Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
Sts Kallistos and Ignatios Xanthopoulos, Τῶν ἐν Μοναχοῖς Καλλίστου καὶ Ἰγνατίου τῶν…
ΤΩΝ ΕΝ ΜΟΝΑΧΟΙΣ
ΚΑΛΛΙΣΤΟΥ ΚΑΙ ΙΓΝΑΤΙΟΥ
ΤΩΝ ΞΑΝΘΟΠΟΥΛΩΝ
ΜΕΘΟΔΟΣ ΚΑΙ ΚΑΝΩΝ ΣΥΝ ΘΕΩΙ ΑΚΡΙΒΗΣ.
ΚΑΙ ΠΑΡΑ ΤΩΝ ΑΓΙΩΝ ΕΧΩΝ ΤΑΣ ΜΑΡΤΥΡΙΑΣ,
ΠΕΡΙ ΤΩΝ ΑΙΡΟΥΜΕΝΩΝ ΗΣΥΧΩΣ ΒΙΩΝΑΙ, ΚΑΙ ΜΟΝΑΣΤΙΚΩΣ.
Περί τε ἀγωγῆς καὶ πολιτείας καὶ διαίτης αὐτῶν καὶ περὶ τοῦ ὅσων καὶ ἡλίκων ἀγαθῶν πρόξενος ἡ ἡσυχία καθίσταται τοῖς λόγῳ μετιοῦσιν αὐτήν· διακέκριται δὲ ἡ παροῦσα τοῦ λόγου πραγματεία ἐν κεφαλαίοις ἑκατόν, τὸ δὲ τοῦ λόγου Προοίμιον, ὅπερ καὶ πρώτου κεφαλαίου ἀριθμὸν κέκτηται, ἐστὶ περὶ τῆς δι᾽ Ἁγίου Πνεύματος τοῖς πιστοῖς ἐνυπαρχούσης θείας καὶ ὑπερφυοῦς δωρεᾶς τε καὶ χάριτος.
Ἔδει μὲν ἡμᾶς, κατὰ τοὺς θείους φάναι χρησμούς, θεοδιδάκτους τυγχάνοντας, ὡς τὸν καινὸν νόμον ἀρρήτως ἐν καρδίᾳ ἐγγεγραμμένον, πυρσοῦ τηλαυγέστερον, περιφέροντας· καὶ ἀγαθῷ καὶ εὐθυτάτῳ πηδαλιουχουμένους Πνεύματι, οἷα τέκνα, καὶ κληρονόμους μὲν Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ, ἀγγελομιμήτως τε πολιτεύεσθαι· μηδόλως δεῖσθαι τοῦ διδάξαντος, γνῶναι τὸν Κύριον· νῦν δὲ ἡ ἐκ πρώτης ἡμῶν τριχὸς περὶ γε τὸ κρεῖττον ἀποβουκόλησις, καὶ ἡ εἰς τὸ χεῖρον παρατροπή· πρὸς δέ, καὶ ὁ τοῦ δεινοῦ βελίαρ φενακισμός, καὶ ἡ καθ᾽ ἡμῶν τυραννὶς ἄσπονδος, πόρρω θέειν τῶν σωτηρίων, καὶ θεουργῶν ἐντολῶν ἡμᾶς κακίστως διέθετο· κατά τε κρημνῶν ψυχωλέθρων φέρεσθαι· καὶ τὸ οἰκτρότατον· καθ᾽ ἑαυτῶν καὶ φρονεῖν, καὶ πράττειν ἡρέθισεν· ὅθεν καὶ κατὰ τὸ θεῖον λόγιον· οὐκ ἔστιν ὁ συνιών· οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· ἅμα γὰρ πάντες ἀτραποῦ τῆς εὐθείας ἐκκλίναντες, ἠχρειώθημεν· καὶ διὰ τοῦτο σάρκες τὸ ὅλον χρηματίζοντες; καὶ τῆς σελασφόρου· καὶ θεϊκῆς χάριτος ὑστερούμενοι, τῆς παρ᾽ ἀλλήλων πρὸς τὰ καλὰ ῥοπῆς τε, καὶ βοηθείας ἐπιδεόμεθα.
Ὅτι χάριν ἐπερωτήσεώς τινος ἀδελφοῦ· καὶ κατὰ τὸν ἐκείνου σκοπόν· ναὶ μήν, καὶ τηρήσεως ἐντολῆς Πατρικῆς, οὕτως ἡ παροῦσα ἐξηπλώθη τοῦ λόγου ὑπόθεσις.
Ἐπεὶ δὲ σύ, πόθῳ κατὰ τὸ κυριακὸν λόγιον τοῦ ἐρευνᾶν τὰς θείας, καὶ ζωοπαρόχους γραφάς, καὶ μυεῖσθαι ἀνεπισφαλῶς, καὶ παρ᾽ ἡμῶν τῶν ἀχρείων πολλάκις ἀπήτησας λόγον, καὶ κανόνα ἔγγραφον, ὡφελείας χάριν τῆς σῆς, ἴσως δὲ καὶ ἑτέρων, ὡς αὐτὸς φής· κἂν μὴ πρότερον γοῦν, ἀλλά γε νῦν, Θεοῦ συνάρσει, δεῖν κεκρίκαμεν ἀποπεράναι τὸ σὸν ἐπαινετὸν καταθύμιον· τῆς μὲν συντρόφου ἡμῖν ῥαθυμίας, ἕνεκα τῆς ἀγάπης, καὶ τῆς σῆς λυσιτελείας, ἀμνημονήσαντες· σὲ δ᾽ ἀγάμενοι τὰ μάλιστα τῆς περὶ τὰ καλὰ σπουδῆς, καὶ τῆς ἐμμόνου φιλοπονίας· Πνευματικὸν τέκνον, καὶ λίαν φίλτατον· καὶ πρό γε τούτων, τὸ ἀπὸ τοῦ Θεοῦ δεδοικότες πρόκριμα ὅπερ κατὰ τοῦ τὸ τάλαντον ἀποκρύπτοντος, ἠπείληται φοβερῶς πρὸς δὲ τοῖς εἰρημένοις, καὶ πατρικὸν ἐκπληροῦντες παράγγελμα· ὃ πρὸς ἡμᾶς ἐνετείλαντο οἱ ἡμῶν Πατέρες, καὶ πνευματικαὶ διδάσκαλοι, ὡς ἂν καὶ θεοφιλέσιν ἄλλοις, τὰ παρ᾽ ἐκείνων δεδιδαγμένα πιστεύσωμεν· Θεὸς δ᾽ ἄρα ὁ τῆς ἀγάπης Πατήρ, καὶ πάντων χρηστῶν ἁπαξαπλῶς ἀφθονοπάροχος πρύτανις, δοίη μὲν ἡμῖν τοῖς βραδέσι καὶ ἰσχοφώνοις, λόγον καίριον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, ὁ καὶ πολλάκις ζώοις ἀλόγοις λόγον ἐμπνεύσας, εἰς τὴν τῶν ἀκουόντων ὠφέλειαν· σοὶ δέ, καὶ πᾶσι τοῖς ἐντυγχάνουσι τοῖς δε, κατὰ τὸν σὸν λόγον, προσθείη ὡτίον τοῦ σοφῶς τε, καὶ ἐπιστημόνως τούτων ἀκροᾶσθαι, καί, ὡς φίλον αὐτῷ ἀκλινῶς πολιτεύεσθαι· ὅτι χωρὶς αὐτοῦ, ὡς γέγραπται, οὐ δυνάμεθα ποιεῖν οὐδέν, τῶν χρησίμων καὶ σωτηρίων· καὶ ὅτι, ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· καὶ ταῦτα μὲν οὕτως.
Ὅτι παντὸς πράγματος ὁ σκοπὸς προηγεῖται· καὶ ὁ σκοπὸς τοίνυν τῆς παρούσης πραγματείας, τὸ μαθεῖν τίς ὁ θεμέλιος.
Ἐπεὶ δὲ παντὸς πράγματος ὁ σκοπὸς προηγεῖται· σκοπὸς δ᾽ ἀμφοτέρων· ἡμῶν μέν, τοῦ πρὸς δύναμιν τὰ πρὸς τὴν σὴν ἐξειπεῖν πνευματικὴν αὔξησιν συντείνοντα· σοῦ δέ, τοῦ κατὰ τὰ εἰρημένα γνησίως βιῶναι· δέον πρὸ παντὸς ἑτέρου διεξετάσαι, πρὸς οἷον ἄρα τὸ πλήρωμα τῆς κατὰ Χριστὸν οἰκοδομίας ἐνοπτριζόμενοι, καὶ ἀρχὴν βάθρου χρήσιμον καταβάλλοντες, ἐφεξῆς, καιροῦ καλοῦντος, μᾶλλον δὲ τῆς ἄνωθεν ἀρωγῆς πλουσίως εὐμοιρηκότες, καὶ ὄροφον ἐπάξιον, τῇ ἀρχιτεκτονίᾳ τοῦ πνεύματος ἐπιθήσομεν.
Ὅτι πάσης κατὰ Θεὸν πραγματείας ἀρχή, τὸ κατὰ τὰς ἐντολὰς τοῦ σωτῆρος πολιτεύεσθαι· τέλος δὲ τὸ ἐπανελθεῖν πρὸς τὴν ἀρχῆθεν δωρηθεῖσαν ἡμῖν διὰ τοῦ θείου Βαπτίσματος τελείαν χάριν τοῦ παναγίου καὶ ζωαρχικοῦ Πνεύματος.
Ἀρχὴ τοίνυν πάσης τῆς κατὰ Θεὸν πραγματείας, ὡς ἐν συντόμῳ διαλαβεῖν, τὸ σπεύδειν ἡμᾶς παντὶ τρόπῳ, καὶ πάσει δυνάμει, πολιτεύεσθαι κατὰ τὴν θεσμοθεσίαν πασῶν τῶν θεοποιῶν ἐντολῶν τοῦ σωτῆρος τέλος δέ, τὸ ἐπανελθεῖν διὰ τῆς τούτων τηρήσεως, πρὸς τὴν ἄνωθεν καὶ ἐξ αὐτῆς ἀρχῆς προῖκα δοθεῖσαν ἡμῖν, ἐκ τῆς ἱερᾶς κολυμβήθρας, τελείας πνευματικὴν τῆς χάριτος ἀναμόρφωσιν, καὶ ἀνάπλασιν, ἢ, εἴτι σοι φίλον τὸ τοιοῦτον δῶρον ἀποκαλεῖν· καὶ τὸν παλαιὸν Ἀδὰμ σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις ἀποθεμένους, τὸν νέον, καὶ πνευματικὸν ἐνδύσασθαι, ὅς ἐστιν ὁ Κύριος Ἰησοῦς Χριστός· ὡς φησιν ὁ θειότατος Παῦλος· τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· καὶ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
Περὶ τοῦ τίς ἡ χάρις καὶ πῶς ἂν γένοιτο ἡμῖν ταύτης ἐπιτυγεῖν. Καὶ τίνα τὰ ταύτην θολοῦντα, τίνα δ᾽ αὖ τὰ ἀνακαθαίροντα.
Ἀλλὰ τίς ἡ χάρις, καὶ πῶς ἂν γένοιτο ἡμῖν ταύτης ἐπιτυχεῖν· καὶ τίνα μὲν τὰ ταύτην θολοῦντα, τίνα δ᾽ αὖ τὰ ἀνακαθαίροντα ὁ τὴν ψυχὴν καὶ τὴν γλῶτταν παντὸς χρυσίου λαμπρότερος, δηλώσει σοι οὕτω λέγων· τί δέ ἐστι τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα; «σαφέστερον μὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σημείων τὰ χαρίσματα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι· ὁμοῦτε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει, τῷ πνεύματι καθαιρομένη· καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθά τινα αἴγλην· ὥσπερ γὰρ εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμπειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς· οὕτω καὶ ἡ ψυχὴ καθαιρομένη, καὶ ἀργύρου παντὸς λαμπροτέρα γενομένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, εἰς δόξαν τὴν ἐγγινομένην· καὶ τοιαύτην, οἵαν εἰκὸς ὑπὸ Κυρίου Πνεύματος· Καὶ μετ᾽ ὀλίγου· βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν Ἀποστόλων αἰσθητικώτερον; ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει· Πέτρον, οὗ αἱ σκιαὶ ἴσχυον· οὐ γὰρ ἂν, εἰ μὴ βασιλέως ἔφερον εἰκόνα, καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ μαρμαρυγαί· τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργουν· βασιλέως, γὰρ ἱμάτια καὶ τοῖς λῃσταῖς φοβερά· θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώματος λάμπουσαν ταύτην; ἀτενίσαντες φησίν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον Ἀγγέλου»· ἀλλ᾽ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀπαστράπτουσαν δόξαν· ὅπερ γὰρ Μωῦσῆς ἐπὶ τοῦ προσώπου τότε εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιεφέροντο· μᾶλλον δὲ καὶ πολλῷ πλέον· τὸ μὲν γὰρ Μωϋσέως, αἰσθητικώτερον ἦν· τοῦτο δὲ ἀσώματον.
Καὶ καθάπερ πυραυγῆ σώματα ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὰ πλησίον ἀπορρέοντα, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς· οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει· διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν, οἴμοι· καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρόν· ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας, οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητὰ ἐππεῖσθαι· «αὕτη γὰρ ἡ δόξα ἡ ἀπόρρητος, καὶ φρικώδης· μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει· λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων· καὶ τῇ πυκνότητι τῶν νεφῶν, ἀποκρουόμενοι τὰς ἀκτῖνας, καὶ αὖθις ἀλλαχοῦ· τὰ σώματα τῶν εὐηρεστηκότων Θεῷ, τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς· καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ ἴχνη ἀμυδρὰ, καὶ ἐν τῇ παλαιᾷ, καὶ ἐν τῇ καινῇ, δοθῆναι παρεσκεύασεν ὁ Θεός· ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωῦσέως, τοσαύτῃ κατελάμπετο τότε δόξῃ ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς· » ἐν δὲ τῇ καινῇ, τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τοῦ Χριστοῦ· ἀκήκοας τῶν ρημάτων τοῦ πνεύματος; συνῆκας τοῦ μυστηρίου τὴν δύναμιν; ἐπέγνως ὁποῖαι μὲν αἱ ὡδῖνες τῆς τελείας ἐν ἡμῖν ἐκ τῆς ἱερᾶς κολυμβήθρας πνευματικῆς ἀναπλάσεως, ἡλίκαι δὲ αἱ ἐπικαρπίαι, καὶ τὸ πλήρωμα, καὶ τὰ ἔπαθλα; καὶ ὅπως τῶν ἐφ᾽ ἡμῖν ἐστι, τὸ ταύτην τὴν ὑπερφυᾶ χάριν, καὶ αὐξάνειν, καὶ ἐλατοῦν, ἤγουν φανεροῦν, καὶ ἀμαυροῦν; ὅσον τὸ καθ᾽ ἡμᾶς; τὰ δέ ἐστιν, ἡ τῶν βιωτικῶν πραγμάτων θύελλα, καὶ ἡ ἐξ αὐτῶν ἀποτικτομένη τῶν παθῶν σκοτομήνη, ἃ δίκην χειμῶνος, ἦ ἀγρίου χειμάρρου ἡμῖν ἐπιρρυέντα, καὶ τὴν ψυχὴν κατακλύζοντα, οὐδὲ ἀναπνεῦσαι, ἢ ἐνατενίσαι ταύτην ἐῶσι πρὸς τὸ ὄντως ὃν καλόν, καὶ μακάριον, δι᾽ ὃ καὶ γεγένηται· ἀλλ᾽ ὅλως ὅλην, τῷ σάλῳ καὶ τῷ καπνῷ τῶν ἡδονῶν δυνηθεῖσαν καὶ δριμυθεῖσαν, σκοτίζουσι, καὶ ὑποβρύχιον ἀπεργάζονται· ὥσπερ γοῦν τὰ τούτων αὖθις ἐναντία, ἤτοι τὰ διὰ τῶν θεοποιῶν ἐντολῶν ἀπογεννώμενα, τοῖς μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα περιπατοῦσι, πνεύματι γάρ, φησι, περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὗ μὴ τελέσητε· ὀνήσιμα πέφηκε, καὶ σωτήρια· καὶ πρὸς αὐτὸν, δίκην κλίμακος, φέροντα τὸν κολοφῶνα, καὶ τὸ ἀκρότατον τῶν ἀναβαθμῶν, τὴν ἀγάπην, ἥτις ἐστὶν ὁ Θεός.
Ὅτι ἐν μὲν τῷ Ἁγίῳ Βαπτίσματι, δωρεὰν τὴν θείαν χάριν δι᾽ αὐτῆς δεχόμεθα, ταύτην δὲ τοῖς πάθεσι συγκαλύψαντες αὖθις τῇ τῶν ἐντολῶν ἐκπληρώσει, ταύτην ἀνακαθαίρομεν.
Ἀλλὰ τότε μὲν ἐν τῇ θείᾳ μήτρᾳ, δηλονότι τῇ ἱερᾷ κολυμβήθρᾳ, δωρεὰν τὸ ὅλον τελείαν, τὴν θείαν χάριν δεχόμεθα· εἰ δέ πως ἐσύστερον, τῇ τῶν προσκαίρων παραχρήσει καὶ τῇ τῶν βιωτικῶν πραγμάτων φροντίδι, καὶ τῇ τῶν παθῶν ἀχλύι, ταύτην, ὡς μὴ ὥφελε, συγκαλύψαιμεν ἕξεσιν ἡμῖν, καὶ οὕτω διὰ μετανοίας, καὶ τῆς τῶν θεουργῶν ἐντολῶν ἐκπληρώσεως, αὖθις ἐπαναλαβεῖν τὴν τοιαύτην ὑπερφυᾶ φαιδρότητα, καὶ ἀνακτήσασθαι, καὶ τὴν ταύτης φανέρωσιν κατιδεῖν τηλαυγέστατα· τῆς ἑκάστου κατὰ τὸ μέτρον μέν τοι ἐν πίστει ἐπιμελείας, καὶ ἡ ταύτης ἐμφάνεια ἀποκαλύπτεται· καὶ πρό γε τούτων, τῇ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἀντιλήψει, καὶ εὐδοκίᾳ· ὡς λέγει ὁ Ἅγιος Μάρκος· «ὁ Χριστὸς τέλειος Θεὸς ὤν, τελείαν τοῖς βαπτισθεῖσι τὴν χάριν τοῦ Ἁγίου Πνεύματος ἐδωρήσατο· προσθήκην μὲν παρ᾽ ἡμῶν οὐ λαμβάνουσαν· ἀποκαλυπτομένην δὲ ἡμῖν καὶ ἐμφανιζομένην, κατὰ ἀναλογίαν τῆς τῶν ἐντολῶν ἐργασίας· καὶ προσθήκην ἡμῖν τῆς πίστεως παρέχουσαν· ἕως ἂν καταντήσωμεν πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ»· εἴτι οὖν προσφέρομεν ἐν αὐτῷ ἀναγεννηθέντες, καὶ τοῦτο ἤδη παρ᾽ αὐτοῦ, καὶ ἐξ αὐτοῦ τοῦ ἐν ἡμῖν κεκρυμμένου.
Ὅτι δεῖ τὸν κατὰ Θεὸν πολιτευόμενον, πάσας τὰς ἐντολὰς μετιέναι· τὸ δὲ πλεῖστον μέρος τῆς ἐργασίας, ἀπονέμειν πως ταῖς τῶν ἅλλων πρώταις, καὶ οἷον γενικωτέραις.
Ἐπεὶ οὖν, ἡ μὲν ἀρχὴ καὶ ἡ ῥίζα πάσης ὡς ἔφημεν, τῆς δὲ τῆς πραγματείας, τὸ κατὰ τὰς σωτηρίους ἐντολὰς πολιτεύεσθαι· τὸ δὲ τέρμα, καὶ ὁ καρπός, τοῦ ἐπαναδραμεῖν πρὸς τὴν διὰ τοῦ βαπτίσματος τὸ πρῶτον δωρηθεῖσαν ἡμῖν τελείαν χάριν τοῦ πνεύματος, ἐν ἡμῖν μὲν οὖσαν· ἀμεταμέλητα γὰρ τοῦ Θεοῦ, φησί, τὰ χαρίσματα· ἀλλὰ συγκεχωσμένην τοῖς πάθεσιν, ἀποκαλυπτομένην δὲ τῇ τῶν θεουργῶν ἐντολῶν ἐργασία προσῆκον, διά γε τῆς κατὰ τὸ δυνατὸν ἐκπληρώσεως πασῶν τῶν τοιούτων ἐντολῶν, τὴν ἐν ἡμῖν φανέρωσιν τοῦ πνεύματος, παντὶ τρόπῳ σπεύδειν ἀνακαθάραι, καὶ ἐμφανέστατα ἐποπτεῦσαι· «λύχνος γάρ, φησι πρὸς τὸν Θεὸν ὁ μακάριος Δαβίδ, τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου· καί, ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Καί, πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· καὶ ὁ Ἐπιστήθιος· ὁ τηρῶν τὰς ἐντολάς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖται οὐκ εἰσί, καὶ ὁ σωτὴρ δέ, ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν· καὶ ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσωμεν· καί, ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· » μάλιστα δὲ τούτων, ταῖς πρώταις, καὶ γενικωτέραις, καὶ οἱονεὶ μητράσι τῶν λοιπῶν, τὴν πλείστην μοῖραν τῆς ἐργασίας ἀποδιδόναι πως· οὕτω γάρ, σὺν Θεῷ, ἀπταίστως καὶ τοῦ προκειμένου σκοποῦ, αὐτῆς δηλαδὴ τῆς καλῆς ἐνάρξεως, καὶ τοῦ τέλους τῆς ἐφέσεως ἐπιτύχοιμεν ἄν· ἤτοι τῆς τοῦ πνεύματος φανερώσεως.
Ὅτι ἀρχὴ πάσῃς θεοφιλοῦς ἐργασίας ἡ μετὰ πίστεως ἐπίκλησις τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μετ᾽ αὐτῆς, ἡ ἐξ αὐτῆς ἀνατέλλουσα εἰρήνη, καὶ ἀγάπη.
Ἀρχὴ μέντοι πάσης θεοφιλοῦς ἐργασίας, ἡ μετὰ πίστεως ἐπίκλησις τοῦ σωτηρίου ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτὸς ἀπεφήνατο· χωρὶς ἐμοῦ, οὐ δύνασθε ποιεῖν οὐδέν· καὶ μετὰ ταύτης, ἡ εἰρήνη· δεῖ γάρ, φησι, προσεύχεσθαι, χωρὶς ὀργῆς, καὶ διαλογισμῶν· καὶ ἡ ἀγάπη· ὅτι ὁ Θεὸς ἀγάπη ἐστι, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ· αὔτη δὲ ἡ εἰρήνη καὶ ἡ ἀγάπη, οὐ μόνον εὐπρόσδεκτον ποιοῦσι τὴν εὐχήν, ἀλλὰ καὶ ἑξ αὐτῆς πάλιν τῆς εὐχῆς, γεννῶνται, καὶ ἀνατέλλουσι, δίκην διδύμων ἐνθέων ἀκτίνων· καὶ αὔξονται, καὶ τελειοῦνται.
Ὅτι δι᾽ ἑκάστου τούτων, καὶ ὁμοῦ τῶν τριῶν, ἡ πάντων τῶν ἀγαθῶν σωρεία ἐπιδαψιλεύεται ἡμῖν.
Ἀπὸ δὴ τούτων, μᾶλλον δὲ δι᾽ ἑκάστου τούτων, καὶ ὁμοῦ τῶν τριῶν, ἡ τῶν ἀγαθῶν ἡμῖν πάντων σωρεία ἐπιδαψιλεύεται, καὶ πλημμυρεῖ· διὰ μὲν γὰρ τῆς ἐν πίστει ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ ἔλεος, καὶ τὴν τῷ ὄντι ζωήν, ἐν αὐτῷ κεκρυμένην οὖσαν, βεβαίως ἐλπίζομεν λήψεσθαι· ὡς ἄλλης θείας πηγῆς ἀεννάου, ὑπερβλύζοντος αὐτά, τοῦ ἔνδον καρδίας καθαρῶς ἐπιβοωμένου ὀνόματος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· διὰ δὲ τῆς πάντα νοῦν ὑπερεχούσης, καὶ ὅριον οὐδὲν ἐχούσης, εἰρήνης, τῆς πρὸς Θεόν, καὶ ἀλλήλους καταλλαγῆς ἀξιούμεθα· διὰ δὲ τῆς ἀγάπης, ἧς τὸ κλέος ἀσύγκριτον, ὡς οὔσης τέλος καὶ κεφάλαιον τοῦτε νόμου, καὶ τῶν Προφητῶν· καὶ δὴ καὶ τὸν Θεὸν ἀγάπην ὁνομάζεσθαι· ὁλικῶς τῷ Θεῷ συναπτόμεθα, καταργουμένης τῆς ἁμαρτίας ἡμῶν τῇ τοῦ Θεοῦ δικαιοσύνῃ, καὶ τῇ δι᾽ ἀγάπης ἐν ἡμῖν παραδόξως ἐνεργουμένῃ υἱοθεσίᾳ τῆς χάριτος· ἡ γὰρ ἀγάπη, φησι καλύψει πλῆθος ἁμαρτιῶν· καὶ ἡ ἀγάπη πάντα στέγει· πάντα πιστεύει· πάντα ἐλπίζει· πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
Ὅτι καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῷ καιρῷ τοῦ Σωτηρίου πάθους, ταῦτα τοῖς μαθηταῖς οἷόν τινας ἐξιτηρίους ἐντολάς, καὶ κλῆρον ἔνθεον κατέλιπε τοῖς ἰδίοις· ὡσαύτως καὶ μετὰ τὴν ἀνάστασιν.
Ὅθεν καὶ αὐτὸς ὁ πανάγαθος, καὶ γλυκύτατος Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὅτε πρὸς τὸ ὑπὲρ ἡμῶν ἐκούσιον αὐτοῦ πάθος ἀφίκετο, καὶ ὅτε μετὰ τὴν ἀνάστασιν τοῖς Ἀποστόλοις ὤφθη· ναὶ μὴν καὶ ἡνίκα πρὸς τὸν ἑαυτοῦ φύσει, καὶ ἡμῶν χάριτι Πατέρα ἔμελλεν ἐπανέρχεσθαι, ἄτε Πατὴρ γνήσιος καὶ φιλόστοργος, οἱονεί τινας ἐξιτηρίους ἐντολάς, καὶ παραμυθίας, προσηνεῖς, καὶ γλυκύτατα καὶ βέβαια, ὡς εἰπεῖν, ὅμηρα· μᾶλλον δὲ κληρονομίαν θεοπάροχον ἀναφαίρετον· ταῦτα πᾶσι τοῖς ἰδίοις κατέλιπε· καὶ τοῦτο μέν, οἷς φησι πρὸς τοὺς μαθητάς, τοῦ σωτηρίου πάθους ἐπιστάντος, οὕτως· «Ὅ,τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω· καί. ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὅσα ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν· ἕως ἄρτι οὐδὲν ἠτήσατε ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ῇ πεπληρωμένη· καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ αὖθις μετὰ τὴν ἀνάστασιν· σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς, καὶ τὰ ἑξῆς· τούτοις ἀκόλουθα διαγορεύει καὶ ὁ ἐπιστήθιος· πολλὰ μὲν οὖν, καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ ὁ θεσπέσιος Παῦλος· ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει, καὶ τὰ ἑξῆς· καὶ γοῦν καὶ ἐν ταῖς τῶν Ἀποστόλων οὕτως ἀναγέγραπται πράξεσι· τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε· γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ παντὶ τῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε· ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν· ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής· καὶ μετ᾽ ὀλίγα· καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς, καὶ αὖθις ὁ σωτήρ· ἐδόθη πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· τοῦτο δὲ πάλιν, δι᾽ ὧν ὁ Θεάνθρωπος Κύριος εἴρηκε πρὸς τοὺς Ἀποστόλους πρὸ τοῦ σταυροῦ· εἰρήνην ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· καὶ ταῦτα λαλῶ, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· καὶ αὕτη ἐστὶν ἡ ἐμὴ ἐντολή, ἵνα ἀγαπᾶτε ἀλλήλους· καὶ ἐν τούτῳ γνώσονται πάντες. ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις· καθὼς ἠγάπησέ με ὁ Πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ· ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ».
Καὶ αὖθις μετὰ τὴν ἔγερσιν, κατὰ διαφόρους ὥρας πολλάκις, δεδωκὼς φαίνεται τὴν εἰρήνην, ἐμφανιζόμενος τοῖς ἰδίοις καὶ λέγων, εἰρήνη ὑμῖν· καὶ πρὸς τὸν Πέτρον δὲ ᾧ καὶ τὴν ἡγεμονίαν τῶν μαθητῶν ἐνεπιστεύσατο, ἀντέκτισίν τινα τῆς πρὸς αὐτὸν τὸν Κύριον Ἰησοῦν Χριστὸν διαπύρου ἀγάτης, τὴν τοῦ ποιμνίου φροντίδα ἐπιδεικνύμενος εἶναι· οὕτω τὸ τρίτον φησίν· εἴ με φιλεῖς Πέτρε πλέον τῶν ἄλλων, ποίμαινε τὰ πρόβατά μου· εἴποι δ᾽ ἄντις ἴσως οὐκ ἀπὸ σκοποῦ καὶ τοῦτο· ὅτι διά γε τῶν δηλωθέντων ἐξαισίων τουτωνὶ τριῶν, ἀποτίκτεται ἡμῖν ἕτερά τινα τρία ἐξαίρετα· τά δέ ἐστιν· ἡ τῆς ψυχῆς κάθαρσις, ὁ φωτισμὸς καὶ ἡ τελείωσις.
Ὅτι ἐν τούτοις τοῖς τρισὶ συνεξύφανται πᾶσαι αἱ ἀρεταί.
Εἰ δέ τις ἀκριβῶς ἐθελήσειεν ἐξετάσαι ἐναργῶς, ἐν τουτωὶ τῷ τριπλόκῳ, καὶ οἶον ἀρρήκτῳ σπαρτίῳ, εὑρήσει αἰωρημένην, καὶ συνεξυφασμένην, πᾶσαν τὴν τῶν ἀρετῶν ἄφθονον καὶ θεότευκτον ἁλουργίδα· καὶ γὰρ οἱά τις τιμία ἅλυσις, καὶ σειρὰ ποικιλόχρυσος, πέφυκεν ἡ κατὰ Θεὸν πολιτεία, μίαν τῆς μιᾶς ἐξηρτημένην ἀρετὴν εὐαγῶς ἔχουσα, καὶ εἰς τὸ ἓν συνηρμοσμένας ἁπάσας· καὶ γοῦν καὶ ἓν ἔργον αἱ πολλαὶ καταρτίζουσιν, ὅπέρ ἐστι τὸ θεωθῆναι τὸν εἰληκρινῶς αὐταῖς συζῶντα ἄνθρωπον· συνδέσμους οἷον δή τινας καὶ κρίκους, πλουτοῦσαί πως αὐτήν τε τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ φίλτατον τοῦ ὀνόματος ἐν πίστει, εἰ βούλει δὲ καὶ ἐλπίδι, καὶ ταπεινώσει, σωτήριον ἐπίκλησιν, καὶ τὴν εἰρήνην ἅμα καὶ τὴν ἀγάπην, τὸ θεοφύτευτον ὄντως καὶ τριστέλεχον δένδρον, ζωοπάροχον· οὖ ὁ κατὰ καιρὸν ἁπτόμενος, καὶ ὡς εἰκὼς μεταλαμβάνων, οὐ θάνατον, ὡς πρωτόπλαστος, ἀλλὰ ζωὴν τρυγᾷ ἀνώλεθρον καὶ αἰώνιον.
Ὅτι καὶ ἡ διὰ Θεοῦ Πατρὸς πρὸς πιστοὺς τοῦ Ἁγίου Πνεύματος δωρεά, καὶ ἐπέλευσις, ἐν Χριστῷ Ἰησοῦ, καὶ ἐν τῷ ἁγίῳ αὐτοῦ ὀνόματι ἐπιβραβεύεται.
Ναὶ μήν, καὶ ἡ διὰ Θεοῦ Πατρὸς πρὸς πιστοὺς τοῦ Ἁγίου Πνεύματος δωρεά, καὶ ἐπέλευσις, ἐν Χριστῷ Ἰησοῦ, καὶ ἐν τῷ ἁγίῳ αὐτοῦ ὀνόματι ἐπιβραβεύεται· ὡς φησιν αὐτὸς ὁ ὑπέρθεος, καὶ φιλόψυχος Κύριος Ἰησοῦς Χριστὸς πρὸς τοὺς Ἀποστόλους· «ὅτι συμφέρει ἡμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· καὶ ὅταν δὲ ἔλθη ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ αὖθις· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου».
Ὅτι εἰκότως τοῖς ἁγίοις ἡμῶν διώρισται πατράσι, καὶ μετὰ τοῦ ἐνοικοῦντος αὐτοῖς Ἁγίου Πνεύματος προσεύχεσθαι ἡμᾶς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ παρ᾽ αὐτοῦ ζητεῖν τὸ ἔλεος.
Διὰ ταῦτα γοῦν καὶ οἱ κλεινοὶ καθηγεμόνες ἡμῶν καὶ διδάσκαλοι πάνυ σοφῶς, καὶ μετὰ τοῦ ἐνοικοῦντος αὐτοῖς Παναγίου Πνεύματος, ἐκδιδάσκουσι πρὸ πάσης καλῆς ἄλλης ἐργασίας, καὶ μελέτης, καὶ πάντας μέν, μάλιστα δὲ τοὺς εἰς τὸ στάδιον τῆς θεοποιοῦ ἡσυχίας ἑαυτοὺς ἐμβαλεῖν ἐθέλοντας καὶ ἀφορισθῆναι Θεῷ καὶ ῥαγῆναι τοῦ κόσμου καὶ κατὰ λόγον ἡσυχάζειν, ἐν Κυρίῳ προσεύχεσθαι, καὶ παρ᾽ αὐτοῦ τὸ ἔλεος ἐκζητεῖν ἀδιστάκτως· καὶ τὸ τούτου πανάγιον καὶ γλυκύτατον ὄνομα, ἀδιάλειπτον ἔργον καὶ μελέτημα ἔχειν· καὶ τοῦτο ἐν καρδίᾳ, καὶ ἐν νοῖ, καὶ ἐν χείλεσι διηνεκῶς περιφέρειν· καὶ ἐν αὐτῷ, καὶ μετ᾽ αὐτοῦ, καὶ ἀναπνεῖν, καὶ ζῇν, καθεύδειν, καὶ ἐγρηγορέναι, καὶ κινεῖσθαι, καὶ ἐσθίειν, καὶ πίνειν· καὶ ὡς ἔπος εἰπεῖν, πάντα κατὰ τὸν ὅμοιον τρόπον πράττειν ἐπείγεσθαι· ὡς περ γὰρ τούτου ἀπόντος, ἅπαν συρρέει δεινόν· μᾶλλον δὲ οὐδὲν πάρεστιν ἡμῖν τῶν χρησίμων· οὕτω δὴ τούτου ἐν ἡμῖν παρόντος, πᾶν ἐναντίον ἀπελήλαται· μάλιστα δὲ οὐδέν ἐστιν ἡμῖν ἐλλεῖπον τῶν ἀγαθῶν, καὶ γοῦν, καὶ πρὸς κατόρθωσιν ἀδύνατον· καθάπερ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν διαγορεύει· ὅτι ὁ μένων ἐν ἐμοί, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· τοῦτο τοιγαροῦν τὸ πάσῃ κτίσει φοβερὸν καὶ σεβάσμιον καὶ πρᾶγμα, καὶ ὄνομα, τὸ ὑπὲρ πᾶν πρᾶγμα, καὶ ὄνομα, καὶ ἡμεῖς οἱ ἀνάξιοι ἐν πίστει ἐπικαλεσάμενοι, καὶ ἐπ᾽ αὐτῷ τὰ τοῦ παρόντος λόγου ἱστία ὁλοτρόπως ἀναπετάσαντες, οὕτω τοῦ λέγειν καὶ τοῖς πρόσω χωρεῖν ἀρχόμεθα.
Ὅτι δεῖ τὸν ἀπταίστως βαδίζειν ἐθέλοντα, τὸν κατὰ Κύριον δρόμον τῆς ἡσυχίας, πρὸ πάντων ἐκλέξασθαι μετὰ τῆς καθόλου ἀποταγῆς, καὶ ὑποταγὴν τελείαν.
Ἐν τῷ ὀνόματι τοῦ Μεγάλου Θεοῦ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰπόντος· «ἐγώ εἰμι τὸ φῶς, ἡ ζωὴ καὶ ἡ ἀλήθεια· ἡ ὁδός, καὶ ἡ πρὸς τὸν Πατέρα Θεὸν θύρα· καὶ δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθη, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει, δηλονότι σωτήριον»· πρόσχες οἷς λέγομεν· καὶ γνησίως σοι συμβουλευόμεθα· πρὸ πάντων, ἔκλεξαι σεαυτόν, μετὰ τῆς καθόλου, κατὰ τὴν ἱερὰν ἐκφαντορίαν, ἀποταγῆς, καὶ ὑποταγὴν ἀνόθευτον, καὶ τελείαν· ἤγουν σπουδάσας ζήτησον εὑρεῖν ὁδηγόν, καὶ διδάσκαλον ἀπλανῆ· εἴη δ᾽ ἂν τὸ ἀπλανές, ἐν τῷ μαρτυρίαν ἐφ᾽ οἷς λέγει, παρὰ τῶν ἱερῶν παριστᾶν γραφῶν, καὶ πνευματοφόρον· τοῖς λόγοις ἔχοντα τὴν πολιτείαν συνᾴδουσαν· ὑψηλὸν μὲν τὴν διάνοιαν, ταπεινὸν δὲ τῷ φρονήματι· καὶ τοῖς ἄλλοις τρόποις χρηστόν· καὶ οἷον τὸν κατὰ Χριστὸν διδάσκαλον, τὰ θεοπαράδοτά φησι λόγια· καὶ δὴ εὑρηκώς, κἀκείνῳ ὡς Πατρὶ γνησίῳ Υἱὸς φιλόστοργος προσκολληθεὶς σώματί τε καὶ πνεύματι· ὅλος μένε τὸ ἀπεκείνου στοιχῶν τοῖς ἐκείνου ἐπιτάγμασιν, ὡς εἰς αὐτὸν τὸν Χριστόν, εἰς ἐκεῖνον ἀφορῶν, καὶ οὐκ ἄνθρωπον· πᾶσάν τε ἀπὸ σοῦ πόρρῳ βαλὼν ἀπιστίαν, καὶ δισταγμόν· καὶ μήν, καὶ φρόνημα, καὶ μετὰ θελήσεως θέλημα, οὕτως ἁπλῶς, καὶ ἀπεριέργως ἔσο κατ᾽ ἴχνος ἑπόμενος τῷ διδασκάλῳ, οἶά τι κάτοπτρον κεκτημένος, εἰς πληροφορίαν ἐναργῆ τὴν πρὸς τὸν μυσταγωγὸν ἀδιάκριτον, καὶ ἄκραν ὑπακοήν, τὴν οἰκείαν συνείδησιν εἰ δέ ποτε καί τι τῶν ἐναντίων ὑποσπείρῃ τῇ σῇ διανοίᾳ ὁ τοῖς καλοῖς ἐχθραίνων διάβολος, ὡς ἀπὸ πορνείας, καὶ πυρὸς ἀποπήδησον πρὸς ἑαυτόν, καὶ τὸν ὑποβάλλοντα ἀπατεῶνα σοφῶς ἀντιφθεγγόμενος, ὡς οὐχ ὁ ὁδηγούμενος τὸν ὁδηγοῦντα, ἀλλ᾽ ὁ ὁδηγῶν τὸν ὁδηγούμενον ὁδηγεῖ· καὶ οὐκ ἐγὼ τοῦ ἄρχοντος· ἀλλ᾽ αὐτὸς τὸ ἐμὸν κρίμα ἀναδέξατο, καὶ οὐκ ἐγώ, ἐκείνου· ἀλλ᾽ αὐτὸς κριτής, ἐμοῦ καθέστηκε· κατὰ τὸν τῆς Κλίμακος, καὶ τά τούτοις παρόμοια· οὐδὲν γὰρ τοῖς τοιαύτης ἀγωγῆς, δηλαδὴ τῆς ὑποταγῆς, γνησιέστερον τῷ ἑλομένω ἀναντιρρήτως, διαρρῆξαι μὲν τὰ χειρόγραφα τῶν οἰκείων ἀμπλακημάτων, ἐγγραφῆναι δὲ τῇ θείᾳ δέλτῳ τῶν σωζομένων· εἰ γὰρ κατὰ τὸν μακάριον Παῦλον, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἡμῶν Κύριος Ἰησοῦς, καθ᾽ ἡμᾶς δι᾽ ἡμᾶς χρηματίσας, καὶ τὴν πατρικὴν εὐδοκίαν, μάλα σοφῶς οἰκονομῶν, τὴν τοιαύτην ῶπται τεμῶν ὁδόν, δι᾽ ἧς καὶ ὑπὲρ τῆς κατ᾽ ἄνθρωπον εὐαρεστήσεως, τῆς πατρῴας ἠξίωται ἀναρρήσεως· «ἐταπείνωσε γάρ, φησιν, ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα καὶ τὰ ἑξῆς»· τίς ἄρα λοιπὸν ὁ αὐθαδῶς προσδοκήσας, ἵνα μὴ λέγωμεν ἀμαθῶς, ὡς ἐπιτυχὴς ἔσται τῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ δόξης, καὶ τῶν πατρικῶν ἐπάθλων, μὴ τὴν αὐτὴν τρίβον βαδίζειν ἡρημένος, τῷ καθηγητῇ καὶ διδασκάλῳ ἡμῶν Ἰησοῦ Χριστῷ;
δεῖ γὰρ καὶ τὸν μαθητήν, εἴπερ μέλει τούτῳ γενέσθαι, ὡς τὸν διδάσκαλον, ὡσεὶ ἐκμαγεῖον, καὶ ἀρχέτυπον κάλλιστον, οὕτως ὅλῳ μένει ψυχῆς, ἀφορᾶν ἀκλιτῶς, πρὸς τὸν τοῦ παιδοτρίβου βίον, καὶ τὰ ἐπιτηδεύματα· καὶ τοῦτον ὁσημέραι ζηλοῦν ἐπείγεσθαι· εἴτα, περὶ μὲν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γέγραπται, τὸ καὶ ἦν ὑποτασσόμενος τῷ Πατρί, καὶ τῇ μητρὶ αὐτοῦ· καὶ αὐτός δέ φησιν ὁ σωτήρ· οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ ἔστιν ἕτερος, ὁ ἑτέρως βιοῦν ἐθέλων, ἤτοι αὐταρέσκως, καὶ αὐτεξουσίως, καὶ ἄνευ ὁδηγοῦ, καὶ ὁ τοιοῦτος οἴεται, ὡς εἴη κατὰ λόγον τὴν ἔνθεον βιωτὴν πορευόμενος; σύμενουν· οὐδαμῶς, ὡς ὑπὲρ τὰ ἐσκαμμένα πηδῶν· καὶ λέγει ὁ τῆς Κλίμακος· ὥσπερ ὁ μὴ ἔχων ὁδηγὸν εὐχερῶς ἐν τῷ ὁδῷ πλανᾶται· οὕτω καὶ ὁ αὐτεξουσίως τὴν μοναδικὴν ὁδὸν πορευόμενος, εὐχερῶς ἀπόλλυται, κἂν πᾶσαν τὴν τοῦ κόσμου σοφίαν ἐπίσταται· διά τοι τοῦτο καὶ οἱ πολλοί, ἵνα μὴ εἴπωμεν πάντες, οἱ μὴ ὑποτασσόμενοι, καὶ μὴ μετὰ βουλῆς βαδίζοντες, σὺν πόνῳ μέν, καὶ ἱδρῶτι τὰ πλεῖστα ὀνειροπολοῦντες σπείρουσι· τῇ δὲ ἀληθείᾳ, ἀμῶσι τὰ λίαν ἐλάχιστα· τινὲς δὲ καὶ ἀντὶ σίτου, συλλέγουσι, φεῦ, ζιζάνια, ὡς στοιχοῦντες, καθὰ λέλεκται, τῇ ἱδιορρυθμίᾳ καὶ τῷ αὐταρέσκῳ φρονήματι, οὖ οὐδὲν χεῖρον· καὶ τούτου μάρτυς ὁ τῆς Κλίμακος, οὕτω γράφων· «Ὅσοι πρὸς τὸ στάδιον τῆς νοερᾶς ὁμολογίας ἐπεχειρήσατε ἀποδύσασθαι· ὅσοι τὸν τοῦ Χριστοῦ ζυγὸν ἐπὶ τὸν οἰκεῖον αὐχένα ἆραι βούλεσθε· ὅσοι τὸ ἑαυτῶν φορτίον, ἐπὶ τὸν τοῦ ἑτέρου τράχηλον ἐπιθεῖναι σπουδάζετε· ὅσοι τὰς ἑαυτῶν ᾠνὰς γράψαι ἑκουσίως σπεύδετε, καὶ ἀντ᾽ ἐκείνων ἐλευθερίαν γραφῆναι ὑμῖν βούλεσθε· ὅσοι χερσὶν ἑτέρων ἀνυψούμενοι, καὶ νηχόμενοι, τὸ μέγα τοῦτο περαιοῦσθε πέλαγος· γνῶτε, ὡς σύντομόν τινα, καὶ τραχείαν ὁδὸν βαδίζειν ἐπεχειρήσατε, μίαν καὶ μόνην πλάνην ἐν ἑαυτῇ κεκτημένην· αὕτη δὲ καλεῖται ἰδιορρυθμία· ὁ γὰρ ταύτην εἰσάπαν ἀπαρνησάμενος, ἐν οἷς ἂν δοκῇ καλοῖς καὶ πνευματικοῖς καὶ θεαρέστοις, πρὸ τοῦ βαδίσαι, ἔφθασεν· » ὑπακοὴ γάρ ἐστιν, ἀπιστεῖν ἑαυτῷ ἐν τοῖς καλοῖς ἅπασι, μέχρι τέλους ζωῆς· ὅθεν καὶ αὐτὸς ταῦτα μετὰ συνέσεως καταμαθών, καὶ τὴν ἀγαθὴν μερίδα, καὶ ἀναφαίρετον τῆς αἰθεροδρόμου ἡσυχίας ἐξασκεῖν γλιχόμενος, ἕπου τοῖς καλῶς τεθεσπισμένοις, ὥς σοι δεδήλωται νόμοις· καὶ πρῶτον ἀσπασίως ἄσπασαι τὴν ὑπακοήν· εἶθ᾽ οὕτω τὴν ἡσυχίαν· ὥσπερ γὰρ ἡ πρᾶξις τῆς θεωρίας ἐπίβασις, οὕτω καὶ ἡ ὑπακοὴ τῆς ἡσυχίας· καὶ μὴ θέλε μεταίρειν ὅρια· καθὼς γέγραπται· ἃ ἔθεντο οἱ πατέρες· καὶ οὐαὶ δὲ τῷ μόνῳ τούτῳ γὰρ τῷ τρόπῳ, καλὴν ἀρχὴν θεμέθλου καταβαλών, καιροῦ προϊόντος, καὶ εὐκλεέστατον ὄροφον ἐπιθήσεις, τῇ ἀρχιτεκτονίᾳ τοῦ πνεύματος· ὡς γὰρ οὗ ἡ ἀρχή· κατὰ τὸν εἰπόντα· ἀδόκιμος, καὶ τὸ πᾶν ἀπόβλητον· οὕτως αὖ· οὗ ἡ ἀρχὴ δόκιμος, καὶ τὸ ὅλον εὐπρεπές, ναὶ μήν, καὶ εὔτακτον, εἰ καὶ τοὐναντίον ἔσθ᾽ ὅτε συμβαίνει· καὶ τοῦτο μέντοι παρὰ τῇ ἡμετέρᾳ προθέσει καὶ προαιρέσει ἐπιγίνεσθαι πέφυκε.
Τίνα τὰ τῆς ἀληθοῦς ὑποταγῆς σημεῖα, ἃ κατέχων ὁ τῷ ὄντι ὑπήκοος, εἴη ἂν ἀπταίστως ὑποτασσόμενος.
Ἀλλ᾽ ἐπειδή περ πολὺς ὁ περὶ τῆς τοιαύτης ἀγωγῆς λόγος, καὶ δυσδιεξίτητος, ὅθεν καὶ οἱ ταύτην μετερχόμενοι, διαφόρως μετέρχονται, δέον καὶ περὶ αὐτῆς μικρ᾽ ἄττα, οἱονεὶ σήμαντρα ἐπισημαίνασθαί σοι· ἃ καὶ κατέχων ὡς κανόνα καὶ στάθμην ἄπταιστον, εὐαγῶς ἔσῃ πολιτευόμενος· καὶ δὴ λέγομεν τάδε· χρὴ τὸν ἀληθῶς ὑπήκοον, ὡς ἡμῖν δοκεῖ, φυλάττειν τὰς πέντε ταύτας ἀρετὰς κατὰ πᾶσαν ἀνάγκην. Καὶ πρώτην τὴν πίστιν· ἤγουν ἔχειν αὐτὸν καθαράν, καὶ ἄδολον πίστιν, πρὸς τὸν ἑαυτοῦ ἐπιστάτην, ἐπὶ τοσοῦτον, ὡς δοκεῖν αὐτὸν τὸν Χριστὸν βλέπειν, καὶ ὑποτάσσεσθαι· «ὥς φησιν ὁ Κύριος Ἰησοῦς· ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με· » καὶ πᾶν, ὃ τοῦ τῆς Κλίμακος οὐκ ἐκ πίστεως ἁμαρτία ἐστί. Δευτέραν τὴν ἀλήθειαν· ἤτοι ἀληθεύειν αὐτὸν ἐν ἔργῳ, καὶ λόγῳ, καὶ τῇ τῶν λογισμῶν ἀκριβῆ ἐξομολογήσει· ἀρχὴ γάρ, γέγραπται, τῶν λόγων σου, ἀλήθεια, καί, ἀληθείας ἐκζητεῖ Κύριος· καὶ ὁ Χριστὸς δέ φησιν· ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ δὴ καὶ αὐτοαλήθεια κέκληται. Τρίτην τὸ μὴ ποιεῖν τὸ οἰκεῖον θέλημα, ἀλλ᾽ ἀεὶ κόπτειν αὐτὸ ἐθελοντί, δηλονότι μὴ ἀναγκαζόμενον ὑπὸ τοῦ ἰδίου Πατρός. Τετάρτην τὸ μὴ ἀντιλέγειν, καὶ φιλονεικεῖν τοκαθόλου· ἐπεὶ ἡ ἀντιλογία καὶ ἡ φιλονεικία, οὐκ ἔστι τῶν εὐσεβῶν· καὶ γράφει ὁ ἱερώτατος Παῦλος· εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὔτε αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· εἰδ᾽ οὕτως ἁπλῶς καὶ κοινῇ πᾶσι χριστιανοῖς ἀπείργεται τὰ τοιαῦτα, πολλῷ μᾶλλον Μονασταῖς· καὶ ταῦτα κατὰ τὸν Κύριον ἐπαγγελομένοις ὑποτάσσεσθαι ἀκριβῶς· τὸ μέντοι ἀντιλέγειν, καὶ φιλονεικεῖν, ἔχει τὴν ὕπαρξιν ἐκ γνώμης, ἀπιστίᾳ καὶ ὑψηλοφροσύνῃ συζώσης, ὡς εἴρηται, ὑψηλόφρων Μοναχὸς ἀντιλέγει σφοδρῶς· ὥσπερ καὶ τοὐναντίον· ἤγουν τὸ μὴ ἀντιλέγειν, καὶ μὴ φιλονεικεῖν, προέρχεται ἐκ πιστῆς καὶ ταπεινόφρονος διαθέσεως.
