Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Gregory Palamas, Ἐκ τῶν τοῦ αὐτοῦ λόγων ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων, ἀπόκρισις, ὅτι…
ΕΚ ΤΩΝ ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΛΟΓΩΝ
ΥΠΕΡ ΤΩΝ ΙΕΡΩΣ ΗΣΥΧΑΖΟΝΤΩΝ.
Ἐρώτησις πρὸς αὐτόν.
Καλῶς ἐποίησας, Πάτερ, καὶ τοὺς τῶν ἁγίων περὶ τοῦ ζητήματός μοι λόγους προθέμενος· σοῦ γὰρ ἀκούων λύοντός μοι τὰ διηπορημένα, ἐθαύμαζον μὲν τῆς ἀληθείας τὸ ἐμφανές, ἐκεῖνο δέ μου ὑπεισήει τῇ διανοίᾳ, ὡς ἐπείπερ λόγῳ παλαίει πᾶς λόγος, ὡς καὶ αὐτὸς εἴρηκας, μὴ καὶ τοῖς ὑπὸ σοῦ λεγομένοις, αὖθις εἴη τις ἀντιλογία, ἐπεὶ δὲ τὴν διὰ τῶν ἔργων μαρτυρίαν μόνην ἔγνων οὖσαν ἀναμφίλεκτον, καὶ τοὺς ἁγίους τὰ αὐτά σοι λέγοντας ἀκήκοα, οὐδὲν τοιοῦτον ἔτι δέδοικα· ὁ γάρ τούτοις μὴ πειθόμενος, πῶς ἂν αὐτὸς ἀξιόπιστος εἴη; πῶς δ᾽ οὐκ ἂν ἀθετοίη τὸν τῶν ἁγίων Θεόν; αὐτοῦ γάρ ἐστι λόγος πρὸς τοὺς Ἀποστόλους, καὶ δι᾽ αὐτῶν πρὸς τοὺς μετ᾽ αὐτοὺς ἁγίους εἰρημένος, ὅτι ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ, ταὐτὸν δ᾽ εἰπεῖν, αὐτὴν τὴν ἀλήθειαν· πῶς οὖν ἀποδεχθείη παρὰ τῶν ζητούντων τὴν ἀλήθειαν, ὁ ἀντικείμενος τῇ ἀληθείᾳ; διὸ παρακαλῶ σε, Πάτερ, ἀκοῦσαί μου καὶ τῶν ἄλλων ἕκαστον διεξιόντος, ὧν παρὰ τῶν διὰ βίου τὴν Ἐλληνικὴν παιδείαν μετιόντων ἀνδρῶν ἀκήκοα ἐκείνων, καὶ εἰπεῖν μέν μοι καί τι τῶν δοκούντων παρὰ σεαυτοῦ πρὸς ταῦτα, προσθεῖναι δὲ καὶ τὰς τῶν ἁγίων περὶ τούτων δόξας· λέγουσι γὰρ ἡμᾶς κακῶς ποιεῖν, ἔνδον τοῦ σώματος σπεύδοντας, τὸν ἡμέτερον ἐμπερικλείειν νοῦν· ἔξω γὰρ τοῦ σωματός, φασι, μᾶλλον χρῆναι, παντὶ τρόπῳ τοῦτον ἐξωθεῖν, διὸ καὶ διασύρουσι σφόδρα τινὰς τῶν ἡμετέρων, κατ᾽ αὐτῶν γράφοντες, ὡς τοῖς ἀρχαρίοις παραινοῦντας ἐφ᾽ ἑαυτοὺς βλέπειν, καὶ διὰ τῆς ἀναπνοῆς εἴσω πέμπειν τὸν οἰκεῖον νοῦν, φάσκοντες μὴ κεχωρισμένον εἶναι τῆς ψυχῆς τὸν νοῦν· τὸν οὖν μὴ κεχωρισμένον, ἀλλ᾽ ἐνόντα, πῶς ἂν αὖθις εἴσω πέμποι τις; φασὶ δέ, καὶ τὴν θείαν χάριν διὰ τῶν μυκτήρων εἰσοικίζειν λέγειν· ἀλλ᾽ εἰδὼς ἐγὼ συκοφαντικῶς τοῦτο λέγοντας αὐτούς, παρ᾽ οὐδενὸς γὰρ τοῦτ᾽ ἤκουσα τῶν ἡμετέρων, ἐκ τούτου καὶ τοῖς ἄλλοις ὑπενόησα κακούργως ἐπιτίθεσθαι. τῶν γὰρ αὐτῶν ἐστί, τά τε μὴ ὄντα κατ᾽ ἀνθρώπων πλάττειν, καὶ τὰ ὄντα κακουργεῖν, σὺ δὲ δίδαξόν με, Πάτερ, πῶς εἴσω πέμπειν σπουδῇ πάση προαιρούμεθα, καὶ μὴ κακὸν οἰόμεθα, τῷ σώματι τὸν νοῦν ἐμπερικλείειν;
Ἀπόκρισις, ὅτι τοῖς προηρημένοις ἐν ἡσυχίᾳ προσέχειν ἑαυτοῖς, οὐκ ἀσυντελὲς ἔνδον τοῦ σώματος πειρᾶσθαι κατέχειν τὸν οἰκεῖον νοῦν.
