Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

Sts Kallistos and Ignatios Xanthopoulos, 31. Σύντομος βιογραφία

ΣΥΝΤΟΜΟΣ ΒΙΟΓΡΑΦΙΑ
ΤΩΝ ΕΝ ΜΟΝΑΧΟΙΣ
ΚΑΛΛΙΣΤΟΥ ΚΑΙ ΙΓΝΑΤΙΟΥ
ΤΩΝ ΞΑΝΘΟΠΟΥΛΩΝ

Κάλλιστος ὁ Ἁγιώτατος Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἐπίκλησιν φέρων τοῦ Ξανθοπούλου, ἥκμασε μὲν ἐπὶ Ἀνδρονίκου τοῦ δευτέρου τῶν Παλαιολόγων, κατὰ τὸ χιλιοστὸν τριακοσιοστὸν ἑξηκοστὸν ἔτος· μαθητεύσας δὲ τῷ Ἁγίῳ Γρηγορίῳ τῷ Σιναίτῃ (οὗ καὶ τὸν βίον ὕστερον εἰς πλάτος συνέγραψεν) ἥσκησεν ἐν τῷ ἁγιωνύμῳ Ὄρει τοῦ Ἀθω, κατὰ τὴν Σκήτην τοῦ Μαγουλᾶ, τὴν ἀντικρὺ τῆς τοῦ Φιλοθέου κειμένην Μονῆς· συνέζησε δὲ τῷ συμμύστῃ αὐτοῦ Μάρκῳ ἐν ὅλοις ἔτεσιν εἰκοσιοκτώ· ἀλλὰ καὶ Ἰγνατίῳ τῷ καὶ αὐτῷ Ξανθοπούλῳ ἐπιτοσοῦτον ἐγένετο φίλτατος, ὡς μίαν ψυχὴν δοκεῖν εἶναι τοὺς ἀμφοτέρους ἐν δυσὶ σώμασι· Πατριαρχεύσας δὲ ὕστερον, καὶ ἐπὶ τὴν Σερβίαν ἐξορμήσας μετὰ τοῦ κλήρου, διὰ τὴν τῆς ἐκεῖσε Ἐκκλησίας εἰρηναίαν ἕνωσιν, διὰ τοῦ τῆς ἁγιότητος Ὅρους διῆλθε· κἀκεῖθεν μετὰ τῆς τοῦ Μαξίμου τοῦ ἐπικαλουμένου Καυσοκαλυβήτου ἀστείας προρρήσεως, τῆς λεγούσης· οὗτος ὁ Γέρων τὴν γραῖάν του ἔχασε, προπεμφθείς, ψάλλοντος ὄπισθεν καὶ τὸ ἐπιτάφιον· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Κἂν τῇ Σερβίᾳ γενόμενος, ἐκεῖσε τοῦ φθαρτοῦ βίου τὸν ἄφθαρτον ἀντηλλάξατο.

Φησὶ δέ που περὶ τουτωνὶ τῶν δύω, καὶ Συμεὼν ὁ Θεσσαλονίκης, ἐν οἷς περὶ τῆς τοῦ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ, θεοποιοῦ προσευχῆς αὐτῷ γίνεται λόγος, ἐπὶ λέξεως τάδε·