Καὶ πέμπτην δὲ χρὴ φυλάττειν τοῦτον ἀρετήν, τὸ ἔχειν ἀκριβῆ καὶ εἰλικρινῆ ἐξομολόγησιν πρὸς τὸν προεστῶτα, καθὼς καὶ ἐν τῇ ἀποκάρσει, ὡς ἐπὶ τοῦ φοβεροῦ παρεστῶτες βήματος τοῦ Χριστοῦ, ἐνώπιον Θεοῦ καὶ ἁγίων Ἀγγέλων δεδώκαμεν ὑπόσχεσιν, τὸ ἔχειν ἡμᾶς ἀρχήν, καὶ τέλος μετὰ τῶν ἄλλων ἐπαγγελιῶν καὶ συνθηκῶν ἡμῶν τῶν πρὸς Κύριον, καὶ ἐξαγγελίαν τῶν τῆς καρδίας κρυπτῶν· εἴρηται καὶ τῷ θείῳ Δαβίδ· εἶπα, ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας κλ. Καὶ τῷ τῆς Κλίμακος· μώλωπες θριαμβευόμενοι, οὐ προκόψουσιν ἐπὶ τὸ χεῖρον, ἀλλ᾽ ἰαθήσονται· ταύτην τὴν πενταδικὴν τῶν δηλωθεισῶν ἀρετῶν ἀπαρίθμησιν, ὁ σοφῶς καὶ ἐπιστημόνως τηρῶν, ἀναμφιβόλως γινωσκέτω, ὡς ἀπεντεῦθεν ἐπιτυχὴς ἔσται τῆς τῶν δικαίων ὡς ἐν ἀρραβῶνι μακαριότητος· καὶ ταῦτα μὲν τὰ τῆς ἀξιομνημονεύτου ὑπακοῆς ἴδια, καὶ οἷον ἡ ῥίζα, καὶ ὁ θεμέλιος· ἄκουσον δὲ καὶ οἷοι οἱ κλάδοι, καὶ ὁ καρπός, καὶ ὁ ὄροφος· ἐξ ὑπακοῆς, φησὶν αὖθις ὁ τῆς Κλίμακος, ταπείνωσις· ἐκ ταπεινώσεωως, διάκρισις· ἐκ διακρίσεως, διόρασις· ἐκ δὲ ταύτης, προόρασις· ὃ μόνου Θεοῦ ἔργον, καὶ τοῖς μακαρίως θεουργουμένοις, δῶρον δωρούμενος παρ᾽ αὐτοῦ, ἐξαίρετον καὶ ὑπερφυέστατον. πρὸς δὴ τοῖς εἰρημένοις, ἔστω σοὶ καὶ τοῦτο δῆλον· ὅτι γε κατὰ τὴν σὴν ἠκριβωμένην ὑποταγήν, βλαστάνει καὶ ἐν σοὶ ἡ ταπείνωσις· καὶ αὖθις κατὰ τὴν ταπείνωσιν ἡ διάκρισις· ὡσαύτως καὶ καθ᾽ ἑξῆς αἱ λοιπαί· καὶ ἀγωνίζου, ὅση σοι δύναμις, ἀπταίστως τὴν τῆς ὑπακοῆς θέειν πορείαν· οὕτω γὰρ καὶ τῶν πρόσω ἀνεπισφαλῶς ἐπιβήσῃ· οὐδέ πως ἐν τῇ τῆς ὑποταγῆς ὑποσκάζεις νύσσῃ, ἴσθι ὡς οὐκ ἂν καλῶς περανεῖς τὸν ἐπίλοιπον δίαυλον τῆς προκειμένης βαλβῖδος· τὴν κατὰ Χριστὸν φαμὲν πολιτείαν· οὔτε μὴν στεφανωθήσῃ τῇ τοῖς νικηταῖς δωρουμένῃ ταινίᾳ· μέν τοι γε, καὶ οἷά τις ὁδηγὸς ἡ ὑπακοή, καὶ ἃ ταύτης πρόσθεν εἴπομεν ἴδια, ἔστω σοι, καθάπερ τὸ παρὰ τοῖς ναυτικοῖς, διοπτευόμενον, πρὸς τὴν τοῦ ἀπλανοῦς τήρησιν· ἵν᾽ ἀκλινῶς πρὸς αὐτὴν ἀφορῶν, ὑπερπλεῦσαι δυνηθῇς τὸ τῶν ἀρετῶν μέγα πέλαγος· καὶ οὕτω πρὸς ὄρμον ὁρμίσῃς τὸν ἀκύμανμαντον τῆς ἀπαθείας· ἂν δὲ καὶ ζάλη τις, καὶ σάλος ἐπέλθῃ σοι. καὶ τοῦτο ἔσεται παρὰ τῇ σῇ ὑποταγῇ· τὸν γὰρ ἀληθῆ ὑπήκοον οὐδὲ αὐτὸς ὁ διάβολος, κατὰ τοὺς Πατέρας, ἀντιβλάψαι δεδύνηται· ἵνα δέ σοι καὶ τὸ τῆς παναγάστου ὑπακοῆς τίμιον ὕψος, ἡλίκον ἐστί, δι᾽ ὀλίγου ἐπιδείξωμεν, μιᾶς ἔτι ρήσεως Ἁγίου Πατρὸς διαμνημονεύσωμεν· λέγει τοιγαροῦν αὖθις ὁ φαεινότατος λαμπτὴρ τῆς κατὰ Χριστὸν πολιτείας, καὶ νέος Βεσελεὴλ τῆς οὐρανίου Κλίμακος· ὅπλον μὲν οἱ Πατέρες, τὴν ψαλμωδίαν· τὴν δὲ προσευχήν, τεῖχος· λουτῆρα δέ, τὸ ἄμωμον δάκρυον εἶναι ὁρίζονται· τὴν δὲ μακαρίαν ὑπακοήν, ὁμολογίαν ἔκριναν, ἧς χωρίς, οὐδεὶς· τῶν ἐμπαθῶν, ὄψεται τὸν Κύριον· Ἱκανά μὲν οὖν καὶ ταῦτα· ὡς ἡμῖν δοκεῖ· πρὸς ἐναργεστάτην δήλωσίν τε καὶ ἔπαινον τοῦ ἀμιμήτου μιμήματος τῆς τρισολβίου ὑπτακοῆς· ἕξομεν δ᾽ ἔτι πείρα ταῦτα καταμαθεῖν τε, καὶ διαγνῶναι, εἴγ᾽ ἐπὶ τὸ ἄναντες ἀνανεύσωμεν, καὶ συνδιασκεψώμεθα, τί μὲν τὸ τῆς συντριβῆς καὶ θνητότητος ἡμῖν παραίτιον, μὴ τοιούτοις τὸ κατ᾽ ἀρχὰς δεδημιουργημένοις;
τί δ᾽ αὖθις τὸ τῆς ἀνακαινίσεως καὶ τῆς ἀθανασίας; εὑρίσκομεν τοίνυν, τοῦ μὲν προτέρου πρόξενον οὖσαν, ἤγουν τῆς φθορᾶς, τὴν τοῦ πρώτου Ἀδὰμ ἰδιοπιστίαν τε, καὶ ἰδιορρυθμίαν, καὶ τὸ ἀνυπότακτον· ἐξ ὧν ἡ τῆς ἐντολῆς τῆς θείας ἀθέτησις καὶ παράβασις· τοῦ δὲ δευτέρου, ἤτοι τῆς ἀφθαρσίας πρύτανιν, τὴν τοῦ δευτέρου Ἀδάμ, καὶ Θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς τὸν Πατέρα, ὁμοβουλίαν τε, καὶ ὑποταγήν, ἀφ᾽ ὧν ἡ τῆς ἐντολῆς αὐτοῦ τήρησις· ἐγὼ γάρ, φησιν ὁ σωτήρ, ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾽ ὁ πέμψας Πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω· καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ, ζωὴ αἰώνιός ἐστιν· ἃ οὖν λαλῶ ἐγώ, καθὼς εἴρηκέ μου ὁ Πατήρ, οὕτω λαλῶ· ὡς οὖν ἐν τῷ προπάτορι καὶ τοῖς κατ᾽ αὐτόν, ῥίζα πάντων ἀνιαρῶν, καὶ μήτηρ, ἡ οἴησις· οὕτως ἐν τῷ καινῷ θεανθρώπῳ Ἰησοῦ Χριστῷ, καὶ τοῖς κατ᾽ αὐτὸν ζῇν ἐφιεμένοις, ἀρχή, καὶ πηγή, καὶ θεμέλιος πάντων ἀγαθῶν, ἡ ταπείνωσις τὴν τοιαύτην στάσιν, καὶ τάξιν ὁρῶμεν, καὶ τὸν ἀνωτάτω, καὶ ὑπὲρ ἡμᾶς διάκοσμον ἱερὸν πάντων τῶν θεοειδῶν Ἀγγέλων διατηροῦντα· καὶ δὴ καὶ τὴν ἐπίγειον, καὶ καθ᾽ ἡμᾶς Ἐκκλησίαν· καὶ τοὺς ἀλλως τῆς τοιαύτης θεσμοθεσίας ἐκκλίνοντας, καὶ σκολιῶς· ἵνα μὴ αὐθαδῶς λέγωμεν, ἐθέλοντας πολιτεύεσθαι, ἀπό γε Θεοῦ, καὶ τῆς φαεινῆς κληρουχίας τῆς οὐρανίου, καὶ τῆς καθολικῆς Ἐκκλησίας, διαρρήγνυσθαι, καὶ ἐξοστρακίζεσθαι, καὶ εἰς τὸ σκότος, καὶ τὸ πῦρ ἀποπέμπεσθαι τῆς γεέννης, μεμυήμεθά τε, καὶ πιστεύομεν· ὃ δὴ τοὺς περὶ τὸν ἑωσφόρον πονηροὺς κακεργάτας, καὶ τοὺς κατὰ καιροὺς τῶν κακοδόξων αἱρετικῶν λογολέσχας πεπονθέναι φαμέν· ὡς τὰ θεόγραφα παρίστησι λόγια· οἴ τινες διὰ τὸ αὐτάρεσκον, καὶ τὴν ὑπερηφανίαν, τῆς τε θείας, ὡς εἴρηται, δόξης, καὶ τρυφῆς, καὶ τοῦ ἱεροῦ συλλόγου, ἐλεεινῶς ἀπερρίφθησαν· εἴρηται δὲ καί τινι τῶν σοφῶν, ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἰάματα.
Ἐπεὶ οὖν, τῶν μὲν σκυθρωπῶν πάντων αἴτιον, τὸ ἀνυπότακτον, καὶ ἡ ἀλαζονεία· τῶν δὲ φαιδρωπῶν, τὸ ὑποτεταγμένον, καὶ συντετριμμένον· δεῖ δὴ τὸν ἀτταίστως βιοῦν ἱμειρόμενον, ἐν ὑποταγῇ Πατρὸς δοκίμου καὶ ἀπλανοῦς διαζῇν, χρόνου τριβῇ, καὶ ἐπιστήμῃ θείων, τὸ κράτος φέροντος, καὶ τὸν βίον ἐγκεκοσμημένου, τῷ κύκλῳ τῶν ἀρετῶν· καὶ τὴν τούτου ἐπεταγήν, καὶ συμβουλήν, ὡς Θεοῦ φωνάς, καὶ βουλὴν οἴεσθαι· σωτηρία γάρ φησιν ἐν πολλῇ βουλῇ· καί, ἀνὴρ ἀσύμβουλος, καθ᾽ ἑαυτοῦ πολέμιος· εἰ δὲ καί τισι τῶν κλεινῶν Πατέρων ἐξεγένετο, καὶ χωρὶς τῆς τοιαύτης ἀσκήσεως τῆς καθ᾽ ὑποταγήν· ἐπιτυχεῖν τῆς θεοποιοῦ ἡσυχίας, καὶ τῆς κατὰ Θεὸν τελειότητος, ἀλλὰ κατὰ ἀποκάλυψιν θείαν, καὶ σπανίως· γέγραπται δέ, ὡς οὐ νόμος Ἐκκλησίας, τὸ σπάνιον· ὥσπερ οὐδὲ μία χελιδών, ἔαρ ποιεῖ· ἀλλ᾽ αὐτὸς οἶόν τινα προεισαγωγικὴν ἐπιστήμην τῆς παγκάλλου ἡσυχίας, τὴν ἀληθῆ ὑποταγὴν πιστεύων, ἄφες τὰ ἅπαξ οἰκονομικῶς γεγενημένα· καὶ ἔσο στοιχῶν, τὰ κοινῆ ψηφισθέντα τοῖς σεβασμίοις πατράσιν· οὕτω γὰρ καὶ τῶν βραβείων τῶν νομίμως βιούντων, ἀξιωθήσῃ· τί δέ; ὁδοῦ μὲν τῆς τυχούσης, οὐκ ἄν τις ἕλοιτο, μήπω ταύτης ἐν πείρᾳ γενόμενος, ἅψασθαι, ἄνευ ἀπλανοῦς ὁδηγοῦ· ναὶ μὴν καὶ θαλαττίου πελάγους, ἄτερ ἐπιστήμονος κυβερνήτου· ὁμοίως δέ, καὶ τῆς οἱασοῦν τέχνης, καὶ ἐπιστήμης, χωρὶς ἀπταίστου διδασκάλου· τῆς δὲ τῶν τεχνῶν τέχνης, καὶ τῶν ἐπιστημῶν ἐπιστήμης, καὶ τῆς πρὸς Θεὸν φερούσης τρίβου, καὶ τοῦ νοητοῦ ἀπείρου πελάγους, ἤτοι τῆς μοναδικῆς πολιτείας, ἥτις ἀφωμοίωται τῇ τῶν Ἀγγέλων βιωτῇ, τολμᾶ τις ἀπάρχεσθαι τῆς ἀσκήσεως, καὶ ἑαυτῷ πιστεύει, τοῦ τέλους ταύτης τυχεῖν· πλὴν ὁδηγοῦ καὶ κυβερνήτου καὶ διδασκάλου δοκίμου καὶ ἀληθοῦς; ὄντως ὁ τοιοῦτος κἂν ὁποῖος εἴη τυχόν, φρεναπατᾶ ἑαυτόν, καὶ πρό γε τοῦ ἀρχὴν βαλεῖν, πεπλάνηται· οἷα μὴ κατὰ νόμον ἀσκούμενος· ὥς περ τοὐναντίον, πρὶν τοῦ βαδίσαι, τὸ τέλος πέφθακεν, ὁ τοῖς Πατρικοῖς πειθόμενος θεσμοῖς· πόθεν γὰρ ἄλλοθεν εἰδέναι ἔχομεν, ἢ κατὰ τῆς σαρκὸς ὡς εἰκὸς στρατεύεσθαι, ἢ κατὰ παθῶν καὶ δαιμόνων ὁπλίζεσθαι; ταῖς γὰρ ἀρεταῖς, ὡς γέγραπται, αἱ κακίαι παραπεπήγασι, καὶ εἰσί πως ἀγχίθυροι· πόθεν δὲ τὰς τοῦ σώματος αἰσθήσεις παιδεύειν, καὶ τῆς ψυχῆς τὰς δυνάμεις ὡς ἐν κιννύρᾳ ῥυθμίζειν; μᾶλλον δέ, πῶς ἐξέσται ἡμῖν διακρίναι ὀμφάς, καὶ ἀποκαλύψεις, καὶ παρακλήσεις, καὶ θεωρίας θείας; ναὶ μὴν καὶ δόλους, καὶ πλάνας, καὶ φάσματα δαιμονιώδη; καὶ ἵνα συντόμως εἴπωμεν, πῶς εἰς ἑνώσεις Θεοῦ, καὶ θεουργικὰς τελετάς, καὶ μυστήρια, προφθάσαι ἀξιωθησόμεθα, ἄνευ μυήσεως μυσταγωγοῦ ἀληθοῦς, καὶ πεφωτισμένου; οὐκ ἔστιν ὄντως, οὐκ ἔστιν· ὁπηνίκα δὲ καὶ τὸ τῆς ἐκλογῆς σκεῦος, τὸν μακαριώτατον κατίδωμεν Παῦλον, τὸν τῶν ἀρρήτων μύστην· τὸ τοῦ Χριστοῦ στόμα· τὸ φῶς τοῦ κόσμου· τὸν κοινὸν ἥλιον· τὸν τῆς οἰκουμένης συμπάσης διδάσκαλον, τοῖς συναποστόλοις κοινούμενον καὶ συνδιασκεπτόμενον τὸ Εὐαγγέλιον· καὶ ἡ αἰτία, μήπως φησίν, εἰς κενὸν τρέχω, ἢ ἔδραμον· ναὶ μήν, καὶ αὐτὴν τὴν αὐτοσοφίαν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, περὶ μὲν ἑαυτοῦ φθεγγόμενον, ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τό ἐμόν· ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· περὶ δὲ τοῦ Παναγίου, καὶ ζωοποιοῦ Πνεύματος, ὅτι οὐκ ἀφ᾽ ἑαυτοῦ λαλήσει, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ, λαλήσει· διά γε τὸ τῆς τάξεως χρήσιμον, ἥτις συνέχει καὶ τὰ οὐράνια, καὶ τὰ ἐπίγεια· φρίκη, καὶ θάμβει, καὶ ἀγωνίᾳ συνεχόμεθα, περί τε τῆς ἡμετέρας οὐθενείας, καὶ ῥαθυμίας, καὶ τῶν ἐκ παραφροσύνης καὶ οἰήσεως αἱρουμένων σκαιῶς, καὶ ἐπικινδύνως, ἰδιορρύθμως καὶ ἀνυποτάκτως πολιτεύεσθαι· τῷ ὄντι γὰρ φοβερὸς ὁ τοιοῦτος ἀγών, καὶ μυρίοι οἱ λωποδύται, καὶ τὰ τῶν πειρατῶν ἔνεδρα ἀναρίθμητα· πρὸς δέ, καὶ τὰ ναυάγια, μέτρον οὐκ ἐπιδέχονται· ὅθεν καὶ ἐκ τῶν πολλῶν, πάνυ ὀλίγοι εἰσὶν οἱ σωζόμενοι· ἀλλ᾽ οὗτοι μὲν ὡς βούλονται, ὁδευέτωσαν· ἑκάστου γάρ, ὡς γέγραπται, τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· μάλιστα δέ, μὴ οὕτως, ἁπλῶς, ᾗ περ βούλονται· ἀλλ᾽ ὡς δεῖ καὶ βούλεσθαι καὶ βιῶναι· δοίη πᾶσιν ὁ Κύριος σύνεσιν· σὺ δὲ καὶ πᾶς ὁ βουλόμενος κατὰ Θεὸν ζῆσαι, ὥσπερ ἀπό τινος κρασπέδου τῶν τοιούτων ῥημάτων, τὸ ὅλον χρύσεον, καὶ πνευματικὸν ὕφασμα τῆς μακαρίας ὑπακοῆς μαθών, ἐπείχθητι, ὡς προδεδήλωται, εὐρεῖν διδάσκαλον ἀπλανῆ καὶ τέλειον· τελείων δέ ἐστι, κατὰ τὸν χριστοφόρον Παῦλον, ἡ στερεὰ τροφή· τῶν διὰ τὴν ἕξιν ἐχόντων τὰ αἰσθητήρια γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· καὶ τούτῳ τῷ τρόπῳ, ἤγουν ἐμπόνως, καὶ μετὰ πίστεως ζητῶν, οὐ μὴ ἁμάρτῃς τοῦ προκειμένου σκοποῦ· πᾶς γάρ φησιν ἡ θεία γραφή· ὁ αἰτῶν, λαμβάνει· καὶ ὁ ζητῶν, εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται· κἀκεῖνός σοι πάντα καθ᾽ εἱρμὸν καὶ τάξιν μυσταγωγήσει τὰ δέοντα καὶ θεοφιλῆ· καὶ ἔτι δὲ μᾶλλον χειραγωγήσει, πρός γε τὰ θεάρεστα, καὶ πνευματικώτερα, καὶ τοῖς πολλοῖς ἀνέκφορα· ὁρῶν σε ἐκ ψυχῆς ἐπιχαίροντα τῇ μετριότητι, καὶ λιτότητι, καὶ εὐτελείᾳ· ἔν τε βρώμασι, καὶ πόμασι, καὶ σκεπάσμασι, καὶ περιβολαίοις· καὶ ἀρκούμενον τοῖς τῷ καιρῷ χρησίμοις, καὶ προσφόροις, καὶ ἀναγκαίοις· καὶ μὴ τοῖς περιττοῖς, καὶ βλακώδεσι, καὶ οἶς οἱ περπερότητι, καὶ στιλπνότητι ἀφρόνως συζῶντες ἀποσεμνύνονται, καὶ καθ᾽ ἑαυτῶν, καὶ τῆς σοφῶν σωτηρίας, τὸ ξίφος ὡθοῦσι· καὶ λέγει ὁ Μέγας Ἀπόστολος· ἔχοντες διατροφάς, καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
Ἀλλ᾽ αὐτὸς ζητεῖς καὶ μαθητιᾶς, καὶ παρ᾽ ἡμῶν ἐγγράφως ἀκηκοέναι τὰ πρόσφορα τῇ τε ἀρχῇ, καὶ τῇ μεσότητι, καὶ τῷ τέλει τῆς κατὰ Χριστὸν πολιτείας; Ἀλλὰ κἂν ἐπαινετὸν τὸ ἐρώτημα, ἀλλ᾽ ἐργώδης ἐκ τοῦ προχείρου ἡ ἀπόκρισις· ὅμως, Χριστοῦ δεξιὰν ὀρέγοντος, πρὸς τὴν σὴν ζήτησιν, καὶ τοῦτο ποιῆσαι σπουδάσομεν· ὡς ἐν βάθρῳ βεβηκότι καὶ ἀσαλεύτῳ, τῇ παγγεράστῳ τελείᾳ ὑπακοῇ ἐποικοδομοῦντες τὸν πολλυθρύλλητον οἶκον, πάσης τῆς πνευματικῆς οἰκοδομίας τὴν θεοποιὸν φαμὲν ἡσυχίαν· καὶ δὴ λέγομεν οὕτω, πατρικαῖς, καὶ πνευματοφθόγγοις χρήσεσιν, ὡς ἀκραδάντοις στύλοις ἐπερειδόμενοι.
Ὅτι σὺν τῇ ὀρθοδόξῳ πίστει δεῖ ἐπιμελεῖσθαι πλήρη εἶναι καὶ τῶν καλῶν ἔργων, τὸν γνησίως ἐθέλοντα ἡσυχάσαι καὶ κατὰ Θεόν· καὶ ὅτι ἡ πίστις διπλῆ· καὶ ὅτι μετὰ ταύτης χρὴ εἶναι τὸν ἡσυχάζοντα εἰρηνικόν, ἀπερίσπαστον, ἀμέριμνον, ἤτοι ἀφρόντιστον, σιωπηλόν, ἥσυχον, εὐχάριστον ἐν παντί, ἐπιγνώμονά τε τῆς ἰδίας ἀσθενείας, καὶ γενναίως φέρειν τοὺς πειρασμούς, καὶ πρὸς Θεὸν ἐλπίζειν, καὶ παρ᾽ αὐτοῦ τὸ συμφέρον ἐκδέχεσθαι.
Α΄. Φησὶν ὁ Σωτήρ· οὐ πᾶς ὁ λέγων μοι, Κύριε Κύριε· εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ σὺ τοίνυν ἀγαπητέ, εἴπερ οὐ λόγοις ψιλοῖς ἐρᾶς τῆς θεοποιοῦ ἡσυχίας, ἥτις ἀπάρτι τὰς ἐμφάσεις εἰσδέχεσθαι τηλαυγῶς προξενεῖ τῆς οὐρανῶν Βασιλείας, καὶ τοῦ Θεοῦ; τοῖς ταύτην γνησίως μετιοῦσιν· ἐν δὲ τῷ μέλλοντι, ὁλικώτερον καὶ τελειώτερον· ἀλλ᾽ ἀληθείᾳ ἐρᾶς καὶ πράγματι, ἐπιμελοῦ, πρὸς τῇ ὀρθοδόξῳ πίστει, πλήρης εἶναι καὶ τῶν καλῶν ἔργων· εἰθ᾽ οὕτως, ἔσο εἰρηνικὸς μετὰ πάντων, τόγε σὸν μέρος, ἀπερίσπαστος, ἀμέριμνος, ἤτοι ἀφρόντιστος τοκαθόλου σιωπηλός, ἥσυχος, εὐχάριστος ἐν παντί, ἐπιγνώμων τε τῆς οἰκείας ἀσθενείας· καὶ τὸ ὅλον, ἄγρυπνον ὅμμα καὶ νηφάλιον, πρὸς τοὺς καθ᾽ ἑκάστην διαφόρους καὶ πολυειδεῖς ἐπισυμβαίνοντάς σοι πειρασμούς, τήρει· ὑπομονῇ τε καὶ μακροθυμίᾳ, πρὸς πᾶσαν τρικυμίαν, καὶ θλίψιν προσπαλαίων, ἐπερχομένην σοι ὁπωσδήποτε· περὶ μὲν γὰρ τοῦ πρώτου, καὶ τοῦ δευτέρου ἤγουν τοῦ, πρὸς τῇ ὀρθοδόξῳ πίστει, καὶ καλοῖς ἔργοις κατακοσμεῖσθαι, σαφής σοι διδάσκαλος, ὁ κλεινὸς ἀδελφόθεος, οὕτω φάσκων· ἡ πίστις χωρὶς τῶν ἔργων, νεκρά ἐστιν· ὥσπερ καὶ τὰ ἔργα, χωρὶς πίστεως· καὶ δεῖξόν μοι ἐκ τῶν ἔργων σου τὴν πίστιν σου· καὶ πρόγε τούτου, ὁ πάντων καθηγητής, καὶ διδάσκαλος, ὁ Κύριος ἡμῶν Ἰησοῦ Χριστός, λέγων πρὸς τοὺς μαθητάς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ὁ Θεολόγος δέ φησιν, ὅτι τρία ταῦτα ζητεῖ ὁ Θεὸς ἀπὸ παντὸς ἀνθρώπου, τοῦ ἔχοντος τὸ Βάπτισμα· πίστιν ὀρθὴν ἀπὸ ψυχῆς, σωφροσύνην ἀπὸ τοῦ σώματος, καὶ ἀλήθειαν ἀπὸ τῆς γλώττης.
Ὅτι ἡ πίστις διπλῆ.
Β΄. Σημείωσαι δέ, ὅτι ἡ πίστις κατὰ τὰ θεοπαράδοτα λόγια διπλῆ ἐστιν, ἡ μέν, καθόλου πάντων τῶν ὀρθοδόξων Χριστιανῶν, εἰς τὴν ἀρχῆθέν τε βεβαπτίσμεθα· καὶ ᾗ τελευταῖον συναπέλθοιμεν ἡ δέ, σπανίων κἀκείνων, τῶν διὰ τῆς τῶν θεοποιῶν πασῶν ἐντολῶν ἐκπληρώσεως, εἰς τὸ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἐπαναδεδραμηκότων, καὶ οὕτω πεπλουτηκότων τῷ τῆς χάριτος θείῳ φωτί, ἅπασαι τὴν ἑαυτῶν ἐλπίδα ἐπιστηρίξαι πρὸς Κύριον· καὶ τοσοῦτον, ὦ τῆς ἀξίας, ὡς μηδαμῶς κατά γε τὸ κυριαχὸν λόγιον, διακρίνεσθαι τούτους ἐν καιρῷ προσευχῆς, εἰς τὰ πρὸς Θεὸν αἰτήματα· ἀλλὰ μετὰ πίστεως ζητεῖν, καὶ οὕτω λαμβάνειν ἐκ τοῦ προχείρου τὰ συμφέροντα· καθὸ καὶ τὸ ἐξ ἔργων εἰλικρινῶν βεβαιόπιστον, οἱ μακάριοι προσεκτήσαντο, ὡς πᾶσαν γνῶσιν καὶ διάκρισιν καὶ δισταγμὸν καὶ φροντίδα ἀφ᾽ ἑαυτῶν ῥίψαντες, καὶ ὅλοι ὅλως τῇ θείᾳ μέθῃ τῆς πρὸς Θεὸν πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης καταπτισθέντες, καὶ γοῦν ἀλλοιωθέντες τῆν κρείττω καὶ μακαρίαν τῆς δεξιᾶς τοῦ ὑψίστου, κατὰ τὸν θεῖον Δαβίδ, ἀλλοίωσιν· ἀλλὰ τὸ μὲν εἰς πλάτος περὶ τῆς πρώτης πίστεως λέγειν, οὐ τοῦ παρόντος καιροῦ· τὸ δὲ περὶ τῆς δευτέρας, ἥτις ὡς πέρ τις καρπὸς ἔνθεος ἐκ τῆς πρώτης ἀνθεῖ καὶ ἀποτίκτεται, ὡς λίαν εὗκαιρον· ἡ γὰρ πίστις, οἶόν τις ῥίζα καὶ κεφάλαιον πέφυκε, τῆς φερωνύμου θεοποιοῦ ἡσυχίας· ἐὰν γὰρ μὴ πιστεύσῃς, φησὶν ὁ τῆς Κλίμακος, πῶς ἡσυχάσεις; λέγει τοίνυν ὁ θεῖος Δαβίδ· ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ὁ Μέγας Ἀπόστολος Παῦλος, ἔστι πίστις, ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· καὶ ὁ δίκαιος ἐκ πίστεως ζήσεται κτλ. καὶ ὁ Σωτὴρ δὲ πρὸς τοὺς αἱτήσαντας αὐτὸν μαθητὰς προσθεῖναι αὐτοῖς πίστιν, οὕτω φησίν· εἰ ἔχετε πίστιν ὡσεὶ κόκκον συνάπεως ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν· καὶ ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε· καὶ ἡ πίστις σου σέσωκέ σε· γράφει δὲ καὶ ὁ ὅσιος Ἰσαάκ· ἡ πίστις λεπτοτέρα τῆς γνώσεως, καθὼς ἡ γνῶσις τῶν πραγμάτων τῶν αἰσθητῶν· πάντες γὰρ οἱ ἅγιοι τὴν πολιτείαν ταύτην καταξιωθέντες εὑρεῖν, ὅπέρ ἐστιν ἔκπληξις εἰς Θεόν, ἐν τῇ δυνάμει τῆς πίστεως διάγουσιν, ἐν τῇ τρυφῇ τῆς πολιτείας ἐκείνης τῆς ὑπὲρ φύσιν.
Πίστιν δὲ λέγομεν οὐ ἐν ῇ πιστεύει τις, ἐν τῇ διαφορᾷ τῶν προσκυνητῶν ὑποστάσεών τε καὶ θείων καὶ ἐν τῇ ἐξαιρέτῳ καὶ ἰδίᾳ φύσει αὐτῆς τῆς θεότητος, καὶ ἐν τῇ οἰκονομίᾳ τῇ θαυμαστῇ τῇ ἐν τῇ ἀνθρωπότητι ἐν τῇ προσλήψει τῆς φύσεως ἡμῶν, εἰ καὶ αὐτὴ ὑψηλή ἐστι λίαν· ἀλλὰ τὴν πίστιν τὴν ἐκ τοῦ φωτὸς τῆς χάριτος ἀνατέλλουσαν ἐν τῇ ψυχῇ ἐν τῇ μαρτυρίᾳ τῆς διανοίας, στηρίζουσαν τὴν καρδίαν ἀδίστακτον εἶναι ἐν τῇ πληροφορίᾳ τῆς ἐλπίδος τῇ ἀπεχούσῃ ἀπὸ πάσης οἰήσεως· καὶ οὐκ ἐν τῇ ἐπιδόσει τῆς ἀκοῆς τῶν ὥτων ἑαυτὴν δεικνύει, ἀλλ᾽ ἐν τοῖς πνευματικοῖς ὀφθαλμοῖς τὰ μυστήρια τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ· καὶ τὸν κρυπτὸν καὶ θεῖον πλοῦτον, τὸν κεκρυμμένον ἐκ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῆς σαρκὸς καὶ ἀποκαλυπτόμενον ἐν τῷ πνεύματι τοῖς ἐν τῇ τραπέζῃ τοῦ Χριστοῦ διαιτωμένοις, ἐν τῇ ἀδολεσχίᾳ τῶν νόμων αὐτοῦ, καθὼς εἶπεν· ἐὰν τηρήσητε τὰς ἐντολάς μου, ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας, ὅπερ ὁ κόσμος οὐ δύναται δέξασθαι· κἀκεῖνος διδάξει ὑμᾶς πᾶσαν τὴν ἀλήθειαν καὶ τὰ ἑξῆς· καὶ αὖθις· ἕως ἂν ἔλθῃ ἐκεῖνο, ὅπέρ ἐστιν ἡ τελείωσις τῶν μυστηρίων, καὶ ἀξιωθῶμεν φανερῶς τῆς Ἀποκαλύψεως αὐτῶν, ἡ πίστις λειτουργεῖ μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἁγίων μυστήρια ἄρρητα, ὧν ἀξιωθείημεν διὰ τῆς χάριτος αὐτοῦ τοῦ Χριστοῦ, ἐνταῦθα μὲν ὡς ἐν ἀρραβῶνι· ἐκεῖ δὲ ἐν ὑποστάσει τῆς ἀληθείας, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μετὰ τῶν ἀγαπώντων αὑτόν.
Ὅτι δεῖ εἰρηνικὸν ὑπάρχειν σε.
Γ΄. Περὶ δέ γε τοῦ τρίτου, δηλαδὴ τοῦ εἰρηνικὸν εἶναί σε μετὰ πάντων, ἐναργής σοι παραίνεσις ἡ τοῦ μακαρίου Δαβὶδ ρῆσις· ναὶ μὴν καὶ ἡ τοῦ χριστοφόρου Παύλου γεγωνότερον σάλπιγγος βοῶσα· ἡ μὲν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον· καὶ μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· καὶ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν· ἡ δὲ εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν· οὐ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· καὶ εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων εἰρηνεύοντες.
Ὅτι δεῖ ἀπερίσπαστον εἶναί σε.
Δ΄. Τοῦ δέ γε τετάρτου, δηλαδὴ τοῦ ἀπερίσπαστον τυγχάνειν σε, ὁ ὅσιος Ἰσαὰκ δηλώσει σοι λέγων, ὅτι ἐὰν ἡ ἐπιθυμία φησί, γένημα τῶν αἰσθήσεων ὑπάρχῃ, σιωπησάτωσαν λοιπόν, οἱ μετὰ περισπασμοῦ τὴν εἰρήνην τῆς διανοίας φυλάττειν ὁμολογοῦντες· καὶ μετὰ περισπωμένων μὴ συναναστραφῆς.
Ὅτι δεῖ ἀμέριμνον, καὶ ἀφρόντιστον ὑπάρχειν σε.
Ε΄. Τοῦ δὲ δὴ πέμπτου, δηλονότι τοῦ ἀμέριμνον, καὶ ἀφρόντιστον ἐξ εὐλόγων, καὶ ἀλόγων πραγμάτων ὑπάρχειν σε, διδασκαλεῖόν σοι, ὅπερ ἐν Εὐαγγελίοις φησὶν ὁ Κύριος διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγετε· μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα, τοῦ ἐνδύματος; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας· καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καὶ μετ᾽ ὀλίγα· μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλλώμεθα· ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος, ὅτι χρήζετε τούτων ἁπάντων· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς· λέγει δὲ καὶ ὁ Ἅγιος Ἰσαάκ· χωρὶς ἀμεριμνίας φῶς ἐν τῇ ψυχῇ σου μὴ ζητήσῃς· μήτε γαλήνην καὶ ἡσυχίαν, ἐν τῇ χαυνότητι τῶν αἰσθήσεών σου· καὶ ὁ τῆς Κλίμακος· μία θρὶξ ταράσσει ὀφθαλμόν· καὶ μικρὰ φροντὶς ἀφανίζει ἡσυχίαν· ἡσυχία γάρ ἐστιν, ἀπόθεσις νοημάτων, καὶ ἄρνησις εὐλόγων φροντίδων· ὁ ὄντως ἡσυχίαν κατειληφώς, οὐδὲ τῆς ἑαυτοῦ σαρκὸς φροντίσει· ἀψευδὴς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος.
Ὅτι δεῖ σιωπηλὸν εἶναί σε.
ϛ΄. Ἔτι περὶ τοῦ ἕκτου, δηλαδὴ τοῦ σιωπᾶν, ὁ εἱρμὸς εἰπεῖν ἡμᾶς ἐκβιάζει τοῦ λόγου· λέγει οὖν καὶ περὶ τούτου ὁ ὅσιος Ἰσαάκ· ὁ κωλύων τὸ στόμα αὐτοῦ ἐκ τῆς καταλαλιᾶς, φυλάττει τὴν καρδίαν αὐτοῦ ἐκ τῶν παθῶν· καὶ ὁ καθαίρων τὴν καρδίαν αὐτοῦ ἐκ τῶν παθῶν, ἐν πάσῃ ὥρᾳ θεωρεῖ τὸν Κύριον· καὶ ὅτε πάντα τὰ ἔργα τῆς πολιτείας εἰς ἓν μέρος θήσεις, καὶ τὴν σιωπὴν ἐν ἄλλῳ, εὑρήσεις αὐτὴν ὑπερβάλλουσαν ἐν σταθμῷ· καί, ὑπὲρ πάντα τὴν σιωπὴν ἀγάπησον, ὅτι προσεγγίζει σε πρὸς καρπόν· ἡ γλῶσσα γὰρ ἀσθενεῖ πρὸς τὴν ἐξήγησιν αὐτοῦ· πρῶτον μὲν βιασώμεθα ἑαυτοὺς σιωπᾶν· καὶ τότε ἐκ τῆς σιωπῆς, γεννᾶται ἡμῖν τί, ὁδηγοῦν ἡμᾶς εἰς αὐτὴν τὴν σιωπήν· δώη σοι ὁ Θεὸς αἰσθηθῆναί τινος γεννωμένου ἐκ τῆς σιωπῆς· ἐὰν δὲ ἐν ταύτη τῇ πολιτείᾳ ἄρξῃ, οὐκ ἐπίσταμαι ἐγὼ ποῖον φῶς ἀνατελεῖ σοι ἐντεῦθεν· καὶ αὖθις· ἡ σιωπὴ μυστήριόν ἐστι τοῦ μέλλοντος αἰῶνος· οἱ δὲ λόγοι ὄργανόν εἰσι τοῦ κόσμου τούτου· καὶ τῷ ἁγίῳ δὲ Ἀρσενίῳ, οὕτως ἡ θεία φωνὴ τὸ δεύτερον ἐθέσπισε· Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, καὶ σωθήσῃ.
Ὅτι δεῖ ἥσυχον εἶναι σε.
Ζ΄. Ὡσαύτως δὲ καὶ περὶ τοῦ ἑβδόμου, ἤγουν τοῦ ἡσύχως βιῶναί σε, ἀξιόπιστοι πρὸς παράστασιν ὅ,τε Μέγας Βασίλειος, καὶ ὁ Ἅγιος πάλιν Ἰσαάκ· ὁ μὲν εἰρηκώς· ἡ ἡσυχία, ἀρχὴ καθάρσεως τῇ ψυχῇ· ὁ δέ, ὅρος ἡσυχίας, σιωπὴ ἀπὸ πάντων· ὁ μέν, τὴν ταύτης ἀρχήν· ὁ δέ, τὸ τέλος διὰ τῶν δετῶν φωνῶν ὡς ἐν συντόμῳ ἐπισημάναντες· καὶ ἐν τῇ παλαιᾷ δὲ γραφῇ οὕτως εἴρηται· ἥμαρτες; ἡσύχασον· καὶ σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· λέγει δὲ καὶ ὁ τῆς Κλίμακος· ἔργον ἡσυχίας προηγούμενον, ἀμεριμνία πάντων πραγμάτων εὐλόγων, ἢ ἀλόγων· ὁ γὰρ τοῖς προτέροις ἀνοίγων, τοῖς δευτέροις πάντως περιπεσεῖται προσευχὴ ἀοκνος· καὶ τρίτον, ἐργασία χαρδίας ἄσυλος· ἀδύνατον, τὸν μὴ γράμματα μεμαθηκότα, φυσικῶς ἐν δέλτοις μελετᾶν· ἀδυνατώτερον δέ, τοὺς μὴ τὸ πρότερον κτησαμένους, τὰ δύω λόγῳ μετελθεῖν· καὶ αὖθις ὁ Ἅγιος Ἰσαάκ· πόθος ἡσυχίας ἐστί. προσδοκία τοῦ θανάτου διηνεκής· ὁ ἐκτὸς ταύτης τῆς μελέτης εἰσερχόμενος ἐν τῇ ἡσυχίᾳ, οὐ δύναται βαστάσαι, ἅπερ ὀφείλομεν καρτερεῖν καὶ βαστάζειν ἐκ παντὸς τρόπου.
Ὅτι δεῖ ἐν παντὶ εὐχαριστεῖν.
Η΄. Ὁμοίως καὶ περὶ τοῦ ὀγδόου, ἤτοι τοῦ ἐν παντὶ εὐχαριστεῖν σε, ἔστω ἱκανὸς ὑφηγητής, ὁ θεῖος Ἀπόστολος Παῦλος προστάσσων, ἐν παντὶ εὐχαριστεῖτε· καὶ ὁ ὅσιος Ἰσαάκ, ἡ εὐχαριστία τοῦ λαμβάνοντος, ἐρεθίζει τὸν διδόντα, τοῦ δοῦναι δωρήματα μείζονα τῶν προτέρων· ὁ μὴ εὐχαριστῶν ἐπὶ τοῖς μικροτέροις, καὶ ἐπὶ τοῖς μείζοσι, ψεύστης ἐστὶ καὶ ἄδικος· καὶ ὁ ὁδηγῶν τὰ χαρίσματα τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, καρδία ἐστὶ κινουμένη, πρὸς εὐχαριστίαν ἀδιάλειπτον· ὁ ὁδηγῶν τὸν πειρασμὸν πρὸς τὴν ψυχήν, ἡ ἔννοια ἐστι τοῦ γογγυσμοῦ, ἡ κινουμένη ἀεὶ ἐν τῇ καρδίᾳ· καὶ στόμα διὰ παντὸς εὐχαριστοῦν, εὐλογίαν δέχεται παρὰ τοῦ Θεοῦ· καὶ καρδία διαμένουσα ἐν εὐχαριστίᾳ, ἐμπίπτει ἐν αὐτῇ ἡ χάρις.
Ὅτι δεῖ γινώσκειν τὴν ἰδίαν ἀσθένειαν.
Θ΄. Ἡλίκον μέντοι τὸ κέρδος συλλέγεται τῷ πεφθακότι γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν· ὃ καὶ ἔννατον τῷ ἀριθμῷ πέφυκε· προσχῶν τῷ ἕκτῳ ψαλμῷ τοῦ θείου Δαβὶδ μαθήσῃ· ἐν οἷς φησίν· ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι· καὶ ἀλλαχοῦ, ἐγώ δέ εἶμι σκώληξ καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων, καὶ ἐξουθένημα λαοῦ· καὶ ὁ Ἅγιος Ἰσαάκ· μακάριος ἄνθρωπος, ὁ γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν· διότι αὕτη ἡ γνῶσις, γίνεται αὐτῷ θεμέλιος, καὶ ῥίζα, καὶ ἀρχὴ πάσης ἀγαθωσύνης· ὅταν γὰρ μάθῃ τίς, καὶ ἐν ἀληθείᾳ αἰσθηθῇ τῆς ἑαυτοῦ ἀσθενείας, τηνικαῦτα περισφίγγει τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῆς χαυνότητος τῆς ἀμαυρούσης τὴν γνῶσιν· καὶ θησαυρίζει ἑαυτῷ, παραφυλακήν· καὶ ὁ ἄνθρωπος ὁ φθάσας γνῶναι τὸ μέτρον τῆς ἀσθενείας αὐτοῦ, οὖτος ἔφθασε τὸ τέλειον τῆς ταπεινώσεως.
Ὅτι δεῖ γενναίως φέρειν τοὺς πειρασμούς.
Ι΄. Ὑπόλοιπον δὲ τοῦ λόγου κεφάλαιον, ὃ καὶ τὸν ἐκτεθέντα ἡμῖν εἰς δέκατον ἀριθμὸν συμπληροῖ, καθέστηκε, τὸ γενναίως φέρειν καὶ ἀνθίστασθαι μετὰ ὑπομονῆς καὶ μακροθυμίας, πρὸς τοὺς μέλλοντας ἐπισυμβαίνειν σοι διαφόρους, καὶ πολυειδεῖς πειρασμούς· ἄκουσον τοίνυν οἷα καὶ περὶ τούτου, τῇ ἱερᾷ γραφῇ ἀνάγραπτα τελεῖ· καὶ γοῦν λέγει ὁ χριστοφόρος Παῦλος· ἀδελφοί, οὐκ ἔστιν ἡμῖν ἡ πάλη, πρὸς αἷμα, καὶ σάρκα· ἀλλὰ πρὸς τὰς ἀρχάς· πρὸς τὰς ἐξουσίας· πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν ἐπουρανίοις· καί, εἰ ἐκτός ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες· ἄρα νόθοι ἐστέ, καὶ οὐχ υἱοί· καί, ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται· καὶ ὁ Ἀδελφόθεος· ἀνὴρ ἀπείραστος ἀδόκιμος· καὶ ὁ Ἅγιος Ἡλίας ὁ ἔκδικος· ἔξεστι παντὶ χριστιανῷ, τῷ ὀρθῶς πιστεύοντι εἰς Θεόν, μὴ ἀμεριμνεῖν, ἀλλὰ πάντοτε προσδοκᾶν καὶ ἐκδέχεσθαι πειρασμόν· ἵνα ὅταν ἔλθῃ, μὴ ξενίζηται, μηδὲ ταράττηται· ἀλλ᾽ εὐχαρίστως ὑπομένειν τὸν κόπον τῆς θλίψεως, καὶ ἐννοεῖν, τί ψάλλων σὺν τῷ Προφήτῃ λέγει· δοκίμασον με Κύριε, καὶ πείρασόν με· καὶ οὐκ εἶπεν· ὅτι ἡ παιδεία σου κατέστρεψέ με, ἀλλ᾽ ἀνώρθωσέ με εἰς τέλος· μήτε μὴν ζήτει τὰς τῶν πειρασμῶν αἰτίας, ὅθεν ἐπέρχονται, ἀλλὰ μόνον εὔχου τῷ Θεῷ, εὐχαρίστως φέρειν αὐτούς, ὡς λέγει ὁ Ἅγιος Μάρκος· «ὅτι πειρασμοῦ ἐπελθόντος, μὴ ζήτει διὰ τί, ἢ διὰ τίνος ἐλήλυθεν; ἀλλ᾽ ὅπως ἀν, αὐτὸν εὐχαρίστως, καὶ ἀμνησικάκως ὑπομείνῃς· καὶ πάλιν· εἰ οὐκ ἔστι ῥαδίως εὑρεῖν, τὸν ἐκτὸς πειρασμῶν εὐαρεστήσαντα, εὐχαριστεῖν δεῖ τῷ Θεῷ ἐπὶ πάσῃ συμβάσει· καὶ πᾶσα θλίψις ἐλέγχει τὴν ῥοπὴν τοῦ θελήματος, εἴτε εἰς δεξιὰ ῥέπει, εἴτε Ρεὶς ἀριστερά· διὰ τοῦτο ἡ συμβᾶσα θλίψις, πειρασμὸς ὀνομάζεται, τῷ μετόχῳ πεῖραν τῶν κεκρυμμένων θελημάτων παρέχουσα· καὶ ὁ Ἅγιος Ἰσαὰκ δέ, σὺν πολλοῖς ἄλλοις καὶ ταῦτά φησι· πάντα ἄνθρωπον ὠφελεῖ ὁ πειρασμός· ἐὰν γὰρ τὸν Παῦλον ὠφελεῖ, πᾶν στόμα φραγήσεται· καὶ ὑπόδικος γενέσθω πᾶς ὁ κόσμος τῷ Θεῷ· οἱ ἀγωνισταὶ πειράζονται, ἵνα προσθήσωσι τῷ πλούτῳ αὐτῶν· οἱ χαῦνοι, ἵνα ἐκ τῶν βλαπτόντων φυλάξωνται ἑαυτούς· καὶ οἱ ὑπνώττοντες· ἵνα εἰς ἐξυπνισμὸν εὐτρεπισθῶσι· καὶ οἱ μακρὰν ὄντες, ἵνα προσεγγίσωσι τῷ Θεῷ· οἱ δὲ οἰκεῖοι, ἵνα ἐν παρρησίᾳ εἰσοικισθῶσι· πᾶς υἱὸς ἀγύμναστος, οὐ δέχεται τὸν πλοῦτον τοῦ οἴκου τοῦ Πατρὸς αὐτοῦ, εἰς τὸ βοηθεῖσθαι ὑπ αὐτοῦ· καὶ διὰ τοῦτο λοιπόν, πρῶτον πειράζει ὁ Θεός, καὶ βασανίζει, εἶτα δεικνύει τὸ χάρισμα· δόξα τῷ δεσπότῃ τῷ ἐν φαρμάκοις στρυφνοῖς, τὴν τρυφὴν τῆς ὑγιείας ἡμῖν προσάγοντι· οὐκ ἔστιν ὃς τις ἐν τῷ καιρῷ τῆς γυμνασίας μὴ ἄχθεται· καὶ οὐκ ἔστι τίς, ᾧ οὐ πικρὸς ὁ καιρός, ἐν ᾧ τὸν ἰὸν ποτίζεται τῶν πειρασμῶν, καταφαίνεται· «χωρὶς γὰρ τούτων, οὐ δυνατὸν κρᾶσιν προσκτήσασθαι ἰσχυράν· καί, τὸ ὑπομεῖναι δέ, οὐχ ἡμῶν ἐστί· πόθεν γὰρ ἔχει τὸ κεράμιον τὸ ἀπὸ πηλοῦ, ὑπομεῖναι τὴν ῥύσιν τοῦ ὕδατος, εἰ μὴ τὸ πῦρ τὸ θεϊκόν, αὐτὸ στερεώσειεν; ἐὰν ὑποταγῶμεν αἰτούμενοι ἐν ταπεινώσει μετ᾽ ἐφέσεως ἀδιαλείπτου, καὶ ἡμεῖς ἐν καρτερίᾳ πάντα λαμβάνομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· εἴρηται δὲ καὶ ἐν τῇ σοφίᾳ τοῦ Σειράχ· τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ τῷ Θεῷ σου, ἐπίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· καὶ εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον»· καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς.
Ὅτι δεῖ πρὸς Θεὸν ἐλπίζειν, καὶ παρ᾽ αὐτοῦ τὸ συμφέρον ἐκδέχεσθαι.
« Τὴν τῆς ἐλπίδος ἄγκυραν, πρὸς τὸν σώζειν δυνάμενον Θεόν, ἀναρτῶν, καὶ παρ᾽ αὐτοῦ τὴν τῶν πειρασμῶν ἔκβασιν συμφερόντως ἀπεκδεχόμενος· πιστὸς γάρ φησιν, ὁ Θεός, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι, ὑπὲρ ὃ δυνάμεθα· ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν· καί, ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· καὶ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται· καὶ ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ Ἀδελφόθεος δὲ οὕτω φησί· πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω· ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι· καὶ μακάριος ἄνθρωπος ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν· καὶ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· καὶ ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεως μου· καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου· καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ἄσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· γράφει δὲ καὶ ὁ Μακάριος Συμεὼν ὁ μεταφραστής· ψυχὴ δεσμοῖς ἁλοῦσα τοῦ πρὸς Θεὸν ἔρωτος, οὐδὲν ἡγεῖται τὸ πάσχειν, ἀλλὰ τοῖς ἀλγεινοῖς ἐντρυφᾷ καὶ θάλλει κακοπαθείᾳ· καὶ ὅταν οὐδὲν ὑπὲρ τοῦ ἐρωμένου πάσχει τῶν λυπηρῶν, τότε πάσχειν ἡγεῖται μᾶλλον, καὶ ὡς κόλασιν τὴν ἄνεσιν διαφεύγει».
Περὶ φόβου Θεοῦ, ὅτι διπλοῦς· ὁ μὲν τῶν ἀρχαρίων, ὁ δὲ τῶν τελείων.
Οὐκ ὀκνητέον δὲ τανῦν διαμνημονεῦσαι καὶ περὶ τοῦ κατὰ Θεὸν διπλοῦ φόβου, εἰ καί πως διά γε τὸ δόξαν ἡμῖν, μετὰ τὸ τέλος τῆς σημειωθείσης ἡμῖν δεκάδος τῶν εἰρημένων κεφαλαίων, μνησθῆναι περὶ τοῦ τελείου φόβου τὴν τάξιν τοῦ πρώτου φόβου παρεσαλεύσαμεν· μετὰ τὴν πίστιν ὁ φόβος τοῖς θείοις πατράσι τέτακται.
Περὶ τοῦ πρώτου φόβου, οἷος τῶν ἀρχαρίων.
Ἴσθι τοίνυν, φίλτατε, ὅτι ὁ φόβος ὁ κατὰ Θεὸν διπλοῦς ἐστιν, ὁ μὲν τῶν ἀρχαρίων, ὁ δὲ τῶν τελείων· καὶ περὶ μὲν τοῦ πρώτου οὕτω γέγραπται· ἀρχὴ σοφίας φόβος Κυρίου· «καὶ δεῦτε τέκνα ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· καὶ ὅτι τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· καὶ οὐ φόβος, ἐντολῶν τήρησις· λέγει δὲ καὶ ὁ ὄσιος Ἰσαάκ· ὁ φόβος τοῦ Θεοῦ, ἀρχή ἐστι τῆς ἀρετῆς· λέγεται δὲ εἶναι γέννημα τῆς πίστεως· καὶ σπείρεται ἐν καρδίᾳ, ὅταν ἀποχωρισθῇ ἡ διάνοια, ἐκ τοῦ περισπασμοῦ τοῦ κόσμου, τοῦ συνάξαι τὰς νοήσεις αὐτῆς τὰς ῥεμβομένας ἐκ τοῦ μετεωρισμοῦ, ἐν τῇ ἀδολεσχίᾳ τῆς μελλούσης ἀποκαταστάσεως· καὶ ἀρχὴ τῆς ἀληθινῆς ζωῆς τοῦ ἀνθρώπου, ὁ φόβος τοῦ Θεοῦ καὶ οὖτος σὺν μετεωρισμῷ τινῶν ἐν τῇ ψυχῇ διαμεῖναι οὐ πείθεται· καὶ σοφίσθητι τοῦ θεῖναι θεμέλιον ἐν τῇ ὁδοιπορίᾳ σου τὸν φόβον τοῦ Θεοῦ· καὶ ἐν ὀλίγαις ἡμέραις ἀποκαθίστασαι ἐν τῇ πύλῃ τῆς βασιλείας χωρὶς κυκλεύσεως ὁδοῦ».
Περὶ τοῦ β΄. καὶ τελείου φόβου.
Περὶ δὲ τοῦ δευτέρου, ἤτοι τοῦ τελείου θείου φόβου, οὕτως εἴρηται· « Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· καὶ μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον· οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ· καὶ φοβήθητε τὸν Κύριον, πάντες οἱ Ἅγιοι αὐτοῦ· ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν· καὶ ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος, ὁ φοβούμενος τὸν Κύριον· καὶ ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· γράφει δὲ καὶ ὁ Ἅγιος Πέτρος ὁ Δαμασκηνός· σημεῖον τοῦ πρώτου φόβου, τὸ μισεῖν, καὶ ὀργίζεσθαι τὴν ἁμαρτίαν, ὡς ὁ πληγεὶς ὑπὸ θηρός· τοῦ δὲ τελείου, τὸ ἀγαπᾶν τὴν ἀρετήν, καὶ φοβεῖσθαι τὴν τροπήν· καὶ ὅτι οὐδεὶς ἀναλλοίωτος· καὶ ἐπὶ παντὸς πράγματος ἐν τῷ βίῳ τούτῳ, ὀφείλομεν ἀεὶ τὴν πτῶσιν φοβεῖσθαι»· ὅθεν, καὶ αὐτὸς ταῦτα συνετῶς ἀκροώμενος, σπούδασον μετὰ τῶν προειρημένων πάντων, καὶ τὸν πρῶτον ἀρτίως φόβον, παρὰ σεαυτῷ κατέχειν ἀδειαλείπτως· οἴα γὰρ θησαυροφυλάκιον πέφυκεν ἀσφαλέστατον πάσης ἀγαθῆς πράξεως· οὕτω γὰρ ἔχων, κατευθυνόμενα ἕξεις τὰ διαβήματά σου, πρὸς τὴν ἐργασίαν πασῶν τῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῶν· ὁδῷ δὲ προβαίνων, προσκτήσῃ καὶ τὸν τέλειον, καὶ ἁγνὸν φόβον, τῷ πόθῳ τῶν ἀρετῶν, καὶ τῷ ἐλέει τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν.
Ὅτι χάριν τῶν ἐντολῶν, καὶ τῆς κατ᾽ αὐτὰς πίστεως τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καιροῦ καλοῦντος, ὀφείλομεν μηδ᾽ αὐτῆς σῆς ζωῆς ἡμῶν φείσασθαι.
Πρὸς δέ τοῖς εἰρημένοις, δέον καὶ τοῦτο εἰδέναι σε· ὅτι περ, χάριν τῶν ζωοπαρόχων ἐντολῶν, καὶ τῆς κατ᾽ αὐτὰς πίστεως τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ὀφείλομεν· καιροῦ καλοῦντος· καὶ αὐτὴν τὴν ψυχὴν ἀπολέσαι ἀσμένως· ἤτοι μηδ᾽ αὐτῆς φείσασθαι τῆς ζωῆς ἡμῶν· ὡς περὶ τούτου αὐτὸς ὁ Κύριος Ἰησοῦς Χριστός φησιν, ὅτι ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν· ἀναμφιβόλως πιστεύων, καὶ μὴ διακρινόμενος, ὅτι καὶ ἀνάστασις, καὶ ζωή, καὶ πᾶν εἴτι σωτήριον, αὐτός ἐστιν ὁ θεάνθρωπος Ἰησοῦς ὁ Σωτήρ, ὡς αὐτὸς εἴρηκεν, «ὅτι ἐγώ εἰμι ἡ ἀνάστασις, καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐκ ἀποθάνῃ εἰς τὸν αἰῶνα· καὶ οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν, μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον· καὶ ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν· » ὅπως οὖν ἔχων, ἀεί τε τῶν ὄπισθεν ἐπιλανθανόμενος, καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, ὡς εἴρηται, τρέχε. σὺν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ἀμεταστρεπτὶ τὸν σὸν δρόμον, οὑτωσί· καλὸν δέ, ὡς ἡμῖν δοκεῖ, καὶ μάλα πρόσφορον, πρότερον ἐκθέσθαι τοῦ μακαριωτάτου· Νικηφόρου τοῦ πάνυ, περὶ τῆς ἔνδον καρδίας δι᾽ εἰσπνοῆς ῥινὸς εἰσόδου φυσικήν τινα μέθοδον, συντείνουσάν πως καὶ πρὸς τὴν τῆς διανοίας ἐπισυναγωγήν· ἵν᾽ οὕτως καθ᾽ εἱρμόν, σὺν Θεῷ, ἡ παροῦσα πραγματεία προβῇ εὔθετον· λέγει τοίνυν ὁ θεῖος ἐκεῖνος ἀνήρ, σὺν πολλοῖς ἄλλοις, τὸ κῦρος παρ᾽ ἀναγράπτων μαρτυριῶν τῶν Ἁγίων ἔχουσι, καὶ τάδε.
Μέθοδος φυσικὴ περὶ τῆς ἔνδον καρδίας δι᾽ εἰσπνοῆς ῥινὸς εἰσοδεξόδου, καὶ τῆς μετ αὐτῆς ἐνεργουμένης παρ᾽ ἡμῶν προσευχῆς· ἥτις ἐστί, τὸ Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με, συντείνει δὲ πως ἡ τοιαύτη μέθοδος, καὶ πρὸς τὴν τῆς διανοίας ἐπισυναγωγήν.
«Οἶδας ἀδελφέ, ὅτι ἡ πνοή, ἣν ἀναπνέομεν, ὁ ἀὴρ οὗτός ἐστιν· ἐμπνέομεν δὲ αὐτόν, οὐ δι᾽ ἕτερόν τι, ἀλλ᾽ ἢ διά τὴν καρδίαν· αὕτη γάρ ἐστιν ἡ τῆς ζωῆς παραίτιος, καὶ τῆς θέρμης τῷ σώματι· ἐπισπᾶσται τοίνυν ἡ καρδία τὸ πνεῦμα· ἵνα τὸ μὲν ἑαυτῆς θερμόν, ἔξωθεν διὰ τῆς ἐκπνοῆς διωθήσῃ, ἑαυτῇ δὲ εὐκρασίαν παρέξῃ· παραίτιος δὲ τῆς τοιαύτης οἰκονομίας, ἢ μᾶλλον ὑπουργός, ὁ πνεύμων ἐστίν· ὃς ἀραιὸς ὑπὸ τοῦ δημιουργοῦ κτισθείς, οἶά τις φυσητήρ, ἀλύπως εἰσάγει, καὶ ἐξάγει τὸ περιέχον· οὕτως οὖν ἡ καρδία, τὸ μὲν ψυχρὸν ἕλκουσα τοῦ πνεύματος, τὸ δὲ θερμὸν διωθοῦσα, τὴν τάξιν δηλονότι δι᾽ ἣν ᾠκονομήθη πρὸς τὴν τοῦ ζώου σύστασιν, ἀπαραβάτως διατηρεῖ· σὺ οὖν καθίσας ἐν κελλίῳ ἡσύχῳ, καὶ συναγαγών σου τὸν νοῦν, εἰσάγαγε αὐτόν, τὸν νοῦν, δηλαδή, εἰς τὴν τῆς ῥινὸς ὁδόν, ἔνθα τὸ πνεῦμα εἰς τὴν καρδίαν εἰσέρχεται· καὶ ὦθησαι αὐτόν, καὶ παραβιᾶσαι συγκατελθεῖν μετὰ τοῦ εἰσπνεομένου Πνεύματος εἰς τὴν καρδίαν· εἰσελθόντος δὲ αὐτοῦ ἐκεῖσε, οὐκ ἔτι ἀνεύφραντα, οὐδὲ ἄχαρι, γενήσεταί σοι τὰ μετὰ ταῦτα· ἀλλ᾽ ὥσπερ ἀνήρ τις τοῦ ἑαυτοῦ οἴκου ἀπόδημος, ἐπὰν ἐπιστρέψῃ, οὐκ ἔχει ὅ,τι καὶ γένηται ὑπὸ τῆς χαρᾶς, ὅτι κατηξιώθη τοῖς τέκνοις καὶ τῇ γυναικὶ ἐντυχεῖν· οὕτω καὶ ὁ νοῦς ἐπὰν μετὰ τῆς ψυχῆς ἑνωθῇ, ἀρρήτου ἡδονῆς καὶ εὐφροσύνης ἐμπίπλαται· τοίνυν ἀδελφέ, συνείθισον τὸν νοῦν, τοῦ μὴ ταχέως ἐχεῖθεν ἐξέρχεσθαι· πάνυ γὰρ ἐν ταῖς ἀρχαῖς καταρραθυμεῖ, ἐκ τῆς τῶν ἔνδον συγκλήσεως, καὶ στενώσεως· ἐπὰν δὲ συνήθης γένηται, οὐκ ἔτι στέργει ταῖς ἔξωθεν περιφοραῖς· ἡ γὰρ βασιλεία τῶν οὐρανῶν, ἐντὸς ἡμῶν ἐστιν· ἣν τῷ ἐκεῖσε περισκοποῦντι, καὶ διὰ καθαρᾶς προσευχῆς ταύτην ἐπιζητοῦντι, τὰ ἔξω πάντα, στυγητὰ δοκοῦσι, καὶ μισητά· καὶ μετὰ βραχέα· χρὴ δέ σε καὶ τοῦτο μαθεῖν, ὡς ἐκεῖσε τοῦ νοός σου τυγχάνοντος, οὐ σιωπᾶν, καὶ ἀργὸν ἵστασθαι ἔκτοτε ὀφείλεις ἐᾶν αὐτόν· ἀλλὰ δὸς αὐτῷ, τὸ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με, ἔργον ἔχειν, καὶ μελέτην ἄπαυστον· καὶ μηδέποτε ἐκ τούτου παυέσθω· τοῦτο γὰρ ἀμετεώριστον συνέχον τὸν νοῦν, ἀχείρωτον δεικνύει αὐτὸν καὶ ἄψαυστον ταῖς προσβολαῖς τοῦ ἐχθροῦ, καὶ εἰς ἀγάπην καὶ πόθον θεῖον, τὸ καθ᾽ ἡμέραν ἀνάγει»· καὶ ταῦτα μὲν ὁ μακαρίτης οὗτος Πατήρ, σκοπὸν ἔχων προηγούμενον, ἵνα πως ἐνεργουμένης τῆς φυσικῆς ταυτησὶ μεθόδου, ἐπανέλθῃ ὁ νοῦς ἐκ τῆς συνήθους περιφορᾶς, καὶ αἰχμαλωσίας, καὶ τοῦ ῥεμβασμοῦ, πρὸς προσοχήν· καὶ διὰ τῆς προσοχῆς, ἐπαναζεύξῃ πρὸς ἑαυτόν, καὶ οὕτω τῇ προσευχῇ ἑνωθῇ· καὶ ἵνα ἔκτοτε κατέρχηται εἰς τὴν καρδίαν, μετ᾽ αὐτῆς δηλονότι τῆς προσευχῆς, καὶ παραμένῃ ἀεὶ ἐν αὐτῇ, καθὰ καί τις ἕτερον τῶν θεοσόφων ὡσανεὶ ἐπεξηγούμενος τὴν προεκταθεῖσαν χρῆσιν, ὡς ἐν πείρᾳ τῆς τοιαύτης ἱερᾶς ἐργασίας πεφυκὼς τάδε διαγορεύει.
Περὶ τῆς δι᾽ εἰσπνοῆς ῥινὸς φυσικῆς μεθόδου, καὶ τῆς σὺν αὐτῇ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐπικλήσεως.
Δέον καὶ τοῦτο τῷ φιλομαθεῖ κατάδηλον ποιῆσαι· ὅτι, ἐάν περ τὸν νοῦν ἡμῶν ἐν τῇ εἰσόδῳ τοῦ πνεύματος συγκατέρχεσθαι αὐτῷ ἐκπαιδεύσωμεν, τὸ τηνικαῦτα μάθοιμεν ἂν ἀκριβῶς, ὅτι κατερχόμενος, ὁ νοῦς, οὐ πρότερον τούτου ἀπέρχεται, πρὶν ἄν, πάντα λογισμὸν παραιτήσηται, καὶ ἑνιαῖος καὶ γυμνὸς γένηται· οὐδεμιᾶς ἑτέρας μνήμης περιδεδραγμένος, ἢ τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικλήσεως· πάλιν δὲ ἐκεῖθεν ἀναχωρῶν, καὶ εἰς τὰ ἔξω ἐρχόμενος, ἐπὶ τὴν πολυσχιδῆ μνήμην, καὶ ἄκων μερίζεται.
Ὅτι καὶ ὁ θεῖος Χρυσόστομος, ὡς καὶ ἕτεροι τῶν πάλαι ἁγίων πατέρων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν προσεύχεσθαι διορίζεται· καὶ ἔνδον καρδίας· καὶ ταύτην φησὶ προσευχήν, τὸ Κύριε Ἰησοῦ Χριστὲ, Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με.
Λέγει δὲ καὶ ὁ Μέγας Χρυσόστομος· παρακαλῶ ὑμᾶς ἀδελφοί, τὸν κανόνα τῆς προσευχῆς μηδέποτε καταπατήσητε, ἢ καταφρονήσητε· καὶ μετὰ μικρόν· ὀφείλει ὁ μονάζων, εἴτε ἐσθίει, εἴτε πίνει, εἴτε καθέζεται, εἴτε διακονεῖ, εἴτε ὁδεύει· εἴτε τι ἕτερον ποιεῖ, ἀδιαλείπτως κράζειν τὸ, Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με· καὶ μετ᾽ ὀλίγον· ἵνα τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ κατερχόμενον εἰς τὸ βάθος τῆς καρδίας, τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομάς, ταπεινώσῃ· τὴν δὲ ψυχὴν σώσῃ καὶ ζωοποιήσῃ· ἀδιαλείπτως τοίνυν παράμεινον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον, καὶ ὁ Κύριος τὴν καρδίαν, καὶ γένηται τὰ δύο εἰς ἕν· καὶ αὖθις· μὴ χωρίζετε τὴν καρδίαν ὑμῶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ προσμένετε, καὶ φυλάσσετε αὐτήν, μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε· ἕως οὖ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδία, καὶ μηδὲν ἕτερον ἐννοῇ, ἵνα μεγαλυνθῇ Χριστὸς ἐν ὑμῖν.
Ἔτι περὶ τῆς δι᾽ εἰσπνοῆς ῥινὸς μετὰ προσοχῆς ἔνδον καρδίας μνήμης τοῦ Ἰησοῦ.
«Γράφει δὲ καὶ ὁ τῆς Κλίμακος Ἰησοῦ μνήμη κολληθήτω τῇ πνοῇ σου, καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν· καὶ ὁ ἅγιος Ἡσύχιος· εἰ ἀληθῶς ἄρα περιβαλεῖν αἰσχύνην τοῖς λογισμοῖς θέλοις, καὶ ἡσυχάζειν εὐμενῶς καὶ νήφειν τῇ καρδίᾳ μετὰ εὐκολίας, Ἰησοῦ εὐχή, κολληθήτω τῇ σῇ πνοῇ· καὶ ἐν ὀλίγαις ἡμέραις, γινόμενον ὄψει τοῦτο».
Ὅτι δεῖ τὸν νοερῶς νήφειν ἐθέλοντα, καὶ μᾶλλον τὸν ἀρχαριον, καθῆσθαι κατά γε τὸν καιρὸν τῆς προσευχῆς, ἐν ἡσύχῳ, καὶ ἀφεγγεῖ οἰκίσκῳ, διὰ τὸ οὕτως τόν τε νοῦν, καὶ τὴν διάνοιάν πως ἀπὸ μέρους συνάγεσθαι φυσικῶς.
Ὅθεν σὺν τοῖς δηλωθεῖσιν, ὡς ἄνωθεν οὖσι, καὶ ἐκ πατέρων ἁγίων μεγάλων προτεθεσπισμένοις, κατὰ τὰς ἐξαπλωθείσας ἡμῖν μαρτυρίας, περὶ τοῦ δι᾽ εἰσπνοῆς ῥινός, καὶ ἔνδον καρδίας, ἔν τε τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ ἐν τῷ αὐτοῦ ἁγίῳ, καὶ σωτηρίῳ ὀνόματι προσεύχεσθαι, καὶ μελετᾶν, καὶ νήφειν, καὶ παρ᾽ αὐτοῦ ἐκζητεῖν ἡμᾶς τὸ ἔλεος· πρόσεστι δὲ καὶ τοῦτο, τὸ ἐν ἡσύχῳ, καὶ ἀεὶ μέν, μάλιστα δὲ κατὰ τὸν ἀποτεταγμένον καιρὸν τῆς προσευχῆς, ναὶ μὴν καὶ ἐν ἀφεγγεῖ γωνίᾳ καθῆσθαι τὸν νοερῶς ἐν καρδίᾳ νήφειν ἐπιμελούμενον, καὶ μᾶλλον τὸν ἀρχάριον, ὡς οἱ ἐν πείρᾳ ὄντες τῆς τοιαύτης παμμακαρίστου ἐργασίας, θεῖοι πατέρες καὶ διδάσκαλοι, μυσταγωγοῦσί τε καὶ διακελεύονται· ἐπείπερ ἡ τῶν ὀφθαλμῶν βλέψις καὶ ὅρασις πρὸς τὰ ὁρώμενα καὶ βλεπόμενα σκεδάννυσθαι φυσικῶς καὶ διαμερίζεσθαι τὴν διάνοιαν, πεφήνασι πρόξενοι· καὶ μέν τοι τοῦ σκύλλεσθαι· καὶ ποικίλλεσθαι· ταύτης δὲ συγκληθείσης, ὡς λέλεκται, ἐν ἡσύχῳ καὶ σκοτεινῷ δωματίῳ, αὐτή τε τοῦ μερισμοῦ καὶ τοῦ ὅσον ἐκ τῆς ὁράσεως καὶ βλέψεως ποικίλλεσθαι παύεται· καὶ οὕτω γοῦν καὶ ὁ νοῦς ἑκὼν ἄκων ἀπὸ μέρους γαληνιᾶν καὶ πρὸς ἑαυτὸν εἴωθε συνάγεσθαι, ὡς φησιν ὁ Μέγας Βασίλειος· νοῦς μὴ σκεδανύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπάνεισι πρὸς ἑαυτόν.
Ὅτι πρό γε πάντων διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς τοῦ Ἁγίου αὐτοῦ ὀνόματος μετὰ πίστεως ἐν καρδίᾳ ἐπικλήσεως τὸ ἀρέμβαστον τῷ νοὶ ἐπιχορηγεῖται· συνεργεῖ δέ πως καὶ ἡ ἐν καρδίᾳ δι᾽ εἰσπνοῆς ρινὸς φυσικὴ μέθοδος, καὶ ἡ ἐν ἡσύχῳ, καὶ ἀφεγγεῖ χώρῳ καθέδρα, καὶ τὰ παρόμοια.
Καὶ πρό γε τούτων μᾶλλον δὲ πρὸ πάντων, τὸ τοιοῦτον τῷ νῷ κατορθοῦται ἀγώνισμα, τῇ συνάρσει τῆς θείας χάριτος, τῇ ἐκ τῆς μονολογίστου καρδιακῆς καθαρᾶς καὶ ἀρρεμβάστου ἐπικλήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν πίστει ἐπιγινομένη, ἀλλ᾽ οὐ ψιλῇ μόνῃ τῇ προεκτεθήσῃ φυσικῇ μεθόδῳ, τῇ δι᾽ εἰσπνοῆς ρινός, ἢ τῆς ἐν ἡσύχῳ, καὶ σκοτεινῷ χώρῳ καθέδρας· ἄπαγε· τὰ τοιαῦτα γάρ, οὐ δι᾽ ἕτερόν τι τοῖς θείοις πατράσιν ἐπινενόηται, ἀλλ᾽ ἢ, ὡς συνεργά πως ὄντα, πρὸς τὴν τῆς διανοίας ἐπισυναγωγήν, καὶ πρὸς ἑαυτὴν ἐκ τοῦ συνήθους ρεμβασμοῦ ἐπάνοδόν τε, καὶ προσοχήν, ὡς προείπομεν δι᾽ ὧν καὶ τῷ νοὶ τῷ διηνεκῶς, καὶ καθαρῶς, καὶ ἀρεμβάστως προσεύχεσθαι ἀποτίκτεται· ὡς φησιν ὁ Ἅγιος Νεῖλος· ὅτι προσευχή, προσευχὴν ζητοῦσα, προσευχὴν εὐρήσει. Προσευχὴ γὰρ τῇ προσοχῇ, εἰ καί τι ἄλλο ἕπεται· ἐφ᾽ ἣν σπουδαστέον· καὶ ταῦτα μὲν ἐς τοσοῦτον· σὺ δὲ τέκνον θέλων ζωήν, καὶ ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς, καὶ ἐν σώματι ὡς ἀσώματος ζῆν, ὑπὸ κανόνα, καὶ στάθμην ζῆθι τοιαύτην.
Ὅπως δεῖ διέρχεσθαι τὸ ἀπὸ τῆς ἑσπέρας ἕως τοῦ ὄρθρου διάστημα τὸν ἡσυχάζοντα· καὶ ἀρχὴ τῆς κατὰ πλάτος διδασκαλίας.
Δύοντος τοῦ ἡλίου, τὸν ὑπεράγαθον, καὶ παντοδύναμον Κύριον Ἰησοῦν Χριστὸν ἐπικαλεσάμενος εἰς ἐπικουρίαν, κάθισον ἐπὶ σκίμποδος, ἐν κελλίῳ ἡσύχῳ, καὶ ἀφεγγεῖ· καὶ συναγαγών σου τὸν νοῦν ἐκ τῆς ἔξωθεν συνήθους περιφορᾶς, καὶ περιπλανήσεως, καὶ ἔνδον καρδίας ὡθήσας ἡρέμα, δι᾽ εἰσπνοῆς ῥινός, κράτησον τὴν εὐχήν, ἤγουν, τὸ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με· ἅμα δηλονότι τῇ πνοῇ συνεισάγων ἡνωμένως πως καὶ τὰ τῆς προσευχῆς ῥήματα, καθώς φησιν ὁ Ἅγιος Ἡσύχιος· «εἰσπνοῇ σῆς ῥινός, νῆψιν ἕνωσον, καὶ Ἰησοῦ ὄνομα· καὶ μελέτην θανάτου ἀλάθητον, καὶ ταπείνωσιν· » ὠφελεῖν γὰρ οἴδασι τὰ ἀμφότερα· ἔχων μετά γε τῆς εὐχῆς, καὶ τῶν ἄλλων τῶν εἰρημένων σοι, καὶ μνήμην κρίσεώς τε, καὶ ἀνταποδόσεως ἀγαθῶν, καὶ φαύλων πράξεων· καὶ ὁλικῶς ἐκ ψυχῆς ἡγούμενος σαυτόν, ἁπάντων ἀνθρώπων ἁμαρτωλότερον· καὶ δαιμόνων αὐτῶν ἐναγέστερον· κἀντεῦθεν, ὅπως μέλλῃς αἰωνίως κολάζεσθαι· ἐν οἵῳ δ᾽ ἂν λογισμῷ τῶν δηλωθέντων γένηταί σοι κατάνυξις, καὶ πένθος, καὶ δάκρυα, ἐν ἐκείνῳ δῆτα καὶ πρόσμενε, ἕως ἂν μόνα ταῦτα παρέλθωσιν· εἰδ᾽ ἔτι οὐ κατηξίωσαι τῆς τῶν δακρύων δωρεᾶς, ἀγώνισαι, καὶ εὔξαι ταπεινῷ φρονήματι, ἵνα κτήσῃ ταῦτα· διὰ γὰρ τούτων, τῶν μὲν παθῶν, καὶ μολυσμῶν, καθαιρόμεθα· τῶν δὲ χρηστῶν καὶ σωτηρίων, ἐν μεθέξει γινόμεθα, ὡς φησιν ὁ τῆς Κλίμακος «ὅτι ὥσπερ τὸ πῦρ ἀναιρετικὸν καλάμης, οὕτω τὸ δάκρυον τὸ ἁγνόν, παντός, ῥύπου φαινομένου, καὶ νοουμένου· καὶ ἕτερος Πατήρ· ὁ βουλόμενος ἀποκτήσασθαι καχίας, κλαυθμῷ ἀποκτᾶται αὐτάς· καὶ ὁ βουλόμενος κτήσασθαι ἀρετάς, κλαυθμῷ κτᾶται αὐτάς, καὶ ἐὰν μὴ ἔχῃς κατάνυξιν, γίνωσκε, ὅτι κενοδοξίαν ἔχεις· » αὕτη γὰρ οὐκ ἀφίησι τὴν ψυχὴν κατανυγῆναι· εἰ δὲ οὐκ ἐπέλθοι δάκρυα, κάθισο προσέχων ἐν τούτοις τοῖς λογισμοῖς μετά γε καὶ τῆς εὐχῆς, ὥραν μίαν· εἶθ᾽ οὕτως ἀναστάς, ψάλλε σὺν προσοχῇ τὸ μικρὸν ἀπόδειπνον· καὶ πάλιν καθίσας, κράτησον τὴν εὐχήν, ὅση σοι δύναμις, καθαρῶς καὶ ἀρρεμβάστως· δηλαδὴ ἐκτὸς μερίμνης, καὶ λογισμοῦ οἵου δήτινος, καὶ τῆς ὁποιασοῦν φαντασίας, σὺν πολλῇ νηφαλιότητι, ὥρας τὸ ἥμισυ, κατὰ τὸν λέγοντα· χωρὶς πνοῆς, καὶ τροφῆς, ἔξω τῶν ἄλλων γενοῦ ἐν εὐχῇ, εἰ θέλεις μετὰ μόνου γενέσθαι τοῦ νοῦ, εἶτα σφραγίσας σεαυτὸν τῷ τύπῳ τοῦ τιμίου, καὶ ζωοποιοῦ σταυροῦ. ὁμοίως καὶ τὴν σὴν κλίνην, καὶ ἐπ᾽ αὐτὴν καθίσας, καὶ περὶ τῶν μελλόντων ἀπολαύσεων, φαμέν, καὶ κολάσεων, εἰς ἔννοιαν ἐλθών· τοῦ τε ῥευστοῦ, καὶ ἀπατηλοῦ τῶν προσκαίρων· ναὶ δὴ καὶ τοῦ αἰφνηδίου καὶ κοινοῦ χρέους, ἤτοι τοῦ θανάτου· καὶ τοῦ μετὰ τὸ τέλος, καὶ πρὸ τοῦ τέλους φρικτοῦ λογοθεσίου· τῶν τε ἐπταισμένων σοι τοκαθόλου ὡς ἐν συντόμῳ διαμνημονεύσας, καὶ περὶ τούτων τὴν ἄφεσιν θερμῶς αἰτησάμενος, λογοπραγήσας τε σαυτὸν ἠκριβωμένως· ὅπως τὴν παρελθοῦσαν ἡμέραν διῆλθες, ἀναπεσών· κρατῶν καὶ τὴν εὐχήν, κατὰ τὸν λέγοντα, Ἰησοῦ μνήμη συγκοιμηθήτω σοι, ὕπνωσον ὥρας πέντε, ἢ ἕξ· μᾶλλον δέ, κατὰ τὸ τῆς νυκτὸς διάστημα, κοιμήθητι καὶ αὐτὸς τὸ ἀνάλογον.
Ὅπως δεῖ τὸν κατὰ τὸν ὄρθρον διέρχεσθαι καιρόν, ἄχρι καὶ τῆς πρωΐας.
Ἔξυπνος δὲ γενόμενος, καὶ τὸν Θεὸν δοξολογήσας, καὶ αὖθις εἰς τὴν σὴν ἀντίληψιν τοῦτον ἐπικαλεσάμενος, ἄρξαι τὸ πρῶτον τοῦ πρώτου ἔργου· ἤγουν τοῦ εὔχεσθαι ἐν καρδίᾳ ἀρρεμβάστως, καὶ καθαρῶς, ἕως ὥρας μιᾶς· τοτηνικαῦτα καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον πέφυκέ πως ὁ νοῦς γαληνός, καὶ ἀθόρυβος· μέντοι γε καὶ ἐντετάλμεθα, τὰ πρῶτα, καὶ ἐξαίρετα θύειν τῷ Θεῷ· ἤτοι τὴν πρωτόνοιαν ὡς οἰόν τε ἀνατείνειν ἀκλινῶς, διὰ καρδιακῆς καθαρᾶς προσευχῆς, πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· καὶ λέγει ὁ Ἅγιος Νεῖλος· οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ὁ ἀεὶ τὴν πρωτόνοιαν ἑαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ· μετὰ δὲ ταῦτα, ψάλλε τὸ μεσονυκτικόν· εἰ δ᾽ ἀκμὴν ἀπαγὴς ὢν πρὸς τελειοτέραν ἡσυχίαν, διὰ τοῦτο οὐ δύνασαι, ὡς εἴπομεν, ἀπάρξασθαι, ἡ καὶ δι᾽ ἑτέραν ἴσως αἰτίαν, ὡς πολλάκις εἴωθε προσγίνεσθαι τοῖς ἔτι πρὸς τὴν τοιαύτην ἐργασίαν ἀρχομένοις, καὶ μήν, καί που σπανίως καὶ τοῖς προκόπτουσι, καὶ μήπω πεφθακόσι τὸ τέλειον· οἱ γὰρ τέλειοι πάντα ἰσχύουσιν ἐν τῷ ἐνδυναμοῦντι αὐτοὺς Χριστῷ· σὺ δὲ οὖν ἀναστὰς ἐκ τοῦ ὕπνου, καὶ ὡς ἔχεις δυνάμεως ἀνανήψας ψάλλε πρῶτον τὸ μεσονυκτικόν, μετὰ πάσης προσοχῆς, καὶ συνέσεως· εἰθ οὕτω καθίσας, εὖξαι καθαρῶς καὶ ἀρρεμβάστως ἐν καρδίᾳ, ὡς δεδήλωται, ὥραν μίαν· μᾶλλον δέ, ὡς ὁ δοτὴρ τῶν ἀγαθῶν παρέξει σοι· φησὶ γὰρ ὁ τῆς Κλίμακος· «νύκτωρ μέν, τὰ πολλὰ τῇ προσευχῇ δίδου· τὰ δὲ βραχέα τῇ ψαλμῳδίᾳ· ἡμέρας δὲ πάλιν, πρὸς τὴν σὴν παρασκευάζου δύναμιν· εἰ δὲ καὶ οὕτως ἀγωνισάμενος, » ἔτι ὀλιγωρεῖς, καὶ ἀκηδίας, καὶ τὸν νοῦν θολούμενον κέκτησαι ὑπό τινος συμβεβηκότος, ἀναστάς, διεγέρθητι, ὡς οἶδας, ἐχόμενος τῆς εὐχῆς· εἴτα καθίσας, σπούδασον αύξασθαι, ὡς προγέγραπται, ἐπιμελούμενος ἀεί, ἵνα διὰ προσευχῆς καθαρᾶς, τῷ καθαρῷ ὁμιλῇς Θεῷ· εἶτα διαναστάς, ψάλλε συνετῶς τὸν ἑξάψαλμον τὸν ν΄. καὶ κανόνα οἷον βσύλει· εἴθ᾽ οὕτω καθίσας, καὶ διαγρηγορῶν, αὖξαι εἰλικρινῶς ὥρας τὸ ἥμισυ· καὶ αὖθις ἀναστὰς ψάλλε τοὺς αἴνους, τὴν συνήθη δοξολογίαν, τὴν πρώτην ὥραν, καὶ μετὰ ταῦτα, ἀπολυσον· εἰς τοσοῦτον δὲ ὕψος φερέσθω τὰ διὰ τῶν σῶν χειλέων λεγόμενα, ὡς μόνον ὑπάρχειν ἀκουστὰ τοῖς σοῖς ὡσίν· ἐπεί, καὶ καρποὺς χειλέων προσφέρειν τῷ Θεῷ ἐντετάλμεθα· ἐξ ὅλης ψυχῆς, καὶ διανοίας εὐχαριστῶν τῷ φιλανθρώπῳ, καὶ κηδεμόνι πανσόφῳ Θεῷ ἡμῶν, τῷ κατὰ τὸ αὐτοῦ ἄπειρον ἔλεος, ἀξιώσαντι ἡμᾶς διελθεῖν εὐμαρῶς τὸ τῆς παρελθούσης νυκτὸς πέλαγος, καὶ τὸ τῆς ἐνεστώσης ἡμέρας κατιδεῖν φαιδρὸν στάδιον· καὶ θερμῶς ὡσαύτως ἐκλιπαρῶν, ἵνα περ βραβεύσῃ ἡμῖν διαδράμαι ἀκυμάντως, καὶ τὸν τῶν δαιμόνων καὶ παθῶν, ἀσέληνον και ἄγριον λαίλαπα, καὶ ἐλεῆσαι ἡμᾶς.
Ὅπως δεῖ πολιτεύεσθαι ἀπὸ τῆς πρωΐας ἕως τοῦ ἀρίστου.
Αὖθις δὲ ἀπὸ τῆς πρωίας ἕως τοῦ ἀρίστου, κατὰ τὸ δυνατόν σοι, ὅλος ὅλον ὅλῳ Θεῷ ἀναθείς, καὶ τούτῳ ἐν συντετριμμένῃ καρδίᾳ εὐξάμενος, συναράσθαί σοι, ἀσθενεῖ, καὶ ραθύμῳ, καὶ ἀπροαιρέτῳ τυγχάνοντι, δίελθε ἐν προσευχῇ καθαρᾷ καρδιακῇ, καὶ ἀρρεμβάστῳ· ἐν ἀναγνώσει, ὅρθιος μὲν ἀναγινώσκων τὸ τετυπωμένον σοι ἐκ τοῦ ψαλτηρίου· τοῦ Ἀποστόλου, καὶ τοῦ Ἁγίου Εὐαγγελίου· ὁμοίως ποιῶν κἂν ταῖς εὐχαῖς, ταῖς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ ταῖς εἰς τὴν ὑπέραγνον Θεοτόκον· καθήμενος δὲ ἐν ταῖς λοιπαῖς ἀναγνώσεσι τῶν Ἁγίων γραφῶν· μετὰ δὴ ταῦτα, ψάλλε νουνεχῶς τὰς συνήθεις ὥρας, αἳ ὑπὸ τῶν τῆς Ἐκκλησίας τροφίμων πάνυ σοφῶς διετυπώθησαν, ὅλῳ μέλει ψυχῆς ἀπωθούμενος τὴν ἀργίαν, ὡς πάσης κακίας διδάσκαλον· καὶ μετὰ τῶν παθῶν, καὶ τὰς ἐφορμὰς αὐτῶν, κἂν μικραί τινες εἶναι δοκῶσι, καὶ ἀβλαβεῖς φαίνονται.
Περὶ παραφυλακῆς ἀπὸ τῆς ἀργίας· καὶ ὅτι ἀναγκαῖον τηρεῖν τὴν Ἐκκλησιαστικὴν παράδοσιν καὶ τὸν ἡσυχάζοντα.
« Καθὼς λέγει ὁ Ἅγιος Ἰσαάκ· παραφυλάττεσθε, ὦ ἀγαπητοί, ἀπὸ τῆς ἀργίας· διότι ἐγκέκρυπται ἐν αὐτῇ, ἐγνωσμένος θάνατος· καθότι χωρὶς αὐτῆς, ταῖς χερσὶ τῶν αἰχμαλωτίσαι τὸν Μοναχὸν σπευδόντων, ἐμπίπτειν οὐκ ἔσται· οὐ περὶ ψαλμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατακρινεῖ ἡμᾶς ὁ Θεός, οὐδὲ περὶ τῆς προσευχῆς ἀργίας· ἀλλ᾽ ὅτι τῇ καταλείψει τούτων, εἴσοδος γίνεται τοῖς δαίμοσιν, ἡνίκα δ᾽ ἂν εύρωσι χώραν, καὶ εἰσέλθωσι, καὶ συγκλείσωσι τὰς θύρας τῶν ὀφθαλμῶν ἡμῶν, τότε πληρώσουσι, ἡμᾶς τυραννικῶς καὶ ἀκαθάρτως, ἅτινα ὑπὸ τὴν θείαν ἀπόφασιν συνέχουσι τοὺς ἐργάτας αὐτῶν, μετὰ ἐκδικήσεως σφοδροτάτης· καὶ γινόμεθα ὑποχείρισι, χάριν τῆς ἐγκαταλείψεως τῶν μικρῶν, ἅτινα διὰ τὸν Χριστὸν φροντίδος ἀξιοῦνται, ὡς γέγραπται παρὰ τῶν σοφοτάτων· ὁ μὴ ὑποτάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέλημα, ὑποταγήσεται τῷ ἀντιδίκῳ αὐτοῦ· ὥστε ταῦτα τὰ μικρά σοι φαινόμενα, ὡς τείχη σοι λογισθήσονται κατέναντι τῶν αἰχμαλωτιζόντων ἡμᾶς, ὧν τινων ἡ τελείωσις ἔνδοθεν τοῦ κελλίου ὑπὸ τῶν κρατούντων τὴν τάξιν τῆς Ἐκκλησίας σοφῶς τέθεινται, πρὸς φυλακὴν τῆς ἡμετέρας ζωῆς, ἐν πνεύματι ἀποκαλύψεως, ὧν ἡ κατάλειψις ὑπὸ τῶν ἀσόφων μικρὰ λογίζεται, τὴν δὲ ὑπ᾽ αὐτῶν ζημίαν μὴ λογιζομένων· τούτων ἥ τε ἀρχὴ τῆς ὁδοῦ καὶ ἡ μεσότης, ἐλευθερία ἀπαίδευτος· ἥτις ἐστὶ μήτηρ τῶν παθῶν· κρεῖσσον γὰρ ἀγωνίσασθαι μὴ ἐγκαταλεῖψαι τὰ μικρά, ἢ τόπον δοῦναι τῇ ἁμαρτίᾳ, ἐν τῷ πλατυσμῷ αὐτῶν, ταύτης γὰρ τῆς ἀκαίρου ἐλευθερίας, δουλεία τὸ τέλος ἀπότομος· καὶ αὖθις, ὦ τί γλυκεῖαί εἰσιν αἱ ἀφορμαὶ τῶν παθῶν· τὰ μὲν γὰρ πάθη, ἐνίοτε δύναταί τις κόψαι, καὶ τῷ μακρυσμῷ αὐτῶν γαληνιᾷ καὶ εὐφραίνεται ἐν τῷ παύνεσθαι αὐτά· τὰς μέν τοι αἰτίας, λιπεῖν οὐ δύναται· διὰ τοῦτο μὴ θέλοντες πειραξόμεθα, καὶ ἐν μὲν τοῖς πάθεσι λυπούμεθα, τὰς δὲ ἀφορμάς ἐμμένειν ἐν ἡμῖν ἀγαπῶμεν· τὰς ἁμαρτίας οὐκ ἐφιέμεθα τὰς δὲ ἐπιφερούσας ἡμῖν αὐτὰς αἰτίας, μεθ᾽ ἡδονῆς δεχόμεθα· τούτου ἕνεκεν παραίτιοι γίνονται τῇ ἐνεργείᾳ, αἱ δευτέραι τῶν πρώτων· ὁ τὰς ἀφορμὰς τῶν παθῶν ἀγαπῶν, ὑποχείριός ἐστιν ἄκων καὶ μὴ βουλόμενος καὶ δεδούλωται τοῖς πάθεσιν ὁ μισῶν τὰς ἰδίας ἁμαρτίας, παύσεται ἀπ᾽ αὐτῶν· καὶ ὁ ὁμολογῶν αὐτάς, τεύξεται ἀφέσεως· ἀδύνατον δέ τινι τὴν ἕξιν τῆς ἁμαρτίας καταλιπεῖν, πρὶν ἔχθραν κτήσηται μετ᾽ αὐτῆς, καὶ ἀφέσεως τυχεῖν, πρὸ τῆς τῶν πλημμελημάτων ὁμολογήσεως· ἡ μὲν γάρ, ταπεινώσεώς ἐστιν ἀληθοῦς αἰτία, ἡ δέ, κατανύξεως, ἀπὸ αἰσχύνης, ἀκολουθούσης τῇ καρδίᾳ· καὶ πάλιν· οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος, εἰ μὴ ἡ ἀμετανόητος». Ἀλλὰ περὶ μὲν τούτων, ἅλις, σὺ δὲ μετὰ τὴν τῶν εἰρημένων ὡρῶν ψαλμῳδίαν, φάγε, κρατῶν καὶ τὴν εὐχὴν ἐν τῇ τροφῇ, ἵν᾽ οὕτω ποιῶν ἔλθῃς εἰς ἕξιν, σθένει τῆς χάριτος, τοῦ προσεύχεσθαι ἀδιαλείπτως, κατὰ τὴν ἐντολήν· ἀλλ᾽ ὁ μὲν περὶ τῆς τὸ σῶμα διακρατούσης τροφῆς, ἀρρήτῳ σοφίᾳ τοῦ κτίσματος, λόγος μικρὸν ἀναμεινάτω, ὁ δὲ περὶ τῆς τὴν ψυχὴν συνιστώσης, καὶ ζωούσης λόγος προτασσέσθω, ἥτις ἐστὶ κατὰ τοὺς Ἁγίους, ἡ ἱερὰ καὶ θεοποιὸς προσευχή· καὶ μάλα εἰκότως· ἐπεὶ καὶ ἡ ψυχὴ προτιμοτέρα τοῦ σώματος.
Ἔτι περὶ προσευχῆς· καὶ ὅτι δεῖ προσεύχεσθαι ἀεί.
« Ὥσπερ τοῦτο τὸ σῶμα τὸ ἡμέτερον, ψυχῆς μὴ παρούσης, νεκρόν ἐστι καὶ δυσῶδες, οὕτω καὶ ψυχὴ μὴ κινοῦσα ἑαυτὴν εἰς προσευχήν, νεκρά ἐστι καὶ ἀθλία καὶ δυσώδης καὶ ὅτι γε παντὸς θανάτου ἡγεῖσθαι πικρότερον προσήκει, τὸ στερηθῆναι προσευχῆς, διδάσκει καλῶς ἡμᾶς, ὁ Μέγας Δανιὴλ ὁ Προφήτης· μᾶλλον ἑλόνμενος ἀποθανεῖν, ἢ στιγμὴν ὥρας στερηθῆναι προσευχῆς· ἔτι διδάσκει ἡμᾶς καλῶς ὁ θεῖος Χρυσόστομος· πᾶς προσευχόμενος, τῷ Θεῷ διαλέγεται· ὅσον δέ ἐστιν, ἄνθρωπον ὄντα τῷ Θεῷ ὁμιλεῖν, ἀγνοεῖ τῶν ἁπάντων μὲν οὐδείς, παραστῆσαι δὲ λόγῳ τὴν τιμήν, οὐκ ἂν τις δυνηθείη· αὕτη γὰρ ἡ τιμή, καὶ τὴν τῶν Ἀγγέλων ὑπεραίρει μεγαλοπρέπειαν· ἔτι, προσευχή, κοινὸν ἔργον Ἀγγέλων ὁμοῦ καὶ ἀνθρώπων, καὶ οὐκ ἔτι μέσον οὐδέν ἑκατέρας φύσεως, τό γε εἰς προσευχήν· αὕτη σε χωρίζει τῶν ἀλόγων, αὕτη· σε συνάπτει τοῖς Ἀγγέλοις, ταχέως δέ τις εἰς· τὴν ἐκείνων μεταστήσενται πολιτείαν καὶ βίον καὶ δίαιταν καὶ τιμὴν καὶ εὐγένειαν καὶ σοφίαν καὶ σύνεσιν· πάντα τὸν βίον ἐν προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ σπουδάζων ἐσχολακέναι· ἔτι, ὅταν ἴδῃ ψυχὴν ὁ διάβολος περιπεφραγμένην ἀρεταῖς, οὐ τολμᾶ γενέσθαι πλησίον αὐτῆς, δεδοικὼς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἣν αἱ προσευχαὶ παρέχουσι, μᾶλλον τρέφουσαι τὴν ψυχήν, ἢ τὸ σῶμα τὰ σιτία· ἔτι, νεῦρα τῆς ψυχῆς εἰσίν, αἱ προσευχαί· ὥσπερ γὰρ τὸ σῶμα διὰ τῶν νεύρων συνέχεται καὶ συντρέχει καὶ ἵσταται καὶ ζῇ καὶ πέπηγεν ἂν δὲ δὲ ταῦτά τις ἐκτέμῃ, πᾶσαν ἁρμονίαν διαλύει τοῦ σώματος· οὕτως αἱ ψυχαὶ διὰ τῶν ἁγίων προσευχῶν ἁρμόζονται, καὶ συνεστήκασι, καὶ τὸν δρόμον τῆς εὐσεβείας τρέχουσιν εὐχερῶς· ἂν δὲ τῆς προσευχῆς στερήσῃς σαυτόν, ταυτὸν ποιεῖς, ὥσπερ ἀν, εἰ τὸν ἰχθὺν ἐκ τοῦ ὕδατος ἐξήγαγες· ὥσπερ γὰρ ἐκείνῳ, ζωὴ τὸ ὕδωρ, οὕτω σοί, προσευχή· διὰ ταύτης ἐστὶ τὸν ἀέρα, ὥσπερ δι᾽ ὕδατος ἀναπτῆναι, καὶ εἰς τοὺς οὐρανοὺς ἀναβῆναι, καὶ Θεοῦ γενέσθαι πλησίον· ἔτι, προσευχή, καὶ δέησις ναοὺς Θεοῦ τοὺς ἀνθρώπους ἐργάζεται· καὶ ὥσπερ χρυσός καὶ λίθοι πολύτιμοι καὶ μάρμαρα ποιοῦσι τοὺς οἴκους τῶν βασιλέων, οὕτω καὶ προσευχὴ τοὺς ἀνθρώπους, ναοὺς τοῦ Χριστοῦ· τί οὖν ἃν γένοιτο μεῖζον προσευχῆς ἐγκώμιον, ἢ ὅτι ναοὺς ἀπεργάζεται Θεοῦ; καὶ ὃν οὐ χωροῦσιν οὐρανοί, οὗτος εἰς ψυχὴν εἰσέρχεται, ζῶσαν ἐν προσευχαῖς· ἔτι κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης, ὥσπερ ὑπόπτερος τρέχων, καὶ ωδεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀρρωστήματα, οὐχ ἑνὶ τούτων ἐθάρρησεν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀλλὰ ταῖς προσευχαῖς ἐτείχιζε τὴν ψυχήν, καὶ μετὰ τὰ σημεῖα, καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν στεφάνου· καὶ γὰρ καὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, καὶ τῶν ἄλλων ἁπάντων ἡ προσευχὴ χορηγός· ἣν γὰρ ἐπὶ δένδρων ἰσχὺν ἔχει τὰ ὕδατα, ταύτην ἐπὶ τοῦ βίου τῶν ἁγίων, αἱ προσευχαί· ἔτι, προσευχή, σωτηρίας ἀφορμή, ἀθανασίας πρόξενος, τῆς Ἐκκλησίας τεῖχος ἀρραγές, φυλακτήριον ἄσυλον, φοβερὸν μὲν τοῖς δαίμοσι, σωτήριον δὲ τοῖς εὐσεβέσιν ἡμῖν· ἔτι, ὥσπερ τινος βασιλίδος εἰσιούσης εἴς τινα πόλιν, πάντα τὸν πλοῦτον συνακολουθεῖν ἀνάγκη, οὕτω δὴ καὶ προσευχῆς εἰσιούσης εἰς ψυχήν, πᾶσα ἀρετὴ συνεισέρχεται· ἔτι, ὅπέρ ἐστι θεμέλιος οἴκῳ, τοῦτο ἐν ψυχῇ προσευχή· καὶ δεῖ ταύτην πρώτην ὡς περ κρηπίδα καὶ ρίζαν ἐν τῇ ψυχῇ πήξαντας ἐποικοδομεῖν σπουδαίως, καὶ σοφροσύνην καὶ πρόνοιαν πτωχῶν καὶ πάντας τοὺς νόμους τοῦ Χριστοῦ· ἔτι, φῶς ἐστὶ διανοίας καὶ ψυχῆς, ἡ μετὰ σπουδῆς εὐχή, φῶς ἄσβεστον καὶ διηνεκές, διὰ τοῦτο μυρίους συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις ὁ πονηρός· καὶ ἅπερ οὐδέ ποτε ἐλογισάμεθα, ταῦτα συνάγων ἐν τῷ καιρῷ τῆς εὐχῆς, καταχεῖ τῆς ἡμετέρας ψυχῆς· ἔτι, μέγα ὅπλον εὐχή, μεγάλη ἀσφάλεια, καὶ ὁ Θεολόγος, μνημονευτέον Θεοῦ, ἢ ἀναπνευστέον, καὶ αὖθις, συνεχέστερον νόει τὸν Θεόν, ἢ ἀνάπνει· καὶ ὁ Ἅγιος Ἰσαάκ, ἄνευ ἀδιαλείπτου προσευχῆς, προσεγγίσαι τῷ Θεῷ οὐ δύνασαι· καὶ μετὰ τὸν κόπον τῆς προσευχῆς, ποιῆσαι τῷ νοὶ μέριμναν ἑτέραν, σκορπισμὸν τῆς διανοίας ἀπεργάζεται· καὶ πᾶσα προσευχή, ἐν ῇ μὴ μοχθήσῃ τὸ σῶμα καὶ θλιβῇ ἐν αὐτῇ ἡ καρδία, ἔκτρωμα λογίζεται· χωρὶς γὰρ ψυχῆς ἐστὶν ἐκείνη ἡ προσευχή· καὶ ὁ τῆς Κλίμακος, προσευχή ἐστι, κατὰ μὲν τὴν αὐτῆς ποιότατα, συνουσία καὶ ἕνωσις ἀνηθρώπου καὶ Θεοῦ, κατὰ δὲ ἐνέργειαν, κόσμου σύστασις, Θεοῦ καταλλαγή· δακρύων μήτηρ, καὶ πάλιν θυγάτηρ, ἁμαρτιμάτων ἱλασμός, πειρασμῶν γέφυρα, θλίψεως μεσότοιχον, πολέμων θραῦσις, Ἀγγέλων ἔργον, ἀσωμάτων πάντων τροφή, ἡ μέλλουσα εὐφροσύνη, ἀπέραντος ἐργασία, ἀρετῶν πηγή, χαρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφὴ ψυχῆς νοῦ φωτισμός, ἀπογνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύτρωσις, πλοῦτος Μοναχῶν, ἡσυχαστῶν θησαυρός, θυμοῦ μείωσις, ἔσοπτρον προκοπῆς, μέτρων ἐμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόντων ἀποκάλυψις, κλέους σημασία, προσευχή ἐστι τῷ ὄντως εὐχομένῳ, δικαστήριον καὶ κριτήριον καὶ βῆμα Κυρίου, πρὸ τοῦ μέλλοντος βήματος· καὶ πάλιν, οὐδὲν ἕτερόν ἐστι προσευχή, εἰ μὴ κόσμου ὁρατοῦ καὶ ἀοράτου ἀλλοτρίωσις· καὶ ὁ Ἅγιος Νεῖλος, εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς πᾶσιν, ἵνα τὸ πᾶν κληρονομήσῃς· ἔτι προσευχή ἐστιν, ἀνάβασις νοῦ πρὸς Θεόν· ἔτι, προσευχή ἐστιν, ὁμιλία νοῦ πρὸς Θεόν· ἔτι, ὥσπερ ὁ ἄρτος, τροφή ἐστι τῷ σώματι καὶ ἡ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ νοῦ ἡ πνευματικὴ προσευχή, τροφὴ ὑπάρχει»· καὶ ταῦτα μὲν οὕτως, εὔκαιρον δὲ νῦν καὶ περὶ τῆς σωματικῆς διαίτης, κατά γε σταθμόν, ποσότητά τε καὶ ποιότητα ταύτης, ἐκθέσθαι ὡς ἐν βραχεῖ τοκαταδύναμιν.
Περὶ τῆς σωματικῆς διαίτης· ἤως πῶς δεῖ τρέφεσθαι τὸν ἡσυχάζοντα.
«Γέγραπται, υἱὲ ἀνθρώπου, σταθμῷ τὸν ἄρτον σου φάγεσαι καὶ μέτρῳ τὸ ὕδωρ σου πίεσαι, ὡς διὰ τούτων, ἱκανῶς ἔχοντος τοῦ κατὰ Θεὸν ἀγωνιζομένου, διαζῆν· ἂν γὰρ μὴ δῷς, κατὰ τὸν λέγοντα, αἷμα, οὐκ ἂν λάβοις πνεῦμα· λέγει δὲ καὶ ὁ Μέγας Παῦλος, ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· καὶ ὁ θεῖος Δαβίδ· τὰ Γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον· καὶ ὁ Θεολόγος· οὐδενὶ οὕτω τῶν πάντων, ὡς κακοπαθείᾳ. Θεὸς θεραπεύεται, καὶ δάκρυσι, τὸ φιλάνθρωπον ἀντιδίδοται· καὶ ὁ Ἅγιος Ἰσαάκ, ὥσπερ μήτηρ κήδεται τέκνου, οὕτω Χριστὸς κήδεται σώματος, κακοπαθοῦντος, καὶ πλησίον ἐστὶ τοῦ σώματος αὐτοῦ διαπαντός· καὶ αὖθις, ἐν γαστρὶ πεπληρωμένῃ, γνῶσις Θεοῦ μυστηρίων οὐκ ἔστι· καί, ὥσπερ ἕπεται τοῖς δάκρυσι σπείρουσι, τὰ δράγματα τῆς ἀγαλλιάσεως, οὕτως ἀκολουθεῖ ἡ χαρά, τῇ διὰ Θεὸν κακοπαθείᾳ· καὶ Μακάριος, ὃ ἀποστομίσας ἑαυτὸν ἀπὸ πάσης ἡδυπαθείας, τῆς χωριζούσης αὐτόν ἀπὸ τοῦ κτίσαντος αὐτόν· καὶ πάλιν, ἐν πολλῷ καιρῷ πειραζόμενος ἐν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς, καὶ ἐμαυτὸν δοκιμάσας ἐν τοῖς δυσὶ τρόποις τούτοις πολλάκις, καὶ δεξάμενος ἐκ τοῦ ἐναντίου πληγὰς ἀναριθμήτους καὶ ἀξιωθεὶς μεγάλων ἀντιλήψεων κρυπτῶς, ἐκομισάμην ἐμαυτῷ πεῖραν ἐκ τῶν μακρῶν χρόνων τῶν ἐτῶν, καὶ ἐν δοκιμασίᾳ καὶ Θεοῦ χάριτι, ταῦτα ἔμαθον· ὅτι ὁ θεμέλιος πάντων τῶν ἀγαωθῶν, καὶ ἡ ἀνάκλησις τῆς ψυχῆς ἐκ τῆς αἰχμαλωσίας τοῦ ἐχθροῦ, καὶ ἡ ὁδὸς ἡ πρὸς τὸ φῶς, καὶ τὴν ζωὴν φέρουσα, οὖτοι οἱ δύο τρόποι εἰσί, τὸ συνάξαι ἑαυτὸν εἰς ἕνα τόπον καὶ τὸ ἀεὶ νηστεῦσαι, τουτέστι τὸ κανονίσαι ἑαυτὸν ἐν ἐγκρατείᾳ γαστρὸς, σοφῶς καὶ φρονίμως, ἐν ἀκινήτῳ καθέδρᾳ, καὶ ἀδιαλείπτῳ σχολῇ καὶ μελέτη Θεοῦ· ἐντεῦθεν γὰρ ἡ τῶν αἰσθήσεων ὑποταγή· ἐντεῦθεν ἡ τοῦ νοῦ νῆψις· ἐντεῦθεν τὰ ἄγρια πάθη ἡμεροῦνται, τὰ ἐν τῷ σώματι κινούμενα, ἐντεῦθεν ἡ πραόντης τῶν λογισμῶν· ἐντεῦθεν αἱ τῆς διανοίας φωτειναὶ κινήσεις· ἐντεῦθεν ἡ πρὸς τὰ θεῖα ἔργα τῆς ἀρετῆς σπουδή· ἐντεῦθεν τὰ ὑψηλὰ νοήματα, καὶ λεπτά· ἐντεῦθεν τὰ ἄμετρα δάκρυα, τὰ ἐν παντὶ καιρῷ γινέμενα, καὶ τοῦ θανάτου ἡ μνήμη· ἐντεῦθεν ἡ σωφροσύνη ἡ καθαρά, ἡ τελείως ἀπέχουσα ἐκ πάσης φαντασίας, τῆς τὴν διάνοιαν πειραζούσης· ἐντεῦθεν ἡ ὀξυδερκία καὶ ἡ ὀξύτης τῆς γνώσεως τῶν μακρὰν ὄντων· ἐντεῦθεν τὰ βαθύτερα τῶν μυστικῶν νοημάτων, ἅπερ ἡ διάνοια κατακαμβάνει, ἐν τῇ δυνάμει τῶν θείων λογίων· καὶ αἱ ἐσώτεραι κινήσεις αἱ ἐν τῇ ψυχῇ γινόμεναι καὶ ἡ διαφορὰ καὶ ἡ διάκρισις τῶν πνευμάτων ἐκ τῶν Ἁγίων δυνάμεων καὶ τῶν ἀληθινῶν ὁράσεων, ἐκ τῶν ματαίων φαντασιῶν· ἐντεῦθεν ὁ φόβος τῶν ὁδῶν καὶ τῶν τρίβων, τῶν ἐν τῷ πελάγει τῆς διανοίας, ὁ κόπτων τὴν ῥαθυμίαν καὶ τὴν ἀμέλειαν καὶ ἡ φλὸξ τοῦ ζήλου, ἡ καταπατοῦσα πάντα κίνδυνον, καὶ διαβαίνουσα πάντα φόβον· καὶ ἡ θέρμη, ἡ καταφρονοῦσα πάσης ἐπιθυμίας. καὶ ἐκ τῆς διανοίας ἐξαλείφουσα ταύτην καὶ λήθην ἐμποιοῦσα πάσης μνήμης τῶν παρερχομένων μετὰ τῶν ἀλλων· καὶ ἵνα συντόμως εἴπω, ἡ ἐλευθερία τοῦ ἀνθρώπου τοῦ ἀληθινοῦ, καὶ ἡ χαρὰ τῆς ψυχῆς, καὶ ἡ ἀνάστασις· καὶ ἡ μετὰ τοῦ Χριστοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀνάπαυσις ἐντεῦθεν· εἴ τις δὲ ἀμελήσει ἐν τοῖς δυσὶ τούτοις, γνώτω, ὅτι οὐ μόνον ἐκ πάντων τῶν προειρημένων τούτων ζημιοῖ ἑαυτόν, ἀλλὰ καὶ τὸν θεμέλιον πασῶν τῶν ἀρετῶν διασείει, ἐν τῇ καταφρονήσει τῶν δύο τούτων ἀρετῶν· καὶ ὥσπερ εἰσὶν αὖται ἐν τῇ ψυχῇ ἀρχή, καὶ κεφαλὴ τῆς θείας ἐργασίας, καὶ θύρα, καὶ ὁδὸς ἡ πρὸς τὸν Χριστόν, ἐάν τις κρατήσῃ αὐτάς, καὶ ἐν αὐταῖς ὑπομείνῃ, οὕτω καὶ ἐάν τις ἀναχωρήσῃ ἐξ αὐτῶν, καὶ ἀποπηδήσῃ ἀπ᾽ αὐτῶν, πρὸς ταῦτα τὰ δύο τὰ ἐναντία τούτων καταντᾶ λέγω δή, τὸ μετεωρισθῆναι τῷ σώματι, καὶ γαστριμαργεῖν ἀθέσμως, καὶ τὰ ἑξῆς καὶ ἐν ἄλλοις· καὶ οἱ μὲν ἐν ταῖς ἀρχαῖς αὐτῶν ῥάθυμοι καὶ χαῦνοι ὑπάρχοντες, οὺ μόνον ἐκ τῶν ἀγώνων τούτων καὶ τῶν τοιούτων, ἀλλὰ καὶ ἀπὸ ἤχου φύλλων δένδρου δειλιῶσι καὶ ταράττονται, καὶ ἀπὸ μικρᾶς ἀνάγκης, τῆς ἀπὸ τῆς χρείας τοῦ λιμοῦ, καὶ ἀπὸ μικρᾶς ἀσθενείας, νικῶνται, καὶ ἀπαρνοῦνται, καὶ εἰς τὰ ὀπίσω στρέφονται· οἱ δὲ ἀληθινοὶ καὶ δόκιμοι, οὐδὲ ἐκ τοῦ χόρτου τῶν λαχάνων χορτάζονται· οὐδὲ διαιτώμενοι ῥίζαις βοτάνων ξηρῶν, πρὸ τῆς νενομισμένης ὥρας τῆς τροφῆς, καταδέχονταί τινος γεύσασθαι ἀλλὰ καὶ χαμευνοῦσιν, ἐν ἀτονίᾳ ὄντες καὶ ἀγωνίᾳ τοῦ σώματος, καὶ ἀμβλυωποῦσιν οἱ ὀφθαλμοὶ αὐτῶν, ἐκ τῆς ἄγαν κενώσεως τοῦ σώματος· κἂν δὲ ἐκ τῆς ἀνάγκης ἐγγίσωσιν ἐξελθεῖν ἐκ τοῦ σώματος, οὐδὲ οὕτω χεῖρα διδοῦσιν ἡττηθῆναι καὶ πεσεῖν, ἐκ τῆς ἐρρωμένης αὐτῶν προαιρέσεως· ποθοῦσι γὰρ καὶ ἐφίενται, τοῦ βιάσασθαι ἑαυτοὺς διὰ τὴν ἀγάπην τοῦ Θεοῦ· καὶ κοπιᾶν ὑπὲρ τῆς ἀρετῆς αἱροῦνται, ἢ τὴν πρόσκαιρον ζωὴν ἔχειν, καὶ πᾶσαν ἀνάπαυσιν τὴν ἐν αὐτῇ· καὶ ὅταν ἐπέλθωσιν αὐτοῖς οἱ πειρασμοί, μᾶλλον εὐφραίνονται ὅτι ἐν αὐτοῖς τελειοῦνται, ἤτοι τέλειοι γίνονται· ἀλλ᾽ οὐδὲ ἐκ τῶν μοχθηρῶν κόπων τῶν γινομένων ἐν αὐτοῖς διστάζουσιν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ· ἀλλ᾽ ἕως ἂν ἐκλείψωσιν ἐκ τῆς ζωῆς, προθυμοῦνται δέξασθαι γενναίως τὰς ἐπηρείας, καὶ οὐκ ἀναχωροῦσιν, ὅτι ἐν αὐτοῖς τέλειοι γίνονται »· τούτοις, καὶ τοῖς τοιούτοις τοιγαροῦν καὶ ἡμεῖς στοιχοῦντες, ναὶ μὴν καὶ τῷ κελεύοντι, ὁδῷ βασιλικῇ πορεύου, μὴ ἐκκλίνῃς δεξιά, ἢ ἀριστερά, πειθαρχοῦντες, καὶ τύπον ἐκτιθέμεθά σοι, καὶ κανόνα μεσότητος ὅς τις δῆτα καὶ τοῦτον ἔχει τὸν ὅρον.
