Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Gregory Palamas, Τοῦ αὐτοῦ, δεκάλογος τῆς κατὰ Χριστὸν νομοθεσίας, ἤτοι τῆς νέας…
ΤΟΥ ΑΥΤΟΥ
ΔΕΚΑΛΟΓΟΣ ΤΗΣ ΚΑΤΑ ΧΡΙΣΤΟΝ ΝΟΜΟΘΕΣΙΑΣ
ΗΤΟΙ ΤΗΣ ΝΕΑΣ ΔΙΑΘΗΚΗΣ. ΛΟΓΟΣ ΞΒ΄.
Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν, ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι γνωριζόμενος· Πατρὶ ἀγεννήτῳ· Υἱῷ γεννητῷ, ἀνάρχως καὶ ἀχρόνως καὶ ἀπαθῶς, ὡς λόγῳ· ὃς δι᾽ ἑαυτοῦ τὸ ἐξ ἡμῶν χρίσας πρόσλημμα, κέκληται Χριστός· καὶ Πνεύματι Ἁγίῳ· καὶ αὐτῷ ἐκ τοῦ Πατρός, οὐ γεννητῶς ἀλλ᾽ ἐκπορευτῶς προερχομένῳ, οὗτος μόνος Θεός· καὶ οὗτος ἀληθινός, ὁ ἐν Τριάδι ὑποστάσεων Κύριος εἷς· φύσει καὶ βουλῇ καὶ δόξῃ, δυνάμει τε καὶ ἐνεργείᾳ, καὶ πᾶσι τοῖς τῆς θεότητος γνωρίσμασι μὴ διαιρούμενος· αὐτὸν μόνον ἀγαπήσης, καὶ αὐτῷ μόνῳ λατρεύσεις, ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ ἔσται τὰ ῥήματα αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου, εἰς τὸ πράττειν αὐτά, καὶ μελετᾶν, καὶ λαλεῖν ἐν αὐτοῖς, καθήμενόν τε καὶ πορευόμενον· κοιταζόμενον καὶ ἀνιστάμενον· καὶ μνησθήσῃ διαπαντὸς Κυρίου τοῦ Θεοῦ σου· καὶ φοβηθήσῃ αὐτὸν μόνον· καὶ οὐκ ἐπιλήσῃ αὐτοῦ, οὐδὲ τῶν ἐντολῶν αὐτοῦ, οὕτω γὰρ δώσει σοι αὐτὸς ἰσχύν, τοῦ ποιεῖν τὸ θέλημα αὐτοῦ. οὐδὲν γὰρ ἕτερον ἐκζητεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ φοβεῖσθαι καὶ ἀγαπᾶν αὐτόν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, οὗτος καύχημά σου, καὶ οὗτος Θεός σου. μὴ ἀκούσῃς τῶν ὑπερκοσμίων Ἀγγέλων τὸ ἀπαθὲς καὶ ἀόρατον, καὶ τοῦ ἐκπεσόντος ἐκεῖθεν τὸ λίαν πονηρόν· καὶ πρὸς τὴν πλάνην σοφόν, καὶ ὀξύ, καὶ παμμήχανον, καὶ ὁμότιμόν τι τούτων τῷ Θεῷ δοξάσῃς. μὴ ἴδῃς τοῦ οὐρανοῦ τὸ μέγεθος, καὶ τὸ πολυειδὲς τῆς τούτου κινήσεως· τὸ περιλαμπὲς τοῦ ἡλίου, τὴν τῆς σελήνης φανότητα, τῶν ἄλλων ἀστέρων τὸ διαυγές· τὸ εἰς ἀναπνοὰς τοῦ ἀέρος εὔχρηστον· τῆς θαλάσσης, καὶ τῆς γῆς τὸ πάμφορον, καὶ θεοποιήσῃς τί τῶν τοιούτων. Πάντα γὰρ τοῦ μόνου Θεοῦ, εἰσὶ δοῦλα καὶ κτίσματα, τῷ λόγῳ αὐτοῦ ἐκ μὴ ὄντων γενόμενα. αὐτὸς γὰρ εἶπε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Τοῦτον οὖν μόνον τὸν δεσπότην καὶ δημιουργὸν τοῦ παντὸς ὡς Θεὸν δοξάσεις, καὶ πρὸς αὐτὸν δι᾽ ἀγάπης κολληθήσῃ καὶ αὐτῷ μετανοήσεις ἡμέρας καὶ νυκτός, ἐπὶ τοῖς ἑκουσίοις, καὶ ἀκουσίοις παραπτώμασιν. αὐτὸς γάρ ἐστιν οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀγαθοποιὸς αἰώνιος· ὑπεσχημένος καὶ διδοὺς οὐράνιον βασιλείαν, καὶ ἀδιάδοχον, καὶ βίον ἀνώδυνον, καὶ ζωὴν ἀθάνατον, καὶ φῶς εἰς ἀπόλαυσιν ἀνέσπερον, τοῖς σεβομένοις καὶ προσκυνοῦσιν αὐτόν· καὶ ἀγαπῶσι καὶ φυλάσσουσι τὰ προστάγματα αὐτοῦ. ἀλλὰ καὶ Θεὸς ζηλωτής, καὶ δίκαιος κριτής, καὶ φρικτὸς ἐκδικητὴς αὐτός ἐστιν· ἐπάγων τοῖς ἀσεβοῦσιν εἰς αὐτόν, καὶ ἀπειθοῦσιν αὐτῷ, καὶ ἀθετοῦσι τὰ προστάγματα αὐτοῦ, κόλασιν αἰώνιον· πῦρ ἄσβεστον, ὀδύνην ἄπαυστον, θλίψιν ἀπαραμύθητον, ἔνδυμα ζόφου ἀφεγγοῦς, χώραν σκοτεινὴν καὶ τεθλιμμένην, βρυγμὸν ἐλεεινὸν ὀδόντων, ἰοβόλους ἀκοιμήτους σκώληκας, ἃ ἡτοίμασε τῷ πρώτῳ ἀποστάτῃ πονηρῷ, καὶ σὺν αὐτῷ, πᾶσι τοῖς πεπλανημένοις ὑπ᾽ αὐτοῦ, καὶ ἀκολουθήσασιν αὐτῷ καὶ ἀθετήσασι τὸν ποιητὴν αὐτῶν, ἐν ἔργοις καὶ λόγοις καὶ διανοήμασιν.
Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν, εἰς τὸ λατρεύειν αὐτοῖς, ἢ δοξάζειν ὡς Θεούς· πάντα γάρ εἰσι κτίσματα τοῦ μόνου Θεοῦ· ὃς ἐπ᾽ ἐσχάτων τῶν αἰώνων, ἐκ παρθενικῆς νηδύος σάρκα λαβών, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας παθών, καὶ θανὼν, καὶ ἀναστάς, εἰς οὐρανοὺς μετὰ σώματος ἀνῆλθε, καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· μεθ᾽ οὗ σώματος πάλιν ἐλεύσεται ἐν δόξῃ, κρῖναι ζῶντας καὶ νεκρούς· τούτου τοίνυν τοῦ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντος, ποιήσεις τὴν εἰκόνα, διὰ τὴν εἰς αὐτὸν ἀγάπην, καὶ μνησθήσῃ δι᾽ αὐτῆς ἐκείνου· καὶ προσκυνήσεις δι᾽ αὐτῆς ἐκεῖνον· ἀνάγων τὸν νοῦν σου δι᾽ αὐτῆς, ἐπὶ τὸ προσκυνητὸν ἐκεῖνο σῶμα τοῦ σωτῆρος, τὸ καθήμενον ἐν δεξιᾷ τοῦ Πατρὸς ἐν οὐρανῷ· ὡσαύτως καὶ τῶν Ἁγίων τοὺς τύπους καὶ ποιήσεις καὶ προσκυνήσεις, οὐχ ὡς Θεούς, τοῦτο γὰρ ἀπηγόρευται· ἀλλὰ διὰ τὴν εἰς ἐκείνους σχέσιν καὶ διάθεσιν καὶ τὴν ὑπερβάλλουσαν τιμήν, ἀναφερομένου διὰ τῶν εἰκόνων ἐπ᾽ αὐτοὺς τοῦ νοῦ· καθάπερ καὶ ὁ Μωϋσῆς ἐποίησε τὰς τῶν Χερουβὶμ εἰκόνας ἔνδον τῶν ἁγίων· καὶ αὐτὰ δὲ τὰ τῶν ἁγίων ἅγια, τῶν ὑπερουρανίων τύπος ἦν· καὶ τὸ ἅγιον κοσμικόν, εἰκόνα ἔφερε παντὸς τοῦ κόσμου, καὶ ἅγια αὐτὰ ἐκάλεσεν ὁ Μωϋσῆς, οὐ τὰ κτίσματα δοξάζων, ἀλλὰ δι᾽ αὐτῶν τὸν κοσμοποιὸν Θεόν· καὶ σὺ τοίνυν οὐ θεοποιήσεις τὰς εἰκόνας τοῦ δεσπότου Χριστοῦ καὶ τῶν Ἁγίων· ἀλλὰ δι᾽ αὐτῶν προσκυνήσεις τὸν κατ᾽ εἰκόνα οἰκείαν πρότερον ποιήσαντα ἡμᾶς· καὶ ὕστερον τὴν καθ᾽ ἡμᾶς αὐτοῦ εἰκόνα διὰ φιλανθρωπίαν ἄφατον ἀνειληφέναι εὐδοκήσαντα, καὶ κατ᾽ αὐτὴν περιγραπτὸν γενόμενον οὐ μόνον δὲ τὴν θείαν εἰκόνα προσκυνήσεις, ἀλλὰ καὶ τοῦ σταυροῦ αὐτοῦ τὸν τύπον· σημεῖον γάρ ἐστι μέγιστον καὶ τρόπαιον Χριστοῦ κατὰ τοῦ διαβόλου καὶ πάσης τῆς ἀντικειμένης φάλαγγος· διὸ καὶ φρίττουσι καὶ φυγαδεύονται τοῦτον τυπούμενον ὁρῶντες· οὗτος ὁ τύπος καὶ πρὸ τοῦ γενέσθαι τὸ πρωτότυπον, μεγάλως ἐν τοῖς Προφήταις ἐδοξάσθη, καὶ τὰ μέγιστα ἐτερατούργησεν· ἀλλὰ καὶ ἐπὶ τῆς δευτέρας παρουσίας τοῦ κρεμασθέντος ἐν αὐτῷ Κυρίου Ἰησοῦ Χριστοῦ, μέλλοντος ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς ἐλεύσεται ἔμπροσθεν τοῦτο τὸ μέγα καὶ φρικτὸν αὐτοῦ σημεῖον, μετὰ δυνάμεως καὶ δόξης πολλῆς· δόξασον οὖν αὐτὸν νῦν, ἵνα μετὰ παρρησίας προσβλέψῃς τότε, καὶ συνδοξασθῇς αὐτῷ· καὶ τὰς τῶν ἁγίων δὲ εἰκόνας, ὡς συσταυρωθέντων τῷ Κυρίῳ, προσκυνήσεις, τὸν σταυρὸν προτυπῶν σου τῷ προσώπῳ, καὶ εἰς μνήμην ἐρχόμενος τῆς ἐνειργασμένης ἐκείνοις κοινωνίας τῶν παθημάτων τοῦ Χριστοῦ· ὡσαύτως καὶ τὰς σοροὺς τούτων τὰς ἁγίας, καὶ εἴτι τῶν ὀστέων λείψανον· οὐ γὰρ διέστη τούτων ἡ χάρις τοῦ Θεοῦ· ὥσπερ οὐδὲ τοῦ προσκυνητοῦ σώματος Χριστοῦ διέστη ἡ θεότης, ἐπὶ τοῦ ζωοποιοῦ θανάτου· τοῦτο δὲ ποιῶν, καὶ δοξάζων τοὺς τὸν Θεὸν δοξάσαντας, ὡς τελείους δι᾽ ἔργων φανέντας ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ, καὶ συνδοξασθήσῃ ὑπὸ τοῦ Θεοῦ· καὶ μετὰ τοῦ Δαβὶδ ψαλεῖς, ἐμοί, λέγων, λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ Θεός.
Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ διά τι τῶν γηίνων, ἢ διὰ φόβον ἀνθρώπινον, ἢ αἰσχύνην, ἢ κέρδος οἰκεῖον, ἐπὶ ψεύδει ὀμνύων, ἐπιορκία γὰρ ἄρνησίς ἐστι Θεοῦ· διὰ τοῦτο οὐδὲ ὁμόσῃς ὅλως· ἀλλὰ φεύξῃ τὸν ὅρκον τελείως, ὡς διὰ τοῦ ὅρκου, τῆς ἐπιορκίας ἐρχομένης, καὶ ἀπαλλοτριούσης τοῦ Θεοῦ, καὶ τοῖς ἀνόμοις συγκαταριθμούσης τὸν τῇ ἐπιορκίᾳ χρώμενον ἀληθεύων δὲ ἐν πᾶσι τοῖς σοῖς λόγοις, ὅρκου βεβαιότητα παρέξεις· εἰ δέ ποτε συμβαίνῃ ὅρκῳ σεαυτὸν ὑποβαλεῖν, ὃ τῶν ἀπευκταίων, εἰ μὲν ἐπί τινι τῶν κατὰ νόμον θεῖον, πράξεις μὲν ὡς νόμιμον ἐκεῖνο, σεαυτὸν δὲ ἀπαιτήσεις τὰς εὐθύνας, ὅτι ὅλως ὤμοσας, ἐλεημοσύνῃ καὶ ἱκεσίᾳ καὶ πένθει καὶ κακώσει σώματος ἐξιλεούμενος Χριστόν, τὸν εἰπόντα μὴ ὀμόσῃς· εἰ δὲ ἐπί τινι τῶν παρανόμων, ὅρα μὴ διὰ τὸν ὅρκον πληρώσῃς τὸ παράνομον· ἵνα μὴ τῷ προφητοκτόνῳ Ἡρώδῃ συναριθμηθῇς· ἀθετήσας δὲ τὸν παράνομον ἐκεῖνον ὅρκον, ὅρον θὲς σεαυτῷ τοῦ μηκέτι ποτὲ ὀμόσαι, καὶ ἐξιλέου σεαυτῷ τὸν Θεόν, χρώμενος ἐπιπονώτερον σὺν δάκρυσι τοῖς προειρημένοις φαρμάκοις.
Ἡμέραν μίαν τῆς Ἐβδομάδος, ἥτις καὶ Κυριακὴ καλεῖται, διὰ τὸ ἀνατεθειμένην εἶναι τῷ Κυρίῳ, κατ᾽ αὐτὴν ἀναστάντι ἐκ νεκρῶν, καὶ προῦποδείξαντι καὶ προπιστωσαμένῳ τὴν κοινὴν ἀνάστασιν, ἐν ᾗ πᾶν γήϊνον ἀργήσει ἔργον, ταύτην τοίνυν τὴν ἡμέραν ἁγιάσεις, καὶ βιωτικὸν πᾶν ἔργον οὐ ποιήσεις, χωρὶς τῶν ἀναγκαίων, καὶ τοῖς ὑπὸ σὲ καὶ μετὰ σοῦ πᾶσιν, ἄνεσιν παρέξεις· ἵν᾽ ὁμοῦ δοξάσητε τὸν τῷ οἰκείῳ θανάτῳ κτησάμενον ἡμᾶς, καὶ ἀναστάντα καὶ συναναστήσαντα τὴν ἡμετέραν φύσιν, καὶ μνησθήσῃ τοῦ μέλλοντος αἰῶνος, καὶ μελετήσεις ἐν πάσαις ταῖς ἐντολαῖς, καὶ δικαιώμασι Κυρίου, καὶ ἐξετάσεις σεαυτόν, μή τι παρέβης, ἢ παρέλειψας, καὶ διορθώσεις σεαυτὸν ἐν πᾶσι· καὶ προσκαρτερήσεις ἐν αὐτῇ τῷ τοῦ Θεοῦ ναῷ, καὶ ταῖς ἐν αὐτῷ συνάξεσι παραμενεῖς, καὶ μεταλήψῃ ἐν εἰλικρινεῖ πίστει καὶ ἀκατακρίτῳ συνειδότι τοῦ ἁγίου σώματος καὶ αἵματος Χριστοῦ καὶ ἀρχὴν ἀκριβεστέρου βίου ἄρξῃ καὶ ἀνακαινίσεις σεαυτὸν καὶ ἑτοιμάσεις πρὸς ὑποδοχὴν τῶν μελλόντων αἰωνίων ἀγαθῶν· δι᾽ ἃ τοῖς γηίνοις, οὐδὲ ταῖς ἄλλαις ἡμέραις καταχρήσῃ, ἐν δὲ τῇ Κυριακῇ πάντων, διὰ τὸ προσεδρεύειν τῷ Θεῷ, ἀφέξῃ, πλὴν τῶν ἀναγκαιοτάτων, καὶ ὧν ἄνευ ζῆν ἀδύνατον· οὕτω γὰρ τὸν Θεὸν ἔχων τόπον καταφυγῆς, οὐ μεταβήσῃ· τότε πῦρ τῶν παθῶν, οὐκ ἐκαύσεις, καὶ τὸ βάσταγμα οὐκ ἀρεῖς· καὶ οὕτω τὴν ἡμέραν τῶν σαββάτων ἁγιάσεις, σαββατίζων τὴν τῶν κακῶν ἀπραξίαν, τῇ Κυριακῇ δέ, τὰς νενομισμένας μεγάλας ἑορτὰς συνάψεις, τὰ αὐτὰ πράττων, καὶ ἀπὸ τῶν αὐτῶν ἀπεχόμενος.