Ἀδελφέ, οὐκ ἀκούεις τοῦ Ἀποστόλου λέγοντος, ὅτι τὰ σώματα ἡμῶν, ναὸς τοῦ ἐν ἡμῖν Ἁγίου Πνεύματός ἐστι; καὶ πάλιν, ὅτι οἶκος τοῦ Θεοῦ ἡμῶν ἐσμέν, ὡς καὶ ὁ Θεὸς λέγει, ὅτι ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν· Θεός; ὁ τοίνυν οἰκητήριον πέφυκε γενέσθαι Θεοῦ, πῶς ἂν ἀναξιοπαθῆσαί τις, νοῦν ἔχων, ἐνοικίσαι τὸν οἰκεῖον νοῦν αὐτῷ; πῶς δὲ καὶ ὁ Θεὸς τὴν ἀρχὴν ἐνώκισε τῷ σώματι τὸν νοῦν; ἄρα καὶ αὐτὸς κακῶς ἐποίησε; τοὺς τοιούτους λόγους, ἀδελφέ, τοῖς αἰρετικοῖς ἁρμόσει λέγειν, οἱ πονηρόν, καὶ τοῦ πονηροῦ πλάσμα τὸ σῶμα λέγουσιν· ἡμεῖς δὲ ἐν τοῖς σωματικοῖς φρονήμασιν εἶναι τὸν νοῦν, οἰόμεθα κακόν· ἐν τῷ σώματι δέ, οὐχὶ κακόν, ἐπεὶ μηδὲ τὸ σῶμα πονηρόν· διὸ μετὰ τοῦ Δαβίδ, τῶν διὰ βίου τῷ Θεῷ προσανεχόντων ἕκαστος βοᾷ πρὸς τὸν Θεόν· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου· καὶ ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· καὶ μετὰ τοῦ Ἡσαίου, ἡ κοιλία μου ἠχήσει ὡς κιθάρα, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος χαλκοῦν, ὃ ἐνεκαίνισας, καί, διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν πνεῦμα σωτηρίου σου· ᾧ, θαρροῦντες, οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἀπὸ τῆς γῆς φωνοῦντες καὶ ὡς γηίνων τῶν ἐπουρανίων ρημάτων καὶ πολιτειῶν καταψευδόμενοι. εἰ γὰρ καὶ ὁ Ἀπόστολος θάνατον τὸ σῶμα λέγει, τίς γάρ με, φησι, ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἀλλ᾽ ὡς τοῦ προσύλου καὶ σωματικοῦ φρονήματος, σωματοειδοῦς ὄντος ἀτεχνῶς, διὸ πρὸς τὸ πνευματικὸν καὶ θεῖον παραβάλλων τοῦτο, σῶμα δικαίως ἐκάλεσε· καὶ οὐχ ἁπλῶς σῶμα, ἀλλὰ θάνατον σώματος· καὶ τοῦτο, μικρὸν ἀνωτέρω, τρανότερον δηλῶν, ὡς οὐχὶ τὴν σάρκα αἰτιᾶται, ἀλλὰ τὴν ἐπεισελθοῦσαν ἁμαρτητικὴν ὁρμὴν ἐκ παραβάσεως· πεπραμένος, φησίν, εἰμι ὑπὸ τὴν ἁμαρτίαν, ὁ πεπραμένος δέ, οὐ φύσει δοῦλος· καὶ πάλιν, οἶδα ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· ὁρᾶς ὅτι οὐ τὴν σάρκα, ἀλλὰ τὸ ἐνοικοῦν αὐτῇ, φησί, κακόν· τοῦτον τοίνυν τὸν ὄντα ἐν τοῖς μέλεσιν ἡμῶν, καὶ τῷ νόμῳ τοῦ νοὸς ἀντιστρατευόμενον νόμον, ἐνοικεῖν τῷ σώματι κακόν, ἀλλ᾽ οὐχὶ τὸν νοῦν. διὰ τοῦτο ἡμεῖς ἀντιπαραταττόμενοι τούτῳ τῷ νόμῳ τῆς ἁμαρτίας, ἐξοικίζομεν αὐτὸν τοῦ σώματος, καὶ ἐνοικίζομεν τὴν ἐπισκοπὴν τοῦ νοῦ· καὶ νομοθετοῦμεν δι᾽ αὐτῆς, ἑκάστῃ τε δυνάμει τῆς ψυχῆς, καὶ τοῖς τοῦ σώματος μέλεσιν, ἑκάστῳ τὸ προσῆκον. ταῖς μὲν αἰσθήσεσιν, ὧν τε, καὶ ἐφ᾽ ὅσον ἐστὶν ἀντιληπτέον· τὸ ἔργον δὲ τοῦ νόμου τοῦτο, προσαγορεύεται ἐγκράτεια· τῷ δὲ παθητικῷ μέρει τῆς ψυχῆς, τὴν ἀρίστην ἐμποιοῦμεν ἕξιν, ἀγάπη δ᾽ ἔχον αὕτη τὴν ἐπωνυμίαν. ἀλλὰ καὶ τὸ λογιστικὸν διὰ τούτου βελτιοῦμεν, ἀποπεμπόμενοι πᾶν ὅ,τι προσίσταται τῇ διανοίᾳ, πρὸς τὴν εἰς Θεὸν ἀνάνευσιν, καλοῦμεν δὲ τουτὶ τὸ μόριον τοῦ νόμου τούτου, νῆψιν.