Ὅπως δεῖ κατὰ δευτέραν, καὶ τετάρτην, καὶ ἕκτην, τρέφεσθαι τὸν ἀγωνιζόμενον.
Κατά γε τὰς τρεῖς ἡμέρας τῆς ἑβδομάδος, ἤγουν, δευτέραν, τετάρτην καὶ ἕκτην ποίει διηνεκῶς ἐννάτας, ἦτοι ἔσθιε ἅπαξ τῆς ἡμέρας, μεταλαμβάνων ἄρτου, οὐγγιῶν ἕξ, ἀπὸ τῶν ξηροτρόφων ἐγκρατῶς τοῦ ἀρκοῦντος, καὶ ὕδατος, ἕως τριῶν ἢ τεσσάρων ποτηρίων, εἰ βούλει· ἑπόμενος τῷ ξθ΄. κανόνι τῶν Ἁγίων Ἀποστόλων, θεσπίζοντι· «εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ἀναγνώστης, ἢ ψάλτης, τὴν ἁγίαν Τεσσαρακοστὴν τοῦ πάσχα οὐ νηστεύει, ἢ τετράδα, ἢ παρασκευήν, καθαιρείσθω· ἐκτὸς εἰ μὴ δι᾽ ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο· εἰ δὲ λαϊκὸς εἴη, ἀφοριζέσθω»· ἡ δέ γε δευτέρα ἐσύστερον τοῖς θείοις πατράσι κεκανόνισται.
Ὅπως δεῖ τρέφεσθαι κατὰ τρίτην, καὶ πέμπτην.
Ἐν δὲ ταῖς δυσὶ πάλιν ἡμέραις δηλαδὴ τῇ τρίτῃ καὶ τῇ πέμπτῃ, δὶς ἔσθιε τῆς ἡμέρας· κατὰ μὲν τὸ γεῦμα τρεφόμενος ἄρτου οὐγγίαις ἕξ· ἀπὸ ἑψητοῦ ἐγκρατῶς, καί τινος τῶν ξηροτρόφων, μετέχων καὶ οἴνου μεμιγμένου σὺν ὕδατι, ἕως εἰ χρήζεις, ποτηρίων τριῶν, ἢ τεσσάρων· κατὰ δὲ τὴν ἑσπέραν, ἀπογευόμενος ἄρτου οὐγγίας τρεῖς, καί τινος τῶν ξηροφάγων, ἢ ὁπωρῶν τινων οἴνου τε σὺν ὕδατι, ποτηρίου ἑνός, ἢ τὸ πολὺ δύω, δίψης πολλῆς ἐπικρατούσης σε· σφόδρα γὰρ συνεργεῖ ἡ δίψα καὶ ἐν τοῖς δάκρυσι, σύνοικον ἔχουσα καὶ τὴν ἀγρυπνίαν, ὡς φησιν ὁ τῆς Κλίμακος· «δίψα καὶ ἀγρυπνία, ἐξέθλιψαν καρδίαν· καρδίας δὲ θλιβείσης, ἐξεπήδησαν ὕδατα· καὶ ὁ ἅγιος Ἰσαάκ, διὰ Θεὸν δίψισον, ἵνα σε ἐμπλήσῃ τῆς ἀγάπης αὐτοῦ»· εἰδέ γε καὶ ἐν ταῖς δυσὶ ταύταις ἡμέραις προκρίνεις τὸ μονοφαγεῖν, ἄριστα διαπράξεις. Ἐπεὶ καὶ πρώτη καὶ μήτηρ καὶ ῥίζα καὶ πηγή καὶ θεμέλιος πάντων τῶν καλῶν ἡ νηστεία, καὶ ἡ ἐγκράτεια πέφυκε· λέγει δὲ καί τις τῶν θύραθεν, ἑλοῦ βίον ἄριστον, ἡδὺν δὲ αὐτὸν ἡ συνήθεια ποιήσει· καὶ ὁ Μέγας Βασίλειος, ὅπου προαίρεσις, τὸ κωλύον οὐδέν· καὶ ἕτερος τῶν θεοφόρων· ἀρχὴ καρποφορίας, ἄνθος, καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια· ἀλλὰ ταῦτα μὲν ἴσως, καὶ τὰ τούτοις ἑπόμενα, δόξει τισὶ δυσχερῆ ναὶ μὴν τάχα καὶ ἀδύνατα· ὁ δὲ τὴν ἐκ τούτων ἐπανθοῦσαν ἐπικαρπίαν ἀναλογιζόμενος, καὶ οἷον ἡλίκον κλέος ἀπογεννᾶν εἰώθασιν ἐνοπτριζόμενος, εὐχερῆ ταῦτα κρινεῖ, καὶ τῇ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βοηθείᾳ, καὶ τῇ οἰκείᾳ κατὰ δύναμιν σπουδῇ, ῥάστα, καὶ λόγοις καὶ ἔργοις κηρύξει, καὶ τὸ κῦρος τούτοις ἐπισφραγίσει· καὶ λέγει ὁ Ἅγιος Ἰσαάκ· «ἄρτος εὐτελὴς ἀπὸ τραπέζης ἁγνοῦ, ἁγνίζει τὴν ψυχὴν τοῦ ἐσθίοντος, ἀπὸ παντὸς πάθους· καὶ ἀπὸ τραπέζης νηστευόντων, καὶ ἀγρυπνούντων, καὶ κοπιώντων ἐν Κυρίῳ, λάβε σεαυτῷ φάρμακον ζωῆς· καὶ διέγειρον τῆς ψυχῆς σου τὴν θνῆξιν ὅτι ὁ ἠγαπημένος ἀνακέκλιται ἐν μέσῳ αὐτῶν, ἁγιάζων τὰ βρώματα, καὶ τὸ πικρὸν τῆς κακουχίας αὐτῶν, μεταβάλλει εἰς τὴν γλυκύτητα αὐτοῦ τὴν ἀνεκδιήγητον· οἱ δὲ πνευματικοὶ καὶ ἐπουράνιοι λειτουργοὶ αὐτοῦ, ἐπισκιάζουσιν αὐτούς, καὶ τὰ ἅγια αὐτῶν βρώματα, καὶ ὀσμὴ νηστευτοῦ ἡδυτάτη, καὶ ἡ ἀπάντησις αὐτοῦ εὐφραίνει καρδίας διακριτικῶν, καὶ προσφιλὴς τῷ Θεῷ ἡ διαγωγὴ τοῦ ἐγκρατοῦς».
Ὅπως δεῖ τρέφεσθαι κατὰ σάββατον· καὶ περὶ ἀγρυπνιῶν· καὶ ὅπως δεῖ ἐσθίειν κατὰ τὸν καιρὸν αὐτῶν.
Ἐν δέ γε παντὶ σαββάτῳ, πλὴν τοῦ μεγάλου, δέον σε διφαγεῖν, ὡς προτετύπωται ἐν τῇ τρίτῃ καὶ τῇ πέμπτῃ, διά τε τὸν ὅρον τῶν Ἱερῶν κανόνων, καὶ διὰ τὸ δεῖν ἔχειν σε ἐν πάσαις ταῖς τοῦ ὅλου ἐνιαυτοῦ κυριακαῖς, πλὴν τῆς κατὰ τὴν τυροφάγον, ἀγρυπνίας· εἰ μή που πρόσεστί τις ἀγρυπνία τῶν δεσποτικῶν μεγάλων ἑορτῶν, ἤ τινος τῶν μεγίστων Ἁγίων· ἵνα ποιήσας ἐκείνην, ἐάσῃς τὴν τῆς κυριακῆς· ὅμως κἂν οὕτως, ἢ οὕτως, δὶς ἔσθιε κατὰ τὰ σάββατα· χρήσιμον δέ, ἀεὶ ἐκβιάζεσθαί σε εἰς τὴν τῆς νυκτερινῆς ἀγρυπνίας ἐργασίαν· ὅθεν καὶ μετὰ τῆς κατὰ συγκυρίαν ἐπελθούσης μέσον τῆς ἑβδομάδος ἀγρυπνίας, λυσιτελέστατόν σοι ποιεῖν καὶ τὴν τῆς κυριακῆς, καὶ μέγα σοι τὸ κέρδος ἕψεται τάχιστα μᾶλλον δέ, οὕτω ῥαγήσεται πρώϊμον τὸ φῶς σου, κατὰ τὸ εἰρημένον, καὶ τὰ ἱμάτιά σου ταχὺ ἀνατελεῖ· φησὶ δὲ καὶ ὁ Ἅγιος Ἰσαάκ· «ἑκάστῳ ἀγῶνι τῆς ἁμαρτίας καὶ τῆς ἐπιθυμίας, ὁ κόπος τῆς ἀγρυπνίας καὶ τῆς νηστείας ἐστὶν ἡ ἀρχή· καὶ μάλιστα τῷ ἀνταγωνιζομένῳ, πρὸς τὴν ἐν ἡμῖν ἔνδον ἁμαρτίαν· καὶ τὸ σημεῖον τοῦ μίσους τῆς ἁμαρτίας, καὶ τῆς ἐπιθυμίας αὐτῆς, ἐκ τούτου ὁρᾶται τοῖς ἀνταγωνιζομένοις πρὸς τὸν ἀόρατον πόλεμον τοῦτον· καὶ πᾶσαι σχεδὸν αἱ τῶν παθῶν προσβολαὶ ἀπομειοῦσθαι, ἐν τῇ νηστείᾳ ἄρχονται· καὶ μετὰ ταύτην, ἡ ἀγρυπνία τῆς νυκτός, συνεργεῖ πρὸς τὴν ἄσκησιν· ὁ ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ, τὴν ὁμιλίαν τῆς συζυγίας ταύτης ἀγαπῶν, οὗτος φίλος τῆς σωφροσύνης γίνεται· καθὼς ἡ ἀνάπαυσις τῆς γαστρός, ἀρχὴ πάντων τῶν κακῶν, καὶ ἡ χανότης τοῦ ὕπνου, ἡ ἐξάπτουσα τὴν ἐπιθυμίαν τῆς πορνείας· οὕτως ἡ ὁδὸς τοῦ Θεοῦ ἡ Ἁγία, καὶ πάσης ἀρετῆς ὁ θεμέλιος, ἡ νηστεία ὑπάρχει, καὶ ἡ ἀγρυπνία, καὶ ἡ ἐγρήγορσις ἐν τῇ λειτουργίᾳ τοῦ Θεοῦ· καὶ αὖθις, ψυχὴ ἡ στιλβωθεῖσα τῇ τοῦ Θεοῦ μνήμῃ, καὶ τῇ ἀκοιμήτῳ ἀγρυπνίᾳ, νυκτὸς καὶ ἡμέρας, ἐκεῖ οἰκοδομεῖ ὁ Κύριος ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, νεφέλην σκεπάζουσαν αὐτὴν ἐν ἡμέρᾳ, καὶ φωτισμὸν πυρὸς διαυγάζοντα τὴν νύκτα· καὶ ἔσωθεν τοῦ γνόφου αὐτῆς, λάμψει. Ἔτι, ἔκλεξαι σεαυτῷ ἐργασίαν τρυφῆς, ἀγρυπνίαν διηνεκῆ τὴν ἐν νυξίν· ἐν ῇ ἀπεδύναντο οἱ Πατέρες πάντες τὸν παλαιὸν ἄνθρωπον, καὶ ἠξιώθησαν τοῦ ἀνακαινισμοῦ τοῦ νοός· ἐν ταῖς ὥραις ταύταις, αἰσθάνεται ἡ ψυχὴ τῆς ζωῆς ἐκείνης τῆς ἀθανάτου· καὶ ἐν τῇ αἰσθήσει αὐτῆς, ἀποδύεται τὸ σκότος τῶν παθῶν, καὶ ὑποδέχεται τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ πάλιν, τίμησον τὴν ἐργασίαν τῆς ἀγρυπνίας, ἵνα εὕρῃς παράκλησιν ἐν τῇ ψυχῇ σου. Ἔτι, μὴ νομίσῃς ὦ ἄνθρωπε, ὅτι ἐν πάσῃ τῇ ἐργασίᾳ τῶν Μοναχῶν. ἔστι τις διαγωγή, μείζων τῆς ἀγρυπνίας τῆς νυκτερινῆς· καί, Μοναχὸν διαμένοντα ἐν τῇ ἀγρυπνίᾳ, μετὰ διακρίσεως τοῦ νοός, τοῦτον μὴ ἴδῃς ὡς σαρκοφόρον· τάξεως γὰρ Ἀγγελικῆς ὡς ἀλωθῆς τοῦτο τὸ ἔργον ἔτι, ψυχὴ ἐν τῇ διαγωγῇ ταύτῃ τῇ Ἀγγελικῇ τῆς ἀγρυπνίας κοπιῶσα, ὀφθαλμοὺς χερουβικοὺς ἕξει, τοῦ διαπαντὸς ἀτενίζειν, καὶ κατοπτεύειν τὴν ἐπουράνιον θεωρίαν.»
Ταύτας δέ, ἤτοι τὰς ἀγρυπνίας, διανύεις, ἐν προσευχῇ, ψαλμῳδίᾳ καὶ ἀναγνώσει, καθαρῶς καὶ ἀρεμβάστως, καὶ μετὰ κατανύξεως· μόνος, ἢ μετὰ φίλης καὶ ὁμοτρόπου συνοδίας· ποίει δὲ καὶ μετὰ πᾶσάν σου ἀγρυπνίαν, μικρὰν παράκλησιν, διὰ τὸν ἐκ γεγενημένον κόπον, ἔν τε βρώμασι. καὶ πόμασι, κατὰ τὸ δεῖπνον· ἤγουν, φάγε ἄρτον οὐγγίας τρεῖς· παράθεμά τι ξηρότροφον, τὸ ἱκανόν σοι· πίε καὶ οἰνον σὺν ὕδατι, ποτήρια τρία· ὅρα δὲ μήπως εἰς ἡμέραν ἐννάτης ἔχων ἀγρυπνίαν, διὰ τὴν ἀγρυπνίαν ἴσως, καταλύσῃς τὴν ἐννάτην· τοῦτο καὶ γὰρ δεῖ ποιῆσαι, κἀκεῖνο μὴ ἀφιέναι· τὴν γὰρ παράκλησιν, τελεσθείσης τῆς ἀγρυπνίας, διωρίσατο ὁ λόγος ποιεῖν σε.
Ὅπως χρὴ ἐσθίειν κατὰ τὰς Κυριακάς· καὶ περὶ ἑτέρων τινῶν πρὸς δέ καὶ κόπου καὶ ταπεινώσεως.
Ὁμοίως δὲ κἂν ταῖς Κυριακαῖς ἁπάσαις δὶς ἔσθιε τῆς ἡμέρας, ὥσπερ δὴ καὶ ἐν τοῖς σάββασιν· αὕτη δὲ ἡ διατύπωσις, οὕτω σώα τηρείσθω, χωρὶς ἀσθενείας· ναὶ μὴν καὶ τῶν τοῖς θείοις πατράσιν ἐκκεχωρημένων, καὶ ἀπολελυμένων ὡσανεὶ ἡμερῶν, ἐκ μακρᾶς συνηθείας, καὶ αἰτιῶν τινῶν καινοτέρων, ἐνθέων φαμέν, ἢ καὶ ἐναντίων· ἐν μὲν γὰρ ταύταις, οὔτε μονοφαγοῦμεν, οὔτε ξηροτροφοῦμεν· ἀλλὰ πάντων τῶν χρησίμων καὶ ἀνεπιλήπτων, καὶ λαχανίων μετέχομεν ἐγκρατῶς μέντοι, καὶ μετὰ τῆς διορισθείσης ποσότητος ἀεὶ γὰρ ἄριστον, τὸ ἐν πᾶσιν ἐγκρατεύεσθαι, ἐν δέ γε ταῖς σωματικαῖς ἀσθενείαις, ὡς ἔφημεν, ἀνερυθριάστως μεταληπτέον ἁπάντων τῶν χρησίμων, καὶ συνιστώντων τὸ σῶμα νομίμων· παθοκτόνους γάρ, οὐ σωματοκτόνους ἡμᾶς ὑπάρχειν, οἱ θεῖοι πατέρες ἐδίδαξαν· ὡσαύτως εἰκός σε, καὶ ἐκ πάντων τῶν δεδογμένων, ἤτοι ὅσα ἐφεῖται τῷ ἐπαγγέλματι, μικρὸν ἀπογεύεσθαι, εἰς δόξαν καὶ εὐχαριστίαν Θεοῦ καὶ διὰ τὸ ἄτυφον· ἀποστρέφου δὲ καὶ τὰ περισσά· «ἡ γὰρ σπάνις τῶν πραγμάτων, ὡς φησιν ὁ Ἅγιος Ἰσαάκ, διδάσκει τὸν ἄνθρωπον ἄκοντα, καὶ μὴ βουλόμενον, τὴν ἐγκράτειαν· ἐπεί, ὅταν εὐθηνίαν καὶ ἄδειαν λάβωμεν τούτων, οὐ δυνάμεθα ἑαυτοὺς κατέχειν· σωματικὴν ἀνάπαυσιν μὴ ἀγαπήσῃς· ψυχὴ γὰρ ἡ τὸν Θεὸν ἀγαπῶσα, κατὰ τὸν ὅσιον πάλιν Ἰσαάκ, ἐν τῷ Θεῷ καὶ μόνῳ τὴν ἀνάπαυσιν κέκτηται »· μᾶλλον δὲ σὺν κόπῳ καὶ κακουχίᾳ, καὶ τὸ ταπεινὸν ἐκλέγου· ὁ γὰρ κόπος, καὶ ἡ ταπείνωσις, γράφει τίς τῶν ἁγίων. κτῶνται τὸν Ἰησοῦν.
Ὅπως δεῖ διαιτᾶσθαι καὶ πολιτεύεσθαι κατὰ τὰς ἁγίας τεσσαρακοστάς, καὶ μᾶλλον κατὰ τὴν μεγάλην.
Περὶ δέ γε διαίτης, ἴσως καὶ πολιτείας ἐν ταῖς ἁγίαις τεσσαρακοσταῖς, περισσὸν ἡγούμεθα λεπτομερῶς καὶ ἰδίως διερμηνεύειν· ὡς γὰρ προσδιώρισται τελεῖ σε, ἐν αἷς ἡμέρας ποιεῖς ἐννάτας, οὕτω θέμις καὶ ἐν ταῖς ἁγίαις τεσσαρακοσταῖς ἐργάζεσθαι, πλὴν τῶν σαββάτων, καὶ τῶν Κυριακῶν· μᾶλλον, εἰ δυνατόν, καὶ ἀκριβέστερον, καὶ νηφαλιώτερον, καὶ μάλιστα κατὰ τὴν ἁγίαν καὶ μεγάλην Τεσσαρακοστήν, ὡς ἀποδεκάτωσιν οὖσαν τοῦ ὅλου ἐνιαυτοῦ, καὶ τὰ βραβεῖα τῶν ἀγώνων, διὰ τῆς δεσποτικῆς καὶ θείας ἀναστασίμου, καὶ λαμπροφόρου ἡμέρας, τοῖς κατὰ Χριστὸν Ἰησοῦν νικηταῖς παρέχουσαν.
Περὶ διακρίσεως, ὡς ἐν μέρει, καὶ ὅτι τῇ ἐμμέτρῳ ἐργασίᾳ, τιμὴ οὐκ ἔστι· καὶ περὶ ὑποταγῆς.
Πλὴν καί ταῦτα, καὶ τὰ τούτοις παραπλήσια, χρὴ μετιέναι σε μετὰ ἀκριβοῦς διακρίσεως, πρὸς τὴν τοῦ διπλοῦ ζώου συμφωνίαν, καὶ εἰρηναίαν κατάστασιν. «μετὰ γὰρ σοφίας φησὶν οἰκοδομεῖται οἶκος· καὶ μετὰ συνέσεως ἀνορθοῦται· καὶ αἰσθήσεως ἐμπίπλαται τὰ ταμεῖα, παντὸς πλούτου τιμίου καὶ καλοῦ· γράφει δὲ καὶ ὁ θεῖος Θαλάσσιος· ἡ μετὰ λόγου εὐδιάκριτος ἔνδεια καὶ στενότης, βασιλική ἐστιν ὁδός· ὥστε ὁ ἀδιάκριτος ὑπωπιασμός, ἢ ἡ ἄλογος συγκατάβασις, ἀσύμφορά εἰσιν, ὡς ἐκατέρωθεν παρὰ λόγον γινόμενα· καὶ ὁ ὅσιος Ἰσαάκ, ἕπεται τῇ ἀνέσει τῶν μελῶν, ἡ τῶν λογισμῶν ἔκστασις καὶ φύρσις· καὶ τῇ ἀμέτρῳ ἐργασίᾳ, ἀκηδία· καὶ τῇ ἀκηδίᾳ ἔκστασις· διαφέρει δὲ ἔκστασις ἐκστάσεως· τῇ μὲν γὰρ πρώτῃ ἐκστάσει, ἕπεται ὁ πόλεμος τῆς πορνείας· τῇ δὲ δευτέρᾳ ἡ τοῦ ἰδίου ἡσυχαστηρίου κατάλειψις, καὶ ἀπὸ τόπου εἰς τόπον μετακίνησις· τῇ δὲ ἐμμέτρῳ, καὶ ἐπιπόνως διαμενούσῃ ἐργασίᾳ, τιμὴ οὐκ ἔστι· τούτων δὲ ἡ μείωσις μὲν πληθύνει τὴν ἡδονήν· ἡ δὲ ἀμετρία, τὴν ἔκστασιν· καὶ ὁ Μέγας Μάξιμος· μὴ ὅλην τὴν σχολὴν περὶ τὴν σάρκα ἔχε, ἀλλ᾽ ὄρισον αὐτῇ τὴν κατά δύναμιν ἄσκησιν, καὶ ὅλον τὸν νοῦν, περὶ τὰ ἔνδον τρέψον· ἡ γὰρ σωματικὴ γυμνασία, πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα, καὶ τὰ ἑξῆς· εἰδέ πως ἡ τῆς σαρκὸς πλάστιγξ ἀνθέλκει, καὶ τυραννεῖ, καὶ βαρύνει τὴν τῆς ψυχῆς πλάστιγγα, πρὸς ῥοπὰς καὶ κινήσεις ἀτάκτους, καὶ ψυχοφθόρους καθέλκουσα, καθὸ γέγραπται, ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός, » ἀλλ᾽ αὐτὸς ταύτην κημῷ ἐγκρατείας χαλινώσας, νέκρωσον, ἕως ἂν καὶ ἄκουσα, εὐήνιος γένηται· καὶ ὑποταγῇ τῷ κρείττονι, μεμνημένος τοῦ Μεγάλου φάσκοντος Παύλου· «ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ τῇ ἡμέρα· καὶ τοῦ Ἀγίου Ἰσαάκ, δίδου σεαυτὸν ἀποθανεῖν ἐν τοῖς ἀγωνίσμασι, καὶ μὴ ζῇν ἐν ἀμελείᾳ οὐ μόνον γὰρ οἱ διὰ τὴν εἰς Χριστὸν πίστιν δεξάμενοι τὸν θάνατον, μάρτυρές εἰσιν, ἀλλὰ καὶ οἱ διὰ τὴν τῶν ἐντολῶν αὐτοῦ τήρησιν, ἀποθνήσκοντες· καὶ κρεῖσσον ἡμῖν θάνατος ἐν τῷ ἀγῶνι, ἢ ζῆσαι ἐν παραπτώματι»· καὶ πρό γε πάντων, μετὰ βουλῆς, καὶ ἐρωτήσεως ἔσο πάντα ποιῶν τοῦ σοῦ κατὰ Κύριον πνευματικοῦ Πατρός· οὕτω γάρ, Χριστοῦ χάριτι, καὶ τὰ ἐπαχθῆ καὶ ἀνάντη, κοῦφα, καὶ ὡς κατὰ πρανοῦς πεδίου δόξει σοι φέρεσθαι· ἀλλ᾽ ἐπανιτέον ὅθεν ἐξήλθομεν.
Ὅπως δεῖ τὸν ἀγωνιζόμενον διέρχεσθαι τὸ μετὰ τὸ γεῦμα ἄχρι δύσεως ἡλίου διάστημα· καὶ ὅτι δεῖ πιστεύειν, κατὰ τὸν κόπον, καὶ τὸ μέτρον τῆς ἐργασίας ἡμῶν, τὴν τῶν θείων χαρισμάτων διανομὴν ἐπιδίδοσθαι ἡμῖν.
Μετὰ δέ γε τὸ ἀριστῆσαι ὡς δεῖ τὸν ἀγωνιζόμενον, κατὰ τὸν θεσπέσιον Παῦλον, κελεύοντα ὅτι ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἀνάγνωθι καθήμενος, ἐν τοῖς νηπτικοῖς τὸ πλέον συγγράμμασι τῶν πατέρων, ἱκανῶς· καὶ ἔκτοτε κοιμήθητι ὥραν μίαν, εἴπερ εἰσὶν αἱ ἡμέραι μεγάλαι, εἴθ᾽ οὕτως ἀναστάς, μικρὸν ἐργοχείρησον, κρατῶν καὶ τὴν εὐχήν· μετὰ δὴ ταῦτα πρόσευξαι, ὡς προδεδήλωται· ἀνάγνωθι· μελέτησον, καὶ σπούδασον ἵνα ταπεινωθῇς καὶ ἔχῃς σεαυτὸν ὑποκάτω πάντων ἀνθρώπων· «ὁ γὰρ ὑψῶν, φησίν, ἑαυτόν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ καὶ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ταπεινοῖς δὲ δίδωσι χάριν· καὶ ἀρχὴ ὑπερηφανείας, τὸ μὴ εἰδέναι τὸν Κύριον· καὶ ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· καὶ μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι· λέγει δὲ καὶ ὁ θεῖος Χρυσόστομος· οὕτος μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδώς, ὁ μηδὲν ἑαυτὸν εἶναι νομίζων· οὐδὲν γὰρ οὕτω τῷ Θεῷ φίλον, ὡς τὸ μετὰ τῶν ἐσχάτων ἑαυτὸν ἀριθμεῖν· καὶ ὁ Ἅγιος Ἰσαάκ, τοῖς ταπεινόφροσιν ἀποκαλύπτονται τὰ μυστήρια· καὶ ὅπου βλαστάνει ἡ ταπείνωσις, ἐκεῖ ἡ τοῦ Θεοῦ δόξα βρύει, καὶ ὅτι, πρὸ τῆς χάριτος, τρέχει ἡ ταπείνωσις· καὶ πρὸ τῆς παιδείας, τρέχει ἡ οἴησις· καὶ ὁ Ἅγιος Βαρσανούφιος· εἰ ἀληθῶς σωθῆναι θέλεις, ἄκουσον ἔργῳ· ἆρον τοὺς πόδας σου ἀπὸ τῆς γῆς, καὶ ἀνάγαγε εἰς τὸν οὐρανὸν τὸν νοῦν σου· καὶ ἐκεῖ γενηθήτω σου ἡ μελέτη νύκτα, καὶ ἡμέραν· καὶ ὅσην ἔχεις δύναμιν καταφρονήθητι· πυκτεύων ἰδεῖν σεαυτόν, ὑποκάτω παντὸς ἀνθρώπου· αὕτη ἐστὶν ἡ ἀληθινὴ ὁδός· ἐκτὸς αὐτῆς, ἄλλῃ οὐκ ἔστι, τῷ σωθῆναι θέλοντι, ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ· τρεχέτω ὁ θέλων· τρεχέτω ὁ θέλων· τρεχέτω ὁ θέλων, ἵνα καταλάβῃ· μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ θέλοντος ζωὴν αἰώνιον χαρίσασθαι παντὶ τῷ θέλοντι· καὶ ὁ τῆς Κλίμακος· οὐ νενήστευκα· οὐκ ἠγρύπνηκα· οὐκ ἐχαμεύνηκα, ἀλλ᾽ ἐταπεινώθην, καὶ ἔσωσαί με συντόμως, διώκων πρὸ παντὸς ἑτέρου καὶ τὸ ἀψήφιστον, ὡς φησιν ὁ Ἅγιος Βαρσανούφιος· ὅτι τὸ ἀμεριμνῆσαι ἀπὸ παντὸς πράγματος, ποιεῖ σε προσεγγίσαι τῇ πόλει· καὶ τὸ μὴ ψηφισθῆναι ἐν ἀνθρώποις, ποιεῖ σε οἰκῆσαι τὴν πόλιν· καὶ τὸ ἀποθανεῖν ἀπὸ παντὸς ἀνθρώπου, ποιεῖ σε κληρονομῆσαι τὴν πόλιν, καὶ τοὺς θησαυρούς· καὶ εἰ σωθῆναι θέλεις, τὸ ἀψήφιστον κράτει καὶ τρέχε πρὸς τὸ προκείμενον ἔστι δ᾽ αὖ κατὰ τὸν τούτου τοῦ Ἁγίου Μαθητὴν Ὅσιον Ἰωάννην, τὸ ἀψήφιστον, τὸ μὴ ἰσῶσαι ἑαυτὸν τινί· καὶ τὸ μὴ εἰπεῖν περὶ καλοῦ ἔργου, ὅτι κἀγὼ τοῦτο ἐποίησα· εἶτ᾽ αὖθις καθίσας πρόσευξαι καθαρῶς, καὶ ἀρρεμβάστως, ἕως ἂν καταλάβῃ τὸ ἑσπέρας»· καὶ οὕτω ψάλλε τὸν συνήθη ἐσπέρινόν, καὶ ἀπόλυσον ἐξ εἰλικρινοῦς καρδίας πιστεύων κατὰ τὸν κόπον, καὶ τὴν δι᾽ ἀρετὴν ὀδύνην, καὶ τὸ μέτρον τῆς ἐργασίας ἡμῶν, καὶ τὴν τῶν δωρεῶν καὶ ἐπάθλων διανομὴν καὶ ἀνάρρησιν, παρὰ τοῦ Θεοῦ ἐπιβραβεύεσθαι ἡμῖν, καὶ παράκλησιν· ὡς φησιν ὁ θεῖος ψαλμῳδός, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου· καὶ ὁ Σωτήρ, δεῦτε πρός με πᾶντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ ὁ Μέγας Παῦλος.
εἴπερ Χριστῷ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· λέγει δὲ καὶ ὁ τὰ θεῖα σοφὸς Μάξιμος· αἴτιον εἶναι λέγεται τῆς τῶν θείων διανομῆς ἀγαθῶν, τὸ μέτρον τῆς ἑκάστου πίστεως· καθὼς γὰρ πιστεύομεν, καὶ τὴν ἐπὶ τὸ πράττειν τῆς προθυμίας ἐπίδοσιν ἔχομεν· ὁ γοῦν πράττων, κατὰ τὴν ἀναλογίαν τῆς πράξεως, ἐπιδείκνυται τὸ μέτρον τῆς πίστεως, δεχόμενος ὡς ἐπίστευσε, τὸ μέτρον τῆς χάριτος· ὁ δὲ μὴ πράττων, κατὰ τὴν ἀναλογίαν τῆς ἀπραξίας, ἐπιδείκνυται τὸ μέτρον τῆς ἀπιστίας, δεχόμενος ὡς ἠπίστησε, τὴν τῆς χάριτος στέρησιν· οὐκοῦν κακῶς ποιεῖ βασκαίνων τοῖς κατορθοῦσιν ὁ φθονερός, ἐπ᾽ αὐτῷ σαφῶς, ἀλλ᾽ οὐκ ἐπ᾽ ἄλλῳ κειμένης, τῆς τοῦ πιστεύειν καὶ πράττειν, καὶ πρὸς τὸ μέτρον τῆς πίστεως ἐρχομένην εἰσδέξασθαι τὴν χάριν, ἐπιλογῆς· καὶ ἐκ ψυχῆς αἰτούμενοι, διαμεῖναι τὸν ὑπόλοιπον χρόνον ἡμῶν»· καὶ αὐτὰ δὴ τὰ τέλη τῆς ζωῆς, χριστιανά, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ πρὸς τούτοις ἀποδοῦναι ἡμᾶς καλὴν τὴν ἀπολογίαν, ἐπὶ τοῦ φοβεροῦ ἑστῶτας βήματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὅτι μείζων πάσης ἐργασίας, ἡ καθαρὰ προσευχή ἐστιν.
Πρὸς δὲ τοῖς δηλωθεῖσι, καὶ τοῦτο ἴσθι, ἀδελφέ, ὅτι πᾶσα μέθοδος, καὶ πᾶς κανὼν, εἰ βούλει δέ, καὶ πρᾶξις διάφορος, διὰ τὸ μὴ δύνασθαι ἡμᾶς ἔτι ἐν καρδίᾳ καθαρῶς καὶ ἀρρεμβάστως προσεύχεσθαι, τετύπωται οὕτω, καὶ κεκανόνισται· ἐπεί, τούτου, εὐδοκίᾳ καὶ χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπαρτισθέντος, τὰ πολλά, καὶ ποικίλα, καὶ διαιροῦντα μεθέντες, τῷ ἑνί, καὶ καὶ ἑνιαίῳ, καὶ ἑνωτικῷ ἀμέσως ὑπὲρ λόγον ἑνούμεθα, ὡς εἴρηται τῷ κλεινῷ Θεολόγῳ· Θεὸς θεοῖς ἑνούμενός τε, καὶ γνωριζόμενος· ὅπερ ἐστίν, ἡ διὰ τοῦ Ἁγίου Πνεύματος ἐν καρδίᾳ ἐνυπόστατος ἔλλαμψις· ἥτις τίκτεται, ὡς εἴρηται, ἐκ τῆς μνημονευθείσης καθαρᾶς, καὶ ἀρρεμβάστου καρδιακῆς προσευχῆς· σπάνιον δὲ τοῦτο, καὶ μόλις εἶς ἐκ χιλίων ὁ καταξιωθείς, Χριστοῦ χάριτι, προκόψαι εἰς τήν δε τὴν κατάστασιν· τὸ δὲ καὶ ταύτην ὑπερπλεῦσαι, καὶ τῆς πνευματικῆς ἀξιωθῆναι προσευχῆς, καὶ τυχεῖν τῆς ἀποκαλύψεως τῶν μυστηρίων τοῦ μέλλοντος αἰῶνος, πάνυ ὁλίγων, καὶ κατὰ γενεάς, καὶ γενεὰς εὑρισκομένων, εὐδοκίᾳ τῆς χάριτος· καθάπερ γράφει καὶ ὁ Ἅγιος Ἰσαάκ· «ὥσπερ μόλις ἐκ μυριάδων ἀνθρώπων, εἰς εὑρίσκεται πληρώσας τὰς ἐντολάς, καὶ τὰ νόμιμα μικρὸν ἐνδεῶς, καὶ φθάσας εἰς τὴν τῆς ψυχῆς καθαρότητα, οὕτως εἷς ἐκ χιλίων εὑρίσκεται, καταξιωθεὶς φθάσαι μετὰ πολλῆς παραφυλακῆς, εἰς τὴν καθαρὰν προσευχήν, καὶ διαρρῆξαι τοῦτον τὸν ὅρον, καὶ τυχεῖν ἐκείνου τοῦ μυστηρίου· διότι πολλοὶ τῆς καθαρᾶς προσευχῆς οὐδαμῶς ἠξιώθησαν, ἀλλ᾽ ὀλίγοι πρὸς δὲ τὸ μυστήριον ἐκεῖνο τὸ μετ᾽ ἐκείνην, καὶ πέραν, ὁ φθάσας, μόλις εὑρίσκεται γενεᾶ, καὶ γενεᾶ· τῇ χάριτι τοῦ Χριστοῦ· καὶ μετ᾽ ὀλίγα· καὶ εἰ μετὰ καθαρότητος μόλις τὶς προσεύχεται, τί εἴπωμεν περὶ τῆς πνευματικῆς; πᾶσα δὲ πνευματικὴ κατ᾽ αὐτὸν αὖθις, κινήσεως ἡλευθέρωται· καὶ ἡ κλίνουσα κάτωθεν ἐστι τῆς πνευματικῆς»· διόπερ καὶ αὐτὸς εἰ βούλει τῶν τοιούτων καινῶν μυστηρίων, ἔργῳ, καὶ πράγματι, ἤτοι αὐτῇ τῇ πείρα, ἐν Χριστῷ Ἰησοῦ καταξιωθῆναι, ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, καὶ ἐργασίᾳ σου, ἐπείγου προφθάσαι, εἰς τὸ προσεύχεσθαι ἐν καρδίᾳ καθαρῶς καὶ ἀρεμβάστως· ἵν᾽ οὕτως ὡς ἐκ νηπίου θηλάζοντος, προκόψηςς εἰς ἄνδρα τέλειον· εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ μετὰ τοῦ πιστοῦ οἰκονόμου, καὶ φρονίμου, τοῦ μακαρισμοῦ, καὶ τῆς ἀναρρήσεως ἐπιτύχῃς, ὡς οἰκονομῶν ἐν κρίσει τοὺς σοὺς λόγους· ἤγουν· κατὰ λόγον πολιτευόμενος, ὅθεν καὶ οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα· καθὼς περὶ τούτου γράφει ὁ Ἅγιος Φιλήμων, οὕτως· ἀδελφέ· εἴτε ἐν νυκτί, εἴτε ἐν ἡμέρᾳ ἀξιώσει σε ὁ Θεὸς καθαρῶς τῷ νοἱ προσεύξασθαι ἀπερισπάστως, μὴ προσχῆς τῷ ἰδίῳ κανόνι· ἀλλ᾽ ὅσῃ σοι δύναμις ἐπεκτείνου τῷ Θεῷ κολλώμενος, καὶ αὐτὸς φωτίζει τὴν καρδίαν σου, περὶ ἐργασίας πνευματικῆς· καί τις τῶν Θεοσόφων· «εἰ θέλεις ἐν σώματι ὡς ἀσώματος Θεῷ λειτουργεῖν, εὐχὴν ἀδιάλειπτον κτῆσαι κρυπτῶς ἐν τῇ καρδίᾳ σου, καὶ γίνεται πρὸ θανάτου ἡ ψυχή σου, ὡς Ἄγγελος» τούτοις συνάδοντα γράφει καὶ ὁ Ἅγιος Ἰσαάκ· ἐρωτηθεὶς γὰρ παρά τινος, τί ἐστι τὸ περιεκτικὸν τῶν κόπων ὅλων τοῦ ἔργου τούτου, δηλαδὴ τῆς ἡσυχίας, ἵνα τις καταντήσας εἰς αὐτό, μάθῃ ὅτι τὴν τελειότητα τῆς πολιτείας ἔφθασεν, ἀπεκρίθη οὕτως· «ὅταν ἀξιωθῇ τις, τῆς διαμονῆς τῆς προσευχῆς ὅταν γὰρ φθάσῃ ταύτην, πρὸς τὴν ἄκραν πασῶν τῶν ἀρετῶν ἔφθασε· καὶ τοῦ λοιποῦ, κατοικητήριον τοῦ Ἁγίου Πνεύμαντος ἐγένετο· ἐὰν γάρ τις τὴν χάριν τοῦ Παρακλήτου ἀκριβῶς οὐκ ἐδέξατο, τὴν διαμονὴν ταύτης τῆς προσευχῆς, τελειῶσαι ἐν ἀνέσει οὐ δύναται· τὸ γὰρ πνεῦμά φησιν, ὅταν κατοικήσῃ ἔν τινι τῶν ἀνθρώπων, οὐ παύεται ἐκ τῆς προσευχῆς· αὐτὸ γὰρ τὸ πνεῦμα, ἀεὶ προσεύχεται· τότε, οὔτε ἐν τῷ καθεύδειν αὐτόν, οὔτε ἐν ἐγρηγόρσει, ἡ προσευχὴ ἐκ τῆς ψυχῆς αὐτοῦ κόπτεται· ἀλλ᾽ ἐὰν ἐσθίῃ, καὶ ἐὰν πίνῃ καὶ ἐὰν κοιμᾶται, καὶ ἐάν τι πράττῃ· καὶ ἕως ἐν βάθει ὕπνῳ, αἱ εὐωδίαι, καὶ οἱ ἀτμοὶ τῆς προσευχῆς, ἐν τῇ καρδίᾳ αὐτοῦ ἀναδίδονται, ἄνευ κόπου· καὶ χωρισμὸν τότε ἡ προσευχὴ οὐκ ἔχει· ἀλλὰ πάσας τὰς ὥρας αὐτοῦ, κἂν ἡσυχάσῃ ἔξωθεν αὐτοῦ ἡ τοιαύτη, ἀλλ᾽ οὖν πάλιν ἡ αὐτὴ λειτουργεῖ ἐν αὐτῷ κρυπτῶς· τὴν σιωπὴν γὰρ τῶν καθαρῶν, προσευχὴν λέγει τις τῶν χριστοφόρων· ἐπειδὴ οἱ λογισμοὶ αὐτῶν, θεῖαι κινήσεις εἰσίν· αἱ κινήσεις δὲ τῆς καθαρᾶς καρδίας, καὶ διανοίας, φωναὶ πραεῖαί εἰσιν, ἐν αἷς κρυπτῶς τῷ κρυπτῷ ψάλλουσι»· Καὶ ἄλλοι δὲ πολλοὶ τῶν Θεοφόρων, ἐκ τῆς χάριτος αὐτῆς πείρᾳ μεμυσταγωγημένοι, τοιαῦτα πλεῖστα θαύματος ἄξια ἐξέθεντο· ἅπερ καὶ διὰ τοῦ λόγου μῆκος εἰάσαμεν.
Περὶ τῆς κατὰ τὸ νυχθήμερον ποσότητος τῶν γονυκλισιῶν.
Περὶ δέ γε ποσότητος γονυκλισιῶν, τριακοσίας ἴσμεν τῷ ἀριθμῷ, τὰς τοῖς θείοις ἡμῶν πατράσι διωρισμένας, ἃς καὶ ὀφείλομεν ποιεῖν καθ᾽ ἕκαστον νυχθήμερον τῶν τῆς ἑβδομάδος πέντε ἡμερῶν· καὶ γὰρ ἐν παντὶ σαββάτῳ, καὶ πάσῃ Κυριακῇ ναὶ μὴν καὶ ἐν ἄλλαις ἐξ ἔθους σεσημειωμέναις ἡμέραις, καὶ δὴ καὶ ἑβδομάσι, κατά τινας μυστικούς, καὶ ἀπορρήτους λόγους, σχολὴν τούτων ἄγειν ἐντετάλμεθα· εἰσὶ μέντοι τινὲς ὑπερβαίνοντες τοῦτον τὸν ἀριθμόν· ἔνιοι δὲ καὶ ὑστερίζοντες, ἕκαστος καθὼς ἔχει ἰσχύως, ἢ προαιρέσεως· καὶ σὺ τοίνυν ποίει τοκαταδύναμιν· μενοῦνγε μακάριος τῳόντι, καὶ τοῦτο πολλάκις. ὁ ἐν πᾶσι τοῖς κατὰ Θεόν, πάντοτε ἐκβιάζων ἑαυτόν· βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
Ὅτι οὐ μόνον ὡς προείρηται, κατὰ τὸν ἀγῶνα, καὶ τὸ μέτρον τῆς ἡμῶν ἐργασίας, ἡ τῶν θείων διανομὴ ἐπιχορηγεῖται, ἀλλὰ καὶ κατὰ τὴν ἕξιν, καὶ ἐπιτηδειότητα, καὶ τὴν πίστιν, καὶ τὴν παροῦσαν ἡμῖν διάθεσιν φυσικήν.
Και τοῦτο τοίνυν ἱστέον, ὡς οὐ μόνον, καθάπερ προειρήκαμεν, κατὰ τὸν ἀγῶνα καὶ τὸ μέτρον τῆς ἐργασίας ἡμῶν, ἡ τῶν θείων δωρεῶν διανομὴ ἐπιχορηγεῖται, ἡμῖν, ἀλλὰ καὶ κατὰ τὴν τῆς πολιτείας ἕξιν, καὶ ἐπιτηδειότητα, ναὶ μήν, καὶ κατὰ τὴν πίστιν ἡμῶν πρὸς τὰ προκείμενα, καὶ τὴν προσφυῶς παροῦσαν ἡμῖν διάθεσιν φυσικήν· καὶ λέγει ὁ Ἅγιος Μάξιμος· «ὁ νοῦς, σοφίας ὄργανον· ὁ λόγος, γνώσεως· ἡ κατ᾽ ἄμφω φυσικὴ πληροφορία, τῆς κατ᾽ ἄμφω συνισταμένης πίστεως· τοῦ δὲ τῶν ἰαμάτων χαρίσματος, ἡ φυσικὴ φιλανθρωπία· πᾶν γὰρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καὶ προσφυές, ὥσπερ δύναμιν, ἢ ἕξιν, ἢ διάθεσιν, ὄργανον δεκτικόν· οἷον, ὁ τὸν νοῦν πασῶν αἰσθητῶν φαντασιῶν ποιήσας καθαρόν, δέχεται σοφίαν· ὁ δὲ τὸν λόγον, τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω, καὶ ἐπιθυμίας καταστήσας δεσπότην, δέχεται γνῶσιν· ὁ δὲ τὴν κατὰ νοῦν καὶ λόγον περὶ τὸ θεῖον ἀσάλευτον πληροφορίαν ἔχων, τὴν πάντα δυναμένην δέχεται πίστιν· ὁ δὲ τὴν φυσικὴν κατορθώσας φιλανθρωπίαν, μετὰ τὴν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ἰαμάτων δέχεται χαρίσματα· » καὶ ταῦτα μὲν οὕτως· ὅρα δέ, ἵνα μηδεὶς γινώσκῃ τὸ ἔργον σου, ἐκτὸς τοῦ ἐπιστατοῦντος, καὶ ὁδηγοῦντός σε· ὑπερευχόμενος καὶ ἡμῶν τῶν ἀναξίων, τῶν λεγόντων μέν, μὴ ποιούντων δὲ τὸ ἀγαθόν, ἵνα καταξιωθῶμεν τοῦ ποιεῖν πρῶτον τὰ Θεῷ ἀρέσκοντα· εἶτα καὶ τοῖς ἄλλοις λέγειν, καὶ παραινεῖν· ὁ γὰρ ποιήσας καὶ διδάξας, κατὰ τὸ θεῖον λόγιον, οὕτος μέγας κληθήσεται· σὲ δ᾽ αὖθις ὁ παντοκράτωρ καὶ πανοικτίρμων Κύριος ἐνισχύσαι, καὶ εὐοδώσαι, τούτων ἀκροᾶσθαι συνετῶς, καὶ ποιεῖν αὐτά, μετὰ πάσης ἐφέσεως· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, δίκαιοι παρὰ τῷ Θεῷ, κατὰ τὸν θεῖον Παῦλον, ἀλλ᾽ οἱ ποιηταί· καὶ ὁδηγήσαι εἰς πᾶν ἔργον ἀγαθόν, καὶ σωτήριον· καὶ πρὸς τὴν νοεράν, καὶ ἱερὰν ἐργασίαν χειραγωγήσαι ἐν πνεύματι, εὐχαῖς ἁγίων, Ἀμῆν. Ἀλλ᾽ ἐπειδή περ προλέλεκται ἡμῖν περὶ διακρίσεως μικρόν τι πρακτικῆς, εὔκαιρον ἀρτίως καὶ περὶ τῆς καθόλου, καὶ τελειωτάτης διακρίσεως, κατὰ τὸ ἐγχωροῦν, ὡς ἐν συντόμῳ διαλαβεῖν. Ἐπεὶ καὶ μείζων αὕτη πασῶν τῶν ἀρετῶν, κατὰ τοὺς κλεινοὺς ἡμῶν Πατέρας πέφυκε.
Περὶ τῆς καθόλου, καὶ τελειοτάτης διακρίσεως· καὶ τίς ὁ παρὰ φύσιν, καὶ σαρκικῶς ζῶν· καὶ τίς ὁ κατὰ φύσιν, καὶ ψυχικῶς· καὶ τίς ὁ ὑπὲρ φύσιν, καὶ πνευματικῶς πολιτευόμενος.
Ὁ σαρκικῶς, καὶ παρὰ φύσιν ζῶν καὶ πολιτευόμενος, οὗτος τὸ οἰκεῖον διακριτικὸν παντελῶς ἀπώλεσεν· ὁ δὲ τῶν κακῶν ἀποχὴν μὲν ποιησάμενος, ἀρχὴν δὲ βαλὼν τοῦ ποιεῖν τὸ ἀγαθόν, ὡς γέγραπται, ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· οὗτος ὡς εἰσαγωγικός, καὶ οὖς ὑπέχων πρὸς διδασκαλίαν, παρακύπτει, μικρόν πως, πρὸς αἰσθησίν τινα διακρίσεως καὶ ἀρχαρίῳ πρέπουσαν· ὁ δὲ κατὰ φύσιν, καὶ ψυχικῶς, ἅτε διενεργῶν ἐν διανοίᾳ, καὶ κατὰ λόγον βιούς, ὃς καὶ μέσος καλεῖται, οὗτος πρὸς τὸ ἴδιον μέτρον ὁρᾷ τε καὶ διακρίνει τάτε καθ᾽ ἑαυτόν, καὶ τὰ τῶν ὁμοίων αὐτῷ· ὁ δὲ ὑπὲρ φύσιν, καὶ πνευματικῶς πολιτευόμενος, οὖτος, ὡς τὸν ἐμπαθῆ καὶ τὸν εἰσαγωγικόν καὶ τὸν τῆς μεσότητος ὅρον ὑπερβάς, καὶ Χριστοῦ χάριτι προκόψας εἰς τὸν τέλειον, ἤγουν τὸν ἐνυπόστατον φωτισμόν, καὶ τὴν τελειοτάτην διάκρισιν, ὁρᾷ τε ἑαυτόν, καὶ διακρίνει τηλαυγέστατα· καὶ δή, καὶ πάντας ὁρᾶ, καὶ διακρίνει ἀκραιφνῶς· αὐτὸς ὑπ οὐδενός, εἰ καὶ ὁρᾶται, ὁρώμενος, καὶ διακρινόμενος· ναὶ μὴν καὶ ἀνακρινόμενος, ὡς πνευματικός, ἀληθῶς ὢν καὶ καλούμενος, οὐ χάρτῃ, καὶ μέλανι· ἀλλὰ πράξει, καὶ χάριτι, ὡς φησιν ὁ θεῖος Ἀπόστολος· ὅτι ὁ μὲν πνευματικός, πάντας ἀνακρίνει· αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ἀνακρίνεται.
Ἔτι περὶ διακρίσεως, ὡς ἐν παραδείγματι.
Τούτων, ὁ μέν, ἔοικε τῷ ὡς ἐν νυκτὶ βοηθείᾳ, καὶ στυγνῇ σκοτομήνῃ πορευομένῳ· ὅθεν καὶ τῷ ἀψηλαφήτῳ σκότει περιπλανώμενος, καὶ σκοτούμενος, οὐ μόνον ἑαυτὸν οὐχ ὁρᾷ, καὶ διακρίνει, ἀλλ᾽ οὐδὲ ὅπου ὑπάγει καὶ περιπατεῖ· «ὡς φησιν ὁ Σωτήρ· ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει»· ὁ δέ, νυκτὶ αἰθρίᾳ, ἄστρασιν αὐγαζομένῃ· ὅθεν καὶ ταῖς τῶν ἀστέρων μαρμαρυγαῖς μικρὸν πως αὐγαζόμενος, κατ᾽ ὀλίγον βαδίζει, προσκόπτων τοὺς πόδας πολλάκις ἐν λίθοις ἀδιακρισίας, καὶ πάσχων συμπτώματα· οὗτος τοίνυν βραχύ τι καὶ ἑαυτὸν ὁρᾷ, καὶ διακρίνει, καὶ ὡς ἐν σκιᾷ, καθὰ γέγραπται· «ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιψαύσει σοι ὁ Χριστός»· ὁ δὲ νυκτὶ πανσελήνῳ, καὶ γαληνῇ· ὅθεν καὶ ταῖς σεληνιακαῖς βολαῖς εὐθυνόμενος, ἀπλανέστερόν τε ὁδεύει, καὶ εἰς τὰ ἔμπροσθεν ἔρχεται· «ὁρᾷ τε αὐτόν, ὡς ἐν ἐσόπτρῳ, καὶ διακρίνει, καὶ τοὺς ὁμοίως συνοδεύοντας αὐτῷ, ὡς εἴρηται· «καλῶς ποιεῖται, τῷ νόμῳ δηλαδὴ προσέχονντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὖ ἡμέρᾳ διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ἡμῶν»· ὁ δὲ, μεσημβρίᾳ σταθερᾷ καὶ καθαρωτάτῃ, ἡλιακαῖς ἀκτίσιν ἀκράτοις φαιδρυνομένῃ· διό περ ὁ τοιοῦτος, καὶ ἑαυτὸν εἰλικρινῶς καθορᾷ, τῷ ἡλιακῷ φωτί, καὶ διακρίνει· καὶ τοὺς πολλοὺς ἀνακρίνει· μᾶλλον δὲ καὶ τοὺς πάντας, κατὰ τὸν θεῖον Ἀπόστολον· ναὶ μήν, καὶ πάντα τὰ παραπίπτοντα αὐτῷ σχεδὸν ὁποιαδήτινα ὁπωσδήποτε, ἀπλανῶς αὐτός τε πορευόμενος, καὶ τοὺς ἑπομένους αὐτῷ, ἀπταίστως ὁδηγῶν, πρὸς τὸ ὄντως φῶς, καὶ τὴν ζωήν, καὶ τὴν ἀλήθειαν· περὶ ὧν καὶ γέγραπται· ὑμεῖς ἐστε τὸ φῶς τοῦ Κόσμου· λέγει δὲ καὶ ὁ θειότατος Παῦλος· Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτιησμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ· καὶ ὁ Μακάριος Δαβίδ· ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου Κύριε· καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· καὶ ὁ Κύριος, ἐγὼ εἰμὶ τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοί, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς.
Περὶ τροπῆς καὶ ἀλλοιώσεως τῆς πρὸς ἕκαστον, καὶ τοῦ ὑπερέχοντος κλέους τῆς ταπεινώσεως.
