς πολλά σε παροργίζοντας ἐξ ἀρχῆς καὶ ἄνωθεν, ἐταπείνωσας σεαυτόν, ὥστε καταδέξω γέννησιν καὶ ἀνατροφήν, διωγμούς τε, καὶ λιθασμούς, χλευασμούς τε καὶ μυκτηρισμούς, κολαφισμούς τε, καὶ ῥαπισμούς, ἐμπαιγμούς τε, καὶ ἐμπτύσματα, ἔπειτα Σταυρόν, καὶ ἥλους σπόγγον τε, καὶ κάλαμον, ὄξος τε, καὶ χολήν, καὶ ὅσα οὐκ εἰμὶ ἄξιος ἀκοῦσαι· εἶτα λόγχη ἡ ἀκήρατός σου πλευρὰ ἐκεντήθη, ἐξ ἧς ἐπήγασας ἡμῖν τὴν αἰώνιον ζωήν· τὸ τίμιόν σου αἷμα καὶ ὕδωρ· ὑμνῶ σου τὸν τόκον, καὶ τὴν τεκοῦσάν σε, ἣν ἐφύλαξας Παρθένον καὶ μετὰ τόκον ὡς πρὸ τόκου. προσκυνῶ σε ἐν σπηλαίῳ καὶ φάτνῃ σπαργανούμενον· δοξάζω σε, εἰς Αἴγυπτον σὺν τῇ Παρθένῳ σου μητρί, καὶ ἀχράντῳ ἀναχωροῦντα, καὶ εἰς Ναζαρὲτ οἰκοῦντα, καὶ ὑποταττόμενον τοῖς κατὰ σάρκα γονεῦσι· τῷ νομιζομένῳ πατρί, καὶ τῇ κατὰ ἀλήθειαν μητρί· ὑμνῶ σε ἐν τῷ Ἰορδάνῃ βαπτιζόμενον ὑπὸ τοῦ προδρόμου σε, Κύριε, καὶ τὸν μαρτυρήσαντά σε Πατέρα, καὶ τὸ δηλοποιῆσάν σε Ἆγιον Πνεῦμα, καὶ τὴν σὴν βάπτισιν, καὶ τὸν βαπτιστὴν Ἰωάννην τὸν Προφήτην, καὶ δοῦλόν σου· δοξάζω σε νηστεύοντα δι᾽ ἡμᾶς, καὶ πειραζόμενον ἑκουσίως, καὶ νικήσαντα τὸν ἐχθρὸν ἐν τῷ σώματι, ὃ ἔλαβες ἐξ ἡμῶν, καὶ δωρούμενον ἡμῖν τὴν νίκην κατ᾽ αὐτοῦ τῇ ἀφράστῳ σου σοφίᾳ, συνδιάγοντά τε τοῖς μαθηταῖς σου, καὶ λεπροὺς καθαίροντα, χωλούς τε ἀνορθοῦντα, καὶ τυφλοῖς τὸ φῶς χαρίζοντα, κωφοῖς τε, καὶ ἀλάλοις τὸ λαλεῖν, καὶ ἀκούειν παρέχοντα, εὐλογοῦντα τε τοὺς ἄρτους, καὶ ἐπὶ τῆς θαλάσσης ὡς ἐπὶ ξηρᾶς περιπατοῦντα, καὶ ὄχλους διδάσκοντα περὶ πράξεών τε, καὶ θεωριῶν· περὶ τοῦ Πατρός καὶ τοῦ Ἁγίου Πνεύματος ἀναγγέλλοντα, καὶ περὶ τῶν μελλόντων ἀπειλῶν τε, καὶ ἐπαγγελιῶν, προλέγοντα, καὶ περὶ πάντων τῶν εἰς σωτηρίαν ἡμῶν συντεινόντων· τὸν ἐχθρόν τε προκαταλαμβάνοντα, καὶ ἐκ ριζῶν τὰ πάθη ἀνασπῶντα, τῇ πανσόφῳ διδασκαλίᾳ· καὶ τοὺς μὲν μωρούς, σοφίζοντα, τοὺς δὲ πανούργους, ἀσόφους καταβαλόντα τῇ ἀπείρῳ σου σοφίᾳ, τούς τε νεκροὺς ἐγείραντα, τῇ ἀφάτῳ σου δυναστείᾳ, καὶ ἐκβάλλοντα τὰ δαιμόνια ἐξουσιαστικῶς, ὡς Θεὸς τῶν ἁπάντων, καὶ οὐ μόνον ταῦτα ποιῶν δι᾽ ἑαυτοῦ, ἀλλὰ καὶ τοῖς δούλοις σου ἐξουσίαν δωρούμενος εἰς τὸ ποιῆσαι μείζονα, ἵνα μειζόνως θαυμάζωμεν, ὡς εἶπας Κύριε, Μέγα σου, τὸ ὄνομα, ὅτι διὰ σοῦ πάντα γίνονται τὰ τεράστια ὑπὸ τῶν ἁγίων σου.
Δέσποτε Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ λόγε τοῦ Θεοῦ· τὸ γλυκύτατον ὄνομα τῆς ἡμῶν σωτηρίας, μεγάλη σου ἡ δόξα· μεγάλα σου τὰ ἔργα· θαυμαστοὶ οἱ λόγοι σου, καὶ γλυκύτεροι ὑπὲρ μέλι, καὶ κηρίον· δόξα σοι Κύριε, δόξα σοι, καὶ τίς δύναται δοξάζειν καὶ ὑμνεῖν σου τὴν συγκατάβασιν, τὴν ἀγαθότητα, τὴν δύναμιν, τὴν σοφίαν, τὴν διαγωγὴν ἐν τῷ κόσμῳ, καὶ διδασκαλίαν; καὶ πῶς φυσικῶς αἱ ἅγιαί σου ἐντολαὶ τὸν ἐνάρετον βίον μετὰ εὐκολίας διδάσκουσιν, ὡς ἔφης Κύριε· ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν· καὶ πάλιν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν, καὶ ὅσα ἂν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· καὶ τίς ἄρα αἴσθησιν λαβὼν τῶν σῶν ἐντολῶν, καὶ λοιπῶν ῥημάτων, οὐκ ἐκπλαγήσεται, κατανοῶν σου τὴν ἄπειρον σοφίαν; ἡ σοφία τοῦ Θεοῦ, ἡ ζωὴ τῶν ἁπάντων, ἡ χαρὰ τῶν Ἀγγέλων, τὸ ἄρρητον φῶς, ἡ ἀνάστασις τῶν νεκρῶν, ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ὑμνῶ σου τὴν μεταμόρφωσιν, τὴν σταύρωσιν, τὴν ταφήν, καὶ τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, καὶ τὴν ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ Πατρὸς καθέδραν· τὴν ἐπιδημίαν τοῦ Ἀγίου Πνεύματος, καὶ τὴν δευτέραν παρουσίαν τὴν σὴν μετὰ δυνάμεως καὶ δόξης πολλῆς καὶ ἀκατανοήτου· ἠτόνησα· Κυριέ μου· ἐναντίον τῶν θαυμασίων σου, καὶ πρὸς τὴν σιωπὴν ἐξ ἀπορίας φεύγειν βούλομαι· ἀλλὰ τί ποιῆσαι οὐκ οἶδα· ὅτι ἐὰν μὲν σιωπήσω, ἐκπλήττομαι, ἐὰν δὲ τολμήσω εἰπεῖν τι, ἀπορῶ καὶ ἐξίσταμαι· ἀνάξιον ἐμαυτὸν ἡγοῦμαι τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ἄξιον πάσης κολάσεως· οὐ μόνον δι᾽ ἃ ἥμαρτον, ἀλλὰ πολλῷ μᾶλλον δι᾽ ἃ εὐηργετήθην, ἀχάριστος ὢν ὁ ἄθλιος, ἐνέπλησας γάρ μου τὴν ψυχὴν παντὸς ἀγαθοῦ· ὑπεράγαθε Κύριε, κατενόησα τὰ ἔργα σου ἐκ μέρους, καὶ ἐξέστη μου ἡ διάνοια· εἰς οὐδὲν ὅλως γέγονα, μόνα τὰ σὰ βλέπων· δέσποτα, πλὴν οὐκ ἐμὴ ἡ γνῶσις. οὐδὲ ἡ ἐργασία, ἀλλὰ σοῦ ἡ χάρις· διὰ τοῦτο τίθημι χεῖρα ἐπὶ στόματος, ὡς ποτὲ ὁ Ἰώβ, καὶ πρὸς τοὺς ἁγίους καταφεύγω ἐξ ἀπορίας ὁ ἄθλιος.
Δέσποινα τοῦ κόσμου ἀγαθή, σὺ εἶδας ὅτι οὐκ ἔχομεν παρρησίαν οἱ ἁμαρτωλοί, πρὸς ὃν ἔτεκες Θεόν· ἀλλ᾽ εἰς σὲ θαρροῦντες οἱ δοῦλοί σου, προσπίπτομεν τῷ δεσπότῃ διὰ σοῦ, ὡς ἔχουσα παρρησίαν πρὸς αὐτόν, ὡς υἱόν σου καὶ Θεὸν ἡμῶν· τούτῳ τοίνυν κἀγὼ ὁ ἀνάξιος πιστεύων, παρακαλῶ σε Δέσποινα, ἵνα μοι δωρήσηται αἴσθησιν τῶν σῶν χαρισμάτων, καὶ τῶν λοιπῶν ἁγίων· καὶ πῶς τοσαύτας ἀρετὰς ἀπεδείξασθε καὶ σοῦ μὲν αὐτὸ τοῦτο μόνον, τὸ γεννηθῆναι τὸν υἱὸν τοῦ Θεοῦ ἐκ σοῦ, ὑπερτέραν πάντων οὖσαν τῶν ὄντων ἐμαρτύρησεν· εὗρε γάρ σε δοχεῖον ἄξιον τῆς αὐτοῦ κατοικίας ὁ γινώσκων τὰ πάντα πρὶν γενέσθαι, ὡς ποιητὴς ἁπάντων, καὶ οὐδεὶς δύναται περὶ τῶν σῶν ἐρωτᾶν, ὑπὲρ φύσιν ὄντων, ὑπὲρ νοῦν σε, καὶ ἔννοιαν Κυρίως Θεοτόκον σὲ ὁμολογοῦμεν οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες, διότι Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ πάναγνε ὡράθη βροτοῖς λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν, καὶ τί σε καλέσωμεν ὦ κεχαριτωμένη; οὐρανόν, ὅτι καὶ τὰ ἑξῆς. Θεοτόκε σὺ εἰ ἡ ἄμπελος ἡ ἀληθινὴ, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν πρέσβευε ἔνδοξε μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ὀρθοδόξως Θεοτόκον ὁμολογούντων, καὶ μακαριζόντων σε τὴν ἀειμακάριστον, ὡς προέφης, Δέσποινα, καὶ γὰρ πᾶσαι αἱ γενεαί σε μακαριοῦμεν τὴν μόνην Θεοτόκον, τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως καὶ τὰ ἑξῆς.
Ἀλλὰ μὴ δυνάμενος τὰ σὰ κατανοεῖν, τὰ τῶν λοιπῶν ἁγίων θαυμάζων ἐρῶ. Πῶς διῆγες ὦ Βαπτιστά, καὶ Πρόδρομε τοῦ Κυρίου ἐν τῇ ἐρήμῳ; καὶ τί σε καλέσωμεν Προφῆτα; Ἄγγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον. ὅτι ὡς ἀσώματος διῆλθες. Ἀπόστολον, ὅτι ἐσαγήνευσας τὰ ἔθνη. Μάρτυρα δὲ ὅτι σοῦ ἡ κεφαλὴ ὑπὲρ Χριστοῦ ἐτμήθη· αὐτὸν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς ἡμῶν, φησὶ μὲν ὁ Σολομών. Μνήμη δικαίου, μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε, ἀνεδείχθης γὰρ ὄντως καὶ τὰ ἑξῆς. Ἅγιοι Ἀπόστολοι, καὶ μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα ἐκηρύξατε λέγοντες, ἐν ἀρχῇ ἦν ὁ λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθατε παρὰ ἀνθρώπων, ἀλλ᾽ ἐκ τῆς ἄνωθεν σοφίας· δι᾽ ὃ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν δεόμεθα, θαυμάζω δὲ ὑμῶν τὴν θεοφίλειαν ὥς φησιν εἰς τὰ ἀρχαῖα τροπάρια, Κύριε σὲ εἰλικρινῶς ἐπὶ τῆς γῆς οἱ Ἀπόστολοι ποθήσαντες, σκύβαλα ἡγήσαντο πάντα, ἵνα σὲ μόνον κερδήσωσι, καὶ ὑπὲρ σοῦ αἰκισμοῖς τὰ σώματα παρέδωκαν, διὰ τοῦτο δοξασθέντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ πῶς ἄνθρωποι ὄντες, ὡς ἡμεῖς, καὶ σάρκα φοροῦντες πηλίνην, τοσαύτας ἀρετὰς ἐπεδείξασθε, ὥστε ὑπὲρ τῶν ἀποκτεινόντων ὑμᾶς, θάνατον ὑπεμείνατε; καὶ πῶς οἱ ὀλίγοι ὅλου τοῦ κόσμου περιεγένεσθε; καὶ ἰδιῶται, καὶ ἀγράμματοι τοὺς βασιλεῖς, καὶ δυνάστας ἐνικήσατε; καὶ ταῦτα ἄοπλοι, καὶ γυμνοί, καὶ δι᾽ ἐκείνων, τοὺς ἀοράτους δαίμονας, οἱ πτωχοί, καὶ ἀσθένειαν σαρκὸς περικείμενοι, καὶ τί μὲν ἦν ἡ τοιαύτη δύναμις, μᾶλλον δὲ πίστις, δι᾽ ἧς τοῦ Ἁγίου Πνεύματος δύναμιν ἐλάβετε, ὑμεῖς τε καὶ οἱ Ἅγιοι Μάρτυρες οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες; πρεσβεύσατε πρὸς Κύριον ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι. Ὅσιοι καὶ τὰ ἑξῆς. Καὶ τίς οὐκ ἐξίσταται ὁρῶν· Ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ὃν ἠγωνήσασθε; πῶς ἐν σώματι ὄντες τὸν ἀσώματον ἐχθρὸν ἐνικήσατε; Χριστὸν ὁμολογήσαντες, καὶ σταυρῷ ὁπλισάμενοι, ὅθεν ἐπαξίως ἀνεδείχθητε δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν· ὥσπερ γὰρ οἱ πρὸ ὑμῶν τρεῖς παῖδες, οὐκ ἐλπίδι μισθῶν τοὺς ἄθλους ὑπεμείνατε, ἀλλ᾽ ἀγάπης θείας ἕνεκα, ὡς αὐτοὶ εἰρήκατε, ἐὰν καὶ μὴ ῥύεται ἡμᾶς δηλαδὴ οὐδ᾽ οὕτως αὐτὸν ἀρνησόμεθα, ὡς μὴ ῥυόμενον. Θαυμάζω δὲ τὴν ὑμῶν ἄκραν ταπείνωσιν ἅγιοι τρεῖς παῖδες, ὅτι ἀπορεῖν πρὸς εὐχαριστίαν, ἐν μέσῳ τῆς φλογὸς ὄντες εἰρήκατε, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ Προφήτης, καὶ ἡγούμενος καὶ τὰ ἑξῆς· ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως, θαυμάζω δὲ καὶ τὴν δύναμιν τοῦ Θεοῦ τὴν γενομέην εἰς ὑμᾶς, καὶ εἰς Ἡλίαν τὸν Προφήτην, ὥς φασιν, ὁ Δαμασκηνός. Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρᾶς· Χριστὲ μόνῳ τῷ βούλεσθαι, ἀλλὰ ποῖα κατανοήσω πρῶτον; τὴν τοῦ Ἁγίου Εὐαγγελίου πραγματείαν; ἢ τῶν Ἁγίων Ἀποστόλων τὰς πράξεις; τῶν Ἁγίων Μαρτύρων τοὺς ἄθλους, ἢ τῶν Ἁγίων Πατέρων τοὺς ἀγῶνας; τῶν παλαιῶν, ἢ τῶν νέων Ἁγίων ἀνδρῶν τε, καὶ γυναικῶν; τοὺς πάντων βίους τε, καὶ λόγους; ἢ τὰς ἑρμηνείας καὶ διακρίσεις αὐτῶν; ἀπορῶ καὶ ἐξίσταμαι.
Ἀλλὰ δέομαί σου· Κύριε φιλάνθρωπε· τοῦ μὴ ἐᾶσαι ταῦτα πρὸς κατάκρισίν μου γενέσθαι, διὰ τὸ ἀνάξιον τὸ ἐμόν, καὶ τὸν ἀχάριστόν μου τρόπον, ἐν τῷ κατανοῆσαί με τοσαῦτα μυστήρια, ἅπερ τοῖς ἁγίοις σου ἀπεκάλυψας, καὶ δι᾽ ἐκείνων ἐμοὶ τῷ ἁμαρτωλῷ, καὶ ἀναξίῳ δούλῳ σου, ἰδοὺ γὰρ δέσποτα· ὁ δοῦλός σου ἐνώπιόν σου ἀργὸς ἐκ πάντων, καὶ ἄφωνος, νεκροῦ δίκην ἐπέχων, καὶ οὐ τολμᾷ ἄλλο τι εἰπεῖν, ἢ ἀναιδῶς κατανοῆσαι, ἀλλὰ συνήθως προσπίπτω ἐκ βάθους ψυχῆς κράζων, καὶ λέγων. Δέσποτα πολυέλεε, καὶ τὸ ἐπίλοιπον τῆς εὐχῆς. Τήν τε ἑτέραν εὐχήν, καὶ τοὺς ψαλμοὺς ἐπιμελεῖσθαι δεῖ ἐν φυλακῇ τῶν ἠθῶν τῆς ψυχῆς, καὶ τοῦ σώματος, ἵνα ἔλθῃ εἰς ἕξιν τῶν θείων νοημάτων, ὥστε πάντα τὰ ἐν ταῖς θείαις γραφαῖς κείμενα μυστήρια, καὶ ἐξαίσια πράγματα ἐν αἰσθήσει πολλῇ κατανοεῖν δυνηθῇ, καὶ ἐκπληττόμενος τὰς τοῦ Θεοῦ δωρεάς, φθάσῃ εἰς τὸ ἀγαπᾶν αὐτὸν μόνον, καὶ μετὰ χαρᾶς ὑπὲρ αὐτοῦ πάσχειν, ὥσπερ οἱ Ἅγιοι πάντες· καὶ γὰρ πᾶσαν ἔκπληξιν γέμουσιν αἱ θεῖαι γραφαί, ὥς φησιν ὁ Σολομών.
Μετὰ τῶν ἄλλων θαυμασίων, καὶ περὶ τοῦ Μάννα θαυμάζω τοῦ Θεοῦ τὴν δύναμιν, ὅτι τὸ αὐτὸ εἶδος μέχρι τῆς αὔριον οὐκ ἐφυλάττετο, ἀλλ᾽ ἐλύετο, καὶ σκωλήκων μεστὸν εὑρίσκετο, ἵνα μὴ οἱ ἄπιστοι περὶ τῆς αὔριον μεριμνῶσιν, ἐν δὲ τῇ στάμνῳ τῇ οὔσῃ ἐν τῇ σκηνῇ, ἀβλαβὲς ὑπῆρχεν ἀείποτε, καὶ πάλιν, ὑπὸ μὲν πυρὸς ὀπτώμενον ἔμενεν ἄκαυστον, ὑπὸ δὲ ἀμυδρᾶς ἀκτῖνος ἡλίου ἐλύετο, ἵνα μὴ οἱ ἄπλιστοι ὑπὲρ ἀναγκαίαν χρείαν συνάγουσιν, ὦ τοῦ θαύματος, πῶς πανταχοῦ ὁ Θεὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐργάζεται, ὡς φησιν ὁ Κύριος, περὶ τῆς θείας προνοίας, ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ὁ οὖν εἰς αὐτὸ τοῦτο σχολάζων κατὰ Θεόν, διδάσκεται μὲν ὑπὸ τῶν θείων γραφῶν αἰσθητῶς ὑπὸ δὲ τῆς προνοίας τοῦ Θεοῦ νοερῶς, ἄρχεται δὲ βλέπειν τὰ πράγματα κατὰ φύσιν, ὥς φησιν, Γρηγόριός τε ὁ Νύσσης, καὶ ὁ Δαμασκηνός, καὶ οὐκ ἔτι κλέπτεται ὑπὸ τῆς ἔξωθεν ὡραιότητος τῶν πραγμάτων τοῦ κόσμου τούτου, λέγω δὴ κάλλους, πλούτου, δόξης παρερχομένης, καὶ τῶν τοιούτων, οὐδὲ δελεάζεται ἐκ τοῦ κειμένου ἐπ᾽ αὐτῶν σκιάσματος, ὡς οἱ ἔτι ἐμπαθεῖς.
ΠΕΡΙ ΤΗΣ ΠΕΜΠΤΗΣ ΓΝΩΣΕΩΣ
Ἐκ γὰρ τῆς αὐτῆς πέμπτης γνώσεως, τῆς λεγομένης βουλῆς, κατὰ τὸν Προφήτην, γινώσκει τις, ὡς εἴρηται εἰς τὸ τέλος τῶν μακαρισμῶν, τὴν φύσιν, καὶ τὴν ἀλλοίωσιν τῶν αἰσθητῶν κτισμάτων, ὅτι ἐκ τῆς γῆς εἰσι, καὶ πάλιν εἰς τὴν γῆν στρέφονται, κατὰ τὸ ῥητὸν τοῦ Ἐκκλησιαστοῦ, Ματαιότης ματαιοτήτων τὰ πάντα ματαιότης, καὶ ὁ Δαμασκηνὸς τὸ αὐτό. Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα, ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται· καὶ πάλιν. Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον, καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ γραφή· ὅτε τὸν κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσομεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί.
ΠΕΡΙ ΤΗΣ ΕΚΤΗΣ ΓΝΩΣΕΩΣ
Καὶ ἐν ἕξει γενόμενος τῆς ἀπροσπαθείας, δίδοται αὐτῷ ἡ ἕκτη γνῶσις, ἡ λεγομένη ἰσχύς, καὶ ἄρχεται ἀπαθῶς βλέπειν τὰ κάλλη τῶν κτισμάτων τῶν αἰσθητῶν· διότι τρεῖς καταστάσεις εἰσὶ πάντες οἱ λογισμοί, ὅ, τε ἀνθρώπινος, ὁ δαιμονιώδης, καὶ ὁ Ἀγγελικός. Καὶ ὁ μὲν ἀνθρώπινος, ὡς ὅταν ἀναβῇ ἐπὶ τὴν καρδίαν ἔννοια ψιλή τις τῶν κτισμάτων, οἷον ἀνήρ, χρυσός, καὶ εἴτε ἄλλο τῶν αἰσθητῶν κτισμάτων· ὁ δὲ δαιμονιώδης γίνεται σύνθετος ἀπὸ νοήματος, καὶ πάθους· οἷον τὸν μὲν ἄνθρωπον, ἢ πρὸς φιλίαν ἄλογον, ἤτοι σχέσιν μὴ διὰ τὸν Θεὸν γινομένην, πρὸς φίλον, ἀλλ᾽ ἢ διὰ πορνείαν, ἢ πάλιν, πρὸς μίσος ἄκριτον, τοῦτ᾽ ἔστιν μνησικακίαν, ἢ μέμψιν τινός· τὸν δὲ χρυσὸν ὁμοίως πρὸς φιλαργυρίαν, ἢ κλοπήν, ἁρπαγήν τε, καὶ εἴτι τῶν τοιούτων, ἢ πρὸς μίσος, καὶ βλασφημίαν κατὰ τῶν ἔργων τοῦ Θεοῦ, ἵν᾽ ἐξ ἀμφοτέρων τὴν ἀπώλειαν ἐργάσηται· ἐπειδὴ ἐὰν οὐκ ἀναλόγως τὰ πράγματα φιλῶμεν, καὶ ταῦτα τῆς ἀγάπης τοῦ Θεοῦ προτιμῶμεν, οὐδὲν τῶν εἰδωλολατρούντων διενηνόχαμέν φησιν ὁ Ἅγιος Μάξιμος· καὶ πάλιν· ἐὰν μισῶμεν αὐτά, ὡς μὴ καλὰ λίαν γινόμενα, τὸν Θεὸν παροργίζομεν. Ὁ δὲ Ἀγγελικός, ἡ ἀπαθὴς θεωρία ἐστὶ τῶν πραγμάτων, ἤτοι, ἡ ἀληθὴς γνῶσις· ἥτις ἐστὶν ἡ μέση τῶν ἀμφοτέρων κρημνῶν, ἡ φυλάττουσα τὸν νοῦν, καὶ χωρίζουσα τὸν ὀρθὸν σκοπὸν ἐκ τῶν περικυκλούντων αὐτὸν ἓξ παγίδων τοῦ διαβόλου· λέγω δὲ τῆς ἄνωθεν, καὶ κάτω, τῆς ἐκ δεξιῶν τε, καὶ ἀριστερῶν, τῆς τε ἔσωθεν, καὶ ἔξωθεν τοῦ ὀρθοῦ σκοποῦ· τοῦτ᾽ ἔστιν, ἡ μέσον τῶν εἰρημένων ἓξ παγίδων ἱσταμένη, ὥσπερ κέντρον, ἀληθὴς γνῶσις· ἡ παρὰ τοῖς ἐπιγείοις Ἀγγέλοις διδασκομένη τοῖς νεκρώσασιν ἑαυτοὺς τῷ κόσμῳ, ἵνα ἀπαθὴς ὁ νοῦς γένηται, πρὸς τὸ βλέπειν τὰ πράγματα ὡς δεῖ· καὶ μήτε ἄνωθεν τοῦ ὀρθοῦ σκοποῦ ὑπερβῇ, διὰ τῆς ἐπάρσεως, δοκῶν τι καταλαμβάνειν ἐξ ἰδίας φρονήσεως· μήτε πάλιν κάτω, διὰ τῆς ἀγνωσίας, ὡς μὴ δυνάμενος φθάσαι τὸ τέλειον· μήτε δεξιὰ διὰ τῆς ἀποστροφῆς τῶν πραγμάτων, καὶ μίσους· μήτε ἀριστερά, διὰ τῆς ἀλόγου φιλίας, ἤτοι προσπαθείας· μήτε πάλιν ἔσωθεν τοῦ ὀρθοῦ σκοποῦ, διὰ τῆς καθόλου ἀγνωσίας καὶ ὀκνηρίας· μήτε ἔξωθεν, διὰ πολυπραγμοσύνης καὶ σπουδῆς ἀλόγου ἐξ ὀλιγωρίας, ἢ πονηρίας· ἀλλὰ τὴν γνῶσιν μεθ᾽ ὑπομονῆς τε, καὶ ταπεινοφροσύνης, καὶ ἐλπίδος ἀγαθῆς, ἐκ πίστεως βεβαίας δέχεσθαι· ἵνα τὰ μὲν γνῶναί τι ἐκ μέρους, πρὸς ἔρωτα θεῖον ἀνάγηται· διὰ τὸ ἀγνοεῖν ἐν γνώσει ἐξ ἀπορίας, ταπεινοφροσύνην κτήσηται, καὶ διὰ τῆς ἐπιμόνου ἐλπίδος τε καὶ πίστεως, τὸν σκοπὸν ἐπιτύχῃ τοῦ ζητουμένου πράγματος· καὶ μήτε τι ὅλως μισῶν ὡς κακόν, μήτε πάλιν ἀλόγως φιλῶν· ἀλλὰ τὸν ἄνθρωπον κατανοῇ πρὸς τὸ θαυμάζειν πῶς εἰκών ἐστιν ὁ νοῦς τοῦ ἀοράτου Θεοῦ ἀόριστος; εἰ καὶ ὑπὸ τοῦ σώματος τέως ὁρίζεται, φησὶν ὁ μέγας Βασίλειος, καὶ πῶς φθάνει μέχρι περάτων τοῦ σχήματος, ὡς ὁ Θεὸς τὸν κόσμον προνοῶν· καὶ γὰρ ὁ νοῦς εἰς πᾶν πρᾶγμα μετασχηματίζεται, καὶ βάφεται πρὸς τὸ εἶδος τοῦ ἀναλαμβανομένου παρ᾽ αὐτοῦ πράγματος, ὅταν δὲ καταξιωθῇ ἐν τῷ ἀνειδέῳ, καὶ ἀσχηματίστῳ Θεῷ γενέσθαι, τότε ἀνείδεος γίνεται, καὶ ἀσχημάτιστος.
Ἔπειτα θαυμάζει πῶς πᾶσαν ἔννοιαν φυλάττειν δύναται ὁ αὐτός, καὶ οὐδὲ τὰ ἔσχατα τῶν νοημάτων τὰ πρῶτα ἀλλοιῶσαι δύναται, οὐδὲ πάλιν τὰ πρῶτα νοήματα, τὰ ἔχοντα παραβλάψαι ὅλως. Ἀλλ᾽ ὥσπερ θησαυρὸν ἡ διάνοια πάντα κατέχουσα ἀληθαργήτως καὶ βουλόμενος ὁ νοῦς διὰ τῆς γλώττης ἐμφανίζει τὰ λογιζόμενα οὐ μόνον τὰ πρόσφατα, ἀλλὰ καὶ τὰ πρὸ πολλοῦ τεθησαυρισμένα; καὶ πῶς πάλιν ἐξερχόμενα ἀεὶ τὰ λόγια, ὁ αὐτὸς νοῦς ἀνελλιπὴς εὑρίσκεται; καὶ πάλιν κατανοῶν τὸ σῶμα, πῶς οἱ ὀφθαλμοί, ἀκοαί τε καὶ ἡ γλῶσσα δέχονται ἔξωθεν τὴν χρῆσιν πρὸς τὸ βούλημα τῆς ψυχῆς· οἱ μὲν διὰ τοῦ φωτός, αἱ δὲ διὰ τοῦ ἀέρος, καὶ οὐδεμία τῶν αἰσθήσεων τὴν ἑτέραν παρεμποδίζει, ἢ παρὰ τὸν σκοπὸν τῆς ψυχῆς δύναται ποιεῖν τι, καὶ πῶς τὸ ἄψυχον σῶμα τῇ τοῦ Θεοῦ κελεύσει ἀναμὶξ ἐγένετο τῇ νοερᾷ καὶ λογικῇ ψυχῇ, ἥτις ὑπὸ τοῦ Ἁγίου Πνεύματος ἐδημιουργήθη, ὥς φησιν ὁ Δαμασκηνός, διὰ τοῦ ἐμφυσήματος, εἰ καί τινες ταῦτα ἀγνοοῦσιν, δοκοῦντες ὅτι ἐκ τῆς ὑπερουσίου Θεότητός ἐστιν, ὅπερ ἀμήχανον, φησὶ γὰρ ὁ Χρυσόστομος, ἵνα μὴ Θεὸν ὁ ἀνθρώπινος νοῦς λογίζηται ἑαυτόν, λήθην, καὶ ἄγνοιαν, ὁ Θεὸς αὐτῷ καθυπέβαλεν, ἵνα ἐκ τούτου ταπείνωσιν κτήσηται· καὶ πάλιν· βουλομένου τοῦ δημιουργοῦ, τὴν φυσικὴν ταύτην μίξιν ποιεῖν τὸν χωρισμόν· καὶ ἡ μὲν λογικὴ ψυχή, ὡς φησιν ὁ τῆς Κλίμακος, ἢ ἄνω εἰς τὸν οὐρανὸν δηλαδή, ἢ κάτω εἰς τὸν ἅδην, φεῦ, ἀπέρχεται. Τὸ δὲ γεῶδες σῶμα εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, στρέφεται, καὶ πάλιν, τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάριτι, τὰ διεστῶτα ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ συνάπτονται, ἵνα ἕκαστος ἡμῶν ἀπολάβῃ κατὰ τὰ ἔργα αὐτοῦ· ὦ τοῦ θαύματος, τίς τὸ μυστήριον τοῦτο μικρὸν αἴσθηται, καὶ οὐκ ἐκπλήττεται; ὅτι τὸν ἄνθρωπον ἐγείρει πάλιν ἐκ τῆς γῆς μετὰ τοσαῦτα δεινά, ἅπερ ἔπραξε, καταφρονήσας αὐτοῦ τὰς ἐντολάς, καὶ ἀθανασίαν χαρίζεται, ἣν εἶχε τὸ πρίν, καὶ οὐκ ἐφύλαξε τὴν φυλάττουσαν αὐτὸν ἐντολὴν ἐκ τοῦ θανάτου καὶ τῆς φθορᾶς, ἀλλὰ τραχηλιάσαντα τὸν θάνατον ἐπεσπάσατο.
Θαυμάζων τοίνυν ταῦτα πάντα περὶ τοῦ ἀνθρώπου, ὑπὸ ἀγγελικῆς κινήσεως νοερῶς διδασκόμενος ὁ ἄνθρωπος, καὶ ἄλλα πολλά, ἐκπλήττεται, καὶ πάλιν θεωρεῖ τοῦ χρυσοῦ τὸ κάλλος, καὶ τὴν χρῆσιν, καὶ θαυμάζει πῶς ἐκ τῆς γῆς τοιοῦτος ἐγένετο δι᾽ ἡμᾶς, ἵνα οἱ μὲν ἀσθενεῖς διὰ τῆς ἐλεημοσύνης ἀναλίσκωσι τὰ χρήματα, καὶ οἱ τοῦτο μὴ βουληθέντες, νέμειν διὰ πειρασμῶν τινῶν ἄκοντες βοηθήσονται εἰς τὸ σωθῆναι, εἴγε εὐχαρίστως ὑπομένουσι τὰ ἐπερχόμενα, καὶ σώζονται ἀμφότεροι, οἱ δὲ τὴν ἀκτημοσύνην προτιμῶντες, στεφανωθήσονται, ὡς ὑπὲρ φύσιν ποιοῦντες, καθὼς καὶ οἱ Παρθενίαν ἀσκοῦντες, καὶ ὡς μὲν φθαρτόν, καὶ γήϊνον πρᾶγμα, οὐ προτιμᾷ τοῦτο τῆς ἐντολῆς τοῦ Θεοῦ, ὡς δὲ ποίημα Θεοῦ, καὶ χρήσιμον εἰς τὸ ζῆσαι σωματικῶς, καὶ σωθῆναι οὐ μίσους ἄξιον, ἀλλ᾽ ἐγκρατείας, καὶ ἀγάπης· καὶ ἁπλῶς παντὸς πράγματος τὸ κάλλος, καὶ τὴν χρῆσιν ἀπαθῶς θεωρῶν ὁ φωτιζόμενος, ποθεῖ τὸν ποιητήν, καὶ κατανοῶν τὰ αἰσθητὰ πάντα, τὰ ἄνω τε, καὶ κάτω κτίσματα, λέγω δὴ τὸν οὐρανόν, τὸν ἥλιον, τὴν σελήνην, τὰ ἄστρα, τὰ νέφη, τοὺς σίφωνας, τοὺς ὄμβρους, τὴν χιόνα, τὴν χάλαζαν, καὶ πῶς ἐν καύσωνι τοσούτῳ πήσσει τὸ ὕδωρ; εἶτα τὰς βροντάς, τὰς ἀστραπάς, τοὺς ἀνέμους τὸν ἀέρα, καὶ τὴν τούτων ἐναλλαγήν, τοὺς καιρούς, τοὺς ἐνιαυτούς, τὰς ἡμέρας, τὰς νύκτας, τὰς ὥρας, τὰς στιγμάς, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἀμέτρητα κτήνη, τὰ τετράποδα ζῶα, θηρία καὶ ἑρπετά, τῶν πετεινῶν τὰ πολλὰ γένη, τὰς πηγάς, καὶ ποταμούς, τῶν φυτῶν καὶ βοτάνων τὰ ἄπειρα γένη, τάτε ἥμερα καὶ ἄγρια· ὁρᾷ γὰρ ἐν πᾶσι τὴν τάξιν, τὴν κατάστασιν, τὰ μεγέθη, τὰ κάλλη, τὸν ῥυθμόν, τὴν συνάφειαν, τὴν ἁρμονίαν, τὴν χρῆσιν, τὴν ὁμόνοιαν, τὴν ποικιλίαν, τὴν τέρψιν, τὴν στάσιν, τὴν κίνησιν, τὰς χροιάς, τὰ σχήματα, τὰ εἴδη, τὴν εἰς αὐτὰ πάλιν ἐπιστροφήν, τὴν ἐν φθαρτοῖς διαμονήν· καὶ ἁπλῶς πάντα τὰ αἰσθητὰ κτίσματα κατὰ νοῦν ἐπιφέρων, ἐκπλήττεται μὲν θαυμάζων τὸν δημιουργόν, πῶς ἐκ μὴ ὄντων, κελεύσει μόνη, παρήγαγε τὰ τέσσαρα στοιχεῖα, καὶ πῶς τὰ ἐναντία ὄντα τῇ τοῦ Θεοῦ σοφίᾳ ἐξ ἀλλήλων οὐ λυμαίνονται; καὶ πῶς ἐκ τούτων τὰ πάντα ἐποίησε δι᾽ ἡμᾶς, καὶ ταῦτα μικρὰ ὄντα πρὸς τὴν συγκατάβασιν τοῦ Χριστοῦ, κατὰ τὸν Θεολόγον, καὶ πρὸς τὰ μέλλοντα ἀγαθά, κατανοῶν δὲ τὴν κεκρυμμένην τοῦ Θεοῦ ἐν τοῖς κτίσμασιν ἀγαθότητα, καὶ σοφίαν, δύναμίν τε, καὶ πρόνοιαν, ὡς αὐτὸς ἔφη πρὸς τὸν Ἰὼβ διὰ τῶν τεχνῶν, ἔπειτα τὴν ἐν λόγοις, καὶ γράμμασι, πῶς διὰ τοῦ μικροῦ τούτου, καὶ ἀψύχου μέλανος τοσαῦτα, καὶ τηλικαῦτα μυστήρια ἀπεκάλυψεν ἡμῖν διὰ τῶν Ἁγίων γραφῶν.