ἐγκρατείᾳ δέ τις τὸ σῶμα καθάρας ἑαυτοῦ, θυμόν τε καὶ ἐπιθυμίαν ἀφορμὴν ἀρετῶν δι᾽ ἀγάπης θείας ποιησάμενος, καὶ νοῦν ἀπειλικρινημένον δι᾽ εὐχῆς παραστήσας τῷ Θεῷ, κτᾶται καὶ ὁρᾷ ἐν ἑαυτῷ τὴν ἐπηγγελμένην χάριν τοῖς κεκαθαρμένοις τὴν καρδίαν· καὶ τότ᾽ ἂν δυνηθείῃ μετὰ Παύλου λέγειν, ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ· ἔχομεν δὲ φησὶ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι, τοῖς σώμασιν, εἰ τὸν νοῦν ἡμῶν αὐτῶν ἔνδον τοῦ σώματος καθέξομεν, ἀναξίως τῆς μεγαλοφυίας πράξομεν τοῦ νοῦ; καὶ τίς ἂν τοῦτ᾽ εἴποι, μὴ ὅτι πνευματικός, ἀλλὰ καὶ νοῦν γεγυμνωμένον θείας χάριτος, ἀνθρώπου δ᾽ ὅμως ἔχων, ἐπεὶ δέ, καὶ ἕν ἐστι πολυδύναμον πρᾶγμα ἡ καθ᾽ ἡμᾶς ψυχή, χρῆται δ᾽ ὡς ὀργάνῳ, τῷ ζῆν κατ᾽ αὐτὴν πεφυκότι σώματι, τίσιν ὡς ὀργάνοις χρωμένη ἐνεργεῖ ἡ δύναμις αὐτῆς· αὕτη, ἣν καλοῦμεν νοῦν· ἀλλὰ γὰρ οὐδείς, ποθ᾽ ὑπενόησεν, οὔτ᾽ ἐπὶ τοῖς ὄνυξιν, οὔτ᾽ ἐν τοῖς βλεφάροις, οὐδεμενοῦν ἐν τοῖς μυκτῆρσιν, ἢ τοῖς χείλεσιν, ἐνωκισμένοις εἶναι τὴν διάνοιαν· ἐντὸς δ᾽ ἡμῖν ἐνεῖναι, πᾶσιν αὕτη συνδοκεῖ· διηνέχθησαν δέ τινες, τίνι πρώτῳ ὡς ὀργάνῳ χρῆται τῶν ἐντός· οἱ μὲν γάρ, ὡς ἐπ᾽ ἀκροπόλει τινί, τῷ ἐγκεφάλῳ ταύτην ἐνιδρύουσιν· οἱ δέ, τῆς καρδίας τὸ μεσαίτατον, καὶ τὸ κατ᾽ αὐτὸ τοῦ ψυχικοῦ πνεύματος ἀπειλικρινημένον, ὄχημα διδόασιν αὐτῇ· ἡμεῖς δὲ καὶ αὐτοί, εἰ καὶ μήτε ἔνδον ὡς ἐν ἀγγείῳ, καὶ γὰρ ἀσώματον, μήτ᾽ ἔξω, καὶ γὰρ συνημμένον· ἀλλ᾽ ἐν τῇ καρδίᾳ ὡς ἐν ὀργάνῳ, τὸ λογιστικὸν ἡμῶν εἶναι ἐπιστάμεθ᾽ ἀκριβῶς· οὐ παρ᾽ ἀνθρώπου τοῦτο διδαχθέντες, ἀλλὰ παρ᾽ αὐτοῦ τοῦ πλάσαντος τὸν ἄνθρωπον· ὅς φησιν ἐν Εὐαγγελίοις, ὅπως οὐ τὰ εἰσερχόμενα, ἀλλὰ τὰ ἐξερχόμενα διὰ τοῦ στόματος κοινοῖ τὸν ἄνθρωπον· ἐκ γὰρ τῆς καρδίας ἐξέρχονταί φησιν, οἱ λογισμοί· ταῦτ᾽ ἄρα καὶ ὁ μέγας Μακάριος, ἡ καρδία, φησίν, ἡγεμονεύει ὅλου τοῦ ὀργάνου· καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν λογισμῶν καὶ τῶν μελῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ τῆς ψυχῆς· οὐκοῦν ἡ καρδία ἡμῶν ἐστὶ τὸ τοῦ λογισμοῦ ταμεῖον, καὶ πρῶτον σαρκικὸν ὄργανον λογιστικόν, τὸ τοίνυν λογιστικὸν ἡμῶν ἐν ἀκριβεῖ νήψει σπεύδοντες ἐπισκέπτεσθαι καὶ διορθοῦν, τίνι ἄλλῳ ἐπισκεψαίμεθα, εἰ μὴ τὸν ἐκκεχυμένον διὰ τῶν αἰσθήσεων νοῦν ἡμῶν ἔξωθεν συναγαγόντες, πρὸς τὰ ἐντὸς ἐπαναγάγοιμεν, καὶ πρὸ αὐτὴν ταύτην τὴν καρδίαν, τὸ τῶν λογισμῶν ταμεῖον· διὰ τοῦτο καὶ ὁ φερωνύμως Μακάριος ἐφεξῆς τοῖς ἀνωτέρω μικρὸν εἰρημένοις παρ᾽ αὐτοῦ φησίν· ἐκεῖ τοίνυν δεῖ σκοπεῖν, εἰ ἐνέγραψεν ἡ χάρις τοὺς τοῦ πνεύματος νόμους· ἐκεῖ, ποῦ; ἐν τῷ ἡγεμονικῷ ὀργάνῳ, ἐν τῷ τῆς χάριτος θρόνῳ, ὅπου ὁ νοῦς καὶ οἱ λογισμοὶ πάντες τῆς ψυχῆς, ἐν τῇ καρδίᾳ δηλαδή· ὁρᾶς πῶς ἀναγκαιότατον τοῖς προηρημένοις ἐν ἡσυχίᾳ προσέχειν ἑαυτοῖς, ἐπανάγειν καὶ ἐμπερικλείειν τῷ σώματι τὸν νοῦν, καὶ μάλιστα τῷ ἐν τῷ σώματι τῷ ἐνδοτάτῳ, σώματι ὃ καρδίαν ὀνομάζομεν· εἰ δὲ καὶ κατὰ τὸν ψαλμῳδόν, πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, πῶς ἡμεῖς αὐτὴν ἔξω που ζητήσωμεν;