Εἰδέναι δέ σε καὶ τοῦτο βουλόμεθα, ὡς και οἱ εἰς τὸ τέλειον διὰ καθάρσεως, καὶ φωτισμοῦ, καθὼς ἔχει δυνάμεως πεφθακότες, οὐ γάρ ἐστι τελεία τελείωσις ἐν τῷ ἀτελεῖ αἰῶνι, ἀλλὰ μᾶλλον ἀτέλεστος τελειότης· καὶ οἱ τοισῦτοι τοίνυν, οὐ πάντοτε μεθ᾽ ἑαυτῶν τὸ ἀναλλοίωτον ἔχουσι, διά τε τὴν φυσικὴν ἀσθένειαν, καὶ τὴν ἐφέρπουσαν ἐνίοτε οἴησιν· ἀλλὰ γὰρ καὶ ἀλλοιώσεις καὶ κλοπὰς πρὸς δοκιμασίαν ἔσθ ὅτε πάσχουσι· καὶ αὖθις δὲ ἀντιλήψεις εἰσδέχονται μείζονας· καὶ ὅ δὲ τούτοις ἐναντίον, μέρος τῶν λύκων οἱ πατέρες εἶναι ὁρίζονται· ἡ γὰρ ἀτρεψία, καὶ τὸ ἀναλλοίωτον ἐν αἰῶνι τῷ μέλλοντι συντετήρηται· ἐν δέ γε τῷ παρόντι, ὁτὲ μὲν καθαρότητος, εἰρήνης τε, καὶ παρακλήσεως θείας καιρός, ὁτὲ δὲ φύρσεως καὶ ζάλης καὶ κατηφείας· καὶ τοῦτο δὲ πρὸς τὸ μέτρον τῆς ἑκάστου πολιτείας καὶ προκοπῆς, καὶ οἷς οἶδεν ὁ Κύριος κρίμασι· ναὶ μήν, καὶ ἵνα διὰ τούτων τὸ ἀσθενὲς ἡμῶν τεκμαιρόμενοι· « Μακάριος γάρ, φησιν, ὁ γινώσκων τὴν ἐαυτοῦ ἀσθένειαν, μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς, κατὰ Παῦλον, ἀλλ᾽ ἐπὶ τῷ ἐγείροντι τοὺς νεκρούς· » καὶ οὕτω διηνεκῶς, ἐν ταπεινώσει καὶ μετανοία, καὶ ἐξομολογήσει, πρὸς Θεὸν ἀνατρέχωμεν· «καὶ λέγει ὁ Ἅγιος Ἰσαάκ, κατὰ μίαν καὶ μίαν, ποσάκις παραβαίνουσί τινες καὶ ἐν τῇ μετανοίᾳ, ἰατρεύσυσι τὰς ψυχὰς αὐτῶν καὶ ἡ χάρις ὑποδέχεται αὐτούς· ἐν πάσῃ γὰρ τῇ φύσει τῇ λογικῇ, ἡ τροπὴ ἀδιορίστως διέρχεται, καὶ ἀλλοιώσεις διέρχονται κατὰ παντὸς ἀνθρώπου, ἐν πάσαις ταῖς ὥραις αὐτοῦ, ἐξ ὧν πολλῶν εὑρίσκει ὁ διακριτικὸς συνιέναι τοῦτο· ἀλλ᾽ αἱ δοκιμασίαι αἱ μετ᾽ αὐτοῦ καθ᾽ ἑκάστην ἡμέραν, μάλιστα δύνανται σοφίσαι αὐτὸν ταῦτα, ἐὰν νήφῃ· ἵνα καί παρατηρήσηται ἑαυτὸν ἐν τῷ νῷ, καὶ μάθῃ πόσην ἀλλοίωσιν πραότητος καὶ ἐπιεικείας ὑποδέχεται ἡ διάνοια καθ᾽ ἑκάστην ἡμέραν· καὶ πῶς ἐκ τῆς εἰρήνης αὐτῆς, ἐξαίφνης εἰς θόλωσιν στρέφεται, ὅταν αἰτία τις ἐκ τόπου μή ἐστιν αὐτῷ καὶ πῶς ἐν κινδύνῳ μεγάλῳ καὶ ἀρρήτῳ γίνεται· καὶ τοῦτό ἐστιν, ὅπερ ὁ μακάριος Μακάριος ἔγραψε φανερῶς ἐν πολλῇ προνοίᾳ καὶ σπουδῇ, εἰς μνήμην τῶν ἀδελφῶν καὶ διδασκαλίαν, τοῦ μὴ ἐκκλῖναι, ἐν τῷ καιρῷ τῆς ἀλλοιώσεως τῶν ἐναντιώσεων εἰς τὴν ἀπόγνωσιν, ὅτι τοῖς ἐν τῇ τάξει τῆς καθαρότητος ἱσταμένοις, ἀεὶ συμβαίνει αὐτοῖς πτώματα, καθὼς συμβαίνει τῷ ἀέρι ψύχος· καὶ χωρὶς τοῦ εἶναι αὐτοὺς ἐν ἀμελείᾳ, ἢ ἐν λύσει· οὐ μὴν δέ, ἀλλὰ καὶ ἡνίκα κατὰ τάξιν αὐτῶν πορεύονται, συμβαίνει αὐτοῖς πτώματα, ἐναντιούμενα τῷ σκοπῷ τοῦ ἑαυτῶν θελήλματος· καὶ παρακατιών, τί οὖν ἐστίν ἄρτι; ἀλλοιώσεις, φησί, γίνονται εἰς ἕκαστον κατὰ τὸν ἀέρα, σύνες ἐκεῖνο τό, εἰς ἕκαστον· ὅτι καὶ ἡ φύσις, μία ἐστίν· ἵνα γὰρ μὴ νομίσης, ὅτι περὶ τῶν ὑποδεεστέρων καὶ ἐλαχίστων μόνων εἶπε, καὶ οἱ τέλειοι ἐλεύθεροι τὴς ἀλλοιώσεως, καὶ ἐν μιᾷ τάξει ἀκλινῶς ἵστανται οὕτοι, χωρὶς ἐμπαθῶν λογισμῶν, καθὼς καὶ οἱ εὐχῖται λέγουσι, διὰ τοῦτο ἔθηκε τό, εἰς ἕκαστον· πῶς οὖν τοῦτο ὦ μακάριε; ὅμως σὺ λέγεις, τὸ ψύχος, καὶ μετὰ μικρόν, καύσων καὶ ἴσως χάλαζα· καὶ μετ᾽ ὀλίγον εὐδία· καὶ ἐν τῇ γυμνασίᾳ ἡμῶν, οὕτω γίνεται· πόλεμος, καὶ ἀντίληψις τῆς χάριτος, καὶ ἐν καιρῷ, γίνεται ἡ ψυχὴ ἐν χειμῶνι, καὶ ἐπανίστανται ἐπ αὐτήν, κύματα σκληρά· καὶ πάλιν ἀλλοίωσις, ἐπισκεπτομένης τῆς χάριτος, καὶ πληρούσης τὴν καρδίαν αὐτοῦ, χαρᾶς τε, καὶ εἰρήνης τῆς απὸ τοῦ Θεοῦ, καὶ λογισμῶν σωφρόνων καὶ εἰρηνικῶν· τούτους τοὺς λογισμοὺς τῆς σωφροσύνης ἐκφαίνει ὧδε, αἰνιττόμενος· τοὺς πρὸ τούτου κτηνώδεις ὄντας, καὶ ἀκαθάρτους· καὶ παραινεῖ λέγων, ἐὰν οὖν μετὰ τούτους τοὺς λογισμοὺς τοὺς σώφρονας καὶ ἐπιεικεῖς, ἀκολουθῇ ἐπιφορά, μὴ λυπηθῶμεν καὶ ἀπογνῶμεν»· καὶ ἐν τῇ ὥρᾳ τῆς ἀναπαύσεως τῆς χάριτος, μὴ καυχησώμεθα πάλιν, ἀλλ᾽ ἐν τῷ καιρῷ τῆς χαρᾶς, ἐκδεξώμεθα τὴν θλίψιν· καὶ προϊὼν· γνῶθι ὅτι πάντες οἱ Ἅγιοι, ἐν τούτῳ τῷ ἔργῳ ἐγένοντο· ὅσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἡ παράκλησις ἡ περισσή, μετὰ τούτων γίνεται ἡμῖν ἐν τῷ κρυπτῷ διότι ἐν πάσῃ ἡμέρᾳ, καὶ ἐν πάσῃ ὥρᾳ, ἐκζητεῖται παρ᾽ ἡμῶν, ἡ δοκιμὴ τῆς πρὸς Θεὸν ἀγάπης ἡμῶν, ἐν πάλῃ καὶ ἀγῶνι, πρὸς τοὺς πειρασμούς· καὶ τοῦτό ἐστι τὸ μὴ λυπεῖσθαι ἡμᾶς, τὸ μὴ ἀκηδιᾶν τῷ ἀγῶνι· καὶ οὕτω κατευθύνεται ἡ ὁδὸς ἡμῶν· ὁ δὲ θέλων ἐκ τούτων τραπῆναι, ἢ κλῖναι, οὗτος τῶν λύκων μέρος ἐστίν· ὦ θαῦμα ἐκ τούτου τοῦ Ἁγίου· «πῶς ἐν λόγῳ μικρῷ, ἐβεβαίωσε τὴν χρῆσιν ταύτην, καὶ ἀπέδειξεν αὐτὴν πεπληρωμένην συνέσεως, καὶ ἐξέβαλε τὸν δισταγμὸν τελείως ἐκ τῆς διανοίας τοῦ ἀναγινώσκοντος· ἐκεῖνος δέ, φησιν, ὃ ἐκκλίνων ἐκ τούτων, καὶ μέρος τῶν λύκων ὢν, ἐν οὐχ ὁδῷ θέλει πορεύεσθαι· καὶ τοῦτο ἔθηκεν ἐν τῇ διανοίᾳ αὐτοῦ κτήσασθαι, καὶ ἐν τρίβῳ ἰδικῇ, τῇ μὴ πατηθείσῃ ὑπὸ τῶν Πατέρων, πορεύεσθαι βούλεται· καὶ μετὰ μικρόν· ἡ ταπείνωσις, καὶ χωρὶς ἔργων πολλὰ συγχωρεῖ πλημμελήματα· ταῦτα δέ, χωρὶς αὐτῆς, ἐξεναντίας ἀνωφελῆ εἰσί· καὶ μετὰ βραχύ, καθάπερ ἅλας τῇ τροφῇ, οὕτως ἡ ταπείνωσις πάσῃ ἀρετῇ· καὶ ἰσχὺν πολλῶν ἁμαρτημάτων αὕτη δύναται συντρίψαι· ὑπὲρ ταύτης λοιπὸν χρεία τοῦ λυπεῖσθαι ἀδιαλείπτως κατὰ διάνοιαν, ἐν ταπεινότητι, καὶ ἐν τῇ λύπῃ τῆς διακρίσεως, καὶ ταύτην ἐὰν κτησώμεθα, Υἱοὺς ἡμᾶς ποιεῖ τοῦ Θεοῦ, καὶ χωρὶς ἔργων ἀγαθῶν παριστᾷ ἡμᾶς τῷ Θεῷ, διότι χωρὶς ταύτης, πάντα τὰ ἔργα ἡμῶν, μάταιά εἰσι· καὶ πᾶσαι αἱ ἀρεταί, καὶ πᾶσαι αἰ ἐργασίαι, λοιπὸν τὴν ἀλλοίωσιν τῆς διανοίας θέλει ὁ Θεός, καί, ἐν διανοίᾳ βελτιούμεθα· αὐταρκεῖ αὕτη μόνη ἀβοηθήτως ἵστασθαι ἐνώπιον τοῦ Θεοῦ, καὶ λαλεῖν ὑπὲρ ἡμῶν, ἔτι φησίν, εἶπέ τις τῶν Ἁγίων, ὅταν ἔλθῃ σοι ὁ λογισμὸς τῆς ὑπερηφανίας, λέγων σοι, μνημόνευσον τῶν ἀρετῶν σου, εἰπέ, γέρον, βλέπε τὴν πορνείαν σου.
Περὶ μετανοίας, καθαρότητος, καὶ τελειότητος.
«Τελειότης παντὸς δρόμου, ἐν τοῖς τρισὶ τούτοις ἐστίν· ἐν τῇ μετανοίᾳ καὶ τῇ καθαρότητι καὶ τελειότητι· τί δέ ἐστιν ἡ μετάνοια; καταλεῖψαι τά πρότερα, καὶ λυπεῖσθαι ὑπὲρ αὐτῶν· καὶ τί ἐστιν ἡ καθαρότης συντόμως; καρδία ἐλεήμων ὑπὲρ πάσης κτιστῆς φύσεως· καὶ τί ἐστιν ἡ τελειότης; βάθος ταπεινώσεως, ὅπέρ ἐστι, κατάλειψις πάντων ὁρατῶν τε καὶ ἀοράτων· ὁρατῶν μέν, πάντων τῶν αἰσθητῶν, ἀοράτων δέ, τῶν νοητῶν· καὶ ἐκτὸς μερίμνης τῆς ὑπὲρ αὐτῶν· ἔτι, μετάνοιά ἐστι, διπλῆ νέκρωσις ἑκουσίως ἐκ πάντων· καρδία ἐλεήμων ἐστί, καῦσις καρδίας ὑπὲρ πάσης τῆς κτίσεως, ὑπὲρ τῶν ἀνθρώπων καὶ τῶν ὀρνέων καὶ τῶν ζώων καὶ τῶν δαιμόνων καὶ ὑπὲρ παντὸς κτίσματος· καὶ πάλιν· ὅσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ καὶ ἐν τῇ σαρκὶ καταλελειμμένοι, ἐὰν ἕως τῆς ἁψίδος τῶν οὐρανῶν ὑψωθῶμεν, χωρὶς ἔργων, καὶ μόχθου γενέσθαι ἡμᾶς, ἐν ἀμεριμνίᾳ τε εἶναι, οὐ δυνάμεθα· τοῦτό ἐστι τὸ τελείωμα, συγχώρησόν μοι· τὸ πλέον δὲ τούτου, μελέτη ἐστι· τουτέστι χωρὶς διανοίας· καὶ ὁ Ἅγιος Μάξιμος· ἡ κατὰ ἀρετὴν φιλοσοφία, γνώμης ἀπάθειαν, ἀλλ᾽ οὐ φύσεως ἐργάζεσθαι πέφυκε· καθ᾽ ἣν δηλαδὴ τὴν γνωμικὴν ἀπάθειαν, ἡ κατὰ νοῦν τῆς θείας ἡδονῆς ἐπιγίνεται χάρις· καὶ αὖθις· ὁ λύπης, καὶ ἡδονῆς σαρκὸς πεῖραν λαβών, λέγοιτ᾽ ἀν δόκιμος, ὡς εὐχερείας, καὶ δυσχερείας τῶν περὶ σάρκα πραγμάτων πεπειραμένος· τέλειος δέ, ὁ τὴν ἡδονὴν τῆς σαρκός, καὶ τὴν ὀδύνην, τῇ τοῦ λόγου δυνάμει καταπαλαίσας· ὁλόκληρος δέ, ὁ τὰς κατὰ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἕξεις, ἀτρέπτους τῇ περὶ τὸ θεῖον συντονίᾳ διατηρήσας»· διὰ δὴ ταῦτα, καὶ μείζων πασῶν τῶν ἀρετῶν ἡ διάκρισις εἶναι διώρισται, ὡς, ἐν οἷς ἂν ἐγγένηται, εὐδοκίᾳ Θεοῦ, ἐξὸν τῷ θείῳ φωτὶ αὐγαζομένοις, καὶ θεῖα καὶ ἀνθρώπινα διακρίνειν ἠκριβωμένως πράγματα, καὶ μυστικά, καὶ ἀπόκρυφα θεάματα· εἶεν, ὥρα δὲ καθεξῆς μικρόν πως ὡς ἐφικτὸν διαμεθοδεῦσαί σοι, καὶ τὴν τῆς προεπηγγελμένης ἱερᾶς, καὶ θεοποιοῦ ἡσυχίας ἀρχήν, οἱονεὶ ἐκδηλώτερον· ὁ δὲ Θεὸς ἡγείσθω καὶ τῶν ἤδη ῥηθησομένων.
Περὶ τῶν πέντε ἐργασιῶν τῆς πρώτης καὶ οἷον εἰσαγωγικῆς ἡσυχίας τῶν ἀρχαρίων· ἤγουν προσευχῆς, ψαλμῳδίας, ἀναγνώσεως, μελέτης καὶ ἐργοχείρου.
Διὰ πέντε ἐργασιῶν, δι᾽ ὧν ὁ Θεὸς θεραπεύεται, ὀφείλει ὁ ἐν ἡσυχίᾳ ἀρχάριος διέρχεσθαι, τὸ νυχθήμερον, δηλαδὴ ἐν προσευχῇ, ἤτοι μνήμῃ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ διηνεκῶς εἰσαγομένῃ, ὡς προείρηται διὰ πνοῆς ῥινὸς ἐν τῇ καρδίᾳ ἡρέμα, καὶ αὖθις οὕτως ἐξαγομένῃ· μεμυκότων χειλέων, δίχα τῆς οἱασοῦν ἄλλης ἐννοίας, καὶ φαντασίας, ἥτις δι᾽ ἐγκρατείας περιεκτικῆς γαστρὸς φαμέν, ὕπνου τε καὶ τῶν ἄλλων αἰσθήσεων, ἔνδον τοῦ κελλίου, σὺν ταπεινώσει εἰλικρινεῖ κατορθοῦται, ἐν ψαλμωδίᾳ, ἐν ἀναγνώσει ἔκ τε τοῦ ἱεροῦ ψαλτηρίου, ἀποστόλου, καὶ τῶν ἁγίων Εὐαγγελίων, τῶν τε συγγραμμάτων τῶν θεοφόρων, καὶ Ἁγίων Πατέρων καὶ μάλιστα τῶν περὶ προσευχῆς καὶ νήψεως κεφαλαίων· πρὸς δὲ, καὶ τῶν λοιπῶν ἐνθέων λογίων τοῦ πνεύματος, ἐν ἐμπόνῳ καρδίας μνήμῃ τῶν ἁμαρτημάτων, καὶ ἐν μελέτῃ κρίσεως, Θεοῦ, ἢ θανάτου, ἢ κολάσεως, ἢ ἀπολαύσεως καὶ τῶν ὁμοίων· καὶ ἐν ἐργοχείρῳ μικρῷ ὡς ἀκηδίας φιμώτρῳ, καὶ πάλιν ἐπανακάμπτειν εἰς προσευχήν, κἂν βίαν ἔχῃ τὸ πρᾶγμα· ἕως οὗ ἐθίσῃ ὁ νοῦς, τὸν ἴδιον ῥεμβασμὸν ἀποτίθεσθαι ῥαδίως τῇ πρὸς τὸν Κύριον Ἰησοῦν Χριστὸν ἀδολεσχίᾳ ὁλικῇ καὶ μνήμῃ διηνεκεῖ, καὶ τῇ πρὸς τὸ ἔνδον ταμεῖον, ἤγουν τὸν περὶ τῆς καρδίας ἀπόκρυφον χῶρον, συνεχεῖ ἐπινεύσει, καὶ ἐρριζώσει πεπηγυίᾳ· «γράφει καὶ γὰρ ὁ Ἅγιος Ἰσαάκ· σπούδασον εἰσελθεῖν εἰς τὸ ταμεῖον τὸ ἔνδοθέν σου, καὶ ὄψει τὸ ταμεῖον τὸ οὐράνιον· ἓν γάρ ἐστι τοῦτο κἀκεῖνο· καὶ ἐν μιᾳ εἰσόδῳ θεωρεῖς τὰ ἀμφότερα· καὶ ὁ Ἅγιος Μάξιμος, ἡ καρδία ἡγεμονεύει ὅλου τοῦ ὀργάνου, καὶ ἐπὰν κατάσχῃ τὰς νομὰς τῆς καρδίας ἡ χάρις, βασιλεύει ὅλων τῶν λογισμῶν, καὶ τῶν μελῶν· ἐκεῖ γάρ ἐστιν ὁ νοῦς, καὶ πάντες οἱ λογισμοὶ τῆς ψυχῆς, ἐκεῖ τοίνυν δεῖ σκοπεῖν· εἰ ἐνέγραψεν ἡ χάρις τοῦ Παναγίου Πνεύματος τοὺς νόμους»· ἐκεῖ ποῦ; ἐν τῷ ἡγεμονικῷ ὀργάνῳ, ἐν τῷ τῆς χάριτος θρόνῳ, ὅπου ὁ νοῦς καὶ τῆς ψυχῆς πάντες οἱ λογισμοί, ἐν τῇ καρδίᾳ δηλαδή.
Ὅθεν ἄρχεσθαι δεῖ τοὺς ἐθέλοντας κατὰ λόγον ἡσυχάσαι, καὶ τίς ἡ ἀρχὴ καὶ ἡ αὔξησις καὶ ἡ προκοπὴ καὶ ἡ τελείωσις.
Αὕτη ἡ ἐργασία τῶν ἀρχαρίων Μοναχῶν, ἡ πρώτη, καὶ οἷον εἰσαγωγικὴ τῶν αἱρουμένων κατὰ λόγον ἡσυχάσαι· ἀρχομένων μὲν ἀπὸ φόβου Θεοῦ καὶ ἐκπληρώσεως τῆς κατὰ δύναμιν πασῶν τῶν θεοποιῶν ἐντολῶν· ἀμεριμνίας ἐξ εὐλόγων καὶ ἀλόγων πραγμάτων, καὶ πρόγε, πίστεως καὶ ἀποφυγῆς τῶν ἐναντίων παντελοῦς, καὶ πρὸς τὸ ὄντως ὃν ἀκραιφνοῦς διαθέσεως· ὡς προείρηται, αὐξανομένων δὲ ἐλπίδι ἀκαταισχύντῳ, καὶ εἰς μέτρον ἡλικίας προβαινόντων τοῦ πληρώματος τοῦ Χριστοῦ, τῷ διὰ προσευχῆς καρδιακῆς καθαρᾶς καὶ ἀρρεμβάστου ἐγγινομένῳ, ὁλικῷ ἐνθέῳ καὶ διαφόρῳ ἔρωτι, καὶ οὕτω τελειουμένῳ, τῇ ἀκινήτῳ καὶ ἀκλινεῖ πνευματικῇ προσευχῇ, καὶ τῇ ἐκ τῆς τελείας ἀγάπης πηγαζομένῃ πρὸς μόνον μόνῃ ἀμέσῳ ἐκστάσει, ἁρπαγῇ τε, καὶ ἑνότητι τοῦ ἄκρου ἐφετοῦ, ὅπέρ ἐστιν ἡ διὰ πράξεως πρὸς θεωρίαν ἀπλανὴς προκοπὴ καὶ ἀνάστασις· ἣν περ παθὼν καὶ ὁ Θεοπάτωρ Δαβίδ, καὶ ἀλλοιωθεὶς τὴν μακαρίαν ἐκείνην ἀλλοίωσιν μέγα ἀνεβόησεν· « Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου πᾶς ἄνθρωπος ψεύστης· καὶ ἕτερος τῶν ἐν τῇ παλαιᾷ διαπρεψάντων· ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καὶ τοῦτο συμπεραίνων ὁ Μέγας Παῦλος ἐπάγει, τὸ ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ».
Περὶ τάξεως ἡσυχίας ἀρχαρίων.
Ὁ τοίνυν ὡς προείπομεν ἀρχάριος ὀφείλει μὴ συνεχῶς ἐξέρχεσθαι τῆς αὐτοῦ κέλλης· ὁμιλίας τε καὶ θεωρίας ἀπέχεσθαι πάντων, εἰ μὴ διὰ πολλὴν ἀνάγκην, καὶ τότε μετὰ προσοχῆς καὶ ἀσφαλείας, καὶ σπανίως· «ὡς φησιν ὁ θεῖος Ἰσαάκ· περὶ παντὸς πράγματος αὕτη ἡ μνήμη ἐμμεινάτω ἐν σοί, ὅτι κρείττων ἐστὶν ἡ βοήθεια ἡ ἐκ τῆς παραφυλακῆς, ὑπὲρ τὴν βοήθειαν τὴν ἐξ ἔργων»· καὶ ὅτι γε, μὴ μόνον ἀρχαρίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς προκόπτουσιν ἤδη σκορπισμόν, καὶ διάχυσιν τὰ τοιαῦτα προξενεῖ, ὡς ὁ αὐτὸς αὖθις Ἅγιος Ἰσαάκ φησιν· «ὅτι ἡ ἀνάπαυσις τοὺς νέους βλάπτει μόνον, ἡ δὲ λύσις καὶ τοὺς νέους καὶ τοὺς γέροντας· καὶ ἡ ἡσυχία τὰς ἔξω αἰσθήσεις νεκροῖ καὶ τὰς ἔσω κινήσεις ἐγείρει· ἡ δὲ ἔξω ἀναστροφὴ τὰ ἐναντία τούτων πράττει, ἤγουν τὰς ἔξω αἰσθήσεις ἐγείρει, καὶ τὰς ἔσω κινήσεις νεκροὶ»· καὶ ὁ μὲν τὴν πρᾶξιν ναὶ μὴν καὶ τὴν κατὰ τὸ εὖ πράττειν ὁδὸν τῆς ἡσυχίας οὕτως εἰπὼν ὑπεμφαίνει· ὁ δὲ τῆς Κλίμακος, τὸν κατὰ τὴν τρίβον καλῶς πράττοντα, καὶ βαδίζοντα διὰ τῶν ἑξῆς ἐπισημαίνει γράφων· «ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν τὸ παραδοξότατον, καὶ ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ»· καὶ κλεῖε μὲν θύραν κέλλης σώματι, καὶ θύραν γλώττης φθέγματι, καὶ ἔνδον πύλην πνεύμασιν.
Περὶ τῆς διὰ προσοχῆς, καὶ νήψεως προσευχῆς καρδιακῆς, καὶ τῆς ἐργασίας αὐτῆς.
Ἡ σὺν προσοχῇ καὶ νήψει γινομένη ἔνδον καρδίας, ὡς εἴρηται προσευχή, χωρὶς ἄλλης ἐννοίας, δηλονότι καὶ φαντασίας τῆς οἱασοῦν· διὰ μὲν τοῦ Κυρίου Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, πρὸς αὐτὸν τὸν μνημονευόμενον Κύριον Ἰησοῦν Χριστὸν ἀύλως καὶ ἀλαλήτως παντάπασιν ὁ νοῦς ἀνατείνεται, διὰ δὲ τοῦ ἐλέησόν με παλινδρομεῖ, καὶ κινεῖται πρὸς ἑαυτὸν ὡς οὐκ ἀνεχόμενος ἑαυτοῦ μὴ ὑπερεύχεσθαι· πρὸς ἀγάπην δὲ προκόψας διὰ πείρας ἑνικῶς, τὸ καθόλου πρὸς αὐτὸν τὸν Κύριον Ἰησοῦν Χριστὸν ἀνατείνεται τοῦ δευτέρου πληροφορίαν ἐναργεῖ λαβών.
Ὅπως τὴν προσευχὴν οἱ θεῖοι Πατέρες παρέδωσαν λέγειν ἡμᾶς· καὶ ὅτι διαφόρως, καὶ τίς ἡ προσευχή.
Διόπερ οὐκ ἀεὶ τὴν προσευχὴν ὁλόκληρον οἱ θεῖοι Πατέρες πάντες παραδιδόντες φαίνονται· ἀλλ᾽ ὁ μέν, ὁλόκληρον, ὁ δέ, τὸ ἥμυσυ ὁ δέ, ἀπὸ μέρους, καὶ ἕτερος, ἑτέρως, πρὸς τὴν τοῦ προσευχομένου ἴσως δύναμιν καὶ κατάστασιν· καὶ ὁ μὲν θεῖος Χρυσόστομος ὁλόκληρον αὐτὴν παραδίδωσιν οὕτω λέγων· « Παρακαλῶ ὑμᾶς ἀδελφοὶ τὸν κανόνα τῆς προσευχῆς μηδέποτε καταπατήσητε, ἢ καταφρονήσητε »· ἤκουσα γάρ ποτε τῶν Πατέρων λεγόντων· ὅτι ποῖος ἐκεῖνος ὁμονάζων, ἐὰν τὸν κανόνα καταφρονήσῃ· ἢ καταπατήσῃ, ἀλλὰ ὀφείλει εἴτε ἐσθίει, εἴτε πίνει, εἴτε καθέζεται, εἴτε διακονεῖ, εἴτε ὁδεύει, εἴτε τι ἕτερον ποιεῖ ἀδιαλείπτως κράζειν τό, Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με, ἵνα αὕτη ἡ μνήμη τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐρεθίσῃ πρὸς πόλεμον τὸν ἐχθρόν· πάντα γὰρ διὰ τῆς μνήμης ἔχει εὑρεῖν ἡ βιαζομένη ψυχή, εἴτε πονηρά, εἴτε ἀγαθά. Πρῶτον δὲ τὸ κακὸν ἔχει ἰδεῖν ἔσωθεν ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ τότε τὰ καλά· ἡ γὰρ μνήμη ἔχει κινῆσαι τὸν δράκοντα, καὶ ἡ μνήμη ἔχει αὐτὸν ταπεινῶσαι· ἡ μνήμη ἐλέγξαι τὴν ἐν ἡμῖν οἰκοῦσαν ἁμαρτίαν, καὶ ἡ μνήμη ἔχει αὐτὸν δαπανῆσαι καὶ κινῆσαι πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ἐν τῇ καρδίᾳ· καὶ ἡ μνήμη ἔχει αὐτὴν νικῆσαι καὶ ἐκριζῶσαι κατὰ μέρος· ἵνα τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ κατερχόμενον εἰς τὸ βάθος τῆς καρδίας, τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομὰς ταπεινώσῃ, τὴν δὲ ψυχὴν σώσῃ καὶ ζωοποιήσῃ· ἀδιαλείπτως τοίνυν παράμεινον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον, καὶ ὁ Κύριος τὴν καρδίαν, καὶ γένηται τὰ δύω εἰς ἕν· ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας, ἢ δύω, ἀλλὰ χρόνου πολλοῦ, καὶ καιροῦ· πολλοῦ γὰρ ἀγῶνος, καὶ χρόνου χρεία, ὅπως ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χριστός· καὶ αὖθις· «χρὴ ἀσφαλίζεσθαι, καὶ ἡνιοχεῖν τὸν νοῦν, καὶ χαλιναγωγεῖν αὐτόν, καὶ πάντα λογισμόν, καὶ πᾶσαν τοῦ πονηροῦ ἐνέργειαν κολάζειν διὰ τῆς ἐπικλήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»· καὶ ὅπου τὸ σῶμα ἵσταται, ἐκεῖ ἔστω καὶ ὁ νοῦς· ἵνα μέσον τοῦ Θεοῦ, καὶ τῆς καρδίας μηδὲν ἕτερον εὑρίσκηται ὡς μεσότειχον, ἢ φραγμὸς ἐπισκοτοῦν τὴν καρδίαν, καὶ χωρίζον τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ· ἐὰν δὲ καί ποτε ἁρπάξῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐν ἡμέρᾳ κρίσεως ἐνώπιν τοῦ Κυρίου, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων· σχολάσατε τοίνυν διὰ παντός, καὶ παραμείνατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως οὗ οἰκτηρήσῃ ἡμᾶς· καὶ μηδὲν ἕτερον ζητεῖτε, ἢ μόνον ἔλεος παρὰ τοῦ Κυρίου τῆς δόξης· ζητοῦντες δὲ ἔλεος ἐν ταπεινῇ καὶ ἐλεεινῇ καρδίᾳ ζητεῖτε, καὶ βοᾶτε ἀπὸ πρωὶ ἕως ἑσπέρας, εἰ δυνατὸν καὶ ὅλην τὴν νύκτα, τὸ, Κύριε Ἰησοῦ Χριστὲ ἐλέησόν με· καὶ βιάσασθε τὸν νοῦν ὑμῶν εἰς τοῦτο τὸ ἔργον ἕως θανάτου· πολλῆς γὰρ βίας χρείαν ἔχει τὸ ἔργον τοῦτο, ὅτι στενή ἐστιν ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν Οὐρανῶν· παρακαλῶ οὖν ὑμᾶς μὴ χωρίζετε τὰς καρδίας ὑμῶν ἀπὸ Θεοῦ, ἀλλὰ προσμένετε, καὶ φυλάσσετε αὐτὰς μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε· ἕως οὖ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ, καὶ μηδὲν ἕτερον ἐννοῇ, ἵνα μεγαλυνθῇ ὁ Χριστὸς ἐν ὑμῖν· πρὸ δέ γε τούτου ὁ Μέγας Παῦλος τὸν Κύριον Ἰησοῦν γράφων φησίν· ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· καὶ αὖθις οὐδεὶς λέγει Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι Ἁγίῳ· προστίθησι δὲ τὸ ἐν Πνεύματι Ἁγίῳ· τουτέστιν ὅταν ἐνέργειαν Πνεύματος Ἁγίου δέξηται ἡ καρδία, δι᾽ ἧς καὶ προσεύχεται· ὅπερ ἐστὶ τῶν προκοψάντων, καὶ ἐν αὐτοῖς ἐναργῶς ἐνοικοῦντα τὸν Χριστὸν πεπλουτηκότων· ἀκόλουθα τούτῳ φάσκει καὶ ὁ Ἅγιος Διάδοχος· ἀπαιτεῖ ἡμᾶς πάντως ὁ νοῦς, ὅταν αὐτοῦ πάσας τὰς διεξόδους τῇ μνήμῃ ἀποφράξωμεν τοῦ Θεοῦ, ἔργον ὀφεῖλον πληροφορεῖν αὐτοῦ τὴν ἐντρέχειαν· δεῖ οὖν αὐτῷ διδόναι τὸ, Κύριε Ἰησοῦ μόνον εἰς ὁλόκληρον πραγματείαν τοῦ σκοποῦ· οὐδεὶς γάρ φησι λέγειν Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι Ἁγίῳ.
Ἀλλ᾽ αὐτὸ στενῶς τὸ ῥῆμα διὰ παντὸς ἐν τοῖς ταμείοις αὐτοῦ θεωρείτω, ἵνα μὴ εἰς φαντασίας ἐκτρέποιτο τινας· ὅσοι γὰρ τοῦτο τὸ ἔνδοξον καὶ πολυπόθητον ὄνομα ἐν τῷ βάθει τῆς καρδίας μελετῶσιν ἀπαύστως, οὗτοι δύνανται καὶ τὸ φῶς τοῦ νοῦ ὁρᾶν ποτε· στενῇ γὰρ μερίμνῃ ὑπὸ τῆς διανοίας κρατούμενον, πάντα τὸν ἐπιπολάζοντα ῥύπον τῇ ψυχῇ ἐν αἰσθήσει ἱκανῇ καταφλέγει· καὶ γὰρ ὁ Θεὸς ἡμῶν, φησι, πῦρ καταναλίσκον, ὅθεν καὶ εἰς ἀγάπην λοιπὸν πολλὴν τὴν ψυχὴν τῆς αὐτοῦ δόξης προσκαλεῖται ὁ Κύριος· ἐγχρονίζον γὰρ ἐκεῖνο τὸ ἔνδοξον καὶ πολυπόθητον ὄνομα, διὰ τῆς μνήμης τοῦ νοῦ, τῇ θέρμῃ τῆς καρδίας, ἕξιν ἡμῖν ἐμποιεῖ πάντως τοῦ ἀγαπᾶν τὴν ἀγαθότητα αὐτοῦ μηδενὸς ὄντος λοιπὸν τοῦ ἐμποδίζοντος· οὗτος γάρ ἐστιν ὁ μαργαρίτης ὁ πολύτιμος, ὅν τινα πωλήσας πᾶσάν τις τὴν περιουσίαν αὐτοῦ κτήσασθαι δύναται· καὶ ἔχειν ἀνεκλάλητον ἐπὶ τῇ αὐτοῦ εὑρέσει χαράν· ὁ δὲ Ἅγιος Ἡσύχιος τὸν Χριστὸν Ἰησοῦν οὕτω γράφων ἐπιτίθησιν· ἀναπτᾶσα ψυχὴ διὰ θανάτου ἐν ἀέρι ἐν πύλαις οὐρανίαις μεθ᾽ ἑαυτῆς ὑπὲρ αὐτῆς Ἰησοῦν ἔχουσα, οὔτε ἐκεῖ τοὺς ἐχθροὺς αὐτῆς αἰσχυνθήσεται, ἀλλὰ παρρησίᾳ ὡς νῦν, καὶ τότε λαλήσει ἐν πύλαις πρὸς αὐτούς, μόνον ἕως ἐξόδου αὐτῆς μὴ ἐκκακίσῃ βοᾶν πρὸς Χριστὸν Ἰησοῦν ἡμέρας τε καὶ νυκτός· καὶ αὐτὸς ποιῶν ποιήσῃ τὴν ἐκδίκησιν αὐτῆς ἐν τάχει, κατὰ τὴν ἀψευδῆ αὐτοῦ, καὶ θείαν ὑπόσχεσιν, ἣν ἔφη περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, καὶ ναὶ λέγω ὑμῖν ποιήσει καὶ ἐν τῇ ζωῇ τῇ παρούσῃ, καὶ μετὰ τὴν τοῦ σώματος αὐτῆς ἔξοδον· ὁ δέ γε τῆς Κλίμακος, ὃν Ἰησοῦν μόνον φάσκων· Ἰησοῦ ὀνόματι μάστιζε πολεμίους· οὐ γάρ ἐστιν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἰσχυρότερον ὅπλον, καὶ οὐδὲν ἄλλο προστίθησι· καὶ αὖθις δέ φησιν· Ἰησοῦ μνήμῃ κολληθήτω ἡ πνοή σου, καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν.
Ἔτι, ὅτι οὐ μόνον παρὰ τῶν εἰρημένων Ἁγίων Πατέρων, ἀλλὰ καὶ ἀπὸ αὐτῶν τῶν κορυφαίων Ἀποστόλων, Πέτρου, καὶ Παύλου, καὶ Ἰωάννου εὕρηται μεμυσταγωγημένα πως ἐν πνεύματι τὰ τῆς ἱερᾶς, καὶ θεοποιοῦ προσευχῆς ῥήματα·
Οὐ μόνον δὲ πρὸς τουτωνὶ τῶν εἰρημένων Θεοφόρων Πατέρων, καὶ τῶν κατ᾽ αὐτούς, εὑρήσει τίς τὰ τῆς ἱερᾶς προσευχῆς τοιαῦτα ῥήματα πως μεμυσταγωγημένα, ἀλλ᾽ οὖν πρό γε τούτων, καὶ ἀπ᾽ αὐτῶν τῶν πρώτων, καὶ κορυφαίων Ἀποστόλων, τοὺς περὶ Πέτρον φαμέν, καὶ Παῦλον, καὶ Ἰωάννην· ὁ μὲν γάρ φησιν, ὡς προέφημεν, οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι Ἁγίῳ· ὁ δέ, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· καὶ πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐλυληθότα ἐκ τοῦ Θεοῦ ἐστίν· ὁ δέ γε πρόκριτος τῶν τοῦ Χριστοῦ μαθητῶν πρὸς τὴν πρὸς αὐτοὺς τοὺς Ἀποστόλους τοῦ Σωτῆρος καὶ διδασκάλου ἐπερώτησιν, τήν τίνα με λέγουσιν εἶναι οἱ ἄνθρωποι, τὴν μακαριωτάτην ἀντεπάγων ὁμολογίαν, ἀπεκρίνατο· σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· διά τοι τοῦτο καὶ οἱ μετ᾽ αὐτούς, ἡμῶν δὲ κλεινοὶ παιδοτρίβαι· καὶ μᾶλλον οἱ τὸν ἄζυγον, καὶ ἐρημικὸν καὶ ἥσυχον βίον ὁδεύσαντες, τὰς τοιαύτας χρήσεις ὡς σποράδην, καὶ ἀναμέρος τοῖς τρισὶ τουτισὶ στύλοις τῆς εὐαγοῦς Ἐκκλησίας προδιαγγελθείσας, ὡς θείας φωνὰς κατὰ ἀποκάλυψιν ἐν Ἁγίῳ Πνεύματι προτεθεσπισμένας· ναὶ μὴν καὶ διά γε τριῶν ἀξιοπίστων, τὰ πολλὰ μεμαρτυρημένας· διὰ δὲ τριῶν φησὶ μαρτύρων σταθήσεται πᾶν ῥῆμα· οὗτοι οἱ οὐρανόφρονες, εἰς τὸ ἓν συνάψαντες ἄριστά τε, καὶ μετὰ τοῦ ἐνοικοῦντος αὐτοῖς Ἁγίου Πνεύματος συναρμόσαντες, στήλην προσευχῆς προσηγορεύκασι, καὶ τοῖς μετὰ ταῦτα παρέδωκαν, κατὰ τὸν ὅμοιον τρόπον κρατεῖν τε καὶ φυλάττειν αὐτήν· ὅρα μέν τοι καὶ τάξιν, καὶ ἀκολουθίαν σφόδρα τὸ ἐξαίσιον μετὰ τῆς ἄνωθεν σοφίας ἔχουσαν· ὁ μὲν γάρ φησι Κύριον Ἰησοῦν, ὁ δὲ Ἰησοῦν Χριστόν, ὁ δὲ Χριστὸν Υἱὸν τοῦ Θεοῦ· ὡσανείπως ὁ εἶς τῷ ἑτέρῳ ἑπόμενος, καὶ προσεχῶς ἀλλήλων ἐχόμενοι, τῇ τε συμφωνίᾳ, καὶ τῷ συνδέσμῳ τῶν τοιῶν δε θεουργῶν ῥημάτων· ἴδοις γὰρ ἂν τούτων ἕκαστον τὸ ἐπὶ τέλος ὃν θατέρῳ, ὡς ἀρχὴν θάτερον τοῦτο λαμβάνοντα· καὶ οὕτω προβαῖνον ἄχρι τῶν τριῶν· τὸ δ᾽ αὐτὸ κἂν τῇ προσθήκῃ τῆς τοῦ πνεύματος σημασίας ἐπόψει· εἰρηκότος γὰρ τοῦ Μακαρίου Παύλου, τὸ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰμὴ ἐν Πνεύματι Ἁγίῳ· τούτῳ δὴ τῷ ἐπὶ τέλους κειμένῳ· τὸ Πνεῦμα τὸ Ἅγιον λέγομεν, ἀρχῇ κέχρηται ὁ Βροντόφωνος Ἰωάννης εἰτών, πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐλυληθότα ἐν σαρκί, ἐκ τοῦ Θεοῦ ἐστι· ταῦτα δὲ προύθηκαν ἅπασιν, οὐκ οἴκοθεν καὶ παρ᾽ ἑαυτῶν, ἀλλὰ τῇ τοῦ Παναγίου παλάμῃ κινούμενοι Πνεύματος· καὶ γὰρ ἡ τοῦ θειοτάτου Πέτρου δι᾽ ἀποκαλύψεως ὁμολογία ἐν Πνεύματι Ἁγίῳ ἐστὶν ἐνεργουμένη· πάντα γάρ φησιν ἐνεργεῖ τὸ ἓν, καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· καὶ οὕτω γοῦν τὸ οἱονεὶ ἔντριττον, καὶ ἄρρηκτον σπαρτίον τῆς θεοποιοῦ προσευχῆς μάλα σοφῶς, καὶ ἐπιστημονικῶς ἐξυφανθέντε καὶ συρραφὲν καὶ συναρμολογηθὲν καὶ εἰς τοὺς καθ᾽ ἡμᾶς διαβαίνει τὸν ἴσον τρόπον τηρούμενον· τῆς μέντοι ἐλέησόν με λέξεως τὴν προσθήκην οἱ καθεξῆς θεῖοι Πατέρες τοῖς δε τοῖς τῆς προσευχῆς σωτηρίοις ῥήμασιν, ἤγουν τοῦ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ, συνήρμοσαν, καὶ ἐπέταξαν, καὶ μᾶλλον διὰ τοὺς κατ᾽ ἀρετὴν νηπιωδεστέρους, ἤγουν τοὺς Ἀρχαρίους καὶ ἀτελεῖς· οἱ γὰρ προβεβηκότες καὶ τέλειοι κατὰ Χριστόν, δι᾽ ἑνὸς ἑκάστου τῶν τοιούτων χρησμῶν, ἤγουν τοῦ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ· ναὶ μὴν ἔσθ᾽ ὅτε, καὶ ἐκ μόνης τῆς Ἰησοῦ προσηγορίας ἱκανοῦνται, καὶ ὡς ὁλόκληρον ἐργασίαν τοῦτο προσευχῆς ἐνστερνίζονται, καὶ ἀσπάζονται· οἵα δὴ διὰ τούτου, ἀρρήτου καὶ πάντα νοῦν καὶ πᾶσαν ὄψιν καὶ ἀκοὴν ὑπερνικώσης ἡδονῆς, καὶ θυμηδείας πληρούμενοι· καὶ οὕτω τοίνυν ἔξω σαρκὸς καὶ κόσμου γινόμενοι οἱ τρισόλβιοι, μύοντες τὰς αἰσθήσεις τῇ ἐνοικούσῃ αὐτοῖς θείᾳ δωρεᾷ τε καὶ χάριτι βακχικῶς τε καὶ μακαρίως, ἐρωτοληπτούμενοι καθαίρονται καὶ φωτίζονται καὶ τελειοῦνται· ἅτε τὴν τῆς ὑπερουσίου θεότητος ὑπερφυᾶ καὶ ἄναρχον καὶ ἄκτιστον χάριν ἀπαρτίως ἐν ἀρραβῶνος μέρει κατοπτριζόμενοι ἀδήλως· τῇ μνήμῃ καὶ μόνῃ, καὶ δὴ καὶ μελέτῃ ὡς εἴρηται τῆς μιᾶς ἑκάστης τῶν δηλωθεισῶν προσηγοριῶν τοῦ θεανθρώπου λόγου ἱκανούμενοι, καὶ διὰ ταύτης εἰς ἁρπαγὰς καὶ γνώσεις καὶ Ἀποκαλύψεις ὑπεραιρόμενοι, καὶ καταξιούμενοι ἀλαλήτους ἐν πνεύματι.
τούτων εἰς ἐναργῆ πληροφορίαν, καὶ πίστωσιν σαφεστάτην, ὁ γλυκύτατος καὶ φιλόψυχος Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, οὗ οἱ λόγοι ἔργα, καὶ τὰ ῥήματα κατ᾽ αὐτόν, πνεῦμά εἰσι, καὶ ζωή εἰσιν ἀπεφήνατο μάλα διαπρυσίως, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθαι ποιεῖν οὐδέν· καὶ ἐάν τι αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω· καὶ αὖθις· ὅ,τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματι μου, τοῦτο ποιήσω· καὶ τὰ ἑξῆς κατὰ τὰ προαποδοθέντα ἡμῖν.
Ὅτι ἔξεστι καὶ τοῖς Ἀρχαρίοις ποτὲ μὲν ὅλοις τῆς προσευχῆς ρήμασι, ποτὲ δὲ ἐν μέρει ταύτης προσεύχεσθαι, ἔνδον μέντοι τῆς καρδίας καὶ ἀεί, καὶ περὶ τοῦ μὴ μετατάσσειν συνεχῶς τὰ ῥήματα.
Ἔξεστι δὲ καὶ τοῖς Ἀρχαρίοις ποτὲ μὲν ὅλοις τοῖς τῆς προσευχῆς ῥήμασι, ποτὲ δὲ ἐν μέρει ταύτης προσεύχεσθαι· ἔνδον μέντοι καρδίας καὶ διηνεκῶς· κατὰ γὰρ τὸν Ἅγιον Διάδοχον, ὁ ἐνδυμῶν ἀεὶ τῇ ἑαυτοῦ καρδίᾳ, ἐκδημεῖ πάντως τῶν ὡραίων τοῦ βίου. Πνεύματι γὰρ περιπατῶν, τὰς τῆς σαρκὸς ἐπιθυμίας εἰδέναι οὐ δύναται· ἐπειδὴ λοιπὸν ἐν τῷ φρουρίῳ τῶν ἀρετῶν τοὺς τεριπάτους ὁ τοιοῦτος ποιεῖται, αὐτὰς ὥς περ τὰς ἀρετὰς πυλωροὺς ἔχων τοῦ τῆς ἁγνείας πολίσματος· διὸ δὴ καὶ ἄπρακτοι λοιπὸν αἱ τῶν δαιμόνων γίνονται μηχαναὶ ἐπ᾽ αὐτῷ· γράφει δὲ καὶ ὁ Ἅγιος Ἰσαάκ· τοῦ ἐπισκεπτομένου τὴν ψυχὴν αὐτοῦ ἐν πάσῃ ὥρᾳ, εὐφραίνεται ἡ καρδία ἐν ταῖς ἀποκαλύψεσι· καὶ ὁ συνάγων τὴν θεωρίαν αὐτοῦ ἔσωθεν ἐν ἑαυτῷ θεωρεῖ τὴν αὐγὴν τοῦ πνεύματος· ὅστις ἐβδελύξατο πάντα μετεωρισμόν, θεωρεῖ τὸν δεσπότην αὐτοῦ ἔσωθεν τῆς καρδίας αὐτοῦ μηδέ γε συνεχῶς ἐναλλάσσειν τὰς ῥήσεις τῆς προσευχῆς, ἵνα μὴ τῇ συνεχεῖ ἐναλλαγῇ καὶ μεταφορᾶ, ἀστασίαν ὡσανεί τινα, καὶ ἐκκλινισμὸν ἐθίσας ὁ νοῦς, ἀπαγὴς καὶ ἄκαρπος διαμείνῃ, ὡς τὰ συνεχῶς μετακινούμενα, καὶ μεταφυτευόμενα δένδρα.
Ὅτι ὁ καρπὸς ἔνδον καρδίας προσεύχεσθαι· καὶ χρόνου μακροῦ δεῖται, καὶ ἀγῶνος, καὶ βίας· καὶ ἁπλῶς πᾶν ἀγαθὸν διὰ πολλοῦ μόχθου, καὶ καιροῦ κατορθοῦται.
Καὶ τοῦτο δὲ τὸ ἀεὶ ἔνδον καρδίας προσεύχεσθαι, ὁμοίως δὲ καὶ τὰ τούτου ἐπέκεινα, οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ διὰ βραχέως πόνου καὶ μικροῦ κατορθοῦται. Εἴπερ ἄρα καὶ τοῦτο σπανίως ἔντισι κατὰ ἀπόρρητον οἰκονομίαν εὕρηται, ἀλλὰ καὶ χρόνου μακροῦ καὶ καμάτου καὶ ἀγῶνος σωματικοῦ τε καὶ ψυχικοῦ καὶ βίας πολλῆς καὶ ἐπιτεταμένης πρὸς κατόρθωσιν δεῖται. Κατὰ γὰρ τὸ ἐπιβάλλον μέρος τῆς ἐλπιζομένης ἐν μεθέξει γενέσθαι ἡμᾶς δωρεᾶς τε καὶ χάριτος, ἀναλόγους τὸ κατὰ δύναμιν χρή, καὶ τοὺς ὑπὲρ αὐτῆς ἀγῶνας καταβαλέσθαι καὶ τὰς ὥρας ἐπιμετρεῖν, ἡ δέ ἐστι κατὰ τοὺς ἱεροδιδασκάλους, τὸ ἐκβληθῆναι ἐκ τῶν τῆς καρδίας νόμων τὸν ἐχθρόν, καὶ κατοικῆσαι ἐναργῶς ἐν αὐτῇ τὸν Χριστόν· λέγει καὶ γὰρ ὁ Ἅγιος Ἰσαάκ· ὁ θέλων ἰδεῖν τὸν Κύριον, μηχανᾶται καθαρίσαι αὐτοῦ τὴν καρδίαν ἐν ἀδιαλείπτῳ μνήμῃ τοῦ Θεοῦ· καὶ οὕτως ἐν τῇ λαμπρότητι τῆς διανοίας αὐτοῦ ἐν πάσῃ ὥρᾳ ὄψεται τὸν Κύριον· καὶ ὁ Ἅγιος Βαρσανούφιος, ἐὰν μὴ ἔσωθεν ἐργασία μετά γε Θεοῦ βοηθήσῃ τῷ ἀνθρώπῳ, ἐπὶ ματαίῳ πρὸς τὴν ἔξωθεν κοπιᾷ· ἡ γὰρ ἐσωτέρα ἐργασία σὺν πόνῳ καρδίας φέρει τὴν καθαρότητα, ἡ δὲ καθαρότης τὴν ἀληθινὴν τῆς καρδίας ἡσυχίαν, ἡ δὲ ἡσυχία αὕτη τὴν ταπείνωσιν· ἡ δὲ ταπείνωσις κατοικητήριον Θεοῦ κατασκευάζει τὸν ἄνθρωπον, ἀπὸ δὲ τῆς κατοικήσεως ταύτης, σὺν τοῖς πάθεσιν οἱ δαίμονες ἐξορίζονται· καὶ γίνεται ὁ ἄνθρωπος οὕτω ναὸς τοῦ Θεοῦ πλήρης ἁγιάσματος, πλήρης φωτισμοῦ, καθαρότητός τε καὶ χάριτος· μακάριος οὖν ἐκεῖνος, ὁ τὸν ἑαυτοῦ Κύριον ἐκ ἀδύτοις καρδίας ἐνοπτριζόμενος, ἐκχέων τὴν ἑαυτοῦ δέησιν μετὰ κλαυθμοῦ ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος· καὶ ὁ ὅσιος Ἰωάννης ὁ Καρπάθιος· πολλοῦ ἀγῶνος, καὶ χρόνου χρεία ἐν ταῖς προσευχαῖς, ὅπως εὕρωμεν ἐν τῇ ἀπαρενοχλήτῳ τῆς διανοίας καταστάσει ἕτερον τινα ἐγκάρδιον οὐρανόν, ἔνθα οἰκεῖ ὁ Χριστός, ὡς φησιν ὁ Ἀπόστολος, ἢ οὐκ ἐπιγινώσκεται, ὅτι Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ὑμῖν; εἰ μήτι ἄρα ἀδόκιμοι ἐστέ· καὶ ὁ Μέγας Χρυσόστομος, ἀδιαλείπτως ταράμεινον τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον καὶ ὁ Κύριος τὴν καρδίαν, καὶ γένηται τὰ δύο ἕν. Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας, ἢ δύω, ἀλλὰ χρόνου πολλοῦ, καὶ καιροῦ· πολλοῦ γὰρ ἀγῶνος, καὶ χρόνου χρεία ὅπως ἐκβληθῇ ὁ ἐχθρός, καὶ ἐνοικήσῃ ὁ Χριστός· καὶ ταῦτα μὲν εἰς τοσοῦτον, ὁ δὲ λόγος ἐπανερχέσθω· πρός γε τὰ καθ᾽ εἰρμὸν προκείμενα.
Περὶ προσευχῆς καρδιακῆς μὴ καθαρᾶς, καὶ ὅπως ἔρχεταί τις εἰς τὴν καθαράν, καὶ ἀῤῥέμβαστον προσευχήν.
Ἐκ τοῦ προσμένειν τῇ εἰρημένῃ μεθόδῳ τῆς καρδιακῆς καθαρᾶς καὶ ἀρρεμβάστου, εἰ καὶ μὴ καθαρᾶς ἴσως ἄλλως, καὶ ἀῤῥεμβάστου προσευχῆς, δῆλον ὅτι διὰ τὰς ἐμποδῶν ταύτῃ γενομένας προλήψεις καὶ τοὺς λογισμούς, ἔρχεται ὁ ἀγωνιζόμενος ἐν ἕξει τοῦ ἀβιάστως καὶ ἀρρεμβάστως καὶ καθαρῶς καὶ ἀληθῶς προσεύχεσθαι· δηλαδὴ τῷ προσμένειν ἐν τῇ καρδίᾳ τὸν νοῦν, καὶ μὴ μετὰ βίας καὶ ὁλιγώρως διὰ τῆς εἰσπνοῆς εἰσάγεσθαι, καὶ αὖθις ἀποπηδᾶν· ἀλλὰ αὐτὸν ἀεὶ προσμένειν ταύτῃ καὶ ἀεννάως οὕτω προσεύχεσθαι· λέγει καὶ γὰρ ὁ Ἅγιος Ἡσυχίος, ὁ μὲν ἔχων εὐχὴν καθαρὰν λογισμῶν, ὅπλον οὐκ ἔχει εἰς πόλεμον, εὐχὴν δὲ λέγω τὴν ἀεννάως ἐνεργουμένην ἐν ἀδύτοις καρδίας, ἵνα τῇ τοῦ Ἰησοῦ Χριστοῦ ἐπικλήσει ὁ κρυφίως πολεμῶν μαστίζηται καὶ φλέγηται πολέμιος· καὶ αὖθις, μακάριος οὗτος, ὃς οὕτω κεκόλληται Ἰησοῦ εὐχῇ, ἐν διανοίᾳ, καὶ φωνεῖ αὐτὸν ἀδιαλείπτως ἐν καρδίᾳ ὥσπερ ἥνωται ὁ ἀὴρ τοῖς ἡμῶν σώμασιν, ἢ ὡς φλὸξ κηρῷ· καὶ πάλιν· καὶ διερχόμενος μὲν ἥλιος ὑπὲρ γῆν, ποιεῖ ἡμέραν· τὸ δὲ τοῦ Κυρίου Ἰησοῦ ἅγιον ὄνομα, καὶ σεβάσμιον ἐν τῇ διανοίᾳ λάμπον τῇ συνεχείᾳ, γεννήσει ἀναριθμήτους ἡλιοφεγγοειδεῖς ἐννοίας.
Περὶ τῆς ἀρρεμβάστου καὶ καθαρᾶς καρδιακῆς προσευχῆς, καὶ τῆς ἐξ αὐτῆς τικτομένης θέρμης.