Καὶ τὸ δὴ θαυμαστόν, ὅτι οἱ μὲν Ἅγιοι Προφῆται, καὶ Ἀπόστολοι μετὰ πολλοῦ κόπου, καὶ ἀγάπης τῆς πρὸς τὸν Θεὸν τῶν τοσούτων ἐπέτυχον ἀγαθῶν, ἡμεῖς δὲ ἐκ μόνης ἀναγνώσεως μανθάνομεν, ὡς γὰρ λογικαὶ γραφαὶ λαλοῦσιν ἡμῖν παραδοξότατα, καὶ ταῦτα γινώσκων πιστεύει, ὅτι οὐκ ἔστιν ἐν τῇ κτίσει τι πάρεργον, οὐδὲ κακόν, ἀλλὰ τὰ παρὰ τὸ θεῖον θέλημα γινόμενα, εἰς ἀγαθὰ μεταποιεῖ ὁ Θεὸς θαυμασίως· οἷον ἡ πτῶσις τοῦ διαβόλου, θέλημα Θεοῦ οὐκ ἦν, ἀλλ᾽ ἰδοὺ πρὸς ὠφέλειαν τῶν σωζομένων γέγονε· παραχωρούμενος γὰρ εἰς τὸ πειράζειν τοὺς προαιρουμένους, πρὸς τὴν ἑκάστου δύναμιν, ὡς φησιν ὁ Ἅγιος Ἰσαάκ, ἵνα ἐμπαίζηται ὑπὸ τῶν Ἰσαγγέλων ἀνθρώπων, καὶ νικᾶται τῇ τοῦ Θεοῦ συνεργείᾳ οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν πλείστων, δι᾽ ὑπομονῆς τε καὶ πίστεως πρὸς τὸν ἀγωνοθέτην ἐξ οὗ τοὺς στεφάνους τῆς ἀφθαρσίας λαμβάνουσι τῇ αὐτοῦ χάριτι, καὶ φιλανθρωπίᾳ. Ἐπεὶ αὐτός ἐστιν ὁ νικήσας, καὶ νικῶν τὸν ἀναίσχυντον ὄφιν, καὶ ἀνθρωποκτόνον· καὶ ὁ μὲν λαβὼν χάρισμα γνώσεως πνευματικῆς, γινώσκει ὅτι πάντα καλὰ λίαν, ὁ δὲ ἔτι ἀρχὴν ἔχων θεογνωσίας, ὀφείλει γινώσκειν ἐν ταπεινώσει, ὅτι ἀγνοεῖ, εἰς πᾶν πρᾶγμα, λέγων οὐκ οἶδα, ὥς φησιν ὁ Χρυσόστομος, ἔφη γὰρ, ἐάν τις εἴπῃ περὶ τοῦ ὕψους τοῦ οὐρανοῦ, ὅτι τόσον ἐστὶ, κἀγὼ εἴποιμι, οὐκ οἶδα, πάντως ἐγὼ τὴν ἀλήθειαν εἶπον, κἂν ἐκεῖνος πλανᾶται δοκῶν εἰδέναι, ἢ μὴ εἶδεν ὡς δεῖ, κατὰ τὸν Ἀπόστολον· διὰ τοῦτο ὀφείλομεν ἐκ πίστεως βεβαίας καὶ ἐρωτήσεως τῶν ἐμπείρων δέχεσθαι τὰ τῆς Ἐκκλησίας δόγματα, καὶ τὰς τῶν διδασκάλων διακρίσεις, περί τε τῶν θείων γραφῶν, καὶ περὶ αἰσθητῶν, καὶ νοητῶν κτισμάτων, ἵνα μὴ τῇ ἑαυτῶν συνέσει στοιχοῦντες, πίπτωμεν ταχέως, ὥς φησιν ὁ Ἅγιος Δωρόθεος, ἀλλ᾽ ἐν πᾶσιν εὑρεῖν τὴν ἰδίαν ἀγνωσίαν ὀφείλομεν, ἵνα ζητῶν τις καὶ ἀπιστῶν τὰ οἰκεῖα νοήματα, ποθῇ τοῦ μαθεῖν, καὶ ἀπορήσας ἐν γνώσει πολλῇ, γινώσκῃ τὴν ἰδίαν ἀγνωσίαν ἐκ τῆς τοῦ Θεοῦ ἀπείρου σοφίας. νοῦς γάρ, φησι, νοερός, νοερὰν πάντως αἴσθησιν δέχεται, ὅταν καθαίρῃ ἑαυτὸν τῷ Θεῷ, κατὰ τὸν Θεολόγον, πλὴν ὀφείλομεν πρὸς μείζονα φόβον ἔχειν τὴν γνῶσιν, μήπως εὑρεθῇ ἓν δόγμα πονηρὸν κεκρυμμένον ἐν τῇ ψυχῇ, δυνάμενον ἀπωλέσαι αὐτὴν ἐκτὸς ἄλλης ἁμαρτίας, φησὶν ὁ Μέγας Βασίλειος, διὰ τοῦτο οὐ χρὴ ἀπὸ ὀλιγωρίας, ἢ κενοδόξου προθυμίας εἰς τὴν θεωρίαν ταύτην πρὸ καιροῦ τρέχειν, ἀλλὰ κατὰ τάξιν τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ τὰς προειρημένας θεωρίας ἐργαζόμενος ἀμετεωρίστως καὶ διὰ τῆς ὑπομονῆς, καὶ δακρύων πολλῶν τῶν τοῦ φόβου, καὶ τοῦ πένθους ἀπολούσας τὴν ἑαυτοῦ ψυχήν, καὶ εἰς τὸ βλέπειν κατὰ φύσιν ἐλθών, καὶ ἐν ἕξει τούτων γενόμενος, τότε ἐπὶ τὴν θεωρίαν ταύτην ὁ νοῦς αὐτομάτως ἔρχεται, ὑπὸ τῶν Ἀγγέλων ὁδηγούμενος νοερῶς· εἰ δὲ τολμηρότερός τις εὑρεθῇ, καὶ πρὶν τὰ πρῶτα εἰς τὰ δεύτερα εἰσελθεῖν βουληθῇ, γινωσκέτω, ὅτι οὐ μόνον ἐπιτυχεῖν οὐ δύναται τοῦ σκοποῦ τῆς τοῦ Θεοῦ εὐαρεστήσεως, ἀλλὰ πολλοὺς πολέμους ἐγείρειν ἔχει καθ᾽ ἑαυτοῦ, καὶ μάλιστα ἐκ τῆς περὶ τὸν ἄνθρωπον θεωρίας, ὡς ἠκούσαμεν περὶ τοῦ Ἀδάμ, οὐδὲν γὰρ συμφέρει τοῖς ἐμπαθέσιν ἔτι τὰ τῶν ἀπαθῶν ἔργα ποιεῖν, ἢ ἐννοεῖν νοήματα, ὥσπερ οὐδὲ τοῖς νηπίοις ἔτι ἡ στερεὰ τροφή, κἂν λίαν ἐστὶν ὠφέλιμος τοῖς τελείοις, ἀλλὰ μετὰ διακρίσεως ὀφείλει ποθεῖν, καὶ ἀπέχεσθαι, ὡς ἀνάξιος, καὶ μήτε ἐξ ἀπογνώσεως, καὶ ὀκνηρίας ἀποστρέφεσθαι τὴν χάριν ὅταν ἔλθη, μήτε πάλιν ἐξ αὐθαδείας τι πρὸ καιροῦ ζητεῖν, ἵνα τὰ τοῦ καιροῦ πρὸ καιροῦ ζητοῦντες, ὡς φησιν ὁ τῆς Κλίμακος, οὐδὲ ἐν τῷ καιρῷ ἐπιτύχωμεν τούτων, ἀλλὰ πλανηθέντες ἴσως οὐδὲ διόρθωσιν εὕρωμεν ἔκ τινος ἀνθρώπου ἢ γραφῆς· ἂν γάρ τις ἔχῃ κατὰ Θεὸν σκοπὸν ἐν ταπεινώσει τε καὶ ὑπομονῇ τῶν ἐπερχομένων αὐτῷ πειρασμῶν, ζητήσῃ πρᾶγμα ἐξ ἀπορίας καὶ ἴσως πλανηθῇ ἐν τούτῳ, εὑρεῖν ἔχει λύσιν παρὰ τῷ Θεῷ· καὶ οὕτω μετὰ πολλῆς αἰσχύνης καὶ χαρᾶς στρέφεται εἰς τὰ ὀπίσω ζητῶν τὴν ὁδὸν τῶν Πατέρων, διότι τὸ κατὰ Θεὸν γινόμενον καὶ οὐ κατά τι ἄλλο, φησὶν ὁ τῆς Κλίμακος, εἰς ἀγαθὸν λογίζεται ἡμῖν ἀπὸ τῆς χάριτος, κἂν λίαν ᾖ οὐ καλὸν τὸ γινόμενον· εἰ δὲ οὐκ ἔστιν οὕτως, οὐδὲ ὑπομονὴν καὶ ταπείνωσιν πολλὴν ἔχει μέλλει παθεῖν, ἅπερ ἔπαθον πολλοὶ καὶ ἀπωλέσθησαν τῇ ἀφροσύνῃ αὐτῶν, πιστεύοντες τὰ οἰκεῖα νοήματα, καὶ ἔδοξαν καλῶς ὁδεῦσαι ἐκτὸς ὁδηγοῦ ἢ πείρας ἐξ ὑπομονῆς καὶ ταπεινώσεως γινομένης· ἡ γὰρ πεῖρα οὐκ ἔχει θλίψιν, οὐδὲ πειρασμόν, τάχα οὐδὲ πόλεμον· εἰ δὲ παραχωρηθῇ μικρὸν πολεμηθῆναι, πολλῆς χαρᾶς καὶ ὠφελείας πρόξενος γίνεται οὗτος ὁ πειρασμὸς τῷ ἐμπείρῳ· διότι πρὸς τὸ μαθεῖν τὴν πεῖραν καὶ ἀνδρείαν λαβεῖν κατὰ τῶν ἐχθρῶν παραχωρεῖται ὑπὸ τοῦ Θεοῦ· σημεῖα δὲ τούτου τὰ δάκρυα καὶ ὁ συντριμμὸς τῆς ψυχῆς ἐνώπιον τοῦ Θεοῦ καὶ τὸ φεύγειν εἰς τὴν ἡσυχίαν καὶ εἰς τὸν Θεὸν μεθ᾽ ὑπομονῆς, καὶ τὸ ἐρευνᾶν μετὰ πόνου τὰς γραφὰς καὶ ἐκ πίστεως θέλειν τὸν τοῦ Θεοῦ σκοπόν· τοῦ δὲ πρώτου σημεῖον τοῦτό ἔστι, τὸ διστάζειν περὶ Θεοῦ βοηθείας καὶ τὸ αἰσχύνεσθαι ἐν τῷ ἐρωτᾶν μετὰ ταπεινώσεως καὶ τὸ φεύγειν τὴν ἡσυχίαν καὶ τὴν ἀνάγνωσιν, ἀγαπᾶν τε τὸν περισπασμὸν καὶ τὰς συντυχίας, δοκῶν ἐκ τούτων ἀναπαύσεως τυχεῖν, ὅπερ οὐκ ἔστιν· ἀλλὰ μᾶλλον ἐν τῷ τοιούτῳ καιρῷ ῥιζοβολοῦσι τὰ πάθη καὶ ἰσχυρότεροι γίνονται οἱ πειρασμοὶ καὶ πληθύνεται ἡ μικροψυχία, ἀχαριστία τε καὶ ἀκηδία ἐκ τῆς πολλῆς ἀγνωσίας, διότι ἄλλοι εἰσὶν οἱ πειρασμοὶ τῶν υἱῶν πρὸς παίδευσιν καὶ μάθησιν τοῦ τυχόντος μαθήματος καὶ ἄλλοι οἱ τῶν ἐχθρῶν πρὸς ἀπώλειαν· ἐπὶ πλεῖον δὲ ὅταν ἐξ ὑπερηφανίας τις ἐμπαίζηται, ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Πᾶσα θλίψις ἔχουσα ὑπομονὴν ἀγαθή ἐστι καὶ ὠφέλιμος, ἡ δὲ μὴ ἔχουσα ἀποστροφή ἐστι τοῦ Θεοῦ καὶ ἀνώφελος, ἐὰν μὴ διὰ ταπεινοφροσύνης τις αὐτὴν ἰάσηται, ἄλλο φάρμακον οὐκ ἔστι, διότι ὁ ταπεινόφρων ἑαυτὸν μέμφεται, καὶ αἰτιᾶται ὅταν θλιβῇ, καὶ οὐκ ἄλλον τινὰ καὶ ἐκ τούτου ὑπομένειν ζητῶν παρὰ Θεοῦ τὴν λύσιν, καὶ εὑρὼν χαίρεται, καὶ μετὰ εὐχαριστίας ὑπομένει, καὶ ἐν πείρᾳ γενόμενος τῶν τοιούτων, λαμβάνει γνῶσιν· καὶ γινώσκων τὴν ἰδίαν ἀσθένειαν καὶ ἀγνωσίαν, ζητεῖ ἐμπόνως τὸν ἰατρόν, καὶ ζητῶν εὑρίσκει τὴν ἴασιν, ὡς αὐτὸς ἔφη ὁ Χριστός· καὶ τυχὼν ταύτης ποθεῖ, καὶ ποθῶν ἐπὶ πλεῖον ποθεῖται καὶ καθαίρων ἑαυτόν, κατὰ τὸ δυνατόν, τόπον ποιῆσαι τοῦ ποθουμένου ἀγωνίζεται· κἀκεῖνος τόπον εὑρὼν κατοικεῖ, ὡς λέγει τὸ Γεροντικόν· καὶ κατοικῶν φυλάττει τὸν οἶκον αὐτοῦ, καὶ λαμπρύνειν ἄρχεται λαμπρυνόμενος δὲ γινώσκει, καὶ γινώσκων γινώσκεται, ὥς φησιν ὁ Δαμασκηνός· ταῦτα τοίνυν καὶ τὰ πρώην εἰρημένα, καὶ τάξιν φυλάττειν ὀφείλει τις, καὶ ὅσα μὲν καταλαβεῖν δυνηθῇ, ἐργάζεσθαι δεῖ· ὅσα δὲ οὐκ ἰσχύσει καταλαβεῖν, μετὰ σιγῆς εὐχαριστῆσαι δεῖ, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ, καὶ μὴ ἀναιδῶς εἰσελθεῖν νομίσειε· φησὶ γὰρ ὁ αὐτός, ἐκ τοῦ Σειρὰχ λαβὼν τὴν χρῆσιν· ὅταν εὕρῃς μέλι, συμμέτρως φάγε, ἵνα μὴ ἐμπλησθεὶς ἐμέσῃς· καὶ ὥς φησιν ὁ Θεολόγος· θεωρία ἀχαλίνωτος, τάχα ἂν καὶ κατὰ κρημνῶν ὥσειεν, ἤτοι τὸ ζητεῖν τινὰ τὰ ὑπέρμετρα, καὶ μὴ θέλειν εἰπεῖν ὅτι ὁ Θεὸς οἶδε ταῦτα, ἐγὼ δὲ τίς εἰμι; καὶ πιστεύειν, ὅτι ὁ ποιήσας τὰ ὄρη, καὶ τὰ κήτη τὰ μεγάλα, αὐτὸς κοιλάνας καὶ τὸ κέντρον τῆς μελίσσης ὥς φησιν ὁ Μέγας Βασίλειος· ὁ οὖν ἐκ τῆς ἰσχύος εἰς τὴν σύνεσιν φθάσας, γινώσκει ἐκ τῶν αἰσθητῶν, τὰ νοητά, ἐκ καὶ τῶν ὁρατῶν καὶ προσκαίρων, τὰ ἀόρατα καὶ αἰώνια· καὶ συνιεὶς ὑπὸ τῆς χάριτος τὰ περὶ τῶν ἄνω δυνάμεων, ὅτι ἑνὸς δικαίου οὐκ ἔστιν ἀντάξιος ὅλος ὁ κόσμος· καί σκόποι μοι· φησὶν ὁ Χρυσόστομος· τῶν τοσούτων ἐθνῶν καὶ γλωσσῶν, ὧν ὁ δίκαιος μείζων ἐστιν, Ἄγγελος πάντως τοῦ ἀνθρώπου μείζων· καὶ ἀρκεῖ ἡ θεωρία τοῦ ἑνός, πρὸς πᾶσαν ἔκπληξιν· καὶ πάλιν τί ἔπαθεν ὁ ἰσάγγελος Δανιὴλ ὁρῶν τὸν Ἄγγελον.
ΠΕΡΙ ΤΗΣ ΕΒΔΟΜΗΣ ΓΝΩΣΕΩΣ
Καταξιωθεὶς γὰρ τῆς ἑβδόμης γνώσεως θαυμάζει τὸ πλῆθος τῶν ἀσωμάτων δυνάμεων, Ἐξουσιῶν, Θρόνων, Κυριοτήτων, Σεραφίμ, καὶ Χερουβίμ, τῶν ἐννέα μὲν ταγμάτων, τῶν ἐν πάσαις ταῖς θείαις γραφαῖς εὑρισκομένων, ὧν τὴν φύσιν, ἰσχύν τε, καὶ τὰ λοιπὰ ἀγαθά, ἃ περὶ αὐτῶν θεωροῦνται, τῷ Θεῷ καὶ ποιητῇ αὐτῶν γινωσκόμενα· καὶ πῶς κατὰ τάξιν ἵστανται· ἀλλὰ καὶ ἄλλα ἀξιώματα ἔχουσιν αἱ ἄνω στρατιαί, περὶ ὧν φησιν ὁ Χρυσόστομος· ὅτι τὸ Κύριος Σαβαώθ, Κύριος στρατιῶν δυνάμεων ἑρμηνεύεται, καὶ πῶς ἀλλήλοις μεταδιδοῦσι τὸν φωτισμόν· οἱ μὲν Ἄγγελοί φησιν, τοὺς ἀνθρώπους φωτίζουσιν αὐτοὶ δὲ ὑπὸ τῶν Ἀρχαγγέλων τὸν φωτισμὸν λαμβάνουσι, κἀκεῖνοι ὑπὸ τῶν Ἀρχῶν καὶ οὕτως ἕκαστον τάγμα ὑπὸ τοῦ ἑτέρου τὸν φωτισμόν, καὶ τὴν γνῶσιν δέχεται· καὶ πάλιν, πῶς τῶν ἀνθρώπων τὸ γένος ἓν πρόβατον εἶναί, φασιν, ὃ ἀπώλεσεν οὐχ᾽ ὁ Θεὸς ἀλλ᾽ αὐτὸ ἑαυτό· τῶν δὲ Ἀγγέλων ἐνενήκοντα ἐννέα· καὶ κατανοῶν τοῦ δημιουργοῦ τὴν σοφίαν καὶ τὴν δύναμιν, πῶς τοσαῦτα πλήθη κελεύσει μόνη ἐποίησε; πρῶτα μὲν φησὶν ὁ Θεολόγος, ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις. καὶ τὰ ἑξῆς· καὶ εἰσελθὼν νοερῶς ἔσωθεν τοῦ βίλου, ἤτοι τοῦ καταπετάσματος, γίνεται Ἄϋλος, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· τύπον μὲν ἐπέχει, ὁ μὲν ἔξωθεν ναός, τοῦ κόσμου τούτου, τὸ δὲ καταπέτασμα, ἤτοι βιλόθυρον, τοῦ στερεώματος τοῦ οὐρανοῦ, τὰ δὲ ἅγια τῶν ἁγίων, τῶν ὑπερκοσμίων, ὅπου οἱ ἀσώματοι καὶ ἄϋλοι ἀπαύστως ὑμνοῦσι τὸν Θεόν, καὶ ὑπὲρ ἡμῶν ἱκετεύουσιν αὐτόν, κατὰ τὸν Μέγαν Ἀθανάσιον· καὶ οὕτως ἔρχεται εἰς τὴν εἰρήνην τῶν λογισμῶν, καὶ υἱὸς Θεοῦ κατὰ χάριν γίνεται, γινώσκων τὰ κεκρυμμένα ἐν ταῖς θείαις γραφαῖς μυστήρια, ὥς φησιν ὁ Δαμασκηνός· ἐρράγη τὸ τοῦ ναοῦ θεῖον καταπέτασμα, ἐν τῷ σταυρῷ τοῦ δημιουργοῦ τὴν ἐγγεκρυμμένην τῷ γράμματι δηλοῦν τοῖς πιστοῖς ἀλήθειαν· εὐλογητὸς εἶ κράζουσιν ὁ Θεὸς τῶν πατέρων ἡμῶν· καὶ ὥς φησιν ὁ Ἅγιος Κοσμᾶς ὁ Μελῳδός· ξύλου γευσάμενος ὁ πρῶτος ἐν βρωτοῖς, φθορᾷ παρώκησεν· ῥίψιν γὰρ ζωῆς ἀτιμωτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ εὑρηκότες γηγενεῖς ἀνάκλησιν σταυροῦ τὸ ξύλον κράζομεν, ὁ ὑπερύμνητος καὶ τὰ ἑξῆς.
ΠΕΡΙ ΤΗΣ ΟΓΔΟΗΣ ΓΝΩΣΕΩΣ
Ἐκ ταύτης δὲ τῆς ὀγδόης γνώσεως εἰς τὴν περὶ Θεοῦ θεωρίαν ἀνάγεται διὰ τῆς δευτέρας καὶ καθαρᾶς προσευχῆς τῆς πρεπούσης τῷ θεωρητικῷ· ὥστε ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπάζεται ὁ νοῦς ὑπὸ τοῦ θείου πόθου, καὶ οὐκέτι ἐπίσταταί τι τὸ παράπαν ἐκ τοῦ κόσμου τούτου, ὥς φασιν ὅ, τε Μάξιμος, καὶ ὁ Δαμασκηνός· καὶ οὐ μόνον τὰ πάντα ὁ νοῦς ἐπιλανθάνεται, ἀλλὰ καὶ ἑαυτόν, φησὶ γὰρ ὁ Ἅγιος Νεῖλος, ὅτι ἐὰν ἔτι ἑαυτὸν ὁ νοῦς ἐπίσταται, οὐκ ἔστιν ἐν τῷ μόνῳ Θεῷ, ἀλλὰ καὶ ἐν ἑαυτῷ· τότε γὰρ λαμβάνει, φησὶν ὁ Ἅγιος Μάξιμος, περὶ Θεοῦ ἐμφάσεις, καὶ θεολόγος γίνεται, καταξιωθεὶς τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως· περὶ δὲ Θεοῦ ἀκούων, μὴ δοκεῖ ἐξ ἀγνωσίας τις, ὅτι αὐτὸν τὸν Θεὸν εἶναι. τὰ περὶ αὐτοῦ θεωρούμενα, οἷον ἀγαθότητα, χρηστότητα, δικαιοσύνην, ἁγιασμόν, φῶς, πῦρ, οὐσίαν, φύσιν, δύναμιν, σοφίαν καὶ τὰ τοιαῦτά φησιν ὁ Μέγας Διονύσιος· ἀλλ᾽ οὐδὲ ὅσα ὁ νοῦς περιορίζειν δύναται· ἀόριστον γὰρ τὸ θεῖον, καὶ ἀπερίγραπτον, καὶ οὐκ ἐκ τῶν περὶ αὐτόν, ὥς φησιν ὁ Μέγας Διονύσιος, πρὸς τὸν Ἅγιον Τιμόθεον, τὴν μαρτυρίαν ἐπιφέρων ἐκ τοῦ Ἁγίου Ἱεροθέου· δικαιότερον μᾶλλον εἰπεῖν τὸ ἀκατάληπτον, τὸ ἀνεξιχνίαστον, τὸ ἀνερμήνευτον, καὶ ὅσα οὐ δυνατὸν ὁρίζειν· ὑπὲρ νοῦν γάρ ἐστι, καὶ ἔννοιαν, καὶ μόνῳ ἑαυτῷ γνωστόν, ἕνα Θεόν, τρισυπόστατον, ἄναρχον, ἀτελεύτητον, ὑπεράγαθον, ὑπερύμνητον· καὶ τὰ μὲν περὶ αὐτοῦ λεγόμενα ὑπὸ τῆς θείας γραφῆς ἐξ ἀπορίας λέγονται, πρὸς τὸ γνῶναι ἡμᾶς, ὅτι ἔστι Θεός, καὶ οὐχὶ τί ἐστι, διὰ τὸ ἀκατάληπτον εἶναι πάσῃ τῇ λογικῇ, καὶ νοερᾷ φύσει· ὁμοίως δὲ καὶ τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ τὴν καθ᾽ ὑπόστασιν ἕνωσιν, ὡς φησιν ὁ Ἅγιος Κύριλλος, δεῖ θαυμάζειν, καὶ πῶς ἐν τῇ θεότητι αὐτοῦ ὑποστᾶσα ἡ σάρξ, ἣν ἔλαβεν ἐξ ἡμῶν κατὰ τὸν Μέγαν Βασίλειον· ὅτι καθάπερ σίδηρος καὶ πῦρ, οὕτως ὑπάρχει ἡ ἕνωσις ἵνα τὸν ἕνα Χριστὸν ἐν δύω φύσεσι γνωρίσωμεν, ὡς ἔφη ὁ Δαμασκηνὸς πρὸς τὴν Θεοτόκον· μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ δὲ φύσεσι πανάμωμε τέτοκας τὸν σεσαρκωμένον Θεόν, ᾧ πάντες μελῳδοῦμεν ὁ Θεὸς εὐλογητὸς εἶ· ὁ ἀπεριόριστος διαμείνας ἄτρεπτος, σαρκὶ καθ᾽ ὑπόστασιν ἡνώθη ὡς εὔσπλαγχνος ἐν σοὶ τῇ παναγίᾳ ὁ μόνος εὐλογημένος.
ΟΤΙ ΟΥΚ ΕΧΟΥΣΙ ΔΙΑΦΩΝΙΑΝ ΑΙ ΘΕΙΑΙ ΓΡΑΦΑΙ
Καὶ ἁπλῶς πᾶσαν ἀνάγνωσιν ἢ ψαλμῳδίαν κατανοῶν ὁ φωτισθεὶς μικρόν, θεωρίαν εὑρίσκει, καὶ θεολογίαν καὶ ἑκάστην γραφὴν μαρτυρουμένην ὑπὸ ἑτέρας γραφῆς· ὁ δὲ ἔτι ἀφώτιστον νοῦν ἔχων, δοκεῖ ὅτι ἔχουσιν αἱ θεῖαι γραφαὶ διαφωνίαν, ἀλλ᾽ οὐ παρὰ ταῖς θείαις γραφαῖς τοῦτο, μὴ γένοιτο, διότι αἱ θεῖαι γραφαί, αἱ μὲν μαρτυρίαν ἔχουσιν ἀπὸ ἄλλων γραφῶν, αἱ δὲ ἔχουσι τὸν καιρὸν αἴτιον, ἢ τὸ πρόσωπον καὶ διὰ τοῦτο πᾶσα λέξις γραφικὴ ἄμεμπτός ἔστι· τὸ δὲ ἔξωθεν τούτων τῶν τρόπων, τῆς ἡμῶν ἀγνωσίας ἔργον ἔστιν, καὶ οὐκ ὀφείλει τις τὰς γραφὰς μέμφεσθαι, ἀλλὰ πάσῃ δυνάμει ταύτας τηρεῖν, καθὼς κεῖνται· καὶ οὐχ ὡς αὐτὸς θέλει, ὥσπερ οἱ Ἕλληνες καὶ οἱ Ἰουδαῖοι ἐποίουν· μὴ καταδεχόμενοι λέγειν τὸ οὐκ οἶδα τί ἐστίν· ἀλλ᾽ ἐξ οἰήσεως καὶ αὐταρεσκείας τὰς γραφάς, καὶ τῶν πραγμάτων τὴν φύσιν ἐμέμφοντο, καὶ κατὰ τὸ δοκοῦν αὐτοῖς ἐνενόησαν καὶ οὐ κατὰ τὸ βούλημα τοῦ Θεοῦ· διὰ τοῦτο ἐπλανήθησαν, καὶ εἰς πᾶσαν κακίαν ἐξέκλιναν. Πᾶς γὰρ ὁ τὸν σκοπὸν τῆς γραφῆς ζητῶν, οὐ στήσει ποτὲ ἴδιον νόημα, ἢ καλόν, ἢ κακόν· ἀλλ᾽ ὡς ἔφησαν ὁ Μέγας Βασίλειος, καὶ ὁ Χρυσόστομος τὴν θείαν γραφὴν ἔχει διδάσκαλον, καὶ οὐ τὰ τοῦ κόσμου μαθήματα· ἵνα εἴτι βάλῃ ὁ Θεὸς εἰς τὴν καθαρὰν καρδίαν χωρὶς σκέψεως, ἐκεῖνο δέχηται· ἂν σὺν αὐτῷ καὶ ἡ μαρτυρία εὑρίσκηται ἐκ τῶν θείων γραφῶν, ὥς φησιν ὁ Μέγας Ἀντώνιος, αἱ γὰρ ἐρχόμεναι ἔννοιαι αὐτομάτως ἐν τῷ νοὶ τῶν ἡσυχαζόντων κατὰ Θεόν, χωρὶς σκέψεως, δεκταὶ εἰσὶ φησὶν ὁ Ἅγιος Ἰσαάκ· τὸ δὲ ἐρευνᾶν, καὶ σκέπτεσθαι τινά, ἴδιόν ἐστι θέλημα, καὶ ἐπιστήμη σωματική· καὶ μάλιστα εἴπερ βιάζει ὡς κλέπτης τὴν γραφήν, πρὸς ἀλληγορίαν, φησιν ὁ Χρυσόστομος καὶ οὐκ ἀπὸ τῆς θύρας τῆς ταπεινοφροσύνης εἰσέρχεται, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν· διότι ὁ τὸν σκοπὸν τῆς γραφῆς βιάζων, ἢ μεμφόμενος πρὸς τὸ στῆσαι τὴν ἰδίαν γνῶσιν, μᾶλλον δὲ ἀγνωσίαν, οὐκ ἔστιν ἐπὶ τῆς γῆς τοῦ τοιούτου ἀφρονέστερος· ποίας οὖν ἐπιστήμης τοῦτο, ἵνα ὡς θέλει τις τὸν σκοπὸν τῆς γραφῆς ποιῆσαι, καὶ κατατολμᾶν τὰς λέξεις παραλλάξαι; ἐκεῖνος δέ ἐστιν ἐπιστήμων, ὅς τις τὰς ῥήσεις ἀσαλεύτους ὁρῶν, καὶ διὰ τῆς τοῦ Πνεύματος σοφίας τὰ κεκρυμμένα μυστήρια ἐξευρίσκων, μαρτυρούμενα ἐκ τῶν θείων γραφῶν, καὶ μάλιστα οἱ τρεῖς φωστῆρες οὗτοι οἱ μεγάλοι Βασίλειος, Χρυσόστομος, καὶ Γρηγόριος· ἢ ἐξ αὐτοῦ τοῦ ῥητοῦ τὴν μαρτυρίαν εὑρίσκοντες, ἢ ἐξ ἄλλου ῥητοῦ τῆς γραφῆς· καὶ οὐκ ἔχει ὁ ἀντιλέγων βουλόμενός τι εἰπεῖν, ὅτι οὐκ ἔξωθεν φέρουσι τὴν μαρτυρίαν, ἵνα εἴπῃ ἴδιόν ἐστι νόημα· ἀλλ᾽ ἐξ αὐτῆς τῆς προκειμένης ὑποθέσεως, ἢ ἄλλης γραφῆς περὶ τούτου δηλούσης· καὶ εἰκότως· ἐκ γὰρ τοῦ Ἁγίου Πνεύματος ἔχουσι τὸ νοεῖν τε, καὶ λέγειν ὡς ἄξιοι· πᾶν οὖν πρᾶγμα μὴ ἔχον μαρτυρίαν, ὅτι καλόν ἐστιν, ἀλλὰ δισταγμόν, οὐκ ὀφείλει τις τοῦτο ποιεῖν, ἢ συγκαταβαίνειν τῷ λογισμῷ· τίς γὰρ χρεία καταλιπεῖν πρᾶγμα φανερόν, καὶ μαρτυρούμενον καλὸν εἶναι καὶ θεάρεστον, ποιεῖν ἄλλο, εἴτε καλόν, εἴτε οὔ; εἰμὴ ὅτι κατὰ πάθος ἐστί· καὶ οὕτω μὲν ταῦτα.
ΔΙΑΙΡΕΣΙΣ ΤΗΣ ΕΥΧΗΣ ΤΩΝ ΟΛΩΝ ΓΝΩΣΕΩΝ
Περὶ δὲ τῶν ὀκτώ γνώσεων εἰδέναι ἡμᾶς χρή, ὅτι εἰς μὲν τὰς τέσσαρας τὰ προγεγραμμένα ἐν ἑκάστῃ λέγειν ὀφείλομεν, εἰς δὲ τὰς λοιπὰς τὸ Κύριε ἐλέησον δι᾽ ὅλου, ὡς εἴρηται περὶ τοῦ Ἁγίου Φιλήμονος, καὶ ἔχειν τὸν νοῦν δι᾽ ὅλου ἐξιστάμενον πρὸς τὰ νοήματα· οὕτω γὰρ εἶναι προσήκει ἡ διαγωγὴ τοῦ σπουδαίου· ποτὲ μὲν ἔχειν τὸν νοῦν εἰς θεωρίαν τῶν αἰσθητῶν, ποτὲ δὲ εἰς γνῶσιν τῶν νοητῶν, καὶ εἰς τὸ ἀνείδεον, καὶ πάλιν, εἰς ἔννοιάν τινα τῆς γραφῆς, καὶ εἰς τὴν καθαρὰν προσευχήν· τὸ δὲ σῶμα, ποτὲ εἰς ἀνάγνωσιν, ποτὲ εἰς προσευχήν, ποτὲ εἰς δάκρυα ὑπὲρ ἑαυτοῦ, ἢ καὶ ἄλλου τινός, ἀπὸ συμπαθείας κατὰ Θεόν· ποτὲ εἰς ἐργασίαν, πρὸς βοήθειαν τινὶ ἀσθενοῦντι ψυχικῶς ἢ σωματικῶς· ἵνα ὅλως διόλου τὰ τῶν Ἁγίων Ἀγγέλων ἔργα ποιῇ, καὶ μηδ᾽ ὅλως περί τινος τῶν τοῦ κόσμου τούτου μεριμνῶν· καὶ ὁ Θεὸς ὁ ἐκλεξάμενος αὐτὸν καὶ ἀφορίσας εἰς τὸ συνόμιλον αὐτῷ γενέσθαι, καὶ χαρισάμενος αὐτῷ τὴν διαγωγὴν ταύτην, καὶ ἀμεριμνίαν, αὐτὸς φροντίδα αὐτοῦ ποιήσεται; καὶ διαθρέψει ψυχικῶς τε καὶ σωματικῶς. Ἐπίρριψον γάρ φησιν ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Καὶ ὅσον αὐτὸς εἰς αὐτὸν τὴν ἐλπίδα ἀνατίθησιν, ἐν πᾶσι τοῖς κατ᾽ αὐτὸν ψυχῇ τε καὶ σώματι, τοσοῦτον εὑρίσκει αὐτὸν προνοοῦντα αὐτόν, ὥστε ἡγεῖσθαι ἑαυτὸν ὑπὸ κάτω πάσης κτίσεως ἐκ τῶν πολλῶν δωρεῶν τοῦ Θεοῦ, τῶν φανερῶν, καὶ ἀφανῶν, τῶν ψυχικῶν τε, καὶ σωματικῶν, ὡς πολλὰ χρεωστῶν, οὐ δύναται ὅλως ἐπαίρεσθαι ἔν τινι πράγματι ἐκ τῆς αἰσχύνης, ἐνώπιον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ ὅσον εὐχαριστεῖ αὐτῷ, καὶ ἀγωνίζεται βιάζειν ἑαυτὸν ὑπὲρ τῆς ἀγάπης αὐτοῦ, τοσοῦτον ὁ Θεὸς ἐγγίζει αὐτῷ διὰ τῶν χαρισμάτων αὐτοῦ, καὶ ἐπιθυμεῖ τοῦ ἀναπαῦσαι αὐτόν, καὶ ποιῆσαι προτιμᾶν τὴν ἡσυχίαν καὶ ἀκτημοσύνην ὑπὲρ πάσας τὰς βασιλείας τῆς γῆς καὶ ἐκτὸς ἀμοιβῆς ἐν τῷ μέλλοντι, καὶ γὰρ οἱ Ἅγιοι Μάρτυρες ἤλγουν μὲν αἰκιζόμενοι ὑπὸ τῶν ἐχθρῶν, ἀλλ᾽ ὁ πόθος τῆς βασιλείας, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ ἐνίκα τοὺς πόνους, καὶ αὐτὸ τοῦτο τὸ λαβεῖν δύναμιν εἰς τὸ νικᾶν τοὺς ἐχθρούς, μεγάλην παράκλησιν ἡγοῦντα καὶ χρέος· ὅτι ἠξιώθησαν ὑπὲρ Χριστοῦ, θάνατον ὑπομεῖναι, ὥστε ἐκ τούτου πολλάκις ἀναίσθητοι ἐγένοντο· ὡσαύτως καὶ οἱ Ἅγιοι Πατέρες πολλὰ βιάσαντες ἑαυτοὺς κατ᾽ ἀρχὰς διὰ πολυτρόπων ἀσκήσεων καὶ πολέμων τῶν ἐκ τῶν πνευμάτων τῆς πονηρίας γινομένων· ἀλλ᾽ ἐνίκα ὁ πόθος, καὶ ἡ ἐλπὶς τῆς ἀπαθείας, διότι μετὰ τὸν κόπον ἀμέριμνος γίνεται ὁ ἀπαθής, ὡς τὰ πάθη νικήσας, δοκεῖ μὲν καλῶς ἔχειν καὶ ὁ ἐμπαθής, ἀλλ᾽ ἀπὸ τῆς τυφλότητος, μόνος δὲ ὁ λεγόμενος ἀγωνιστής, ἔχει τὸν κόπον καὶ τὸν πόλεμον, ἐκ τοῦ θέλειν νικῆσαι τὰ πάθη, καὶ μὴ δύνασθαι· παραχωρεῖται γὰρ ὁ τοιοῦτός ποτε ἡττηθῆναι ὑπὸ τῶν πολεμούντων αὐτόν, ἵνα ταπείνωσιν κτήσηται· καὶ τούτου χάριν ὀφείλει γνῶναι τὴν ἰδίαν ἀσθένειαν, καὶ φεύγειν τὰ βλάπτοντα αὐτὸν ἰσχυρῶς, ἵνα ἐπιλάθηται τὴν πρώτην αὐτοῦ συνήθειαν· ὅτι εἰμὴ φεύγῃ τις πρῶτον τὸν περισπασμόν, καὶ σιωπὴν τελείαν κτήσηται, οὐ δύναται ἐλθεῖν εἰς τὸ ἔχειν τι ἀπαθῶς, εἰ εἰς τὸ λέγειν ἀεὶ καλά· καὶ ἁπλῶς εἰς πᾶν πρᾶγμα προσήκει πρῶτον ἡ τελεία φυγὴ τοῦ περισπασμοῦ, ἵνα μὴ ἕλκηταί τις ὑπὸ τῆς προτέρας συνηθείας· πλὴν μηδεὶς ἐξ ἀγνωσίας, ἀκούων περὶ ταπεινοφροσύνης, ἀπαθείας τε, καὶ τῶν τοιούτων, οἴεται ἔχειν ταῦτα, ἀλλὰ τοῦ ἑκάστου πράγματος τὸ σημεῖον ζητεῖν ὀφείλει, καὶ εὑρεῖν ἐν ἑαυτῷ.
ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ
Σημεῖα δέ εἰσι τῆς μὲν ταπεινοφροσύνης, τὸ πᾶσαν ἀρετὴν σωματικήν τε καὶ ψυχικὴν ἔχων, ἡγεῖσθαι ἑαυτὸν μείζονα χρεωστεῖν τῷ Θεῷ, ὡς πολλὰ λαβών, χάριτι, ἀνάξιος ὢν, καὶ εἴτις δ᾽ ἂν ἔλθοι αὐτῷ πειρασμὸς ἀπὸ δαιμόνων, ἢ ἀνθρώπων, ἄξιον ἡγεῖται ἑαυτὸν τῶν τοιούτων, καὶ ἄλλων πλειόνων, ἵνα κἂν μικρὸν τοῦ χρέους ἀποληφθῇ καὶ κουφισμὸν εὕρῃ ἐν τῇ κρίσει τῶν ἐλπιζομένων αὐτῷ κολάσεων· καὶ ὅταν μὲν τοιοῦτον μὴ πάθη, πολλὰ θλίβεται, καὶ ἀγωνιᾷ, ζητῶν τι εὑρεῖν βιᾶσαι ἑαυτόν, ὅταν δὲ τούτου ἐπιτύχῃ, πάλιν ὡς δῶρον παρὰ Θεῷ λαβὼν ταπεινοῦται, καὶ τί ἀνταμεῖψαι τῷ εὐεργέτῃ μὴ δυνάμενος εὑρεῖν, μένει ἐργαζόμενος ἀεὶ, καὶ ἐπὶ πλεῖον χρεώστην ἑαυτὸν λογιζόμενος
ΠΕΡΙ ΑΠΑΘΕΙΑΣ
Τῆς ἀπαθείας τάχα τοῦτό ἐστι τὸ σημεῖον, τὸ ἐν πᾶσι ἀτάραχον εἶναι, καὶ ἄφοβον, ὡς λαβὼν Θεοῦ χάριτι τὰ πάντα ἰσχύειν, κατὰ τὸν Ἀπόστολον, ἐν τῷ μηδ᾽ ὅλως φροντίδα ἔχειν περὶ τοῦ σώματος, ἀλλ᾽ ὅσην βίαν ἀσκήσει, καὶ φθάσει εἰς ἀνάπαυσιν τῆς ἕξεως, καὶ εὐχαριστῶν, πάλιν ἄλλην ἐπιτηδεύεται βίαν, ἵνα εὑρίσκηται ἀεὶ πολεμούμενος, καὶ νικῶν μετὰ ταπεινώσεως, καὶ αὕτη ἐστιν ἡ προκοπὴ τοῦ ἀνθρώπου, τὰ γὰρ ἀβιάστως γινόμενα, οὐκ εἰσὶν ἔργα, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ, ἀλλὰ μᾶλλον δῶρα, εἰ δὲ ἀπὸ πρώτου κόπου ἐγένετο ἡ ἀνάπαυσις, ἥττης ἔπαθλόν ἐστι, καὶ οὐ καυχήματος ἄξια· οὐ γὰρ οἱ λαμβάνοντες, μισθὸν ἐπαινοῦνται, ἀλλ᾽ οἱ βιαζόμενοι ἐν τῇ ἐργασίᾳ, καὶ μηδὲν λαμβάνοντες· καὶ τί ἔχομεν εἰπεῖν; ὅσα ἂν ποιῶμεν, καὶ ὅσα εὐχαριστῶμεν τῷ εὐεργέτῃ, τοσαῦτα χρεωστοῦμεν, καὶ πολλῷ πλείονα, διότι αὐτὸς μὲν ἀνενδεὴς ὑπάρχει, καὶ οὐδενὸς χρήζει, ἡμεῖς δὲ χωρὶς αὐτοῦ οὐ δυνάμεθά τι ἀγαθὸν ποιῆσαι· ὁ γὰρ καταξιωθεὶς τοῦ ὑμνῆσαι τὸν Θεόν, αὐτὸς κερδαίνει μᾶλλον, ὡς μέγα καὶ ἀξιάγαστον χάρισμα λαβών, καὶ ὅσον ὑμνεῖ, πλεῖον χρεώστης γίνεται, καὶ τέλος ἢ ἐκκοπὴν τῆς γνώσεως τοῦ Θεοῦ, ἢ τῆς εὐχαριστίας, ἢ τῆς ταπεινώσεως, ἢ τῆς ἀγάπης οὐχ εὑρίσκει· οὐ γάρ εἰσιν αὖται αἱ τοῦ αἰῶνος τούτου ἵνα τέλος ἔχωσιν, ἀλλ ἐκ τοῦ ἀτελευτήτου αἰῶνος ἐκείνου τὸ τέλος μὴ ἔχοντος, ἀλλὰ μᾶλλον αὔξησιν τῶν γνώσεων, καὶ τῶν χαρισμάτων· καὶ ὁ μὲν τούτου καταξιωθεὶς ἔργῳ, καὶ λόγῳ, ἐλευθεροῦται ἐκ πάντων τῶν παθῶν, ὁ δὲ τούτων τυχεῖν βουλόμενος ὀφείλει παραμένειν τῷ Θεῷ, καὶ μηδ᾽ ὅλως φροντίδα ἔχειν περὶ τοῦ αἰῶνος τούτου, μηδὲ πτοεῖσθαι ὑπ᾽ οὐδενὸς πειρασμοῦ, διότι ἐκ τούτου, πρὸς μείζονα προκοπὴν ἀνάγεσθαι μέλλει, καὶ βαθμὸν ὑψηλότερον· καὶ μήτε ἀπὸ ὀνείρων κακῶν, ἢ δῆθεν καλῶν, μηδὲ ἀπὸ νοήματός τινος πονηροῦ, ἢ ἀγαθοῦ, μήτε ἀπὸ λύπης ἢ δῆθεν χαρᾶς, μήτε ἀπὸ οἰήσεως, ἢ ἀπογνώσεως, ἢ βάθους, ἢ ὕψους, ἢ ἐγκαταλείψεως, ἢ συνεργίας τινὸς δῆθεν, καὶ ἰσχύος, μήτε ἀπὸ ἀμελείας, ἢ προκοπῆς, ἢ ῥαθυμίας, ἢ προθυμίας δῆθεν, ἢ φαινομένης ἀπαθείας ἢ πολλῆς προσπαθείας, ἀλλὰ τὸν ἥσυχον βίον, καὶ ἀπερίσπαστον φυλάττειν μετὰ ταπεινώσεως, πιστεύων, ὅτι οὐδεὶς δύναται ἡμᾶς κακοποιῆσαι, μὴ θελόντων ἡμῶν· διὰ δὲ τὸ ἐπαίρεσθαι μόνον, καὶ μὴ προσφεύγειν ἀεὶ εἰς τὸν Θεόν, ἴσως ρίπτειν τε ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, ζητῶν ἐν πᾶσι τὸ θέλημα αὐτοῦ γενέσθαι· λέγων πρὸς πάντα λογισμὸν ἐρχόμενον πρὸς αὐτόν· οὐκ οἶδα τίς εἶ, ὁ Θεὸς οἶδεν, εἴτε καλὸς εἶ, εἴτε οὔ, ἐγὼ γὰρ εἰς τὰς χεῖρας αὐτοῦ ἀπέρριψα, καὶ ἀπορρίπτω ἐμαυτὸν, καὶ αὐτῷ μέλλει περὶ ἐμοῦ, ὡς γὰρ ἐκ μὴ ὄντος με ἐποίησεν, οὕτω καὶ κατὰ χάριν σῶσαί με ἔχει, ἂν ἀρεστὸν αὐτῷ ᾖ τὸ Ἅγιον αὐτοῦ μόνον θέλημα γενέσθω ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι, ὡς θέλει, καὶ ὅταν θέλῃ· ἐγὼ θέλημα οὐκ ἔχω, ἓν οἶδα, ὅτι πολλὰ ἥμαρτον, πολλὰ εὐεργετοῦμαι, καὶ οὐδὲ κἂν, κατὰ τὸ δυνατόν, ἔργῳ, ἢ λόγῳ εὐχαριστῶ τῇ αὐτοῦ ἀγαθότητι· ἀλλ᾽ ἐν τούτοις πᾶσι δύναται καὶ θέλει πάντας σῶσαι, καὶ μετὰ πάντων κἀμὲ, ὡς θέλει, πόθεν γὰρ οἶδα ἄνθρωπος ὢν, ἢ οὕτως εἶναί με θέλει, ἢ οὕτως;
ἐγὼ τοίνυν διὰ τὸν φόβον τοῦ ἁμαρτάνειν ἔφυγον, καὶ ἦλθον ἐνταῦθα, καὶ διὰ τὰς ἁμαρτίας μου, καὶ πολλὰς ἀσθενείας κάθημαι ἀργὸς ἐν τῷ κελλίῳ, ὡς οἱ κατεχόμενοι ἐν τῷ δεσμωτηρίῳ, ἀναμένων τὴν ἀπόφασιν τοῦ δεσπότου· καὶ κἂν ἀργὸν θεάσηται ἑαυτόν, καὶ ἀπωλεσμένον μὴ φοβηθῇ πρὸς γὰρ συντριμμὸν ψυχῆς, καὶ ἐπίπονα δάκρυα ἐλθεῖν μέλλει, ἂν μὴ ἐξέλθῃ τῆς κέλλης, κἂν πάλιν πολλὴν προθυμίαν εἰς πᾶσαν πνευματικὴν ἐργασίαν, καὶ δάκρυα ἔχῃ, μὴ χαρὰν ἡγεῖσθαι τοῦτο, ἀλλὰ κλοπήν, καὶ ἑτοιμασίαν πολέμου καὶ ἁπλῶς, πᾶν πρᾶγμα καλόν, ἢ ἐναντίον ὀφείλει καταφρονεῖν, ἵνα μένῃ ἀτάραχος ἐν πᾶσιν ἡσυχάζων καὶ κατὰ δύναμιν ἀγωνιζόμενος, ποιῶν ὅσα παρέλαβεν, εἴπερ εἶχέ τινα σύμβουλον· εἰδ᾽ οὖν, τὸν Χριστὸν ὀφείλει ἔχειν, ἵνα εἰς πᾶν ἐγχείρημα, καὶ λογισμόν, αὐτὸν ἐρωτᾷ διὰ καθαρᾶς προσευχῆς, ἀπὸ καρδίας μετὰ ταπεινώσεως· μηδ᾽ ὅλως θαρρῶν ὅτι δόκιμος γέγονε Μοναχός, ἄχρις ἂν τὸν Χριστὸν ἀπαντήσῃ ἐν τῷ μέλλοντι, ὥς φασιν ὁ τῆς Κλίμακος, καὶ ὁ Ἀββᾶς Ἀγάθων· καὶ ἂν πρὸς τὸ εὐαρεστῆσαι τῷ Θεῷ ἔχῃ πάντα σκοπόν, αὐτὸς διδάσκει αὐτὸν τὸ θέλημα αὐτοῦ, εἴτε νοερῶς πληροφορῶν αὐτόν, εἴτε διά τινος ἀνθρώπου, ἢ γραφῆς· καὶ ἂν κόπτῃ τὰ ἑαυτοῦ θελήματα δι᾽ αὐτόν, αὐτὸς μετὰ χαρᾶς ἀνεκλαλήτου ποιήσει αὐτὸν φθάσαι τὴν τελειότητα, ὡς οὐκ οἶδεν αὐτός, καὶ τοῦτο ἰδὼν λίαν θαυμάζει, πῶς πανταχόθεν ἄρχεται βρύειν ἡ χαρά, καὶ ἡ γνῶσις, καὶ ἐκ παντὸς πράγματος ὠφέλειαν εὑρίσκει, καὶ βασιλεύει ὁ Θεὸς ἐν αὐτῷ, ὡς μὴ ἔχοντι ἴδιον θέλημα, διὰ τὸ ὑποταγῆναι αὐτὸν τῷ Ἁγίῳ αὐτοῦ θελήματι· καὶ γίνεται ὡς βασιλεύς, ὥστε εἴτι ἐνθυμηθῇ ἀκοπότως, καὶ ἑτοίμως γίνεται αὐτῷ παρὰ τῷ Θεῷ, τῷ τὴν αὐτοῦ φροντίδα ποιοῦντι· καὶ αὕτη ἐστὶν ἡ πίστις ἣν ἔφη ὁ Κύριος.