εἰ καὶ κατὰ τὸν Ἀπόστολον, ὁ Θεὸς ἔδωκεν αὐτοῦ τὸ πνεῦμα κράζον ἐν ταῖς καρδίαις ἡμῶν, Ἀββᾶ ὁ Πατήρ, πῶς ἡμεῖς οὐκ ἐν αὐταῖς συνευξόμεθα τῷ πνεύματι; εἰ δὲ κατὰ τὸν Προφητῶν καὶ Ἀποστόλων Κύριον, ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστί, πῶς οὐκ ἔξω καὶ τῆς τῶν οὐρανῶν βασιλείας γένοιτ᾽ ἂν, ὁ τῶν ἐντὸς ἑαυτοῦ τὸν νοῦν ἐξάγειν διὰ σπουδῆς ποιούμενος, καρδία ὀρθή, φησιν ὁ Σολομών, ζητεῖ αἴσθησιν ἣν ὁ αὐτὸς νοερὰν καὶ θείαν ἀλλαχοῦ προσείρηκε· πρὸς ἣν οἱ Πατέρες πάντας προτρεπόμενοι, νοῦς, φασι, νοερὸς πάντως, καὶ νοερὰν αἴσθησιν περιβέβληται· ἣν ἐν ἡμῖν, καὶ οὐκ ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μὴ παυσώμεθα· ὁρᾶς ὅτι κἂν πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναί τις προθυμηθῇ, κἂν τῆν ἀρετὴν προσκτήσασθαι, κἂν τοῦ κατ᾽ ἀρετὴν ἄθλου τὸ βραβεῖον, μᾶλλον δὲ τὸν ἀρραβῶνα τοῦ κατ᾽ ἀρετὴν βραβείου, τὴν αἴσθησιν τὴν νοερὰν εὑρεῖν, ἐντὸς τοῦ τε σώματος καὶ ἑαυτοῦ τὸν νοῦν ἐπαναγαγεῖν ἀνάγκη; τόδ᾽ ἔξω τὸν νοῦν οὐ τοῦ σωματικοῦ φρονήματος, ἀλλ᾽ αὐτοῦ τοῦ σώματος ποιεῖν, ὡς ἐκεῖ νοεροῖς θεάμασιν ἐντύχοι, τῆς ἑλληνικῆς ἐστι πλάνης αὐτὸ τὸ κράτιστον, καὶ πάσης κακοδοξίας ῥίζα καὶ πηγή· δαιμόνων εὕρημα καὶ παίδευμα, γεννητικὸν ἀνοίας, καὶ γέννημα τῆς ἀπονοίας· διὸ καὶ οἱ λαλοῦντες ἐκ τῆς τῶν δαιμόνων ἐπιπνοίας, ἐξεστηκότες ἑαυτῶν εἰσί· μηδ᾽ αὐτὸ τοῦτο συνιέντες ὅ,τι λέγουσιν· ἡμεῖς δέ, μὴ μόνον εἴσω τοῦ σώματος καὶ τῆς καρδίας, ἀλλὰ καὶ τὸν αὐτόν, αὐτοῦ πάλιν πέμπομεν τὸν νοῦν· κατηγορείτωσαν οὐκοῦν οἱ λέγοντες μὴ κεχωρισμένον, ἀλλ᾽ ἐνόντα τῇ ψυχῇ, πῶς ἂν αὖθις εἴσω πέμποι τις τὸν νοῦν· ἀγνοοῦσι γὰρ ὡς ἔοικεν, ὅτι ἄλλο μὲν οὐσία νοός, ἄλλο δὲ ἐνέργεια· μᾶλλον δὲ εἰδότες, τοῖς ἀπατεῶσιν ἑαυτοὺς συνέταξαν ἑκόντες, διὰ τῆς ὁμωνυμίας σοφιζόμενοι· μὴ καταδεχόμενοι γὰρ τὸ τῆς πνευματικῆς διδασκαλίας ἁπλοῦν, οἱ ἐκ τῆς διαλεκτικῆς ἀντιλογίας ἠκονημένοι, κατὰ τὸν Μέγαν Βασίλειον, περιτρέπουσι τὴν ἰσχὺν τῆς ἀληθείας ἐκ τῶν ἀντιθέσεων τῆς ψευδωνύμου γνώσεως, τῇ πιθανολογίᾳ τῶν σοφισμάτων, τοιούτους γὰρ δεῖ εἶναι τοὺς μὴ πνευματικούς, καὶ τὰ πνευματικὰ κρίνειν καὶ διδάσκειν ἀξιοῦντας ἑαυτούς· οὐ γὰρ δὴ τοῦτο λέληθεν αὐτούς, ὅτι οὐχ ὡς ἡ ὄψις τἄλλα μὲν ὁρᾷ τῶν ὁρατῶν, ἑαυτὴν δὲ οὐχ ὁρᾷ· οὕτω καὶ ὁ νοῦς· ἀλλ᾽ ἐνεργεῖ μὲν καὶ τἄλλα ὧν ἂν δέοιτο περισκοπεῖν· ὅ φησι κατ᾽ εὐθείαν κίνησιν τοῦ νοῦ Διονύσιος ὁ Μέγας· εἰς ἑαυτὸν δ᾽ ἐπάνεισι, καὶ ἐνεργεῖ καθ᾽ ἑαυτόν, ὅταν ἑαυτὸν ὁ νοῦς ὁρᾷ· τοῦτο δ᾽ αὖθις κυκλικὴν εἶναι κίνησιν ὁ αὐτὸς αὐτοῦ φησίν· αὕτη δ᾽ ἡ τοῦ νοῦ ἐστὶν ἐνέργεια, κρείττων καὶ ἰδιαιτάτη· δι᾽ ἧς καὶ ὑπὲρ ἑαυτὸν γινόμενος ἔσθ᾽ ὅτε τῷ Θεῷ συγγίνεται· νοῦς γάρ, φησι, ὁ Μέγας Βασίλειος μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, ὁρᾶς ὅτι ἔξεισιν;