Καὶ τοῦτο ἔστι τε, καὶ ὀνομάζεται προσευχὴ καρδιακή, καθαρὰ καὶ ἀρρέμβαστος, ὡς εἴρηται, ἐξ ἧς γεννᾶταί τις θέρμη ἐν τῇ καρδίᾳ· κατὰ τὸ, ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ· πῦρ, ὅπερ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἦλθε βαλεῖν εἰς τὰς γαίας τῶν καρδιῶν ἡμῶν, τὰς πρὶν μὲν ἀκανθηφόρους τοῖς πάθεσι, νῦν δὲ πνευματοφόρους τῇ χάριτι, ὥς φησιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη· ὃ δὴ καὶ τοὺς περὶ τὸν Κλεώπαν ποτέ, ἀναθερμάνασα, καὶ ἐκκαύσασα ἐκστατικῶς πρὸς ἀλλήλους βοᾶν ἐποίησε· τὸ, οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ ὁδῷ; λέγει δὲ καὶ ὁ ἐκ Δαμασκοῦ Ἰωάννης ὁ πάνυ, ἔν τινι τροπαρίῳ τῶν πρὸς τὴν ὑπέραγνον Θεοτόκον αὐτοῦ μελισμάτων, Ἕλκει με πρὸς ὑμνῳδίαν πόθου τοῦ παρθενικοῦ, τὸ πῦρ τὸ ἐγκάρδιον· γράφει δὲ καὶ ὁ Ἅγιος Ἰσαάκ· ἐκ τῆς ἐργασίας τῆς βιαίας τίκτεται ἡ θέρμη ἡ ἄμετρος, ἡ πυρπολουμένη ἐν τῇ καρδίᾳ ἐκ τῶν θερμῶν ἐνθυμήσεων τῶν καινῶς ἐπιπολευόντων τῇ διανοίᾳ· αὕτη δὲ ἡ ἐργασία, καὶ ἡ φυλακὴ λεπτύνουσι τὸν νοῦν ἐν τῇ θέρμῃ αὐτῶν· καὶ παρέχουσιν αὐτῷ ὅρασιν καὶ προϊών, καὶ ἐκ τῆς θέρμης ταύτης τῆς ἐκ τῆς χάριτος τῆς θεωρίας ἐπιγινομένης γεννᾶται ἡ ἐπιρροὴ τῶν δακρύων καὶ μετὰ μικρόν καὶ ἐκ τῶν ἀπαύστων δακρύων δέχεται ἡ ψυχὴ τὴν εἰρήνην τῶν λογισμῶν, ἐκ δὲ τῆς εἰρήνης τῶν λογισμῶν, ὑψοῦται εἰς τὴν καθαρότητα τοῦ νοός, διὰ δὲ τῆς τοῦ νοῦ κακαθαρότητος ἔρχεται ὁ ἄνθρωπος εἰς τὸ βλέπειν τὰ μυστήρια τοῦ Θεοῦ· καὶ μετὰ βραχέα· μετὰ δὲ ταῦτα φθάνει ὁ νοῦς ἰδεῖν Ἀποκαλύψεις, καὶ σημεῖα, ὡς εἶδεν Ἰεζεκιὴλ. ὁ Προφήτης· ἔτι, τὰ δάκρυα καὶ ὁ ῥαπισμὸς τῆς κεφαλῆς ἐν τῇ προσευχῇ, καὶ τὸ κυλινδεῖσθαι μετὰ θερμότητος, ἐξυπνίζουσι τὴν θέρμην τῆς γλυκύτητος αὐτῶν ἔνδοθεν τῆς καρδίας· καὶ μετὰ ἐπαινουμένης ἐκστάσεως πέταται ἡ καρδία πρὸς τὸν Θεόν, καὶ βοᾷ, ἐδίψησεν ἡ ψυχή μου πρὸς σὲ τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου Κύριε; καὶ τὰ ἑξῆς· καὶ ὁ τῆς Κλίμακος· πῦρ μὲν ἐπιδημῆσαν ἐν καρδίᾳ, προσευχὴν ἀνέστησεν· ταύτης δὲ ἐγερθείσης καὶ εἰς οὐρανὸν ἀναληφθείσης, καὶ πυρὸς ἐν ἀνωγαίῳ ψυχῆς κατάβασις γέγονεν· ἔτι, τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος Μοναχός, ὃς τὴν θέρμην τὴν ἑαυτοῦ ἐφύλαξεν ἄσβεστον; καὶ μέχρι τῆς ἑαυτοῦ ἐξόδου καθ᾽ ἡμέραν προστιθεὶς πῦρ πυρί, καὶ θέρμην θέρμῃ, καὶ πόθον πόθῳ, καὶ σπουδὴν σπουδῇ, οὐκ ἐπαύσατο; καὶ ὁ Ἅγιος Ἡλίας ὁ ἔκδικος· ὁπόταν ἀπὸ τῶν ἔξωθεν σχολάσασα ἡ ψυχὴ συναφθῇ τῇ ψυχῇ, τότε οἷά τις φλὸξ περικυκλώσασα ταύτην ἐκείνη, σίδηρον καθάπερ τὸ πῦρ, πεπυρακτωμένην ὅλην καθίστησιν· καὶ ἔστι μὲν ψυχὴ ἡ αὐτή· οὐκ ἔτι δὲ καὶ ἁπτή, οὐδὲ γὰρ ὁ πυρακτωθεὶς σίδηρος, ταῖς ἔξωθεν ἐπαφαῖς· ἔτι, μακάριος ὁ ἐν τῷ βίῳ τούτῳ οὑτωσὶ θεωρηθῆναι ἀξιωθείς, καὶ τὸν ἑαυτοῦ φύσει πήλινον ἀνδριάντα, χάριτι, πύρινον κατιδών.
Ὅτι καὶ ἡ θέρμη, διαφόρως ἔχει τὴν γένεσιν· καὶ κυριωτέρα δὲ ἡ ἐκ τῆς καθαρᾶς καρδιακῆς προσευχῆς.
Γίνωσκε δέ, ὅτι καὶ ἡ τοιαύτη θέρμη διαφόρως καὶ πολυτρόπως ἔχει τὴν ἐν ἡμῖν αὐτῆς γένεσίν τε καὶ ὕπαρξιν· καὶ τοῦτο δῆλον παρὰ τῶν ἐκτεθέντων χρησμῶν τῶν Ἁγίων, ὀκνῶμεν δὲ εἰπεῖν καὶ ἀπ᾽ αὐτῆς τῆς πράξεως ἐστὶ δὲ τούτων κυριωτέρα πως, ἡ ἐκ τῆς καρδιακῆς καθαρᾶς προσγινομένη προσευχῆς θέρμη· καὶ μετ᾽ αὐτῆς διηνεκῶς προϊοῦσα καὶ αὐξανομένη καὶ εἰς φωτισμὸν τὸν ἐνυπόστατον σαββατίζουσα, ἤγουν ἐνυποστάτως πεφωτισμένον ἐργαζομένη κατὰ τοὺς Πατέρας τὸν οὕτως ἔχοντα ἄνθρωπον.
Τί τὸ προσεχῶς ἔργον τῆς καρδιακῆς θέρμης.
Ἡτις δὴ θέρμη, προσεχῶς ἀποσοβεῖ τὰ ἐμποδίζοντα τὴν προτέραν καθαρὰν τελείως ἐκτελεῖσθαι προσευχήν· πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν τῶν δαιμόνων καὶ τῶν παθῶν ἡμῶν· λέγει καὶ γὰρ ὁ Ἅγιος Διάδοχος· ὅτε μετὰ ζεστῆς τινὸς ἀλγηδόνος ἡ καρδία εἰσδέχεται τὰ τόξα τῶν δαιμόνων, ὡς αὐτὰ οἴεσθαι φέρειν τὰ βέλη τὸν πολεμούμενον, μισεῖ μετὰ πόνου ἡ ψυχὴ τὰ πάθη, ὡς ἐν ἀρχῇ οὖσα τοῦ καθαίρεσθαι· ἐὰν γοῦν μὴ ἀλγήσῃ μεγάλως ἐπὶ τῇ ἀναιδείᾳ τῆς ἁμαρτίας, οὐκ ἂν δυνηθῇ πλουσίως χαρῆναι ἐπὶ τῇ τῆς δικαιοσύνης χρηστότητι· ὁ τοίνυν θέλων καθαρίσαι τὴν ἑαυτοῦ καρδίαν, τῇ μνήμῃ τοῦ Ἰησοῦ Χριστοῦ διαπαντὸς ἐκπυρούτω αὐτήν, τοῦτο μόνον μελέτην καὶ ἔργον ἄπαυστον ἔχων· οὐ γὰρ ποτὲ μὲν εὔχεσθαι δεῖ, ποτὲ δὲ μὴ, τοὺς τὴν ἑαυτῶν σαπρίαν ἀποβαλεῖν θέλοντας, ἀλλ᾽ ἀεὶ τῇ προσευχῇ σχολάζειν ἐν τῇ τηρήσει τοῦ νοῦ, κἂν ἔξω που αὐλίζοιντο τῶν εὐκτηρίων δόμων, ὃν γὰρ τρόπον ὁ θέλων καθαρίσαι χρυσίον, ἐὰν καὶ πρὸς βραχὺ τὸ πῦρ ἐάσῃ σχολάσαι τοῦ χωνευτηρίου, σκληρίαν πάλιν τῇ καθαιρομένῃ ὕλῃ ἐμποιεῖ, οὕτω καὶ ὁ ποτὲ μὲν μεμνημένος τοῦ Θεοῦ, ποτὲ δὲ μὴ, ὅπερ δοκεῖ κτᾶσθαι διὰ τῆς προσευχῆς, τοῦτο ἀπόλλυσι διὰ τῆς σχολῆς, ἀνδρὸς δὲ ἐστι φιλαρέτου ἴδιον, τὸ ἀεὶ τῇ μνήμῃ τοῦ Θεοῦ τὸ τῆς καρδίας καταναλίσκειν γεῶδες, ἵνα οὕτω τοῦ κακοῦ κατ᾽ ὀλίγον ὑπὸ τοῦ πυρὸς τῆς τοῦ ἀγαθοῦ μνήμης δαπανωμένου, τελείως εἰς τὴν φυσικὴν αὐτῆς ἡ ψυχὴ μετὰ πλείονος δόξης ἐπανέλθῃ λαμπρότητα· καὶ γοῦν οὕτως ὁ νοῦς προσμένων ἀκωλύτως ἐν καρδίᾳ, καθαρῶς καὶ ἀπλανῶς εὔχεται· κατὰ τὸν λέγοντα ἅγιον, τότε ἐστὶν ἀληθὴς, καὶ ἀπλανὴς προσευχὴ, ὅτε τὴν καρδίαν ὁ νοῦς τηρεῖ ἐν τῷ προσεύχεσθαι, γράφει δὲ καὶ ὁ Ἅγιος Ἡσύχιος· οὗτος ἀληθινὸς τῳόντι Μοναχός, ὁ νῆψιν κατορθῶν, καὶ οὕτως ἀληθινὸς νηφάλιος, ὁ ἐν καρδίᾳ ὢν Μοναχός.
Περὶ τοῦ ἐκ τῆς θέρμης, προσοχῆς τε καὶ προσευχῆς τικτομένου πόθου καὶ ἔρωτος.
Ἐν δὲ τῇ τοιαύτῃ θέρμῃ, καὶ σὺν προσοχῇ προσευχῇ ἤγουν καθαρᾶ προσευχῇ, ὁ πρὸς τὸν μνημονευόμενον ἀεὶ Κύριον Ἰησοῦν Χριστὸν πόθος καὶ θεῖος ἔρως, καὶ ἡ ἀγάπη ἐν καρδίᾳ τίκτεται ὡς γέγραπται· νεάνιδες ἠγάπησάν με, εἵλκυσάν με, καὶ ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ· λέγει δὲ καὶ ὁ Ἅγιος Μάξιμος· πᾶσαι μὲν αἱ ἀρεταὶ συνεργοῦσι τῷ νῷ πρὸς τὸν θεῖον ἔρωτα, πλέον δὲ πάντων ἡ καθαρὰ προσευχή· διὰ ταύτης γὰρ πρὸς τὸν Θεὸν πτερούμενος, ἔξω γίνεται πάντων.
Περὶ δακρύων καρδιακῶν· καὶ ἔτι περὶ θείου πόθου καὶ ἔρωτος.
Ἐξ ἧς καρδίας, καὶ δάκρυον ὅτι πλεῖστον ἀπορρεῖ καθαῖρον, καὶ πιαῖνον τὸν ἐξ ἀγάπης ταῦτα πεπλουτηκότα, ἀλλ᾽ οὐ τῆκον, καὶ ξηραῖνον· τοῦτο καὶ γάρ, τὸ ἐκ τοῦ θείου φόβου, κἀκεῖνο, τὸ ἐκ τοῦ θεϊκοῦ ἔρωτος· τῷ σφοδρῷ καὶ ἀσχέτῳ πόθῳ, καὶ ἕρωτι τοῦ μνημονευομένου Κυρίου Ἰησοῦ Χριστοῦ· καί γε ἐνθουσιῶσα βοᾷ· ἐθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· καὶ ὅλος εἶ σῶτερ γλυκασμός· ὅλος εἶ ἐπιθυμία καὶ ἔφεσις· ὅλος ἀκόρεστος· ὅλος ὑπάρχεις κάλλος ἀμήχανον· καὶ μετὰ Παύλου κραυγάζει τοῦ χριστοκήρυκος, ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς· καὶ τίς ἡμᾶς χωρίσει ἀπο τὴς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ αὖθις· πέπεισμαι, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε Ἀγγελοι, οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε τίς κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Παραίνεσις περὶ τοῦ μὴ ζητεῖν τὰ ὑπερ τὸ μέτρον· καὶ ἔτι περὶ τῆς ἐν καρδίᾳ διηνεκοῦς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προτροπή.
Ἵν᾽ οὖν τις ἀξιωθείῃ τούτων δή, καὶ τῶν μετὰ ταῦτα πάντων· ἅπερ νυνὶ λέγειν οὐκ εὔκαιρον· μή ζήτει γάρ, φησι, πρὸ καιροῦ τὰ τοῦ καιροῦ· καὶ τό καλὸν οὐκ ἔστι καλόν, ὅταν οὐ καλῶς γένηται· καὶ κατὰ τὸν Ἅγιον Μάρκον, οὐ συμφέρει πρὸ τῆς ἐργασίας τῶν προτέρων, εἰδέναι τὰ δεύτερα· ἡ γὰρ γνῶσις φυσιοῖ διὰ τὴν ἀργίαν· ἡ δὲ ἀγάπη οἰκοδομεῖ διὰ τὸ τὰ πάντα ὑπομένειν· χρὴ σπεύδειν καὶ ἀεὶ ἀγωνίζεσθαι, καθάπερ εἴρηται, τὴν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μνήμην ἔνδον βάθους καρδίας διηνεκῶς περιφέρειν, καὶ οὐκ ἐκτός, καὶ ἐπιπολαίως· ὡς λέγει καὶ περὶ τούτου ὁ αὐτὸς Μακάριος Μάρκος· ὅτι, ἐὰν μὴ διὰ καθολικῆς, καὶ νοερᾶς ἐλπίδος ἀνοιγῇ τὸ ἐνδότατον καὶ ἀπόκρυφον καὶ εἰλικρινὲς τῆς καρδίας ἡμῶν χώρημα. οὐκ ἔστι βεβαίως ἐπιγνῶναι τὸν ἐνοικοῦντα, οὔτε εἰδέναι εἰ προσεδέχθησαν αἱ λογικαὶ ἡμῶν θυσίαι, ἢ οὔ.
Περὶ θερμοῦ ζήλου, καὶ τῆς ἐν ἡμῖν ἐμφανείας θείας, καὶ τοῦ τῆς χάριτος ἐνυποστάτου φωτισμοῦ.
Οὕτω γὰρ ἐκκλινεῖ ῥαδίως, οὐ τῶν ἔργων τῶν πονηρῶν μόνον, ἀλλὰ καὶ τῶν ἐμπαθῶν λογισμῶν, καὶ τῶν ἀπρεπῶν φαντασιῶν· καθὰ γέγραπται· πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε· μᾶλλον δὲ παντὸς λογισμοῦ, καὶ πάσης φαντασίας ἐκστήσεται ὡς τῷ ὑπὲρ ἀρετῆς αὐτοῦ θερμῷ ζήλῳ κατα φλέγων, καὶ ἀφαντῶν πᾶσαν πονηροπραξίαν αἰσθητῶς, καὶ νοητῶς, τὸ πρὶν ἐνεργοῦσαν ἐν ἑαυτῷ, σὺν τοῖς ἀρχηγοῖς αὐτῶν κακοχάρτοις δαίμοσι· ὥς φησιν ὁ Ἅγιος Ἰσαάκ, φοβερός ἔστι τοῖς δαίμοσι καὶ ποθεινὸς τῷ Θεῷ, καὶ τοῖς Ἀγγέλοις αὐτοῦ, ὁ μετὰ θερμοῦ ζήλου ἐκριζῶν τὰς ἐκ τοῦ ἐχθροῦ φυομένας ἐν αὐτῷ ἀκάνθας· καὶ εἰς προκοπὴν ἕξει τοῦ πληροφορίαν ἐντεῦθεν σχεῖν τῆς πρὸς αὐτὸν ἀγάπης, καὶ ἐναργοῦς ἐμφανείας, καὶ ἐνοικήσεως τοῦ ἐνυποστάτου, καὶ θειοτάτου φωτισμοῦ τοῦ τῆς χάριτος. Εἰ βούλοιο δὲ εἰπεῖν, μάλα φαιδρῶς ἐπαναδραμεῖται πρὸς τὴν ἄνωθεν, καὶ διά τῆς τοῦ Βαττίσματος χάριτος τελεσιουργηθεῖσαν ἡμῖν εὐγένειαν καὶ υἱοθεσίαν πνευματικήν· καὶ λέγει αὖθις ὁ Ἅγιος Ἰσαάκ, αὕτη ἐστιν ἡ Ἱερουσαλήμ, καὶ ἡ τοῦ Θεοῦ βασιλεία, ἡ ἐντὸς ἡμῶν κεκρυμμένη κατὰ τὸν τοῦ Κυρίου λόγον· αὕτη ἡ χώρα νεφέλη ἐστὶ τῆς δόξης τοῦ Θεοῦ, εἰς ἣν μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ εἰσελεύσονται τοῦ θεάσασθαι τὸ πρόσωπον τοῦ ἰδίου δεσπότου· μόνον αὐτὸς μὴ ζητείτω τὴν τοῦ Θεοῦ ἐμφάνειαν, ἵνα μὴ δέξηται τὸν ὡς ἀληθῶς σκότος ὄντα, καὶ φῶς εἶναι ὑποκρινόμενον.
Περὶ ἐνεργείας θείας, καὶ ἐναντίας.
Ὅταν δὲ ὁ νοῦς αὐτοῦ μὴ ζητοῦντος, φῶς ὁρᾷ, μὴ παραδεχέσθω τοῦτο, μήτε μὴν καταργείτω, ὥς φησιν ὁ Ἅγιος Μάρκος· ὅτι, ἔστιν ἐνέργεια χάριτος τῷ νηπίῳ ἀγνοουμένη· καὶ ἔστι τῆς κακίας ἑτέρα τῇ ἀληθείᾳ ἐξομοισυμένη, καλὸν δὲ τὰ τοιαῦτα μὴ ἐνοπτρίζεσθαι διὰ τὴν πλάνην, μήτε ἀναθεματίζειν διὰ τὴν ἀλήθειαν· ἀλλὰ πάντα δι᾽ ἐλπίδος προσφεύγειν τῷ Θεῷ, αὐτὸς γὰρ οἶδε τῶν ἀμφοτέρων τὸ χρήσιμον· ἀλλ᾽ ἐρωτάτω τὸν ἔχοντα χάριν καὶ δύναμιν πρὸς Θεὸν διδάξαι, καὶ διακρῖναι.
Περὶ διδασκάλου πεφωτισμένου καὶ ἁπλανοῦς
Καὶ εἰ μὲν εὕροι τὸν διδάξαντα, οὐ καθὼς μόνον ἔγνω ἀπὸ τῆς θείας γραφῆς, ἀλλὰ καθάπερ καὶ ἐκεῖνος μακαρίως ἔπαθε τὸν θεῖον φωτισμόν, τῷ Θεῷ χάρις· εἰ δ᾽ οὖν, κρεῖττον τὸ μὴ παραδέξασθαι, ἀλλ᾽ ἐν ταπεινώσει πρὸς τὸν Θεὸν καταφυγεῖν, ἀνάξιον ἑαυτὸν ἐξ εἰλικρινοῦς καρδίας λογιζόμενος, καὶ ἀποκαλῶν τῆς τοιαύτης ἀξίας καὶ θεωρίας, ὥσπερ ἄρα τοῦτό τε, καὶ ὅσα προείρηται, καὶ δὴ ῥηθήσεται, καὶ ὅσα μεμυήμεθα, Χριστοῦ χάριτι, παρά τε γλωσσῶν ἀψευδῶν, Πνεύματι Ἁγίῳ κινουμένων τε καὶ φθεγγομένων, τῶν τε θεοπνεύστων γραφῶν. καὶ μερικῆς πείρας.
Περὶ φωτισμοῦ ἀληθινοῦ, καὶ ψευδοῦς· ἥγουν φωτὸς θείου, καὶ πονηροῦ.
Εἰ γάρ, καὶ ἐν ἐνίοις αὐτῶν οἱ κλεινοὶ Πατέρες ἡμῶν συγγράμμασι, τὰ σημεῖα τοῦ ἀπλανοῦς, καὶ τοῦ τῆς πλάνης ὑπεμφαίνουσί πως φωτισμοῦ, καθὰ δῆτα, καὶ ὁ τοῦ Λάτρου τρισόλβιος Παῦλος πεποίηκεν εἰρηκὼς πρὸς τὸν περὶ τοῦ τοιούτου ἐπερωτήσαντα αὐτὸν μαθητὴν αὐτοῦ· ὅτι τὸ μὲν τῆς ἀντικειμένης δυνάμεως φῶς, πυροειδές ἐστι, καὶ καπνῶδες, καὶ τοῦ αἰσθητοῦ πυρὸς ὅμοιον· καὶ ἐπειδὰν αὐτὸ μετριοπαθής, καὶ κεκαθαρμένη ψυχὴ θεάσηται, ἀηδῶς ἔχει πρὸς αὐτό, καὶ βδελύττεται· τὸ δὲ τοῦ ἀγαθοῦ ἀγαθόν, χαριέστατόν τε ἐστι, καὶ ἀκραιφνές, καὶ προσβαλὸν ἁγιάζει, φωτός τε, καὶ χαρᾶς, καὶ ἱλαρότητος πληροῖ τὴν ψυχήν, καὶ ἠπίαν αὐτὴν καὶ φιλάνθρωπον ἀπεργάζεται· καὶ ἕτεροι δὲ ὡσαύτως, ἀλλ᾽ ὅμως ἅτε τὰ προειρημένα διὰ ζώσης ἤκουσα φωνῆς, οὕτω δή, καὶ περὶ τούτου κατὰ καιρὸν ἀκούσῃς· νῦν γὰρ οὐ καιρός.
Περὶ φαντασίας ἀπρεποῦς τε, καὶ εὐπρεποῦς, καὶ ὅπως χρὴ μετιέναι αὐτάς.
Ἐπεὶ δὲ μικρῷ πρόσθεν περὶ φαντασίας ἐμνήσθημεν, καὶ φαντασίας ἀπρεποῦς, ὀνησιμώτατον, ὥς γε ἡμῖν δοκεῖ, ἐν βραχεῖ καὶ περὶ αὐτῆς μᾶλλον δὲ περὶ πάσης φαντασίας ὡς δυνατὸν διαλαβεῖν· λίαν γὰρ ἀνθίσταται ἡ ἐπάρατος τῇ καθαρᾶ, καὶ καρδιακῇ προσευχῇ, καὶ τῇ ἑνιαίᾳ, καὶ ἀπλανεῖ τοῦ νοῦ ἐργασίᾳ· ὅθεν καὶ οἱ θεῖοι Πατέρες πολλαχῶς περὶ αὐτῆς, καὶ κατ᾽ αὐτῆς ἀποφθέγγονται· αὕτη τοίνυν, ἡ ποικιλόμορφος, ὡς ὁ μυθευόμενος Δαίδαλος, καὶ πολυκέφαλος κατὰ τὴν ὕδραν φαντασία, οἷόν τις γέφυρα τῶν δαιμόνων, τοῖς Ἁγίοις προείρηται· δι᾽ αὐτῆς γὰρ διερχόμενοι, καὶ διαπερῶντες οἱ φόνιοι ἀλάστορες, κοινωνοῦσί πως καὶ συμμίγνυνται τῇ ψυχῇ· σίμβλον κηφήνων ταύτην ἀπεργαζόμενοι, καὶ ἐννοιῶν ἀκάρτων, καὶ ἐμπαθῶν οἰκητήριον· ἣν δὴ φαντασίαν ἀποβλητέον τοσύνολον· εἰ μή που βούλει, ἕνεκα μετανοίας, καὶ συντριβῆς, πένθους τε, καὶ ταπεινοφροσύνης· πρὸ δὲ καὶ τῆς τῶν ὄντων μελέτης, καὶ θεωρίας, ναὶ μὴν καὶ χάριν ἀπρεποῦς φαντασίας· εὐπρεπῆ φαντασίαν παραβαλεῖν, καὶ ἀντισηκῶσαι· κἀκείνην ταύτῃ συμμίξας, καὶ ἀντιστρατευσάμενος, καὶ ὡς ῥίψασπιν τὴν ἄσεμνον, καὶ ἰταμὸν κατὰ κράτος βαλὼν, οὕτω κατ᾽ αὐτῆς ἆραι τὰ νικητήρια· καὶ γοῦν οὕτω ποιῶν οὐ μόνον ζημίας, ἀλλὰ καὶ κέρδους σαυτῷ αἴτιος εἴης· ὡς ἐν ἀπταίστῳ κρίσει τὰ κατ᾽ αὐτὸν διευθύνων· ἅτε φαντασίαν ἀπρεπῆ φαντασίᾳ εὐπρεπεῖ καταργῶν· καὶ τοῖς τῶν ἐναντίων ὅπλοις τούτους δὴ τοὺς ὑπεναντίους καιρίως πλήττων, ἢ ἀποκτείνων, ὡς πάλαι τὸν Γολιάθ ὁ θεῖος Δαβίδ.
Ὅτι οὐ μόνον ἡ ἀπρεπὴς φαντασία, ἀλλὰ καὶ ἡ εὐπρεπὴς ἀπόβλητος τοῖς Ἁγίοις εἰς τὴν καθαρὰν προσευχήν· καὶ εἰς τὴν ἁπλῆν, καὶ ἑνιαίαν ἐργασίαν τοῦ νοός.
Τοῦτο δέ, τῶν ἔτι νηπίων, ἤτοι τῶν ἀρχαρίων ἀθλον ἐστίν· οἱ γὰρ τῷ χρόνῳ προβεβηκότες, ὁλικῶς τὴν ἀπρεπῆ φαντασίαν σὺν τῇ εὐπρεπεῖ ἀποβαλλονται, καὶ φρούδην ἐργάζονται· ὡς κηρὸν τηκόμενον ἀπὸ προσώπου πυρός. ἀποτεφροῦντες, καὶ διαλύοντες, διὰ τὴν καθαρὰν προσευχήν, καὶ τὴν ἐκ πάντων τοῦ νοὸς ἀτύπωτον ἀπόθεσιν τε, καὶ γύμνωσιν, ἕνεκα τῆς πρὸς Θεὸν ἁπλῆς ἐπιβολῆς, εἰ βούλει δέ, και παραδοχῆς, καὶ ἀσγηματίστου, καὶ ἑνιαίας ἑνώσεως· λέγει καὶ γὰρ ὁ Ἅγιος Ἡσύχιος· πᾶς λογισμός, φαντασία ἐστὶν ἐν τῷ νῷ αἰσθητοῦ τινος πράγματος· νοῦς γὰρ ὢν ὁ ἀσσύριος οὐκ ἄλλως ἀπατᾶν ἐξισχύει, εἰ μὴ χρήσηται τοῖς παρ᾽ ἡμῶν αἰσθητοῖς, καὶ συνήθεσι· καὶ ὁ Ἅγιος Διάδοχος. Ἐπειδὴ πᾶς λογισμὸς διὰ φαντασίας αἰσθητῶν τινων εἰσέρχεται ἐν τῇ καρδίᾳ, τότε αὐγάζει αὐτῇ τὸ μακάριον φῶς τῆς θεότητος, ὅταν πάντη εὐκαιρήσῃ ἀπὸ πάντων, καὶ ἀσχημάτιστος ἐκ τούτων γέγηται· εἴπερ ἡ λαμπρότης ἐκείνης, κατὰ στέρησιν τῶν πάντων νοημάτων παραφαίνεται τῷ καθαρῷ νοί· καὶ ὁ Μέγας Βασίλειος· ὥσπερ οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ Κύριος, οὕτως οὐδὲ ἐν διατυπώσεσι, τισὶ καὶ πλάσμασι νοητοῖς. Προβέβληνται γὰρ ταῦτα ἀποτειχίζοντα τὴν κεκιβδηλευμένην ψυχὴν τὴν μὴ δυναμένην καθαρῶς ἐνατενίζειν πρὸς τὴν ἀλήθειαν, ἀλλ᾽ ἔτι τοῦ ἐσόπτρου ἐχομένην, καὶ τοῦ αἰνίγματος· καὶ ὁ θεῖος Εὐάγριος· ἐκεῖ λέγεται καθέζεσθαι τὸν Θεὸν, ἔνθα γινώσκεται· διὸ καὶ θρόνος λέγεται τοῦ Θεοῦ, νοῦς καθαρός.
Τὸ τοίνυν νόημα τοῦ Θεοῦ, οὐκ ἐν τοῖς νοήμασιν εὐρεθήσεται τοῖς χυποῦσι τὸν νοῦν, ἀλλ᾽ ἐν νοήμασι τοῖς μὴ τυποῦσι· διόπερ τὸν προσευχόμενον δεῖ παντάπασι χωρίζεσθαι τῶν νοημάτων τῶν τυπούντων τὸν νοῦν· καὶ ἄλλως μὲν τυπωθήσεται ὁ νοῦς ὁρῶν νοῦν· καὶ ἄλλως δὲ διατεθήσεται ὁρῶν τὸν λόγον αὐτοῦ· ἐντεῦθεν μανθάνομεν πῶς ἡ γνῶσις ἡ πνευματικὴ ἀφίστησι τὸν νοῦν τῶν νοημάτων τῶν τυπούντων αὐτόν· ἀτύπωτον δὲ ἀσκοῦσα, παρίστησι τῷ Θεῷ· καὶ ὁ Ἅγιος Μάξιμος ἐν τοῖς σχολίοις τοῦ Μεγάλου Διονυσίου. Ἐτερόν ἐστι φαντασίᾳ, καὶ ἕτερόν ἐστι νόησις ἤτοι νόημα· ἀπό τε γὰρ διαφόρων δυνάμεων γίνονται καὶ ἰδιότητι κινήσεως διαφέρουσι· ἡ μὲν γὰρ νόησις ἐνέργειά ἐστι καὶ ποίησις· ἡ δὲ φαντασία πάθος καὶ τύπωσις ἀναγγελτικὴ αἰσθητοῦ τινος, ἢ ὡς αἰσθητοῦ τινος· καὶ ἡ μὲν αἴσθησις ἀντιλαμβάνεται τῶν ὄντων κατὰ ἀθρόαν μόρφωσιν, ὁ δὲ νοῦς ἐφάπτεναι, τουτέστι ἀντιλαμβάνεται τῶν ὄντων ἑτέρῳ τρόπῳ καὶ οὐχ ὡς ἡ αἴσθησις. Περὶ μὲν οὖν τὸ σωματικὸν ἡ τὸ πνευματικόν, ἐν ᾧ καὶ τὰς αἰσθήσεις εἶναι πρώην ἔφαμεν, τὸ παθητικὸν καὶ μορφωτικόν ἐστι κίνημα· τὸ δὲ κριτικόν, καὶ ἀντιληπτικόν, τῇ ψυχῇ, καὶ τῷ νῷ δοτέον· τούτῳ οὖν τῷ τῆς ψυχῆς ἀντιληπτικῷ καὶ τὸ φανταστικὸν ὑποστεῖλαι δεῖ, διαιρεῖται δὲ ἡ φανταστικὴ εἰς τρεῖς μοίρας· πρώτην μὲν εἰς τὴν τῶν ἀντιλήψεων εἰκονιστικὴν πρὸς τὰ ποιοῦντα αἰσθητὴν τὴν ἀντίληψιν· δευτέραν δὲ, τὴν ἐκ τῶν μενόντων ἐγκαταλειμμάτων ἀπὸ τούτων ἀνατυπωτικήν, τὴν μὴ ἔχουσαν ἐρηρεισμένας ἐπί τι τὰς εἰκόνας, ἣν καὶ ἰδίως φανταστικὴν καλοῦσιν· τρίτην, ἐν ῇ πᾶσα ἡδονή, καὶ φαντασία δοκοῦντος ἀγαθοῦ, ἢ κακοῦ κατὰ λύπην συνίσταται· οὐδὲ μία τοίνυν, καθὰ εἴρηται, φαντασία χώραν ἔχει ἐπὶ Θεοῦ· πάντων γὰρ ἅπαξ ἁπλῶς ὑπὲρ ἔννοιάν ἐστι, καὶ ὑπέρκειται· καὶ αὖθις ὁ Μέγας Βασίλειος· νοῦς μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτόν· δι᾽ ἑαυτοῦ δέ, εἰς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· ταῦτα τοιγαροῦν, καὶ αὐτὸς εἰδώς, ἐπείγου ὅσαι ὥραι, σὺν Θεῷ, ἀφαντάστως, ἀσχηματίστως, ἀδιατυπώτως, ὅλως ὅλῳ νοὶ καθαρῷ, καὶ ψυχῇ καθαρᾷ εὔχεσθαι· ὁλοτρόπως· λέγει καὶ γὰρ ὁ Ἅγιος Μάξιμος.
Περὶ νοὸς ψυχῆς, καὶ καρδίας καθαρῶν καὶ τελείων.
Περὶ νοὸς καθαροῦ.
Νοῦς καθαρός ἐστιν, ὁ ἀγνοίας χωρισθείς, καὶ ὑπὸ τοῦ θείου φωτὸς καταλαμπόμενος.
Περὶ ψυχῆς καθαρᾶς.
Ψυχὴ καθαρά ἐστιν, ἡ παθῶν ἐλευθερωθεῖσα, καὶ ὑπὸ τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.
Περὶ καρδίας καθαρᾶς.
Καρδία καθαρά ἐστιν, ἡ παντάπασιν ἀνείδεον τῷ Θεῷ, καὶ ἀδιαμόρφωτον παραστήσασα τὴν μνήμην· καὶ μόνοις τοῖς αὐτοῦ ἕτοιμον ἐνσημαθεῖναι τύποις, δι᾽ ὧν ἐμφανὴς γίνεσθαι πέφυκε· τούτοις ἑπομένως καὶ τάδε προσκείσθω.
Περὶ τελείου νοός.
Νοῦς ἐστὶ τέλειος, ὁ διὰ πίστεως ἀληθοῦς τὸν ὑπεράγνωστον ἐγνωκώς, καὶ τῶν αὐτοῦ δημιουργημάτων τὸ καθόλου θεασάμενος· καὶ τῆς ἐν αὐτοῖς προνοίας καὶ κρίσεως τὴν περιληπτικὴν γνῶσιν παρὰ Θεοῦ εἰληφώς, ὡς ἄνθρωπος δὲ φημί.
Περὶ ψυχῆς τελείας.
Ψυχή ἐστι τελεία, ἧς ἡ παθητικὴ δύναμις νένευκεν ὁλοτελῶς πρὸς Θεόν.
Περὶ καρδίας τελείας.
Καρδία τελεία τάχα ἐκείνη λέγεται, ἡ μηδεμίαν ἔχουσα φυσικὴν καθ᾽ οἱονδήποτε τρόπον πρὸς ὁτιοῦν κίνησιν· ἐν ῇ καθάπερ πτυχίῳ λειανθέντι καλῶς διὰ τὴν ἄκραν ἁπλότητα, παραγενόμενος ὁ Θεὸς τοὺς ἰδίους νόμους ἐγγράφει.
Περὶ νοῦ καθαροῦ.
Ἔτι νοῦν καθαρίσαι κατὰ τὸν Ἅγιον Διάδοχον μόνου τοῦ Ἁγίου Πνεύματος ἐστί· ἔτι νοῦν στῆναι κατὰ τὸν τῆς Κλίμακος μόνου τοῦ Ἁγίου Πνεύματος ἐστίν· ἔτι φησὶν ὁ Ἅγιος Νεῖλος· εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται αὐτὸν σαπφείρῳ, ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· καὶ αὖθις· νοῦ κατάστασις ἐστίν, ὕψος νοητὸν οὐρανίῳ χρώματι παρεμφερές· ᾧ καὶ τὸ τῆς Ἁγίας Τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς, καὶ ὁ Ἅγιος Ἰσαάκ· ὅταν ὁ νοῦς ἀποδύηται τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδύηται τὸν καινὸν τῆς χάριτος, τότε τὴν ἑαυτοῦ καθαρότητα ὄψεται ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ· ἥτις Θεοῦ τόπος ὑπὸ τῆς γερουσίας τῶν υἱῶν Ἰσραὴλ ὠνόμασται, ἡνίκα ὥφθη αὐτοῖς ἐν τῷ ὄρει, οὕτω καὶ γοῦν ποιῶν ὡς προείρηται, ἤτοι καθαρῶς, καὶ ἀφαντάστως καὶ ἀδιατυπώτως προσευχόμενος, κατ᾽ ἴχνος ἔσῃ ἑπόμενος τοῖς Ἁγίοις· εἰ δὲ μή γε, φαντασιαστὴς γενήσῃ ἀντὶ ἡσυχαστοῦ· καὶ ἀντὶ σταφυλῆς τρυγήσῃς ἀκάνθας· ὃ μή σοι γένοιτο.
Ὅπως οἱ Προφῆται ἐφαντάζοντο.
Εἰ δέ τινες τὰς τῶν προφητῶν ὁράσεις, σχηματισμούς τε, καὶ ἀποκαλύψεις, διὰ φαντασίας, καὶ ἀκολουθίας φυσικῆς γεγενῆσθαι ὑπολαμβάνουσιν· οὖτοι πόρρω τοῦ ὀρθοῦ σκοποῦ, καὶ τῆς ἀληθείας ἴστωσαν φέρεσθαι· οἱ γὰρ Προφῆται, καὶ νῦν οἱ καθ᾽ ἡμᾶς ἱερομῦσται, οὐ κατὰ φυσικὴν ἀκολουθίαν τινα, καὶ τάξιν, ναὶ μὴν καὶ φαντασίαν ἑώρων, καὶ ἐφαντάζοντο, ἀλλὰ θείως, καὶ ὑπὲρ φύσιν τὸν νοῦν τῇ ἀρρήτῳ δυνάμει, καὶ χάριτι τοῦ Ἁγίου Πνεύματος τοπούμενοι, καὶ φαντασιούμενοι· ὡς φησιν ὁ Μέγας Βασίλειος· ὅτι ἀφάτῳ τινὶ δυνάμει φαντασιούμενοι τὸν νοῦν οἱ ἀπερίσπαστον αὐτόν, καὶ καθαρὸν ἔχοντες· οἱονεὶ ἐνηχοῦντα αὐτοῖς ἔχουσι τὸν λόγον τοῦ Θεοῦ· καὶ αὖθις· ἑώρων οἱ Προφῆται τυπούμενοι τῷ πνεύματι τὸ ἡγεμονικόν· καὶ ὁ Θεολόγος Γρηγόριος· τοῦτο, ἤγουν τὸ Πνεῦμα τὸ Ἆγιον, ἐνήργει πρότερον ἐν ταῖς Ἀγγελικαῖς καὶ οὐρανίαις δυνάμεσι· καὶ μετὰ μικρόν, ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς Προφήταις· ὧν οἱ μὲν ἐφαντάσθησαν Θεόν, ἢ ἔγνωσαν· οἱ δὲ τὸ μέλλον προέγνωσαν· τυπούμενοι τῷ πνεύματι τὸ ἡγεμονικόν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις.
Ἔτι περὶ φαντασιῶν, καὶ πολλῶν, καὶ ποικίλων θεωριῶν.
Εἰ δέ τινες ἀμφιβάλλουσιν ἔτι ὡς τὰς φαντασίας ἀποδεχόμενοι, καὶ τὰς πολλὰς καὶ ποικίλας θεωρίας, καὶ ἐναντιοῦνται ἡμῖν, ὡσανεί πως τοῖς Ἁγίοις ἡγούμενοι ἕπεσθαι, τῷ λέγειν, τὸν μὲν Θεολόγον νῷ μόνῳ τὸν Θεὸν σκιαγραφεῖσθαι, οὐκ ἐκ τῶν κατ᾽ αὐτόν, ἀλλ᾽ ἐκ τῶν περὶ αὐτόν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα. καὶ τὰ ἑξῆς· τὸν δὲ θεῖον Μάξιμον, μὴ δύνασθαι τὸν νοῦν ἀπαθὴ γενέσθαι ἐκ μόνης τῆς πράξεως, ἐὰν μὴ διαδέχωνται αὐτὸν πολλαί, καὶ ποικίλαι θεωρίαι· ὁμοίως καὶ ἑτέρους Ἁγίους τὰ ἴσα τούτοις διαγορεύοντας· οἱ τοιοῦτοι γινωσκέτωσαν, ὡς ἐκείνοις τοῖς μακαρίοις οὐπερὶ τῆς κατὰ παραδοχὴν ἐργασίας ἐκεῖσε, καὶ χάριτος, τῆς γνωστικῆς φαμέν, καὶ ἐποπτικῆς, καὶ αὐτῇ πείρᾳ συναπτούσης Θεῷ τὸν ἄνθρωπον, οἱ λόγοι οὖτοι πεφήνασιν· ἀλλὰ περὶ τῆς κατ᾽ ἐπιβολήν, δηλαδή, τῆς ἐκ τῆς σοφίας, καὶ τῆς τῶν ὄντων ἀναλογίας, καὶ ἁρμονίας συλλεγομένης θεωρίας, καὶ εἰς τὴν περὶ Θεοῦ ἔννοιαν παρακυπτούσης ἀμυδρῶς πως, ἣν τινα καὶ τοῖς πολλοῖς, μᾶλλον δὲ πᾶσιν ἅπαξ ἁπλῶς ἔξεστι μετέρχεσθαι, καὶ διανοεῖσθαι, ὡς ἐπιστημονικῶς τὰς τοιαύτας τῶν ἁγίων χρήσεις ἐξητακώς, ἐναργῶς εἴσεται, ὡς γέγραπται· ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς καταλαμβάνεται· οὐμενοῦν ἐκ τῆς κατὰ κόσμον καὶ θύραθεν πολυλέσχου καὶ ματαίας τεχνικῆς μαθήσεως· αὕτη γὰρ ὡς λάτρις ἄσεμνος, καὶ ἐπιστημονικῇ, καὶ σοφιστικῇ, καὶ ἀποδεικτικῇ οἰήσει γαυρουμένη οὐκ εὐαγγελικῇ πίστει, καὶ ταπεινώσει, καὶ ἀληθεῖ συγκαταθέσει στοιχειουμένη, πόρρω τῶν ἱερῶν προθύρων ἐξωστράκισται· ἡμῖν δὲ νῦν ὁ λόγος περὶ τῆς τελείας, καὶ ἐνυποστάτου ἐλλάμψεως, καθ᾽ ἣν καὶ οἱ τῶν Ἀποστόλων πρόκριτοι οἱ ἐπ᾽ ὄρους Θαβὼρ τοῦ Ἰησοῦ συναναβάντες ἀρρήτως τὴν καλήν, καὶ τῷ ὄντι μακαρίαν ἀλλοιωθέντες ἀλλοίωσιν ἔπαθον, καὶ τὴν ἀθέατον βασιλείαν, καὶ θεότητα, καὶ αἰσθητοῖς ὀφθαλμεῖς μετασκευασθεῖσι πρὸς τὸ θειότερον, ἤγουν πνευματικοῖς γεγονόσι τῇ δεξιᾷ τοῦ Παναγίου Πνεύματος, κατιδεῖν ἠξιώθησαν καθ᾽ ὅσον δὲ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, καὶ ὁ οὐρανὸς τῆς γῆς· καὶ ἡ ψυχὴ ὑπερφέρει τοῦ σώματος, κατὰ τοσοῦτον, καὶ ἡ κατὰ παραδοχὴν ἐργασία, καὶ χάρις, τῆς κατ᾽ ἐπιβολήν· ἡ μὲν γάρ, ἤτοι ἡ κατ᾽ ἐπιβολήν· ὡς ἔφημεν, ἔξωθεν· καὶ διὰ τῆς τῶν ὄντων εὐτάκτου φορᾶς, τάξεώς τε, καὶ συλλογῆς, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα τὸ προκόπτειν ἔχει, καὶ πρὸς Θεὸν ἐν πίστει ἀνατείνεσθαι· ἡ δέ, ἤγουν ἡ κατὰ Θεοῦ ὑποστατικῶς ἔνδον καρδίας πέφυκε γίνεσθαι, ἔσθ᾽ ὅτε καὶ ἔξωθεν, καὶ τῷ σώματι μεταδιδοῦσα ἐμφανῶς ὑπὲρ ἔννοιαν τῆς οἰκείας ἐλλάμψεως καὶ τοῦ θειοτάτου φωτισμοῦ· ὑπερφυῶς πασχούσης τῆς καρδίας, κατὰ τὸν σοφώτατον Μάξιμον, οὐ ποιούσης τὴν ἀγέννητον θέωσιν· φησὶ γὰρ οὗτος ὁ Ἅγιος· ἀγέννητον λέγω θέωσιν τὴν κατ᾽ εἶδος ἐνυπόστατον τῆς θεότητος ἔλλαμψιν· ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ᾽ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν· συνάδοντα τοῖς ῥηθεῖσι λέγει καὶ ὁ Μέγας Διονύσιος· «δέον εἰδέναι τὸν καθ᾽ ἡμᾶς νοῦν, τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, δι᾽ ἧς τὰ νοητὰ βλέπει· τὴν δὲ ἕνωσιν ὑπεραίρουσαν τὴν τοῦ νοῦ φύσιν, δι᾽ ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ»· καὶ ὁ ὅσιος Ἰσαάκ· δύο «ὀφθαλμοὺς κεκτήμεθα ψυχικούς, καθὼς λέγουσιν οἱ Πατέρες· καὶ οὐχ ἡ αὐτὴ χρείᾳ τῆς δι᾽ ἑκατέρου θεωρίας, ἐν ἑνὶ μὲν γὰρ ὀφθαλμῷ, τὰ κεκρυμμένα ἐν ταῖς φύσεσιν ὁρῶμεν· ἤγουν τὴν δύναμιν τοῦ Θεοῦ, καὶ τὴν σοφίαν αὐτοῦ, καὶ τὴν περὶ ἡμᾶς πρόνοιαν αὐτοῦ, τὴν καταλαμβανομένην ἐκ τῆς ἁγιότητος τῆς κυθερνήσεως αὐτοῦ εἰς ἡμᾶς· καὶ ἐν τῷ ἑτέρῳ ὀφθαλμῷ, θεωροῦμεν τὴν δόξαν τῆς φύσεως αὐτοῦ τῆς ἁγίας, ὅτε εἰς τὰ μυστήρια τὰ πνευματικὰ εὐδοκήσει ὁ Θεὸς εἰσάξαι ἡμᾶς· καὶ ὁ θεῖος Διάδοχος· τοῦ μὲν ἑνὸς Ἁγίου Πνεύματος εἰσι χαρίσματα, ἢ τε σοφία καὶ ἡ γνῶσις, ὡς καὶ πάντα τὰ θεῖα χαρίσματα· ἰδίαν δὲ ὥσπερ ἕκαστον τὴν ἐνέργειαν ἔχει· διόπερ ἄλλῳ μὲν δίδοσθαι σοφίαν, ἄλλῳ δὲ γνῶσιν κατὰ τὸ αὐτὸ Πνεῦμα, ὁ Ἀπόστολος μαρτυρεῖ· ἡ μὲν γὰρ γνῶσις, αὐτῇ πείρᾳ συνάπτει τὸν ἄνθρωπον τῷ Θεῷ, εἰς λόγους τῶν πραγμάτων τὴν ψυχὴν μὴ κινοῦσα· διὸ καί τινες τῶν τὸν μονήρη βίον φιλοσοφούντων, φωτίζονται μὲν ὑπ᾽ αὐτῆς ἐν αἰσθήσει, εἰς δὲ λόγους θείους οὐκ ἔρχονται· ἡ δὲ σοφία, εἴπερ μετὰ ταύτης ἐν φόβῳ δοθῇ τινί· σπάνιον δὲ τοῦτο· αὐτὰς τὰς ἐνεργείας φανεροῖ τῆς γνώσεως· ἐπειδὴ ἡ μὲν τῇ ἐνεργείᾳ, ἡ δέ, τῷ λόγῳ φωτίζειν εἴωθεν· ἀλλὰ τὴν μὲν γνῶσιν, εὐχὴ φέρει καὶ πολλὴ ἡσυχία ἐν ἀμεριμνίᾳ παντελεῖ· τὴν δὲ σοφίαν, ἀκενόδοξος μελέτη τῶν λογίων τοῦ Θεοῦ, καὶ πρῶτον ἡ χάρις τοῦ διδόντος Θεοῦ».
Πρὸς δὲ καὶ ὁ Ἅγιος φησὶ Μάξιμος ἐν τοῖς σχολείοις· «τὸ φρέαρ τοῦ Ἰακὼβ ἐστὶν ἡ γραφή, τὸ δὲ ὕδωρ ἐστίν, ἡ ἐν τῇ γραφῇ γνῶσις, τὸ δὲ βάθος, ἡ τῶν γραφικῶν αἰνιγμάτων δυσδιεξίτητος θεωρία· τὸ δὲ ἄντλημα ἐστι· ἡ διὰ τῶν γραμμάτων τοῦ θείου λόγου μάθησις, ἣν οὐκ εἶχεν ὁ Κύριος, αὐτολόγος ὑπάρχων, καὶ οὐ τὴν ἐκ μαθήσεως καὶ μελέτης γνῶσιν διδοὺς τοῖς πιστεύουσιν, ἀλλὰ τὴν ἐκ χάριτος ἀεννάου τνευματικῆς ἀένναον σοφίαν, καὶ μηδέ ποτε λήγουσαν, τοῖς ἀξίοις δωρούμενος· τὸ γὰρ ἄντλημα, τουτέστιν ἡ μάθησις, μέρος ἐλάχιστον λαμβάνουσα γνώσεως, τὸ πᾶν ἐᾷ, μηδενὶ λόγῳ κρατούμενον· ἡ δὲ κατὰ χάριν γνῶσις, ὅλην ἔχει, καὶ δίχα μελέτης, τὴν ἐφικτὴν ἀνθρώποις σοφίαν, πρὸς τὰς χρείας ποικίλως βλυστάνουσα»· καὶ αὖθις ὁ Ἅγιος Διάδοχος· «ὁ νοῦς ἡμῶν, τὰ πολλὰ περὶ μὲν τὴν προσευχήν, δυσανασχέτως ἔχει, διὰ τὸ στενὸν ἄγαν καὶ περιεσταλμένον τῆς εὐκτικῆς ἀρετῆς· εἰς δὲ τὴν θεολογίαν, χαίρων ἑαυτὸν ἐπιδίδωσιν, διὰ τὸ πλατὺ καὶ ἀπολελυμένον τῶν θείων θεωρημάτων· ἵνα οὖν μὴ ὁδὸν αὐτῷ δῶμεν τοῦ πολλὰ θέλειν λέγειν, καὶ ὑπὲρ τὸ μέτρον αὐτὸν πτεροῦσθαι παραχωρῶμεν τῇ χαρᾷ, τῇ προσευχῇ τὰ πλεῖστα καὶ τῇ ψαλμῳδίᾳ, καὶ τῇ τῶν ἁγίων γραφῶν ἀναγνώσει σχολάζωμεν· μήτε τῶν φιλολόγων ἀνδρῶν παρορῶντες τὰ θεωρήματα, ὧν ἡ πίστις διὰ τῶν λόγων γνωρίζεται, οὔτε γὰρ ἴδια αὐτόν, τοῦτο ποιοῦντες, παρασκευάσωμεν ρήματα ἐπιμιγνῦναι τοῖς λόγοις τῆς χάριτος· οὔτε μὴν ὑπὸ τῆς κενοδοξίας ὑποσυρῆναι, διὰ φορηθέντα διὰ τῆς πολλῆς χαρᾶς καὶ τῆς πολογίας, παραχωρήσωμεν, ἀλλὰ καὶ πάνσης φαντασίας ἐκτός, αὐτὸν ἐν τῷ καιρῷ τῆς θεωρίας φυλάξωμεν, καὶ δακρυώδεις αὐτῷ σχεδὸν τὰς πάσας ἐκ τούτου ἐννοίας περιποιήσωμεν· ἀναπαυόμενος γὰρ ἐν τοῖς καιροῖς τῆς ἡσυχίας, καὶ καθηδυνόμενος ὑπὸ τοῦ τῆς εὐχῆς μάλιστα γλυκασμοῦ, οὐ μόνον τῶν προειρημένων αἰτιῶν ἐκτὸς γίνεται, ἀλλὰ πλέον καὶ πλέον ἀνανεοῦται εἰς τὸ ὀξέως, καὶ δίχα πόνου τοῖς θείνοις ἐπιβάλλειν θεωρήμασι, μετὰ τοῦ καὶ εἰς τὴν γνῶσιν αὐτὸν τῆς διακρίσεως ἐν πολλῇ προκόπτειν ταπεινώσει· πλὴν δεῖ εἰδέναι, ὅτι ἐστὶν εὐχή, παντὸς πλάτους ἐπάνω· αὕτη δὲ ἐκείνων μόνον ὑπάρχει, τῶν ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ ἐμπεπλησμένων τῆς ἁγίας χάριτος»· ἀκήκοας; ἔστιν εὐχή, φησιν, ἐπάνω παντὸς πλάτους, ἥτις ἐκείνων μόνον ὑπάρχει, τῷ ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ, δηλονότι ἔνδον καρδίας ἐνυποστάτως ὑπερφυῶς ἐμπεπλησμένων τοῦ θειοτάτου φωτισμοῦ τὴς χάριτος· ταύτην καὶ ὁ Ἅγιος Ἰσαάκ, μνήμην ἀσφράγιστον ἀποκαλεῖ, ἦτοι ἀσχημάτιστον, ἀνείδεον, καὶ ἁπλῆν· καὶ ἄλλοι ἄλλως τῶν Ἁγίων Πατέρων.
Περὶ τῶν τῆς ψυχῆς πέντε δυνάμεων· ὁμοίως δὲ καὶ περὶ φαντασιῶν οἰκείων τῆς ψυχῆς καὶ τοῦ νοῦ· καὶ ὅτι δεῖ ὁλικῶς φεύγειν τὴν φαντασίαν, καὶ τοὺς σχηματισμούς, καὶ τὰς ἐκτυπώσεις, καὶ τὰς μορφώσεις ἐν τῇ καθαρᾷ προσευχῇ, καὶ τῇ ἁπλῇ καὶ ἑνιαίᾳ τοῦ νοῦ ἐργασίᾳ.
Ἀλλ᾽ ἐπειδή περ, ὡς δεδήλωται, οὐ μόνον παρὰ δαιμόνων, ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ ἀφ᾽ ἑαυτῆς φυσικῶς ἔχει τὸ φαντάζεσθαι, διὰ τὸ πέντε δυνάμεις κεκτῆσθαι, ἤτοι νοῦν, διάνοιαν, δόξαν, φαντασίαν καὶ αἴσθησιν· ὥσπερ ἄρα καὶ τὸ σῶμα τὰς πέντε αἰσθήσεις, ὅρασιν, ὅσφρησιν, ἀκοήν, γεῦσιν καὶ ἀφήν· μία δέ ἐστιν ὡς ἔφημεν τῶν τῆς ψυχῆς δυνάμεων καὶ ἡ φαντασία, δι᾽ ἧς ἡ ψυχὴ καὶ φαντάζεται, χρὴ ταύτην καλῶς τὰ καθ᾽ ἑαυτὴν ἐθέλουσαν οἰκονομεῖν καὶ διευκρινεῖν, τὰς μάλιστα συναπτούσας αὐτὴν τῷ Θεῷ δυνάμεις αὐτῆς, ἔν τε τῷ παρόντι αἰῶνι, ἔν τε τῷ μέλλοντι, ἀναπτεροῦν καὶ πρὸς Θεὸν ἀνάγειν ὁλικῶς ἐπείγεσθαι· περὶ δέγε τῶν λοιπῶν κατὰ τὸ προσῆκον φροντίζειν καὶ κεχρῆσθαι καὶ ποιεῖν· ζητητέον τοίνυν οἷα περὶ τούτων οἱ Πατέρες φασί, καὶ τὸ εἰκὸς ἀποσώζει· καὶ λέγει ὁ Ἅγιος Μάξιμος· «ἐπειδὴ ἡ ψυχὴ δι᾽ ἑαυτήν, ἤτοι τὴν αὑτῆς οὐσίαν, ἐστὶ λογική τε καὶ νοερὰ καὶ αὐθυπόστατος πάντως ἐστίν· εἰ δὲ αὐθυπόστατος δι᾽ ἑαυτὴν φύσει καὶ καθ᾽ ἑαυτὴν καὶ μετὰ σώματος ἐνεργήσει, νοοῦσα κατὰ φύσιν καὶ λογιζομένη καὶ οὐδέποτε παυομένη τῶν φυσικῶς αὐτῇ προσουσῶν νοερῶν δυνάμεων· τὰ γὰρ φύσει τῷ ὁπωσοῦν ὄντι προσόντα, ἕως ἐστὶ καὶ ὑφέστηκεν, ἀναφαίρετα τυγχάνει· ἡ ψυχὴ οὖν, ἀεί τε οὖσα ἀφ᾽ οὖ γέγονε καὶ ὑφισταμένη διὰ τὸν οὕτως αὐτὴν δημιουργήσαντα Θεόν, ἀεὶ νοεῖ καὶ λογίζεται καὶ γινώσκει· καὶ καθ᾽ ἑαυτὴν καὶ μετὰ σώματος δι᾽ ἑαυτὴν καὶ τὴν ἑαυτῆς φύσιν· οὐδεὶς οὖν εὑρεθήσεται λόγος, ὁ τὴν ψυχὴν τῶν προσόντων αὐτῇ φυσικῶς καὶ οὐ διὰ τὸ σῶμα μετὰ τὴν τούτου λύσιν, ἀλλοτριῶσαι δυνάμενος»· ἐπεὶ οὖν τὸν νοῦν καὶ τὴν διάνοιαν ἐπιγινωσκομέν τε καὶ παρὰ τῶν Ἁγίων μυσταγωγούμεθα καὶ κατὰ τὸν νῦν αἰῶνα καὶ κατὰ τὸν μέλλοντα περὶ Θεὸν κινεῖσθαι καὶ συνεργεῖν, τὰς δ᾽ ἄλλας δυνάμεις κατὰ τὸν παρόντα καὶ μόνον αἰῶνα ὡς ἰδίας αὐτῷ, δέον καὶ τὴν ψυχήν, οἵα ἔντεχνον κυβερνήτην, καὶ τὸ κῦρος τούτων φυσικῶς ἔχουσαν καὶ μὴ κατὰ τὸ παρὸν εἰρημένην μόνον διενεργεῖν, ἀλλὰ κατὰ τὸ μέλλον μάλιστα τὸν νοῦν καὶ τὴν διάνοιαν ὁλοτρόπως σπεύδειν ἀνατείνειν πρὸς τὸν Θεὸν, καὶ κινεῖν καὶ συνάπτειν ἐν τῷ τῆς καθαρᾶς προσευχῆς καὶ τῆς νοερᾶς καὶ ἑνιαίας καὶ ἁπλῆς ἐργασίας καιρῷ· τῆς δὲ φαντασίας τὸ καθόλου τοῦτον χωρίζειν καὶ τῶν ἄλλων δυνάμεων· κατὰ γὰρ τὸν Ἅγιον Νεῖλον, «κατάστασίς ἐστι προσευχῆς ἕξις ἀπαθής· ἔρωτι ἀκροτάτῳ, εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον καὶ πνευματικὸν νοῦν»· οὕτω καὶ γὰρ πράττουσα ἡ ψυχή, τὸ εἰκὸς αὐτῇ καὶ τίμιον ἀξίωμα ἔσεται διαφυλάττουσα.