Τίμα τὸν πατέρα σου, καὶ τὴν μητέρα σου· δι᾽ αὐτῶν γάρ σε προήγαγεν εἰς τὸν βίον ὁ Θεός, καὶ αὐτοί σοι μετὰ Θεὸν αἴτιοι τοῦ εἶναι· οὐκοῦν καὶ σὺ μετὰ Θεόν, αὐτοὺς καὶ τιμήσεις, καὶ ἀγαπήσεις, εἰ καὶ πρὸς τὴν τοῦ Θεοῦ ἀγάπην, ἡ πρὸς ἐκείνους συνεργεῖ· εἰ δὲ μὴ συνεργεῖ, φεύξῃ ἀπ᾽ αὐτῶν ἀμέσως· ἂν δέ σοι καὶ ἐμπόδιον ὦσι, καὶ μάλιστα πρὸς τὴν ἀληθῆ καὶ σωτήριον πίστιν, ἑτερόδοξοί τινες ὄντες, οὐ μόνον φεύξῃ, ἀλλὰ καὶ μισήσεις οὐκ ἐκείνους μόνους, ἀλλὰ καὶ πάντας τοὺς πρὸς γένους, καὶ τοὺς κατὰ πᾶσαν ἄλλην φιλίαν καὶ συνάφειαν, καὶ αὐτά σου τὰ μέλη, καὶ τὰς τούτων ὀρέξεις, καὶ αὐτό σου πᾶν τὸ σῶμα, καὶ τὴν ἐκ τούτου πρὸς τὰ πάθη σχέσιν, εἴ τις γὰρ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφούς, προσέτι καὶ τὴν ἑαυτοῦ ψυχήν, καὶ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος, εἶπεν ὁ Χριστός· καὶ πρὸς μὲν τοὺς κατὰ σάρκα πατέρας καὶ φίλους καὶ ἀδελφούς, οὕτω· τοὺς δὲ οἰκείους τῆς πίστεως καὶ μὴ ἐμποδίζοντας πρὸς σωτηρίαν, καὶ τιμήσεις, καὶ ἀγαπήσεις· εἰ δὲ τοὺς κατὰ σάρκα πατέρας οὕτω, πόσῳ πλέον τιμήσεις, καὶ ἀγαπήσεις τοὺς κατὰ πνεῦμά σοι γεγονότας πατέρας, οἵ σε ἀπὸ τοῦ εἶναι, εἰς τὸ εὖ εἶναι μετεποίησαν, καὶ μετέδωκάν σοι τοῦ φωτισμοῦ τῆς γνώσεως, καὶ ἐδίδαξαν τὴν φανέρωσιν τῆς ἀληθείας, καὶ ἀνεγέννησάν σε διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, καὶ ἐνέθηκάν σοι τὴν ἐλπίδα τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας καὶ τῆς ἀδιαδόχου βασιλείας καὶ κληρονομίας, καὶ ἐποίησάν σε ἐξ ἀναξίου ἄξιον τῶν αἰωνίων ἀγαθῶν, καὶ οὐράνιον ἀντ᾽ ἐπιγείου, καὶ αἰώνιον ἀντὶ προσκαίρου, καὶ υἱὸν καὶ διδακτόν, οὐκέτι ἀνθρώπου, ἀλλὰ τοῦ θεανθρώπου Ἰησοῦ Χριστοῦ, τοῦ χαρισαμένου σοι τὸ πνεῦμα τῆς υἱοθεσίας· ὃς εἶπε, μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς, μηδὲ καθηγητήν· εἷς γὰρ ὑμῶν ἐστὶ Πατήρ, καὶ καθηγητὴς ὁ Χριστός· πᾶσαν οὖν τιμήν, καὶ ἀγάπην ὀφείλεις τοῖς πνευματικοῖς πατράσιν, ὡς τῆς εἰς αὐτοὺς τιμῆς ἀναφερομένης ἐπὶ τὸν Χριστόν, καὶ τὸ Πανάγιον Πνεῦμα, ἐν ᾧ τὴν υἱοθεσίαν ἔλαβες, καὶ τὸν ἐπουράνιον Πατέρα, παρ᾽ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται· σπεύσεις