Ἐὰν ἔχητε πίστιν καὶ τὰ ἑξῆς, καὶ ἐπ᾽ αὐτὴν τὴν πίστιν οἰκοδομοῦνται αἱ λοιπαὶ ἀρεταί, κατὰ τὸν Ἀπόστολον· τούτου χάριν ὁ ἐχθρὸς πᾶσαν μηχανὴν ποιεῖ, ἵνα τῆς ἡσυχίας χωρισθῇ ὁ ἄνθρωπος, καὶ πεσεῖται εἰς τὸν πειρασμόν· καὶ εἰς τρόπον τινὰ ἄπιστος εὑρίσκηται, ἐλπίζων ἐπὶ τὴν ἰδίαν ἰσχύν, καὶ φρόνησιν ἢ ὁλοτελῶς, ἢ ἐκ μέρους, καὶ ἐκ τούτου ἀφορμὴν λαμβάνει ὁ ἐχθρὸς εἰς τὸ νικῆσαι αὐτόν, καὶ αἰχμάλωτον λαβεῖν τὸν ἄθλιον· ὁ δὲ ταῦτα γνούς, πᾶσαν τὴν τοῦ κόσμου τρυφήν, καὶ ἀνάπαυσιν καταλιπών, ὡς οὐδὲν ὄντα σπεύδει εἰς τὴν ἀμεριμνίαν· εἴτε εἰς τὴν ὑποταγήν, ἔχων τὸν ἐπιστάτην, ἀντὶ Χριστοῦ, καὶ ἀνατίθησιν αὐτῷ πᾶν νόημα, λόγῳ τε καὶ ἔργῳ, ἵνα μηδόλως ἔχῃ τι, εἴτε εἰς τὴν ἡσυχίαν ἐκ πίστεως βεβαίας, πάντα φεύγων· καὶ ἔχει ἀντὶ πάντων τὸν Χριστόν καὶ αὐτὸς γίνεται αὐτῷ πάντα, ὡς φασιν ὁ Χρυσόστομος, καὶ ὁ Δαμασκηνός, ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι· τρέφων, ἐνδύων, χαροποιῶν, παρακαλῶν, εὐφραίνων, ἀναπαύων, διδάσκων, φωτίζων· καὶ ἁπλῶς, ὥσπερ τῶν μαθητῶν αὐτοῦ, οὕτω καὶ τούτου ποιεῖ φροντίδα· εἰ καὶ μὴ ὥσπερ ἐκεῖνοι κοπιᾶν ἔχῃ, ἀλλ᾽ οὖν πίστιν ἔχῃ βεβαίαν, δι᾽ ἣν οὐ ποιεῖται τὴν ἑαυτοῦ φροντίδα ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων· ἀλλὰ διὰ τὸν φόβον τῶν πνευμάτων, ὡς οἱ Ἀπόστολοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, κάθηται ἐν τῷ Κελλίῳ ἀναμένων τὸν ἑαυτοῦ διδάσκαλον, ἵνα διὰ τῆς ὄντως θεωρίας, ἤτοι τῆς τῶν κτισμάτων αὐτοῦ γνώσεως, συνεγείρῃ νοητῶς ἐκ τῶν παθῶν, καὶ τὴν εἰρήνην χαρίσηται, ὥσπερ τοῖς Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων, φησὶν ὁ Ἅγιος Μάξιμος.
ΠΕΡΙ ΤΩΝ ΕΠΤΑ ΣΩΜΑΤΙΚΩΝ ΠΡΑΞΕΩΝ ΔΙΑΓΝΩΣΙΣ ΑΡΙΣΤΗ
Τὰ δὲ πρώην γεγραμμένα ἐν τῇ ἀρχῇ τοῦ λόγου περὶ τῶν ἑπτὰ πράξεων τῶν σωματικῶν καὶ ἠθικῶν, ἀείποτε φυλάττειν δεῖ· καὶ μήτε ἐλατώσσειν τῇ ἐλλείψει, μήτε αὔξειν τῇ ὑπερβολῇ· εἰ μήπου καιρὸς πολέμου ἐστὶ σωματικοῦ διὰ τὴν νεότητα, ἢ ἰσχὺν ὑπερβάλλουσαν, δι᾽ ἣν χρήζει ὑπερβαλλούσης ἀσκήσεως, ἢ πάλιν δι᾽ ἀσθένειαν δι᾽ ἣν μικρᾶς ἀναπαύσεως δέεται πλὴν μὴ κατὰ λύσιν τελείαν, αὕτη γὰρ καὶ τοὺς ἀπαθεῖς βλάψαι δύναται, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· ἀλλὰ κατὰ ἀνάγκην ἔστω ἡ ἀνάπαυσις, ὡς ἰατρεία τῆς ἀρρωστίας· καὶ μὴ ἀφορμὴν εὑροῦσα ἡ ψυχὴ τὸν τόνον ὑποχαλᾶν βούλεται· αὕτη γάρ ἐστιν ἡ λύσις, ὅταν ὁλοψύχως τις θέλῃ τὴν ἀνάπαυσιν· ἡ δὲ ἀνάπαυσις, φησί, τοὺς νέους, καὶ ὑγιεῖς βλάπτειν εἴωθε· ἐπειδή φασιν οἱ Ἅγιοι Πατέρες Βασίλειός τε καὶ Μάξιμος· ὅτι πρὸς μὲν θεραπείαν πείνης καὶ δίψης, ἄρτος μόνος, καὶ ὕδωρ χρήσιμα, πρὸς δὲ ὑγείαν, καὶ ἰσχὺν τοῦ σώματος, τὰ λοιπὰ ὑπὸ τοῦ Θεοῦ φιλανθρώπως δεδώρηται· καὶ ἵνα μὴ τὸ ἓν εἶδος ἀεὶ ἐσθιόμενον εἰς ἀηδίαν φέρῃ τὸν ἀσθενοῦντα, ἀλλ᾽ ἓν παρ᾽ ἕν, ὡς προείρηται, χρήσιμα· ἡ γὰρ ἀποχή, καὶ ἡ ἀκρασία εἰσὶν αἱ τὰς ἀσθενείας προσφέρουσαι· ἡ δὲ ἐγκράτεια, καὶ ἐναλλαγὴ τῶν βρομάτων καθ᾽ ἑκάστην, τῆς ὑγείας πρόξενοι γίνονται, ἵνα τὸ σῶμα τηρηθῇ ἀνήδονον καὶ ἄνοσον, καὶ γένηται συνεργὸν πρὸς τὴν κτῆσιν τῶν ἀρετῶν· καὶ ταῦτα μὲν πρὸς τοὺς ἀγωνιζομένους, ὡς εἴρηται· οἱ δὲ ἀπαθεῖς διὰ τῆς κατὰ Χριστὸν νηπιότητος πολλάκις δι᾽ ἡμερῶν πολλῶν οὐκ ἐσθίουσιν ἐπιλαθόμενοι τοῦ σώματος, ὡς ὁ Ἅγιος Σισόης, ὅς τις μετὰ τὸ ἐσθίειν ἐζήτει μεταλαβεῖν τῶν ἀχράντων μυστηρίων ἐκ τῆς πρὸς Θεὸν ἐκστάσεως, ὥς φησιν ὁ Ἀπόστολος, πρὸς ὠφέλειαν πολλῶν, εἴτε ἐξέστημεν Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν· καὶ ὡς ὁ Μέγας Βασίλειος περί τινων, καὶ ἄλλοι τινές· οὐδὲ πάλιν μετά τινων ἐσθίοντες οἱ τοιοῦτοι πολλῶν ἐδεσμάτων, εἶχον αἴσθησιν τῶν τοιούτων, ἀλλ᾽ ὡς μηδὲν ἐσθίοντες διέκειντο· ὁ γὰρ νοῦς τῶν τοιούτων οὐκ ἔστιν ἐν τῷ σώματι, ἵνα αἴσθηται αὐτοῦ τὴν ἀνάπαυσιν, ἢ τὸν πόνον, καὶ δῆλον μὲν ἐκ τῶν πολλῶν Πατέρων, καὶ Ἁγίων Μαρτύρων, δῆλον δὲ καὶ ἐκ τοῦ Ἁγίου ἐκείνου, περὶ οὗ ἔγραψεν ὁ Ἅγιος Νεῖλος, ὅτι ἦν τις γέρων, φησίν, ἐν τῇ ἐρήμῳ προσευχόμενος κατὰ νοῦν, ἐν παραχωρήσει Θεοῦ, πρὸς ὠφέλειαν αὐτοῦ καὶ ἄλλων πολλῶν, ἀπὸ τῶν χειρῶν καὶ ποδῶν οἱ δαίμονες ἐλάμβανον, καὶ εἰς τὸ ὕψος ἐτίνασσον, καὶ πάλιν ἵνα μὴ βλαβῇ τὸ σῶμα, ἐν τῷ ἐμπίπτειν ἐκ τοσούτου ὕψους, ἐν τῷ ψαθίῳ ἐδέχοντο, καὶ τοῦτο ἐπὶ πολὺ ποιοῦντες, δοκιμάζοντες εἰ κατέρχεται ὁ νοῦς αὐτοῦ ἐκ τῶν οὐρανῶν, καὶ οὐκ ἴσχυσαν τοῦτο ἀνύσαι· ὁ τοιοῦτος ἄρα πότε αἴσθηται βρώσεως, ἢ πόσεως, ἢ τινὸς τῶν σωματικῶν;
καὶ πάλιν ὁ Ἅγιος Ἐφραὶμ μετὰ τὸ νικῆσαι πάντα τάτε ψυχικά, καὶ σωματικὰ πάθη, χάριτι Χριστοῦ, ἵνα μὴ ἀργὸς ἐκ τῶν πολέμων τοῦ ἐχθροῦ εὑρεθῇ, καὶ τούτου χάριν κατακριθῇ, ὡς ἐδόκει ἐξ ἀφάτου ταπεινώσεως, ἐζήτει τὴν χάριν τῆς ἀπαθείας ἀρθῆναι ἀπ᾽ αὐτοῦ, περὶ οὗ Ἰωάννης ὁ τῆς Κλίμακος ἐκπλαγεὶς ἔγραψεν, ὅτι εἰσί τινες ἀπαθῶν ἀπαθέστεροι, ὡς ὁ Σύρος ἐκεῖνός φησι, καὶ τὰ ἑξῆς.
ΠΕΡΙ ΔΙΑΚΡΙΣΕΩΣ
Διὰ τοῦτο εἰς πᾶν πρᾶγμα χρήζομεν τῆς διακρίσεως, ἵνα κατὰ τὸν καιρὸν κρίνωμεν πᾶν ἐπιτήδευμα· ἡ γὰρ διάκρισις φῶς ἐστι δεικνύουσα τῷ ἔχοντι αὐτήν, τὸν καιρόν, τὸ ἐγχείρημα, τὸ ἐπιτήδευμα τὴν ἰσχύν, τὴν γνῶσιν, τὴν ἡλικίαν, τὴν δύναμιν, τὴν ἀσθένειαν, τὴν προαίρεσιν, τὴν προθυμίαν, τὴν συντριβήν, τὴν ἕξιν, τὴν ἀγνωσίαν, τὴν τοῦ σώματος δύναμιν καὶ κρᾶσιν, ὑγείαν τε, καὶ ταλαιπωρίαν, τὸν τρόπον, τὸν τόπον, τὴν ἀναστροφήν, τὴν ἀνατροφήν, τὴν πίστιν, τὴν διάθεσιν, τὸν σκοπόν, τὴν διαγωγήν, τὴν ἄδειαν, τὴν ἐπιστήμην, τὴν φυσικὴν φρόνησιν τὴν σπουδήν, τὴν ἐγρήγορσιν, τὴν βραδύτητα, καὶ τὰ ὅμοια. Ἔπειτα τῶν πραγμάτων τὴν φύσιν, τὴν χρῆσιν, τὴν ποσότητα, τὰ εἴδη, τὸν σκοπὸν τοῦ Θεοῦ τὸν ἐν ταῖς θείαις γραφαῖς κείμενον, τὸν νοῦν τῆς ἑκάστης λέξεως, οἷον τὸ λεγόμενον ῥητὸν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε ἦλθον οἱ ἕλληνες ζητοῦντες ἰδεῖν τὸν Κύριον, καὶ εὐθέως εἶπεν, ἐλήλυθεν ἡ ὥρα, καὶ τὸ ἑξῆς· πρόδηλον, ὅτι ἔφθασεν ἡ κλῆσις τῶν ἐθνῶν· ἤρξατο γὰρ ὁ καιρὸς τοῦ πάθους, καὶ τοῦτο ὡς σημεῖον τίθησιν· καὶ γὰρ ἡ διάκρισις ταῦτα πάντα σαφηνίζει, οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸν σκοπὸν τῆς τῶν Πατέρων ἑρμηνείας· ὅτι οὐ τὸ γινόμενον πρᾶγμά ἐστι τὸ ζητούμενον, ἀλλὰ δι᾽ οὗ γίνεται, φησὶν ὁ Ἅγιος Νεῖλος· καὶ ὁ δίχα τῆς τῶν εἰρημένων γνώσεως ποιῶν τι, κοπιᾷ μὲν ἴσως πολλά, οὐδὲν δὲ ἀνύσαι δύναται, ὥς φησιν ὁ Μέγας Ἀντώνιος καὶ ὁ Ἅγιος Ἰσαάκ, περὶ τῶν ἀγωνιζομένων εἰς τὰς σωματικὰς ἀρετάς, ἀμελούντων δὲ εἰς τὴν τοῦ νοὸς ἐργασίαν, καίπερ αὐτὴν μᾶλλον εἶναι τὸ ζητούμενον· ὥς φησιν ὁ Ἅγιος Μάξιμος· δὸς τῷ σώματι τὴν κατὰ δύναμιν ἐργασίαν, καὶ ὅλον σου τὸν ἀγῶνα ἐπὶ τὸν νοῦν τρέψον· ὁ γὰρ σωματικῶς, φησιν, ἐργαζόμενος, ποτὲ μὲν ἡττᾶται, γαστριμαργίᾳ, καὶ πολυϋπνίᾳ, περισπασμῷ τε, καὶ πολυλογίᾳ, καὶ ἐκ τούτων σκοτίζει τὸν νοῦν· ποτὲ δὲ τῇ ἐκτεταμένῃ νηστείᾳ, ἀγρυπνίᾳ τε, καὶ ὑπερβολῇ τῶν καμάτων θολοῖ τὴν διάνοιαν· ὁ δὲ τὸν νοῦν ἐπιμελούμενος θεωρεῖ, εὔχεται, θεολογεῖ, καὶ πᾶσαν ἀρετὴν κατορθῶσαι δύναται· διότι ὁ φρόνιμος ἄνθρωπος ἐπιστημόνως ἀγωνίζεται ποιεῖν, ὅσον δύναται, μικρὰς τὰ τοῦ σώματος χρείας, ἵνα ἐκ τούτου γένηται ὀλιγομέριμνος, ἢ καὶ ἀμέριμνος πρὸς τὸ τηρεῖν τὰς ἐντολάς· ὥς φησιν ὁ Κύριος, μὴ μεριμνᾶτε καὶ τὰ ἑξῆς.
Ἐν δὲ πολυμεριμνίᾳ οὐδὲ ἑαυτόν τις βλέπειν δύναται, καὶ πῶς τὰς πρὸ καιροῦ ἡτοιμασμένας τοῦ ἐχθροῦ παγίδας δύναται βλέπειν; ἐπεὶ ὁ ἐχθρὸς οὐ πάντοτε πόλεμον φανερὸν ποιεῖν εἴωθεν, ὥς φησιν ὁ Χρυσόστομος· εἰ γὰρ τοῦτο ἦν οὐκ ἂν εὐχερῶς εἰς τὰς παγίδας αὐτοῦ πολλοὶ ἐνεπέσαμεν, ἵνα ὀλίγοι οἱ σωζόμενοι εὑρεθήσονται, ὥς φησιν ὁ Κύριος, ἀλλ᾽ ὅταν εἰς τὰ μεγάλα βουληθῇ ῥίψαι τινά, ἀμελεῖν κατασκευάζει πρῶτον τὰ μικρά, καὶ ἀφανῆ, καὶ πρὸ τῆς μοιχείας, τὴν πυκνὴν καὶ ἀκόλαστον θεωρίαν, καὶ πρὸ τοῦ φόνου, τὸν μικρὸν θυμόν, καὶ πρὸ τοῦ σκότους τῆς διανοίας, τὸν μικρὸν περισπασμόν, καὶ πρὸ τούτου πάλιν, τὴν δῆθεν ἀναγκαίαν τοῦ σώματος χρείαν· διὰ τοῦτο ὁ Κύριος, ὡς πάντα προγινώσκων ὡς τοῦ πατρὸς σοφία ὑπάρχων, προκαταλαμβάνων τὰς τοῦ διαβόλου πανουργίας, κελεύει τοῖς ἀνθρώποις πρὸ τοῦ καιροῦ κόπτειν τὰς ἀφορμάς· ἵνα μὴ δοκοῦντες εὐσυμπάθητα εἶναι τὰ μικρά, πίπτωμεν ἐλεεινῶς ἐν τοῖς δεινοῖς καὶ μεγάλοις ἁμαρτήμασι· καὶ φησίν, ἐρρέθη τοῖς ἀρχαίοις, τοῖς ἐν τῷ νόμῳ δηλαδὴ τάδε, καὶ τάδε· ἐγὼ δὲ λέγω ὑμῖν καὶ τὰ ἑξῆς. Ὁ οὖν μαθητευθεὶς τῷ Ἁγίῳ Εὐαγγελίῳ, ὀφείλει τὰ διδασκόμενα αὐτῷ ὑπὸ τοῦ σωτῆρος προσέχειν, καὶ ποιεῖν ἵνα ῥυσθῇ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ ἔχειν τὰς ἐντολὰς φιλοτιμίαν μᾶλλον, καὶ εὐεργεσίαν μεγάλην, ὅτι μετὰ σοφίας μεγάλης δύναται σώζειν τὴν ψυχήν· Θεοῦ δῶρα γάρ εἰσιν αἱ ἐντολαί, καὶ εἰκότως πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι, φησιν ὁ Ἀδελφόθεος· ὥς φησι καὶ ὁ Δαμασκηνός. Ἔθου ἡμῖν ἀκαταίσχυντον πρέσβυν τὴν τεκοῦσάν σε Χριστέ, ταύτης ταῖς ἐντεύξεσιν, ἵλεων νέμοις ἡμῖν πνεῦμα μεταδοτικόν τε ἀγαθότητος, ἐκ πατρὸς διὰ σοῦ προερχόμενον.
Ὁ γὰρ λαβὼν χάρισμα προσοχῆς τῶν θείων γραφῶν, ὥς φασιν οἱ πατέρες, πᾶν ἀγαθὸν εὑρίσκει κεκρυμμένον ἐν πάσαις ταῖς γραφαῖς, ὡς φησιν ὁ Κύριος· ὁ μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τὰ ἑξῆς· ἤτοι ἐν τῇ κατὰ Θεὸν σχολῇ, καὶ ἀναγνώσει τῶν θείων γραφῶν, ὅτι ἄλλο πρόσωπον δείκνυσιν ἡ γραφὴ τοῖς λοιποῖς ἀνθρώποις, κἂν δοκοῦσι γινώσκειν, καὶ ἄλλο δείκνυσι τῷ ἀφορίσαντι ἑαυτὸν εἰς τὸ ἀδιαλείπτως προσεύχεσθαι, ἤτοι τὸ ἔχειν τὴν τοῦ Θεοῦ ἔννοιαν, ἀντὶ ἀναπνοῆς, ἐν πᾶσι, κἂν κατὰ κόσμον ἰδιώτης ἢ καὶ ἀμαθὴς τὰ τῶν ἀνθρώπων μαθήματα, ὥς φησιν ὁ Μέγας Βασίλειος· ἁπλότητι δὲ μᾶλλον, καὶ ταπεινώσει Θεὸς ἐμφανίζεταί φησιν ὁ τῆς Κλίμακος, καὶ οὐ κόποις, ἢ καταργουμένῃ σοφίᾳ, ἀποστρέφεται δὲ μᾶλλον ταύτην ὁ Θεός, ἐὰν οὐκ ἔχῃ ταπείνωσιν· κρείττων γάρ ἐστί τις ἰδιώτης τῷ λόγῳ, καὶ μὴ τῇ γνώσει· κατὰ τὸν Ἀπόστολον, ἐπειδὴ ἡ μὲν πνευματικὴ γνῶσις χάρισμά ἐστι, ἡ δὲ τοῦ λόγου ἐπιστήμη, μάθημά ἐστιν ἀνθρώπινον, ὥσπερ τὰ λοιπὰ μαθήματα τοῦ κόσμου τούτου, καὶ οὐ συμβάλλεταί τισι πρὸς σωτηρίαν ψυχῆς· καὶ δῆλον ἐκ τῶν Ἐλλήνων· ἡ δὲ ἀνάγνωσις πρὸς μνήμην τοῖς ἴσασι τὰ εἰρημένα ἐκ τῆς πείρας, πρὸς δὲ μάθησιν τοῖς ἀπείροις γίνεται. Ὅταν, φησιν ὁ Μέγας Βασίλειος, εὕρῃ ὁ Θεὸς καθαρὰν τὴν καρδίαν ἀπὸ πάντων τῶν κοσμικῶν πραγμάτων, καὶ μαθημάτων, τότε ὡς πτυχεῖον ἄγραφον γράφει τὰ ἑαυτοῦ δόγματα· τοῦτο δὲ λέγω, ἵνα μὴ ἀναγνώσῃ τις τὰ μὴ συμβάλλοντα πρὸς ἀρέσκειαν Θεοῦ. Ἀλλὰ κἂν ἀγνοῶν τοῦτο ποτὲ ἀνέγνω, ἀγωνιζέτω ταχέως ἐξαλεῖψαι τὴν τούτου μνήμην διὰ πνευματικῆς ἀναγνώσεως θείων γραφῶν, καὶ μάλιστα τῶν συμβαλλόντων αὐτῷ πρὸς σωτηρίαν ψυχῆς κατὰ τὴν κατάστασιν, ἣν ἔφθασεν, εἰ μὲν πρακτικὸς ἔτι ὑπάρχει, ἐν τοῖς βίοις, καὶ λόγοις τῶν πατέρων, εἰ δὲ εἰς θείαν γνῶσιν ἡ χάρις ἀνήγαγεν αὐτόν, ἀναγινωσκέτω ἐν πάσαις ταῖς θείαις γραφαῖς, ὡς δυνάμενον κατὰ τὸν Ἀπόστολον, καθελεῖν πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ ἐκδικεῖν πᾶσαν παρακοήν, καὶ παράβασιν διὰ πράξεως, καὶ ἀληθοῦς γνώσεως τῶν θείων ἐντολῶν τε καὶ δογμάτων τοῦ Χριστοῦ, ἔξωθεν δὲ τούτων μηδ᾽ ὅλως ἀναγινώσκει· τίς γὰρ χρεία τὸ λαβεῖν πνεῦμα ἀκάθαρτον ἀντὶ Πνεύματος Ἁγίου; διότι εἰς ὁποῖον λόγον σχολάζει τις, τὸ τοῦ λόγου πνεῦμα ἔχειν βούλεται· εἰ καὶ οὐ φαίνεται αὐτῷ δυσχερὲς τὸ πρᾶγμα ὡς τοῖς ἐμπείροις.
ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΘΕΟΝ ΑΝΑΓΝΩΣΕΩΣ
Ἔστω οὖν ἡ κατὰ Θεὸν ἀνάγνωσις, πρὸς τὸ μὴ ῥέμβεσθαι τὸν νοῦν, ὅτι αὕτη ἐστὶν ἡ ἀρχὴ τῆς σωτηρίας· μισεῖ, φησὶν ὁ Σολομών, ἦχον ἀσφαλείας, ὁ ἐχθρὸς δηλαδή, ὥσπερ ὁ ῥεμβασμὸς τῆς διανοίας, ἀρχή ἐστι τοῦ ἁμαρτάνειν, ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ. Ὁ δὲ θέλων τοῦτο φυγεῖν τελείως, ἐν τῇ κέλλῃ δεῖ τὰ πολλὰ σχολάζειν· εἰ μὲν τῆς ἀκηδίας ὑπόσπονδός ἐστιν, ἐργαζέσθω μικρόν, ὡς καὶ ὁ ἀπαθὴς καὶ γνωστικὸς πρὸς ὠφέλειαν ἄλλων, καὶ βοήθειαν ἀσθενοῦσι τισίν· ὡς οἱ μεγάλοι τῶν πατέρων ἐποίουν συγκαταβαίνοντες, καὶ ἐξομοιοῦντο τοῖς ἐμπαθέσι, ταπεινοφροσύνης χάριν ὡς δυνάμενοι πανταχοῦ ἔχειν τὸν Θεὸν ἐν ἑαυτοῖς, καὶ εἰς τὴν ἐν Θεῷ θεωρίαν σχολάζειν, καὶ ἐν ἐργοχείρῳ, καὶ ἐν ἀγορᾷ, ὡς φησιν ὁ Μέγας Βασίλειος, πρὸς τοὺς τελείους σφόδρα, ὡς καὶ ἐν πλήθει ὄχλου, φησιν, ὡς μόνοι ἐν ἑαυτοῖς, καὶ τῷ Θεῷ πάντοτέ εἰσιν. Ὁ δὲ ταῦτα ἔτι μὴ ἔχων, ἀλλὰ τῇ ἀκηδίᾳ ἀποστάσιον βούλεται δοῦναι, πᾶσαν ὁμιλίαν ἀνθρώπων, καὶ ὕπνον παρὰ τὸ δέον ὀφείλει ἀποβάλλειν ἐξ ἑαυτοῦ, καὶ ἐᾶσαι ταύτην τῆξαι αὐτοῦ τὸ σῶμα καὶ τὴν ψυχήν, ἕως οὗ ἀκηδιάσασα ἀναχωρήσῃ, βλέπουσα αὐτοῦ τὴν ὑπομονὴν ἐν διηνεκεῖ σχολῇ κατὰ Θεόν, καὶ ἐν τῇ ἀναγνώσει, καὶ καθαρᾷ προσευχῇ· πᾶς γὰρ πολέμιος, εἰ μὲν εἴδοι ἑαυτόν τι ἀνύσαι δυνάμενον, παραμένει πολεμῶν, εἰ δὲ μήγε, ἀναχωρεῖ, ἢ τελείως, ἢ πρὸς ὥραν· διὰ τοῦτο ὀφείλει ὁ θέλων περιγενέσθαι τῶν πολεμίων, πᾶσαν ὑπομονὴν ἔχειν· ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται· δίκαιόν ἐστι, φησιν ὁ Ἀπόστολος, διδόναι θλίψιν τοῖς λυποῦσιν ἡμᾶς, ἡμῖν δὲ τοῖς θλιβομένοις ἄνεσιν· οὐκ ἔστι δὲ κακὸν οὐδὲ ἓν πρᾶγμα γινόμενον κατὰ Θεὸν μετὰ ταπεινώσεως· πλὴν διαφορὰς ἔχουσι τὰ πράγματα, καὶ τὰ ἐπιτηδεύματα· πᾶν οὖν εἴτι ἐστὶ παρὰ τὴν ἀναγκαίαν χρῆσιν, ἐμπόδιον γίνεται τῷ θέλοντι σωθῆναι, ἤγουν πᾶν εἴτι οὐ συμβάλλεται πρὸς σωτηρίαν ψυχῆς, ἢ πρὸς σωματικὴν ζωήν· ἐπειδὴ οὐ τὰ βρώματα ἀλλ᾽ ἡ γαστριμαργία κακή, οὐδὲ τὰ χρήματα, ἀλλ᾽ ἡ προσπάθεια· οὐδὲ τὸ λέγειν, ἀλλ᾽ ἡ ἀργολογία· οὐδὲ τὰ ἡδέα τοῦ κόσμου, ἀλλ᾽ ἡ ἀκρασία· οὐδὲ ἡ ἀγάπη πρὸς τοὺς ἰδίους, ἀλλ᾽ ἡ ἐκ ταύτης ἀργία πρὸς τὴν τοῦ Θεοῦ εὐαρέστησιν οὐδὲ τὰ ἐνδύματα πρὸς τὸ σκεπασθῆναι μόνον, καὶ φεύγειν τὸ ψύχος, καὶ καύσωνα, ἀλλὰ τὰ περιττὰ καὶ πολύτιμα· οὐδὲ αἱ οἰκίαι πρὸς τὸ φεύγειν μόνον μετὰ τῶν εἰρημένων καὶ τοὺς ἐπιβούλους, θηρία τε, καὶ ἀνθρώπους, ἀλλ᾽ αἱ διώροφοι καὶ τριώροφοι, μεγάλαι τε, καὶ πολυδάπαναι· οὐδὲ τὸ ἔχειν τι πρᾶγμα, ἀλλὰ τὸ μὴ εἰς ἀναγκαίαν χρῆσιν αὐτὸ ἔχειν· οὐδὲ τὸ βίβλους ἔχειν τοὺς λίαν ἀκτήμονας κακόν, ἀλλὰ τὸ μὴ ἔχειν αὐτά, διὰ τὴν κατὰ Θεόν ἀνάγνωσιν· οὐδὲ τὸ ἔχειν φίλους, ἀλλὰ τοὺς μὴ πρὸς ὠφέλειαν ψυχῆς χρησίμως ἔχοντας· οὐδὲ γυνὴ κακόν, ἀλλ᾽ ἡ πορνεία οὐδὲ ὁ πλοῦτος, ἀλλ᾽ ἡ φιλαργυρία· οὐδὲ ὁ οἶνος ἀλλ᾽ ἡ μέθη· οὐδὲ ὁ φυσικὸς θυμὸς ὁ δοθεὶς πρὸς τὸ κολάζειν τὴν ἁμαρτίαν, ἀλλὰ τὸ χρήσασθαι τούτῳ κατὰ τῶν ὁμογενῶν ἀνθρώπων· οὐδὲ τὸ ἄρχειν, ἀλλ᾽ ἡ φιλαρχία· οὐδὲ ἡ δόξα, ἀλλ᾽ ἡ φιλοδοξία, καὶ ἡ χείρων ταύτης κενοδοξία· οὐδὲ τὸ ἀρετὴν κεκτῆσθαι, ἀλλὰ τὸ οἴεσθαι ἔχειν· οὐδὲ ἡ γνῶσις, ἀλλὰ τὸ δοκεῖν εἶναι γνωστικόν, καὶ τὸ χεῖρον τούτου, τὸ τὴν ἰδίαν ἀγνωσίαν ἀγνοεῖν· οὐδὲ ἡ ἀληθινὴ γνῶσις, ἀλλ᾽ ἡ ψευδώνυμος· οὐδὲ ὁ κόσμος κακός, ἀλλὰ τὰ πάθη· οὐδὲ ἡ φύσις, ἀλλὰ τὰ παρὰ φύσιν· οὐδὲ ἡ ὁμόνοια, ἀλλ᾽ ἡ ἐπὶ τὸ κακοποιῆσαι, καὶ μὴ πρὸς σωτηρίαν ψυχῆς γινομένη· οὐδὲ τὰ μέλη τοῦ σώματος, ἀλλ ἡ τούτων παράχρησις· οὐ γὰρ ἵνα ἐπιθυμῶμεν, ἃ μὴ δεῖ ἐγένετο ἡ ὅρασις, ἀλλ᾽ ἵνα ὁρῶντες τὰ κτίσματα δοξάζωμεν ἐξ αὐτῶν τὸν ποιητήν, πρὸς τὸ ὁδεῦσαι καλῶς ἡμᾶς εἰς τὰ συμφέροντα τῆς ψυχῆς, καὶ τοῦ σώματος ἡμῶν· οὐδὲ αἱ ἀκοαὶ πρὸς τὸ ἐνωτίζεσθαι καταλαλιάν, καὶ μωρολογίαν, ἀλλὰ πρὸς τὸ ἀκοῦσαι λόγου Θεοῦ, καὶ πᾶσαν λαλιάν, ἣν ἀκούομεν παρ᾽ ἀνθρώπων, πετεινῶν τε, καὶ τῶν λοιπῶν, καὶ ἐκ τούτου δοξάσαι τὸν ποιητήν· οὐδὲ ἡ ὄσφρησις πρὸς τὸ ἐκθηλύνειν τὴν ψυχήν, καὶ λύειν τὸν τόνον αὐτῆς τῇ εὐοσμίᾳ, ὥς φησιν ὁ Θεολόγος, ἀλλὰ πρὸς τὸ ἀναπνεῖν καὶ δέχεσθαι τὸν δεδωρημένον ἡμῖν παρὰ Θεοῦ ἀέρα καὶ δοξάζειν αὐτὸν ἕνεκα τούτου· οὗ χωρὶς οὐδεὶς δύναται ζῆσαι σωματικῶς, οὔτε ἄνθρωπος, οὔτε κτῆνος· καὶ θαυμάζω τὴν σοφίαν τοῦ εὐεργέτου πῶς τὰ ἀναγκαιότερα πράγματα εὐκόλως πᾶσιν εὑρίσκονται, λέγω δὴ τὸν ἀέρα, τὸ πῦρ, τὸ ὕδωρ, καὶ τὴν γῆν· οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τὰ δυνάμενα σῶσαι τὴν ψυχὴν εὐκοπώτερα τῶν ἄλλων πραγμάτων ἐποίησε, τὰ δὲ ἀπώλειαν αὐτῇ προσφέροντα δυσκολώτερα· οἶον ἡ πενία, πλείονα σώζειν εἴωθεν τὴν ψυχήν, ὁ δὲ πλοῦτος ἐμπόδιον γίνεται τοῖς πολλοῖς· καὶ τὴν μὲν ὁ τυχὼν εὑρίσκει· ὁ δὲ οὐκ ἔστιν ἐν ἡμῖν· εἶτα τὴν ἀτιμίαν, τὴν ταπείνωσιν, τὴν ὑπομονήν, τὴν ὑπακοήν, τὴν ὑποταγήν, τὴν ἐγκράτειαν, τὴν νηστείαν τὴν ἀγρυπνίαν, τὴν ἐκκοπὴν τοῦ ἰδίου θελήματος, τὴν σωματικὴν ἀσθένειαν, τὴν εὐχαριστίαν ἐν πᾶσι τούτοις· τοὺς πειρασμούς, τὰς ζημίας, τὴν στέρησιν τῶν ἀναγκαίων, τὴν ἀποχὴν τῶν ἡδέων, τὴν γυμνότητα, τὴν μακροθυμίαν· καὶ ἁπλῶς πάντα τὰ διὰ τὸν Θεὸν γινόμενα ἐπιτηδεύματα καὶ ἀνεμπόδιστα εἰσί, καὶ οὐδεὶς ὑπὲρ τῶν τοιούτων μάχεται, ἀλλὰ μᾶλλον παραχωρεῖ τοῖς προαιρουμένοις ταῦτα ἔχειν, εἴτε ἑκουσίως, εἴτε ἀκουσίως ἐπερχομένων· τὰ δὲ πρὸς ἀπώλειαν συντείνοντα, δυσεύρετα· οἷον ὁ πλοῦτος, ἡ δόξα, ἡ ὑπερηφάνεια, ἡ ἀκαταδεξία, ἡ ἐξουσία, τὸ ἄρχειν, ἡ ἀκρασία, ἡ πολυφαγία, ἡ πολυϋπνία, τὸ ποιεῖν ἃ βούλεται, ἡ ὑγεία, καὶ ἡ ἰσχὺς τοῦ σώματος, ὁ ἀνεπειρέαστος βίος, τὰ κέρδη, τὸ ἔχειν ὅσα ἐπιθυμεῖ ἡ τῶν ἡδέων ἀπόλαυσις, τὸ ἔχειν ἐνδύματα καὶ σκεπάσματα πολλά, καὶ πολύτιμα, καὶ τὰ τοιαῦτα, ὑπὲρ ὧν πολὺς μὲν ὁ ἀγών, ὀλίγη δὲ ἡ εὕρεσις, καὶ πρόσκαιρος ἡ ὠφέλεια· καὶ πολλὴ μὲν ἡ θλίψις, ὀλίγη δὲ ἡ ἀπόλαυσις· διότι τοῖς ἔχουσιν αὐτὰ καὶ τοῖς μὴ ἔχουσιν αὐτά, ἀλλ᾽ ἔχειν ἐπιθυμοῦσιν, πᾶσαν θλίψιν προξενοῦσι, καίπερ οὐκ ἔστι κακὸν οὐδὲν, ἀλλ᾽ ἡ τούτων παράχρησις, ὡς εἴρηται· οὐ γὰρ ἵνα κλέπτωμεν, καὶ ἁρπάζωμεν, καὶ χεῖρας ἐπ᾽ ἀλλήλων ἐκτείνωμεν κακῶς ἐγένοντο ἡμῖν χεῖρες, καὶ πόδες, ἀλλ᾽ ἵνα ταύτας πρὸς πᾶσαν ἐργασίαν κατὰ Θεὸν κτησώμεθα, εἴς τε ἐλεημοσύνην τοῖς πτωχοῖς οἱ ἀσθενέστεροι τὴν ψυχὴν πρὸς τελειότητα, καὶ πρὸς βοήθειαν τοῖς χρήσουσιν· οἱ δυνατώτεροι δὲ τὴν ψυχήν, καὶ τὸ σῶμα διὰ τῆς ἀκτημοσύνης, καὶ μιμήσεως τοῦ Χριστοῦ, καὶ τῶν ἁγίων αὐτοῦ μαθητῶν, καὶ πρὸς τὸ δοξάζειν τὸν Θεόν, καὶ θαυμάζειν τὴν κεκρυμμένην αὐτοῦ σοφίαν ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ πῶς αἱ χεῖρες αὗται, καὶ οἱ μικροὶ δάκτυλοι πρὸς πᾶσαν ἐπιστήμην, καὶ ἐργασίαν, γραφήν τε καὶ ἐπιτήδευμα εὑρίσκονται ἕτοιμοι, τῇ τοῦ Θεοῦ προνοίᾳ· ἐξ οὗ ἡ γνῶσις τῶν ἀναριθμήτων τεχνῶν τε, καὶ γραφῶν, σοφίας τε, καὶ ἱαματικῶν φαρμάκων, γλωσσῶν τε, καὶ γραμμάτων διαφόρων· καὶ ἁπλῶς πάντα τὰ προγεγονότα, γινόμενά τε, καὶ γενησόμενα δι᾽ ἄκραν ἀγαθότητα ἡμῖν δεδώρηται, καὶ ἀεὶ δίδονται πρὸς τὸ ζῆσαι σωματικῶς, καὶ σωθῆναι ψυχικῶς ἐὰν κατὰ τὸν τοῦ Θεοῦ σκοπὸν χρησώμεθα πᾶσι τοῖς οὖσι, καὶ διὰ τούτων δοξάζωμεν αὐτὸν μετὰ πάσης εὐγνωμοσύνης· εἰ δὲ μήγε ἐκπίπτομεν καὶ ἀπολύμεθα, καὶ πάντα τὰ ὄντα πρὸς θλίψιν ἡμῖν ἐν τῷ νῦν αἰῶνι γίνονται, οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ μέλλοντι πρὸς κόλασιν αἰώνιον, ὡς προείρηται.
ΠΕΡΙ ΔΙΑΚΡΙΣΕΩΣ ΑΛΗΘΟΥΣ
Ὁ μὲν χάριτι Θεοῦ, λαβὼν χάρισμα διακρίσεως, ἐκ πολλῆς ταπεινοφροσύνης ὀφείλει πάσῃ δυνάμει φυλάττειν τὸ χάρισμα τοῦτο, εἰς τὸ μηδ᾽ ὅλως ἀδιακρίτως τι ποιεῖν, ἵνα μὴ ἐν γνώσει ἐξ ἀμελείας πταίων μείζονα τὴν κατάκρισιν ἐμποιεῖ ἑαυτῷ· ὁ δὲ μὴ λαβὼν τὸ χάρισμα τοῦτο, ἔτι ὀφείλει μηδ᾽ ὅλως νόημα στῆσαι, ἢ λόγον ἢ ἔργον, ἐκτὸς ἐρωτήσεως, πίστεώς τε βεβαίας, καὶ προσευχῆς καθαρᾶς, ὧν χωρὶς εἰς διάκρισιν ἀψευδῶς ἀνελθεῖν οὐ δύναται· αὕτη μὲν γὰρ γεννᾶται ἐκ ταπεινοφροσύνης· γεννᾶ δὲ τῷ ἔχοντι αὐτήν, διόρασιν· ὥς φασι Μωυσῆς τε καὶ ὁ τῆς Κλίμακος· ἵνα ὁ ἔχων προβλέπῃ τὰ κεκρυμμένα τοῦ ἐχθροῦ μηχανήματα, καὶ ἐκκόπτῃ τὰς ἀφορμὰς αὐτῶν πρὸ καιροῦ, κατὰ τὸν Δαβίδ· καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. Σημεῖα δὲ τῆς μὲν διακρίσεως τὸ ἀψεύστως γινώσκειν τὰ καλὰ καὶ τὰ ἐναντία· ἔπειτα καὶ τὸ θεῖον βούλημα εἰδέναι ἐν πᾶσι τοῖς ἐπιτηδεύμασι· τῆς δὲ διοράσεως, τὸ γινώσκειν τά τε ἴδια πταίσματα, πρὶν εἰς τὸ ἔργον φθάσωσι, καὶ τὰ κατὰ κλοπὴν γινόμενα ὑπὸ τῶν δαιμόνων· ἔπειτα καὶ τὰ κεκρυμμένα ἐν ταῖς θείας γραφαῖς μυστήρια· καὶ ἐν τοῖς αἰσθητοῖς κτίσμασιν· ἔχει μὲν καὶ ἡ τούτων μήτηρ ταπείνωσις σημεῖον, ὡς προείρηται περὶ ἑαυτῆς, γινώσκεται δὲ ἐκ τούτου· εἰ μὲν γάρ ἐστι ταπεινόφρων, ὀφείλει πᾶσαν ἀρετὴν ἔχειν, καὶ ὡς μείζονα χρεωστῶν, ὑπὸ κάτω πάσης κτίσεως εἶναι ἐν ἀληθείᾳ πιστεύειν· εἰ δὲ μὴ οὕτως διάκειται, αὐτὸ τοῦτο πληροφορία ἐστίν, ὅτι χείρων πάσης τῆς κτίσεως ὑπάρχει, κἂν ἰσάγγελον πολιτείαν δοκῇ ἔχειν· ἐπεὶ ὁ κατὰ ἀλήθειαν Ἄγγελος οὐκ ἠδύνατο μετὰ τοσαύτας ἀρετάς, καὶ σοφίαν ἀρέσαι τῷ ποιητῇ, ταπεινώσεως δίχα· τί λοιπὸν ἔχει εἰπεῖν ὁ οἰόμενος εἶναι Ἄγγελος, ἐκτὸς ταπεινώσεως, τῆς πάντων τῶν ὄντων καὶ ἐσομένων ἀγαθῶν αἰτίας; ἐξ ἧς γεννᾶται ἡ διάκρισις ἡ φωτίζουσα τὰ πέρατα· ἧς χωρὶς πάντά εἰσι ζοφώδη. Φῶς γάρ ἐστι καὶ λέγεται, καὶ διὰ τοῦτο πρὸ παντὸς λόγου καὶ ἐπιτηδεύματος χρήζομεν τούτου τοῦ φωτός, ἵνα τὰ λοιπὰ ὁρῶντες θαυμάζωμεν, θαυμάζομεν δὲ καὶ τὸν Θεὸν πῶς ἐν τῇ πρώτῃ καὶ κυρίᾳ τῶν ἡμερῶν πρῶτον τὸ φῶς ἐποίησεν, ἵνα μὴ τὰ γινόμενα μετὰ τούτου ἀθεώρητα μένωσιν ὡς οὐκ ὄντα, φησὶν ὁ ἐκ Δαμασκοῦ· φῶς μὲν ὡς προείρηται ὑπάρχει ἡ διάκρισις, ἀναγκαιοτέρα δὲ πάντων τῶν χαρισμάτων ἐστὶν ἡ ἐκ ταύτης γενηθεῖσα διόρασις· τί γὰρ ἀναγκαιότερον τοῦ βλέπειν τινα τὰς κλοπὰς τῶν δαιμόνων καὶ φυλάττειν τὴν ψυχὴν αὐτοῦ συνεργούσης τῆς χάριτος; ἀναγκαιοτέρα δὲ πάλιν πασῶν τῶν ἐργασιῶν ἡ καθαρότης τῆς συνειδήσεως, φησιν ὁ Ἅγιος Ἰσαὰκ, καὶ ὁ ἁγιασμὸς τοῦ σώματος, οὗ χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον, ὥς φησιν ὁ Ἀπόστολος.