Ἔτι περὶ νοός.
Ὡσαύτως δὲ δεῖ καὶ αὐτὸν τὸν νοῦν ὡς ἀμερῆ καὶ ἁπλῆν καὶ αὐτοτελῆ ὄντα οὐσίαν, καθαρὰν καὶ φωτοειδῆ, ἑαυτὸν τηρεῖν καὶ φυλάσσειν ἀμέτοχον καὶ μεμερισμένον ταύτης, ἦγουν τῆς φαντασίας· ὡς καὶ αὐτὸν ἀφ᾽ ἑαυτοῦ δύναμιν φυσικὴν κεκτημένον εἰς τοῦτο καὶ εἰς τὸ ἀσχέτως πρὸς ἑαυτὸν ἀναπολεῖν καὶ συστρέφεσθαι καὶ κινεῖσθαι· τοῦτο γάρ ἐστιν ἡ στάσις τοῦ νοῦ, ὃ παρὰ τῆς θείας αὐτῷ ἐγγίνεται χάριτος, κατὰ τὸν τῆς Κλίμακος λέγοντα· «τὸ στῆσαι τὸν νοῦν, μόνον τοῦ Ἁγίου Πνεύματος ἐστί»· κἂν γὰρ καὶ καθὸ δύναμις ὢν ὁ νοῦς τῆς ψυχῆς καὶ ὑπ᾽ αὐτῆς κινῆται καὶ ἄρχηταί πως, ἀλλ᾽ οὖν γε καὶ ὀφθαλμὸς αὐτῆς ἐστί τε καὶ ὀνομάζεται· καί γε· ἰδίαν τινὰ δύναμιν φυσικὴν ἁπλῆν καὶ αὐτοτελῆ, ὡς εἴπομεν, πλουτεῖ· διά τοι τοῦτο καὶ ὁπηνίκα κατὰ φύσιν σχετικῶς πρός τε τὴν ψυχὴν καὶ τὰς αὐτῆς δυνάμεις διατελεῖ διακείμενος, τότε δὴ καὶ δυνάμει νοῦς ἐστίν· ὅπερ καὶ ψυχικὸς ἄνθρωπος κέκληται· ὁπόταν δὲ τὴν ἰδίαν φυσικὴν καὶ ἁπλῆν οὐσιώδη ἀναλάβῃ ἀξίαν καὶ φαιδρότητα τὴν ἀμερῆ καὶ αὐτοτελῆ καὶ αὐτοδέσποτον· ἤγουν ἀπαλλαγὴ τῶν τε σωματικῶν καὶ ψυχικῶν φυσικῶν σχέσεων καὶ κινήσεων καὶ ἀπὸ τοῦ δυνάμει νοῦς εἶναι εἰς τὸ ἐνεργείᾳ νοῦς γενέσθαι ἀξιωθῇ, ἤτοι εἰς τὸν ὑπὲρ φύσιν καὶ πνευματικὸν προκόψῃ ἄνθρωπον, τότε δὴ ἀεὶ πρὸς ἑαυτὸν ἀκλινῶς ἐπανέρχεται, καὶ δι᾽ ἑαυτοῦ πρὸς τὴν τοῦ Θεοῦ ἔννοιαν ἀσχέτως ἀναβαίνει πάντη καὶ ἀπολύτως τὴν ἀδιαμόρφωτον καὶ ἀνείδεον καὶ ἁπλῆν, ὥς φησιν ὁ Μέγας Βασίλειος· «νοῦς μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν δι᾽ ἑαυτοῦ δὲ πρὸς τὴν τοῦ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· » καὶ οὕτω γοῦν καὶ τὸ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν αὐτοῦ ὁ νοῦς ἀναλαμβάνει καὶ ἀποσώζει, νοῦς ὢν· καὶ δι᾽ ἑαυτοῦ ἀμέσως νοερῶς τῷ θείῳ νῷ, δηλαδὴ τῷ Θεῷ, ἑνούμενός τε καὶ συγγινόμενος· αὕτη δέ ἐστιν ἡ ἐργασία ἡ κατὰ κύκλον κίνησις, δηλονότι ἡ πρὸς αὐτὸν τὸν νοῦν ἑαυτοῦ ἐπάνοδος καὶ στροφὴ καὶ ἕνωσις, καὶ ἡ δι᾽ ἑαυτοῦ πρὸς τὸν Θεόν, ἥτις καὶ μόνη τῳόντι πέφυκεν ἀπλανὴς καὶ ἄπταιστος, ὡς ἄσχετος οὖσα καὶ ἄμεσος καὶ ὑπὲρ νόησιν ἕνωσις καὶ ὑπὲρ ὅρασιν ὅρασις· καὶ λέγει ὁ Μέγας Διονύσιος· «ψυχῆς κίνησίς ἐστι, κυκλικὴ μέν, ἡ εἰς ἑαυτὴν εἴσοδος ἀπὸ τῶν ἔξω, καὶ τῶν νοερῶν αὐτῆς δυνάμεων ἡ ἑνοειδὴς συνέλιξις, ὥσπερ ἔν τινι κύκλῳ, τὸ ἀπλανὲς αὐτῇ δωρουμένη, καὶ ἀπὸ τῶν πολλῶν τῶν ἔξωθεν αὐτήν, ἐπιστρέφουσα, καὶ συνάγουσα πρῶτον εἰς ἑαυτὴν· εἶτα ὡς ἑνοειδῆ γενομένην, ἑνοῦσα ταῖς ἑνιαίως ἡνωμέναις δυνάμεσι· καὶ οὕτως ἐπὶ τὸ καλὸν καὶ ἀγαθὸν χειραγωγοῦσα, τὸ ὑπὲρ πάντα τὰ ὄντα, καὶ ἓν καὶ ταὐτόν, καὶ ἄναρχον, καὶ ἀτελεύτητον· ἑλικοειδῶς δὲ ψυχὴ κινεῖται, καθ᾽ ὅσον οἰκείως ἑαυτῇ τὰς θείας ἐλλάμπεται γνώσεις, οὺ νοερῶς καὶ ἑνιαίως, ἀλλὰ λογικῶς καὶ διεξοδικῶς· καὶ οἷον συμμίκτοις καὶ μεταβατικαῖς ἐνεργείαις· τὴν κατ᾽ εὐθείαν δέ, ὅταν οὐκ εἰς ἑαυτὴν εἰσιοῦσα, καὶ ἑνικῇ νοερότητι κινουμένη· τοῦτο γὰρ ὡς ἔφην ἐστὶ τὸ κατὰ κύκλον· ἀλλὰ πρὸς τὰ περὶ αὐτὴν προϊοῦσα· καὶ ἀπὸ τῶν ἔξωθεν, ὥς περ ἀποτείνων συμβόλων πεπρικιλμένων καὶ πεπληθυσμένων ἐπὶ τὰς ἁτλᾶς, καὶ ἡνωμένας ἀνάγηται θεωρίας· καὶ ὁ Ἅγιος Μάξιμος· τὴν ἄμεσον λαβὼν ἕνωσιν πρὸς τὸν Θεὸν ὁ νοῦς, τὴν τοῦ νοεῖν καὶ νοεῖσθαι κατὰ φύσιν παντελῶς δύναμιν ἔχει σχολάζουσαν· ὁπηνίκα γοῦν ταύτην λύσῃ, νοήσας τί τῶν μετὰ Θεὸν διεκρίθη, τεμὼν τὴν ὑπὲρ νόησιν ἕνωσιν, καθ᾽ ἣν ἕως ἐστὶ τῷ Θεῷ συνημμένος, ὡς ὑπὲρ φύσιν, καὶ τῇ μεθέξει Θεὸς γεγενημένος, καθάπερ ὅρος ἀκίνητον, ἑαυτοῦ τὸν τῆς φύσεως μετατίθησι νόμον· καὶ αὖθις, νοῦς καθαρός, τῇ περὶ τὴν αἰτίαν ἑνώσει σχέσιν ἔλαβεν ὑπὲρ νόησιν, καθ᾽ ἣν ἀποπαύσας τὴν πολυποίκιλον πρὸς τὰ μετὰ τὴν αἰτίαν αὐτοῦ φυσικὴν κίνησίν τε καὶ σχέσιν, μόνης ἀγνώστως ἀντέχεται κατὰ τὴν ἄφθεγκτον λῆξιν γεγενημένος, τῆς ὑπὲρ νόησιν παμμακαρίστου σιγῆς, ἣν δηλῶσαι παντελῶς οὐ δύναται λόγος, ἢ νόησις, ἀλλὰ μόνη κατὰ μέθεξιν ἡ πεῖρα, τῶν ἀξιωθέντων τῆς ὑπὲρ νόησιν ἀπολαύσεως· ἧς σημεῖόν ἐστιν εὔγνωστόν τε καὶ πᾶσι κατάδηλον, ἡ κατὰ διάθεσιν πρὸς τὸν αἰῶνα τοῦτον παντελὴς ἀναισθησία τῆς ψυχῆς καὶ διάστασις». Πρὸς τοῦτο τοίνυν μὴ συνεργούμενος ὁ νοῦς παρὰ τῆς ψυχῆς, ἥτοι τὸ πρὸς Θεὸν ἀεὶ κινεῖσθαι, μήτε ἀφ᾽ ἑαυτοῦ κατορθῶν καὶ διενεργῶν τὸ οἰκεῖον, ἤγουν, τὸ πρὸς ἑαυτὸν ἐπανέρχεσθαι, καὶ οὕτως ἀσχέτως εἰς τὴν περὶ Θεοῦ ἔννοιαν, ἀναβαίνειν· μᾶλλον δὲ μὴ παρ᾽ ἑκατέρων τοῦτο καρπούμενος, ἀλλὰ τῇ φαντασίᾳ ἑνούμενος, ἤδη λοιπὸν καὶ ποικίλλεται καὶ μακρὰν ἀπέχει τοῦ Θεοῦ.
Ἔτι περὶ καθαρᾶς προσευχῆς,
Καὶ λέγει ὁ Ἅγιος Νεῖλος. « Ἀγωνίζου στῆσαι τὸν νοῦν σου κατὰ τὸν καιρὸν τῆς προσευχῆς, κωφὸν καὶ ἄλαλον, καὶ οὕτω δυνήσῃ προσεύξασθαι· ἔτι· ἐγὼ τὸ ἐμὸν λέξω, ὃ καὶ νεωτέροις εἴρηκα· μακάριός ἐστιν ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο. Καὶ ὁ Ἅγιος Φιλόθεος· σπάνιόν ἐστιν εὑρεῖν τοὺς τῷ λογικῷ ἡσυχάζοντας· κἀκείνων μόνων ἐστίν, οἵ τινες τὴν θείαν χαρὰν καὶ παράκλησιν, διὰ τοῦδε τοῦ πράγματος ἐν ἑαυτοῖς ἔχειν διαπαντὸς μηχανῶνται· καὶ ὁ Μέγας δὲ Βασίλειος. Εὐχὴ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ· καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν, ὅταν μὴ φροντίσι γηίναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράσσηται, ἀλλὰ πάντα ἀποφεύγων ὃ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ».
Ὅτι ἄλλο ἀπάθεια νοός, καὶ ἕτερον προσευχὴ ἀληθής, ὃ καὶ μεῖζον.
Ἰστέον τοίνυν καὶ τοῦτο, ὡς εἴπερ καὶ κατὰ τὸν Ἅγιον Μάξιμον· «οὐ δύναται ὁ νοῦς ἐκ μόνης τῆς πράξεως ἀπαθὴς γενέσθαι, ἐὰν μὴ διαδέχωνται αὐτὸν πολλαὶ καὶ ποικίλαι θεωρίαι· ἀλλ᾽ οὖν πάλιν κατά γε τὸν θειότατον Νεῖλον, ἔνεστι καὶ ἀπαθῆ γεγενημένον, καὶ μὴ προσεύχεσθαι ἀληθῶς, ἀλλὰ ποικίλλεσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ»· φησὶ γὰρ οὗτος ὁ Πατὴρ περὶ τοῦ τοιούτου, οὕτω· «κἂν ὑπὲρ τὴν σωματικὴν θεωρίαν ὁ νοῦς γένηται, οὔπω τέλειον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοημάτων εἶναι γνώσει, καὶ ποικίλλεσθαι πρὸς αὐτήν. Ἔτι, οὐχ ὁ ἀπαθείας τετυχηκώς, ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασιν εἶναι, καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ. Ἔτι· οὐκ ἂν ὅτι μὴ ἐγχρονίζῃ ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατείληφε τόπον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν πραγμάτων, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν· ἄπερ εἰ καὶ ψιλὰ ῥήματά εἰσιν, ἀλλ᾽ ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι τὸν νοῦν, καὶ μακρὰν ἀπάγουσιν ἀπὸ Θεοῦ· λέγει δὲ καὶ ὁ τῆς Κλίμακος· ὧν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι Κυρίῳ κυρίως ἐνώπιοι ἐνωπίῳ λαλοῦσιν, ὡς οἱ πρὸς τὸ οὖς τοῦ Βασιλέως· ἐκ δὲ τούτων καὶ τῶν τοιούτων, δύναται ἀκριβῶς συνιδεῖν, τὴν τῶν ἑκατέρων πολιτειῶν διαφοράν, καὶ ἀσύγκριτον σύγκρισιν, τῆς κατὰ παραδοχὴν φαμὲν, καὶ τῆς κατ ἐπιβολήν· τῆς μὲν γὰρ ἔργον, μελέται καὶ πολλαί καὶ ποικίλαι θεωρίαι, τῆς δὲ ἐργασία, ἡ ἀληθὴς προσευχή· πρὸς δέ, καὶ ὅτι ἄλλο νοὸς ἀπάθεια, καὶ ἕτερον προσευχὴ ἀληθής». Ἔτι τε ὡς ὁ ἔχων τὴν ἀληθῆ προσευχὴν κατὰ τοὺς Ἁγίους, κατὰ πᾶσαν ἀνάγκην καὶ τὸν νοῦν ἀπαθῆ κεκτῆσθαι πέφυκεν· οὐ μὴν δέ, καὶ ὁ ἔχων μόνον τὸν νοῦν ἀπαθῆ, δεδύνηται κεκτῆσθαι καὶ τὴν ἀληθῆ προσευχήν, καὶ ταῦτα μὲν οὕτως· ὁ δὲ λόγος ἐπανερχέσθω πρὸς τὰ προκείμενα· ἐπεὶ οὖν οὐ μόνον παρὰ τὰ προειρημένα, ἀλλὰ καὶ αὐτὴ ἡ μνήμη τῶν ἀγαθῶν τε καὶ ἐναντίων, ἐκτυποῖν ἀθρόως τὸν νοῦν καὶ πρὸς φαντασίαν ἄγειν εἴωθε πως, δεῖ καὶ περὶ τούτου ὀλίγον διασημάναι.
Ἐτι περὶ φαντασιῶν, καὶ ἐκτυπωμάτων τοῦ νοῦ καὶ τῶν τῆς πλάνης καὶ τῆς ἀληθείας σημείων· τίνα τὰ τῆς πλάνης σημεῖα.
Ἡσυχάζων, καὶ μόνος βουλόμενος εἶναι μετὰ μόνου τοῦ Θεοῦ, μηδέποτε παραδέξῃ εἴτι δ᾽ ἂν ἴδῃς αἰσθητόν, ἢ νοερὸν, ἔσωθέν σου ἢ ἔξωθεν κἂν εἶδος δῆθεν Χριστοῦ ἢ Ἀγγέλου ἢ Ἁγίου μορφήν, ἢ φωτὸς ἐκτύπωμα, φανταζόμενον τῷ νοΐ ἀλλὰ μένου ἀπιστῶν καὶ βαρούμενος εἰς τοῦτο, κἂν ἀγαθὸν εἴη, πρὸ ἐρωτήσεως ὡς εἴπομεν τῶν ἐμπείρων· τοῦτο γὰρ ὡφελιμώτατον καὶ Θεῷ προσφιλέστατόν τε καὶ εὐαπόδεκτον. Ἔσο δὲ ἀεὶ τηρῶν σου τὸν νοῦν ἄχροον, ἀμόρφωτον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον, ἄποσον, καὶ μόνα τῆς προσευχῆς ῥήματα προσέχων καὶ μελετῶν καὶ διανοούμενος, ἔνδον τῆς καρδιακῆς κινήσεως, κατὰ τὸν τῆς Κλίμακος φάσκοντα. « Ἀρχὴ μὲν προσευχῆς προσβολαὶ μονολογίστως διωκόμεναι ἐκ προοιμίων αὐτῶν· μεσότης δὲ, τὸ ἐν τοῖς λεγομένοις καὶ μόνοις εἶναι τὴν διάνοιαν· τέλος δὲ ταύτης, ἁρπαγὴ πρὸς Κύριον· καὶ ὁ Ἅγιος δὲ Νεῖλος οὕτω φησίν, ἐστί μὲν προηγουμένη τῶν τελείων προσευχή, ἁρπαγή τις τοῦ νοῦ· καὶ τῶν κατ᾽ αἴσθησιν ἔκστασις ὁλοσχερής, στεναγμοῖς ἀλαλήτοις τοῦ πνεύματος ἐντυγχάνοντος τῷ Θεῷ, τῷ βλέποντι τὴν τῆς καρδίας διάθεσιν ἀναπτυσσομένην ὥσπερ ἐγγράμματον βιβλίον, καὶ τύποις ἀφθόγγοις τὸ ἑαυτῆς ἐμφανίζουσαν βούλημα· οὕτως ἕως τρίτου ἡρπάγη ὁ Παῦλος οὐρανοῦ, εἴτε ἐν σώματι ἦν, εἴτε ἐκτὸς τοῦ σώματος, ἀγνοῶν· οὕτως ὁ Πέτρος ἀνελθὼν ἐπὶ τὸ δῶμα τοῦ προσεύξασθαι, τὴν ὀπτασίαν τῆς ὀθόνης εἶδεν· ἡ δευτέρα δὲ μετὰ τὴν πρώτην ἐστὶ προσευχή, τὸ λέγειν τὰ ῥήματα, παρακολουθοῦντος τοῦ νοῦ μετὰ κατανύξεως· καὶ εἰδότες ᾧ προσάγει τὴν δέησιν· μεσολαβουμένη δε προσευχὴ καὶ πεφυρμένη φροντίσι σωματικαῖς τῆς τοῦ προσευχομένου ἀφέστηκε καταστάσεως»· μένων τοίνυν ἐν τούτοις, τᾶλλα μὴ παραδέχου ἕως καιροῦ εἰρήνης παθῶν καὶ ἐρωτήσεως, ὡς προλέλεκται, τῶν ἐμπείρων καὶ ταῦτα μὲν ἅπερ προείπομεν καὶ τὰ τούτοις παρόμοια, τὰ τῆς πλάνης διὰ βραχέος σήμαντρα· ὅρα δὲ καὶ τίνα τὰ τῆς ἀληθείας σημεῖα· τὰ δέ γε τῆς ἀληθείας καὶ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ Πνεύματος σημεῖα, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια καὶ τὰ ἑξῆς, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, καρποὺς ἀποκαλῶν αὐτὰ τοῦ θείου Πνεύματος· λέγει δὲ καὶ αὖθις· ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, ὧν ἅπαν τοὐναντίον ἡ πλάνη κέκτηται, «Λέγει δὲ καί τις τῶν θεοσόφων ἐρωτηθεὶς παρά τινος, οὕτω· περὶ σωτηρίας ἀπλανῆ τρίβον ὡς εἴρηκας ἀγαπητέ, πολλαί εἶσιν ὁδοὶ αἱ ἀπάγουσαι εἰς τὴν ζωὴν καὶ πολλαὶ αἱ πρὸς θάνατον· καὶ προϊών, ἔχεις μίαν ὁδὸν ἀπάγουσαν πρὸς ζωήν, τὴν τῶν ἐντολῶν Χριστοῦ τήρησιν· ἐπὶ ταύταις ταῖς ἐντολαῖς, εὑρήσεις πᾶσαν ἀρετῆς ἰδέαν, ἐξαιρέτως δὲ τὰ τρία ταῦτα, ταπείνωσιν, ἀγάπην καὶ ἔλεος· τούτων χωρίς, οὐδεὶς ὄψεται τὸν Κύριον· καὶ μετὰ βραχέα· ταῦτα τὰ τρία, ἀκαταμάχητα ὅπλα κατὰ τοῦ διαβόλου, ἅπερ ἡ Ἁγία Τριὰς ἡμῖν ἐδωρήσατο, ταπείνωσιν λέγω, ἀγάπην καὶ ἔλεος, εἰς ἅπερ οὐδὲ ἀντιβλέψαι δύναται πᾶς ὁ τῶν δαιμόνων ἐσμός, οὐκ ἔστι γὰρ παρὰ τούτοις ταπεινώσεως ἴχνος, οἵ γε διὰ τὴν ἔπαρσιν ἐζοφώθησαν καὶ πῦρ αὐτοῖς ἡτοιμάσθη αἰώνιον· ποῦ παρὰ τούτοις ἀγάπης, ἢ ἐλέους σκιά, οἱ πρὸς τὸ γένος τῶν ἀνθρώπων ἄσπονδον τὴν ἔχθραν ἐκτήσαντο, καὶ διηνεκῶς πολεμεῖν οὐ παύονται; τούτοις λοιπὸν τοῖς ὅπλοις θωρακισθῶμεν, ἅπερ ὁ περιφέρων, ἀνάλωτος τοῖς πολεμίοις καθέστηκε· καὶ μετ᾽ ὀλίγα· ταύτην τὴν τρίπλοκον σειράν, ἣν ἡ Ἁγία Τριὰς ἐξύφανε, καὶ συνέπλεξεν, ὁρῶμεν καὶ Τρία οὖσαν καὶ ἕν. Τρία μὲν τοῖς ὀνόμασιν, εἰ δὲ βούλει καὶ ταῖς ὑποστάσεσιν· ἓν δὲ τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι καὶ νεύσει, καὶ οἰκειότητι· περὶ τούτων εἴρηκεν ὁ δεσπότης, ὅτι ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν· καὶ ὁ ἠγαπημένος· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσί· καὶ μετά τινα τούτου ἕνεκα ψυχὴ ἡ ἀνακραθεῖσα Θεῷ διὰ βίου καθαρότητα, καὶ τῆς τῶν ἐντολῶν φυλακῆς, καὶ τῶν τριῶν τούτων ὅπλων, ἅπερ εἰσὶν αὐτὸς ὁ Θεός, τὸν Θεὸν αὐτὸν ἐνεδύσατο· καὶ γέγονε θέσει Θεός, διὰ ταπεινώσεως, ἐλέους τε καὶ ἀγάπης, καὶ τὴν ὑλικὴν δυάδα περάσας, καὶ ὑπεραναβὰς τὸ τοῦ νόμου κεφάλαιον, τὴν ἀγάπην λέγω, τῇ ὑπερουσίῳ καὶ ζωαρχικῇ Τριάδι συνήφθη, ἐντυγχάνων ἀμέσως, φωτὶ φῶς προσλαμβάνων, καὶ εὐφραινόμενος χαρὰν ἀδιάδοχον, καὶ αἰώνιον· ἀλλ᾽ ἀπόχρη καὶ περὶ τούτων».
εἰκὸς δὲ ὥσπερ ἄρα περὶ τῶν τῆς πλάνης καὶ τῆς ἀληθείας διεμνημονεύσαμεν ὡς ἀπὸ μέρους γνωρισμάτων, καὶ καρπῶν, ὅθεν καὶ ἐξ αὐτῶν, ἤτοι τῶν καρπῶν, κατὰ τὸν θεῖον Παῦλον, ἐπιγνωσόμεθά πως τοὺς ἐνεργουμένους, οἵου πνεύματος εἰσίν· οὕτω καὶ περὶ τῆς ἐξ ἑκατέρων παρακλήσεως, τῆς θείας φαμέν, καὶ ἀληθοῦς χάριτος, καὶ τῆς ἐπιπλάστου, καὶ ἐναντίας, ῥήσεσι πατρικαῖς δέον μικρόν τι διασημάναι· λέγει τοίνυν περὶ ταύτης οὕτως ὁ θεῖος Διάδοχος.
Περὶ παρακλήσεως θείας καὶ ἐπιπλάστου.
« Ὅταν ὁ νοῦς ἡμῶν ἄρξηται τῆς τοῦ Ἁγίου Πνεύματος αἰσθάνεσθαι παρακλήσεως, τότε καὶ ὁ σατανᾶς ἐν ἡδυφανεῖ τινὶ αἰσθήσει, ἐν ταῖς νυκτεριναῖς ἡσυχίαις, ὅτέ τις ὥσπερ εἰς ὕπνου τινὸς λεπτοτάτου ἔρχεται ῥοπήν, τὴν ψυχὴν παρακαλεῖ· ἐὰν οὖν ἐν θερμῇ λίαν μνήμῃ εὑρεθῇ κρατῶν ὁ νοῦς τὸ ὄνομα τὸ Ἁγιον τοῦ Κυρίου Ἰησοῦ, καὶ ὥσπερ ὅπλῳ κέχρηται κατὰ τῆς ἀπάτης, τῷ ἁγίῳ καὶ ἐνδόξῳ ἐκείνῳ ὀνόματι, ἀναχωρεῖ μὲν ὁ πλάνος τοῦ δόλου· εἰς πόλεμον δὲ λοιπὸν ἐνυπόστατον ἐξάπτεται τῆς ψυχῆς· ὅθεν ἐπιγινώσκων ὁ νοῦς τὴν ἀπάτην ἀκριβῶς τοῦ πονηροῦ, πλέον εἰς τὴν πεῖραν προκόπτει τῆς διακρίσεως· καὶ αὖθις, ἡ ἀγαθὴ παράκλησις, ἐγρηγορότος τοῦ σώματος γίνεται· ἢ καὶ εἰς ὕπνου τινὸς μέλλοντος ἔρχεσθαι ἔμφασιν, ὅτέ τις ἐν θερμῇ μνήμῃ τοῦ Θεοῦ, τῇ αὐτοῦ ὥσπερ κεκόλληται ἀγάπη· ἡ δὲ τῆς πλάνης εἰς λεπτόν τινα ἀεί, ὡς εἶπον, ὕπνον ἐλθόντος τοῦ ἀγωνιστοῦ, μετὰ μέσης μνήμης τοῦ Θεοῦ· ἡ μὲν γὰρ ὡς ἐκ Θεοῦ οὖσα, φανερῶς τὰς ψυχὰς τῶν τῆς εὐσεβείας ἀγωνιστῶν, ἐν ἐκχύσει πολλῇ τῆς ψυχῆς, παρακαλεῖν πρὸς τὴν ἀγάπην θέλει αὐτοῦ· ἡ δέ, ἐπειδὴ ἐν ἀνέμῳ τινι πλάνης ριπίζειν τὴν ψυχὴν εἴωθε, κλέπτειν διὰ τοῦ ὕπνου τοῦ σώματος τὴν πεῖραν τῆς αἰσθήσεως τοῦ ὑγιαίοντος νοῦ ἐπιχειρεῖ, ὅτε μάλιστα περὶ τὴν μνήμην τοῦ Θεοῦ χλιαρῶς ἔχει· ἐὰν οὖν εὑρεθῇ ὁ νοῦς, ὡς εἶπον, μεμνημένος προσεχῶς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, σκορπίζει μὲν τὴν αὖραν ἐκείνην τὴν ἡδυφανῆ τοῦ ἐχθροῦ, χαίρων δέ, εἰς τὸν κατ᾽ αὐτοῦ κινεῖται πόλεμον, ὡς ὅπλον ἔχων δεύτερον λοιπὸν δεξιὸν μετὰ τὴν χάριν, τὸ ἐκ τῆς πείρας καύχημα· καὶ πάλιν· ἐὰν ἀναμφιβόλῳ καὶ ἀφαντάστῳ κινήσει ἡ ψυχὴ πρός τὴν ἀγάπην ἐξάπτηται τοῦ Θεοῦ, ἕλκουσα ὥσπερ καὶ τὸ σῶμα εἰς τὸ βάθος τῆς ἀγάπης ἐκείνης τῆς ἀρρήτου, ἐγρηγοροῦντος, ἢ ᾧ εἴρηκα τρόπῳ, εἰς ὕπνον ἐρχομένου τοῦ ὑπὸ τῆς ἁγίας χάριτος ἐνεργουμένου, μηδὲν ἄλλο τότε ὅλως ἐννοοῦσα, ἢ τοῦτο μόνον εἰς ὅπερ κινεῖται, εἰδέναι δεῖ τοῦ Ἁγίου Πνεύματος εἶναι τὴν ἐνέργειαν· ἡδυνομένη γὰρ ὅλη ὑπ᾽ ἐκείνης τῆς ἀφράστου γλυκύτητος, οὐδὲν ἕτερον δύναται τότε ἐννοεῖν· ἐπειδή, ἀνενδότῳ τότε εὐφραίνεται χαρᾷ· ἐὰν δὲ ἀμφιβολίαν ὅλως, ἢ ῥυπαράν τινα ἔννοιαν ὁ νοῦς ἐν τῷ ἐνεργεῖσθαι συλλάβῃ, εἰ καὶ τῷ ἁγίῳ κέχρηται ὀνόματι πρὸς ἄμυναν τοῦ κακοῦ, καὶ οὐχὶ μᾶλλον πρὸς ἀγάπην μόνον τοῦ Θεοῦ, δεῖ νοεῖν ὅτι ἐκ τοῦ ἀπατεῶνος ἐστὶν ἐκείνη ἡ παράκλησις, χαρᾶς ἐμφάσει· ἡ δὲ χαρὰ ἐκείνη, ἄποιός ἐστι, καὶ ἀδιάθετος ὅλη· θέλοντος μοιχεύεσθαι τοῦ ἐχθροῦ τὴν ψυχήν· ὅταν γὰρ ἴδῃ τὸν νοῦν τῇ πείρᾳ τῆς αὐτοῦ αἰσθήσεως ἀκριβῶς καυχώμενον, τότε παρακλήσεσι τισίν, ὡς ἔφην, χρηστοφανέσι προσκαλεῖται τὴν ψυχήν· ἵνα διαφορουμένης αὐτῆς ὑπὸ τῆς χαύνης ἐκείνης καὶ καθύγρου ἡδύτητος, ἀγνώριστος αὐτῇ γένηται ἡ μίξις τοῦ δολίου· ἐκ τούτου οὖν γνωσόμεθα τὸ πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης· ἀδύνατον μέντοι, ἢ τῆς θείας χρηστότητος ἐν αἰσθήσει γεύσασθαί τινα, ἢ τῆς τῶν δαιμόνων πικρίας αἰσθητῶς πειρασθῆναι, εἰ μή τις ἑαυτὸν πληροφορήσει, τὴν μὲν χάριν, εἰς τὸ βάθος τοῦ νοῦ κατεσκηνωσκέναι, τὰ δὲ πονηρὰ πνεύματα, περὶ τὰ μέλη τῆς καρδίας ἐνδιατρίβειν· ὅπερ οὐδέ ποτε θέλουσι παρὰ ἀνθρώποις πιστευθῆναι οἱ δαίμονες· ἵνα μὴ ὁ νοῦς τοῦτο εἰδώς, ἀκριβῶς, τὴν μνήμην τοῦ Θεοῦ κατ᾽ αὐτῶν ὁπλίζηται· ἔχεις ἤδη καὶ περὶ τούτου τὸ ἱκανόν, καὶ ἀρκέσθητι· τὸ γὰρ πέρα Γαδείρων, οὐ περατόν, καί, μέλι εὑρών, ὁλίγον φάγε· ἵνα μὴ ἐμπλησθείς, ἐμέσῃς αὐτό».
Περὶ ἡδονῆς θείας, τῆς ἐκ τῆς καρδίας πηγαζομένης.
Μᾶλλον δὲ εὔκαιρον οἰκειοτέρως εἰπεῖν, τίς ἀναγγελεῖ γλυκύτητα μέλιτος, τοῖς μήπω γευσαμένοις; καὶ πολλῷ πλέον ἀσυγκρίτως, ἡδονὴν θείαν καὶ εὐφροσύνην ὑπερφυᾶ καὶ ζωήρρητον, τὴν ἐκ τῆς καρδιακῆς καθαρᾶς, καὶ ἀληθοῦς προσευχῆς πηγαζομένην, καὶ ἁλλομένην ἀείβλυτα; ὡς φησιν ὁ θεάνθρωπος Ἰησοῦς· «ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· καὶ αὖθις· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμὲ καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν, ὕδατος ζῶντος, τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, λέγει ὁ Ἐπιστήθιος, ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· καὶ ὁ Μέγας Παῦλος· ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὰς καρδίας ἡμῶν, κράζον Ἀββᾶ ὁ Πατήρ».
Ὅτι ἡ πνευματικὴ αὕτη ἡδονή, καὶ πολύσημός ἐστι, καὶ ἀνώνυμος.
Ἡτις ἡδονὴ πνευματικὴ ὑπερφυὴς καὶ ζωήρρυτος, καὶ ἐνυπόστατος ἔλλαμψις· ὑπὲρ φωτός τε γνόφος, καὶ κάλλος ἀμήχανον, καὶ ὀρεκτῶν τὸ ἀκρότατον· ἐποψία τε, καὶ θεοπτία, καὶ θέωσις προσείρηται μυστικῶς, ἀνέκφραστος μένουσα καὶ μετὰ τὸ φθαρῆναι ὁπωσδήποτε, καὶ ἄγνωστος μετὰ τὸ γνωσθῆναι, καὶ μετὰ τὸ διανοηθῆναι ἀνεπινόητος· καὶ λέγει ὁ Μέγας Διονύσιος· «κατὰ τοῦτον ἡμεῖς γενέσθαι τὸν ὑπέρφωτον εὐχόμεθα γνόφον, καὶ δι᾽ ἀβλεψίας, καὶ ἀγνωσίας, ἰδεῖν καὶ γνῶναι, τὸν ὑπὲρ θέαν καὶ γνῶσιν, αὐτὸ τὸ μὴ ἰδεῖν, μηδὲ γνῶναι· τοῦτο γάρ ἐστι τὸ ὄντως ἰδεῖν, καὶ γνῶναι· καὶ τὸν ὑπερούσιον ὑπερουσίως ὑμνῆσαι, διὰ τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως. Ἔτι, ὁ θεῖος γνόφος ἐστί, τὸ ἀπρόσιτον φῶς· ἐν ᾧ κατοικεῖν ὁ Θεὸς λέγεται· καὶ ἀοράτῳ γε ὄντι, διὰ τὴν ὑπερέχουσαν φανότητα· καὶ ἀπροσίτῳ τῷ αὐτῷ, δι᾽ ὑπερβολὴν ὑπερουσίου φωτοχυσίας· ἐν τούτῳ γίνεται πᾶς ὁ Θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν μηδὲ γινώσκειν, ἀληθῶς, ἐν τῷ ὑπὲρ ὅρασιν, καὶ γνῶσιν γιγνόμενος, τοῦτο αὐτὸ γινώσκων, ὅτι μετὰ πάντα ἐστὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά· καὶ ὁ Μέγας Βασίλειος· ἄρρητοι παντελῶς, καὶ ἀνεκδιήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι λόγος· οὐ δέχεται ἀκοή· κἂν ἑωσφόρου αὐγὰς εἴπῃς, κἂν σελήνης φαιδρότητα· κἂν ἡλίου φῶς, πάντα ἄτιμα πρὸς εἰκασίαν τῆς δόξης, καὶ πλέον ἀπολειπόμενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν, ἢ ὅσον βαθεῖα νύξ, καὶ στυγνὴ σκοτομήνη, μεσημβρίας καθαρωτάτης· τοῦτο τὸ κάλλος, σαρκίνοις μὲν ὀφθαλμοῖς, ἀθεώρητον· ψυχῇ δὲ μόνῃ, καὶ διανοίᾳ καταληπτόν· καὶ εἴπού τινα περιέλαμψε τῶν Ἁγίων, ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατέλιπεν· οἱ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωήν, ἔλεγον, οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη, καὶ ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξῳ, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ μου; καὶ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· καὶ νῦν ἀπολύεις τὸν δοῦλόν σου δέσποτα κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὡς δεσμωτήριον τὴν ἐνταῦθα ἡγούμενοι ζωήν· οἱ γε διὰ τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας τοῦ θείου κάλλους, εὐχὴν ἐποιοῦντο, πάσῃ τῇ αἰωνίῳ ζωῇ, συμπαρεκτείνεσθαι τὴν θεωρίαν τῆς λαμπρότητος τοῦ Κυρίου· καὶ ὁ Θεολόγος· οὖ ὁ φόβος, ἐντολῶν τήρησις· οὖ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους, καὶ οὐκ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα· οὖ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις δέ, πόθου πλήρωσις, τοῖς τῶν μεγίστων, ἢ τοῦ μεγίστου, ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις· καὶ ὁ Νύσσης θεῖος Γρηγόριος εἰ· ἀποκλύσειας δι᾽ ἐπιμελείας βίου, τὸν ἐπιπλασθέντα τῇ καρδίᾳ σου ῥύπον, ἀναλάμψει σοι τὸ θεοειδὲς κάλλος, ὥσπερ ἐπὶ τοῦ σιδήρου γίνεσθαι πέφυκεν· ὅταν γὰρ δι᾽ ἀκόνης τοῦ ἰοῦ γυμνωθείη, ὁ πρὸ ὁλίγου μέλας, αὐγάς τινας ἀφ᾽ ἑαυτοῦ πρὸς τὸν ἥλιον στίλβων καὶ λαμπηδόνας ἐκδίδωσιν· οὕτω καὶ ὁ ἔνδον ἄνθρωπος, ὃν καρδίαν ὀνομάζει ὁ Κύριος· ἐπειδὰν ἀποξύσηται τὸν ἱώδη ῥύπον, τὸν διὰ τοῦ πονηροῦ εὐρῶτος ἐπανθήσαντα τῇ μορφῇ, πάλιν ἀντιλήψεται τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα καὶ ἀγαθὸς ἔσται· τῷ γὰρ ἀγαθῷ, ὅμοιον ἀγαθὸν πάντως ἐπακολουθεῖ· καὶ ὁ Ἅγιος Νεῖλος· μακάριος ὁ καταλαβὼν τὴν ἄγνοιαν τὴν τῆς προσευχῆς ἀχώριστον· καὶ ὁ τῆς Κλίμακος, Ἄβυσσος μὲν πένθος, παράκλησιν ἐθεάσατο· καθαρότης δὲ καρδίας, ἐδέξατο ἔλλαμψιν· ἔλλαμψίς ἐστιν ἄρρητος ἐνέργεια, ὁρωμένη ἀοράτως, καὶ νοουμένη ἀγνώστως· διά τοι τοῦτο καὶ τρισόλβιοι, οἱ κατὰ τὴν πάλαι Μαρίαν, τὴν ἀγαθὴν ταύτην μερίδα καὶ πολιτείαν ἐκλεξάμενοι, τὴν πνευματικήν, καὶ ἀναφαίρετον, καὶ τοιαύτης εὐκληρίας θεοεικέλλου ἠξιωμένοι, ὥστε μετὰ πολλοῦ, καὶ ἐκστατικοῦ τοῦ γάννους, σὺν τῷ θείῳ Παύλῳ ἐξεῖναι αὐτοῖς ἀναφανδὸν ἐνθουσιᾶν ἅμα, καὶ βοᾶν, τὸ ὅτε ἡ χρηστότης, καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον, ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου· οὖ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου· καὶ πάλιν· χρίσας ἡμᾶς καὶ σφραγισάμενος, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος, εἰς τὰς καρδίας ἡμῶν, καὶ ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον, ἐν ὀστρακίνοις σκεύεσιν· ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἢ τοῦ Θεοῦ· καὶ μὴ ἐξ ἡμῶν»· κακεῖνοι μέν, οὕτω· γένοιτο δὲ καὶ ἡμῖν, ταῖς ἐκείνων πρὸς Κύριον θεοπειθέσι λιταῖς, ἀπὸ μέρους κατ᾽ ἐκείνους χρηματίσαι· ἐλέει, καὶ χάριτι.
Ἔτι δεῖ κατὰ πᾶσαν ἀνάγκην, πρᾷον εἶναι τὴν καρδίαν, τὸν βουλόμενον ἠκριβωμένως ἡσυχάσαι.
Σὲ δέ, ὦ τέκνον, τοῦτο νῦν κατὰ καιρὸν πρὸ τῶν ἄλλων, καὶ μετὰ τῶν ἄλλων δεῖ μαθεῖν, ὅτι ὥσπερ ὁ τοξεύειν μαθεῖν καλῶς ἐθέλων, οὐκ ἄνευ σημείων τὸ τόξον τείνει, οὕτως ὁ ἡσυχάσαι βουλόμενος μαθεῖν, τὸ ἀεὶ πρᾷος εἶναι τὴν καρδίαν, ὡς σημεῖον ἐχέτω· καὶ λέγει ὁ Ἅγιος Ἰσίδωρος· «οὐκ ἀρκεῖ πρὸς ἀρετήν, τὸ ἀσκεῖν· ἀλλὰ χρὴ καὶ μετριάζειν πρὸς τὸ ἀσκεῖν· εἰ γὰρ ἀγῶνα πρᾳότητος μετερχόμενοι, γνώμῃ τοῦτον ταραχώδει ἐγκόπτομεν, οὐδὲν ἕτερόν ἐστιν, ἢ θέλειν μὲν σωτηρίας τυχεῖν· μὴ θέλειν δὲ ποιεῖν τὰ πρὸς αὐτὴν συμβαλλόμενα· καὶ πρό γε τούτου, ὁ θειότατος Δαβίδ· ὁδηγήσει πρᾳεῖς ἐν κρίσει· διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ· καὶ ὁ Σειράχ· τοῖς πρᾳέσιν ἀποκαλύπτονται τὰ μυστήρια· καὶ ὁ γλυκύτατος δὲ Ἰησοῦς· μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· καί, ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾷον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; καί, μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· ἥτοι τὴν καρδίαν, καρποφοροῦσαν τῇ χάριτι, ἓν τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν», κατὰ τὴν τάξιν, ἀρχαρίων, μέσων, καὶ τελείων· μηδέποτε ἐν μηδενὶ ταράττων, ἢ ταραττόμενος, εἰ μήπω περὶ εὐσεβείας ὁ λόγος.
Ὅπως ἂν κατορθωθείη ἡμῖν ἡ πρᾳότης, καὶ περὶ τοῦ τῆς ψυχῆς τριμεροῦς: θυμικοῦ, ἐπιθυμητικοῦ καὶ λογιστικοῦ.
Τοῦτο δὲ εὐκόλως ἂν κατορθώσῃς, πάντα ἐκκλίνων ἅμα, καὶ πρὸς ἀγάπην τὴν ψυχὴν κινῶν, τὰ πλεῖστά τε σιωπῶν, ἐμμέτρως τε σιτούμενος, καὶ ἀεὶ προσευχόμενος ὡς εἴρηται τοῖς Πατράσιν· «ὅτι τὸ θυμικὸν τῆς ψυχῆς, ἀγάπη χαλίνωσον· καὶ τὸ ἐπιθυμητικὸν αὐτῆς, ἐγκρατείᾳ μάρανον· καὶ τὸ λογιστικὸν αὐτῆς, τῇ προσευχῇ πτέρωσον, καὶ τὸ φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταί ποτέ· καί, θυμοῦ μὲν χαλινός, ἡ εὔκαιρος σιωπή· ἀλόγου δὲ ἐπιθυμίας, ἢ ἔμμετρος ἐδωδή· δυσκαθέκτου δὲ λογισμοῦ, ἡ μονολόγιστος προσευχή· καὶ αὖθις· τρεῖς εἰσιν ἀρεταί, αἵτινες χορηγοῦσι φῶς τῷ νῷ διὰ παντός· τὸ μὴ εἰδέναι πονηρίαν ἀνθρώπου τινός· τὸ ὑποφέρειν τὰ ἐπερχόμενα ἀταράχως, καὶ τὸ ἀγαθοποιῆσαι τοὺς κακοποιοῦντας· αἱ τρεῖς αὖται ἀρεταί, γεννῶσιν ἄλλας τρεῖς· ἀρετὰς μείζονας αὐτῶν· τὸ μὴ εἰδέναι πονηρίαν ἀνθρώπου, γεννᾷ τὴν ἀγάπην· καὶ τὸ ἐπενεγκεῖν τὰ ἐπερχόμενα ἀταράχως, γεννᾷ τὴν πρᾳότητα· καὶ τὸ ἀγαθοποιῆσαι τοῦς κακοποινοῦντας, κτᾶται τὴν εἰρήνην· καὶ πάλιν· τρεῖς εἰσιν ἠθικαὶ καταστάσεις, γενικώτεραι ἐν τοῖς Μοναχοῖς, καὶ πρώτη μέν ἐστι τὸ μηδὲν ἁμαρτάνειν κατ᾽ ἐνέργειαν· δευτέρα δέ, τὸ μὴ ἐγχρονίζειν ἐν τῇ ψυχῇ τοὺς ἐμπαθεῖς λογισμούς, καὶ τρίτη, τὸ τὰς μορφὰς τῶν γυναικῶν, καὶ τῶν λυπησάντων, ἀπαθῶς θεωρεῖν κατὰ διάνοιαν».
Ὅτι ταχέως δεῖ μετανοεῖν ἐν ταῖς κατὰ σύμβασιν ἐκτροπαῖς, καὶ οὕτως εἰς τὸ ἑξῆς σοφῶς ἀσφαλίζεσθαι·
Εἰ δέ τι συμβαίῃ ποτὲ διαταραχθῆναί σε, ἢ ἔν τινι ὁλισθῆσαι συμπτώματι, καὶ τοῦ προσήκοντος διαμαρτεῖν, εὐθέως δεῖ διαλλάττεσθαι πρὸς τὸν λελυπηκότα, ἢ καὶ λυπηθέντα· καὶ μετανοεῖν ἐκ ψυχῆς· πενθεῖν τε καὶ δακρύειν, καὶ ἑαυτοῦ καταμέμφεσθαι· καὶ οὕτως εἰς τὸ ἑξῆς προσέχειν, καὶ ἀσφαλίζεσθαι πάνυ σοφῶς, ὡς διδάσκει ὁ Κύριος Ἰησοῦς· «ὅτι ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τί κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ τότε ἐλθών, πρόσφερε τὸ δῶρόν σου· καὶ ὁ Ἀπόστολος Παῦλος· πᾶσα πικρία καὶ θυμός καὶ ὀργή καὶ κραυγή καὶ βλασφημία, ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν. Καί, ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· καί, ὁ Ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· καί, μὴ ἐκδικοῦντες ἑαυτοὺς ἀγαπητοί ἀλλὰ διδόντες τόπον τῇ ὀργῇ· καί, μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν· καὶ τοῦτο μὲν εἴρηται περὶ τῆς πρὸς ἀλλήλους διαλλαγῆς.
Περὶ ὁλίσθου καὶ μετανοίας
Περὶ δέ γε ὁλίσθου, φησὶν ὁ Ἅγιος Ἰσαάκ· οὐχ ὅταν ὀλισθήσωμεν ἔν τινι, τότε λυπηθῶμεν· ἀλλ᾽ ὅταν ἐμμείνωμεν ἐν αὐτῷ· τὸ γὰρ ὁλίσθημα, συμβαίνει πολλάκις καὶ τοῖς τελείοις· τὸ δὲ ἐμμεῖναι ἐν αὐτῷ, νέκρωσίς ἐστι τελεία· ἡ λύπη δέ, ἣν λυπούμεθα ὑπὲρ τῶν ἰδίων ὁλισθημάτων, εἰς τόπον ἐργασίας καθαρᾶς λογίζεται ἡμῖν ἐκ τῆς χάριτος· ὁ ἐν ἐλπίδι μετανοίας ὁλισθαίνων ἐκ δευτέρου, οὗτος μετὰ πανουργίας πορεύεται μετὰ τοῦ Θεοῦ· τούτῳ ἀγνώστως ἐπιπίπτει ὁ θάνατος· καὶ οὐ φθάνει τὸν καιρὸν τῆς ἐλπίδος αὐτοῦ, τὰ ἔργα τῆς ἀρετῆς πληρῶσαι· ἔτι, δεῖ φησὶ γινώσκειν ἡμᾶς ἐν πάσῃ ὥρᾳ, ὅτι ἐν ταύταις ταῖς εἰκοσιτέσσαρσιν ὥραις τῆς νυκτὸς καὶ τῆς ἡμέρας, τῆς μετανοίας χρῄζομεν· νόησις δὲ τοῦ ὀνόματος τῆς μετανοίας καθὼς ἐκ τοῦ ἀληθινοῦ τρόπου τῶν πραγμάτων ἐγνώκαμεν, τοῦτό ἐστι δέησις ἐκτενὴς ἐν πάσῃ ὥρᾳ, ἐν εὐχῇ πεπληρωμένῃ κατανύξεως, προσεγγίζουσα τῷ Θεῷ, ὑπὲρ ἀφέσεως τῶν παρελθόντων· καὶ λύπη, ὑπὲρ τῆς τῶν μελλόντων φυλακῆς· καὶ αὖθις· χάρις μετὰ χάριν, ἡ μετάνοια ἐδόθη τοῖς ἀνθρώποις· μετάνοια γάρ ἐστιν, ἀναγέννησις δευτέρα ἐκ Θεοῦ, καὶ ὅνπερ ἐκ τῆς πίστεως ἀρραβῶνα ἐδεξάμεθα, διὰ μετανοίας τὸ χάρισμα αὐτοῦ ἐκδεχόμεθα· μετάνοιά ἐστιν, ἡ θύρα τοῦ ἐλέους, ἡ ἀνεωγμένη τοῖς διώκουσιν αὐτήν· διὰ τῆς θύρας ταύτης, εἰσερχόμεθα πρὸς τὸ θεῖον ἔλεος, καὶ ἐκτὸς ταύτης τῆς εἰσόδου, οὐχ εὑρήσομεν ἔλεος· διότι πάντες ἥμαρτον, κατὰ τὴν θείαν γραφήν, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· ἡ μετάνοιά ἐστιν, ἡ χάρις δευτέρα, καὶ τίκτεται ἐν τῇ καρδίᾳ, ἐκ τῆς πίστεως, καὶ τοῦ φόβου· ὁ φόβος δέ ἐστι ῥάβδος πατρική, ἡ κυβερνῶσα ἡμᾶς, ἕως ἄν, φθάσωμεν εἰς τὸν Παράδεισον τὸν Πνευματικόν· καὶ ὅταν φθάσωμεν ἐκεῖσε, ἀφίησιν ἡμᾶς, καὶ στρέφεται. Παράδεισός ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἐν ᾗ ἡ τρυφὴ πάντων τῶν μακαρισμῶν· καὶ αὖθις· ὥσπερ οὐ δυνατόν ἐστι περάσαι τὴν θάλασσαν τὴν μεγάλην, χωρὶς πλοίου καὶ καράβου, οὕτως οὐ δύναταί τις χωρὶς φόβου περάσαι πρὸς τὴν ἀγάπην, τὴν θάλασσαν τὴν ὁζομένην, τὴν τεθεῖσαν μεταξὺ ἡμῶν, καὶ τοῦ νοητοῦ Παραδείσου, διὰ καράβου τῆς μετανοίας παρελθεῖν δυνάμεθα· τῆς ἐχούσης τοὺς κωπηλάτας τοῦ φόβου· ἐὰν δὲ οἱ κωπηλᾶται οὗτοι τοῦ φόβου, οὐ κυβερνῶσι τὸ πλοῖον τοῦτο τῆς μετανοίας, δι᾽ ἧς διερχόμεθα τὴν θάλασσαν τοῦ κόσμου τούτου πρὸς τὸν Θεόν, καταποντιζόμεθα ἐν τῇ ὀζομένῃ θαλάσσῃ».
Ἔτι περὶ μετανοίας, φόβου, ἀγάπης, πένθους, δακρύων, καὶ αὐτομεμψίας.