δὲ διὰ παντὸς τοῦ βίου πνευματικὸν πατέρα ἔχειν, καὶ ἐξαγγέλλειν αὐτῷ πᾶν ἁμάρτημα καὶ πάντα λογισμόν, καὶ λαμβάνειν παρ᾽ αὐτοῦ τὴν ἰατρείαν καὶ τὴν ἄφεσιν· αὐτοῖς γὰρ ἐδόθη λύειν καὶ δεσμεῖν ψυχάς· καὶ πάντα ὅσα ἂν δήσωσιν ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ πάντα ὅσα ἂν λύσωσιν ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ, ταύτην γὰρ τὴν χάριν καὶ τὴν δύναμιν ἔλαβον παρὰ Χριστοῦ, διὸ καὶ ὑπακούσεις αὐτοῖς, καὶ οὐκ ἀντιλέξεις αὐτοῖς, ἵνα μὴ προξενήσῃς ἀπώλειαν τῇ σεαυτοῦ ψυχῇ· εἰ γὰρ ὁ ἀντιλέγων τοῖς κατὰ σάρκα γονεῦσιν, εἰς ἃ μὴ ἀπηγόρευται τῷ θείῳ νόμῳ, θανατοῦται, κατὰ τὸν νόμον, πῶς ὁ ἀντιλέγων τοῖς κατὰ πνεῦμα πατράσιν, οὐ τὸ πνεῦμα τοῦ Θεοῦ διώκει ἀπ᾽ αὐτοῦ, καὶ τὴν οἰκείαν ἀπόλλυσι ψυχήν; διὰ τοῦτο καὶ συμβούλευσαι καὶ ἐπάκουσον διὰ τέλους τοῖς σοῖς ἐν πνεύματι πατράσιν, ἵνα σωθῇ σου ἡ ψυχή, καὶ κληρονόμος γένῃ τῶν αἰωνίων καὶ ἀκηράτων ἀγαθῶν.
Οὐ πορνεύσεις· ἵνα μὴ ἀντὶ τοῦ εἶναι μέλος τοῦ Χριστοῦ, ὑπάρξῃ πόρνης μέλος, καὶ ἐκκοπῆς τοῦ θείου σώματος, καὶ ἐκπέσῃς τῆς θείας κληρονομίας, καὶ ῥιφθῇς εἰς γέενναν· εἰ γὰρ θυγάτηρ ἱερέως, ἂν ἁλῷ πορνευομένη, ἐννόμως κατακαίεται, ὡς τὸν πατέρα καταισχύνουσα, πόσῳ μᾶλλον ὁ τῷ Χριστοῦ σώματι τοιοῦτον μίασμα προστρίψας, ὑπόδικος ἔσται κολάσεως αἱωνιζούσης; ἀλλ᾽ εἰ μὲν χωρεῖς καὶ παρθενίαν ἄσκησον, ἵνα δυνηθῇς ὅλως γενέσθαι τοῦ Θεοῦ καὶ δι᾽ ἀγάπης τελείας αὐτῷ προσκολληθῆναι, αὐτῷ προσεδρεύων διὰ βίου καὶ μεριμνῶν ἀπερισπάστως ἀεὶ τὰ τοῦ Κυρίου καὶ προκαταλαμβάνων τὴν μέλλουσαν ζωὴν καὶ ὡς Ἄγγελος Θεοῦ ἐπὶ τῆς γῆς πολιτευόμενος· αὐτῶν γάρ ἐστιν ἡ παρθενία καὶ αὐτοῖς ὁμοιοῦται μετὰ σώματος, κατὰ τὸ ἐγχωροῦν, ὁ κολλώμενος τῇ παρθενίᾳ· μᾶλλον δὲ πρὸ τούτων, τῷ πρὸ πάντων τῶν αἰώνων ἐν παρθενίᾳ γεννήσαντι Πατρί, καὶ τῷ παρθένῳ καὶ ἐκ παρθένου Πατρὸς ἐν ἀρχῇ προελθόντι γεννητῶς, καὶ καὶ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων ἐκ Παρθένου Μητρὸς σαρκὶ γεγεννημένῳ, καὶ τῷ ἐκ μόνου Πατρός, οὐ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς προϊόντι ἀπορρήτως Πνεύματι· ᾧ Θεῷ ἐξομοιοῦται, καὶ ἐν ἀφθάρτῳ γάμῳ συναρμόζεται, ὁ ἀληθῆ παρθενίαν