ΠΕΡΙ ΤΟΥ ΜΗ ΑΠΟΓΙΝΩΣΚΕΙΝ ΕΙ ΚΑΙ ΠΟΛΛΑ ΠΤΑΙΕΙ ΤΙΣ
Πλὴν οὐ δεῖ ἀπογινώσκειν ἡμᾶς, μὴ ὄντας ὡς δεῖ εἶναι· κακὸν μὲν ὅτι ἥμαρτες ἄνθρωπε· τί δὲ τὸν Θεὸν ἀδικεῖς, καὶ ἔχεις αὐτὸν ἐξ ἀγνωσίας ἀδύνατον; μὴ γὰρ τὸ σῶσαί σου τὴν ψυχὴν ἀδυνατεῖ ὁ τοσοῦτον κόσμον, ὃν ὁρᾶς διὰ σὲ πεποιηκώς; εἰ δὲ λέγεις, ὅτι μᾶλλον καὶ τοῦτο κατάκρισίς μού ἐστιν, ὥσπερ καὶ ἡ αὐτοῦ συγκατάβασις, μετανόησον, καὶ δέχεταί σου τὴν μετάνοιαν, ὡς τοῦ ἀσώτου, καὶ τῆς πόρνης· εἰ δὲ οὐδὲ τοῦτο δύνασαι, ἀλλ᾽ ἐκ συνηθείας πταίεις εἰς ἅπερ κἂν μὴ βούλεσαι, ἔχε ταπείνωσιν ὡς ὁ τελώνης, καὶ ἀρκεῖ σοι εἰς σωτηρίαν· ὁ γὰρ ἀμετανοήτως ἁμαρτάνων, καὶ μὴ ἀπογινώσκων, ἐξ ἀνάγκης ὑπὸ κάτω πάσης κτίσεως ἑαυτὸν ἔχει, καὶ οὐ τολμᾶ κατακρίναι, ἢ μέμψασθαί τινα ἄνθρωπον. Ἀλλὰ μᾶλλον θαυμάζει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· καὶ εὐγνώμων πρὸς τὸν εὐεργέτην εὑρίσκεται, καὶ ἄλλα πολλὰ καλὰ ἔχειν δύναται, καὶ εἰ τῷ διαβόλῳ εἰς τὸ ἁμαρτάνειν ὑπόκειται, ἀλλ᾽ οὖν πάλιν διὰ τὸν φόβον τοῦ Θεοῦ παρακούει τὸν ἐχθρόν, εἰς τὸ ἀπογινώσκειν ὠθοῦντα αὐτόν, καὶ ἐκ τούτου μέρος τοῦ Θεοῦ ἐστιν, ἔχων εὐγνωμοσύνην, εὐχαριστίαν, ὑπομονήν, φόβον Θεοῦ, τὸ μὴ κρίνειν, ἵνα μὴ κριθῇ, ἅ τινα ἀναγκαῖά εἰσι πάνυ· ὥς φησιν ὁ Χρυσόστομος περὶ τῆς γεέννης, ὅτι σχεδὸν εὐεργετεῖ ἡμᾶς, καὶ ὑπὲρ τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτι διὰ ταύτης μὲν πολλοὶ εἰς τὴν βασιλείαν εἰσέρχονται, διὰ δὲ τῆς βασιλείας ὀλίγοι, ἀλλὰ διὰ τῆς φιλανθρωπίας τοῦ Θεοῦ· ἡ μὲν διώκει τῷ φόβῳ, ἡ δὲ ἀγκαλίζεται, καὶ δι ἀμφοτέρων σωζόμεθα, χάριτι Χριστοῦ· ὥσπερ γὰρ οἱ πολεμούμενοι ὑπὸ πολλῶν παθῶν ψυχικῶν, καὶ σωματικῶν, ἂν ὑπομένωσι, καὶ οὔτε παραδίδουσι τὸ αὐτεξούσιον ἐξ ἀμελείας, οὔτε ἀπογινώσκουσι, στεφανοῦνται· οὕτω καὶ ὁ εὑρὼν ἀπάθειαν μετὰ ἀδείας καὶ κουφισμοῦ, ἐκπίπτει ταχέως, ἂν μὴ ὁμολογῇ τὰς χάριτας ἀεὶ ἐν τῷ μηδ᾽ ὅλως τινὰ κατακρῖναι· εἰ δὲ τοῦτο τολμήσειεν, ἐμφαίνων, ὅτι ἰδίᾳ δυνάμει τὸν πλοῦτον ἑαυτῷ περιεποιήσατο, φησὶν ὁ Ἅγιος Μάξιμος· καὶ ὡς μέγαν κίνδυνον ἔχει ὁ ἐμπαθὴς ἔτι, καὶ ἄμοιρος φωτισμοῦ γνώσεως, ἂν ἄρχη τινων, φησίν ὁ Δαμασκηνός· οὕτω καὶ ὁ λαβὼν ἀπάθειαν παρὰ Θεοῦ, καὶ πνευματικὴν γνῶσιν, ἂν μὴ καὶ ἄλλας ὠφελήσῃ ψυχάς.
Οὐδὲν γὰρ ἄλλο συμφέρει τῷ ἀσθενεῖ, ὡς ἡ φυγὴ εἰς τὴν ἡσυχίαν· οὐδὲ τῷ ἐμπαθεῖ, καὶ ἀγνώσνῳ, ὡς ἡ ἐν αὐτῇ ὑποταγή· οὐδὲ κρεῖττον τοῦ γνῶναι τὴν οἰκείαν ἀσθένειαν, καὶ ἀγνωσίαν· οὐδὲ χεῖρον τοῦ ταῦτα ἀγνοεῖν· οὐδὲ οὕτω μισητὸν ἄλλο πάθος, ὡς ἡ ὑπερηφανία· οὐδὲ καταγέλωτος ἄξιον, ὡς ἡ φιλαργυρία, αὕτη ῥίζα πάντων τῶν κακῶν· διότι τὰ ἐκ τοῦ μετάλλου τῆς γῆς μετὰ πολλοῦ κόπου χρήματα ἀνύσαντες ἄνθρωποι, εἰς τὴν γῆν πάλιν ἀργὰ τιθέασιν· διὰ τοῦτό φησιν ὁ Κύριος, Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς· καὶ τὰ ἑξῆς· καὶ πάλιν. Ὅπου ὁ θησαυρὸς ὑμῶν ἐστιν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν· ὁ γὰρ ἀνθρώπινος νοῦς· ἐν οἷς χρονίζει, τῷ ποθῳ ἕλκεται ὑπὸ τῆς συνηθείας, εἴτε εἰς τὰ γήινα πράγματα, εἴτε εἰς τὰ πάθη, εἴτε εἰς τὰ οὐράνια, καὶ αἰώνια ἀγαθά· ἡ συνήθεια δὲ χρονίζουσα φύσεως ἰσχὺν λαμβάνειν πέφυκε, φησὶν ὁ Μέγας Βασίλειος· ὅταν δὲ ἀσθενῆ τις, τότε μάλιστα ὀφείλει προσέχειν τῆς συνειδήσεως τῷ μαρτυρίῳ, ἵνα ἐκ πάσης κατακρίσεως ἐλευθερώσῃ τὴν ἑαυτοῦ ψυχήν, μήπως τὸ τέλος φθάσῃ τῆς ζωῆς, καὶ μέλλει μεταμελεῖσθαι ἀνόνητα, καὶ θρηνεῖν αἰώνια. Ὁ τοίνυν μὴ δυνάμενος ὑπὲρ Χριστοῦ αἰσθητὸν θάνατον ὑπομεῖναι ὡς ἐκεῖνος, κἂν τὸν κατὰ προαίρεσιν, ὑπομένειν δεῖ νοητῶς· καὶ ἔσται μάρτυς κατὰ συνείδησιν, ἐν τῷ μὴ ὑποταγῆναι τοῖς πολεμοῦσιν αὐτὸν δαίμοσιν, ἢ θελήμασιν, ἀλλὰ νικᾶν αὐτούς· ὥσπερ οἱ Ἅγιοι Μάρτυρες, καὶ οἱ Ὅσιοι Πατέρες· ὅτι οἱ μὲν, αἰσθητῶς, οἱ δὲ νοητῶς ἐμαρτύρησαν· μικρὸν τοίνυν βιασθείς, περιεγένετό τις τοῦ ἐχθροῦ· ἢ μικρὸν ἀμελήσας, καὶ σκοτισθεὶς ἀπώλετο.
ΣΥΝΤΟΜΙΑ ΠΡΟΣ ΚΤΗΣΙΝ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΙ ΑΠΟΧΗΝ ΤΩΝ ΠΑΘΩΝ
Οὐδὲν οὕτω, φησὶν ὁ Μέγας Βασίλειος, σκοτίζειν τὴν διάνοιαν πέφυκεν, ὡς ἡ πονηρία· οὐδὲ φωτίζειν τὸν νοῦν, ὡς ἡ ἀνάγνωσις ἐν ἡσυχίᾳ· οὐδὲ πρὸς σύντομον πόνον ψυχῆς, ὡς ἡ τοῦ θανάτου ἔννοια πέφυκεν· οὐδὲ ἀφανὴς προκοπή, ὡς ἡ αὐτομεμψία, καὶ ἐκκοπὴ τῶν οἰκείων θελημάτων, οὐδὲ ἀφανὴς ἀπώλεια, ὡς ἡ οἴησις, καὶ ἡ αὐταρέσκεια· οὐδὲ πρόξενος ἀποστροφῆς Θεοῦ, καὶ παιδεύσεως τοῦ ἀνθρώπου, ὡς ὁ γογγυσμός· οὐδὲ εὔκολος εἰς τὸ ἁμαρτάνειν, ὡς ἡ σύγχυσις, καὶ ἡ πολυλογία· οὐδὲ σύντομον πρᾶγμα πρὸς κτῆσιν ἀρετῆς, ὡς ἡ μόνωσις, καὶ ἡ σύνοια. οὐδὲ πρὸς εὐγνωμοσύνην, καὶ εὐχαριστίαν, ὡς ἡ μελέτη τῶν τοῦ Θεοῦ δωρεῶν, καὶ τῶν ἡμετέρων κακῶν· οὐδὲ πρὸς αὔξησιν τῶν εὐεργεσιῶν, ὡς αἱ τούτων εὐφημίαι· οὐδὲ σωτηρίαν ἀκούσιον προσφέρειν εἴωθεν, ὡς οἱ πειρασμοί· οὐδὲ σύντομος ὁδὸς πρὸς τὸν Χριστόν, ἤτοι πρὸς τὴν ἀπάθειαν, καὶ τὴν σοφίαν τοῦ Πνεύματος, ὡς ἡ ὁδὸς ἡ Βασιλικὴ ἡ ἀπέχουσα τῶν ὑπερβολῶν καὶ ἐλλείψεων ἐν πᾶσιν· οὐδὲ ἄλλη ἀρετὴ δύναται καταλαβεῖν τὸ θεῖον θέλημα, ὡς ἡ ταπεινοφροσύνη, καὶ τὸ καταλιπεῖν πᾶν νόημα, καὶ θέλημα ἴδιον· οὐδὲ συνεργὸς εἰς πᾶν ἔργον ἀγαθόν, ὡς ἡ καθαρὰ προσευχή· οὐδὲ ἐμπόδιον πρὸς κτῆσιν ἀρετῶν, ὡς ὁ περισπασμός, καὶ μετεωρισμὸς τῆς διανοίας, κἂν λίαν μικρὸς ᾖ. Ὅσην γὰρ καθαρότητα ἔχει τις, τοσοῦτον φαίνεται πταίειν πολλὰ ἐκ τοῦ βλέπειν, καὶ ὅσον πολλὰ πταίει, σκοτίζεται, κἂν φαίνηται ἔχων καθαρότητα· καὶ πάλιν· ὅσην γνῶσιν ἔχει τοσοῦτον φαίνεται ἄγνωστος, καὶ ὅσον ἀγνοεῖ τις τὴν ἑαυτοῦ ἀγνωσίαν, καὶ τὴν ἐκ μέρους πνευματικὴν γνῶσιν, τοσοῦτον δοκεῖ γνωστικὸς εἶναι· καὶ ὅσον ὑπομένει τὰς θλίψεις ὁ ἀθλητής, τοσοῦτον νικήσει τὸν ἐχθρόν· καὶ ὅσον ἀγωνίζεταί τις ποιῆσαί τις ἀγαθὸν μίαν ἡμέραν, τοσοῦτον χρεωστεῖ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, φησιν ὁ ἅγιος Μάρκος· ἂν αὐτοῦ ᾖ ἡ δύναμις καὶ ἡ προθυμία δηλαδή· ἡ δὲ χάρις ἐστὶ τοῦ Θεοῦ· καὶ διὰ τοῦτο ὅταν ἦλθεν ἡ χάρις ἐδύνατο, τί καύχημα ἔχει ὁ τοιοῦτος; ὅτι οἴεταί τι ποιεῖν ἀγαθὸν ἀφ᾽ ἑαυτοῦ δύνασθαι, καὶ τοὺς μὴ δυναμένους κατακρίνων ἀδίκως· ὁ γὰρ τὸν πλησίον τι ἀπαιτῶν, ἑαυτοῦ μᾶλλον ὀφείλει ἀπαιτεῖν δικαιότερον· ὥσπερ γὰρ οὖν οἱ ἁμαρτάνοντες ὀφείλουσιν, ὡς παροργίσαντες τὸν Θεόν, οὕτω καὶ οἱ σκεπασθέντες ὑπὸ τῆς χάριτος αὐτοῦ διὰ τὴν ἀσθένειαν αὐτῶν, καὶ ἑτοιμότητα πρὸς ἀπόγνωσιν, ὀφείλουσι τρέμειν μᾶλλον ὡς πολλὰ χρεωστοῦντες· καὶ ὥσπερ μέγας ἐστὶ κρημνός, ἡ ἄγνοια τῶν γραφῶν, φησὶν ὁ Ἅγιος Ἐπιφάνειος, οὕτω μεῖζόν ἐστι κακόν, ἡ ἐν γνώσει παράβασις, καὶ μείζων ἐστὶ ἡ εὐεργεσία τῆς ψυχῆς διὰ λόγου, ἢ τῆς προσευχῆς.
Καὶ ὅταν ὑπομείνῃ τις τὸν πλησίον, ἵνα μὴ θλίβηται ὁ ἀδικῶν αὐτόν. Ἀλλ᾽ ὅπως ἀναπαύσῃ αὐτοῦ τὸ θέλημα ἐν τῷ καιρῷ τῆς ταραχῆς αὐτοῦ, φησὶν ὁ Ἅγιος Δωρόθεος, ποιῶν ἔλεος μετὰ τῆς ψυχῆς αὐτοῦ, βαστάζων αὐτοῦ τὸ βάρος, καὶ εὔχεται ὑπὲρ αὐτοῦ ποθῶν αὐτοῦ τὴν σωτηρίαν, καὶ εἴτι ἄλλο ἐστὶν ἀγαθόν, σωματικόν τε καὶ ψυχικόν, καὶ αύτη ἐστὶν ἡ καθαρὰ ἀνεξικακία, ἡ καθαίρουσα τὴν ψυχήν, καὶ ἀνάγουσα αὐτὴν πρὸς Θεόν. Ὅτι ἡ θεραπεία τοῦ ἀνθρώπου, κρείττων ἐστὶ πάσης ἐργασίας, καὶ ἀρετῆς· οὐδὲ γὰρ μεῖζον καὶ τελειώτερον τῆς τοῦ πλησίον ἀγάπης ἐν ἀρεταῖς· σημεῖον δὲ ταύτης οὐ μόνον τὸ μὴ ἔχειν τι πρᾶγμα, ὅπερ ἄλλος δέεται, ἀλλὰ καὶ τὸν θάνατον αὐτοῦ ὑπομένειν μετὰ χαρᾶς, καὶ τὴν ἐντολὴν τοῦ Κυρίου, καὶ ταῦτα ὡς χρέος λογίζεσθαι· καὶ εἰκότως· χρεωστεῖ γὰρ οὐ μόνον τὸν πλησίον μέχρι θανάτου φιλεῖν, διὰ τὸ τῆς φύσεως δικαίωμα, ἀλλὰ καὶ τὸ ἐκχυθὲν ὑπὲρ ἡμῶν ὑπέρτιμον αἶμα τοῦ ἐντειλαμένου Χριστοῦ. Μὴ γίνου φίλαυτος, φησὶν ὁ Ἅγιος Μάξιμος, καὶ ἔσῃ φιλόθεος· μὴ γίνου αὐτάρεσκος, καὶ ἔσῃ φιλάδελφος· αὕτη μὲν οὖν ἐκ τῆς ἐλπίδος γίνεται. Ἐλπὶς δέ ἐστι τὸ ἀδιστάκτως πιστεύειν ἐκ πάσης διανοίας, ὅτι πάντως τεύξεται τοῦ ἐλπιζομένου· καὶ αύτη πάλιν ἐκ τῆς βεβαίας πίστεως γεννᾶται. ὅτι τὸ μηδόλως φροντίδα ποιεῖν τινα περὶ τῆς ἑαυτοῦ ζωῆς, ἢ θανάτου, ἀλλὰ πᾶσαν μέριμναν εἰς τὸν Θεὸν ἐᾶσαι, ὡς προείρηται, περὶ τοῦ θέλοντος τυχεῖν τῆς ἀπαθείας τῶν σημείων, ὧν ἡ πίστις θεμέλιον ὑπάρχει· ἣν ὁ ἔχων λογίζεσθαι ὀφείλει, ὅτι ὥσπερ τὰ πάντα ἐποίησεν ὁ Θεός, καὶ ἡμᾶς μετὰ πάντων, ἐκ μὴ ὄντων, δι᾽ ἄκραν ἀγαθότητα, οὕτω πάντως καὶ τὴν ψυχήν, καὶ τὸ σῶμα οἰκονομῆσαι ἔχει, ὡς οἶδεν αὐτός.
ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΤΑΤΑΙ ΤΙΣ ΤΗΝ ΑΛΗΘΗ ΠΙΣΤΙΝ
Πλὴν ὁ ταύτης ποθῶν τὴν κτῆσιν (ἥτις ἐστὶ θεμέλιον πάντων τῶν ἀγαθῶν, καὶ θύρα τῶν μυστηρίων τοῦ Θεοῦ, καὶ νίκη ἀκόπωτος τῶν ἐχθρῶν, καὶ ἀναγκαιοτέρα πάσης ἀρετῆς, καὶ πτερὰ τῆς προσευχῆς, καὶ ἐνοίκησις τοῦ Θεοῦ ἐν τῇ ψυχῇ)· χρεωστεῖ ὑπομένειν πᾶσαν δοκιμήν, ἣν μέλλει δοκιμασθῆναι ὑπὸ τῶν ἐχθρῶν, καὶ τῶν πολλῶν καὶ ποικίλων λογισμῶν, ὧν οὐδεὶς δύναται κατανοεῖν, μήτε λέγειν τι περὶ τούτων, ἢ εὑρεῖν, εἰ μὴ ὁ εὑρετὴς τῆς κακίας διάβολος· ἀλλὰ θαρσείτω ὁ τοιοῦτος, ὅτι ἂν περιγένηται τῶν ἐπερχομένων αὐτῷ πειρασμῶν μετὰ βίας πολλῆς, καὶ κατέχῃ τὸν νοῦν αὐτοῦ, τοῦ μὴ ἐνδοῦναι τοῖς λογισμοῖς τοῖς φυομένοις ἐν τῇ καρδίᾳ αὐτοῦ, νικῆσαι ἔχει ἐφάπαξ πάντα τὰ πάθη· ὅτι οὐκ αὐτός ἐστιν ὁ νικήσας, ἀλλ᾽ ὁ ἐν αὐτῷ παραγενόμενος πίστιν, Χριστὸς διὰ τῆς πίστεως, περὶ τῶν τοιούτων φησὶν ὁ Κύριος, ὅτι ὁ ἔχων πίστιν, ὡς κόκκον συννάπεως καὶ τὰ ἑξῆς· ἀλλὰ κἂν ὁ λογισμὸς ἀσθενήσας ἐνδώσῃ, μὴ δηλιάσῃ, μηδὲ ἀπογινώσκῃ, μὴ δὲ τῆς ἰδίας ψυχῆς ἐπιγράφῃ τὰ λεγόμενα ὑπὸ τοῦ ἀρχεκάκου· ἀλλὰ μεθ᾽ ὑπομονῆς τὴν κατὰ δύναμιν ἐργασίαν τῶν ἀρετῶν, καὶ φυλακὴν τῶν ἐντολῶν ἐπιμελῶς ποιῶν, ἐν ἡσυχίᾳ καὶ σχολῇ κατὰ Θεὸν, ἐκ πάντων τῶν ἑκουσίως λογιζομένων· πᾶσαν μηχανήν, καὶ φαντασίαν νύκτωρ καὶ μεθ᾽ ἡμέραν κινήσας ὁ ἐχθρός, καὶ μὴ εὑρὼν αὐτὸν φροντίδα ποιοῦντα τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ παιγνίοις, καὶ σχήμασι, σὺν πᾶσι τοῖς νοήμασιν, οἷς καταπτήσσων δῆθεν, ὡς ἀληθῶς δεικνύων τὰ ψεύδους μεστὰ παίγνια, ἀκηδιάσας ἀναχωρῇ· καὶ λαβὼν πεῖραν ὁ ἐργάτης τῶν ἐντολῶν τοῦ Χριστοῦ τῆς τοῦ ἐχθροῦ ἀσθενείας, οὐκ ἔτι ὑπ᾽ οὐδενὸς αὐτοῦ μηχανήματος θροεῖται· ἀλλὰ μετὰ χαρᾶς πᾶν εἴτι θέλει, καὶ βούλεται κατὰ Θεόν, ἀκωλύτως ποιεῖ, τῇ πίστει κραταιούμενος καὶ βοηθούμενος ὑπὸ τοῦ Θεοῦ, εἰς ὃν πεπίστευκεν· ὡς αὐτὸς ὁ Κύριος φησί.
Πάντα δυνατὰ τῷ πιστεύοντι· διότι οὐκ αὐτός ἐστιν ὁ πολεμῶν τὸν ἐχθρόν, ἀλλ᾽ ὁ μεριμνῶν περὶ αὐτοῦ Θεὸς διὰ τῆς πίστεώς φησιν ὁ Προφήτης. Τὸν ὕψιστον ἔθου καταφυγήν σου καὶ τὰ ἑξῆς· οὐκ ἔτι γὰρ ὁ τοιοῦτος ὅλως περί τινος φροντίδα ποιεῖ, γινώσκων, ὅτι ἵππος ἑτοιμάζεται εἰς πόλεμον, παρὰ δὲ Θεῷ ἡ σωτηρία αὐτοῦ, φησὶν ὁ Σολομών· καὶ διὰ ταύτης πάντων κατατολμᾶ· ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ· κτῆσαι πίστιν ἐν σεαυτῷ, ἵνα καταπατήσῃς τοὺς ἐχθρούς σου· οὐδὲ γὰρ ὡς αὐτεξούσιος διάγει, ἀλλ᾽ ὡς κτῆνος ἀγόμενος τῷ θελήματι τοῦ Θεοῦ· ὥς φησιν ὁ Προφήτης· κτηνώδης ἐγεννήθην παρὰ σοὶ, κἀγὼ διὰ παντὸς μετὰ σοῦ· βούλει μέ, φησιν, ἀναπαῦσαι διὰ τῆς σῆς γνώσεως, οὐκ ἀντιλέγω· θέλεις πάλιν, ταπεινώσεως χάριν πειρασμοὺς παραχωρεῖν με ἔχειν, ὡσαύτως εἰμὶ μετὰ σοῦ, οὐκ ἔχω τι ποιῆσαι ὅλως ἀπ᾽ ἐμαυτοῦ· ἐκτός σου γὰρ οὐκ ἐγενόμην ἐκ μὴ ὄντος, οὐδὲ ζῆσαι, ἢ σωθῆναι δύναμαι εἴτι βούλει τὸν σὸν πλάσμα ποίησον· πιστεύω δὲ, ὅτι ἀγαθὸς ὢν, ἀγαθά μοι οἰκονομῆσαι ἔχεις, κἂν πρὸς τὸ συμφέρον οὐ γινώσκω ταῦτα, ἀλλ᾽ οὔτε ἄξιός εἰμι τοῦ γνῶναι, οὐδὲ αἰτοῦμαι τοῦ μαθεῖν, ἵνα ἄνεσιν ἔχω, ἴσως οὐ συμφέρει μοι, οὐδὲ κουφισμὸν πολέμου τινὸς παρακαλέσαι τολμῶ, εἰ καὶ ἀσθενῶ, καὶ ἐν πᾶσι καταπονοῦμαι, ὅτι οὐ γινώσκω ποῖον συμφέρει.
Σὺ οἶδας πάντα, καὶ ὡς οἶδας ποίησον· μόνον μὴ ἀστοχήσω, εἴτι κἂν γένηται· ἀλλὰ κἂν θέλω, κἂν μὴ θέλω, σῶσόν με, καὶ τοῦτο εἰ ἀρεστόν σοι ἐστίν· ἐγὼ τοίνυν πρᾶγμα οὐκ ἔχω· ἐνώπιον σου εἰμί, ὡς ἄψυχός τις· τὴν ψυχήν μου εἰς τὰς ἀχράντους σου χεῖρας παρατίθημι ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι· σὺ μὲν πάντα δύνασαι, καὶ πάντα γινώσκεις, καὶ πᾶν ἀγαθὸν πᾶσι θέλεις, καὶ ποθεῖς ἀεὶ τὴν σωτηρίαν μου, καὶ δῆλον ἐκ πασῶν τῶν εὐεργεσιῶν, ὧν ἐποίησας, καὶ ποιεῖς ἀεὶ μεθ᾽ ἡμῶν κατὰ χάριν, φανερῶς καὶ ἀφανῶς, ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν, καὶ ἐξ αὐτῆς τῆς ὑπὲρ νοῦν συγκαταβάσεώς σου πρὸς ἡμᾶς, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ. Ἐγὼ δέ τίς εἰμι, ὅτι τολμῶ ἀναγγέλειν σοι καρδιογνῶστα; ἀλλ᾽ ἵνα ἐμαυτῷ γνωρίσω, καὶ τοῖς ἐχθροῖς ὅτι πρὸς σὲ καταφεύγων τὸν λιμένα τῆς σωτηρίας μου, ταῦτα λέγω· ἰδοὺ γὰρ ἔγνων ὑπὸ τῆς χάριτός σου, ὅτι Θεός μου εἶ σύ, καὶ οὐκ ἔτι πολλὰ τολμῶ λέγειν, ἀλλὰ νοῦν μόνον ἀργόν, κωφόν τε, καὶ ἄλαλον παραστῆσαί σοι βούλομαι, οὐκ ἐγὼ δὲ, ἀλλ᾽ ἡ χάρις σου τὸ πᾶν ἐργάζεται· οὐ γὰρ οἶδα ἐμαυτόν ποτε ἀγαθὸν τοιαῦτα, ἀλλὰ πλήθη κακῶν ἀεί, ὑπὲρ ὧν τὸ δουλικὸν σχῆμα προσπίπτων σοι δεικνύω, ὅτι μετανοεῖν με ἠξίωσας, καὶ ὅτι δοῦλός σου εἰμὶ καὶ υἱὸς τῆς παιδίσκης σου· ἀλλὰ μὴ ἐάσῃς με Κύριέ μου, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ποιεῖν ἢ λαλεῖν ἢ λογίζεσθαι ἅπερ οὐ θέλεις· ἀρκεῖ μοι γὰρ τὸ πλῆθος τῶν τοσούτων προγενομένων μου ἀμαρτιῶν, ἀλλ᾽ ὡς θέλεις ἐλέησόν με· ἥμαρτον, ἐλέησόν με ὡς οἶδας· πιστεύω Κύριε, ὅτι ἐπακούεις μου τῆς ἐλεεινῆς ταύτης φωνῆς· βοήθει μου τῇ ἀπιστίᾳ, ὁ χαρισάμενός μου μετὰ τὸ εἶναι, καὶ τὸ εἶναί με χριστιανόν· μέγα μοὶ ἐστίν, φησίν ὁ Καρπάθιος, ὅτι ἐκλήθην Μοναχὸς καὶ χριστιανός, ὡς εἶπας Κύριε πρός τινα τῶν δούλων σου, ὅτι μέγα σοι ἐστίν, ὅτι ἐκλήθη ἐπὶ σοὶ τὸ ὄνομά μου· κρεῖττόν μοι ἐστι τοῦτο ὑπὲρ πάσας τὰς βασιλείας τῆς γῆς καὶ τοῦ οὐρανοῦ, μόνον μὴ ἀποτύχω τῆς κλήσεως τοῦ γλυκυτάτου ὀνόματός σου.
Δέσποτα πολυέλαιε εὐχαριστῶ σοι καὶ τὰ ἑξῆς, ὡς προεγράφη· ὥσπερ οὖν ἄλλα ἀναγνώσματα πρέπουσι τῷ πρακτικῷ, καὶ ἄλλα ῥήματα, καὶ δάκρυα, καὶ εὐχή· οὕτω καὶ ἄλλη πίστις αὕτη παρὰ τὴν πρώτην τὴν γεννῶσαν τὴν ἡσυχίαν, ἐκείνη μὲν πίστις τῆς ἀκοῆς, αὕτη δὲ τῆς θεωρίας, ὥς φησιν ὁ Ἅγιος Ἰσαὰκ ἡ δὲ θεωρία τῆς ἀκοῆς ἀσφαλεστέρα· ἐκ γὰρ τῆς φυσικῆς γνώσεως γεννᾶται ἡ πρώτη καὶ κοινὴ τῶν ὀρθοδόξων πίστις, ἐξ ἧς γεννᾶται ἡ κατὰ Θεὸν σχολή, ὡς εἴρηται ἡ νηστεία, καὶ ἀγρυπνία, ἡ ἀνάγνωσις, ἡ ψαλμῳδία, ἡ προσευχή, καὶ ἐρώτησις τῶν ἐμπείρων· καὶ ἐκ τούτων πάντων γεννῶνται αἱ ἀρεταὶ τῆς ψυχῆς, ἤτοι ἡ τῶν ἐντολῶν καὶ ἠθῶν φυλακή, καὶ κατάστασις, δι᾽ ὧν ἡ μεγάλη πίστις, ἐλπίς, καὶ τελεία ἀγάπη, ἡ ἁρπάζουσα τὸν νοῦν πρὸς τὸν Θεόν, ὡς εἴρηται, ἐν τῇ προσευχῇ, ὅταν τίς ἑνοῦται τῷ Θεῷ νοερῶς, ὡς φησιν ὁ Ἅγιος Νεῖλος, τὰ ῥήματα δὲ τῆς προσευχῆς ἅπαξ ἐγράφη. ἵνα ἀεὶ τὴν αὐτὴν εὔχηται ὁ βουλόμενος τὸν νοῦν αὐτοῦ ἀκίνητον παραστῆσαι ἐνώπιον τῆς Ἁγίας καὶ ζωαρχικῆς Τριάδος, ὡς ὁρᾶσθαι, εἰ καὶ ὁρᾶν τι τὸ παράπαν ἀδύνατον, ἀλλὰ ἀνείδεον, ἀσχημάτιστον, ἄχροον ἀτάραχον, ἀπερίσπαστον, ἀκίνητον, ἄῦλον, μηδενὸς ὅλως τῶν ἐν πάσῃ τῇ κτίσει νοουμένων καὶ κατανοουμένων, ἀλλ᾽ ἐν εἰρήνῃ βαθείᾳ, καὶ τελείᾳ ἀταραξίᾳ προσομιλεῖν τῷ Θεῷ, καὶ τὴν Ἁγίαν αὐτοῦ μνήμην ἔχειν καὶ μόνην, ἄχρις ἂν φθάσῃ εἰς τὴν ἁρπαγὴν τοῦ νοός, μετὰ τοῦ καταξιωθῆναι αὐτὸν λέγειν, ὡς δεῖ, τὴν τοῦ Κυρίου εὐχήν, ἤτοι τὸ Πάτερ ἡμῶν· ὥσπερ ὁ Ἅγιος Φιλήμων, ἡ ἁγία εἰρήνη μετὰ τῶν Ἁγίων Ἀποστόλων, Μαρτύρων τε καὶ Ὁσίων εἶπον.
Τὸ δὲ τούτων ἐκτός, χλεύη ἐστὶν ἐξ οἰήσεως γινομένη· ἀόριστον γὰρ τὸ θεῖον, καὶ ἀπερίγραπτον, καὶ ὁ γενόμενος ἐν ἑαυτῷ νοῦς, οὕτω δεῖ εἶναι, ἵνα καὶ χάριν ἀξιωθῇ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, οὐκ ἀπὸ εἴδους, ἀλλὰ διὰ πίστεως περιπατοῦμεν, φησὶν ὁ Ἀπόστολος· διὰ τοῦτο χρονίζειν ὀφείλομεν ἐν τῇ ἀσκήσει, ἵνα τῷ πολλῷ χρόνῳ ὁ νοῦς ἐπὶ τὰ θεῖα τῷ πόθῳ ἕλκηται ἐκ τῆς συνηθείας· ὅτι ἐὰν μὴ εὕρῃ ὁ νοῦς ἄλλο τι μεῖζον τῶν αἰσθητῶν πραγμάτων, οὐχ ἕλκει τὴν ἐπιθυμίαν ἐπὶ τοῦτο, καὶ καταλείπειν ἅπερ ἐκ τῆς πολυχρονίας ἐσυνήθισεν· ὥσπερ οὖν οἱ φιλάνθρωποι καὶ ἀπαθεῖς οὐ κατὰ πολὺ βλάπτονται ἀπὸ τῶν πραγμάτων τοῦ βίου, διότι καλῶς ταῦτα οἰκονομοῦσιν· οὕτω καὶ οἱ ἔχοντες τὰ μεγάλα χαρίσματα, διότι τῷ Θεῷ ἐπιγράφουσι τὰ κατορθώματα.
ΟΤΙ ΜΑΛΛΟΝ ΣΥΜΦΕΡΕΙ ΤΟΙΣ ΕΜΠΑΘΕΣΙΝ Η ΗΣΥΧΙΑ
Πᾶσι μὲν συμφέρει ἡ ἡσυχία, καὶ ἡ φυγὴ τῶν πραγμάτων τε καὶ ἀνθρώπων, ἐπὶ πλεῖον δὲ τοῖς ἐμπαθέσι, καὶ ἀσθενέσιν· ὅτι οὐ δύναται ὁ νοῦς ἐκ μόνης πράξεως τῆς ἔξωθεν, ἀπαθὴς γενέσθαι, ἐὰν μὴ διαδέχωνται αὐτὸν πολλαί, καὶ πνευματικαὶ θεωρίαι· οὐδὲ ὁ περισπασμός, καὶ τὸ ἄρχειν ἀβλαβῶς παρέρχεταί τινα, ἐὰν μὴ πρῶτον ἀπὸ τῆς φυγῆς ἀπάθειαν κτήσηται· ἡ δὲ μέριμνα τοῦ βίου, καὶ ἡ σύγχυσις καὶ τοὺς τελείους βλάπτειν εἴωθε, καὶ τοὺς ἀπαθεῖς· οὐδὲν γὰρ ὄφελος γίνεται φησὶν ὁ Χρυσόστομος, ἐκ τῆς ἐργασίας τοῦ ἀνθρώπου, δίχα τῆς ἄνωθεν ῥοπῆς· οὐδὲ ἡ ἄνωθεν ῥοπὴ ἐπὶ τὸν μὴ προαιρούμενον πάλιν παραγίνεται· ἀλλ᾽ ἀμφοτέρων δεόμεθα καὶ θείας, καὶ ἀνθρωπίνης· καὶ πράξεως, καὶ γνώσεως· καὶ φόβου, καὶ ἐλπίδος· καὶ πένθους, καὶ παρακλήσεως· καὶ δειλίας, καὶ ταπεινώσεως· καὶ διακρίσεως, καὶ ἀγάπης, διότι, φησι, πάντα τὰ τοῦ βίου διπλᾶ εἰσίν, ἡμέρα, καὶ νύξ· φῶς, καὶ σκότος· ὑγεία, καὶ νόσος· ἀρετή, καὶ κακία· εὐχέρεια, καὶ δυσχέρεια· ζωή, καὶ θάνατος· ἵνα διὰ τῶν μὲν οἱ ἀσθενεῖς τὸν Θεὸν ἀγαπῶμεν, διὰ τῶν δὲ τὸ ἁμαρτάνειν φύγωμεν φόβῳ τῶν πειρασμῶν· οἱ δὲ δυνατοὶ διὰ πάντων ἀγαπῶμεν ὡς Πατέρα τὸν Θεόν, γινώσκοντες ὅτι πάντα καλὰ λίαν εἰσί, καὶ συμφερόντως ταῦτα ὁ Θεὸς οἰκονομεῖ. Καὶ ἐκ μὲν τῶν ἡδέων ἐγκρατεύονται, τῶν δὲ δυσχερῶν ἐφίενται εἰδότες, ὅτι διὰ μὲν τῶν, τὰ σώματα ζωογονοῦνται πρὸς δόξαν τοῦ ποιητοῦ, διὰ δὲ τῶν, αἱ ψυχαὶ πρὸς τὸ σωθῆναι βοηθήσονται, δι᾽ ἄφατον ἔλεος Θεοῦ.
Τρεῖς γάρ εἰσι καταστάσεις οἱ ἄνθρωποι, δοῦλοι, μισθωτοί, καὶ υἱοί· καὶ οἱ μὲν δοῦλοι οὐκ ἀγαπῶσι τὸ ἀγαθόν, ἀλλὰ τοῦ πονηροῦ, φόβῳ τῶν κολάσεων, ἀπέχονται· οὐκ ἔστι μὲν τοῦτο φησὶν ὁ Ἅγιος Δωρόθεος, ἀγαθόν, οὐ μέν τοι καὶ εὐάρεστον· οἱ δὲ μισθωτοί, ἀγαπῶσι τὸ ἀγαθόν, καὶ μισοῦσι τὸ πονηρὸν ἀλλ᾽ ἐλπίδι μισθοῦ· οἱ δὲ υἱοὶ ὡς τέλειοι ὄντες, οὔτε φόβῳ τῶν κολάσεων ἀπέχονται τοῦ πονηροῦ, ἀλλ᾽ ἰσχυρῶς τοῦτο μισοῦσιν· οὔτε πάλιν τὸ ἀγαθὸν ἐλπίδι μισθοῦ ποιοῦσιν, ἀλλ᾽ ὡς χρέος τοῦτο λογίζονται· καὶ τὴν ἀπάθειαν φιλοῦσιν ὡς μίμημα Θεοῦ, καὶ πρόξενον τῆς αὐτοῦ ἐνοικήσεως· δι᾽ ἧς πάσης κακίας ἀπέχονται, κἂν μὴ πρόκειται ἀπειλή. Ἐπειδὴ εἰμὴ ἀπαθὴς γένηταί τις, οὐ καταπέμπει ὁ Ἅγιος Θεὸς τὸ πανάγιον Πνεῦμα ἐπ᾽ αὐτόν, ἵνα μὴ ἐκ τῆς συνηθείας ἔτι ἑλκόμενος πρὸς τὰ πάθη εὑρεθῇ· καὶ γίνεται ἔνοχος τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, καὶ μείζονα κατάκρισιν ἔχει· ἀλλ᾽ ὅταν ἀπὸ τῆς ἕξεως τῆς ἀρετῆς μηκέτι φιλίαν ἔχῃ μετὰ τῶν ἐχθρῶν, μηδὲ ἀπὸ τῆς τῶν παθῶν συνηθείας ἕλκηται, τότε μεταλαμβάνει τὴν χάριν, καὶ οὕτως ἀκατάκριτος μένει ἐν τῷ λαβεῖν τὸ χάρισμα· διὰ τοῦτό φησιν ὁ τῆς Κλίμακος, οὐκ ἀποκαλύπτει ἡμῖν ὁ Θεὸς τὸ θέλημα αὐτοῦ, ἵνα μὴ τοῦτο μαθόντες παρακούωμεν, καὶ μειζόνως κατακριθῶμεν· εἰ καὶ ὡς νήπιοι ἀγνοοῦμεν τὴν ἄπειρον αὐτοῦ εὐσπλαγχνίαν εἰς ἡμὰς τοὺς ἀχαρίστους· ὁ γὰρ τὸ θεῖον, θέλημα, φησι, μαθεῖν θέλων, χρεωστεῖ ἀποθανεῖν ἀπὸ παντὸς τοῦ κόσμου, καὶ τῶν οἰκείων θελημάτων ἐν πᾶσι.