ἐξιὼν οὖν, ἐπανόδου δεῖται· διό φησιν, ἐπάνεισι πρὸς ἑαυτόν· δι᾽ ἑαυτοῦ δὲ πρὸς τὸν Θεόν, ὡς δι᾽ ἀπλανοῦς ἀναβαίνει τῆς ὁδοῦ· τὴν τοιαύτην γὰρ κίνησιν τοῦ νοῦ, καὶ ὁ τῶν νοερῶν ἀπλανὴς ἐπόπτης ἐκεῖνος Διονύσιος, ἀδύνατον εἶναί φησι πλάνῃ τινὶ περιπεσεῖν· ταύτης οὖν ἀπάγειν ὁ τῆς πλάνης πατὴρ ἐπιθυμῶν ἀεὶ τὸν ἄνθρωπον, καὶ πρὸς τὴν χωροῦσαν αὐτοῦ τὰς πλάνας ἄγειν, οὐδέπω καὶ σήμερον, ὅσα γε ἡμεῖς ἴσμεν, εὗρε συνεργὸν διὰ χρηστολογίας ἀγωνιζόμενον ἐφελκύσασθαι πρὸς ταύτην· νῦν δ᾽ ὡς ἔοικεν εὗρε τοὺς συλλαμβανομένους, εἴπερ, ὡς αὐτὸς εἶπας, εἰσίν· οἱ καὶ λόγους συντιθέασιν ἐνάγοντας πρὸς ταῦτα· καὶ τοὺς πολλοὺς πείθειν ἐγχειροῦσιν, ὡς κάλλιον ἔξω κατέχειν τοῦ σώματος προσευχόμενον τὸν νοῦν, καὶ αὐτοὺς τὸν ὑπεραναβεβηκότα, καὶ ἡσύχιον ἀσπαζομένους βίον· μηδ᾽ ἐκεῖνο αἰδεσθέντες, ὅπερ Ἰωάννης ὁ τὴν πρὸς οὐρανὸν φέρουσαν Κλίμακα διὰ λόγων τεκτηνάμενος ἡμῖν, ὁριστικῶς, καὶ ἀποφαντικῶς ἐξεῖπεν· ὡς ἡσυχαστής ἐστιν, ὁ τὸ ἀσώματον ἐν σώματι περιορίζειν σπεύδων· ᾧ συνῳδὰ καὶ οἱ πνευματικοὶ Πατέρες ἡμῶν ἐδίδαξαν ἡμᾶς εἰκότως· εἰ γὰρ μὴ ἔνδον τοῦ σώματος περιορίσειε, πῶς ἂν ἐν ἑαυτῷ τὸν τὸ σῶμα ἐνημμένον, καὶ ὡς εἶδος φυσικὸν διὰ πάσης χωροῦντα τῆς μεμορφωμένης ὕλης· ἧς τὸ ἔξω καὶ διωρισμένον οὐκ ἂν ἐπιδέξαιτο οὐσίαν νοῦ, μέχρις ἂν ἐκείνη ζώη, ζωῆς εἶδος κατάλληλον τῇ συναφείᾳ σπῶσα· βλέττεις, ἀδελφέ, πῶς οὐ πνευματικῶς μόνον, ἀλλὰ καὶ ἀνθρωπίνως ἐξετάζουσιν, εἴσω τοῦ σώματος πέμπειν, ἢ κατέχειν τὸν νοῦν ἀναπέφηκεν ἀναγκαιότατον τοὺς προηρημένους ἑαυτῶν ὡς ἀληθῶς γενέσθαι, καὶ κατὰ τὸν ἔσω ἄνθρωπον φερωνύμους Μοναχούς; τὸ δ᾽ εἰς ἑαυτοὺς μάλιστα τοὺς εἰσαγωμένους βλέπειν εἰσηγεῖσθαι, καὶ διὰ τῆς ἀναπνοῆς εἴσω πέμπειν τὸν οἰκεῖον νοῦν, οὐκ ἀπὸ τρόπου· τὸν γὰρ μήπω θεωρητικὸν ἑαυτοῦ, μηχαναῖς τισι πρὸς ἑαυτὸν ἐπισυνάγειν τὸν νοῦν, οὐκ ἀποτρέψειέ τις εὐφρονῶν· ἐπεὶ οὖν τοῖς ἄρτι πρὸς τὸν ἀγῶνα τοῦτον ἀποδυσαμένοις, καὶ συναγόμενος συνεχῶς ἀποπηδᾷ· δεῖ δὲ καὶ συνεχῶς αὐτοὺς αὖθις τοῦτον ἐπανάγειν· λανθάνει δ᾽ ἀγυμνάστους ὄντας δυσθεωρητότατος, καὶ εὐκινητότατος ἁπάντων ὤν, διὰ τοῦτο τῇ πυκνὰ διαχεομένη, καὶ ἐπαναγομένῃ εἰσπνοῇ, προσέχειν εἰσὶν οἱ, παραινοῦσι, καὶ ἐπέχειν τί μικρόν, ὡς κἀκεῖνον συνεπίχοιεν τηροῦντες ἐν αὐτῇ, μέχρις ἄν, σὺν Θεῷ, ἐπὶ τὸ κρεῖττον προϊόντες, ἀπρόϊτον πρὸς τὰ περὶ αὐτόν, καὶ ἀμιγῆ τὸν οἰκεῖον νοῦν ποιήσαντες, δυνηθῶσιν ἀκριβῶς εἰς ἐνοειδῆ συνέλεξιν συναγαγεῖν. τοῦτο δ᾽ ἴδοι τις ἂν καὶ αὐτομάτως ἑπόμενον τῇ προσοχῇ τοῦ νοῦ, ἠρέμα γὰρ εἴσεισί τε, καὶ ἔξεισι τουτὶ τὸ πνεῦμα, κἀπὶ πάσης ἐναγωνίου σκέψεως· μάλιστα δὲ ἐπὶ τῶν ἡσυχαζόντων σώματι, καὶ διανοίᾳ. οὗτοι γὰρ πνευματικῶς σαββατίζοντες, καὶ ἀπὸ πάντων τῶν οἰκείων ἔργων καταπαύοντες, ὡς ἐφικτόν, πᾶν μὲν τὸ μεταβατικόν, καὶ διεξοδικόν, καὶ πεποικιλμένον περὶ τὰς γνώσεις τῶν ψυχικῶν δυνάμεων, περιαιροῦσιν ἔργον· καὶ τὰς αἰσθητικὰς πάσας ἀντιλήψεις, καὶ πᾶσαν ἁπλῶς σώματος ἐνέργειαν, ἥτις ἐφ᾽ ἡμῖν· ᾓδ᾽ οὐκ ἐφ᾽ ἡμῖν τελέως, ὥς περ καὶ τὸ ἀναπνεῖν, ἐφ᾽ ὅσον ἐφ᾽ ἡμῖν· ᾓδ᾽ οὐκ ἐφ᾽ ἡμῖν τελέως, ὥς περ καὶ τὸ ἀναπνεῖν, ἐφ᾽ ὅσον ἐφ᾽ ἡμῖν, ταῦτα δὲ πάντα τοῖς προκόψασι καθ᾽ ἡσυχίαν ἀπόνως, καὶ ἀπεριμερίμνως ἕπεται· τῇ γὰρ τελείᾳ πρὸς ἑαυτὴν εἰσόδῳ τῆς ψυχῆς, αὐτόματα ταυτὶ πάντα ἐπιγίνεσθαι ἀνάγκη· τοῖς δ᾽ ἀρχομένοις, ἐν οὐδὲν τῶν εἰρημένων ἴδοις ἂν ἀμογητὶ περιγινόμενον· ὡς οὖν τῇ ἀγάπῃ ἕπεται τὸ ὑπομένειν· ἡ γὰρ ἀγάπη πάντα στέργει· ἡμεῖς δὲ διδασκόμεθα κατορθοῦν βίᾳ τὴν ὑπομονήν, ὡς δι᾽ αὐτῆς πρὸς τὴν ἀγάπην φθάσωμεν· οὕτω κἀπὶ τούτων ἔχει· καὶ τί δεῖ πλείω περὶ τούτων λέγειν;
πᾶντες γὰρ οἱ πεπειραμένοι γελῶσι τοὺς ἐξ ἀπειρίας ἀντινομοθετοῦντας· τῶν γὰρ τοιούτων, οὐ λόγος· ἀλλὰ πόνος, καὶ ἡ διὰ πόνων πεῖρα διδάσκαλος· αὐτή τε καρπουμένη τὸ συμφέρον, καὶ τῶν φιλονείκων τε, καὶ φιλενδείκτων τοὺς ἀκάρπους ἀποστρεφομένη λόγους· ἐπεὶ δὲ καὶ καθάπερ τις τῶν μεγάλων περὶ ταῦτα λέγει, τοῖς ἔξω σχήμασι πέφυκεν ὁ ἔσω ἄνθρωπος συνεξομοιοῦσθαι μετὰ τὴν παράβασιν, πῶς οὐκ ἂν συντελέσειέ τι μέγα τῷ σπεύδοντι συστρέφειν τὸν νοῦν εἰς ἑαυτόν, ὡς μὴ τὴν κατ᾽ εὐθείαν, ἀλλὰ τὴν κυκλικὴν καὶ ἀπλανῆ κινεῖσθαι κίνησιν, τῷ μὴ τὸν ὀφθαλμὸν ὦδε κἀκεῖσε περιάγειν, ἀλλ᾽ οἷον ἐρείσματί τινι τοῦτον προσερείδειν, τῷ οἰκείῳ στήθει ἢ τῷ ὀμφαλῷ· πρὸς γὰρ τῷ εἰς κύκλον ὥσπερ ἔξωθεν ἐφ ὅσον ἐφικτὸν συνελίττειν ἑαυτόν, παραπλησίως τῇ σπουδαζομένῃ ἐν αὐτῷ τοῦ νοῦ κινήσει, καὶ τὴν δι᾽ ὄψεως ἔξω χρεομένην δύναμιν τοῦ νοῦ, τῆς καρδίας εἴσω πέμψει διὰ τοῦ τοιούτου σχήματος τοῦ σώματος· εἰ δὲ καὶ τοῦ νοητοῦ θηρὸς δύναμις ἐπ᾽ ὀμφαλοῦ γαστρός, ὡς τοῦ νόμου τῆς ἁμαρτίας ἐκεῖ τὸ κράτος ἔχοντος, καὶ νομὴν αὐτῷ διδόντος, διατί μὴ τὸν ἀντιστρατευόμενον ἐκείνῳ τοῦ νόμου νόμον, αὐτοῦ δι᾽ εὐχῆς ὡπλισμένον ἐπιστήσωμεν; ὡς ἂν μὴ τὸ διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας πνεῦμα πονηρὸν ἀπελαθέν, μεθ᾽ ἑτέρων ἑπτὰ πονηροτέρων πνευμάτων ἐπιστρέψαν, αὖθις ἐγκατοικισθῇ, καὶ γένηται τὰ ἔσχατα χείρονα τῶν πρώτων· πρόσεχε σεαυτῷ, φησὶν ὁ Μωῦσῆς, παντὶ δηλαδή, οὐ τινὶ μὲν τῶν σῶν, τινὶ δ᾽ οὖ· διὰ τίνος; τοῦ νοῦ πάντως· οὐδενὶ γὰρ ἄλλῳ δυνατὸν προσέχειν ἑαυτῷ παντί· ταύτην οὖν ἐπίστησον καὶ ψυχῇ καὶ σώματι τὴν φυλακήν, δι᾽ αὐτῆς γὰρ καὶ σωματικῶν, καὶ ψυχικῶν πονηρῶν παθημάτων ἀπαλλαγήσῃ ῥαδίως· σεαυτοῦ τοίνυν πρόστηθι, σεαυτῷ ἐπίστηθι, σεαυτὸν ἐπίσκεψαι· μᾶλλον δὲ προΐστασο, καὶ ἐπισκέπτου, καὶ ἔταζε· καὶ γὰρ οὕτω τὴν σάρκα ἀφηνιάζουσαν ὑποτάξεις τῷ πνεύματι, καὶ ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου οὐ μήποτε γένηται· ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος, τῶν πονηρῶν δηλαδὴ καὶ πνευμάτων καὶ παθημάτων, ἀναθῇ ἐπὶ σέ, φησιν ὁ Ἐκκλησιαστής, τόπον σου μὴ ἀφῇς· τουτέστι μὴ ψυχῆς μέρος, μὴ μέλος σώματος ἀνεπίσκοπον ἐάσῃς· οὕτω γὰρ καὶ τῶν κάτωθεν ἐπηρεαζόντων πνευμάτων ἀνώτερος διαγενήσῃ, καὶ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς, ὡς αὐτὸς ταῦτα προετάσας, ἀνεξετάστως παραστήσῃ μετὰ παρρησίας.
Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, Παῦλός ἐστιν ὁ λέγων· καὶ τὸ τοῦ Δαβὶδ παθὼν μακάριον ἐκεῖνο πάθος, καὶ αὐτὸς πρὸς τὸν Θεὸν ἐρεῖς, ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεταί μοι, ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου· οὐ τὸ τῆς ἐμῆς, φησι, ψυχῆς μόνον ἐπιθυμητικὸν ὅλον σὸν εἰργάσω, ἀλλὰ καὶ εἴτι ἐν τῷ σώματι ταύτης τῆς ἐπιθυμίας ζώπυρον, πρὸς τὴν ἐμποιοῦσαν ἐπιστρέψαν, δι᾽ αὐτῆς πρὸς σὲ ἀνέπτη, καὶ σοῦ ἐξήρτηται, καὶ σοὶ κολλᾶται· ὡς γὰρ τοῖς τῶν αἰσθητῶν καὶ φθαρτῶν ἡδονῶν ἀντεχομένοις, τὸ τῆς ψυχῆς ἐπιθυμοῦν ὅλον κενοῦται πρὸς τὴν σάρκα, καὶ διὰ τοῦτο ὅλοι σάρκες γίνονται, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οὐκ ἔνι καταμένειν ἐν αὐτοῖς. οὕτω τοῖς ἀνυψώσασι τὸν νοῦν πρὸς τὸν Θεόν, καὶ τοῦ θείου πόθου τὴν ψυχὴν ἐξηρτημένοις, καὶ ἡ σὰρξ μετασκευαζομένη συνανυψοῦταί τε, καὶ συναπολαύει τῆς θείας κοινωνίας, καὶ κτῆμα καὶ αὐτὴ γίνεται, καὶ οἴκημα Θεοῦ, μηκέτ᾽ ἐνοικουροῦσαν ἔχουσα τὴν πρὸς Θεὸν ἔχθραν, μηδὲ κατὰ τοῦ πνεύματος ἐπιθυμοῦσα· τίς δὲ καὶ ὁ μᾶλλον ἐπιτήδειος τόπος τῷ κάτωθεν ἐφ᾽ ἡμᾶς ἀνιόντι πνεύματι σαρκός, καὶ νοῦς οὐχ ἡ σάρξ, ἐν ᾗ καὶ ὁ Ἀπόστολός φησι, μηδὲν ἀγαθὸν πρὸ τοῦ ἐγκατοικισθῆναι τὸν νόμον τῆς ζωῆς, οἰκεῖν; ταύτην οὐκοῦν καὶ μᾶλλον δεῖ μηδέποτ᾽ ἀφεῖσθαι προσοχῆς· πῶς γὰρ ἡμῶν εἴη; πῶς δ᾽ ἂν ἀφῶμεν ταύτην; πῶς δ᾽ ἂν ἀποκρουσαίμεθα τὴν πρὸς αὐτὴν ἄνοδον τοῦ πονηροῦ; καὶ μάλιστα οἱ μήπω πνευματικῶς εἰδότες ἀντεπιέναι τοῖς πνευματικοῖς τῆς πονηρίας, εἰ μὴ καὶ διὰ τοῦ ἔξω σχήματος ἡμᾶς αὐτοὺς παιδεύσομεν προσέχειν ἑαυτοῖς; καὶ τί λέγω τοὺς ἄρτι ἐπιβαλλομένους, ὅτε καὶ τῶν τελεωτέρων εἰσὶν οἱ, τούτῳ χρησάμενοι τῷ σχήματι κατὰ τὴν προσευχήν, εὐήκοον τὸ θεῖον ἔσχον· οὐ μόνον τῶν μετὰ Χριστόν, ἀλλὰ καὶ τῶν πρὸ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας· καὶ αὐτὸς γὰρ ὁ τὴν θεοπτίαν τελεώτατος Ἡλίας τὴν κεφαλὴν τοῖς γόνασιν ἐρείσας, καὶ οὕτω τὸν νοῦν εἰς ἑαυτὸν καὶ τὸν Θεὸν φιλοπονώτερον συναγαγών, τὸν πολυετῆ ἐκεῖνον ἔλυσεν αὐχμόν· οὗτοι δέ μοι δοκοῦσιν, ἀδελφέ, παρ᾽ ὧν ἀκηκοέναι ταῦτα λέγεις, νοσεῖν τὴν τῶν Φαρισαίων νόσον· διὸ καὶ τὸ ἔσωθεν τοῦ ποτηρίου, δηλαδὴ τὴν ἑαυτῶν καρδίαν ἐπισκέπτεσθαι, καὶ καθαίρειν οὐκ ἐθέλουσι· καὶ ταῖς πατρικαῖς μὴ στοιχοῦντες παραδόσεσι, σπεύδουσιν αὐτοὶ προκαθῆσθαι πάντων, ὡς καινοὶ νομοδιδάσκαλοι· τό τε σχῆμα τῆς δεδικαιωμένης τελωνικῆς εὐχῆς ἐκείνης, αὐτοί τε ἀπαξιοῦσι, καὶ τοὺς ἄλλους τῶν εὐχομένων παραινοῦσι μὴ προσίεσθαι· καθάπερ γὰρ ἐν Εὐαγγελίοις φησὶν ὁ Κύριος· ἐκεῖνος οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἄραι· τοῦτον δὲ ζηλοῦσιν, οἱ ἑαυτοῖς ἐν τῷ εὔχεσθαι προσέχοντες τὴν ὄψιν· οἱ δ᾽ ὀμφαλοψύχους τούτους ὀνομάζοντες, πρὸς τῷ συκοφαντεῖν σαφῶς, ὧν κατηγοροῦσι· τίς γάρ ποτε τούτων ἐπ᾽ ὀμφαλοῦ λέγει τὴν ψυχήν;