[Κεφ. σμέ. σελ. 210 σειρ. 5.] Ἐξαιρέτως δὲ ἐν ταῖς ἡμέραις ἡμῶν ταύταις, περὶ αὐτῆς (δηλ. τῆς προσευχῆς) συνεγράψαντο Πνεύματι, ὡς καὶ αὐτοὶ ὄντες ἐκ Θεοῦ, οἱ θεηγόροι, καὶ θεοφόροι, καὶ χριστοφόροι, καὶ ἔνθεοι ὄντες ἀληθῶς· ὅ,τε ἐν Ἁγίοις Πατὴρ ἡμῶν Κάλλιστος ὁ τῆς Βασιλευούσης γεγονὼς Νέας Ρώμης ἐκ Θεοῦ Πατριάρχης, καὶ ὁ σύμπνους αὐτῷ καὶ συνασκητὴς Ὅσιος Ἰγνάτιος· καὶ βίβλῳ οἰκείᾳ συντεθείσῃ παρ᾽ αὐτῶν, πνευματικῶς τε, καὶ θεοφρόνως, καὶ λίαν ὑψηλῶς ἐφιλοσόφησαν, ἐν ἑκατὸν Κεφαλαίοις, τῷ ἐντελεῖ ἀριθμῷ τελείαν τὴν περὶ ταύτης γνῶσιν ἐκθέμενοι· οἱ καὶ τῆς βασιλίδος ταύτης Πόλεως τελοῦντες βλαστοί, πάντα ὁμοῦ καταλιπόντες, καὶ παρθενικῶς, καὶ μοναχικῶς ἐν ὑποταγῇ πρὶν πολιτευσάμενοι, καὶ ἀσκητικῶς ὁμοῦ, καὶ οὐρανίως ὕστερον, καὶ ἀδιαιρέτως ζήσαντες, καὶ τὸ ἓν ἐν Χριστῷ, (ὅπερ αὐτὸς Χριστὸς πρὸς τὸν Πατέρα περὶ ἡμῶν πάντων ηὔξατο), ἐν ἑαυτοῖς ἐξαιρέτως διαφυλάξαντες, ὡς φωστῆρες, κατὰ Παῦλον, ἐν κόσμῳ ζωῆς ἐπέχοντες λόγον, ὥφθησαν· σχεδὸν γὰρ ὑπὲρ πολλοὺς τῶν ἡγιασμένων τὸ τῆς ἐνώσεως, ἐν Χριστῷ, καὶ ἀγάπης κατώρθωσαν, ὡς μηδὲ ὑπονοηθῆναί ποτε διαφθοράν τινα, ἄχρι καὶ νεύματος, καὶ ἤθους, ἐν τούτοις, ἢ πρὸς στιγμήν τινα λύπην· ὅπερ ἐν ἀνθρώποις, σχεδὸν ἀμήχανον.

Καὶ διὰ τοῦτο Ἀγγελικοὶ γεγονότες, καὶ τὴν τοῦ Θεοῦ εἰρήνην, ὡς ηὔξατο, συντηρήσαντες καὶ κτησάμενοι ἐν ἑαυτοῖς, ἥτις ἐστιν Ἰησοῦς Χριστὸς ἡ εἰρήνη ἡμῶν (Παῦλος ἔφη) ὁ ποιήσας τὰ ἀμφότερα ἓν οὗ καὶ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει· μεταστάντες εἰρηνικῶς, νῦν τῆς ἀνωτάτω κατατρυφῶσι γαλήνης, καὶ καθαρώτερον ἄρτι τὸν Ἰησοῦν βλέπουσιν, ὅν περ ἐκ ψυχῆς ἠγάπησαν, καὶ ὃν ἀληθῶς ἐζήτησαν, καὶ ἕν εἰσι μετ᾽ αὐτοῦ, καὶ τοῦ φωτὸς αὐτοῦ τοῦ γλυκυτάτου καὶ θείου ἀκορέστως μετέχουσιν, οὗ καὶ τοὺς ἀρραβῶνας ἔλαβον ἀπὸ τῶν ἐντεῦθεν, κεκαθαρμένοι γεγονότες θεωρίᾳ καὶ πράξεσι· καὶ τῆς θείας ἐλλάμψεως τῆς ἐν τῷ Ὄρει, ὡς καὶ οἱ Ἀπόστολοι, τετυχήκασι· καὶ δέδεικται τοῦτο πολλοῖς ἐναργῶς εἰς μαρτύριον, τὴν ὄψιν ἀστράπτοντες κατὰ τὸν Στέφανον ὁραθέντες, ὡς οὐ τῇ καρδίᾳ μόνον, ἀλλὰ καὶ τῇ ὄψει τούτων ἐγχυθείσης τῆς χάριτος· διὸ καὶ κατὰ τὸν Μέγαν ἐκεῖνον Μωϋσῆν ὥφθησαν (ὡς μεμαρτυρήκασιν οἱ ἰδόντες) ἀστράψαντες ἡλιοειδῶς τῇ μορφῇ· οἱ καὶ ὡς τὸ μακάριον τοῦτο καλῶς πεπονθότες πάθος καὶ πείρᾳ γινώσκοντες, τρανῶς δηλοῦσι καὶ περὶ τοῦ θείου φωτός, τῆς φυσικῆς τοῦ Θεοῦ ἐνεργείας καὶ χάριτος, καὶ μάρτυρας παράγουσι τοὺς ἁγίους, ὡς καὶ περὶ τῆς ἱερᾶς προσευχῆς.

· Contents ·