Διὰ τοῦτο πᾶν πρᾶγμα ἔχον δισταγμὸν οὐκ ὀφείλει τις ποιεῖν τοῦτο, ἢ στήσειν ὡς καλόν, εἰ μήπου οὐ δύναται ζῆσαι, ἢ σωθῆναι, δίχα τούτου· καὶ λοιπὸν ἐρωτήσεως τῶν ἐμπείρων δεῖται, τότε ἐκ βεβαίας πίστεως καὶ προσευχῆς ἡ τοιαύτη πληρσφορία, πρὶν τῆς τελείας ἀπαθείας τῆς ποιούσης τὸν νοῦν ἀήττητον, καὶ ανίκητον, εἰς πᾶν ἔργον ἀγαθόν· ὥστε πολύς ἐστιν ὁ πόλεμος, ὁ δὲ ἄνθρωπος ἀβλαβὴς διαμένει. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦταί, φησιν ὁ Κύριος· καὶ ὁ Ἀπόστολος, ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· τὸ γὰρ ἀπολέμητον εἶναί τινα, οὐκ ἔστι καλόν. Ἐπειδὴ ἀναχωροῦσιν οἱ δαίμονες πολλάκις, φησὶν ὁ τῆς Κλίμακος, διὰ πολλῶν τρόπων, ἢ ἐνέδρας χάριν, ἢ οἰήσεως, καταλιπόντες, ἢ ἔπαρσιν, ἢ ἄλλο τι κακόν, ἀρκούμενοι ἐν τούτῳ, ὡς ἀναπληροῦν δυναμένῳ τῶν ἄλλων παθῶν τὸν τόπον· διότι, οἱ μὲν Πατέρες, φησὶ τὸ Γεροντικόν, ἐφύλαξαν τὰς ἐντολάς, οἱ δὲ μετ᾽ ἐκείνους ἔγραψαν ταύτας, ἡμεῖς δὲ τὰ γεγραμμένα εἰς τὰς θυρίδας τεθείκαμεν· εἰ δὲ καὶ ἀναγινώσκειν βουλόμεθα, οὐ σχολάζομεν κἂν εἰς αὐτὸ τοῦτο τὸ κατανοεῖν τὰ λεγόμενα, καὶ ποιεῖν αὐτά· ἀλλ᾽ ἢ ὡς πάρεργον ἀναγινώσκομεν, ἢ δοκοῦμεν μέγα τι ποιοῦντες, ἐπαιρομεθα· ἀγνοοῦντες, ὅτι μᾶλλον κατάκρισιν ἔχομεν, ἂν μὴ ἐργαζώμεθα, ὡς φησιν ὁ Χρυσόστομος· ὁ γνούς, φησιν ὁ Κύριος, τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ καὶ τὰ ἑζῆς· ὥστε καλὴ μὲν ἡ ἀνάγνωσις, καὶ ἡ γνῶσις, ἀλλ᾽ ὅταν πρὸς μείζονα ταπείνωσιν ἄγῃ· ὡσαύτως καὶ ἡ συμβουλή, ὅταν μὴ περιεργάζηταί τις τὸν βίον τοῦ διδασκάλου, ὥς φησιν ὁ Θεολόγος, μὴ ζήτει ἀξιοπιστίαν τοῦ διδάσκοντός σε, ἢ κηρύσσοντος· καὶ ὥς φησιν ὁ Κύριος· ὅσα ἂν λέγωσιν ὑμῖν οἱ Ἱερεῖς καὶ τὰ ἑξῆς· οὐδεμία γὰρ βλάβη τινὶ ἐρωτῶντι γίνεται, ἐκ τῶν ἔργων τοῦ διδάσκοντος αὐτόν, ἀλλ᾽ οὔτε πάλιν ὠφέλεια, εἰ μὴ ἐργάζεται αὐτός· διότι ἕκαστος ὑπὲρ ἑαυτοῦ λόγον δώσει, ὁ μὲν διδάσκαλος ὑπὲρ τοῦ λόγου αὐτοῦ, ὁ δὲ διδασκόμενος, ὑπὲρ τῆς ἐξ ἔργων ὑπακοῆς αὐτοῦ· τὸ δὲ ἔξωθέν τούτων, παρὰ τὴν φύσιν ἐστὶ, καὶ κατακρίσεως ἄξιον· διότι, ὥς φησιν ὁ Ἅγιος Εὐστράτιος, ἀγαθὸς ὢν ὁ Θεὸς καὶ δίκαιος· καὶ διὰ τῆς ἀγαθότητος πᾶν ἀγαθὸν ἡμῖν χαρίζεται, ὅταν κατ᾽ εὐγνωμοσύνην ἔχωμεν, ὡς ἁπὸ δικαίου πόρου δῆθεν διὰ τῆς εὐχαριστίας ἀλλ᾽ ἐὰν ἀγνώμονες φαινόμεθα, ἐκπίπτομεν τοῦ ἀγαθοῦ τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ· ὥστε παντὸς μὲν ἀγαθοῦ, ἡ τοῦ Θεοῦ ἀγαθότης, καὶ δικαιοσύνη ἡμῖν πρόξενος κατὰ φύσιν, κατὰ δὲ παράχρησιν, κολάσεως αἰωνίου.
ΟΤΙ ΜΕΓΑ ΑΓΑΘΟΝ Η ΑΛΗΘΗΣ ΜΕΤΑΝΟΙΑ
Πλήν, ἐάν τις βουληθῇ πάλιν, βάλλει ἀρχὴν διὰ τῆς μετανοίας· ἐπεσάς φησιν. ἀνάστα· καὶ πάλιν ἔπεσας, πάλιν ἀνάστα, μὴ ἀπογινώσκων ὅλως τὴν σεαυτοῦ σωτηρίαν, εἴτι κἂν γίνηται μηδὲ προδίδου σεαυτὸν ἑκουσίως τῷ ἐχθρῷ, καὶ ἀρκεῖ σοι ἡ ὑπομονὴ αὕτη σὺν τῇ αὐτομεμψίᾳ εἰς σωτηρίαν· ἦμεν, φησιν ὁ Ἀπόστολος, καὶ ἡμεῖς ποτε ἀνόητοι πορευόμενοι κατὰ τὰς ἐμαυτῶν ἐπιθυμίας καὶ τὰ ἑξῆς· καὶ σὺ οὖν μὴ ἀπελπίσῃς ὅλως τὴν τοῦ Θεοῦ βοήθειαν ἀγνοῶν, δύναται γὰρ ὅσα θέλει ποιῆσαι, ἀλλ᾽ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ ἓν τούτων μέλλει ποιῆσαι· ἢ ὅτι διὰ πειρασμῶν τινῶν, ἢ ἄλλων τρόπων, ὧν οἶδεν αὐτὸς τὴν σὴν διόρθωσιν γενέσθαι κατασκευάσει, ἢ δέχεταί σου τὴν ὑπομονήν, καὶ ταπείνωσιν ἀντὶ ἐργασίας· ἢ ἄλλον τρόπον ὃν οὐκ οἴδας διὰ τῆς ἐλπίδος ποιήσεται φιλανθρώπως, πρὸς τὸ σῶσαί σου τὴν ἀπαρρησίαστον ψυχήν, μόνον μὴ καταλίπῃς τὸν ἰατρόν, ἐπεὶ κακῶς μέλλεις ὑπομένειν τὸν διπλοῦν θάνατον, διὰ τὸ μὴ γινώσκειν τὸν σκοπὸν τοῦ Θεοῦ τὸν κεκρυμμένον· ὡς εἴρηται περὶ τῆς γνώσεως, καὶ νῦν ῥηθήσεται περὶ τῆς πράξεως· ὅτι μέσον ἓξ παγίδων ἐστὶ πᾶσα σωματική, καὶ ψυχικὴ πρᾶξις, δεξιὰ λέγω, καὶ ἀριστερά, ἥτοι ὑπερβολῇ καμάτων, καὶ ἐλλείψει· ἄνω, καὶ κάτω, ἐπάρσει, καὶ ἀπογνώσει· ἔσωθεν, καὶ ἔξωθεν, ἥτοι δειλίᾳ, καὶ θράσει· περὶ οὗ φησιν ὁ Θεολόγος, ὅτι, μακρὰν ἐστὶν ἀπὸ τοῦ θάρσους καθ᾽ ὑπερβολήν, εἰ καὶ τῷ ὀνόματι παρόμοιόν ἐστι· μέσον δὲ τῶν ἓξ παγίδων ἡ σύμμετρος ἐργασία ἐν ταπεινώσει, καὶ ὑπομονῇ, θαυμάσαι δὲ χρὴ τὸν ἀνθρώπινον νοῦν, πῶς μετατρέπει τὰ ὄντα πάντα ἐν ἑαυτῷ, ὡς βούλεται, εἰ καὶ ἀμετάτρεπτά εἰσι, καὶ ἐν ἄλλοις οὕτω μένουσι· καὶ τούτου χάριν τὸν αὐτὸν σκοπὸν οὐ πάντες ἔχομεν περὶ τῶν ὄντων, ἀλλ᾽ ἕκαστος ὡς θέλει χρᾶται τοῖς πράγμασιν, εἴτε καλῶς, εἴτε κακῶς· τὰ μὲν αἰσθητά, ἔργῳ· τὰ δὲ νοητά, λόγῳ, καὶ διαλογισμῷ· τέσσαρες, ὡς ἐμοὶ δοκεῖ, θεωρίαι εἰσι, κατὰ δὲ τὸν Θεολόγον καταστάσεις, πάντες οἱ ἄνθρωποι· οἱ μὲν καλῶς ὧδε, καὶ ἐν τῷ μέλλοντι, ὡς οἱ ἅγιοι πάντες, καὶ οἱ ἀπαθείς γενόμενοι· οἱ δὲ, ὧδε μόνον καλῶς, ὡς εὐεργετούμενοι ἀναξίως ψυχικῶς, ἢ σωματικῶς, διὰ τὸ μὴ ἔχειν εὐγνωμοσύνην περὶ τὸν εὐεργέτην, ὡς ὁ πλούσιος ἐκεῖνος, καὶ οἱ τοιοῦτοι· ἄλλοι πάλιν ὧδε μόνον κολάζονται, ὡς οἱ μακρᾷ νόσῳ κεκρατημένοι, ὡς ὁ παράλυτος ἐκεῖνος, καὶ οἱ πειραζόμενοι εὐχαρίστως ἐξ ἰδίας γνώμης, καὶ ἕτεροι πάλιν ὧδε κἀκεῖ κολάζονται· ὡς οἱ πειραζόμενοι ἐξ ἰδίων θελημάτων, κατὰ τὸν Ἰούδαν, καὶ τοὺς τοιούτους· καὶ πάλιν τέσσαρας ἔχουσι σκοποὺς περὶ τῶν αἰσθητῶν πραγμάτων· οἱ μὲν, μισοῦσι τὰ ἔργα τοῦ Θεοῦ, ὡς οἱ δαίμονες, καὶ ἐκ κακῆς προαιρέσεως κακίζουσιν· οἱ δὲ, ὡς καλὰ φιλοῦσι, πλὴν ἐμπαθῶς, ὡς τὰ ἄλογα ζῶα, μηδὲν περὶ φυσικῆς θεωρίας, ἢ εὐχαριστίας μεριμνῶντες, καὶ ἄλλοι, ὡς ἄνθρωποι φυσικῶς μετὰ γνώσεως πνευματικῆς, καὶ εὐχαριστίας· χρώμενοι πᾶσι μετ᾽ ἐγκρατείας· ἕτεροι δὲ πάλιν ὑπερφυῶς, ὡς Ἄγγελοι, θεωροῦσι πρὸς δόξαν τοῦ ποιητοῦ πάντα, μηδὲν χρώμενοι τούτων, εἰ μὴ μόνον τὰ πρὸς τὸ ζῇν, κατὰ τὸν Ἀπόστολον, ἀναγκαῖα.
ΠΕΡΙ ΤΩΝ ΠΕΡΙΕΚΤΙΚΩΝ, ΚΑΙ ΙΔΙΚΩΝ ΕΥΕΡΓΕΣΙΩΝ ΤΟΥ ΘΕΟΥ.
Διὰ τοῦτο ὀφείλομεν εὐχαριστεῖν ἀεὶ τῷ Θεῷ πάντες οἱ ἄνθρωποι, ὑπέρ τε τῶν περιεκτικῶν, καὶ τῶν ἰδικῶν εὐεργεσιῶν, τῶν τε ψυχικῶν, καὶ τῶν σωματικῶν, καὶ τὰ μὲν περιεκτικά εἰσι τέσσαρα στοιχεῖα, καὶ πάντα τὰ ἐξ αὐτῶν γινόμενα, καὶ πάντα τὰ ἐν ταῖς θείαις γραφαῖς κείμενα τοῦ Θεοῦ θαυμάσια, καὶ ἐξαίσια πράγματα· τὰ δὲ ἰδικά, ὅσα ὁ Θεὸς ἑκάστῳ ἀνθρώπῳ δέδωκεν· εἴτε πλοῦτον πρὸς ἐλεημοσύνην, εἴτε πενίαν πρὸς ὑπομονὴν εὐχάριστον, εἴτε ἐξουσίαν πρὸς δικαιοκρισίαν, καὶ σύστασιν ἀρετῆς, εἴτε ὑποταγὴν καὶ δουλείαν πρὸς ἕτοιμον σωτηρίαν ψυχῆς, εἴτε ὑγείαν πρὸς βοήθειαν τοῖς χρήζουσι καὶ ἐργασίαν κατὰ Θεόν, εἴτε νόσον πρὸς στέφανον τῆς ὑπομονῆς, εἴτε γνῶσιν καὶ δύναμιν πρὸς κτῆσιν ἀρετῶν, εἴτε ἀδυναμίαν καὶ ἀγνωσίαν πρὸς ὑποταγὴν ἐν ἡσυχίᾳ μετὰ ταπεινώσεως καὶ φυγῆς τῶν πραγμάτων· εἴτε ἀκούσιον στέρησιν τῶν πραγμάτων, πρὸς σωτηρίαν ἑκούσιον, καὶ βοήθειαν τοῖς μὴ δυναμένοις ἐλθεῖν πρὸς τελειότητα τῆς ἀκτημοσύνης, ἢ κἂν πρὸς ἐλεημοσύνην εἴτε ἄνεσιν καὶ εὐημερίαν πρὸς τὸ ἑκουσίως ἀγωνίζεσθαι καὶ πονεῖν τὰς ἀρετάς, ὥστε ἀπαθεῖς γενέσθαι, καὶ ἄλλας σῶσαι ψυχὰς εἴτε πειρασμὸν καὶ δυσχέρειαν πρὸς τὸ ἀχουσίως σωθῆναι τοὺς μὴ δυναμένους ἐκκόψαι τὰ οἰκεῖα θελήματα. ἢ πάλιν πρὸς τελειότητα τῶν δυναμένων ὑπομεῖναι μετὰ χαρᾶς· πάντα τοίνυν τὰ εἰρημένα κἂν ἐναντία ἀλλήλων εἰσίν, ἀλλ᾽ οὖν κατὰ χρῆσιν μὲν πάντα καλὰ λίαν· παρὰ δὲ τὴν χρῆσιν, οὐκ εἰσὶ καλά, ἀλλὰ μᾶλλον βλαβερὰ τῇ ψυχῇ καὶ τῷ σώματι· κρείττων δὲ πάντων τῶν εἰρημένων ἡ τῶν θλιβερῶν ὑπομονή· καὶ ὁ καταξιωθεὶς τοῦ μεγάλου τούτου χαρίσματος ὀφείλει εὐχαριστεῖν τῷ Θεῷ ὡς μείζονα εὐεργετηθείς· μίμημα γὰρ Χριστοῦ, καὶ τῶν ἁγίων Ἀποστόλων αὐτοῦ, Μαρτύρων τε, καὶ Ὁσίων ἐγένετο· διότι πολλὴν δύναμιν, καὶ γνῶσιν παρὰ Θεῷ ἔλαβε, πρὸς τὸ ἑκουσίως τῶν ἡδέων ἀπέχεσθαι, καὶ τῶν δυσχερῶν μᾶλλον ἐφίεσθαι δι᾽ ἐκκοπῆς τῶν οἰκείων θελημάτων, καὶ ἀρνήσεως τῶν μὴ κατὰ Θεὸν νοημάτων, ἵνα τὰ ἀρέσκοντα Θεῷ ποιῇ, καὶ νοῇ ἀείποτε· καὶ οἱ μὲν καταξιωθέντες μετελθεῖν τὰ πράγματα κατὰ χρῆσιν, ὀφείλουσι τῷ Θεῷ μεγάλως εὐχαριστεῖν, ἐν ταπεινώσει πολλῇ, ὅτι ἀπὸ τῶν παρὰ φύσιν καὶ τῆς παραβάσεως τῶν ἐντολῶν ἠλευθερώθησαν, χάριτι Θεοῦ· ἡμεῖς δὲ οἱ ἔτι ἐμπαθεῖς καὶ παραχρώμενοι τοῖς πράγμασιν, ὡς παρὰ φύσιν ποιοῦντες, τρέμειν ὀφείλομεν, καὶ μεγάλως εὐχαριστεῖν τῷ εὐεργέτῃ μετὰ πάσης εὐγνωμοσύνης, θαυμάζοντες αὐτοῦ τὴν ἄφατον μακροθυμίαν, ὅτι καὶ παρακούοντες αὐτοῦ τὰς ἐντολὰς καὶ παραχρώμενοι τοῖς πράγματι, καὶ τὰς δωρεὰς αὐτοῦ ἀποστρεφόμενοι, ἀνέχεται ἡμῶν τὴν ἀγνωμοσύνην, καὶ εὐεργετῶν ἡμᾶς οὐ διαλιμπάνει, ἀλλ᾽ ἀναμένει τὴν ἐπιστροφὴν ἡμῶν καὶ μετάνοιαν ἕως ἐσχάτης ἀναπνοῆς· ὥστε εὐχαριστεῖν αὐτῷ ὀφείλομεν πάντες οἱ ἄνθρωποι, ὡς εἴρηται· ἐν παντὶ εὐχαριστεῖτε· καὶ ἐκ τούτου γίνεται ἕτερον ῥῆμα τοῦ Ἀποστόλου, ὡς φησιν· ἀδιαλείπτως προσεύχεσθε, ἤτοι τὸ ἔχειν μνήμην Θεοῦ ἐν παντὶ καιρῷ, τόπῳ, τε καὶ πράγματι· ὅτι εἴτι δ᾽ ἂν ποιῇ τις, ὀφείλει ἔχειν τὴν μνήμην τοῦ ποιητοῦ τοῦ τυχόντος πράγματος· οἷον βλέπεις τὸ φῶς, μὴ ἐπιλάθῃ τὸν τοῦτό σοι δωρησάμενον· βλέτεις οὐρανὸν καὶ γῆν, θάλασσαν καὶ πάντα τὰ ὄντα, θαύμασον καὶ δόξασον τὸν ποιήσαντα· ἱμάτιον περιεβάλου, γίνωσκε τίνος τὸ δώρημα, καὶ ὕμνησον τὸν προνοοῦντα σου τὴν ζωήν· καὶ ἁπλῶς· πᾶν κίνημα, ἀφορμὴ πρὸς δόξαν Θεοῦ γενέσθω σοι, καὶ ἰδοὺ ἀδιαλείπτως προσεύχῃ· καὶ ἐκ τούτων πάντοτε ἡ ψυχὴ χαίρεται κατὰ τὸν Ἀπόστολον· ἡ γὰρ μνήμη τοῦ Θεοῦ εὐφραίνει αὐτήν, φησίν, ὁ Ἅγιος Δωρόθεος, μάρτυρα τὸν Δαβὶδ ἐπιφέρων· ἐμνήσθην φησὶ τοῦ Θεοῦ καὶ ηὐφράνθην.
ΟΤΙ ΠΑΝΤΑ ΠΡΟΣ ΤΟ ΣΥΜΦΕΡΟΝ ΗΜΙΝ ΕΠΟΙΗΣΕΝ Ο ΘΕΟΣ
Διότι πάντα τὰ ὄντα πρὸς ὠφέλειαν ἡμῶν ὁ Θεὸς ἐποίησεν, ὑπὸ μὲν τῶν Ἀγγέλων φυλαττόμεθα, καὶ διδασκόμεθα, ὑπὸ δὲ τῶν δαιμόνων πειραζόμεθα, πρὸς τὸ ταπεινωθῆναι καὶ φεύγειν πρὸς τὸν Θεόν· δι᾽ ὧν σωζόμεθα καὶ τῆς ἐπάρσεως, καὶ ἀμελείας λυτρούμεθα φόβῳ τῶν πειρασμῶν· καὶ πάλιν· ἐκ μὲν τῶν ἡδέων τοῦ κόσμου, ὑγείας, φημί, εὐημερίας, ἰσχύος, ἀναπαύσεως, χαρᾶς, φωτός, γνώσεως, πλούτου, προκοπῆς ἐν πᾶσιν, εἰρηνικῆς καταστάσεως, ἀπολαύσεως τιμῆς, ἐξουσίας, δαψιλείας, καὶ πάντων τῶν νομιζομένων καλῶν ἐν τῷ βίῳ τούτῳ, ἀναγόμεθα πρὸς εὐχαριστίαν, καὶ εὐγνωμοσύνην περὶ τὸν εὐεργέτην· καὶ πρὸς τὸ ἀγαπᾶν αὐτόν, καὶ ποιεῖν τὸ κατὰ δύναμιν ἀγαθόν, ὡς χρέος ἔχοντες φυσικὸν ὑπὲρ τῶν δωρεῶν δι᾽ ἀγαθοεργείας ἀνταμεῖψαι νομίζοντες δῆθεν, καίπερ οὐκ ἔστι δυνατὸν τοῦτο, ἀλλὰ μεῖζον χρέος· ἐκ δὲ τῶν νομιζομένων δυσχερῶν, νόσου, δυσχερείας, κόπου ἀσθενείας, λύπης ἀκουσίου, σκότους, ἀγνωσίας, πενίας, δυστυχίας ἐν πᾶσι, φόβου στερήσεως, ἀτιμίας, καταπονήσεως, ἐνδείας, καὶ πάντων τῶν ἐναντιουμένων τοῖς προειρημένοις, ἐρχόμεθα πρὸς ὑπομονήν, ταπείνωσίν τε, καὶ ἀγαθὴν ἐλπίδα ἐν τῷ μέλλοντι· οὐ μόνον δὲ ἀλλὰ καὶ ἐν τῷ νῦν αἰῶνι μεγάλων παρακλήσεων ἡμῖν πρόξενοι γίνονται· ὥστε πάντα καλὰ ἡμῖν ὁ Θεὸς ᾠκονόμησε θαυμασίως, δι᾽ ἄφατον ἀγαθότητα· καὶ ὁ μὲν θέλων ταῦτα γινώσκειν, καὶ ὡς δεῖ ἔχειν, ἀγωνιζέσθω εἰς τὴν κτῆσιν τῶν ἀρετῶν, ὥστε πάντα τὰ εἰρημένα δέχεσθαι μετ᾽ εὐχαριστίας, τά τε καλά, καὶ τὰ φαινόμενα ἐναντία, καὶ ἐν πᾶσιν ἀτάραχος εὑρίσκεται· καὶ οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ὅταν ὑπερήφανον λογισμόν, πρὸς τὸ ὑψῶσαι αὐτὸν οἱ δαίμονες, προβάλλωσι, τότε μιμνησκεται τὰ πρώην ὑπ᾽ αὐτῶν λεγόμενα αἴσχιστα, καὶ καταβάλλει τοῦτον, καὶ πρὸς ταπείνωσιν ἔρχεται· καὶ ὅταν πάλιν, αἴσχιστόν τι προβάλλωσι, τὸν ὑπερήφανον ἐκεῖνον μνησθείς, καταβάλλει τοῦτον· ὥστε καταβάλλειν ἀλλήλους ποιεῖ· συνεργείᾳ τῆς χάριτος διὰ τῆς μνήμης· ἵνα μήτε πρὸς ἀπόγνωσιν διὰ τὰ αἴσχιστα, μήτε πρὸς ἀπόψιαν διὰ τὴν οἴησιν ἔλθῃ ποτέ· ἀλλ᾽ ὅταν ὑψώσῃ τὸν νοῦν αὐτοῦ, φεύγει πρὸς τὴν ταπείνωσιν, καὶ ὅταν ταπεινώσωσιν αὐτὸν οἱ ἐχθροὶ πρὸς τὸν Θεόν, ὑψοῦται διὰ τῆς ἐλπίδος, ἵνα μηδέποτε θορυβήσας πέσῃ, μηδὲ πάλιν δειλιάσας ἀπογινώσκῃ, ἕως ἐσχάτης ἀναπνοῆς· καὶ αὕτη ἐστὶν ἡ μεγάλη ἐργασία τοῦ Μοναχοῦ, ὡς λέγει τὸ Γεροντικόν· ἀλλ᾽ ὅταν ταύτην προβάλλωσιν οἱ πολέμιοι, αὐτὸς τὴν ἄλλην προβάλλει· καὶ ὅταν ἐκεῖνοι τὴν ἄλλην, αὐτὸς ταύτην εἰς μέσον ἄγει, γινώσκων ὅτι οὐδέν ἐστιν ἐν τῷ βίῳ τούτῳ ἀναλλοίωτόν τι τὸ παράπαν· ἀλλ᾽ ὁ μὲν ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· ὁ δὲ θέλων τὰ πράγματα γενέσθαι ὡς θέλει, οὐκ οἶδε ποῦ ὑπάγει· ἀλλ᾽ ὡς τυφλὸς ῥιπιζόμενος παντὶ ἀνέμῳ, εἴτι δ᾽ ἂν αὐτῷ ἔρχηται, ὅλος δι᾽ ὅλου ἐκείνου γίνεται· καὶ ὡς δοῦλος φοβεῖται τὰ λυπηρά, καὶ ὡς αἰχμαλώτους συναπάγεται τῇ οἰήσει· ἐκ τῆς ἀλόγου χαρᾶς δοκῶν ἔχειν ἅπερ οὐδέποτε εἶδε· καὶ πόθεν ἐστίν· εἰ δὲ λέγει εἰδέναι, τότε μᾶλλον μειζόνως τυφλσῦται· τοῦτο γὰρ ἐκ τοῦ μὴ μέμφεσθαι ἑαυτὸν γίνεται· ἥτις λέγεται αὐταρέσχεια, καὶ ἀφανὴς ἀπώλεια, ὡς φησιν ὁ Ἅγιος Μακάριος εἰς τὰ κεφάλαια περὶ τοῦ ἀπολεσθέντος Μοναχοῦ μετὰ τὸ ἰδεῖν αὐτὸν τὴν ἄνω Ἰερουσαλήμ, εὐχομένου αὐτοῦ μετά τινων ἀδελφῶν, ἐν τῷ ἁρπαγῆναι τὸν νοῦν αὐτοῦ· διὰ τὸ οἴεσθαι αὐτὸν τί πεφθακέναι, καὶ οὐ μᾶλλον χρέος μεῖζον ἔχειν· ὥσπερ τοίνυν οἱ ἄγαν ἐμπαθεῖς, οὐδὲ τὰ φανερὰ τοῖς πολλοῖς ἴσασιν ἐκ τῆς ἀχλύος τῶν παθῶν· οὕτω καὶ οἱ ἀπαθεῖς τὰ τοῖς πολλοῖς ἀγνοούμενα γινώσκουσιν ἐκ τῆς τοῦ νοὸς καθαρότητος.
ΟΤΙ ΟΥΚ ΕΣΤΙ ΠΟΛΥΛΟΓΙΑ Ο ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ
Ὁ Λόγος γὰρ τοῦ Θεοῦ, φησὶν ὁ Ἅγιος Μάξιμος, οὐκ ἔστι πολυλογία, ἀλλ᾽ ὅταν λέγωμεν πάντες οἱ ἄνθρωποι πολλά, τότε ἕνα λόγον Θεοῦ οὐκ ἐπληρώσαμεν· οἷον, εἰ εἶπεν ὁ Θεός, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης καὶ τὰ ἑξῆς. Πόσα ἄρα εἶπον οἱ Πατέρες, πόσα δὲ καὶ ἔγραψαν καὶ ἔτι λέγουσι καὶ γράφουσι καὶ οὐκ ἐπλήρωσαν τὸ ἓν τοῦτο ῥητόν. Τὸ γὰρ ἐξ ὅλης ψυχῆς, φησὶν ὁ Μέγας Βασίλειος, τὸ μηδ᾽ ὅλως τι σὺν Θεῷ ἀγαπᾶν ἐστίν. Ἐπειδὴ ἐάν τις τὴν ἑαυτοῦ ψυχὴν φιλεῖ, οὐκ ἀγαπᾷ ἐξ ὅλης ψυχῆς τὸν Θεόν, ἀλλ᾽ ἐξ ἡμισείας· εἰ δὲ ἑαυτοὺς καὶ ἄλλα ἀναρίθμητα ἀγαπῶμεν, πῶς τὸν Θεὸν ἀγαπᾶν δυνάμεθα ἢ τολμῶμεν τοῦτο εἰπεῖν; Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς τοῦ πλησίον ἀγάπης· ἂν τὴν πρόσκαιρον ζωήν, τάχα δὲ καὶ τὴν μέλλουσαν μὴ ὑπὲρ τοῦ πλησίον ἀποβαλλώμεθα, ὡς ὁ Μωυσῆς καὶ ὁ Ἀπόστολος, πῶς λέγομεν ἀγαπᾶν αὐτόν; διότι ὁ μὲν ἔφη περὶ τοῦ λαοῦ πρὸς τὸν Θεόν· εἰ μὲν ἀφήσεις αὐτοῖς τὰ πταίσματα, ἄφες, εἰδ᾽ οὖν καὶ ἐμὲ ἐξάλειψον ἐκ τῆς βίβλου τῆς ζωῆς ἧς ἔγραψας· ὁ δὲ Ἀπόστολός φησιν, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ καὶ τὰ ἑξῆς· ηὔχετο γὰρ τὴν ἑαυτοῦ ἀπώλειαν γενέσθαι, ἵνα ἄλλοι σωθῶσι, καὶ ταῦτα οἱ ζητοῦντες αὐτὸν ἀποκτεῖναι, οἵτινές εἰσιν Ἰσραηλῖται. Τοιαῦται ψυχαί εἰσιν αἱ τῶν Ἁγίων, τοὺς ἐχθροὺς ὑπὲρ ἑαυτοὺς φιλοῦσιν· ὥστε ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι προτιμῶσι τὸν πλησίον ἐν πᾶσι, κἂν ἴσως ἐχθρὸς αὐτῶν ἐκ κακῆς προαιρέσεως ὑπάρχῃ· μὴ ζητοῦντες ἀντάμειψιν ἀπὸ τῶν φιλουμένων παρ᾽ αὐτῶν, ἀλλ᾽ ὡς λαμβάνοντες χαίρουσιν ἐν τῷ διδόναι ἄλλοις τὰ ἑαυτῶν πάντα, ἵνα τῷ εὐεργέτῃ ἀρέσωσι καὶ κατὰ δύναμιν μιμήσονται αὐτοῦ τὴν φιλανθρωπίαν· ὅτι χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ ἁμαρτωλούς· μᾶλλον δὲ ὅσον τὰ τοιαῦτα χαρίσματα ἀξιωθήσεταί τις ἔχειν, τοσοῦτον ὀφείλει χρεώστην ἑαυτὸν ἡγεῖσθαι τῷ ὑψώσαντι αὐτὸν ἐκ τῆς γῆς Θεῷ καὶ καταξιώσαντι τὸν χοῦν μιμεῖσθαι τὸν πλάστην καὶ Θεὸν ἐκ μέρους· τὸ γὰρ ὑπομένειν τὰς ἀδικίας μετὰ χαρᾶς καὶ ἀνεξικάκως εὐεργετεῖν τοὺς ἐχθροὺς καὶ τιθέναι τὴν ἰδίαν ψυχὴν ὑπὲρ τοῦ πλησίον καὶ τὰ τοιαῦτα δῶρα μέν εἰσι τοῦ Θεοῦ, διδόμενα δὲ τοῖς προαιρουμένοις ταῦτα λαβεῖν παρ᾽ αὐτοῦ διὰ τῆς ἐπιμελείας εἰς τὸ ἐργάζεσθαι καὶ φυλάττειν, ὡς ἐρρέθη πρὸς τὸν Ἀδάμ, ἵνα μένωσι τὰ δῶρα διὰ τῆς εὐγνωμοσύνης περὶ τὸν εὐεργέτην. Ἐπειδὴ οὐδὲν ἀγαθὸν κεκτήμεθα ἴδιον πώποτε, ἀλλὰ πάντα ἡμῖν τὰ ἀγαθὰ παρὰ τοῦ Θεοῦ κατὰ χάριν, ὥσπερ ἐκ τοῦ μὴ ὄντος τὸ εἶναι γίνονται. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες, φησὶν ὁ Ἀπόστολος, δωρεὰν ἐκ Θεοῦ δηλαδή; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἀλλ᾽ αὐτὸς δι᾽ ἑαυτοῦ ποιῶν; ὅπερ ἀμήχανον, τοῦ Κυρίου εἰπόντος, Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
ΟΤΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΔΙΧΑ ΑΔΥΝΑΤΟΝ ΣΩΘΗΝΑΙ.
Οὐκ οἶδα μὴ ἐκ τῆς πολλῆς σκοτώσεως τῶν παθῶν εἰς τοσαύτην ἄνοιάν τις ἔλθοι, ἴσως καὶ δοκεῖ εἶναι τῶν Ἀγγέλων ἴσος, μᾶλλον δὲ μείζων, ὥστε οἴεσθαι ἐκτὸς ταπεινοφροσύνης, ἧς ἀστοχήσας ὁ πρώην ἑωσφόρος, ἐκτὸς ἄλλης ἁμαρτίας σκότος ἐγένετο. Λοιπὸν τί μέλλει παθεῖν ὁ μὴ ἔχων ταπείνωσιν, ὁ θνητὸς καὶ ὁ χοῦς, ἵνα μὴ εἴπω ὁ ἁμαρτωλός; ἴσως τυφλὸς ὢν οὐ πιστεύει ὅτι ἁμαρτωλός ἐστι· πάσῃ ἀνάγκῃ, φησὶν ὁ Χρυσόστομος, τὸν τέλειον ἄνθρωπον γενέσθαι ἰσάγγελον, ὡς φησιν ὁ Κύριος, ἐν τῇ ἀναστάσει τῶν νεκρῶν δηλαδὴ καὶ οὐχὶ ἐν τῷ νῦν αἰῶνι· ἀλλ᾽ οὔτε ἄγγελοι τότε, ἀλλ᾽ ἰσάγγελοί εἰσιν ἔφη· οὐ γὰρ τῆς ἰδίας φύσεως οἱ ἄνθρωποί, φησι, καταλιμπάνειν ἰσχύσουσιν, ἀλλ᾽ ὡς ἐκεῖνοι ἄτρεπτοι κατὰ χάριν καὶ πάσης ἀνάγκης ἀπηλλαγμένοι, αὐθαίρετον ἔχουσι τὴν ἐξουσίαν καὶ ἄληκτον τὴν εὐφροσύνην καὶ τὴν πρὸς Θεὸν ἀγάπην, καὶ ὅσα ὀφθαλμὸς οὐκ εἶδε καὶ τὰ ἑξῆς. Ἐνταῦθα δὲ τέλειος γενέσθαι τις ἀμήχανον, ἀλλ᾽ ὡς ἀρραβῶνα τῶν ἐπηγγελμένων ἀγαθῶν λαμβάνει· ὥσπερ γὰρ οἱ ἄμοιροι τῶν χαρισμάτων ὀφείλουσι ταπεινωθῆναι ὡς πτωχοί, οὕτω καὶ οἱ ἔχοντες ταῦτα, ὡς λαβόντες παρὰ Θεοῦ, ἵνα μὴ διὰ ἀγνωμοσύνης κατακριθῶσι· καὶ ὥσπερ οἱ πλούσιοι χάριν τῷ Θεῷ ὁμολογεῖν χρεωστοῦσι διὰ τῶν δωρεῶν, οὕτω καὶ οἱ πλουτοῦντες ἐν ἀρεταῖς πολλῷ πλείονα· καὶ ὥσπερ ὀφείλουσιν οἱ πτωχοὶ τῷ Θεῷ εὐχαριστεῖν καὶ τοὺς εὐεργετοῦντας πλουσίως ἀγαπᾶν διὰ τὸ εὐεργετεῖσθαι ὑπ᾽ αὐτῶν, οὕτω καὶ οἱ πλούσιοι πολλῷ πλείονα διὰ τὸ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι σώζεσθαι, τῇ τοῦ Θεοῦ προνοίᾳ, διὰ τῆς ἐλεημοσύνης· ὅτι ἐκτὸς τῶν πτωχῶν οὐκ ἔχουσι σωτηρίαν ψυχῆς, ἀλλ᾽ οὔτε τοὺς πειρασμοὺς τοῦ πλούτου ἐκφυγεῖν δύνανται· καὶ ὥσπερ οἱ μαθηταὶ τοὺς διδασκάλους, οὕτω καὶ οἱ διδάσκαλοι τοὺς μαθητὰς ὀφείλουσιν ἀγαπᾶν καὶ ὑπὲρ ἀλλήλων ὁμολογεῖν τῷ Θεῷ τὴν χάριν, τῷ διδόντι πᾶσι τὴν γνῶσιν καὶ πᾶν εἴτι ἄλλο ἀγαθόν, ὑπὲρ ὧν ὀφείλομεν ἅπαντες ἀεὶ εὐχαριστεῖν αὐτῷ καὶ μάλιστα οἱ λαβόντες δύναμιν εἰς τὸ ἀνακαλέσασθαι τὸ θεῖον Βάπτισμα διὰ τῆς μετανοίας, ἧς χωρὶς οὐδεὶς δύναται σωθῆναι· διότι εἶπεν ὁ Κύριος· τί μὲ καλεῖτε Κύριε, Κύριε καὶ οὐ ποιεῖτε ἃ λέγω; ἀλλὰ μήτις ἄφρων ταῦτα καὶ τὰ τοιαῦτα ἀκούσας, δοκεῖ ὅτι ἂν μὴ τὸν Κύριον ἐπικαλέσηται, ἀνέγκλητος γίνεται· μᾶλλον δὲ πλείονα κατακέκριται, ὥς φησιν ὁ Κύριος· εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιῶσιν, ἐν τῷ ξηρῷ τί γίνεται; καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, φησὶν ὁ Σολομών, ὁ ἄδικος καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; μὴ πάλιν πανταχόθεν στενοχωρούμενον ὁρῶν ἑαυτὸν ἀπὸ τῶν θείων ἐντολῶν, ἀπογινώσκει, καὶ αὐτοκτόνου χεῖρον κατακριθῇ· ἀλλὰ μᾶλλον θαυμάσαι ὀφείλει τὰς θείας γραφάς τε καὶ ἐντολάς, πῶς ὧδε κἀκεῖ σε τὸν ἄνθρωπον πρὸς τὴν τελειότητα ὠθοῦσιν, ἵνα μὴ εὕρῃ τὸ ποῦ φυγεῖν ἐκ τοῦ ἀγαθοῦ, ἐν τῷ εὑρίσκειν ἄνεσιν εἰς τὰ χείρονα· ἀλλ᾽ ἅμα τῷ ποιῆσαι τοιοῦτόν τι βουληθῇ, πάντα τε δεινὰ ἔμπροσθεν αὐτοῦ εὑρίσκων, στρέφεται πρὸς τὸ ἀγαθόν· τοῦ Θεοῦ φιλανθρώπως οἰκονομοῦντος ἀξιάγαστα· ἵνα πᾶς ἄνθρωπος τέλειος γένηται τρόπον τινὰ καὶ μὴ βουλόμενος, εἰ καὶ ἐξουσίαν ἔχει ἐν ἑαυτῷ· οἱ δὲ εὐγνώμονες μᾶλλον ἐκ τῶν εὐεργεσιῶν αἰσχυνόμενσι ἀγωνίζονται, ὡς οἱ περάσαντες κοιμώμενοι τὸν ποταμόν, καθὼς ἔφη ὁ Ἅγιος Ἐφραίμ.
Διὰ τοῦτο φησιν ὁ Ἅγιος Ἰσαάκ· ἐπλήθυνεν ὁ Θεὸς τοὺς πειρασμούς, ἵνα φόβῳ τῶν τοιούτων φεύγωμεν πρὸς αὐτόν· ὁ δὲ τοῦτο μὴ συνιών, ἀλλὰ τὴν δωρεὰν ταύτην κακίζων ἐκ φιληδονίας, αὐτὸς ἑαυτὸν ἀπέκτεινε, καὶ ἀπώλεσε· λαβὼν ὅπλα κατὰ τῶν ἐχθρῶν, ἐχρήσατο ταῦτα πρὸς τὴν ἰδίαν σφαγήν· ὥσπερ γάρ, φησιν ὁ μέγας Βασίλειος, ἀγαθὸς ὢν ὁ Θεός, πάντας ἀγαθοποιῆσαι θέλει· οὕτω καὶ ὁ διάβολος πονηρὸς ὑπάρχων, πάντας εἰς τὴν αὐτοῦ μοχθηρίαν ἐπιθυμεῖ ἑλκύσαι, εἰ καὶ οὐ δύναται. Καὶ ὡς οἱ φιλότεκνοι τῶν γονέων μετὰ ἀπειλῆς τῶν ἰδίων τέκνων παράλογα ποιούντων ἐπιστρέφουσι, στοργῇ φερόμενοι· οὕτω καὶ ὁ Θεὸς τοὺς πειρασμοὺς παραχωρεῖ, ὡς ῥάβδον ἐπιστρέφουσαν τοὺς ἀξίους ἀπὸ τῆς τοῦ διαβόλου κακοβουλίας· ὁ φειδόμενος τὴν ἑαυτοῦ βακτηρίαν, μισεῖ τὸν ἑαυτοῦ υἱόν, ὁ δὲ ἀγατῶν, ἐπιμελῶς παιδεύει· ἀλλ᾽ ἐπειδὴ ἡμῖν τοῖς φιληδόνοις καὶ φιλαύτοις ἐξ ἑτέρων τῶν μερῶν πρόκειται ὁ χίνδυνος, εἰ καὶ τοῖς φιλοθέοις μᾶλλον σωτηρία ἐστὶν, οἱ πειρασμεὶ φημί, παραχωροῦντος τοῦ Θεοῦ· καὶ ἡ ἔκπτωσις πρὸς ἀπώλειαν ἐξ ὑπερηφανείας καὶ τὸ μὴ παραμένειν τῷ Θεῷ, ὡς υἱοὶ παιδευόμενοι καὶ μὴ θανατούμενοι, τὸ κουφότερον ἐκλέξασθαι ἡμᾶς δεῖ· κρεῖττον γάρ ἐστι διὰ τῆς ὑπομονῆς τῶν ἐπερχομένων καταφεύγειν πρὸς τὸν Θεόν, ἢ φόβῳ τῶν κινδύνων, τὴν ἔκπτωσιν ὑπομένειν, καὶ εἰς τὰς τοῦ διαβόλου χεῖρας ἐμπεσεῖν, τὴν αἰώνιον ἔκπτωσιν, μᾶλλον δὲ κόλασιν σὺν αὐτῷ ἐπισπᾶσθαι· ἐπειδὴ ἓν ἐκ τῶν δύο πρόκειται ἡμῖν, ἢ τὸ ὑπομένειν τὰ πρῶτα, καὶ πρόσκαιρα, ἢ τὰ δεύτερα, καὶ αἰώνια.