πρὸς γοῦν τῷ γενέσθαι δήλους συκοφαντικῶς ἐπιθεμένους, καὶ ὑβριστάς, τῶν ἐπαινουμένων σφᾶς αὐτοὺς ἔδειξαν ὄντας, ἀλλ᾽ οὐ διορθωτὰς τῶν σφαλλομένων, οὐδ᾽ ἡσυχίας ἕνεκεν καὶ ἀληθείας, ἀλλὰ κενοδοξίας χάριν γράφοντας, οὐδ᾽ ἵνα πρὸς νῆψιν ἐνάγωσιν, ἀλλ᾽ ἵνα τῆς νήψεως ἀπαγάγωσιν· αὐτὸ γὰρ τὸ ἔργον, καὶ τοὺς ἐμμελῶς ἐπειλημμένους τούτου, παντὶ τρόπῳ σπεύδουσιν ἐξ αὐτῆς τῆς καταλλήλου πράξεως ἐξουθενεῖν· οἱ τοιοῦτοι δὲ ῥᾳδίως καὶ τὸν εἰπόντα, ὡς ὁ νόμος τοῦ Θεοῦ ἐν μέσῳ τῆς κοιλίας μου, καὶ τὸν εἰρηκότα πρὸς Θεόν, ὅτι ἡ κοιλία μου ἠχήσει ὡς κιθάρα, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος χαλκοῦν ὃ ἐνεκαίνισας, κοιλιοψύχους ἂν προσαγορεύσειαν· καὶ κοινῇ πάντας διαβάλλοιεν, τοὺς διὰ σωματικῶν συμβόλων, τὰ νοερά, καὶ θεῖα, καὶ πνευματικὰ τυποῦντας καὶ καλοῦντας καὶ ἀνιχνεύοντας· ἀλλ᾽ ἐκείνοις μέν, παρὰ τοῦτο βλάβος ἐποίσουσιν οὐδέν· μᾶλλον μὲν οὖν καὶ μακαρισμῶν πρόξενοι γενήσονται, καὶ μείζονος προσθήκης τῶν ἐν οὐρανοῖς στεφάνων· αὐτοὶ δὲ καὶ τῶν ἱερῶν παραπετασμάτων ἔξω μενοῦσι, καὶ οὐδὲ πρὸς τὰς σκιὰς ἕξουσιν ἀτενίζειν τῆς ἀληθείας· πολὺ δὲ τὸ δέος, μὴ καὶ δίκην τίσουσιν αἰώνιον, οὐκ ἀποδιαστείλαντες μόνον ἑαυτοὺς τῶν ἁγίων, ἀλλὰ καὶ κατ᾽ αὐτῶν τῷ λόγῳ χωρήσαντες· Συμεῶνος γᾶρ τοῦ νέου Θεολόγου τὸν βίον οἶσθα· θαῦμά τε ὄντα πάντα σχεδόν, καὶ δι᾽ ὑπερφυῶν θαυμάτων ὑπὸ Θεοῦ δεδοξασμένον· τά τε συγγράμματα αὐτοῦ, συγγράμματα ζωῆς εἰπών τις, οὐκ ἂν ἁμάρτοι τοῦ προσήκοντος· καὶ Νικηφόρον δὲ τὸν ὅσιον ἐκεῖνον, ὃς πολυετῆ χρόνον ἐν ἠρεμίᾳ, καὶ ἡσυχίᾳ διενεγκών, ἔπειτα τοῖς ἐρημικωτέροις μέρεσι τοῦ Ἁγίου Ὅρους ἐμφιλοχωρήσας, καὶ ἀπασχολήσας ἑαυτόν, ἐκ πασῶν τῶν Πατρικῶν φωνῶν συνειλοχώς, τὴν νηπτικὴν ἡμῖν αὐτῶν παρέδωκε πρᾶξιν· οὖτοι τοίνυν, τοῦθ᾽ ὅπερ ἀνατρέπειν φής τινας, σαφῶς τοῖς προαιρουμένοις εἰσηγοῦνται· καὶ τί λέγω τοὺς παλαιοὺς τῶν ἁγίων; ἄνδρες γὰρ μικρῷ πρὸ ἡμῶν, μεμαρτυρημένοι, καὶ ἀπεδεδειγμένοι ἐν δυνάμει Πνεύματος Ἁγίου, πάνθ᾽ ἡμῖν διὰ στόματος οἰκείου παρέδωκαν· τόν τε Θεολόγον, τοῦτον ὡς ἀληθῶς Θεολόγον, καὶ τῆς ἀληθείας τῶν Θεοῦ μυστηρίων ἐπόπτην ἀσφαλέστατον, ἐφ᾽ ἡμῶν ἀνεκήρυττον· τὸν φερωνύμως Θεόληπτον ἐκεῖνον ἀκούεις τὸν Φιλαδελφείας Πρόεδρον· μᾶλλον δ᾽ ἀπὸ ταύτης ὡς ἀπὸ λυχνίας τὸν κόσμον φωτίσαντα· τὸν Ἀθανάσιον ἐκεῖνον, ὃς ἐπ᾽ ἐνιαυτοὺς οὐκ ὀλίγους τὸν Πατριαρχικὸν ἐκόσμησε θρόνον, οὖ καὶ τὴν σορὸν ὁ Θεὸς ἐτίμησε· Νεῖλον ἐκεῖνον τὸν ἐξ Ἰταλῶν, τὸν τοῦ Μεγάλου ζηλωτὴν Νείλου· τὸν Σελιώτην καὶ τὸν Ἡλίαν, τοὺς μηδὲν ἀποδέοντας ἐκείνου· Γαβριὴλ καὶ Ἀθανάσιον, τοὺς καὶ προφητικοῦ χαρίσματος ἡξιωμένους· τούτους πάντως ἀκούεις, καὶ πολλοὺς ἄλλους, πρὸ αὐτῶν τε καὶ σὺν αὐτοῖς καὶ μετ᾽ αὐτοὺς γεγονότας, ἐπαινοῦντας, καὶ παραινοῦντας κατέχειν τοὺς βουλομένους τὴν παράδεισον ταύτην· ἣν οἱ νέοι διδάσκαλοι τῆς ἡσυχίας, μηδ᾽ ἴχνος ἡσυχίας εἰδότες, μηδ᾽ ἀπὸ πείρας, ἀλλ᾽ ἀπὸ λογολεχίας νουθετοῦντες, ἀθετεῖν καὶ μεταδιδάσκειν, καὶ ἐξουθενεῖν πειρῶνται, πρὸς οὐδὲν χρήσιμον τῶν ἀκουόντων· ἡμεῖς δὲ καὶ τῶν ἁγίων ἐκείνων ἔστιν οἷς, αὐτοπροσώπως ὡμιλήσαμεν, καὶ διδασκάλοις ἐχρησάμεθα· πῶς οὖν τούτους παρ᾽ οὐδὲν θέμενοι, τοὺς καὶ πείρᾳ, καὶ χάριτι δεδιδαγμένους, τοῖς ἀπὸ τύφου καὶ λογομαχίας ἐπὶ τὸ διδάσκειν χωρήσασιν εἴξωμεν; οὐκ ἔσται τοῦτο, οὐκ ἔσται· καὶ σὺ τοίνυν τούς τοιούτους ἀποτρέπου, μετὰ τοῦ Δαβὶδ συνετῶς σεαυτῷ προσλαλῶν· εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· σαυτόν τε πειθήνιον παρέχων τοῖς πατράσιν, ἄκουε, πῶς οἴσω πέμπειν ἀεὶ τὸν νοῦν προτρέπονται.