ἐπανηρημένος, καὶ ψυχὴν καὶ σῶμα παρθενεύων αἴσθησίν τε πᾶσαν καὶ λόγον καὶ διάνοιαν τοῖς τῆς παρθενίας κάλλεσιν ὡραϊζόμενος· εἰ δὲ μὴ παρθενεύειν προαιρῇ, μηδὲ καθωμολογήσας τοῦτο τῷ Θεῷ, ἔξεστί σοι μίαν γυναῖκα κατὰ νόμους ἐν Κυρίῳ ἀγαγέσθαι, καὶ ταύτῃ μόνῃ συνοικεῖν, καὶ ὡς ἴδιόν σοι σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ, τῶν ἀλλοτρίων πάσῃ δυνάμει ἀπεχόμενος· δυνήσῃ δὲ τούτων τελέως ἀπέχεσθαι, ἐὰν φυλάξῃ τὰς πρὸς αὐτὰς ἀκαίρους συντυχίας, καὶ τοῖς πορνικοῖς λόγοις καὶ ἀκούσμασι μὴ ἐπιτέρπῃ, καὶ αὐτὴν τὴν σὴν ὄψιν τοῦ τε σώματος καὶ τῆς ψυχῆς ἀποστρέψῃς ἀπ᾽ αὐτῶν, ἐφ᾽ ὅσον δυνατόν, καὶ συνεθίσῃς μή περιέργως τῷ κάλλει τῶν προσώπων ἐνορᾶν· ὁ γὰρ ἐμβλέψας γυναικί, πρὸς τὸ ἐπιθυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ κατὰ τοῦτο μέν, ἀκάθαρτος ἐστι τῷ εἰς καρδίαν βλέποντι Χριστῷ· ἀπὸ τούτου δέ, καὶ ἐπὶ τὴν διὰ σώματος αἰσχρουργίαν καταντᾷ ὁ δείλαιος· καὶ τί λέγω πορνείας καὶ μοιχείας, καὶ πάντα τὰ ἐν αὐτῇ τῇ φύσει μύση; καὶ γὰρ καὶ εἰς τὰς παρὰ πᾶσαν φύσιν ἀσελγείας, ἀπὸ τοῦ περιέργως ἐνορᾶν τοῖς τῶν σωμάτων κάλλεσιν, ἀκολάστως κατασύρεται ὁ ἄνθρωπος· σὺ τοίνυν τὰς πικρὰς ἐκκόπτων ῥίζας ἀπὸ σεαυτοῦ, θανατηφόρους οὐκ οἴσεις καρπούς· ἀλλὰ καρπώσῃ τὴν ἁγνείαν, καὶ τὸν ἐν αὐτῇ ἁγιασμόν· οὗ χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον.
Οὐ φονεύσεις, ἵνα μὴ τῆς υἱοθεσίας ἐκπέσῃς, τοῦ καὶ τοὺς νεκροὺς ζωοποιοῦντος, καὶ υἱοποιηθῇς δι᾽ ἔργων, τῷ ἐξ ἀρχῆς ἀνθρωποκτόνῳ· ἐπεὶ δὲ ὁ φόνος ἐκ πληγῆς προβαίνει, ἡ δέ, ἐξ ὕβρεως, αὕτη δὲ ἐξ ὀργῆς· ἡ δὲ ὀργὴ ἡμῖν προσγίνεται ἐκ τῆς παρ᾽ ἑτέρων ἐπιφερομένης ἡμῖν ζημίας, ἢ πληγῆς, ἢ ὕβρεως, διὰ τοῦτο, ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς, εἶπεν ὁ Χριστός· καὶ τὸν πλήττοντα, μὴ ἀντιπλήξῃς· καὶ μὴ ἀνθυβρίσῃς τὸν ὑβρίζοντα· οὕτω γὰρ καὶ σαυτὸν καὶ τὸν κακοῦντά σε τοῦ φονικοῦ πτώματος ἐλευθερώσεις· σὺ μέντοι καὶ τῶν πρὸς Θεὸν ἡμαρτημένων ἕξεις συγχώρησιν· ἄφετε γάρ, φησι, καὶ ἀφεθήσεται ὑμῖν· ὁ δὲ κακολογῶν, καὶ κακοποιῶν ἐκεῖνος, δίκην τίσει, κόλασιν αἰώνιον· ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ μωρέ, ἔνοχός ἐστιν εἰς τὴν γέεναν