Τῶν δὲ δικαίων οὐδὲν ὅλως τῶν ἀμφοτέρων κινδύνων ἅπτεται, διότι μετὰ χαρᾶς τὰ δυσχερῆ ἡμῖν φαινόμενα ἀγαπῶσι, καὶ ὡς καιρὸν κέρδους εὑρόντες, τοὺς πειρασμοὺς ἀσπάζονται, καὶ μένουσιν ἄτρωτοι ἐξ αὐτῶν· οὐ γὰρ ὁ λαβὼν βέλος καὶ μὴ πληγεὶς ἀποθνήσκειν εἴωθεν, ἀλλ᾽ ὁ λαβὼν καιρίαν, ταύτης ἐκεῖνος ἀπώλετο. Τί δὲ ἔβλαψε τὸν Ἰὼβ ἡ πληγή, καὶ οὐ μᾶλλον ἐστεφάνωσεν; ἢ τοὺς Ἀποστόλους, καὶ Μάρτυρας ἐθρόησε πώποτε; ἔχαιρον, φησιν, ὅτι ἠξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι· ὅσον δὲ ὁ νικητὴς πολεμεῖται, τοσοῦτον στεφανοῦται, καὶ ἐκ τούτου πολλὴν χαρὰν ἔχει, ὅταν ἀκούσῃ σάλπιγγος φωνήν, οὐχ ὡς σφαγὴν κηρύττουσαν δειλιᾶ ὁ τοιοῦτος, ἀλλ᾽ ὡς στεφάνων δόσεις προλέγουσαν, εὐφραίνεται μᾶλλον· οὐδὲν γὰρ οὕτως ἀκοπότως κατασκευάσαι τὴν νίκην εἴωθεν, ὡς εὐτολμία μετὰ βεβαίας πίστεως, οὐδὲ τὴν ἧτταν, ὡς ἡ φιλαυτία, καὶ ἡ ἐκ τῆς ἀπιστίας δειλία ποιεῖν πέφυκεν· οὐδὲ πρὸς ἀνδρείαν χειραγωγός, ὡς ἡ ἐπιμέλεια, καὶ ἡ πεῖρα τοῦ πράγματος· οὐδὲ πρὸς λεπτότητα λογισμῶν, ὡς ἡ ἀνάγνωσις ἐν ἡσυχίᾳ· οὐδὲ λήθης πρόξενος, ὡς ἡ ἀργία· οὐδὲ πρὸς ἄφεσιν ἁμαρτημάτων σύντομος, ὡς ἡ ἀνεξιχακία· οὐδὲ καταλλαγῆς πταισμάτων πρόξενος, ὡς ἡ μετάνοια, καὶ τοῦ ἡ ἐκκοπὴ τοῦ κακοῦ· οὐδὲ προκοπὴ ψυχῆς σύντομος ὡς ἡ ἐκκοπὴ τῶν οἰκείων θελημάτων, καὶ νοημάτων· οὐδὲ μεῖζόν ἐστιν, ὡς τὸ ῥίψαι ἑαυτὸν τινὰ ἐνώπιον τοῦ Θεοῦ νυκτὸς καὶ ἡμέρας, καὶ παρακαλεῖν αὐτὸν γενέσθαι τὸ θέλημα αὐτοῦ ἐν πᾶσιν· οὐδὲ χεῖρον, ὡς τὸ ἀγαπᾶν τὴν ἐλευθερίαν καὶ μετεωρισμὸν τῆς ψυχῆς, ἢ τοῦ σώματος· διότι ἡμῖν τοῖς ἔτι φόβῳ τῶν κολάσεων καὶ τῶν πειρασμῶν, ἀγαπῶσι τὸ ἀγαθόν, οὐ συμφέρει ἡ ἐλευθερία ὅλως, ἀλλ᾽ ἡ φυλακή, καὶ ἡ φυγὴ τῶν πραγμάτων· ἵνα κἂν ἐκ τῆς ἀποχῆς τῶν βλαπτόντων ἡμῶν τὴν ἀσθένειαν, δυνγθῶμεν παλαίειν τοῖς λογισμοῖς.
Τὰ μὲν γὰρ ἀρχοντικὰ πνεύματα, οἱ ἄρχοντες οἱ ἀπαθεῖς, ὡς ἤδη νικήσαντες τὰ αἴσχιστα πάθη· οἱ δὲ ἐν ὑποταγῇ πατρός, τὰ ἀρχόμενα. Ἐπειδή φασιν, ὅ, τε Ἅγιος Μακάριος, καὶ ὁ Ἀββᾶς Κρώνιος, ἄρχοντες εἰσι, καὶ ἀρχόμενοι οἱ δαίμονες· καὶ ἀρχοντικὰ μέν εἰσι, κενοδοξία, οἴησις, καὶ τὰ ὅμοια· ἀρχόμενα δὲ, γαστριμαργία, πορνεία, καὶ τὰ τοιαῦτα· οἱ γὰρ εἰς τὴν τελείαν ἀγάπην φθάσαντες ἐξουσίαν ἔχουσιν, ὅτι ἀβιάστως ποιοῦσι τὸ ἀγαθόν, καὶ χαίρουσιν ἐν τῷ ποιεῖν αὐτό, καὶ μηδέποτε καταλιμπάνειν τοῦτο βουλόμενοι· ἀλλ᾽ ὅταν ἴσως αὐτοῖς ἐμπόδιον ἀκουσίως γένηται, ὡς τυραννούμενοι διάκεινται· καὶ ἑλκόμενοι ὑπὸ τοῦ θείου πόθου, εὐθέως φεύγουσιν εἰς τὴν ἡσυχίαν, καὶ ἐργασίαν, ὡς ἀπόλαυσιν, καὶ οἰκείαν συνήθειαν, πρὸς γὰρ τοὺς τοιούτους, φασὶν οἱ Πατέρες, μικρὸν εὔχου, μικρὸν ἀναγίνωσκε, μικρὸν μελέτα, μικρὸν ἐργάζου, μικρὸν τήρει τὸν νοῦν, καὶ οὕτως ἀνάλισκε τὸν καιρόν· ταῦτα δέ φασι διὰ τὸ ἐξουσιάζειν ἑαυτοὺς οἱ ἀπαθεῖς, καὶ μὴ αἰχμαλωτίζεσθαι ὑπό τινος θελήματος, παρὰ τὸ δέον· ἀλλ᾽ ὅταν βούλωνται, τὸν νοῦν ἔχουσι, καὶ τὸ σῶμα ὡς δοῦλον ἐπιτάσσουσιν· Ἡμεῖς δὲ ὀφείλομεν ἔσεσθαι ὑπὸ νόμον καὶ κανόνα, ἵνα ἄκοντες καὶ μὴ βουλόμενοι, ὡς ὑπὸ τοῦ χρέους ἀναγκαζόμενοι, ποιῶμεν τὸ ἀγαθόν· διότι ἔτι τὰ πάθη, καὶ τὰς ἡδονὰς μᾶλλον ἀγαπῶμεν, ἤτοι τὴν ἀνάπαυσιν τοῦ σώματος, καὶ τὰ οἰκεῖα θελήματα· καὶ ὅπου βούλεται ὁ ἐχθρὸς ἄγει τὸν νοῦν ἡμῶν· ὡσαύτως καὶ τὸ σῶμα ἀτάκτους ἔχον τὰς ὁρμάς, εἴτι βούλεται, ὡς ἄλογον ποιεῖ· καὶ εἰκότως· ὅπου οὐκ ἔστι νοὸς ἐπιστασία, πάντα ἀλόγως καὶ παρὰ φύσιν γίνονται· καὶ οὐχ ὡς οἱ ἀληθινοὶ Ἰσραηλῖται· ὥς φησιν ὁ Κύριος πρὸς τὸν ζηλωτὴν Σίμωνα τὸν Κανανίτην.
Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι, τὴν τοῦ ἀνδρὸς ἀρετὴν κηρύττων· τὸ γὰρ Ναθαναήλ, ζῆλος Θεοῦ ἑρμηνεύεται· καὶ τὸ μὲν γενικὸν αὐτοῦ ὄνομα, Σίμων ἦν. Κανανίτης δὲ διὰ τὸ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας ὑπάρχειν· καὶ Ναθαναὴλ πάλιν, διὰ τὴν αὐτοῦ ἀρετήν· ὡς καὶ τὸ Ἰσραηλίτης, τοῦτ᾽ ἔστι νοῦς ὁρῶν τὸν Θεόν, ἐκτὸς παντὸς δόλου· ἔθος γάρ, φησιν ὁ μέγας Βασίλειος, τῇ θείᾳ γραφῇ ἐκ τῆς τοῦ ἀνδρὸς ἀρετῆς μᾶλλον ὀνομάζειν, ἢ ἐκ τῆς γεννήσεως· καὶ γὰρ οἱ κορυφαῖαι τῶν Ἀποστόλων Πέτρος, καὶ Παῦλος, ὁ μὲν Σίμων ἐκέκλητο καὶ Πέτρος διὰ τὴν στερρότητα τοῦ ἀνδρὸς ὁ Κύριος ἐκάλεσεν, ὁ δὲ Σαῦλος, ἤτοι ζάλη, καὶ εἰς Παῦλον μετέθηκεν, ἤτοι ἀνάπαυλα, ἀνάπαυσις, καὶ εἰκότως· ὅσον γὰρ ἐτάραξε τὸ πρὶν τοὺς πιστούς, τοσοῦτον ὕστερον ἀνέπαυσε πάντων τὰς ψυχὰς ἔργῳ καὶ λόγῳ, ὥς φησι περὶ αὐτοῦ ὁ Χρυσόστομος. Ἴδε τὴν εὐλάβειαν τοῦ Ἀποστόλου. Μνησθεὶς γὰρ τοῦ Θεοῦ οὐκ ἐδίδασκε, μέχρις ἂν τὴν ὀφειλομένην εὐχαριστίαν καὶ εὐχὴν ἀπένειμε τῷ Θεῷ· δεικνύων ὅτι ἐκεῖθεν ἔχει τὴν γνῶσιν καὶ ἰσχύν, καὶ εἰκότως· μετὰ τῆς εὐχῆς τὴν νουθεσίαν· καὶ ὁ μὲν θεσπέσιος Λουκᾶς ἀπληρώτους καταλιπὼν τὰς τῶν Ἀποστόλων πράξεις, οὐκ ἐξ ἀμελείας ἢ ἄλλης τινὸς ἀνάγκης, ἀλλὰ πρὸς τὸν Θεὸν ἀπεδήμησεν· ἡμεῖς δὲ ὅταν ἀτελὲς πρᾶγμα ἢ ἐγχείρημα καταλίπωμεν ἐξ ἀμελείας ἢ ἀνικανίας τοῦτο πάσχομεν, διότι οὐ ποιοῦμεν τὸ ἔργον τοῦ Θεοῦ ἐπιμελῶς καὶ οὐχ ὡς κυρίως ἔργον φιλοῦμεν, ἀλλὰ καταφρονοῦμεν ὡς πάρεργον καὶ φορτικὸν καὶ τούτου χάριν ἀπρόκοποι μένομεν ἢ καὶ στρεφόμεθα εἰς τὰ ὀπίσω πολλάκις τινες, ὡς οἱ στραφέντες ποτὲ εἰς τὰ ὀπίσω, καὶ οὐχ ἔτι ἠκολούθησαν τῷ Ἰησοῦ· καίπερ φησὶν ὁ Χρυσόστομος, οὐκ ἦν ὁ λόγος σκληρός, ὡς ἐνόμιζεν, ἀλλὰ περὶ δογμάτων ἦν τὸ εἰρημένον αὐτοῖς τότε· ἀλλ᾽ ὅπου προαίρεσις οὐκ ἔστιν, οὐδὲ προθυμία, καὶ τὰ εὐχερῆ, δυσχερῆ εὑρίσκονται, ὥσπερ καὶ τὸ ἔμπαλιν.
ΠΕΡΙ ΟΙΚΟΔΟΜΗΣ ΤΗΣ ΨΥΧΗΣ ΔΙ᾽ ΑΡΕΤΩΝ.
Δεῖται γὰρ πᾶς ἄνθρωπος ὑπομονῆς πρὸ πάντων, φησιν ὁ Μέγας Βασίλειος, ὥσπερ γῆ ὑετοῦ, ἵνα τὸ θεμέλιον, ὡς φησιν ὁ Ἀπόστολος, ἤτοι τὴν πίστην ἐπ᾽ αὐτῆς τίθησι· καὶ κατὰ μικρὸν οἰκοδομεῖ, ἡ διάκρισις, ὡς ἔμπειρος οἰκοδόμος τὸν οἶκον τῆς ψυχῆς, διηνεκῶς μὲν πηλὸν τίθησιν ἐκ τῆς γῆς τῆς ταπεινώσεως, ἵνα συνέχῃ λίθον πρὸς λίθον, ἤτοι ἀρετὴν πρὸς ἀρετήν, μέχρις ἂν ἡ στέγη τίθηται, ἤγουν ἡ τελεία ἀγάπη· καὶ οὕτως ὁ οἰκοδεσπότης εἰσέρχεται, καὶ κατοικεῖ εἰς τὴν ψυχήν, εἴπερ θυρωροὺς ἔχει καλούς, ἀείποτε ὅπλα κατέχοντας, ἤγουν νοήματα φωτεινά, καὶ θεοπρεπεῖς ἐργασίας, δυναμένας ἀνενόχλητον ποιῆσαι τὸν βασιλέα· καὶ μὴ γυναῖκα θυρωρόν, καὶ αὕτη ἐργόχειρον κατέχουσα, ὡς φησιν ὁ Ἅγιος Νεῖλος ἑρμηνεύων τὴν παλαιὰν Ἱστορίαν· διὰ τοῦτό φησιν οὐκ ἔθετο ὁ Πατριάρχης Ἀβραὰμ γυναῖκα θυρωρόν, ἀλλὰ μᾶλλον ἀνδρεῖός τις, καὶ ἀπότομος λογισμός, καὶ οὗτος ὅπλα φέρων, ὡς φησιν ὁ Ἀπόστολος, μετὰ τῶν ἄλλων καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἵνα τοὺς εἰσερχομένους πρὸς αὐτὸν ἢ κτείνων, ἢ ἀποσειόμενος. Ἐπεὶ ἀνύστακτός ἐστι καὶ ἱστάμενος κτείνων μὲν τοὺς ἀλλοτρίους λογισμούς, τῇ ἐναντιουμένῃ ἐργασίᾳ, καὶ ἀντιρρητικῷ λόγῳ· ἀποσείεται δὲ πᾶν ὅ,τι παρὰ τὸν τοῦ Θεοῦ σκοπὸν ἐρχόμενον ἐν τῇ καρδίᾳ, τῇ τούτου καταφρονήσει καὶ ἀποβολῇ, εἰς τὸ μηδ᾽ ὅλως ἐκ τῆς περὶ Θεοῦ θεωρίας, καὶ τῶν θείων νοημάτων ἄδειαν ἔχειν ὁ πεφωτισμένος νοῦς· ἔργον τῆς ἡσυχίας, φησίν, ἐστὶ τὸ λεγόμενον, ὥσπερ ἀλλαχοῦ εὑρίσκεται ἀνάγων ὁ Ἅγιος Νεῖλος τὴν θείαν γραφήν, καὶ σαφηνίζων, ὅτι ὁ περισπασμός ἐστιν αἰτία τοῦ σκοτασμοῦ τοῦ νοός· καὶ εἰκότως.
Εἰ μὴ γὰρ συνέχεται πανταχόθεν ὁ νοῦς, ὥσπερ ἐν σωλῆνι ὕδωρ, οὐκ ἂν πρὸς ἑαυτὸν ἡ διάνοια ἠδύνατο συναχθῆναι, ἵνα καὶ πρὸς τὸν Θεὸν ἀνέλθῃ· μὴ ἀνελθὼν δέ τις νοερῶς, καὶ μὴ γευσάμενός τι τῶν ἄνω, πῶς εὐχερῶς τῶν κάτω καταφρονῆσαι δύναται; ὥστε ἐκ πίστεως ὀφείλομεν τρέχειν κατὰ τὸν Ἀπόστολον, μεθ᾽ ὑπομονῆς ἔργον ἔχοντες αὐτὸ τοῦτο, τὸ εὐαρεστῆσαι Θεῷ· καὶ καιροῦ καλοῦντος οἱ καλῶς τρέχοντες τὸ ἐκ μέρους γινώσκειν καὶ καταβαλεῖν ἰσχύουσι· καὶ μετὰ ταῦτα τὸ πᾶν ἐν τῷ μέλλοντι, λυθησομένων τῶν ἐσόπτρων δηλαδή, τῆς φθαρτῆς ταύτης ζωῆς, ὅπου οὐκ ἔτι ἡ ψυχὴ ἐπιθυμεῖ κατὰ τῆς σαρκός, οὐδὲ ἡ σὰρξ κατὰ τοῦ Πνεύματος· οὐδὲ ἡ ῥαθυμία τὴν λήθην, καὶ ἡ λήθη τῆν ἄγνοιαν προσφέρειν δύναται· ὥσπερ ἄρτι πάσχομεν οἱ πολλοί, ὥστε γράψαι πρὸς ὑπόμνησιν δεόμεθα· καὶ γὰρ πολλάκις ἔννοιά τις αὐτομάτως ἐπῆλθε, καὶ ἡ μὲν γραφὴ παρέδωκε ταύτην πρὸς μνήμην· εἶχον δὲ αὐτὴν ἐν καιρῷ πολέμου, πρόξενον βοηθείας, ἢ κουφισμοῦ, ἢ εὐχαριστίας, ὅταν ὑπὸ τῆς θείας γραφῆς τὴν μαρτυρίαν εἶχεν· εἰ δὲ ἀμελῶς περὶ τῶν τοιούτων διεκείμην, οὐκ ἔτι εὑρίσκετο ὅτε ἔχρηζον αὐτῆς, καὶ ἐζημιώθην τὴν ταύτης ὠφέλειαν, ἐκ τῆς παγκακίστου λήθης, διὰ τοῦτο ὀφείλομεν ἔργῳ μαθεῖν τὰς ἀρετάς, ἵνα τῇ ἕξει τούτων φυλάττηται ἡ τοῦ ἀγαθοῦ μνήμη, καὶ μὴ λόγῳ μόνῳ· οὐκ ἔστι, φησιν ὁ Ἀπόστολος, ἡ βασιλεία τοῦ Θεοῦ ἐν λόγῳ, ἀλλ᾽ ἐν δυνάμει· ὁ γὰρ ἔργῳ ζητῶν, ἐκεῖνος εἶδε τὴν ζημίαν, καὶ τὸ κέρδος, ἐν ᾧ μετέρχεται πράγματι, φησὶν ὁ Ἅγιος Ἰσαάκ, καὶ οὗτος δύναται συμβουλὴν δοῦναι ἑτέροις, ὡς παθών, πολλάκις, καὶ μαθὼν τὴν πεῖραν· διότι εἰσὶ πράγματα, καλὰ μὲν φαινόμενα φησιν, ἔχουσι δὲ οὐ τὴν τυχοῦσαν ζημίαν κεκρυμμένην· καὶ εἰσὶν ἄλλα φαινόμενα πονηρά, ἔχουσι δὲ ἔσωθεν μέγιστον κέρδος· διὰ τοῦτό φησιν, οὐκ ἔστι πᾶς ἄνθρωπος πιστὸς πρὸς τὸ δοῦναι συμβουλὴν τοῖς ζητοῦσιν· ἀλλ᾽ ὅς τις παρὰ Θεοῦ λαβὼν χάρισμα διακρίσεως, καὶ ἐκ τῆς ἐγχρονίσεως ἐν τῇ ἀσκήσει διορατικὸν νοῦν κτησάμενος, ὡς φησιν ὁ Ἅγιος Μάξιμος, καὶ τοῦτο μετὰ πολλῆς ταπεινώσεως, συμβουλεύειν οὐ πᾶσιν, ἀλλὰ τοῖς ἑκουσίως ζητοῦσι, καὶ ἀβιάστως ἐρωτῶσιν αὐτόν, καὶ ὡς ἐν τάξει μανθάνοντες. ἵνα διὰ τῆς ταπεινώσεως, καὶ τῆς ἑκουσίου αἰτήσεως τοῦ ἐπερωτῶντος, ἐντυπωθῇ ὁ λόγος ἐν τῇ ψυχῇ τοῦ ἀκούοντος τὸν λόγον· καὶ θερμαίνηται ἐκ τῆς πίστεως, δρῶν τὸν σύμβουλον ἀγαθὸν, ὡς τὸν θαυμαστὸν σύμβουλον ἐκεῖνον, ὃν ἔφη ὁ Προφήτης Ἡσαίας Θεὸν ἰσχυρόν, ἐξουσιαστὴν καὶ τὰ ἑξῆς· φημὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν εἰπόντα πρὸς ἐκεῖνον τὸν ἐγκαλοῦντα· τίς με κατέστησεν ἄρχοντα καὶ μεριστὴν ἐφ᾽ ἡμᾶς; καίτοι γε φησί, πᾶσαν κρίσιν δέδωκε τῷ Υἱῷ ὁ Πατήρ· ἀλλὰ δεικνύων ἡμῖν ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ ὁδὸν σωτηρίας διὰ τῆς ἁγίας αὐτοῦ ταπεινώσεως ὅτι οὐκ ἀναγκάζει, ἀλλ᾽ εἴτις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀκολουθείτω μοι, φησὶ τοῦτ᾽ ἔστι, μηδ᾽ ὅλως περὶ τῆς ἑαυτοῦ ζωῆς φροντίδα ποιήσῃ, ἀλλ᾽ ὡς ἐγὼ ποιῶ καὶ ὑπομένω τὸν αἰσθητόν, καὶ ἑκούσιον θάνατον ὑπὲρ πάντων, καὶ οὕτω καὶ αὐτὸς ἔργῳ καὶ λόγῳ ἀκολουθείτω, ὡς οἱ Ἀπόστολοι, καὶ Μάρτυρες εἰ δὲ μήγε κἂν τὸν κατὰ προαίρεσιν θάνατον, ὑπομενέτω· καὶ πάλιν πρὸς τὸν πλούσιον ἐκεῖνόν φησιν, εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ τὰ ἑξῆς· περὶ οὗ φησιν ὁ Μέγας Βασίλειος, ὅτι ἐψεύσατο εἰρηκώς, ὅτι ἐφυλαξάμην τὰς ἐντολάς· εἰ γὰρ ἐφύλαξεν, οὐκ ἂν κτήματα πολλὰ ἐκέκτητο· τοῦ νόμου εἰρηκότος ἐν πρώτοις· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου· τὸ γὰρ εἰπεῖν ἐξ ὅλης οὐκ εἴασε τὸν ἀγαπῶντα τὸν Θεὸν καὶ ἄλλο τι φιλεῖν, ὑπὲρ οὗ λυπούμενος εὑρίσκεται ἐν τῇ τούτου ὑποταγῇ· πάλιν ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, ἤγουν πάντα ἄνθρωπον· καὶ πῶς φύλαξ ὑπάρχει, πολλῶν ἄλλων δεομένων τῆς ἐφημέρου τροφῆς, αὐτὸς ἔχων κτήματα πολλά, καὶ ταῦτα προσπαθῶς;
εἰ γὰρ εἶχεν αὐτὰ ὡς ὁ Ἀβραάμ, Ἰώβ τε, καὶ οἱ λοιποὶ δίκαισι, ὡς τὰ τοῦ Θεοῦ κτήματα, οὐκ ἂν ἀπῆλθε λυπούμενος· ὡσαύτως καὶ ὁ Χρυσόστομος φησίν· ἐπίστευσε μὲν τὰ εἰρημένα πρὸς αὐτὸν ὑπὸ τοῦ Κυρίου ἀληθῆ εἰσι, δι᾽ ἃ καὶ λυπούμενος ἀπῆλθεν, ἠσθένησε δὲ πρὸς τὴν ἐργασίαν· εἰσὶ γὰρ πολλοὶ οἱ πιστεύοντες μὲν τὰ τῶν γραφῶν λόγια, ἀσθενοῦσι δὲ πρὸς τὴν ἐκπλήρωσιν τῶν γεγραμμένων.
ΟΤΙ ΜΕΓΑ ΑΓΑΘΟΝ Η ΑΓΑΠΗ ΚΑΙ Η ΣΥΜΒΟΥΛΗ ΜΕΤΑ ΤΑΠΕΙΝΩΣΕΩΣ
Ταῦτα τοίνυν καὶ ἄλλα τούτων πλείονα εὑρίσκεται ὁ Κύριος συμβουλεύων, ὁμοίως καὶ οἱ Ἀπόστολοι, γράφοντες, παρακαλοῦμεν ἡμᾶς ἀγαπητοί, τόδε, καὶ τόδε ποιήσατε· ἡμεῖς δὲ οὐ καταδεχόμεθα παρακαλέσαι τοὺς ζητοῦντας παρ᾽ ἡμῶν συμβουλήν, ἵνα ὅταν θεάσωνται ἡμᾶς ταπεινουμένους, καὶ τιμῶντας αὐτοὺς μετὰ χαρᾶς ὑπακούσωσι, καὶ πληροφορίαν λάβωσιν, ὅτι μετὰ ἀγάπης πολλῆς καὶ ταπεινώσεως λαλοῦμεν τὸν λόγον τῆς ἁγίας γραφῆς· καὶ πρὸς τὴν τιμὴν καὶ ἀγάπην ἣν ἔχουσιν ἐξ ἡμῶν σπεύσουσι, καὶ σὺν τούτοις τὰ δυσχερῆ καταδέξονται, καὶ ὡς εὐχερῆ αὐτοῖς ἐκ τῆς ἀγάπης φανήσονται· ὡς ὁ Ἅγιος Ἀπόστολος Πέτρος, σταυρὸν καὶ θάνατον ἀκούων πολλάκις, ἠγάλλετο, καὶ ὡς μηδὲν τοιοῦτον ἀκούων διέκειτο ἐκ τῆς ἀγάπης ἧς ἐκέκτητο πρὸς τὸν διδάσκαλον· καὶ περὶ μὲν τῶν θαυμάτων οὐδεμίαν εἶχεν φροντίδα, ὡς οἱ ἄπιστοι· ἀλλὰ ῥήματα ζωῆς αἰωνίου φησὶν ἔχεις καὶ τὰ ἑξῆς· οὐχ οὕτω δὲ ὁ Ἰούδας ὁ δὶς ἀποθανών· ἀπήγξατο καὶ οὐκ ἀπέθανεν, ἀλλὰ ζήσας ἀμετανοήτως, καὶ ἀσθενήσας δεινῶς ἐλάκησε μέσος· ὥς φησιν ὁ Ἀπόστολος Πέτρος ἐν ταῖς πράξεσι τῶν Ἀποστόλων· καὶ πάλιν ὁ Ἅγιος Ἀπόστολος Παῦλος πρὸς τοὺς ἀδελφοὺς γράφων· ποτὲ μέν, φησιν, ἱμειρόμενοι εὐδοκοῦμεν δοῦναι ἡμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ τὰς ἑαυτῶν ψυχάς· ποτὲ δὲ ἡμεῖς δοῦλοι ὑμῶν διὰ Χριστόν· καὶ πάλιν πρὸς Τιμόθεον γράφων, λέγει· ἔχειν τοὺς Πρεσβυτέρους ὡς πατέρας, τοὺς νεωτέρους ὡς ἀδελφούς· καὶ τίς ἱκανὸς κατανοεῖν τὴν ταπείνωσιν τῶν Ἁγίων, καὶ τὴν διάπυρον ἀγάπην, ἣν εἶχον πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον; οὐ μόνον τοίνυν τούτους ὀφείλομεν προσέχειν, ἀλλὰ καὶ πρὸς ὅν τινα λέγομεν, ἢ γράφομεν· ὁ γὰρ θέλων νουθετεῖν, ἢ συμβουλὴν δοῦναί τινι, μᾶλλον δὲ ὑπόμνησιν, ὥς φησιν ὁ τῆς Κλίμακος, ὀφείλει πρῶτον καθαρθῆναι ἐκ τῶν παθῶν, ἵνα γινώσκῃ ἀψεύστως τὸν τοῦ Θεοῦ σκοπόν, καὶ τὴν κατάστασιν τοῦ αἰτοῦντος παρ᾽ αὐτοῦ λόγον· διότι οὐ πᾶσι τὸ αὐτὸ φάρμακον πρέπει, κἂν ἴσως ἡ ἀσθένεια μία ὑπάρχῃ· ἔπειτα πληροφορηθῆναι παρὰ τῷ αἰτοῦντι συμβουλίαν, εἴτε ἐκ τοῦ ὑποταγῆναι αὐτὸν ἐφάπαξ ψυχῇ τε καὶ σώματι, εἴτε ἐκ τοῦ αὐτομάτως παρακαλέσαι μετὰ θερμῆς πίστεως, καὶ λόγον ζητῆσαι δίχα ἐρωτήσεως τοῦ διδασκάλου, ἢ ἄλλης ἀνάγκης καταναγκαζούσης αὐτὸν πρὸς τὸ ὑποκρίνεσθαι, ὅτι δῆθεν ποθεῖ λόγον ἀκοῦσαι, ἵνα μὴ οἱ δύω εἰς ψεῦδος ἐμπέσωσι καὶ πολυλογίαν, πονηρίαν τε, καὶ ἄλλα πολλά· καὶ ὁ μὲν βιαζόμενος ὑπὸ τοῦ δῆθεν διδάσκοντος αὐτὸν εἰπεῖν παρὰ προαίρεσιν, καὶ ψεύδεται αἰσχυνόμενος, καὶ ὑποκρίνεται ὅτι ἀγαθὸν θέλει ποιῆσαι· ὁ δὲ πονηρευόμενος, κολακεύει τὸν διδασκόμενον, ἵνα δῆθεν τὰ κεκρυμμένα ἐν τῇ διανοίᾳ αὐτοῦ ἐπιτύχῃ, καὶ ἁπλῶς πᾶσαν μηχανὴν κινῶν, καὶ πολυλογίαν· καὶ ὥς φησιν ὁ Σολομών, ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία.
Ἔγραψε δὲ καὶ ὁ Μέγας Βασίλειος, τίνα εἰσὶ ταύτης τὰ πταίσματα, οὐκ ἐρρέθησαν δὲ ταῦτα, οὐχ ἵνα μὴ τοὺς ὑπὸ χεῖρα καὶ πίστει βεβαίᾳ προσερχομένους νουθετεῖν ἀποβάλλωμεν, καὶ μάλιστα οἱ ἀπαθῶς διακείμενοι, ἀλλ᾽ ἵνα μὴ αὐθαδῶς τοὺς μήτε ἐξ ἔργων, ἐκ θερμῆς πίστεως θέλοντας ἀκοῦσαι, ἐκ κενοδοξίας διδάσκωμεν, οἱ ἔτι ἐμπαθεῖς τυγχάνοντες, μήτε αὐθεντικῶς τοῦτο ποιῶμεν· ἀλλ᾽ ὡς οἱ πατέρες ἔλεγον· ὅτι ἐκτὸς ἐρωτήσεως τῶν ἀδελφῶν οὐ δεῖ λαλεῖν τινα ὠφελείας χάριν· ἵνα ἐκ προαιρέσεως γένηται τὸ ἀγαθόν, ὥς φασιν οἱ Ἀπόστολοι, μὴ ὡς κατακυριεύοντες τὴν ποίμνην, ἀλλὰ τύπος γινόμενοι τοῦ ποιμνίου καὶ τὰ ἑξῆς· καὶ πρὸς τὸν ἅγιον Τιμόθεον ὁ Ἀπόστολος ἔφη· δεῖ τὸν γεωργὸν πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, περὶ τὸ ἐργάζεσθαι ἅπερ μέλλει διδάσκειν, λέγων δηλαδή· καὶ πάλιν, μηδείς σου τῆς νεότητος καταφρονείτω, ἤτοι μηδ᾽ ὅλως ποιήσῃς τι νεωτερικόν, ἀλλ᾽ ὡς τέλειος ἐν Χριστῷ ἔσο· ὁμοίως καὶ εἰς τὸ Γεροντικὸν λέγει, ὅτι δίχα ἐπερωτήσεως τῶν ἀδελφῶν οὐκ ἔλεγον οἱ Πατέρες πρὸς σωτηρίαν ψυχῆς, ἀλλ᾽ ἡγοῦντο τοῦτο ἀργολογίαν· καὶ εἰκότως· ἐκ γὰρ τοῦ οἴεσθαι ἡμᾶς γνῶσιν ἔχειν ὑπὲρ τοὺς ἄλλους, λόγον κινοῦμεν αὐτόματοι· καὶ γὰρ ὅσον ὑπεύθυνοι ἐσμέν, τοσοῦτον δοκοῦμεν ἐλευθερίαν ἔχειν· καθάπερ οἱ ἅγιοι, ὅσον ἐγγίζουσι τῷ Θεῷ, τοσοῦτον ἔχουσιν ἑαυτοὺς ἁμαρτωλούς, φησιν ὁ ἅγιος Δωρόθεος· ἐκ γὰρ τῆς περὶ Θεοῦ γνώσεως ἐκπληττόμενοι, ὡς ταύτης τυχόντες, εἰς ἀμηχανίαν ἔρχονται· ὡσαύτως καὶ οἱ Ἅγιοι Ἄγγελοι ἐκ τῆς ἀπείρου εὐφροσύνης, καὶ ἐκπλήξεως, τῆς δοξολογίας κόρον οὐ λαμβάνουσι· καὶ ὅτι κατηξιώθησαν τοιοῦτον δεσπότην ὑμνεῖν, ἀπαύστως ὑμνοῦσι, θαυμάζοντες τὰ ὑπ᾽ αὐτοῦ γινόμενα, ὡς ἔφη ὁ Χρυσόστομος, καὶ προκόπτοντες εἰς μείζονα γνῶσιν, ὡς φησιν ὁ Θεολόγος, ὁμοίως καὶ οἱ Ἅγιοι πάντες ἔν τε τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· καὶ ὥσπερ αἱ νοεραὶ δυνάμεις μεταδίδουσιν ἀλλήλαις τὸν φωτισμόν, οὕτω καὶ οἱ λογικοὶ ὑπ ἀλλήλων διδάσκονται· οἱ μὲν ἐκ τῶν θείων γραφῶν τῆν πεῖραν λαμβάνοντες, τοὺς ὑποδεεστέρους διδάσκουσιν· οἱ δὲ νοερῶς ἐκ τοῦ Ἁγίου Πνεύματος μανθάνοντες, καὶ τοῖς ἄλλοις τὰ αὐτοῖς ἀποκαλυφθέντα μυστήρια διὰ γραφῆς δηλοποιοῦσι· διὰ τοῦτο πάντες χρήζομεν τοῦ ταπεινωθῆναι τῷ Θεῷ καὶ ἀλλήλοις, ὡς τὸ εἶναι λαβόντες, καὶ τὰ ἄλλα πάντα παρὰ Θεοῦ, καὶ δι᾽ αὐτοῦ παρ᾽ ἀλλήλων τὴν γνῶσιν· καὶ ὁ μὲν ταπείνωσιν ἔχων, ἐπὶ πλεῖον φωτίζεται· ὁ δὲ μὴ θέλων ταπεινωθῆναι μένει ἐν τῷ σκότει, ὡς ὁ πρὶν ἑωσφόρος, καὶ ὕστερον διάβολος.
Διότι πρῶτον ὑπῆρχε τοῦ κατωτέρου τάγματος τῶν νοερῶν δυνάμεων, ἤγουν τοῦ δεκάτου μὲν ἀπὸ τοῦ ἀνωτάτου τάγματος τοῦ παρισταμένου τῷ ἀστέκτῳ θρόνῳ, πρώτου δὲ ἀπὸ τῆς γῆς· ἀλλὰ διὰ τὴν ἔπαρσιν, οὐ μόνον τῶν ἐννέα ταγμάτων, καὶ ἡμῶν τῶν γηΐνων, κάτωθεν ἐγένετο σὺν τοῖς ὑπακούσασιν αὐτῷ, ἀλλὰ καὶ ὑπὸ τῶν καταχθονίων ἐν τῷ ταρτάρῳ ῥιφθεὶς διὰ τὴν ἀγνωμοσύνην· διὰ τοῦτο πολλάκις εἴρηται, ὅτι ἐκτὸς ἄλλης ἁμαρτίας ἀρκεῖ ἡ ἀπόνοια· πρὸς ἀπώλειαν ψυχῆς· ὁ γὰρ ἔχων τὰ ἑαυτοῦ πταίσματα μικρά, παραχωρεῖται πεσεῖν εἰς μείζονα, φησὶν ὁ Ἅγιος Ἰσαάκ· καὶ ὁ λαβὼν παρὰ Θεοῦ δῶρον, καὶ ἀχαρίστως διακείμενος, τὴν τούτου στέρησιν γενέσθαι κατασκευάζει· διότι ἀνάξιον ἑαυτὸν ἐποίησε τῆς τοῦ Θεοῦ δωρεᾶς, ὡς φησιν ὁ Μέγας Βασίλειος· ἡ γὰρ εὐχαριστία, πρεσβεύει· πλὴν μὴ ἔστω ἡ εὐχαριστία, ὡς ἡ τοῦ Φαρισαίου ἐκείνου· τοὺς μὲν ἄλλους κατακρίνουσα, ἑαυτὸν δὲ δικαιοῦσα· ἀλλὰ μᾶλλον ὡς πλείονα πάντων χρεωστοῦσα, καὶ ἐξ ἀπορίας εὐχαριστοῦσα, καὶ ἐκπληττομένη· κατανοοῦσα τὴν ἄφατον τοῦ Θεοῦ μακροθυμίαν, καὶ ἀνοχήν· οὐ μόνον δὲ ἀλλὰ καὶ θαυμάσαι χρὴ πῶς ἀνενδεὴς ὢν ὁ ὑπερύμνητος Θεός, παρ᾽ ἡμῶν δέχεται τὴν εὐχαριστίαν, καὶ ταῦτα παροργιζόντων, καὶ παραπικραινόντων ἡμῶν ἀεὶ μετὰ τοσούτων, καὶ τηλικούτων εὐεργεσιῶν, τῶν περιεκτικῶν τε, καὶ ἰδικῶν· περὶ ὧν ἔγραψεν ὅ, τε Θεολόγος Γρηγόριος καὶ οἱ λοιποὶ πατέρες οὐ μόνον τῶν σωματικῶν ἀλλὰ καὶ τῶν ψυχικῶν διὰ πολλῶν τρόπων, ὧν οὐκ ἔστιν ἀριθμός, ἐξ ὧν καὶ τοῦτο ὑπάρχει, τὸ εἶναι τινὰ μὲν φανερὰ καὶ εὔληπτα ἐν ταῖς θείαις γραφαῖς κείμενα, τινὰ δὲ ἀσαφῆ καὶ δύσληπτα, ἵνα διὰ τῶν μὲν τοὺς ῥαθυμοτέρους ἕλκῃ πρὸς πίστιν καὶ ζήτησιν τῶν λειπομένων καὶ μὴ ἐκ τῆς ἄγαν ἀκαταληψίας εἰς ἀπόγνωσιν καὶ ἀπιστίαν ἐμπέσωμεν· διὰ τῶν δὲ, ἵνα μὴ κατάκρισιν μείζονα ἕξωμεν, καταφρονοῦντες τοῦ νοουμένου ῥητοῦ, ἀλλ᾽ ὅπως ἑκουσίως· πονοῦντες οἱ βουλόμενοι ἔργῳ ζητεῖν τὰ ἄδηλα καὶ ἕξουσιν ἔπαινον ἐκ τούτου, ὥς φησιν ὁ Χρυσόστομος.
ΟΤΙ ΟΥΚ ΕΣΤΙ ΠΟΛΥΛΟΓΙΑ Η ΣΥΧΝΟΤΕΡΑ ΥΠΟΜΝΗΣΙΣ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ
Καὶ πάλιν τὸ αὐτὸ ῥητὸν πολλάκις περιέχει ἡ θεία γραφή, καὶ οὐ πολυλογία ἐστίν, ἀλλ᾽ ἵνα τῇ πυκνστέρᾳ ὑπομνήσει καὶ τοὺς λίαν ῥαθυμοτέρους περὶ τὴν ἀκρόασιν, πρὸς μνήμην καὶ κατανόησιν τῶν λεγομένων ἄγῃ παραδόξως καὶ φιλανθρώπως, καὶ μὴ διαφύγῃ τὰς ἀκοὰς ὁ λόγος διὰ τὴν ταχύτητα καὶ σμικρότητα τοῦ τυχόντος ῥητοῦ, καὶ μάλιστα ὅταν ἀσχολούμεθα ἐν τοῖς βιωτικοῖς πράγμασιν, οἱ μηδὲν κἂν ἐκ μέρους γινώσκοντες, καίπερ, φησὶν ὁ Χρυσόστομος, τὸ ἐκ μέρους οὐκ ἔστι μέρος ὀλόκληρον, ἀλλὰ μέρος τοῦ μέρους· καταργηθήσεται δὲ οὐχ ἵνα ἀφανισθῇ καὶ εἰς μηδὲν χωρίσῃ. Ἐπεὶ ἂν γνῶσιν οὐκ εἴχομεν, οὐδὲ ἄνθρωποι ἦμεν, ἀλλὰ καταργηθήσεται· μὲν τὸ ἐκ μέρους ὡς ὑπὸ τοῦ προσώπου πρὸς πρόσωπον, ὡς ἡ τοῦ νηπίου ἡλικία ἐκ τοῦ γενέσθαι ἀνήρ, ὡς αὐτὸς ὁ Ἀπόστολος ἔφη, ἑρμηνεύων αὐτοῦ τὸ ῥητὸν διὰ τῆς παραβολῆς τοῦ νηπίου· οἶον πάλιν φησὶν ὁ Χρυσόστομος ὅτι ἄρτι μὲν γινώσκομεν τὸν οὐρανὸν ὅτι ἐστὶ καὶ οὐκ οἴδαμεν τί ἐστί· τότε δὲ καταργηθήσεται τὸ ἔλαττον ὑπὸ τοῦ μείζονος, τοῦτ᾽ ἔστι τοῦ γνῶναι ἡμᾶς καὶ τὸ τί ἐστιν, ὥστε αὔξει μᾶλλον ἡ γνῶσις· καὶ γάρ εἰσι πολλὰ κεκρυμμένα ἐν ταῖς θείαις γραφαῖς μυστήρια, καὶ οὐ γινώσκομεν τὸν σκοπὸν τοῦ Θεοῦ ἐν τοῖς λεγομένοις· ἀλλὰ μὴ κατεπαρθῇς, φησὶν ὁ Θεολόχος, τὴν ἡμῶν εὐγνωμοσύνην ὁμολογούντων τὴν ἄγνοιαν, τὰς λέξεις μεμφόμενος· ἄλογον γὰρ καὶ σκαιὸν τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι, φησὶν ὁ Μέγας Διονύσιος.
Ὅταν δέ τις διὰ τοῦ μακαρίου πένθους ζητήσῃ τότε εὑρίσκει· αὕτη γάρ ἐστιν ἡ ἐργασία τοῦ φόβου, δι᾽ ἧς ἡ ἀποκάλυψις τῶν κρυπτῶν γίνεται· ἰδοὺ τοίνυν ὁ Προφήτης Ἡσαίας λέγει, οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσι· καὶ πάλιν, ἀναστήσονται οἱ νεκροί. Ἀλλ᾽ οὐκ ἔστι τοῦτο διαφωνία, ὡς δοκοῦσιν οἱ μὴ γινώσκοντες τὸν σκοπόν, ὡς εἴρηται, ἐκ τῆς θεωρίας τῆς θείας γραφῆς· ὅτι διὰ μὲν τὰ εἴδωλα τῶν ἐθνῶν ἔφη, ζωὴν οὐ μὴ ἴδωσι διὰ τὸ ἄψυχα εἶναι, περὶ δὲ τῆς κοινῆς ἀναστάσεως καὶ τῆς τῶν δικαίων εὐφροσύνης τὸ ἀναστήσονται οἱ νεκροί· οὐ μὴν δὲ ἀλλὰ καὶ περὶ τῆς τῶν κεκοιμημένων συνεγέρσεως μετὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητεύων, ὡσαύτως δὲ καὶ ἐν τῷ Ἁγίῳ Εὐαγγελίῳ περὶ τῆς μεταμορφώσεως τοῦ Κυρίου φασὶν οἱ Εὐαγγελισταί· ὁ μὲν καὶ μεθ᾽ ἡμέρας ἕξ, ὁ δὲ καὶ μεθ᾽ ἡμέρας ὀκτώ, μετὰ τῆς προλαβούσης θαυματοποιίας καὶ διδασκαλίας τοῦ Κυρίου δηλαδή· ἀλλ᾽ ὁ μὲν, φησί, τὴν πρώτην, καὶ τὴν ἐσχάτην παραδραμών, τὰς τούτων μέσον εἴρηκεν ἕξ· ὁ δὲ καὶ ταύτην κἀκείνην συμπαραλαβὼν ἔφη ὀκτώ. Καὶ πάλιν ὁ Θεολόγος Ἰωάννης ἐν τῷ κατ᾽ αὐτὸν Ἁγίῳ Εὐαγγελίῳ ἐν δυσὶ τόποις λέγει· ἐν μὲν τῷ ἑνὶ, εἰσὶ δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ ἑτέρῳ, εἰσὶ δὲ καὶ ἄλλα πολλά, ἃ ἐποίησεν ὁ Ἰησοῦς, καὶ οὐ λέγει ἐνώπιον τῶν μαθητῶν αὐτοῦ· περὶ ὧν ἔγραψεν ὁ Ἅγιος Πρόχωρος ὁ γράψας τὰ ἀμφότερα, ὅτι τὸ μὲν διὰ τὰ θαυμάσια, καὶ τὰ λοιπὰ ἃ ἐποίησεν ὁ Κύριος, λέγει ὁ Εὐαγγελιστής· ἅπερ οὐκ ἔγραψε, διὰ τὸ προγραφῆναι ὑπὸ τῶν Εὐαγγελιστῶν, δι᾽ ὃ καὶ ἐνώπιον τῶν μαθητῶν αὐτοῦ προσέθεικε· τὸ δὲ ἕτερον ῥητὸν περὶ κοσμοποιίας, ὅτε ἀσώματος ἦν ὁ λόγος τοῦ Θεοῦ, μεθ᾽ οὗ τὰ πάντα ὁ Πατὴρ ἐκ μὴ ὄντων ἐποίησε, λέγων, γενηθήτω τόδε, καὶ ἐγένετο· ἅτινα ἐὰν γράφηται καθ᾽ ἓν φησὶν ὁ Θεολόγος καὶ τὰ ἑξῆς.