τοῦ πυρός, εἶπεν ὁ Χριστός· εἰ μὲν οὖν δυνηθῇς πρόρριζον ἀνασπάσαι τὸ κακόν, τὴν τῆς πραότητος μακαριότητα περιποιήσας τῇ ψυχῇ, δόξασον Χριστόν, τὸν διδάσκαλον καὶ συνεργὸν τῶν ἀρετῶν, οὗ χωρὶς καθάπερ ἐδιδάχθης, οὐ δυνάμεθα ποιεῖν τῶν ἀγαθῶν οὐδέν εἰ δὲ μὴ δυνηθῇς ἀόργητος διαμεῖναι, μέμφου σεαυτὸν ὀργιζόμενον, καὶ μετανόει τῷ Θεῷ, καὶ τῷ ὑπὸ σοῦ κακῶς ἀκούσαντι, ἢ παθόντι παρὰ σοῦ· ὁ γὰρ ἐπὶ ταῖς ἀρχαῖς τῆς ἀμαρτίας μεταμελόμενος, εἰς τέλος αὐτῆς οὐκ ἔρχεται· ὁ δὲ ἀναλγήτως ἐν τοῖς μικροῖς διακείμενος, δι᾽ αὐτῶν καὶ τοῖς μεγάλοις περιπεσεῖται·
Οὐ κλέψεις· ἵνα μὴ ὁ τῶν κρυφίων γνώστης, ὡς καταφρονήσαντι αὐτοῦ, ἀποδῶ σοι πολυπλασίονα τὴν τιμωρίαν· μᾶλλον μὲν οὖν καὶ ἀπὸ τῶν προσόντων σοι, κρυφίως παρέξεις τοῖς δεομένοις, ἵνα ἀπολάβης, παρὰ τοῦ ἐν κρυπτῷ βλέποντος Θεοῦ, ἐκατονταπλασίονα καὶ ζωὴν αἰώνιον ἐν τῷ μέλλοντι αἰῶνι.
Οὐ συκοφαντήσεις· ἵνα μὴ ἐξομοιωθῇς τῷ τὴν ἀρχὴν πρὸς τὴν Εὔαν τὸν Θεὸν συκοφαντήσαντι, καὶ ἐπικατάρατος κατ᾽ ἐκεῖνον γένῃ· μᾶλλον μὲν οὖν, εἰ μὴ τῶν πολλῶν εἴη τις βλάβη, καὶ σκεπάσεις τὸ τοῦ πέλας πτῶμα, ἵνα μὴ τῷ Χὰμ ὁμοιωθῇς, ἀλλὰ τῷ Σήμ, καὶ τῷ Ἰάφεθ, καὶ τῆς εὐλογίας ἐπιτύχης.
Οὐκ ἐπιθυμήσεις τί τῶν πλησίον σου· οὐ κτῆμα, οὐ χρῆμα, οὐ δόξαν, οὐδὲν ὅσα τοῦ πλησίον σου, ἐστίν· ἡ γὰρ ἐπιθυμία ἐν τῇ ψυχῇ συλληφθεῖσα, τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον· σὺ δὲ τῶν ἀλλοτρίων οὐκ ἐπιθυμῶν, καὶ τῆς ἐν πλεονεξίᾳ ἁρπαγῆς, εἰ δύνασαι, ἀφέξῃ· μᾶλλον μὲν οὖν καὶ ἀπὸ τῶν σῶν παρέξεις τῷ αἰτοῦντι, καὶ ἐλεήσεις, καθ᾽ ὅσον ἐφικτόν, τὸν χρήζοντα ἐλέους· καὶ οὐκ ἀποστραφήσῃ τὸν θέλοντα δανείσασθαι· κἂν τι τῶν ἀπολλομένων εὕρῃς, ἀνασώσεις τῷ δεσπότῃ, κἂν τῶν ἐχθρωδῶς πρὸς σὲ διακειμένων οὗτος ᾖ· οὕτω γὰρ κἀκεῖνον καταλλάξεις, καὶ νικήσεις ἐν τῷ ἀγαθῷ τὸ κακόν, καθάπερ ὁ Χριστὸς διακελεύεταί σοι· ταῦτα πάσῃ δυνάμει φυλάττων, καὶ ἐν τούτοις ζῶν, ἐναποθήσεις σου τῇ ψυχῇ τὸν τῆς εὐσεβείας θησαυρόν, καὶ εὐαρεστήσεις τῷ Θεῷ, καὶ ἀγαθοποιηθήσῃ ὑπὸ τοῦ Θεοῦ, καὶ τῶν κατὰ Θεόν· καὶ κληρονόμος γενήσῃ τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτῷ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.