Καὶ ἁπλῶς πᾶσα γραφή, καὶ πᾶς λόγος Θεοῦ, ἢ Ἁγίου τινός, ἢ τῶν αἰσθητῶν, ἢ τῶν νοητῶν κτισμάτων σκοπὸν ἔχει ἐν ἑαυτῷ κεκρυμμένον· οὐ μόνον δὲ ἀλλὰ καὶ πᾶς ἀνθρώπινος λόγος· καὶ οὐδεὶς γινώσκει τὸν νοῦν τοῦ τυχόντος ῥητοῦ, εἰ μὴ δι᾽ ἀποκαλύψεως· ὡς φησιν ὁ Κύριος περὶ τοῦ ἀνέμου, ὅτι τὸ πνεῦμα ὅπου θέλει πνεῖ καὶ τὰ ἑξῆς· περὶ οὗ ἔφη ὁ Χρυσόστομος· οὐχ ὅτι ἐξουσίαν ἔχει ὁ ἀήρ, εἴρηκεν ὁ Χριστὸς ὅπου θέλει, ἀλλὰ συγκαβαίνων τῇ τοῦ Νικοδήμου ἀσθενείᾳ, τέθεικε τὸν ἄνεμον ὁ Κύριος, ἵνα γινώσκῃ τὸ λεγόμενον αὐτῷ· καὶ τὸν ἀέρα ἐν παραβολῇ τοῦ Ἁγίου Πνεύματος εἶπεν, ἤτοι τοῦ λόγου οὗ πρὸς αὐτὸν ἔλεγε, καὶ πρός τινας ἑτέρους, ὅτι ἅπερ λέγω ὑμῖν πνεῦμά ἐστιν, ἤγουν πνευματικά, καὶ οὐχ ὡς ὑμεῖς δοκεῖτε· οὐ γὰρ περὶ σωματικῶν πραγμάτων λέγω, ἵνα ὡς σωματικοὶ ὄντες γινώσκητε. Διὰ τοῦτό φησιν ὁ Δαμασκηνός, ὅτι εἰμὴ ἀκούσῃ τις παρ᾽ ἐκείνου οὗ ἐστιν ὁ λόγος περὶ αὐτοῦ τοῦ σκοποῦ οὐ δύναται λέγειν γινώσκω τὸν σκοπὸν τὸν λεγόμενον ὑπ᾽ αὐτοῦ· καὶ πῶς τολμᾷ τις εἰπεῖν, ὅτι γινώσκω τὸν σκοπὸν τοῦ Θεοῦ τὸν ἐν ταῖς θείαις γραφαῖς κεκρυμμένον, χωρὶς ἀποκαλύψεως τοῦ Υἱοῦ αὐτοῦ; ὡς αὐτὸς ἔφη ὁ Χριστός· καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι, ἂν αὐτὸς προαιρῆται δηλαδή λαβεῖν παρ᾽ αὐτοῦ νοερῶς διὰ τῆς τηρήσεως τῶν θείων αὐτοῦ ἐντολῶν, ὧν ἐκτὸς ὁ λέγων γινώσχειν ἐψεύσατο· στοχαστικῶς γὰρ λέγει, καὶ οὐ κυρίως ἐκ Θεοῦ μαθών, φησὶν ὁ τῆς Κλίμακος, κἂν ἐξ οἰήσεως εἰς τὰ ἄμετρα καυχᾶται· πρὸς ὅν φησιν ὁ Θεολόγος, πότε ὦ φιλοσοφώτατε σὺ καὶ τὰ ἑξῆς· πότε ὦ γραμματικὲ σὺ, ὀνειδίζων τὴν ἔπαρσιν, ἐξ ἧς ἀγνώστως ὁ τοιοῦτος δοκεῖ ἔχειν τί· ὅπερ καὶ αὐτό, ὃ δοκεῖ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ, διὰ τὸ μὴ θέλειν εἰπεῖν, οὐκ οἶδα, ὡς οἱ ἅγιοι πάντες· ἵνα διὰ τῆς ταπεινώσεως δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται, καθάπερ ἐκείνοις· οἱ καί περ εἰδότες, ἔλεγον μηδὲν εἰδέναι, ὥς φησιν ὁ Χρυσόστομος· ὅτι οὐκ εἶπεν ὁ Ἀπόστολος, οὐδέπω οὐδὲν εἶδον, ἀλλ᾽ οὐδέν, ὡς δεῖ εἰδέναι· ὥστε εἶδε μὲν οὐχ ὡς δεῖ δέ.
ΠΕΡΙ ΨΕΥΔΩΝΥΜΟΥ ΓΝΩΣΕΩΣ ΔΗΛΩΣΙΣ
Αὕτη ἐστιν ἡ ψευδώνυμος γνῶσις, διότι δοκεῖ εἰδέναι, ἅπερ οὐδέποτε οἶδεν· αὕτη δὲ χείρων ἐστι τῆς καθόλου ἀγνωσίας, φησὶν ὁ Χρυσόστομος, ὡς μὴ καταδεγομένη λαβεῖν παρά τινος διδασκάλου διόρθωσιν ἐκ τοῦ νομίζειν καλῶς ἔχειν ἡ παγκάκιστος ἀγνωσία· διὰ τοῦτο λέγουσιν οἱ πατέρες, ὅτι τὰ μετὰ ἐν ταῖς γραφαῖς κείμενα ὀφείλομεν ζητεῖν ἐμπόνως μετὰ ταπεινώσεως, καὶ συμβουλῆς τῶν ἐμπείρων, ἔργῳ μᾶλλον, ἢ λόγῳ μαθεῖν, τὰ δὲ σεσιγημένα ὑπὸ τῶν θείων γραφῶν μηδ᾽ ὅλως ζητεῖν· ἄλογον γὰρ ἐστὶ τοῦτο, ὡς φησιν ὁ Μέγας Ἀντώνιος περὶ τῶν αἰτούντων προγινώσκειν τὰ μέλλοντα, καὶ οὐ μᾶλλον παραιτεῖσθαι τοῦτο ὡς ἀνάξιοι· κἂν ἴσως ἐκ θείας προνοίας γίνεται, ὡς εἰς τὸν Ναβουχοδονόσωρ, καὶ τὸν πάλαι Βαλαὰμ ἐγένετο πρὸς κοινὴν ὠφέλειαν, εἰ καὶ ἀνάξιοι ἐτύγχανον· καὶ οὐκ ἐκ δαιμόνων, καὶ μάλιστα, ὅταν γένηται δι᾽ ὀνείρων, καὶ φαντασιῶν τινῶν, οὐκ ἐρρέθη δὲ τοῦτο, ἵνα διὰ πράξεων σωματικῶν τε καὶ ἠθικῶν ἐρευνῶμεν τὰς γραφάς, καὶ τὴν τοῦ Κυρίου ἐντολήν, καὶ ζωὴν αἰώνιον εὑρεῖν· καὶ ἵνα μὴ λόγῳ ζητῶμεν, καὶ ἐξ οἰήσεως, νομίζωμέν τι καταλαβεῖν· καὶ μάλιστα τὰ κεκρυμμένα ἐξ ἡμῶν, πρὸς ταπείνωσιν μείζονα, καὶ ἵνα μὴ κατακριθῶμεν ὡς ἐν γνώσει παραβαίνοντες· διότι ὁ γνώσεως νοῦν κτήσασθαι καταξιωθείς, καὶ οὐκ ἀγωνίζεται εἰς τὴν μελέτην τῶν θείων γραφῶν, καὶ τῶν δεδομένων αὐτῷ γνώσεων ἐν σχολῇ πολλῇ καὶ προσοχῇ μετὰ ταπεινώσεως, καὶ φόβου Θεοῦ ὡς ἀνάξιος τῶν δεδωρημένων αὐτῷ ὑπ᾽ αὐτοῦ μετὰ ἀπειλῆς ἐκβάλλεται τῆς γνώσεως, ὡς ὁ Σαοὺλ τῆς βασιλείας, φησὶν ὁ Ἅγιος Μάξιμος· ὁ δὲ σχολάζων, καὶ ἀγωνιζόμενος φησιν, ὀφείλει ὡς ὁ Δαβίδ παρακαλεῖν ἀεί, καὶ λέγειν, καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ἵνα ἄξιος γένηται τῆς αὐτοῦ ἐπιφοιτήσεως· ὥσπερ ποτὲ οἱ Ἀπόστολοι ἔλαβον τὴν χάριν ἐν τῇ ὥρᾳ τῇ τρίτῃ, ὡς λέγεται ἐν ταῖς πράξεσιν· ἦν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, ἡμέρα δὲ Κυριακή, ὡς φησιν ὁ θεσπέσιος Λουκᾶς· Πεντηκοστὴ γάρ ἐστιν ἡ ἑβδόμη Κυριακή, ἀπὸ τῆς Κυριακῆς, ἐν ᾗ γίνεται τὸ λεγόμενον κατὰ τὴν Ἰουδαϊκὴν γλῶσσαν φάσκα· ἑρμηνεύεται δὲ διάβασις καὶ ἐλευθερία, κατὰ τὴν Ἐλλάδα· καὶ ἡ μετὰ πεντήκοντα ἡμέρας Κυριακή, λέγεται Πεντηκοστή, ὡς πλήρης οὖσα τῶν ἐν μέσῳ αὐτῆς, καὶ τοῦ πάσχα πεντήκοντα ἡμερῶν κατὰ τὸν νόμον· ὡς καὶ Ἰωάννης ὁ Θεολόγος, ἐν τῷ κατ᾽ αὐτὸν Ἁγίῳ Εὐαγγελίῳ λέγει· τῇ ἐσχάτῃ καὶ μεγάλῃ ἑορτῇ, διὰ τὸ ὑπάρχειν τότε ἀπόδοσις τῆς Ἐορτῆς τοῦ Πάσχα· τριβτὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν, φησὶν ὁ Δαμασκηνὸς καὶ τὰ ἑξῆς· τοῦτ᾽ ἔστιν ἐν τρίτῃ μὲν ὥρᾳ, ἀλλ᾽ ἐν μιᾷ φησὶ τῇ Κυρίᾳ τῶν ἡμερῶν· ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας ἤτοι τῆς μιᾶς θεότητος· μία γὰρ ἡ Κυριακὴ τῆς ἑβδομάδος.
καὶ οὐ πρώτη λέγεται, φησὶν ὁ Χρυσόστομος· διὰ τὸ χωρίζειν αὐτὴν ἡ θεία γραφή· ἡ μὲν παλαιὰ προφητεύουσα περὶ αὐτῆς, δι᾽ ὃ καὶ οὐκ ἀκολούθως αὐτὴν ὀνομάζει ὥσπερ τὴν δευτέραν, καὶ τὰς λοιπάς· εἰ γὰρ οὐκ ἐχώριστο πρώτη ἂν ἐλέγετο, ἀλλὰ τούτου χάριν λέγεται μία τῶν Σαββάτων, ἤτοι τῆς ἑβδομάδος. Ἐν δὲ τῇ νέα χάριτι, Κυριακὴ ἡ ἁγία αὕτη καὶ κλητὴ ἡμέρα ὀνομάζεται, διότι ἐν αὐτῇ τὰ κυριώτερα, καὶ δεσποτικὰ πράγματα ἐγένοντο, ὅ, τε Εὐαγγελισμός, ἡ Γέννησις τοῦ Κυρίου, ἡ Ἀνάστασις αὐτοῦ καὶ ἡ κοινὴ τῶν νεκρῶν ἀνάστασις μέλλει γενέσθαι· ἐν αὐτῇ γὰρ ἐγένετο τὸ αἰσθητὸν φῶς ὑπὸ τοῦ Θεοῦ φησιν ὁ Δαμασκηνὸς καὶ πάλιν ἐν αὐτῇ ἡ παρουσία τοῦ Κυρίου μέλλει ἔσεσθαι, ἵνα εἰς ἀπεράντους αἰῶνας μένῃ ἡ ἡμέρα, ἡ μία αὕτη καὶ ὀγδόη, ὡς ἔξωθεν οὖσα τῶν ἑπτὰ αἰώνων τούτων τῶν ἐχόντων ἡμέρας καὶ νύκτας· ἀλλ᾽ ἐπειδὴ τὸν σκοπὸν τῶν τοιούτων πραγμάτων ἠξιώθημεν ὑπὸ τῶν ἁγίων μαθεῖν, μάθωμεν λοιπὸν καὶ τὸν σκοπὸν ἑκάστου ἐπιτηδεύματος τοῦ παρόντος λόγου ἐξ ἀρχῆς καὶ ἄνωθεν· ἔστι τοίνυν τὸ μὲν λέγειν ἐφ ἅπαξ τὰ ὀνόματα τῶν βίβλων, καὶ τῶν Ἁγίων, ἵνα διὰ παντὸς τὰ τούτων λόγια μνησθῶμεν καὶ πρὸς ζῆλον τῶν βίων αὐτῶν, ὡς φησιν ὁ μέγας Βασίλειος· καὶ γνῶσιν τοῖς ἀγνοοῦσι ταῦτα· ὁ μὲν γινώσκων μιμνήσκεται· ὁ δὲ ἀγνοῶν ταῦτα πρὸς ζήτησιν ἔλθῃ τῆς τυχούσης βίβλου· τὸ δὲ ὀνομάζειν μετὰ ταῦτα κατὰ τόπον τὸν Ἅγιον, ἢ τὴν τυχοῦσαν γραφήν, διὰ συχνοτέραν μνήμην τέθεινται· καὶ ἵνα δι᾽ ὀλίγων ῥημάτων τὰ ἑκάστου αὐτῶν ἔργα τε καὶ λόγια μνησθῶμεν· καὶ πρὸς τὸ κατανοεῖν τὰ ἑξῆς τοῦ ἑκάστου ῥητοῦ τῆς θείας γραφῆς, ἢ τοῦ διδασκάλου διάκρισίν τε, καὶ συμβουλὴν ἀγαθήν· καὶ ὅτι οὐκ ἐμά εἰσι τὰ λεγόμενα, ἀλλὰ τῶν θείων γραφῶν· καὶ πρὸς τὸ θαυμάζειν, καὶ κατανοεῖν τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν πῶς διὰ χάρτου καὶ μέλανος ᾠκονόμησε τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν, καὶ ἐχαρίσατο ἡμῖν τοσαύτας γραφάς τε, καὶ διδασκάλους τῆς ὀρθοδόξου πίστεως· καὶ πῶς ἰδιώτης ὢν ἐγὼ καὶ ῥάθυμος ἠξιώθην τοσαύτας γραφὰς διελθεῖν, μηδ᾽ ὅλως ἰδίαν ἔχων βίβλον, ἢ ἄλλο τι τὸ παράπαν· ἀλλὰ ξένος, καὶ πένης ὑπάρχων ἀεὶ καὶ ταῦτα ἐν πάσῃ ἀναπαύσει καὶ ἀμεριμνίᾳ διάγων μετὰ πολλῆς ἀπολαύσεως σωματικῆς· τὸ δὲ καταλιμπάνειν τινὰ ἀνώνυμα ἐξ ὀλιγωρίας μου ἐστί, καὶ ἵνα μὴ μηκύνηται ὁ λόγος· τὰ δὲ ζητούμενα καὶ λύσεις τῶν κοινῶν πραγμάτων, πρὸς γνῶσιν τέθεινται, καὶ εὐχαριστίαν τῷ χαρισαμένῳ τοῖς Ἁγίοις αὐτοῦ πατράσιν ἡμῶν τήν τε γνῶσιν καὶ διάκρισιν, καὶ δι᾽ ἐκείνων ἡμῖν τοῖς ἀναξίοις· καὶ πρὸς κατάγνωσιν ἡμῶν τῶν ἀσθενῶν, καὶ ἀγνώστων· εἴρηται καὶ περὶ σωζομένων πάλαι δικαίων ἐν πολλῷ πλούτῳ, καὶ ἐν μέσῳ ἁμαρτωλῶν, καὶ ἀπίστων ἀνθρώπων· καίπερ τῆς αὐτῆς φύσεως ὑπῆρχον ἄνθρωποι· ὥσπερ καὶ ἡμεῖς οἱ μὴ βουλόμενοι φθάσαι εἰς τὸ μέτρον τῆς τελειότητος· καίτοι γε πλείονα πεῖραν καὶ γνῶσιν τοῦ καλοῦ καὶ κακοῦ ἐλάβομεν, ὡς τὰ ἐκείνων μαθόντες, καὶ ὡς πλείονος χάριτος ἀξιωθέντες καὶ τοσαύτης γνώσεως τῶν γραφῶν· τὰ δὲ πάλιν τῶν ἐπιτηδευμάτων ἡμῶν τῶν Μοναχῶν, πρὸς τὸ γνῶναι ἡμᾶς ὅτι σωθῆναι δυνάμεθα πανταχοῦ, ἐὰν τὰ οἰκεῖα θελήματα καταλήψωμεν· καὶ ὅτι ἂν μὴ οὕτω ποιήσωμεν, οὐ δυνάμεθα ἔχειν ἀνάπαυσιν· ἀλλ᾽ οὔτε τῶν θείων θελημάτων ἔχειν δυνάμεθα τὴν γνῶσιν, καὶ τὴν πρᾶξιν· διότι μεσότοιχόν ἐστι τὸ ἡμέτερον θέλημα, χωρίζον ἡμᾶς ἀπὸ τοῦ Θεοῦ· καὶ εἰ μὴ καταλυθῇ τὸ μεσότοιχον, οὐ δυνάμεθα τὰ τοῦ Θεοῦ μαθεῖν, καὶ ποιεῖν, ἀλλ᾽ ἔξωθεν αὐτοῦ εὑρισκόμεθα, καὶ ὑπὸ τῶν ἐχθρῶν τυραννούμεθα ἄκοντες καὶ μὴ βουλόμενοι.
Καὶ ὅτι ἡ ἡσυχία μείζων πάντων ἐστίν, καὶ χωρὶς ταύτης οὐ δυνάμεθα καθαρθῆναι, καὶ γινώσκειν τὴν ἀσθένειαν ἡμῶν, καὶ τὰ τῶν δαιμόνων πανουργεύματα· ἀλλ᾽ οὔτε τὴν τοῦ Θεοῦ δύναμιν καὶ πρόνοιαν καταλαβεῖν ἰσχύσομεν ἐκ τῶν τε ψαλλομένων, καὶ ἀναγινωσκομένων· διότι πάντες οἱ ἄνθρωποι χρήζομεν τῆς τοιαύτης σχολῆς, εἴτε ἐκ μέρους, εἴτε ὁλοκλήρως, καὶ ἐκτὸς ταύτης ἀδύνατον εἰς γνῶσιν πνευματικὴν καὶ ταπεινοφροσύνην ἐλθεῖν τινα· δι᾽ ἧς τὰ κεκρυμμένα μυστήρια ἐν ταῖς θείαις γραφαῖς καὶ ἐν πᾶσι τοῖς κτίσμασι καταλαμβάνει ὁ προαιρούμενος· καὶ ὅτι οὐ δεῖ χρήσασθαι πρᾶγμα, ἢ λόγον, ἢ ἐγχείρημα, ἢ νόημα παρὰ τὴν ἀναγκαίαν χρῆσιν τήν τε ψυχικὴν καὶ τὴν ἀναγκαίαν καὶ σωτήριον, καὶ ζωὴν σωματικήν· καὶ ὅτι ἐκτὸς διακρίσεως, οὐδὲ τὰ δοκούμενα καλὰ δεκτά εἰσι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οὔτε ἐκτὸς τοῦ ὀρθοῦ σκοποῦ ἡ καλὴ ἐργασία δύναται ὠφελῆσαι τινα· τὰ δὲ προγεγραμμένα τροπάρια πρὸς τὴν κατανόησιν αὐτῶν καὶ τῶν ἄλλων γραφῶν, καὶ ἀφορμὴν εἰς τὸ κατανύσσεσθαι εἰς ἔτι ἀσθενῆ ἔχοντας τὸν νοῦν, ὥς φησιν ὁ τῆς Κλίμακος· τὸ γὰρ μέλος, φησὶν ὁ Μέγας Βασίλειος, ἕλκει τὴν διάνοιαν τοῦ ἀνθρώπου πρὸς ὃ βούλεται, εἴτε εἰς πένθος, εἴτε εἰς πόθον, εἴτε εἰς λύπην, εἴτε εἰς εὐφροσύνην· καὶ ὅτι ὀφείλομεν ἐρευνᾶν τὰς γραφὰς κατὰ τὴν τοῦ Κυρίου ἐντολήν, ἵνα αἰώνιον ζωὴν εὕρωμεν ἐν αὐταῖς· καὶ τῷ νοήματι τῶν ψαλμῶν, καὶ τῶν τροπαρίων προσέχειν· καὶ ὅπως γνῶμεν ἐν γνώσει πολλῇ, ὅτι ἀγνοοῦμεν· ἐὰν γὰρ φησὶν ὁ Μέγας Βασίλειος, οὐ γεύσηταί τις τῆς γνώσεως, οὐκ οἶδε πόσων ὑστερεῖται· αἱ δὲ γενέσεις τῶν ἀρετῶν, καὶ τῶν παθῶν πρὸς πεῖραν καὶ γνῶσιν ἐγράφησαν, ἵνα γινώσκῃ τις ταῦτα, καὶ πρὸς τοὺς γεννήτορας αὐτῶν ἀγωνίσηται, τοὺς μὲν κτήσασθαι, τοὺς δὲ ἀποκτήσασθαι, τοὺς δὲ νικᾶν τῇ ἐναντιουμένῃ ἐργασίᾳ καὶ ὅτι τὰς μὲν σωματικὰς πράξεις ὥσπερ τὰ φυτὰ ὀφείλομεν τηρεῖν ἀεὶ ἐφάπαξ διὰ τῆς ἐργασίας, τὰς δὲ ψυχικὰς ἀρετάς, ὀφείλομεν ἀεὶ προσέχειν, καὶ μελετᾶν, τὸ πῶς κτήσασθαι τὴν ἑκάστην ἀρετήν· καὶ ἐκ τῶν θείων γραφῶν, καὶ Ἁγίων ἀνδρῶν μαθεῖν περὶ τούτου, καὶ φυλάττειν τοῦτο ἀκριβῶς μετὰ πόνου ψυχῆς ὡς θησαυρὸν διὰ τῆς ἐργασίας, μέχρις ἂν εἰς ἕξιν ἔλθωμεν τῆς τυχούσης ἀρετῆς· καὶ οὕτως ἐπιμελῶς τῆς ἑτέρας ἀρχώμεθα, ὡς φησιν ὁ Μέγας Βασίλειος, ἵνα μὴ ἐφάπαξ πάσας προσβάλλοντες, ἴσως ἀτονίσωμεν, ἀλλ᾽ ἀπὸ τῆς ὑπομονῆς τῶν ἐπερχομένων ἀρξόμεθα, καὶ οὕτω ἐπὶ τὰς λοιπὰς πορευόμεθα εὐτόνως μετὰ πάσης προθυμίας σκοπὸν ἔχοντες τοῦ εὐαρεστῆσαι Θεῷ· πάντες γὰρ ὀφείλομεν τὰς ἐντολὰς φυλάττειν ὡς χριστιανοί, ἐπειδὴ οὐ κόπου σωματικοῦ δεόμεθα, ἐν τῇ κτήσει τῶν ψυχικῶν ἀρετῶν, ἀλλὰ μόνης προαιρέσεως καὶ προθυμίας εἰς τὸ λαβεῖν τὴν δωρεάν, ὥς φασιν ὅ τε Μέγας Βασίλειος, ὁ Θεολόγος Γρηγόριος, καὶ οἱ λοιποί· πλὴν διὰ τῶν σωματικῶν πράξεων γίνονται εὐκοπωτέρως, καὶ μάλιστα τοῖς ἡσυχάζουσι διὰ τῆς ἀπερισπάστου διαγωγῆς, καὶ τῆς ἐκ πάντων ἀμεριμνίας· διότι οὐ δύναταί τις τὰ ἤθη αὐτοῦ βλέπειν, καὶ διορθοῦσθαι, εἰμὴ ἐν ἀδείᾳ τυγχάνῃ καὶ μερίμνῃ τῶν τοιούτων.
Διὰ τοῦτο ὀφείλει τις πρῶτον ἀπάθειαν διὰ τῆς φυγῆς τῶν πραγμάτων, καὶ τῶν ἀνθρώπων κτήσασθαι, καὶ τότε καιροῦ καλοῦντος ἄρχειν ἑτέρων, καὶ οἰκονομεῖν πράγματα ἀκατακρίτως καὶ ἀβλαβῶς ἐκ τῆς ἕξεως τῆς ἀπροσπαθείας, εἰς τελείαν ἀπάθειαν καταντήσας· καὶ μάλιστα εἴπερ ἐκ Θεοῦ κλῆσιν ἔλαβε, φησι, ὁ Δαμασκηνός, ὡς ὁ Μωυσῆς, Σαμουήλ τε, και οἱ λοιποὶ Προφῆται, καὶ οἱ Ἅγιοι Ἀπόστολοι, πρὸς σωτηρίαν πολλῶν, οὐ μόνον δέ φησι τοῦτο, ἀλλὰ καὶ ἀναβάλλεσθαι δεῖ ὡς ὁ Μωυσῆς, Ἀββακούμ, Γργγόριος ὁ Θεολόγος, καὶ ἄλλοι, καὶ ὡς ἔφη ὁ Ἅγιος Πρόχωρος περὶ τοῦ Ἁγίου Ἰωάννου, ὅτι περ οὐκ ἠβουλήθη καταλιπεῖν τὴν φίλην αὐτῷ ἡσυχίαν, καί περ χρέος ἔχων ὡς Ἀπόστολος τὸ μὴ ἡσυχάζειν, ἀλλὰ κηρύττειν· καὶ οὐδὲ ὡς ἐμπαθὴς ἔφυγεν εἰς τὴν ἡσυχίαν ὁ ἀπαθέστατος, μὴ γένοιτο· ἀλλ᾽ ὡς μὴ θέλων τῆς περὶ Θεοῦ θεωρίας χωρίζεσθαι, καὶ τῆς γλυκύτητος τῆς ἡσυχίας ὑστερηθῆναι ποτέ· ἄλλοι δὲ πάλιν ἐκ ταπεινοφροσύνης ἀπαθεῖς ὄντες, ἔφυγον εἰς τὰς ἐσωτέρας ἐρήμους, φοβούμενοι τὴν σύγχυσιν, ὡς ὁ Μέγας Σισόης, καλούμενος πρὸς ἀνάπαυσιν ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ οὐκ ἐπείθετο, ἀλλ᾽ ἔφη, ὅπου οὐκ εἰσὶν ἄνθρωποι, ἐκεῖ ἀπέλθωμεν· καίπερ εἰς τοσαύτην ἀπάθειαν ἔφθασεν, ὥστε αἰχμάλωτος ἐγένετο ἐκ τῆς πρὸς Θεὸν ἀγάπης, καὶ ἐκ ταύτης ἀναίσθητος, ἀγνοῶν ἢ ἔφαγεν, ἢ οὐ καὶ ἁπλῶς πάντες ἔκοπτον τὰ ἴδια θελήματα ἐν ἡσυχίᾳ πάσῃ, καὶ οὕτως ὡς μαθηταὶ ὑπὸ τοῦ διδασκάλου προεχειρίσθησάν τινες εἰς τὸ διδάσκειν ἄλλους, καὶ δέχεσθαι λογισμούς, καὶ ἄρχειν ἑτέρων, εἴτε διὰ τῆς ἀρχιερωσύνης, εἴτε διὰ τῆς ἡγουμενείας, ὑπὸ τοῦ Ἁγίου Πνεύματος νοερᾷ αἰσθήσει τὴν σφραγῖδα λαμβάνοντες διὰ τῆς ἐπιφοιτήσεως αὐτοῦ· ὡς οἱ Ἅγιοι Ἀπόστολοι, καὶ οἱ πρὸ τούτων, Ἀαρών, Μελχισεδέκ, καὶ οἱ λοιποί.
Ὁ δὲ Δαμασκηνός φησιν, ὁ τολμηρῶς ἐπιβαίνειν ἐπιχειρῶν τοῦ τοιούτου βαθμοῦ κατακρίνεται· εἰ γὰρ δίχα βασιλικοῦ προστάγματος οἱ τὰ ἀξιώματα ἀναιδῶς μετερχόμενοι, κατάκρισιν μεγίστην ὑπομένουσι, πόσω μᾶλλον οἱ τὰ τοῦ Θεοῦ κατατολμῶντες ἐκτὸς τῆς αὐτοῦ κελεύσεως κατακρίνονται· καὶ μάλιστα εἴπερ ἐξ ἀγνωσίας, καὶ οἰήσεως δοκοῦσιν ἀκατάκριτον εἶνε τὸ φρικτὸν ἐγχείρημα τοῦτο ἢ πρὸς τιμήν τε καὶ ἀνάπαυσιν μετέρχεσθαι τοῦτο, νομίζοντες, καὶ οὐ μᾶλλον ὡς εἰς ἄβυσσον ταπεινώσεως, καὶ θάνατον ὑπὲρ τῶν ὑπηκόων, καὶ τῶν ἐχθρῶν, καιροῦ καλοῦντος ὑπεισέρχεσθαι· ὡς οἱ Ἅγιοι Ἀπόστολοι ἐποίησαν ἐν τῷ διδάσκειν αὐτοὺς ἑτέρους, καὶ ταῦτα ἀπαθεῖς, καὶ σοφοὶ ὄντες καθ᾽ ὑπερβολήν· εἰ δὲ οὐδ᾽ αὐτὸ τοῦτο ὅτι ἀσθενεῖς καὶ ἀνίκανοι ἐσμὲν γινώσκομεν τί χρὴ καὶ λέγειν; ἡ γὰρ οἴησις καὶ ἡ ἀγνωσία τυφλοὺς ποιεῖ τοὺς μὴ θέλοντας ἐν σχολῇ βλέπειν τὴν ἑαυτῶν ἀσθένειαν καὶ ἀγνωσίαν, ὡς λέγει τὸ Γεροντικόν· ὅτι ἡ κέλλα τοῦ Μοναχοῦ ἐστιν ἡ κάμινος ἡ Βαβυλωνία, ἐν ᾗ οἱ τρεῖς Παῖδες τὸν υἱὸν τοῦ Θεοῦ εὖρον· καὶ πάλιν, κάθου, φησίν, εἰς τὸ κελλίον σου, καὶ πάντα σε διδάξει· καὶ ὁ Κύριος, ὅπου εἰσὶ δύω ἢ τρεῖς συνηγμένοι ἐπὶ τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ ὁ τῆς Κλίμακος· μὴ ἐκλίνῃς φησὶν ὁ Σολομὼν εἰς τὰ δεξιὰ ἢ ἀριστερά, ἀλλὰ βασιλικὴν ὁδὸν πορεύθητι, ἤτοι μετὰ ἑνός, ἢ δύω ἡσυχάζων· καὶ μήτε μόνος ἐν τῇ ἐρήμῳ, μήτε ἐν συνοδείᾳ πολλῇ· ἡ γὰρ μέση τῶν ἀμφοτέρων, φησί, τοῖς πολλοῖς ἁρμοδία καθέστηκε· καὶ πάλιν· ἡ νηστεία ταπεινοῖ τὸ σῶμα, ἡ ἀγρυπνία φωτίζει τὸν νοῦν ἡ ἡσυχία φέρει τὸ πένθος, τὸ πένθος βαπτίζει τὸν ἄνθρωπον καὶ αὐτὸ πλύνει τὴν ψυχήν, καὶ ποιεῖ αὐτὴν ἀναμάρτητον· τοῦτο χάριν ἐγράφησαν πρὸς τὸ τέλος τὰ ὀνόματα, πασῶν σχεδὸν τῶν ἀρετῶν, καὶ τῶν παθῶν ἵνα γνῶμεν, τὸ πόσας ἀρετὰς ὀφείλομεν κτήσασθαι, καὶ πόσα πενθεῖν δεινά· διότι ἐκτὸς πένθους κάθαρσις οὐ γίνεται, πένθος δὲ ἐν πειρασμῷ διηνεκεῖ οὐκ ἔστι· καὶ ἐκτὸς καθάρσεως ψυχῆς πληροφορία οὐ γίνεται, χωρὶς πληροφορίας χωρισμὸς τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐπικίνδυνος· τὸ γὰρ ἄδηλον, φησὶν ὁ τῆς Κλίμακος, τάχα ἂν καὶ ἄπιστον· αἱ δὲ προειρημέναι ὀκτὼ θεωρίαι, οὐκ εἰσὶν ἡμῶν ἐργασίαι, ἀλλὰ τῆς τῶν ἀρετῶν ἡμῶν ἐργασίας μισθός· καὶ οὐκ ὀφείλομεν ἐκ τῆς ἀναγνώσεως καὶ μόνης κτήσασθαι ταύτας, κἂν σπουδάζωμεν ἐξ ὑπερηφάνου προθυμίας, ὡς φησιν ὁ τῆς Κλίμακος περὶ τῶν τελειοτέρων, ἤτοι τῶν τεσσάρων ἐσχάτων, διότι οὐράνιά εἰσι, καὶ ἀκάθαρτος νοῦς οὐ χωρεῖ τὰ τοιαῦτα· ἀλλὰ πᾶσαν ἡμῶν τὴν σπουδὴν ἐπὶ τὰς σωματικάς, καὶ ψυχικὰς ἀρετὰς ἔχειν ὀφείλομεν, καὶ οὕτω γεννᾶται ἐν ἡμῖν ἡ πρώτη ἐντολή, ἤτοι ὁ φόβος τοῦ Θεοῦ· καὶ χρονίζοντες ἐν τούτῳ γεννᾶται τὸ πένθος· καὶ ὁσάκις ἐν ἕξει τῆς μιᾶς θεωρίας γενώμεθα, τότε ἡ χάρις τοῦ Θεοῦ, καὶ κοινὴ πάντων μήτηρ;
ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ, δωρήσεται ἡμῖν τὰ ἐπέκεινα ταύτης· μέχρις ἂν τὰς ἑπτὰ γνώσεις κτησώμεθα ἐν ἑαυτοῖς καὶ τῆς ὀγδόης, ἥτις ἐστὶν ἐργασία τοῦ μέλλοντος, καταξιώσεται τοὺς ἐπιμελῶς τὰς ἀρετὰς ἐργαζομένους μετὰ ὀρθοῦ σκοποῦ τῆς τοῦ Θεοῦ εὐαρεστήσεως· ἡμεῖς δὲ ὀφείλομεν ὁσάκις αὐτομάτως ἡ κατὰ Θεὸν ἔννοια ἔλθῃ, εἴτε ἡ πρώτη, εἴτε ὁποία ἐστίν, ἐξαίφνης ἡμῶν μὴ εἰδότων, εὐθέως πᾶσαν μέριμναν βιωτικήν, καὶ αὐτὸν τὸν κανόνα καταλιπεῖν πολλάκις, τὴν τυχοῦσαν πνευματικὴν γνῶσίν τε καὶ κατάνυξιν, ὡς κόρην ὀφθαλμοῦ φυλάττειν, μέχρις ἂν οἰκονομικῶς ἀναχωρήσῃ, καὶ ἔκτοτε τὰ γεγραμμένα ῥητὰ τοῦ φόβου, καὶ τοῦ πένθους μελετᾶν ἀεὶ καὶ πρὸ τοῦ κανόνος, καὶ μετὰ ταῦτα· καὶ ὁσάκις ἄδειαν ἔχομεν νυκτὸς καὶ ἡμέρας, εἴτε ἐργόχειρον κατέχοντες, οἱ ἔτι ἀσθενεῖς καὶ πρὸς ὕπνον καὶ ῥαθυμίαν εὐχερεῖς, εἴτε ἀργοί, οἱ δυνάμενοι ὅλως δι᾽ ὅλου τοῦ πένθους γενέσθαι καὶ αἰχμαλωτίζεσθαι ἐν τοῖς λεγομένοις ὑπ᾽ αὐτῶν ῥήμασι, καὶ γενομένοις δάκρυσι· τούτου γὰρ χάριν ἐγράφησαν, ἵνα καὶ οἱ ἄπειροι τῶν τοιούτων, κἀγὼ διὰ τῶν ῥημάτων τὴν τοῦ νοὸς ῥαθυμίαν διεγείρωμεν, τῇ τούτων μελέτῃ καὶ προσοχῇ· οἱ γὰρ ἔχοντες προθυμίαν, καὶ πεῖραν ἐκ τῆς ἕξεως ἐν τῇ ἐργασίᾳ τῶν ἀρετῶν, πολλῷ πλείονα τῶν εἰρημένων ἴσασι, καὶ λέγουσι, μάλιστα δὲ ἐν τῷ καιρῷ τῆς αὐτομάτου κατανύξεως, διότι πολλὴν ἰσχὺν κέκτηται ἡ ὥρα αὕτη, ὑπὲρ τῆς ἐξ ἡμετέρας ἐπιτηδεύσεως· πλὴν μήτις δοκεῖ εἶναι ἐργάτης τῶν τοιούτων χαρισμάτων, ἀλλὰ μᾶλλον ὡς ὑπὲρ τὴν αὐτοῦ ἀξίαν λαβών, μεγάλως εὐχαριστῆσαι δεῖται, καὶ φοβεῖσθαι, μήπως κατάκρισιν μείζονα ἔχῃ τούτων ἕνεκα· ὅτι μηδὲν κοπιάσας τῆς τῶν Ἀγγέλων ἐργασίας καταξιωθῆναι μέλλει· πρὸς ἀλειφὴν γὰρ τοῦ νοὸς δέδοται ἡ γνῶσις, καὶ ἰσχὺν εἰς τὸ φυλάξαι ἡμᾶς τὰς ἐντολάς, καὶ ἐργάζεσθαι τὰς ἀρετάς· καὶ ἵνα γνῶμεν πῶς, καὶ διὰ τί ταύτας ποιοῦμεν, καὶ τί δεῖ μὲν ποιεῖν, τίνος δὲ ἀπέχεσθαι, ἵνα μὴ κατακριθῶμεν· καὶ ἵνα ἀπὸ τῆς γνώσεως πτερούμενοι μετὰ χαρᾶς ἐργαζόμεθα, καὶ μείζονα γνῶσιν λάβωμεν, καὶ ἰσχὺν ἐν τῷ ἐργάζεσθαι, καὶ ἀγαλλίασιν, καὶ τούτου γινομένου, εὐχαριστῆσαι τῷ ταῦτα δωρησαμένῳ καταξιωθῶμεν, γινώσκοντες πόθεν ἐλάβομεν τὰ τοσαῦτα ἀγαθά· εὐχαριστούμενος δὲ μείζονα ἀγαθὰ χαρίζεται ἡμῖν, καὶ λαβόντες τὰ δῶρα ἐπὶ πλεῖον αὐτὸν ἀγαπήσωμεν, καὶ διὰ τῆς ἀγάπης εἰς τὴν σοφίαν τοῦ Θεοῦ καταντήσωμεν· ἧς ἡ ἀρχὴ ὁ τοῦ Θεοῦ φόβος· καὶ ἡ μὲν ἐργασία τοῦ φόβου, ἡ μετάνοιά ἐστι, φησὶν ὁ Ἅγιος Ἰσαάκ· δι᾽ ἧς γίνεται ἡ ἀποκάλυψις τῶν κρυπτῶν· τὰ δὲ τοῦ φόβου νοήματα μελετᾶν δεῖ οὕτως· μετὰ τὴν τοῦ ἀποδείπνου ἀκολουθίαν ὀφείλει τις λέγειν· τὸ Πιστεύω, τὸ Πάτερ ἡμῶν, καὶ τὸ Κύριε ἐλέησον πλειστάκις· καὶ οὕτω κάθηται κατὰ ἀνατολάς, ὡς οἱ πενθοῦντες ἐπὶ νεκρῷ, σείων τὴν κεφαλὴν αὐτοῦ μετὰ πόνου ψυχῆς, καὶ στεναγμοῦ καρδίας, λέγει τὰ τῆς τυχούσης γνώσεως ῥήματα· ἀρξάμενος ἀπὸ τῆς πρώτης, μέχρις ἂν φθάσῃ εἰς τὴν εὐχήν· καὶ οὕτω πίπτει ἐπὶ πρόσωπον ἐνώπιον τοῦ Θεοῦ μετὰ φρίκης ἀμυθήτου, καὶ προσεύχεται· πρῶτον εὐχαριστίαν, ἔπειτα ἐξομολόγησιν, καὶ τὰ λοιπὰ ῥήματα τῆς εὐχῆς ὡς προείρηται· φησὶ γὰρ ὁ Μέγας Ἀθανάσιος· ἐξομολογήσασθαι ὀφείλομεν ὑπὲρ τῶν ἐν ἀγνοίᾳ πταισμάτων, καὶ ὑπὲρ ὧν ἐμέλλομεν πταίειν ἐξ ὧν ἡ χάρις τοῦ Θεοῦ ἡμᾶς ἐρρύσατο· ἵνα μὴ ἐν τῇ ὥρᾳ τοῦ θανάτου λογοθετηθῶμεν ἕνεκα τούτων· καὶ ὑπὲρ ἀλλήλων πάλιν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, καὶ τοῦ Ἀποστόλου.
Ὁ δὲ σκοπὸς τῶν λεγομένων ἐν τῇ προσευχῇ οὗτός ἐστιν· ἡ μὲν εὐχαριστία, ὑπὲρ τῆς ἐν τῇ ὥρᾳ ταύτῃ εὐχαριστίας, τὸ ἀνίκανον πρὸς εὐχαριστίαν ὁμολογεῖ καὶ τὸ ἀμελεῖν κατὰ τοὺς ἄλλους καιρούς, καὶ ὅτι χάρις τοῦ Θεοῦ ἐστὶν ἡ ὥρα αὕτη· ἡ δὲ ἐξομολόγησις κηρύττει τὰ δεδωρημένα, ὅτι ἄμετρά εἰσι καὶ ὅτι οὐ πάντα ἴσχυσα καταλαβεῖν, ἀλλ᾽ οὔτε γινώσκειν, εἰμὴ ἀκοὴν μόνην ἔχειν, καὶ ταύτην ὅλως περί τινων καὶ οὐ περὶ πάντων, καὶ ὅτι φανερῶς καὶ ἀφανῶς ἀεὶ εὐεργετούμεθα, καὶ ὅτι ἄφραστός ἐστιν ἡ ἀνοχὴ αὐτοῦ ἐπὶ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου, καὶ ὅτι ἀνάξιός εἰμι καὶ αὐτὸ τὸ ἀτενίσαι ἄνω ὡς ὁ Τελώνης ἐποίησε, καὶ ὅτι οὐκ εἰς ἄλλο τι θαρρῶν, εἰμὴ εἰς τὴν σὴν ἄφατον φιλανθρωπίαν· προσπίπτω ὡς ὁ Δανιὴλ ἐνώπιον τοῦ θείου Ἀγγέλου, καὶ ὡς ὁ Ἀπόστολος καὶ οἱ λοιποὶ Πατέρες ἐξ ὅλης ψυχῆς, καὶ τοῦτο τολμηρῶς, διὰ τὸ ἀνάξιον εἶναί με τοῦτο ποιῆσαι, καὶ τὸ ἐξαγορεῦσαι τὰ εἴδη τῶν πταισμάτων μου ἐν ἐπιτόμῳ πρὸς τὸ μιμνήσκεσθαι ταῦτα, καὶ πενθεῖν ὑπὲρ τούτων, ὁμολογεῖν τε τὴν ἐμὴν ἀσθένειαν, ἵνα ἔλθῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ, κατὰ τὸν Ἀπόστολον· καὶ τὸ συγχωρηθῆναι τὸ πλῆθος τῶν κακῶν μου· ὡς μὴ τολμῶν ὑπὲρ πάντων αἰτεῖν, ἀλλ᾽ ὑπὲρ τοῦ πλήθους τῶν κακῶν μου· καὶ τὸ χαλινωθῆναί μου πᾶσαν κακίαν καὶ πονηρὰν συνήθειαν, ὡς μὴ δυνάμενος ἀντιστῆναι, παρακαλῶ τὸν παντοδύναμον στῆσαι τὰς ὁρμὰς τῶν παθῶν, καὶ τὸ μὴ ἐάσαι με ἁμαρτῆσαι εἰς αὐτόν, ἢ εἴς τινα ἄνθρωπον, ἵνα κἂν ἐκ τούτου τύχω σωτηρίας κατὰ χάριν, καὶ ἵνα ἐκ τῆς μνήμης πόνον ψυχῆς κτήσωμαι, καὶ τὸ ὑπὲρ τῶν ἄλλων αἰτεῖν, ὡς ἐντολὴν πληρῶν, κατὰ τὸν Ἀπόστολον, καὶ ἀγάπην πρὸς πάντας· καὶ τὸ τὰ εἴδη τῶν παθῶν καταλέγειν, ὡς ὑπ᾽ αὐτῶν τυραννούμενος, καταφεύγειν πρὸς τὸν δεσπότην, καὶ πρὸς κατάνυξιν, καὶ τὸ αἰτεῖν με ὑπὲρ ὧν ἐλύπησα, καὶ τῶν λυπησάντων με, ἢ λυπῆσαι μελλόντων, ὡς μηδ᾽ ὅλως ἴχνος μνησικακίας ἔχειν βουλόμενος, καὶ φοβούμενος τὴν οἰκείαν ἀσθένειαν κατὰ καιρὸν τὸν τότε, μήπως οὐ δυνήσομαι ἀνεξικάκως φέρειν, ἢ εὔχεσθαι ὑπὲρ αὐτῶν, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, καὶ τούτου χάριν προλαμβάνων τὸν καιρόν, ὡς φησὶν ὁ Ἅγιος Ἰσαάκ, πρὸ τῆς ἀρρωστίας ζήτησον τὸν ἰατρόν, καὶ πρὸς τοῦ πειρασμοῦ εὔχου· καὶ τὸ ὑπὲρ τῶν προαπελθόντων, ἵνα σωτηρίας τύχωσι· καὶ ἵνα τὸν θάνατον μνησθῶ, καὶ ἔνδειξις ἀγάπης τὸ εὔχεσθαι ὑπὲρ πάντων, καὶ δεόμενος τῆς τῶν πάντων εὐχῆς, καὶ τὸ κυβερνηθῆναι ὑπὸ Θεοῦ, καὶ γενέσθαι οἷον θέλει, καὶ τὸ μιγῆναι μετὰ τῶν ἄλλων, ἵνα δι᾽ εὐχῶν ἐκείνων ἐλεηθῶ, καὶ ὡς ἔχων αὐτοὺς ὑπερέχοντας, παντὸς δὲ ἁμαρτήματος ἄρτι οὐ τολμῶ ζητεῖν συγχώρησιν, ἵνα μὴ ὡς ἐμαυτὸν σμικρύνων, τοὺς ἄλλους ἀναξίους συγχωρήσεως ἡγήσωμαι· καὶ ὡς ἀγνοῶν καὶ μὴ δυνάμενός τι ποιῆσαι καταφεύγω, καὶ ζητῶ, ὡς εὐδοκεῖ ἡ φιλανθρωπία αὐτοῦ γενέσθαι, φοβούμενος τὴν δικαιοσύνην ὡς ἁμαρτωλός, καὶ τὸ λέγειν με, μόνον μὴ ἀποτύχω τῆς ἐκ δεξιῶν σου στάσεως, κἂν ἔσχατος πάντων τῶν σωζομένων εὑρεθήσωμαι, ὡς μηδὲ τούτων ὢν ἄξιος· καὶ τὸ εὔχεσθαί με ὑπὲρ τοῦ κόσμου παντός, ὡς παρελάβομεν ἀπὸ τῆς Ἐκκλησίας· καὶ τὸ ὑπὲρ τοῦ καταξιωθῆναί με τῆς θείας μεταλήψεως ὡς χρέος· καὶ ἵνα πρὸ τούτου εὐχόμενος εὕρω ἕτοιμον τὸν βοηθόν, ὅταν βουληθῶ μεταλαβεῖν, καὶ ἵνα μνησθῶ τὰ ἄχραντα πάθη τοῦ Σωτῆρος ἡμῶν, καὶ πρὸς ἀγάπην ἔλθω τῆς τούτου μνήμης· καὶ ἵνα εἰς κοινωνίαν τοῦ Ἁγίου Πνεύματος γένηται ἡ μετάληψις· ὅτι αὐτὸς ὁ Παράκλητος παρακαλεῖ τοὺς πενθοῦντας κατὰ Θεόν, ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι καὶ τοὺς ἐξ ὅλης ψυχῆς μετὰ πολλῶν δακρύων παρακαλοῦντας αὐτὸν καὶ λέγοντας· Βασιλεῦ οὐράνιε καὶ τὰ ἑξῆς· καὶ ἵνα γένηται εἰς ἀρραβῶνα τῆς ἐν Χριστῷ ζωῆς αἰωνίου ἡ κοινωνία τῶν ἀχράντων μυστηρίων, διὰ πρεσβειῶν τῆς αὐτοῦ Μητρός, καὶ πάντων τῶν Ἁγίων.
Εἶτα τοῖς ἁγίοις πᾶσι προσπίπτω, παρακαλῶν αὐτοὺς ἱκεσίαν ποιεῖσθαι ὑπὲρ ἐμοῦ, ὡς δυναμένους προσφέρειν τῷ δεσπότῃ τὴν ἱκεσίαν· καὶ οὕτω τὴν κατὰ συνήθειαν εὐχὴν τοῦ Μεγάλου Βασιλείου ὡς ἔχουσαν τὴν θαυμαστὴν θεολογίαν· καὶ τὸ ζητεῖν μόνον τὸ θεῖον θέλημα, καὶ εὐλογεῖν τὸν Θεόν· καὶ μετὰ ταῦτα εὐθέως πρὸς τοὺς οἰκείους λογισμοὺς μετ᾽ ἐπιτάσεως πολλῆς καὶ προσοχῆς. Δεῦτε προσκυνήσωμεν γ΄. καὶ καθεξῆς ὡς προεγράφη· ἵνα διὰ τῆς καρδιακῆς προσευχῆς καὶ τῆς μελέτης τῶν θείων γραφῶν καθαίρηται ὁ νοῦς, καὶ ἄρχηται βλέπειν τὰ κεκρυμμένα ἐν ταῖς θείαις γραφαῖς μυστήρια· πλὴν ἐκτὸς πάσης κακίας ἡ ψυχὴ ἔστω, ἐξαιρέτως δὲ τῆς μνησικακίας, ὥς φησιν ὁ Κύριος, κατὰ τὸν καιρὸν τῆς προσευχῆς· διὰ τοῦτο καὶ ὁ Μέγας Βασίλειος τὴν ἀντιλογίαν κολάζων ὡς ταύτης γεννήτριαν, φησὶ πρὸς τὸν Ἡγούμενον, δοῦναι τῷ ἀντιλέγοντι αὐτῷ μετανοίας πολλάς, ἄχρι χιλίας· τὸν ἀριθμὸν δὲ ἀναβιβάζων ἔφη, ἢ χιλίας, ἢ μίαν· τοῦτ᾽ ἔστιν ἢ χιλίας μετανοίας πρὸς τὸν Θεὸν ὀφείλει ποιεῖν ὁ ἀντίλογος, ἢ μίαν πρὸς τὸν προεστῶτα, ἤτοι συγχώρησον Πάτερ· καὶ λύσιν τῶν δεσμῶν λαμβάνει διὰ τῆς μόνης μιᾶς, τῆς οὔσης κυρίως μετανοίας, καὶ ἐκκοπῆς τοῦ πάθους τῆς ἀντιλογίας· οὐκ ἔστι ἡ ἀντιλογία, φησὶν ὁ Ἅγιος Ἰσαάκ, τῆς πολιτείας τῶν Χριστιανῶν, λαβὼν τὴν χρῆσιν τοῦ Ἀποστόλου· φησὶ γάρ, εἰδέ τις ἀντιλέγειν δοκιμάζῃ, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν· καὶ ἵνα μὴ ἐξεώσειν ἐξ ἑαυτοῦ μόνου τὸν ἀντιλέγοντα δόξῃ τινί, ἐπήγαγεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· ἵνα γνῶ τις ὅτι ἔξωθέν ἐστι πασῶν τῶν Ἐκκλησιῶν, καὶ τοῦ Θεοῦ, ὅταν ἀντιλέγῃ· καὶ δέεται τῆς θαυμαστῆς μιᾶς ἐκείνης μετανοίας, ἧς ἀστοχήσας, οὐδὲ αἱ χίλιαι αὐτῷ ὠφελῆσαι δύνανται, τὸν ἀμετανόητον ἔχοντι τρόπον· μετάνοια γὰρ ἐστὶν ἡ ἐκκοπὴ τοῦ κακοῦ, φησὶν ὁ Χρυσόστομος· αἱ δὲ λεγόμεναι μετάνοιαι, γονυκλισίαι εἰσὶ μᾶλλον, καὶ σχῆμα δουλικὸν ἐπιδεικνύουσιν ἔχειν τὸν προσπίπτοντα ἀμετεωρίστως τῷ Θεῷ, καὶ τοῖς ἀνθρώποις, ὅταν προσκρούσῃ τὶς ἔν τινι· ἵνα τόπον ἀπολογίας εὕρῃ, ἐὰν ὅλως οὐκ ἀντιλέγῃ, οὐδὲ δικαιώσειν ἑαυτὸν ἐπιχειρήσειεν, ὡς ὁ Φαρισαῖος ἐκεῖνος· ἀλλὰ μᾶλλον τὸν Τελώνην μιμεῖσθαι, ἐν τῷ ἡγεῖσθαι ἑαυτὸν χείρονα πάντων, καὶ ἀνάξιον τοῦ ἀτενίσαι ἄνω· ἐπεὶ ἂν δοκῇ μετάνοιαν ἔχειν, καὶ ἀντιλέγειν ἐπιχειρεῖ τῷ δικάζοντι αὐτὸν εὐλόγως, ἢ ἀλόγως, οὐκ ἔστιν ἄξιος τῆς κατὰ χάριν συγχωρήσεως, ὡς δικαστήριον ζητῶν, καὶ δικαιώματα, καὶ ὡς ἀπὸ δικαίου πόρου δοκῶν τί ἀνύσαι· ὅπερ ξένον ἐστὶ τοῦτο τὸ ἐγχείρημα τῶν τοῦ Κυρίου ἐντολῶν· καὶ εἰκότως· ὅπου δικαιολογίαι, ἐκεῖ τὸ δίκαιον ζητεῖται, καὶ οὐ τὸ φιλάνθρωπον· καὶ ἤργησε λοιπὸν ἡ χάρις, ἡ ἐκτὸς ἔργων δικαιοσύνης, δικαιοῦσα τὸν ἀσεβῆ, διὰ μόνης εὐγνωμοσύνης, καὶ ὑπομονῆς τῶν ἐλέγχων, ἐν εὐχαριστίᾳ, τῶν ἐλεγχόντων, καὶ ἀνοχῇ τῶν κατηγορούντων μετὰ πάσης ἀνεξικακίας, ἵνα καθαρὰ ἡ προσευχὴ αὐτοῦ γένηται καὶ ἡ μετάνοια ἐνεργής· ὅσον γὰρ εὔχεταί τις ὑπὲρ τῶν συκοφαντούντων αὐτόν, καὶ κατηγορούντων, τοσοῦτον ὁ Θεὸς πληροφορεῖ τοὺς ἐχθραίνοντας αὐτῷ, καὶ ἀνάπαυσιν αὐτῷ χαρίζεται διὰ τῆς καθαρᾶς καὶ ἐπιμόνου προσευχῆς, οὐχ᾽ ὅτι δὲ τὸν καρδιογνώστην Θεὸν διδάσκοντες, λέγομεν τὰ αἰτούμενα κατὰ λεπτόν, ἀλλ᾽ ἵνα ἡμεῖς ἐκ τῶν τοιούτων κατανυσσώμεθα· καὶ ὡς ποθοῦντες ἐπιπλεῖον παραμένειν αὐτῷ, τῇ ἐπιμελείᾳ τοὺς λόγους πληθύνωμεν εὐχαριστοῦντες, καὶ ἐξομολογούμενοι αὐτῷ ἐπὶ τῶν τηλικούτων αὐτοῦ εὐεργεσιῶν· καὶ τὸ ἐγχωροῦν, ὥς φησιν ὁ Χρυσόστομος, περὶ τοῦ Μακαρίου Δαβίδ· ὅτι οὐ πολυλογία, ἢ ἀλληλογία ἐστὶ τὸ λέγειν πολλάκις τὸ αὐτὸ ῥητόν, ἢ τὸ ὅμοιον τούτου· ἀλλὰ πόθῳ φερόμενος ὁ Προφήτης, καὶ ἵνα ἐντυπωθῇ ὁ λόγος τῆς θείας γραφῆς ἐν τῷ νοὶ τοῦ εὐχομένου, ἢ τοῦ ἀναγινώσκοντος· ὁ γὰρ Θεὸς πάντα οἶδε πρὸ τοῦ γενέσθαι, καὶ οὐ χρείαν ἔχει τοῦ ἀκοῦσαι διαλόγου· ἀλλ᾽ ἡμεῖς τούτου δεόμεθα, πρὸς τὸ γνῶναι ἡμᾶς τί αἰτοῦμεν, καὶ τί εὐξόμεθα· ὅπως εὐγνωμοσύνην ἕξωμεν, καὶ αὐτῷ προσκολλώμεθα διὰ τῶν αἰτήσεων· καὶ ἵνα μὴ ὑπὸ τῶν λογισμῶν χειμαζόμενοι, νικώμεθα ὑπὸ τῶν ἐχθρῶν, ὡς ὄντες ἔξωθεν τῆς τοῦ Θεοῦ μνήμης· ἀλλ᾽ ἵνα βοηθούμενοι ὑπὸ τῆς εὐχῆς, καὶ μελέτης τῶν θείων γραφῶν τευξώμεθα τῆς κτήσεως τῶν ἀρετῶν περὶ ὧν οἱ Ἅγιοι Πατέρες ἄλλος ἀλλαχοῦ ἔγραψαν τῇ τοῦ Ἁγίου Πνεύματος χάριτι· ἐξ ὧν κἀγὼ μαθών, ἐρῶ τούτων τὰ ὀνόματα κατὰ τὸ ἐγχωρεῖν· εἰ καὶ μὴ πάντων, δι᾽ ἔλλειψιν γνώσεως· εἰσὶ τοίνυν.
ΔΗΛΩΣΙΣ ΤΩΝ ΑΡΕΤΩΝ
Φρόνησις, σωφροσύνη, ἀνδρεία, δικαιοσύνη, πίστις, ἐλπίς, ἀγάπη, φόβος, εὐσέβεια, γνῶσις, βουλή, ἰσχύς, σύνεσις, σοφία, συντριμμός, πένθος, πραότης, ἔρευνα τῶν θείων γραφῶν, ἐλεημοσύνη, καθαρότης καρδίας, εἰρήνη, ὑπομονή, ἐγκράτεια, καρτερία, προαίρεσις ἀγαθή, πρόθεσις, αἴσθησις, ἐπιμέλεια, ἔρεισμα θεῖον, θέρμη, ἐγρήγορσις, ζέσις Πνεύματος, μελέτη, σπουδή, νῆψις, μνήμη, σύνοια, εὐλάβεια, αἰδώς, ἐντροπή, μεταμέλεια, ἀποχὴ κακῶν, μετάνοια, ἐπιστροφὴ πρὸς Θεόν, συνταγὴ Χριστοῦ, ἀποταγὴ τοῦ διαβόλου, τήρησις ἐντολῶν, φυλακὴ ψυχῆς, καθαρότης συνειδήσεως, μνήμη θανάτου, πόνος ψυχῆς, ἐργασία τῶν καλῶν, κόπος, μόχθος, σκληραγωγία, νηστεία, ἀγρυπνία, πεῖνα, δίψα, ὀλιγοδεία, αὐτάρκια, εὐταξία, εὐσχημοσύνη, σεμνότης, ἀπερπερία, χρημάτων ὑπεροψία, ἀφιλαργυρία, ἀποταγὴ τῶν βιωτικῶν, ὑποταγή, εὐπείθεια, πτωχεία, ἀκτημοσύνη, φυγὴ τοῦ κόσμου, θελημάτων ἐκκοπή, ἄρνησις ἑαυτοῦ, συμβουλή, μεγαλοψυχία, σχολὴ κατὰ Θεόν, ἡσυχία, παίδευσις, ξηροκοιτία, ἀλουσία, παράστασις, ἀγῶν, προσοχή, ξηροφαγία, γυμνότης, τῆξις σώματος, μόνωσις, ἡρεμία, γαλήνη, εὐθυμία, θάρσος, εὐτολμία, ζῆλος θεῖος, πυρπόλησις, προκοπή, μωρία διὰ Χριστόν, νοὸς τήρησις, κατάστασις ἠθῶν, ὁσιότης, παρθενία, ἁγιασμός, καθαρότης σώματος, ἁγνεία ψυχῆς, ἀνάγνωσις διὰ Χριστόν, θεία μέριμνα, ἐπιτηδειότης, ἀλήθεια, ἀπεριεργία, ἀκατακρισία, ἄφεσις τῶν ὀφειλομένων οἰκονομία, ἐπιδεξιωσύνη, ἀγχίνοια, ἐπιείκεια, χρῆσις ὀρθὴ τῶν πραγμάτων ἐπιστήμη εὐφυΐα, ἐμπειρία, ψαλμῳδία, προσευχή, εὐχαριστία, ἐξομολόγησις, ἱκεσία, γονυκλισία, παράκλησις, δέησις, αἴτησις, ἔντευξις, ὑμνωδία, δοξολογία, ἐξαγόρευσις, φροντίς, θρῆνος, θλίψις, ὀδύνη, ἀδημονία, ὀδυρμός, στεναγμός, κλαυθμός, ἐπίπονα δάκρυα, κατάνυξις, σιωπή, θεία ζήτησις, ὀλολυγμός, ἀμεριμνία ἐκ πάντων, ἀνεξικακία, ἀκενοδοξία, ἀφιλοδοξία, ἁπλότης ψυχῆς, συμπάθεια, ἀφιλενδειξία, καλοήθεια, τὰ κατὰ φύσιν ἔργα, τὰ ὑπὲρ φύσιν, φιλαδελφία, ὁμόνοια, κατὰ Θεὸν κοινωνία, γλυκύτης, διάθεσις πνευματική, ἡμερότης, εὐθύτης, ἀκακία, ἡπιότης, ἀκεραιότης, ἁπλότης, εὐφημία, καλολογία, καλοεργία, προτίμησις τοῦ πλησίον, στοργὴ κατὰ Θεόν, ἕξις ἐνάρετος, συνέχεια, ποίωσις, εὐγνωμοσύνη, ταπείνωσις, ἀπροσπάθεια, μεγαλοπρέπεια, ἀνοχή, μακροθυμία, χρηστότης, ἀγαθότης, διάκρισις, τὸ εὐπρόσιτον, τὸ εὐπροσήγορον, ἀταραξία, θεωρία, ὁδηγία, παγίωσις, διόρασις, ἀπάθεια, χαρὰ πνευματική, ἀσφάλεια, δάκρυα τῆς συνέσεως, τὸ ψυχικὸν δάκρυον, θεῖος πόθος, οἰκτιρμός, εὐσπλαγχνία, φιλανθρωπία, καθαρότης ψυχῆς, καθαρότης νοός, προόρασις, καθαρὰ προσευχή, ἀναιχμάλωτος λογισμός, στερρότης, εὐτονία ψυχῆς καὶ σώματος, φωτισμός, ψυχῆς ἀνάκτησις, μῖσος ζωῆς, διδασκαλία ὡς δεῖ, πόθος θανάτου ἀγαθός, νηπιότης ἐν Χριστῷ, ἑδραίωσις, νουθεσία, καὶ παραίνεσις, σύμμετρος, καὶ βιαστής, ἐπαινετὴ ἀλλοίωσις, ἔκστασις πρὸς Θεόν, τελειότης ἐν Χριστῷ, ἀψευδὴς ἔλλαμψις, θεῖος ἔρως, ἁρπαγὴ νοός, Θεοῦ ἐνοίκησις, φιλοθεία, φιλοσοφία ἐσωτερική, θεολογία, ὁμολογία, θανάτου καταφρόνησις, ἁγιωσύνη, κατόρθωμα, ὑγεία τελεία ψυχῆς, ἀρετή, ἔπαινος ἐκ Θεοῦ, χάρις, βασιλεία, υἱοθεσία, καὶ διὰ πάντων ὁμοῦ, σ κ ή. Τὸ δὲ θέσει γενέσθαι τὸν ἄνθρωπον, χάριτι τοῦ διδόντος ἡμῖν νίκην κατὰ τῶν παθῶν, ὧν τὰ ὀνόματά εἰσι ταῦτα, ὡς οἶμαι.
ΔΗΛΩΣΙΣ ΤΩΝ ΠΑΘΩΝ
Δεινότης, πανουργία, πονηρία, κακοφροσύνη, ἀλογία, ἀκολασία, δελεασμός, ἀφυΐα, ἀνεπιστημοσύνη, ἀεργία, ψυχρότης, ἠλιθιότης, κολακεία, μωρία, ἐξήχησις, ἔκστασις φρενῶν, παραφρόνησις, ἀγροικία, θράσος, δειλία, νάρκησις, ἀργία τῶν καλῶν, πλημμέλημα, πλεονεξία, μειονεξία, ἄγνοια, ἄνοια, γνῶσις, ψευδώνυμος, λήθη, ἀδιακρισία, ἀναισθησία, ἀδικία, κακὴ προαίρεσις, ἀσυνείδητος ψυχή, νωθρότης, φλυαρία, ἀθέτησις, σφάλμα, ἁμαρτία, ἀνομία, παρανομία, πάθος, αἰχμαλωσία, συγκατάθεσις πονηρά, συνδυασμὸς ἄλογος, προσβολὴ δαιμονική, ἐγχρόνισις, ἀνάπαυσις σωματικὴ παρὰ τὸ δέον, κακία, πταῖσμα, νόσος ψυχῆς, ἀτονία, ἀσθένεια νοός, ἀμέλεια, ῥαθυμία, ἀθυμία ψεκτή, καταφρόνησις Θεοῦ, παρατροπή, παράβασις, ἀπιστία, δυσπιστία, κακοπιστία, ὀλιγοπιστία, αἵρεσις, συναίρεσις, πολυθεία, εἰδωλολατρεία, ἀγνωσία Θεοῦ, ἀσέβεια, μαγία, ἐπιτήρησις, μαντεία, γοητεία, ἄρνησις, εἰδωλομανία, ἀκρασία, σπατάλη, φιλολογία, ὀκνηρία, φιλαυτία, ἀπροσεξία, ἀπροκοπία, ἀπάτη, πλάνη, τόλμη, φαρμακία, μιαρωσύνη, μιαροφαγία, τρυφή, ἀσωτία, γαστριμαργία, πορνεία, φιλαργυρία, ὀργή, λύπη, ἀκηδία, κενοδοξία, ὑπερηφανία, οἴησις ἔπαρσις, ἀλαζωνεία, ἀπόνοια, αἰσχρότης, κόρος, βλακεία, κάρωσις, ἡδονή, ἀπληστία, λαιμαργία, ἀχορταγία, λαθροφαγία, ἀδηφαγία, μονοφαγία, ἀδιαφορία, εὐκολία, αὐτοβουλία, ἀβουλία, αὐταρέσκεια, ἀνθρωπαρέσκεια, ἀπειρία τοῦ καλοῦ, ἀπαιδευσία, ἀνεπιτηδειότης, γνώμης κουφότης ἰδιωτεία, χωρικία, ἀντιλογία, φιλονεικία, κακολογία, κραυγή, ταραχή, μάχη, θυμός, ἐπιθυμία ἄλογος, χολή, παροξυσμός, σκάνδαλον, ἔχθρα, πολυπραγμοσύνη, συκοφαντία, πικρία, καταλαλιά, ψόγος, διαβολή, κατάκρισις, κατηγορία, μῖσος, λοιδορία, ὕβρις, ἀτιμία, ἀγριότης, μανία, αὐστηρία, ἀψότης, ἐπιορκία, ὅρκος, ἀνελεημοσύνη, μισαδελφία, ἀνισότης, πατραλοία, κατάλυσις, παράλυσις, δωροληψία, κλοπή, ἁρπαγή, ζῆλος, ἔρις, φθόνος, ἀσχημοσύνη, χλεύη, ὀνειδισμός, μυκτηρισμός, κατάγελως, καταπραγματεία, καταδυναστεία, καταφρόνησις τοῦ πλησίον, μαστίγωσις, ἐμπαιγμός, ἀγχόνη, πνιγμός, τὸ ἄστοργον, τὸ ἄσπονδον, τὸ ἀσύνθετον, τὸ ἀσύνετον, βασκανία, ἀπήνεια, ἀναίδεια, ἀναισχυντία, αἰχμαλωσία, λογισμῶν σκοτισμός, ἀβλεψία, τύφλωσις, προσπάθεια προσκαίρων, ἐμπάθεια, ματαιότης, ἀπείθεια, καρυβαρεία, νυσταγμὸς ψυχῆς, πολυῦπνία, φαντασία, πολυποσία, μέθη, ἀχρηστία, χαυνότης, τέρψις ἄλογος, φιληδονία, λαγνεία, αἰσχρολογία, θηλυμός, οἶστρος ἀκόλαστος, πύρωσις, μαλακία, μαύλησις, μοιχεία, ἀρσενοκοιτία, κτηνοβατία, μολυσμός, ἀσέλγεια, ῥύπος ψυχῆς, αἱμομιξία, ἀκαθαρσία, μαγαρισμός, μιασμός, μερικὴ φιλία, γέλως, παίγνια, ὄρχησις, κρότοι, ἄσματα ἀπρεπῆ, χορεύματα, αὐλίσματα, παρρησία, πολυταξία, ἀνυποταξία, ἀκαταστασία, ὁμόνοια ψεκτή, ἐπιβουλή, πόλεμος, φόνος, λῃσταρχία, ἱεροσυλία, αἰσχροκέρδεια, τόκος, δόλος, τυμβωρυξία, σκληρότης καρδίας, δυσφημία, γογγυσμός, βλασφημία, μεμψιμοιρία, ἀχαριστία, κακοβουλία, ὀλιγωρία, μικροψυχία, σύγχυσις, ψεῦδος, γλωσσαλγία, ματαιολογία, ἄλογος χαρά, μετεωρισμός, ἄλογος φιλία, κακοήθεια, λῆρος, μωρολογία, πολυλογία, σκνιφότης, μοχθηρία, ἀκαταδεξία, ἀγανάκτησις, πολυκτημοσύνη, μνησικακία, παράχρησις, καχεξία, φιλοζωία, περπερία, τύφος, φιλαρχία, ὑπόκρισις, εἰρωνεία, ὑπουλότης, εὐτραπελία, ἦττα, ἔρως σατανικός, περιεργία, προσκρούσματα, ἀφοβία Θεοῦ, ἀνηκοία, ἀγνωμοσύνη, ὑψηλοφροσύνη, καύχησις, φυσίωσις, ἐξουδένωσις τοῦ πλησίον, ἀσπλαγχνία, ἀναλγησία, ἀνελπιστία, πάρεσις, μισοθεία, ἀπόγνωσις, αὐτοκτονία, καὶ διὰ πάντων ἔκπτωσις ἀπὸ Θεοῦ, καὶ τελεία ἀπώλεια· ὁμοῦ πάντα σιή.
Ταῦτα τοίνυν τὰ πάθη ὀνομαζόμενα ἐν ταῖς θείαις γραφαῖς εὖρον, καὶ ἐφάπαξ τέθεικα, ὡς τὰς βίβλους εἰς τὴν ἀρχὴν τοῦ λόγου· κατὰ τάξιν δὲ οὔτε ἐδυνήθην, οὔτε ἐπεχείρησα τὴν κατάθεσιν, ὡς ὑπὲρ ἐμὲ οὖσαν, διὰ τὸν λόγον ὃν εἴρηκεν ὁ τῆς Κλίμακος· ζητήσεις παρὰ κακοῖς σύνεσίν, φησι, καὶ οὐχ εὑρήσεις, διότι ἄτακτά εἰσιν ἅπαντα τὰ τῶν δαιμόνων· ἕνα καὶ μόνον σκοπὸν ἔχουσιν, ἐν ᾧ καὶ ἰσάζουσιν οἱ ἀνίσιοι, καὶ ἀνόσιοι, τὸ ἀπωλέσαι τὰς ψυχὰς τῶν δεχομένων τὴν κακίστην αὐτῶν συμβουλὴν· εἰ καὶ ἄλλοις τισὶν ἀνθρώποις γίνονται στεφάνων πρόξενοι, ὅταν νικῶνται ὑπὸ τῆς πίστεως καὶ ὑπομονῆς τῶν ἐλπιζόντων ἐπὶ τὸν Κύριον· καὶ τῇ ἐργασίᾳ τῶν καλῶν καὶ ἀντιστάσει τῶν λογισμῶν ἀντιπραττόντων καὶ κατευχομένων αὐτῶν.
ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΛΟΓΙΣΜΩΝ ΚΑΙ ΠΡΟΣΒΟΛΩΝ
Ἐπειδὴ οἱ λογισμοὶ διαφορὰς ἔχουσιν ἐν πᾶσι, καὶ οἱ μὲν ἀναμάρτητοί εἰσιν, οἱ δ᾽ οὕπω, οἷον ἡ λεγομένη προσβολή, ἤγουν ἐνθύμησις τοῦ καλοῦ, ἢ τοῦ κακοῦ· ἥτις οὔτε ἀμοιβήν, οὔτε μέμψιν ἔχει, μετὰ ταύτην ὁ λεγόμενος συνδυασμός, τουτέστιν ἡ ὁμιλία τοῦ λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, ἢ ἀποβολήν· καὶ ἔχει μὲν ἔπαινον, ὅταν θεάρεστον ᾖ, ἀλλὰ μικρόν· ὥσπερ καὶ ψόγον, ὅταν πονηρὸν ᾖ· ἔπειτα ἡ λεγομένη πάλη, ἢ νικῶσα, ἢ νικωμένη ὑπὸ τοῦ νοός, καὶ στέφανον, ἢ κόλασιν προξενοῦσα, ὅταν εἰς ἔργον φθάσῃ· ὁμοίως δὲ καὶ ἡ συγκατάθεσις, ἥτις ἐστὶ νεῦσις ἐνήδονος τῆς ψυχῆς πρὸς τὸ ὀφθὲν γινομένη, ἐξ ἧς γίνεται ἡ αἰχμαλωσία, ἡ ἀπάγουσα βιαίως, καὶ ἀκουσίως τὴν καρδίαν πρὸς ἐργασίαν· ἐν δὲ τῷ χρονίζειν τὸν ἐμπαθῆ λογισμὸν ἐν τῇ ψυχῇ γίνεται τὸ λεγόμενον πάθος, ὥσπερ εἰς ἕξιν διὰ τῆς πρὸς ἑαυτὸ συνηθείας τὴν ψυχὴν φέρειν αὐθαιρέτως, καὶ οἰκείως αὐτομολοῦσαν αὐτὴν πρὸς τὴν πρᾶξιν ἀπεργάζεται· ὅπερ πάθος ἀναμφιβόλως ἐν πᾶσιν, ἢ ἀντιζύγῳ μετανοίᾳ, ἢ τῇ μελλούσῃ κολάσει ὑπόκειται, φησὶν ὁ τῆς Κλίμακος· διὰ τὸ ἀμετανόητον δηλαδή, καὶ οὐ διὰ τὸν πόλεμον, εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκτὸς τελείας ἀπαθείας ἄφεσιν οἱ πολλοὶ λαβεῖν ἠδυνήθημεν· ὡς αὐτὸς ἔφη ὁ τῆς Κλίμακος, ὅτι οὐ πάντας μὲν ἀπαθεῖς γενέσθαι δυνατόν, πάντας δὲ σωθῆναι, καὶ Θεῷ διαλλαγῆναι οὐκ ἀδύνατον· ὁ τοίνυν ἐχέφρων τὴν μὲν μητρόκακον καὶ πονηρὰν προσβολὴν ἀποβάλλεται, ἵνα πάντα ἐξ αὐτῆς τὰ δεινὰ περικόψῃ ἐφάπαξ· τὴν δὲ ἀγαθὴν προσβολήν, ἐργασίαν ἡτοιμασμένην ἔχει ἀεί· ἵνα ἡ ψυχὴ καὶ τὸ σῶμα ἐν ἕξει τῆς ἀρετῆς γένωνται, καὶ τῶν παθῶν λυτροῦνται, χάριτι Χριστοῦ· ὅτι οὐκ ἔχομέν τι ὅλως, ὃ οὐκ ἐλάβομεν παρ᾽ αὐτοῦ, οὐδὲ τί προσφέρειν αὐτῷ, εἰμὴ προαίρεσιν, ἧς τινος ἀστοχήσαντες, οὔτε γνῶσιν, οὔτε δύναμιν ἐν τῷ ἐργάζεσθαι τὸ ἀγαθὸν εὑρίσκομεν.
Καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον ἐστιν, ἵνα μὴ κατακριθῶμεν, ὡς ἀργοί· ἀργία γάρ ἐστιν, ἀρχὴ πάσης κακίας· οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτὸ τὸ ἐργάζεσθαι τὸ ἀγαθόν, φησὶ τὸ Γεροντικόν, δέεται διακρίσεως· καὶ γὰρ ἡ παρθένος, ἡ νηστεύουσα τὰς ἑβδομάδας ἓξ, καὶ τὴν παλαιὰν καὶ τὴν καινὴν μελετῶσα ἀεὶ, οὐκ εἶχεν ὁμοίως τὰ δυσχερῆ, καὶ εὐχερῆ πράγματα, καίτοι γε ἔδει αὐτὴν ἐκ τῶν τοσούτων καμάτων καρποῦσθαι τὴν ἀπάθειαν, ἀλλ᾽ οὐκ ἐγένετο· διότι τὸ καλὸν οὐκ ἔστι καλόν, ἐὰν μὴ πρὸς τὸ θεῖον βούλημα ἔχῃ τὸν σκοπόν· ἐπειδὴ εὑρίσκεται ἐν τῇ θείᾳ γραφῇ πολλάκις ἔν τισι πράγμασιν ἀγανακτῶν ὁ Θεὸς κατά τινος ποιοῦντος ἔργον, τοῖς πᾶσι φαινόμενον καλόν, καὶ πάλιν ἀποδεχόμενος ἄλλο φαινόμενον κακοποιόν· καὶ μάρτυς ὁ Προφήτης ἐκεῖνος, ὃς ἐζήτει παρά τινων πληγῆναι, καὶ πῶς φησὶν ὁ παρακούσας, ὡς καλὸν ποιῶν δῆθεν, θηριάλωτος ἐγένετο καὶ ὁ Πέτρος δοκῶν τι καλὸν ποιεῖν, παραιτησάμενος τὸ νίψασθαι, ἐπετιμήθη· ὅθεν πάσῃ δυνάμει τὸ θεῖον θέλημα ὀφείλομεν εὑρεῖν, καὶ ποιεῖν, κἂν δοκῇ ἡμῖν καλὸν εἶναι· διὰ τοῦτο οὐδὲ ἀκοπότως γίνεται ἡ ἐργασία τοῦ ἀγαθοῦ, ἵνα μὴ ζημιωθῶμεν, μετὰ τοῦ αὐτεξουσίου καὶ τὸν ἐκ τῆς βίας ἔπαινον· καὶ ἁπλῶς, πάντα ὅσα οἰκονομεῖ ὁ Θεός, θαυμαστά εἰσιν, ὑπὲρ νοῦν τε καὶ ἔννοιαν· ὅτι οὐ μόνον δεῖ θαυμάζειν τὸν νοῦν τῶν τελουμένων ἐν τῇ Ἐκκλησίᾳ τῶν ὀρθοδόξων, ἀλλὰ καὶ τὰ σύμβολα τούτων· πῶς διὰ τοῦ θείου Βαπτίσματος υἱοὶ γενόμεθα κατὰ χάριν μηδὲν πρὸ τούτου ἐργασάμενοι, οὐδὲ πάλιν μετὰ τοῦτο, εἰμὴ τὴν τῶν ἐντολῶν τήρησιν· καὶ πῶς τὰ φρικτὰ πράγματα ταῦτα, λέγω δὴ τὸ Ἅγιον βάπτισμα, τὴν ἁγίαν μετάληψιν ἐκτὸς ἱερωσύνης οὐ γίνονταί, φησιν ὁ θεῖος Χρυσόστομος, ἐν τούτῳ γὰρ φαίνεται ἡ δοθεῖσα τῷ κορυφαίῳ τῶν Ἀποστόλων Πέτρῳ ἐξουσία· διότι εἰ μὴ ἀνοιχθῶσιν αἱ πύλαι τῆς βασιλείας τῶν οὐρανῶν διὰ τῆς ἱερουργίας, οὐδεὶς δύναται εἰσελθεῖν ὥς φησιν ὁ Κύριος· ἐὰν μὴ γεννηθῇ τις ἐξ ὕδατος καὶ πνεύματος· καὶ πάλιν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς, καὶ πῶς ὑπῆρχεν ὁ παλαιὸς ναὸς ἔξωθεν μὲν τύπος τοῦ κόσμου, ἐν ᾧ τὰς θυσίας ἐπετέλουν οἱ ἱερεῖς· ἔσωθεν δὲ τὰ Ἅγια τῶν Ἁγίων, ἔνθα προσεφέρετο τὸ θυμίαμα τὸ ἐκ τῶν τεσσάρων εἰδῶν, λιβάνου, φημί, σμύρνης, στακτῆς, καὶ κασίας· ἐξ ὧν δηλοῦνται αἱ τέσσαρες γενικαὶ ἀρεταί· τὰ γὰρ ἔξωθεν γινόμενα συγκατάβασις τοῦ Θεοῦ ὑπῆρχε τότε, ἵνα μὴ διὰ τῶν ἀσμάτων καὶ τρυφῆς ἐκκλίνωσιν οἱ νηπιόφρονες Ἰουδαῖοι εἰς τὰ εἴδωλα.
Ἡ δὲ νέα Ἐκκλησία, τύπος ἐστὶ τῶν μελλόντων, διὰ τοῦτο καὶ τὰ τελούμενα ἐν αὐτῇ, οὐράνιά εἰσι καὶ πνευματικά· ὅτι ὥσπερ ἐννέα πράγματά εἰσιν ἐν τῷ οὐρανῷ, οὕτως ἐν τῇ Ἐκκλησίᾳ, ἤγουν Πατριάρχαι, Μητροπολῖται, Ἐπίσκοποι, Ἱερεῖς, Διάκονοι, Ὑποδιάκονοι, Ἀναγνῶσται, Ψάλται, καὶ Μοναχοί. Καὶ πῶς πάλιν διὰ τοῦ χαρακτῆρος τοῦ τιμίου, καὶ ζωοποιοῦ Σταυροῦ φυγαδεύονται δαίμονες, καὶ ποικίλα νοσήματα πρᾶγμα παρὰ πᾶσιν ἀνέξοδόν τε, καὶ ἀκόποτον, καὶ τὰ μὲν αὐτοῦ ἐγκώμια τίς δύναται ἐξαριθμῆσαι, τὰ δὲ σύμβολα τοῦ ἁγίου αὐτοῦ Χαρακτῆρος οἱ Ἅγιοι Πατέρες παρέδωκαν ἡμῖν, εἰς τὸ ἀντιλέγειν τοὺς ἀπίστους καὶ αἱρετικούς· ὅτι οἱ μὲν δύω δάκτυλοι, καὶ ἡ μία χεὶρ ἐμφαίνουσι τὸν ἐσταυρωμένον Κύριον Ἰησοῦν Χριστὸν ἐν δυσὶ φύσεσι καὶ μιᾷ ὑποστάσει γνωριζόμενον· ἡ δεξιὰ δὲ τὴν ἄπειρον αὐτοῦ δύναμιν, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν ἀναμιμνήσκει· καὶ ἄνωθεν ἀρξαμένης διὰ τῆς ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς αὐτοῦ συγκαταβάσεως· καὶ πάλιν ἀπὸ τοῦ δεξιοῦ μέρους ἐπὶ τὸ εὐώνυμον, ἀποσοβεῖ μὲν τοὺς ἐχθρούς, δηλοῖ δὲ ὅτι τῇ ἀηττήτῳ αὐτοῦ δυνάμει ὁ Κύριος ἐνίκησε τὸν διάβολον, ἀριστερὸν ὄντα, καὶ ἀνίσχυρον, καὶ σκοτεινόν· καὶ πῶς πάλιν διὰ μικρῶν χρωμάτων ἡ ἱστορία τοσαῦτα θαυμάσια, τὰ ἐκ τῶν τοσούτων ἐτῶν γινόμενα ὑπὸ τοῦ Κυρίου, καὶ τῶν Ἁγίων πάντων, ὡς ἀρτίως τελούμενα δείκνυσιν ἡμῖν, τῇ τοῦ Θεοῦ προνοίᾳ, ἵνα ὀφθαλμοφανῶς ὁρῶντες ταῦτα, ποθῶμεν ἐπὶ πλέον, ὥς φησιν ὁ Ἅγιος καὶ Κορυφαῖος τῶν Ἀποστόλων Πέτρος ἐν τῷ μαρτυρίῳ τοῦ Ἁγίου Παγκρατίου, καὶ μαθητοῦ αὐτοῦ.
Πάντα οὖν τὰ εἰρημένα ἐξ ἀρχῆς τοῦ λόγου, χωρὶς ὀρθῆς πίστεως οὐδὲν ὠφελοῦσιν, ἀλλ᾽ οὐδὲ γίνονται· ὥσπερ οὐδὲ πίστις χωρὶς ἔργων. Καὶ περὶ μὲν τῆς πίστεως, καὶ τῶν ἔργων ἔγραψαν πολλοὶ τῶν Ἁγίων Πατέρων· πρὸς δὲ ὑπόμνησιν ἐρῶ ἐν ἐπιτόμῳ, ὅτι ἔργα μὲν ὀφείλομεν ἔχειν τὰ γεγραμμένα ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι πίστιν δὲ ὀρθόδοξον, ἣν παρελάβομεν ἀπὸ τῶν προγεγραμμένων Ἁγίων, ἵνα σὺν αὐτοῖς τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσας εἶπον, Χριστέ, σοὶ δόξα πρέπει.