«Μετάνοιά ἐστι, τὸ πλοῖον· ὁ φόβος ὁ κυβερνήτης αὐτοῦ· ἡ ἀγάπη, ὁ λιμὴν ὁ θεϊκός· καθίζει οὖν ἡμᾶς ὁ φόβος ἐν τῷ πλοίῳ τῆς μετανοίας, καὶ διαβιβάζει ἡμᾶς τὴν θάλασσαν τοῦ βίου τὴν ὀζομένην, καὶ πρὸς τὸν λιμένα τὸν θεῖον, ὅς ἐστιν ἡ ἀγάπη, ὁδηγεῖ ἡμᾶς, εἰς ὃν περῶσι πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ἐν τῇ μετανοίᾳ· καὶ ὅτε φθάσομεν τήν ἀγάπην, ἐφθάσαμεν εἰς τὸν Θεόν· καὶ ἡ ὁδὸς ἡμῶν, ἐτελειώθη, καὶ διέβημεν πρὸς τὴν νῆσον τὴν ἐκεῖθεν τοῦ κόσμου οὖσαν, ὅπου ὁ Πατήρ καὶ ὁ Υἱός καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· περὶ δὲ πένθους τοῦ κατὰ Θεόν, οὕτω φησὶν ὁ Σωτήρ· μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται· ἔτι περὶ δακρύων, ὁ αὐτὸς γράφει ὅσιος Ἰσαάκ· τὰ δάκρυα τὰ ἐν τῇ εὐχῇ, σημεῖόν ἐστι τοῦ ἐλέους τοῦ Θεοῦ, οὗπερ ἠξιώθη ἡ ψυχή, ἐν τῇ ἑαυτῆς μετανοίᾳ· καὶ ὅτι προσεδέχθη, καὶ ἤρξατο εἰσέρχεσθαι εἰς τὴν πεδιάδα τῆς καθαρότητος ἐν τοῖς δάκρυσιν· ἐὰν γὰρ μὴ ἀρθῶσιν οἱ λογισμοὶ τῶν παρερχομένων, καὶ ῥίψωσιν ἐξ ἑαυτῶν τὴν ἐλπίδα τοῦ κόσμου, καὶ κινηθῇ ἐξ αὐτῶν ἡ καταφρόνησις αὐτοῦ καὶ ἄρξωνται ἀγαθὰ ἐφόδια τῆς ἐξόδου αὐτῶν παρασκευάζειν, καὶ ἄρξωνται ἐν τῇ ψυχῇ λογισμοὶ κινεῖσθαι τινῶν ὄντων ἐκεῖσε, οὐ δύνανται οἱ ὀφθαλμοὶ δακρύειν· τὰ δάκρυα γάρ, ἐκ τῆς ἀκραιφνοῦς ἀδολεσχίας καὶ ἀμετεωρίστου, τῶν λογισμῶν τε τῶν πολλῶν, συνεχῶν, καὶ ἀκλινῶς γινομένων, καὶ ἐκ μνήμης τινὸς λεπτοῦ γινομένου ἐν τῇ διανοίᾳ, καὶ λυποῦντος τὴν καρδίαν ἐκ τῆς μνήμης αὐτοῦ, καὶ ἐκ τούτων τὰ δάκρυα πληθύνονται, καὶ ἐπὶ πλέον αὐξάνονται· καὶ ὁ τῆς Κλίμακος· ὥσπερ τὸ πῦρ ἀναιρετικὸν καλάμης, οὕτω τὸ δάκρυον τὸ ἁγνόν, παντὸς ῥύπου φαινομένου, καὶ νοουμένου· ἔτι· τὰ τῆς ἡμετέρας ἀναλύσεως καθαρά, καὶ ἄδολα, ἑαυτοῖς περιποιησώμεθα δάκρυα, οὐ γάρ ἐστιν ἐν αὐτοῖς κλοπή, ἢ οἴησις· κάθαρσις δὲ μᾶλλον, καὶ ἀγάπης τῆς εἰς Θεὸν προκοπή, καὶ ἁμαρτίας ἔκπλυσις, καὶ ἀπάθεια· ἔτι· μὴ πίστευε ταῖς πηγαῖς πρὸ τελείας καθάρσεως· οὐ γὰρ ἔχει πίστιν οἶνος εὐθέως ἐκ τῶν ληνῶν ἐγκλειόμενος, ἔτι· τὰ μὲν ἐκ φόβου δάκρυα, αὐτὰ ἐν ἑαυτοῖς τήν φυλακὴν κέκτηνται· τὰ δὲ τῆς ἀγάπης, πρὸ τῆς τελείας ἀγάπης, ἴσως εὐσύλητα ἐν τισι καθεστήκασιν, εἰ μήπουγε τὸ ἀείμνηστον πῦρ ἐν τῷ καιρῷ τῆς ἐνεργείας, πάνυ τὴν καρδίαν ἐξάψειε· καὶ θαυμαστόν, πῶς τὸ ταπεινότερον, ἀσφαλέστερόν ἐστιν καιρῷ αὐτοῦ· ἔτι· δάκρυον ἐξόδου, ἀπέτεκε φόβον· φόβου δὲ τεκόντος ἀφοβίαν, ἐπεφάνη χαρά· χαρᾶς δὲ ἀκαταλήπτου ληξάσης, τῆς ὁσίας ἀγάπης τὸ ἄνθος ἀνέτειλε· περὶ μέντοι αὐτομεμψίας, φησὶν ὁ Μέγας Ἀντώνιος· αὕτη ἐστὶν ἡ μεγάλη ἐργασία τοῦ ἀνθρώπου, ἵνα τὸ σφάλμα αὐτοῦ ἐπάνω ἑαυτοῦ βάλλῃ ἐνώπιον τοῦ Θεοῦ, καὶ προσδοκήσῃ πειρασμόν, ἕως ἐσχάτης ἀναπνοῆς· καὶ ἕτερος Πατὴρ Ἅγιος ἐρωτηθείς, τί πλέον εὗρες Πάτερ ἐν τῇ ὁδῷ τούτῃ; ἀποκριθεὶς εἶπε, τό, ἐν παντὶ ἑαυτὸν μέμφεσθαι· ὅπερ καὶ ὁ ἐρωτήσας ἐπήνεσε· καὶ λέγει αὐτῷ, ἄλλη ὁδὸς οὐκ ἔστι πλὴν ταύτης· καὶ ὁ ἀββᾶς Ποιμήν· μετὰ στεναγμοῦ πᾶσαι αἱ ἀρεταί, εἰς τὸν κόσμον τοῦτον εἰσῆλθον· ἔπαρον μίαν ἀρετήν, καὶ ἐκτὸς αὐτῆς, κόπῳ ἵσταται ὁ ἄνθρωπος· καὶ ἠρώτησαν αὐτόν, ποία ἐστιν αὕτη; καὶ λέγει, ἵνα ὁ ἄνθρωπος διαπαντὸς μέμφηται ἑαυτόν. Εἶπε πάλιν· ὁ ἑαυτὸν μεμφόμενος, εἴτι δ᾽ ἂν συμβῇ αὐτῷ, εἴτε ζημία, εἴτε ἀτιμία, εἴτε οἱαδήποτε θλίψις, προλαβὼν ἔχει ἑαυτὸν ἄξιον, καὶ οὐδέποτε ταράσσεται».
Περὶ προσοχῆς, καὶ νοῦ σοφῶς ἀσφαλίζεσθαι.
Ὁμοίως δὲ περὶ προσοχῆς καὶ ἀσφαλείας, γράφει ὁ θεσπέσιος Παῦλος· βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι· καὶ ὁ Ἅγιος Ἰσαάκ· ὦ σοφία, πόσον θαυμαστὴ ὑπάρχεις, καὶ πῶς προβλέπεις τὰ πάντα πόρρωθεν, μακάριος ὁ εὑρών σε· ἐκ γὰρ τῆς ραθυμίας τῆς νεότητος ἠλευθέρωται· εἴτις ἐμπορεύεται διὰ μικρᾶς ἐμπορεύσεως, ἤτοι περιποιήσεως, τὴν ἰατρείαν τῶν μεγάλων παθῶν, καλῶς ποιεῖ· τοῦτο γάρ ἐστι φιλοσοφία, ἵνα τίς καὶ ἐν τοῖς ἐλαχίστοις, καὶ μικροῖς τοῖς γινομένοις παρ᾽ αὐτοῦ, ἀεὶ νήφῃ· ἀναπαύσεις γὰρ μεγάλας θησαυρίζει ἑαυτῷ καὶ οὐχ ὑπνοῖ· ἵνα μὴ συμβῇ αὐτῷ τί ἐναντίον, ἀλλὰ τὰς αἰτίας κόπτει πρὸ καιροῦ· καὶ διὰ τῶν ἐλαχίστων πραγμάτων ὑποφέρει τὴν μικρὰν λύπην, ἐξαφανίζων δι᾽ αὐτῆς τὴν μεγάλην καὶ προϊὼν· διὸ καὶ λέγει ὁ σοφός, γενοῦ ἐγρήγορος καὶ νηφάλιος ὑπὲρ τῆς ζωῆς σου· συγγενὴς γάρ ἐστιν ὁ ὕπνος τῆς διανοίας, καὶ εἰκὼν τοῦ ἀληθινοῦ ἀθανάτου· λέγει δὲ καὶ ὁ Ἱεροφάντης Βασίλειος· ὅς τις εἰς τὰ μικρὰ ἑαυτοῦ ὀκνηρός ἐστι, μὴ πιστεύσῃς αὐτῷ εἰς τὰ μεγάλα διαπρέψαι.
Ὅτι εἰς πάντα δεῖ σπουδάζειν τὰ εἰρημένα πρὸ δὲ πάντων, ὥστε εἶναι ἥσυχόν τε, καὶ πρᾷον καὶ καθαρῶς σπεύδειν ἐπικαλεῖσθαι τὸν Κύριον Ἰησοῦν Χριστόν, ἔνδον καρδίας τὸν ἡσυχάζοντα.
Διὰ δὴ ταῦτα, περὶ πάντα μὲν σπούδαζε τὰ εἰρημένα· πρὸ δὲ πάντων, ἵνα ἡσύχως, καὶ πρᾴως, καὶ μετὰ καθαροῦ τοῦ συνειδότος, τὸν Κύριον Ἰησοῦν Χριστὸν ἔνδον βάθους καρδίας ἐπικαλῇ, καθάπερ ἔφημεν· οὕτω γὰρ τὴν αὐτοῦ θείαν χάριν ὁδῷ προβαίνων. ἀναπαυομένην ἔχεις ψυχήν· λέγει καὶ γὰρ ὁ τῆς Κλίμακος· «μηδεὶς ὑπὸ θυμοῦ, καὶ οἰήσεως, ὑποκρίσεώς τε, καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμήσει ποτέ, μήπως ἔκστασιν ἐντεῦθεν κερδήσῃ· εἰδέ τις τούτων καθαρός, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, εἰμι δὲ οὐδὲ αὐτός». Καὶ γοῦν οὐ μόνον ἀναπαυομένην ἕξεις τὴν χάριν τῇ σῇ ψυχῇ, ἀλλὰ καὶ ἀναπαύουσαν τὴν ψυχὴν τελείως ἐκ τῶν πρώην ὀχλούντων αὐτῇ δαιμόνων τε καὶ παθῶν· εἰ γὰρ καὶ ἐνοχλοῦσιν αὖθις ἀλλ᾽ οὐκ ἐνεργοῦσιν, ὅτι μὴ πρόσκειται αὐτοῖς, μηδέ ποθεῖ τῶν ἐκ τούτων ἡδονήν.
Περὶ καλοῦ, καὶ ἐκστατικοῦ ἔρωτος καὶ θείου κάλλους.
Ὅλος γὰρ ὁ πόθος τοῦ τοιούτου καὶ ὁ ἐγκάρδιος καὶ ἐκστατικὸς ἔρως καὶ ἡ ὁλικὴ αὐτοῦ διάθεσις πρὸς τὸ ὑπέρκαλλον κάλλος ὁρᾷ, καὶ μακαριώτατον, ὃ καὶ ἐφετῶν τοῖς πατράσιν εἴρηται τὸ ἀκρότατον· «καί φησιν ὁ Μέγας Βασίλειος· ὅταν ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν κατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος, καὶ πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου καταξαίνοντες, τέρπουσι μᾶλλον ἢ πλήττουσι· καὶ αὖθις· τί τοῦ θείου κάλλους θαυμασιώτερον; τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; ποῖος πόθος ψυχῆς, οὕτω δριμὺς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγινόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ καὶ ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ, τετρωμένη ἀγάπης ἐγώ εἰμι»;
Περὶ πολέμου καὶ παιδευτικῆς παραχωρήσεως, καὶ τῆς κατὰ ἀποστροφὴν ἐγκαταλείψεως·
Πολεμεῖται δὲ λοιπόν, κατὰ παραχώρησιν παιδευτικήν, οὐ κατὰ ἀποστροφὴν ἐγκαταλήψεως· διὰ τί; ἵνα μὴ ὑψωθῇ ὁ νοῦς αὐτοῦ, δι᾽ ὅπερ εὖρεν ἀγαθόν· ἀλλὰ πολεμοῦντος τε, καὶ παιδευόμενος, προσλαμβάνει ταπείνωσιν ἀεί, δι᾽ ἧς μόνης, οὐ μόνον νικᾶ τοὺς ὑπερηφάνως πολεμοῦντας αὐτόν· ἀλλὰ καὶ δωρεῶν μειζόνων διηνεκῶς ἀξιοῦται, προκόπτων ὅσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει σειραῖς ἀφύκτοις καὶ βάρει σαρκὸς πεπεδημένος τε καὶ πιεζόμενος, καὶ χωρῶν πρὸς τὴν κατὰ Χριστὸν τελειότητα καὶ ἀπάθειαν· καὶ λέγει ὁ Ἅγιος Διάδοχος· «ὁ Κύριος αὐτὸς λέγει, τὸν σατανᾶν ὡς ἀστρατὴν ἐκ τῶν οὐρανῶν πεπτωκέναι, ἵνα μὴ ἀφορᾷ εἰς τὰ τῶν Ἁγίων Ἀγγέλων ὁ δυσειδὴς ἐνδιαιτήματα· πῶς οὖν ὁ τῆς τῶν καλῶν δούλων κοινωνίας μὴ καταξιούμενος, κοινὸν δύναται ἔχειν οἰκητήριον μετὰ τοῦ Θεοῦ, τὸν ἀνθρώπινον νοῦν; ἀλλ᾽ ἐροῦσιν, ὅτι κατὰ παραχώρησιν τοῦτο γίνεται, καὶ πλέον οὐδὲν λέξουσιν· ἡ μὲν γὰρ παιδευτικὴ παραχώρησις, οὐδαμῶς τὴν ψυχὴν τοῦ θείου φωτὸς ἀποστερεῖ· κρύπτει δὲ μόνον ὡς καὶ ἤδη εἶπον ταπολλα τὸν νοῦν τὴν ἑαυτῆς παρουσίαν ἡ χάρις, ἵνα προωθοῖτο, ὥσπερ τὴν ψυχὴν τῇ πικρίᾳ τῶν δαιμόνων, διὰ τὸ μετὰ παντὸς φόβου, καὶ πολλῆς ταπεινώσεως ἐκζητεῖν αὐτήν, τὴν ἐκ Θεοῦ βοήθειαν, τὴν τοῦ ἐχθροῦ αὐτῆς ἐπιγινώσκουσαν κατ᾽ ὀλίγον κακίαν· ὃν τρόπον ἐὰν μήτηρ ἀτακτοῦν τὸ οἰκεῖον περὶ τοὺς θεσμοὺς τῆς γαλουχίας βρέφος, βραχὺ τῶν ἑαυτῆς ἐξωθείη ἀγκαλῶν, ἵνα καταπληττόμενον ὑπό τινων περιεστώτων αὐτῷ σαπροειδῶν ἀνθρώπων, ἢ θηρίων οἱωνδήποτε, μετὰ φόβου πολλοῦ καὶ δακρύων, εἰς τοὺς μητρώους ἀνθυποστρέφῃ κόλπους· ἡ δὲ κατὰ ἀποστροφὴν γινομένη παραχώρησις, ὡσανεὶ δέσμιον παραδίδωσι τὴν μὴ θέλουσαν ψυχὴν ἔχειν τὸν Θεόν, τοῖς δαίμοσιν· ἡμεῖς δὲ, οὐκ ἐσμὲν ὑποστολῆς τέκνα, μὴ γένοιτο· ἀλλὰ βρέφη γνήσια τῆς τοῦ Θεοῦ εἶναι χάριτος πιστεύομεν· μικραῖς παραχωρήσεσι, καὶ πυκναῖς παρακλήσεσι παρ᾽ αὐτῆς γαλουχούμενα· ἵνα διὰ τῆς χρηστότητος τοῦ Θεοῦ, φθάσωμεν ἐλθεῖν, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας· καὶ αὖθις· ἡ παιδευτικὴ παραχώρησις, φέρει μὲν λύπην πολλήν καὶ ταπείνωσιν καὶ ἀπελπισμὸν σύμμετρον τῇ ψυχῇ, ἵνα τὸ φιλόδοξον αὐτῆς καὶ ἀπτόητον μέρος πρεπόντως εἰς ταπείνωσιν ἔρχηται· εὐθέως δὲ φόβον Θεοῦ, καὶ δάκρυον ἐξομολογήσεως ἐπάγει τῇ καρδίᾳ, καὶ τῆς καλλίστης σιωπῆς, πολλὴν ἐπιθυμίαν· ἡ δὲ κατὰ ἀποστροφὴν τοῦ Θεοῦ γινομένη, ἀπελπισμοῦ ὁμοῦ, καὶ ἀπιστίας, καὶ ὀργῆς, καὶ τύφου, τὴν ψυχὴν πληρωθῆναι παραχωρεῖ· δεῖ οὖν ἡμᾶς εἰδέναι τὴν πεῖραν τῶν ἀμφοτέρων παραχωρήσεων καὶ κατὰ τὸν ἑκάστης τρόπον, προσιέναι τῷ Θεῷ· ἐκεῖ μὲν γάρ, εὐχαριστίαν μετὰ τῆς ἀπολογίας προσαγαγεῖν αὐτῷ ὀφείλομεν, ὡς τὸ τῆς γνώμης ἡμῶν ἀκόλαστον, τῇ σχολῇ τῆς παρακλήσεως κολάζοντι· ἵνα ἀρετῆς ἡμᾶς καὶ κακίας ὡς Πατὴρ ἀγαθός, διδάσκῃ τὴν διαφοράν· ἐνταῦθα δέ, ἐξαγόρευσιν τῶν ἁμαρτημάτων ἄπαυστον, καὶ δάκρυον ἀναλλιπές, καὶ ἀναχώρησιν πλείονα· ὅπως ἂν οὕτω δυνηθῶμεν τῇ προσθήκῃ τῶν πόνων, δυσωπῆσαι ποτὲ τὸν Θεόν, ἐπιβλέψαι ὡς τὸ πρὶν εἰς τὰς καρδίας ἡμῶν· πλὴν δεῖ εἰδέναι· ὅτι ὅταν κατὰ οὐσιώδη συμβολὴν τῇ ψυχῇ καὶ τῷ σατανᾷ ἡ μάχη γίνεται, ἐπὶ τῆς παιδευτικῆς λέγω παραχωρήσεως, ὑποστέλλει μὲν ὡς καὶ ἤδη εἶπον ἑαυτὴν ἡ χάρις· ἀγνώστως δὲ συνεργεῖ τῇ ψυχῇ βοηθείᾳ, ἵνα τὴν νίκην, τῆς ψυχῆς εἶναι μόνον ἐπιδείξῃ τοῖς ἐχθροῖς αὐτῆς· καὶ ὁ Ἅγιος Ἰσαάκ· οὐ δυνατὸν ἐκτὸς τῶν κατὰ παραχώρησιν πειρασμῶν, σοφισθῆναι τὸν ἄνθρωπον ἐν τοῖς πολέμοις τοῖς πνευματικοῖς, καὶ γνῶναι τὸν ἑαυτοῦ προνοητήν, καὶ αἰσθηθῆναι τοῦ Θεοῦ αὐτοῦ, καὶ στερεωθῆναι ἐν τῇ πίστει αὐτοῦ κρυπτῶς, εἰ μὴ ἐν τῇ δυνάμει τῆς πείρας αὐτοῦ ἧς ἐδέξατο· καὶ ἡνίκα ἴδῃ ἡ χάρις, ὅτι ἤρξατο ἐν τῷ λογισμῷ αὐτοῦ ἡ οἴησις μικρόν, καὶ ἤρξατο λογίζεσθαι μέγα περὶ ἑαυτοῦ, εὐθέως παραχωρεῖ τοὺς πειρασμοὺς κατ᾽ αὐτοῦ ἰσχυροποιηθῆναι, καὶ κραταιωθῆναι, ἕως ἂν μάθῃ τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ φύγει, καὶ κατάσχῃ τὸν Θεὸν ἐν ταπεινώσει· καὶ ἐν τούτοις ἔρχεσθαι ὁ ἄνθρωπος εἰς τὰ μέτρα τοῦ τελείου ἀνδρός, ἐν τῇ πίστει, καὶ τῇ ἐλπίδι τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ ὑψοῦται πρὸς τὴν ἀγάπην· θαυμαστὴ γὰρ γνωρίζεται ἡ ἀγάπη τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, ὅταν ποτὲ ἐν μέσῳ γένηται πραγμάτων, τῶν διακοπτόντων τὴν ἐλπίδα αὐτοῦ· καὶ ἐκεῖσε δεικνύει ὁ Θεὸς τὴν δύναμιν ἑαυτοῦ, ἐν τῇ σωτηρίᾳ τῇ ἐπ᾽ αὐτόν· οὐδέποτε γὰρ μανθάνει ὁ ἄνθρωπος τὴν δύναμιν τὴν θεϊκήν, ἐν ἀναπαύσει καὶ πλατυσμῷ· καὶ οὐδέποτε ἔδειξεν ὁ Θεὸς τὴν ἑαυτοῦ ἐνέργειαν αἰσθητικῶς, εἰμὴ ἐν χώρᾳ ἡσυχίας, καὶ ἐν ἐρήμῳ, καὶ ἐν τόποις ἐστερημένοις τῶν συντυχιῶν καὶ τῆς ταραχῆς τῆς κατασκηνώσεως τῆς μετὰ τῶν ἀνθρώπων».
Περὶ ἀπαθείας, καὶ τοῦ τί ἐστιν ἡ ἀνθρωπίνη ἀπάθεια.
Πρὸς δὲ τούτοις, δέον ἐκ μέρους καὶ τὸν τῆς ἀπαθείας λόγον ἐνταῦθα προσθῆναι, καὶ τελειότητος, καὶ μετὰ μικρὸν οὕτω πέρας δοῦναι τῇ παρούσῃ πραγματείᾳ· ἔνθεν καὶ λέγει ὁ Μέγας Βασίλειος· «Ὁ τοῦ Θεοῦ καταστὰς ἐραστής, καὶ τῆς ἐκείνου ἀπαθείας καὶ τὸ σμικρότατον κατασχεῖν ἐφιέμενος καὶ τῆς πνευματικῆς ἁγιότητος, γαλήνης τε, καὶ ἀταραξίας καὶ ἡμερότητος, καὶ τῆς ἐκ τούτων τικτομένης εὐφροσύνης τε καὶ χαρᾶς ἐπιθυμῶν ἀπογεύσασθαι, παντὸς μὲν ὑλικοῦ πάθους τοῦ τὴν ψυχὴν ἐπιθολοῦντος, πόρρω τοὺς λογισμοὺς ἀπάγειν ἐσπούδακε· καθαρῷ δέ, καὶ ἀνεπισκιάστῳ ὄμματι, τὰ θεῖα περιαθροῖ, ἀπλήστως τοῦ ἐκεῖθεν φωτὸς ἐμφορούμενος· εἰς τοιαύτην τε ἕξιν, καὶ κατάστασιν τὴν ψυχὴν ἐξασκήσας, οἰκειοῦται κατὰ τὴν ἐγχωροῦσαν ὁμοίωσιν, τῷ Θεῷ, ἐπέραστός τε καὶ ποθεινότατος αὐτῷ γίνεται, οἷα δὴ μέγα τε ἄθλον, καὶ δυσήνυτον ἀνατλάς, καὶ ἐκ τῆς κατὰ τὴν ὕλην συγκράσεως δυνηθείς, ἀκραιφνεῖ καὶ κεχωρισμένῃ τῇ διανοίᾳ τῆς τῶν σωματικῶν ἐπιμιξίας παθῶν πως, ὁμιλῆσαι Θεῷ, καὶ τοῦτο μέν ἐστι περὶ ἀπαθείας. Περὶ δὲ τοῦ τί ἐστιν ἡ ἀνθρωπίνη ἀπάθεια, γράφει οὕτως ὁ Ἅγιος Ἰσαάκ· ἡ ἀπάθεια, οὐχὶ τὸ μὴ αἰσθηθῆναι τῶν παθῶν ἐστίν· ἀλλὰ τὰ μὴ δέξασθαι αὐτά· ἐκ τῶν πολλῶν γὰρ καὶ ποικίλων ἀρετῶν, ὧν ἐκτήσατο τῶν φανερῶν καὶ κρυπτῶν, ἠσθένησαν ἐν αὐτοῖς τὰ πάθη, καὶ οὐ δύνανται εὐχερῶς ἐπαναστῆναι κατὰ τῆς ψυχῆς· καὶ ἡ διάνοια οὐ χρήζει πάντοτε προσέχειν αὐτοῖς· διότι ἐν παντὶ καιρῷ, πεπληρωμένη ἐστὶν ἐν τοῖς νοήμασιν αὐτῆς, ἐκ τῆς μελέτης, καὶ τῆς ὁμιλίας τῶν ἀρίστων τρόπων, τῶν ἐν τῇ συνέσει κινουμένων ἐν τῷ νοΐ· καὶ ὅταν ἄρξωνται τὰ πάθη κινεῖσθαι καὶ ταράσσεσθαι, ἐξαίφνης ἁρπάζεται ἡ διάνοια ἐκ τῆς ἐγγύτητος αὐτῶν, ἐν συνέσει τινί, παρακυψάσῃ ἐν τῷ νοΐ· καὶ ἀπολιμπάνονται αὐτῷ τὰ πάθη ἀργά, καθάπερ εἶπεν ὁ Μακάριος Μάρκος· νοῦς ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ τὰς πράξεις τῶν ἀρετῶν πληρῶν, καὶ τῇ γνώσει πλησιάσας, ὀλίγον αἰσθάνεται ἐκ τοῦ μέρους τοῦ κακοῦ καὶ ἀνοήτου τῆς ψυχῆς· ἡ γνῶσις γὰρ αὐτοῦ ἁρπάζει αὐτὸν εἰς τὸ ὕψος· καὶ ἀπαλλοτριοῖ αὐτὸν ἀπὸ πάντων τῶν ἐν τῷ κόσμῳ· καὶ διὰ τὴν ἐν αὐτοῖς ἁγνείαν, καὶ τὴν λεπτότητα, καὶ ἐλαφρότητα, καὶ ὀξύτητα τοῦ νοὸς αὐτῶν, καὶ διὰ τὴν ἄσκησιν πάλιν αὐτῶν, καθαρίζεται αὐτῶν ὁ νοῦς, καὶ διαυγὴς ἀποδείκνυται· διὰ τὸ τὴν σάρκα αὐτῶν ξηρανθῆναι ἐκ τῆς σχολῆς τῆς ἡσυχίας, καὶ τῆς πολλῆς διαμονῆς τῆς ἐν αὐτῇ· τούτου χάριν εὐκόλως καὶ ταχέως ἐπιτίθεται ἑκάστῳ, καὶ ὁδηγεῖ αὐτοὺς ἡ θεωρία ἡ ἐν αὐτοῖς, πρὸς ἔκπληξιν τὴν παρ᾽ αὐτῇ· καὶ ἐν τούτῳ πολλοστὸν πληθύνονται ταῖς θεωρίαις· καὶ οὐδέποτε ὑστερεῖται ὕλης συνέσεως ἡ διάνοια αὐτῶν· καὶ οὐδὲ ἐκτὸς ἐκείνων ποτέ, ὧν τοῦ πνεύματος ὁ καρπὸς ἐμποιεῖ αὐτοῖς, διαγίνονται· καὶ ἐν τῇ συνηθείᾳ τῇ πολυχρονίῳ, ἐξαλείφονται αἱ μνῆμαι ἐκ τῆς καρδίας αὐτῶν, αἵτινες κινοῦσι τὰ πάθη ἐν τῇ ψυχῇ καὶ ἡ ἰσχὺς τῆς ἐξουσίας τοῦ διαβόλου· ὅταν γὰρ ἡ ψυχὴ μὴ μετριάσῃ μετὰ τῶν παθῶν, ἢ ἑταιρειάσῃ ἐν τῇ μελέτῃ τῇ ἐν αὐτοῖς, διὰ τὸ εἶναι αὐτὴν ἐξ ἄλλης φροντίδος κεκρατημένην ἀδιαλείπτως, οὐ δύναται ἡ ἰσχὺς τῶν ὀνύχων τῶν παθῶν, κατακρατῆσαι τῶν αἰσθήσεων αὐτῆς τῶν πνευματικῶν· καὶ ὁ θεῖος Διάδοχος· ἀπάθειά ἐστιν, οὐ τὸ μὴ πολεμεῖσθαι ὑπὸ τῶν δαιμόνων· ἐπεὶ ἄρα ὀφείλομεν, κατὰ τὸν Ἀπόστολον, ἐξεληλυθέναι ἐκ τοῦ κόσμου ἀλλὰ τὸ πολεμουμένους ὑπ᾽ αὐτῶν, ἀπολεμήτους μένειν· καὶ γὰρ οἱ σιδηροφόροι πολεμισταί, τοξεύονται μὲν ὑπὸ τῶν ἀντιπάλων, καὶ τοῦ ἤχου τῆς τοξείας ἀκούουσιν, ἀλλὰ καὶ αὐτὰ βλέπουσι τὰ πεμπόμενα κατ᾽ αὐτῶν σχεδὸν ἅπαντα βέλη, οὐ πλήττονται δὲ διὰ τὴν στερρότητα τῶν πολεμικῶν ἐνδυμάτων· ἀλλ᾽ ἐκεῖνοι μὲν σιδήρῳ φραττόμενοι, ἐν τῷ πολεμεῖσθαι, τὸ ἀπολέμητον ἔχουσιν· ἡμεῖς δὲ τῇ φωτὸς τοῦ ἁγίου πανοπλίᾳ, καὶ τῇ τοῦ Σωτηρίου περικεφαλαίᾳ, διὰ πάντων τῶν καλῶν καθοπλισάμενοι, τὰς σκοτεινὰς τῶν δαιμόνων διακόψωμεν φάλαγγας· οὐ γὰρ τὸ μηκέτι πρᾶξαι τὰ κακὰ μόνον καθαρότητα φέρει, ἀλλὰ καὶ τὸ ἐπιμελείᾳ τῶν καλῶν, κατὰ κράτος ἀθετῆσαι τὰ κακά· καὶ ὁ Ἅγιος Μάξιμος δὲ τετραχῶς ταύτην διαιρεῖ, οὕτω φάσκων· πρώτην ἀπάθειαν λέγω, τὴν πρὸς ἁμαρτίαν τοῦ σώματος κατ᾽ ἐνέργειαν ἀνέπαφον κίνησιν· δευτέραν ἀπάθειαν λέγω, τὴν κατὰ ψυχὴν τῶν ἐμπαθῶν λογισμῶν τελείαν ἀποβολήν, δι᾽ ἧς ἡ τῶν παθῶν ἀπομαραίνεται κατὰ τὴν πρώτην ἀπάθειαν κίνησις, ἐξάπτοντας αὐτὴν πρὸς ἐνέργειαν οὐκ ἔχουσα τοὺς ἐμπαθεῖς λογισμούς· τρίτην ἀπάθειαν λέγω, τὴν περὶ τὰ πάθη τελείαν τῆς ἐπιθυμίας ἀκινησίαν, δι᾽ ἣν καὶ ἡ δευτέρα γίνεσθαι πέφυκε, τῇ τῶν λογισμῶν καθαρότητι συνισταμένη· τετάρτην ἀπάθειαν λέγω, τὴν κατὰ διάνοιαν πασῶν τῶν αἰσθητῶν φαντασιῶν τελείαν ἀπόθεσιν, καθ᾽ ἣν ἡ τρίτη τὴν γένεσιν εἴληφεν, οὐκ ἔχουσαν τὰς φαντασίας τῶν αἰσθητῶν, εἰδοποιούσας αὐτῇ τῶν παθῶν τὰς εἰκόνας· ἔτι, ἀπάθειά ἐστιν, εἰρηνικὴ κατάστασις ψυχῆς, καθ᾽ ἣν δυσκίνητος γίνεται πρὸς κακίαν».
Ἔτι περὶ ἀπαθείας, καὶ τελειότητος.
Καὶ γοῦν καὶ ὁ Ἅγιος Ἐφραίμ, περί τε ἀπαθείας, καὶ τελειότητος, οὕτω διαγορεύει· «εἰ ἀπαθεῖς πρὸς τὸ ἄκρον ἐφετὸν ἀκορέστως ὑπερεκτεινόμενοι, ἀτέλεστον ποιοῦσι τὴν τελειότητα· διότι τῶν αἰωνίων ἀγαθῶν τέλος οὐκ ἔστιν· ἔτι, τελεία μέν, ὅσον πρὸς τὸ μέτρον τῆς ἀνθρωπίνης δυνάμεως· ἀτέλεστος δέ, ὡς ἀεὶ ὑπερβαίνουσα ἑαυτὴν ταῖς καθ᾽ ἡμέραν προσθήκαις, καὶ ὑψουμένη διηνεκῶς ταῖς πρὸς Θεὸν ἀναβάσεσιν»· ὁμοίως δὲ καὶ ὁ Ἅγιος Νεῖλος οὕτω περὶ τελειότητός φησι· «Δύω τελειότητας νοητέον· μίαν μὲν πρόσκαιρον, μίαν δὲ αἰώνιον· περὶ ἧς γράφει ὁ Ἀπόστολος, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται· τὸ γάρ, ὅταν ἔλθῃ τὸ τέλειον σημαίνει, ὅτι ἐνταῦθα οὐ δυνάμεθα χωρῆσαι τὴν θείαν τελειότητα· ἔτι, δύω τελειότητας Παῦλος ὁ θεσπέσιος ἐπίσταται· καὶ οἶδε τὸν αὐτὸν τέλειον, καὶ οὐ τέλειον ἄνθρωπον· ὡς μὲν πρὸς τὸν παρόντα βίον, τέλειον λεγόμενον ἄνθρωπον· ὡς δὲ πρὸς τὸν ἀληθῶς τέλειον, οὐ τέλειον· διό φησιν, οὐχ ὅτι ἔλαβον ἤδη τετελείωμαι· καὶ μετ᾽ ὀλίγα λέγει, ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν».
Περὶ ἐμπαθείας, ἡδυπαθείας, προσπαθείας καὶ ἀπαθείας.
Λέγει δὲ καὶ Ἅγιος Ἡλίας ὁ ἔκδικος· «ὕλη πονηρά, σώματος μέν, ἐμπάθεια· ψυχῆς δέ, τοῦ νοός· κατηγορεῖται δέ, τῆς μέν, ἀφή· τῆς δέ, αἱ λοιπαὶ αἰσθήσεις· τῆς δὲ τελευταίας, ἐναντία διάθεσις· ἔτι, ὁ μὲν ἡδυπαθής, πλησίον ἐστὶ τοῦ ἐμπαθοῦς· ὁ δὲ προσπαθής, τοῦ ἡδυπαθοῦς· μακρὰν δὲ ἀμφοτέρων, ὁ ἀπαθής».
Τί ἔστιν ἐμπαθής, ἡδυπαθής, προσπαθὴς καὶ ἀπαθής, καὶ περὶ θεραπείας ἀμφοτέρων.
«Ἐμπαθής ἐστιν, ὁ τὸ ἁμαρτητικὸν ἔχων τοῦ λογισμοῦ βιαιότερον, κἂν τέως μὴ ἁμαρτάνῃ ἐκτός· ἡδυπαθὴς δέ, ὁ τὴν ἐνέργειαν τῆς ἁμαρτίας ἔχων ἀσθενεστέραν τοῦ λογισμοῦ, κἂν πάσχῃ ἐντός· προσπαθὴς δὲ, ὁ τῇ ἐλευθερίᾳ μᾶλλον, ἢ τῇ δουλείᾳ τῶν μέσων προσκείμενος· ἀπαθὴς δ᾽ ἂν εἴη, ὁ τούτων πάντων τὴν διαφορὰν ἀγνοῶν ὡσαύτως μέν τοι καὶ περὶ τῆς ἀμφοτέρων θεραπείας, τάδε διασαφεῖ· ἀπόλλυται ἐκ ψυχῆς· ἐμπάθεια μέν, διὰ νηστείας καὶ προσευχῆς ἡδυπάθεια δέ, δι᾽ ἀγρυπνίας, καὶ σιωπῆς· ἡ δὲ προσπάθεια, διὰ ἡσυχίας, καὶ προσοχῆς· ἀπάθεια δὲ συνίσταται ἐκ Θεοῦ».
Περὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης.
Ἀλλ᾽ ἐπεὶ πάντων ἀγαθῶν ἀρχή, καὶ μεσότης, καὶ τέλος, εἰ βούλοιο δὲ εἰπεῖν· καὶ χορηγὸς καὶ πρύτανις, πίστις, ἐλπίς, ἀγάπη· τὸ τρίπλοκον σπαρτίον, καὶ θεοῦφαντον, καὶ μᾶλλον πάντων ἡ ἀγάπη, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί τε, καὶ λέγεται, οὐ δίκαιον, μὴ καὶ διὰ τούτων τὸ τοῦ παρόντος συγγράμματος ἐλλεῖπον ἀναπληρῶσαι· «μᾶλλον δέ, ἐπειδή περ καὶ κατὰ τὸν Ἅγιον Ἰσαὰκ τὴν τελειότητα τῶν πολλῶν καρπῶν τοῦ πνεύματος, τότε τίς δέχεται, ὅταν ἀξιωθῇ τῆς τελείας ἀγάπης·» φέρε καὶ περὶ αὐτῆς μικρὸν διαμνημονεύσωμεν· καὶ γοῦν γράφει ὁ τῆς Κλίμακος, «νυνὶ δὲ λοιπὸν μετὰ πάντα τὰ προειρημένα, μένει τὰ τρία ταῦτα τὸν σύνδεσμον πάντων ἐπισφίγγοντα καὶ κρατοῦντα· πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων, ἡ ἀγάπη· ὁ Θεὸς γὰρ ὀνομάζεται· πλὴν ἔγωγε, τὴν μὲν ἀκτῖνα ὁρῶ· τὴν δὲ φῶς· τὴν δὲ κύκλον· πάντα δὲ ἓν ἀπαύγασμα καὶ μίαν λαμπρότητα· ἡ μὲν γάρ, πάντα δύναται ποιεῖν καὶ δημιουργεῖν· τὴν δὲ ἔλεος Θεοῦ περικυκλοῖ, καὶ ἀκαταίσχυντον ποιεῖ· ἡ δὲ οὐ πίπτει οὐδὲ στήκει τοῦ θέειν· οὐδὲ τὸν τρωθέντα λοιπὸν ἠρεμεῖν τῆς μακαρίας μανίας ἐᾷ· ἔτι· ὁ περὶ ἀγάπης λόγος, Ἀγγέλοις γνώριμος· κἀκείνοις, κατὰ τὴν ἐνέργειαν τῆς ἐλλάμψεως· ἀγάπη ὁ Θεός ἐστιν· ὁ ὅρον δὲ τούτου λέγειν βουλόμενος, ἐν ἀβύσσῳ τυφλώττων τὴν ψάμμον μετρεῖ· ἀγάπη, κατὰ μὲν τὴν ποιότητα, ὁμοίωσις Θεοῦ, καθόσον ἐφικτὸν βροτοῖς· κατὰ δέ ἐνέργειαν, μέθη ψυχῆς· κατὰ δὲ τὴν ἰδιότητα, πηγὴ πίστεως· ἄβυσσος μακροθυμίας· θάλασσα ταπεινώσεως· ἀγάπη ἐστὶ κυρίως, ἀπόθεσις παντοίας ἐναντίας ἐννοίας, εἴπερ ἡ ἀγάπη, οὐ λογίζεται τὸ κακόν· ἀγάπη, καὶ ἀπάθεια καὶ υἱοθεσία, τοῖς ὀνόμασι διακρίνεται μόνοις· ὡς φῶς, καὶ πῦρ, καὶ φλόξ, εἰς μίαν συντρέχουσιν ἐνέργειαν, οὕτω καὶ περὶ τούτων μοι νόει· καὶ ὁ Ἅγιος Διάδοχος· πάσης πνευματικῆς, ἀδελφοί, ἡγείσθω θεωρίας, πίστις· ἐλπίς· ἀγάπη· πλέον δὲ ἡ ἀγάπη· αἱ μὲν γὰρ καταφρονεῖν τῶν ὁρωμένων ἐκδιδάσκουσι καλῶν· ἡ ἐν ἀγάπη, αὐτὴν συνάπτει τὴν ψυχὴν ταῖς ἀρεταῖς τοῦ Θεοῦ αἰσθήσει νοερᾷ, τὸν ἀόρατον Θεὸν ἐξιχνεύουσα· ἔτι, ἄλλη ἐστὶν ἡ ἀγάπη τῆς ψυχῆς ἡ φυσική· καὶ ἄλλη, ἡ ἐκ τοῦ Ἁγίου Πνεύματος αὐτῇ προσγινομένη· ἡ μὲν γὰρ ἐκ τῆς ἡμετέρας, ὅτε θέλομεν, συμμέτρως κινεῖται θελήσεως· διόπερ καὶ εὐχερῶς ὑπὸ τῶν πονηρῶν πνευμάτων ἡνίκα μὴ βίᾳ κρατῶμεν τῆς ἑαυτῶν προαιρέσεως, διαρπάζεται· ἡ δὲ τοσοῦτον ἐκκαίει τὴν ψυχὴν πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ, ὥστε πάντα τὰ τῆς ψυχῆς τότε μέρη, τῇ τοῦ θείου πόθου ἀλαλήτῳ ἐγχολλᾶσθαι χρηστότητι, ἐν ἀπείρῳ τινὶ ἁπλότητι διαθέσεως· ἐγκύμων γὰρ ὥσπερ ὁ νοῦς τότε ὑπὸ τῆς πνευματικῆς ἐνεργείας γινόμενος, πηγήν τίνα ἀγάπης ἀναβλύζει καὶ χαρᾶς· καὶ ὁ Ἅγιος Ἰσαάκ· ἡ ἀγάπη, ἡ ἐκ τινων γινομένη πραγμάτων ὡς λαμπάς ἐστι μικρά, ἐκ τοῦ ἐλαίου τρεφομένη, καὶ οὕτω συνίσταται τὸ φῶς αὐτῆς· ἢ καὶ ὡς χείμαρρος ῥέων ἐκ τοῦ ὑετοῦ, οὗ περ ἡ ῥεῦσις καταπαύεται, τῆς συνιστώσης αὐτὸν ὕλης λεῖψιν παθούσης· ἡ ἀγάπη δέ, ἡ τὸν Θεὸν αἴτιον ἔχουσα, ὡς πηγή ἐστι βρύουσα, καὶ οὐδέποτε τὰ ῥεύματα αὐτῆς ἀνακόπτεται, αὐτὸς γὰρ μόνος ἐστὶ τῆς ἀγάπης πηγή, καὶ ἀνελλιπὴς ἡ ὕλη αὐτῆς· καὶ αὖθις ἐρωτηθείς, ποία ἐστὶν ἡ τελειότης τῶν πολλῶν καρπῶν τοῦ πνεύματος; ἀπεκρίθη· ὅταν τίς ἀξιωθῇ τῆς τελείας ἀγάπης τοῦ Θεοῦ· καὶ αὖθις ἐρωτηθείς· καὶ πόθεν γινώσκει τις, ὅτι ἔφθασεν εἰς ταύτην; ἔφη· ὅταν κινηθῇ ἡ μνήμη τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, εὐθέως ἡ καρδία αὐτοῦ, κινεῖται ἐν τῇ ἀγάπῃ αὐτοῦ· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καταφέρουσι δάκρυα δαψιλῶς· ἔθος γὰρ ἔχει ἡ ἀγάπη, ἐκ τῆς μνήμης τῶν ἀγαπητῶν, ἐξάπτειν δάκρυα· καὶ τοιοῦτος ὢν, οὐδέποτε ὑστερεῖται ἐκ τῶν δακρύων· διότι οὐ λείπει αὐτῷ ἀεὶ ὕλη φέρουσα αὐτὸν εἰς μνήμην τοῦ Θεοῦ· ὥστε καὶ ἐν τῷ ὕπνῳ αὐτοῦ, συνομιλεῖ τῷ Θεῷ· ἔθος γὰρ τῇ ἀγάπη, πράξαι τὰ τοιαῦτα· καὶ αὕτη ἐστὶν ἡ τελειότης τῶν ἀνθρώπων ἐν τῇ ζωῇ αὐτῶν ταύτῃ· ἔτι, ἡ ἀγάπη τοῦ Θεοῦ, θερμή ἐστι τῇ φύσει· καὶ ὅταν ἀμέτρως ἐπιπέσῃ τινί, ποιεῖ ἐκείνην τὴν ψυχήν, ἐκστατικήν, διὰ τοῦτο οὐ δύναται ἡ καρδία τοῦ αἰσθηθέντος αὐτῆς, χωρῆσαι αὐτήν, καὶ καρτερῆσαι· ἀλλὰ κατὰ τὸ μέτρον τῆς ποιότητος καὶ τῆς ἐπελθούσης αὐτῷ ἀγάπης, ὁρᾶται ἐν αὐτῷ ἀλλοίωσις ἀσυνήθης· καὶ ταῦτα τὰ σημεῖα αὐτῆς τὰ αἰσθητά· γίνεται τὸ πρόσωπον τοῦ ἀνθρώπου, πυρρόν, περιχαρές· καὶ τὸ σῶμα αὐτοῦ θερμαίνεται· ἀφίσταται ἀπ᾽ αὐτοῦ ὁ φόβος καὶ ἡ αἰδώς· καὶ γίνεται ὡς ἐκστατικός· καὶ ἡ δύναμις ἡ συνάγουσα τὸν νοῦν φεύγει ἐξ αὐτοῦ, καὶ ὡς ἔκφρων γίνεται, τὸν φοβερὸν θάνατον ἡγεῖται χαράν· καὶ οὐδέποτε ἡ θεωρία τοῦ νοὸς αὐτοῦ, διακοπήν τινα πάσχῃ, ἐκ τῆς τῶν οὐρανίων διανοήσεως· καὶ ἀπὼν ὡς παρὼν ὁμιλεῖ, μὴ ὁρώμενος ὑπό τινος· ἡ γνῶσις καὶ ἡ ὅρασις αὐτοῦ, παρέρχεται ἡ φυσικὴ καὶ οὐκ αἰσθάνεται αἰσθητῶς τῆς κινήσεως αὐτοῦ, ἧς ἐν τοῖς πράγμασι κινεῖται, κἂν γὰρ πράττῃ τὶ, οὐ τελείως αὐτοῦ αἰσθάνεται, ὡς τὸν νοῦν ἔχων ἐν τῇ θεωρίᾳ μετέωρον, καὶ ἡ διάνοια αὐτοῦ, ἀεὶ ὡς μετὰ ἄλλου ἀδολεσχεῖ· ταύτην τὴν πνευματικὴν μέθην, ἐμεθύθησαν ποτε οἱ Ἀπόστολοι καὶ οἱ μάρτυρες, καὶ οἱ μὲν, ὅλον τὸν κόσμον διελθόντες κοπιῶντες καὶ ὀνειδιζόμενοι, οἱ δὲ τὰ μέλη κατακοπτόμενοι ἐξέχεαν τὰ αἵματα αὐτῶν, ὡσεὶ ὕδωρ, καὶ τὰ δεινότατα πάσχοντες, οὐκ ὠλιγώρησαν ἀλλὰ γενναίως ὑπήνεγκαν, καί ὄντες σοφοὶ, ὡς ἄφρονες ἐνομίσθησαν, καὶ ἄλλοι ἐν ἐρημίαις ἐπλανήθησαν καὶ ὄρεσι καὶ ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· ἐν ἀταξίαις, εὔτακτοι ὄντες, ταύτην τὴν ἄνοιαν, ἀξιῶσαι ἡμᾶς ὁ Θεὸς φθάσαι».
Περὶ τῆς ἁγίας κοινωνίας, καὶ τοῦ ὅσων ἀγαθῶν ἡμῖν πρόξενος ἡ συνεχῶς μετὰ καθαροῦ τοῦ συνειδότος ταύτης μετάληψις καὶ κοινωνία.
Οὐδὲν δὲ οὕτω πρός τε ψυχῆς κάθαρσιν, καὶ φωτισμὸν νοός, καὶ σώματος ἁγιασμόν, καὶ ἀμφοτέρων πρὸς τὸ θειότερον μεταστοιχείωσιν καὶ ἀθανασίαν· ναὶ μήν, καὶ πρὸς ἀποτροπὴν παθῶν καὶ δαιμόνων, ἢ μᾶλλον οἰκειοτέρως εἰπεῖν, πρὸς ἕνωσιν, καὶ Θεοῦ θείαν ὑπερφυᾶ τε συνάφειαν καὶ ἀνάκρασιν, συνεργεῖ καὶ συμβάλλεται ἡμῖν, ὡς ἡ ἐξ εἰλικρινοῦς καρδίας τε καὶ ἀδιαθεσίας κατ ἐφικτὸν ἀνθρώπῳ, συνεχὴς μετάληψις καὶ κοινωνία, τῶν ἁγίων, ἀχράντων καὶ ἀθανάτων καὶ ζωοποιῶν μυστηρίων· αὐτοῦ φαμὲν τοῦ τιμίου Σώματος καὶ Αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· διά τοι τοῦτο ἀναγκαῖον ὡς μάλιστα καὶ περὶ τούτου ἀπὸ μέρους διαλαβεῖν, καὶ τῷ τοιῷδε συντάξαι πονήματι καὶ οὕτω πέρας δοῦναι τῷ λόγῳ· καὶ τοῦτο γοῦν δῆλον, οὐ μόνον ἐξ ὧν φθέγγονται οἱ Ἅγιοι ἀλλά γε πολλῷ πλέον, ἐξ αὐτῶν τῶν τῆς αὐτοζωῆς καὶ αὐτοαληθείας ρημάτων, ἐκδηλότερον· λέγει καὶ γάρ· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·» καὶ οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τὶς ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ· ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· καί, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἶμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον.
Ἔτι, ἡ γὰρ σάρξ μου, ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἶμα μου ἀληθής ἐστι πόσις· ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ· καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσεται δι᾽ ἐμέ· οὗτός ἔστιν ὁ ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· καὶ ὁ τρώγων μου τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ Χριστοφόρος δὲ Παῦλος, τοιάδε φησίν· Ἀδελφοί, ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ἡμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοντο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ εἶπε, λάβετε φάγετε, τοῦτό μου ἐστὶ τὸ Σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων, τοῦτο τὸ ποτήριον, ἡ καινὴ διαθήκη ἐστίν, ἐν τῷ ἐμῷ Αἵματι· τοῦτο ποιεῖτε ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ· ὥστε, ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ Σώματος, καὶ τοῦ Αἵματος τοῦ Κυρίου· δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ Σῶμα τοῦ Κυρίου. Διὰ τοῦτο ἐν ἡμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Ὅτι ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν Ἀγίων Μυστηρίων· καὶ τί ποτέ ἐστι· καὶ διὰ τὶ ἐδόθη, καὶ τίς ἡ ὠφέλεια·
Γράφει δὲ καὶ ὁ Χρυσορρήμων· «ἀναγκαῖον μαθεῖν τὸ θαῦμα τῶν μυστηρίων τί ποτέ ἐστι· καὶ διὰ τί ἐδόθη, καὶ τὶς ἡ ὠφέλεια τοῦ πράγματος· ἓν σῶμα ἐσμέν, καὶ μέλη ἐκ τῆς σαρκὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· οἱ δὲ μεμυημένοι, παρακολουθείτωσαν τοῖς λεγομένοις· ἵνα οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καί κατ᾽ αὐτὸ τὸ πρᾶγμα εἰς ἐκείνην ἀνακερασθῶμεν τὴν σάρκα, διὰ τροφῆς τοῦτο γίνεται, ἣν ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ὃν ἔχει πρὸς ἡμᾶς· διὰ τοῦτο ἀνέμιξεν ἡμῖν ἑαυτόν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἓν γενώμεθα καθάπερ σῶμα κεφαλῇ συνημμένον· τῶν γὰρ σφόδρα ποθούντων ἐστὶ τοῦτο· τοῦτο γοῦν ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν οἰκείων, εἰς ἣν μεθ᾽ ὑπερβολῆς ποθεινός, ὅτι δὴ τὸν πόθον ἐνδεικνύμενοι, ἔλεγον, τίς ἂν δώῃ ἡμῖν ἐκ τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; διὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἄγων μείζονα· καὶ τὸν αὐτοῦ πόθον ἐνδεικνύμενος περὶ ἡμᾶς· οὐκ ἰδεῖν μόνον ἑαυτὸν παρέχων τοῖς ἐπιθυμοῦσιν, ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν· καὶ ἐμπῆξαι τῇ σαρκί· καὶ συμπλακῆναι· καὶ τὸν πόθον ἐμπλῆσαι πάντα. Ἔτι οἱ μετέχοντες τοῦ παναγίου Σώματος, καὶ τοῦ τιμίου Αἵματος, μετὰ Ἀγγέλων καὶ Ἀρχαγγέλων, καὶ τῶν ἄνω δυνάμεων ἐστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν βασιλικὴν στολήν· τὰ ὅπλα ἔχοντες τὰ πνευματικά· ἀλλ᾽ οὐδὲν εἶπον οὐδέ πω, αὐτὸν γάρ εἰσιν ἐνδεδυμένοι τὸν βασιλέα· ἀλλ᾽ ὥσπερ ἐστὶ μέγα, καὶ φρικτόν, καὶ θαυμαστόν, οὕτως ἂν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες, ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν, καὶ τιμωρίαν· ὁ γὰρ ἐσθίων, καὶ πίνων ἀναξίως τὸ Σῶμα καὶ Αἷμα τοῦ Κυρίου, κρίμα ἑαυτῷ ἐσθίει, καὶ πίνει. Εἰ γὰρ ρυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν, κολάζονται ὁμοίως, ὥσπερ οἱ διαρρηγνῦντες, οὐδὲν ἀπεικός, καὶ τούς ἀκαθάρτῳ διανοίᾳ δεχομένους τὸ Σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν, τοῖς αὐτὸ διαρρήξασι διὰ τῶν ἥλων ὅρα γοῦν, πῶς φοβερὰν ἔδειξεν ὁ Παῦλος τὴν κόλασιν· εἰπών, ἀθετήσας τις νόμον Μωῦσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσίν, ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖ σε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ Αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη; Ὅτι τοίνυν μετέχομεν τούτου τοῦ Σώματος, ὅσοι τοῦ Αἵματος ἀπογευόμεθα, ἐννοεῖται ὅτι ἐκείνου τοῦ ἄνω καθημένου, τοῦ προσκυνουμένου παρὰ Ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάμεως ἐγγύς, τούτου ἀπογευόμεθα· οἴμοι, ὁπόσαι πρὸς σωτηρίαν ἡμῖν ὁδοί; σῶμα ἡμᾶς ἑαυτοῦ ἐποίησε· σώματος ἡμῖν τοῦ ἑαυτοῦ μετέδωκε· καὶ οὐδὲν τούτων ἡμᾶς ἀποτρέπει τῶν κακῶν, ὦ τῆς ἀναλγησίας, ὦ τῆς ἀναισθησίας, καὶ αὖθις· πρεσβύτης τὶς θαυμαστός, ἐμοὶ διηγήσατο, τοιοῦτόν τι ἀξιωθεὶς ἰδεῖν, καὶ ἀκοῦσαι· ὅτι τοὺς μέλλοντας ἐνθένδε ἀπαίρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες, ἐν συνειδήσει καθαρᾶ, ὅταν ἀποθανεῖν μέλλωσι, δορυφοροῦντες οἱ Ἄγγελοι δι᾽ ἐκεῖνο τὸ μεταληφθέν, ἐνθένδε ἀπάγουσι, καὶ ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνός· ἐπειδὴ διπλοί τινες ἐσμέν, καὶ σύνθετοι, δεῖ καὶ τὴν γέννησιν διπλῆν εἶναι· ὁμοίως καὶ τὴν βρῶσιν, σύνθετον· ἡ μὲν οὖν γέννησις, δι᾽ ὕδατος ἡμῖν, καὶ πνεύματος δίδοται· ἡ δὲ βρῶσις αὐτός ἐστιν ὁ ἄρτος τῆς ζωῆς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ἐξ οὐρανοῦ καταβάς, καὶ ὥσπερ ἐπὶ τοῦ Βαπτίσματος, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ὕδατι λούεσθαι, καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ τῷ ὕδατι, τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐποίησεν αὐτὸ λουτρὸν ἀναγεννήσεως, οὕτως ἐπειδὴ ἔθος ἡμῖν ἄρτον ἐσθίειν, ὕδωρ δέ, καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν ἑαυτοῦ θεότητα· καὶ πεποίηκεν αὐτά, Σῶμα καὶ Αἷμα αὐτοῦ· ἵνα διὰ τῶν συνήθων, καὶ κατὰ φύσιν, ἐν τοῖς ὑπὲρ φύσιν γεννώμεθα· σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι, τὸ ἐκ τῆς Ἁγίας Παρθένου σῶμα· οὐχ ὅτι αὐτὸ τὸ σῶμα τὸ ἀναληφθέν, ἐξ οὐρανῶν κατέρχεται, ἀλλ᾽ ὅτι αὐτὸς ὁ ἄρτος, καὶ ὁ οἶνος μεταποιεῖται εἰς Σῶμα, καὶ Αἷμα Θεοῦ· εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς πῶς γίνεται; ἀρκεῖ σοι ἀκοῦσαι, ὅτι διὰ Πνεύματος Ἁγίου· ὥσπερ ἐκ τῆς Ἁγίας Θεοτόκου διὰ Πνεύματος Ἁγίου, ἑαυτῷ, καὶ ἐν ἑαυτῷ ὁ Κύριος σάρκα ὑπεστήσατο, καὶ πλέον οὐδὲν γινώσκομεν· ἀλλ᾽ ὅτι ὁ λόγος τοῦ Θεοῦ, ἀληθής, καὶ ἐνεργής ἐστι, καὶ παντοδύναμος· ὁ δὲ τρόπος, ἀνεξερεύνητος γίνεται τοίνυν τοῖς πίστει ἀξίως μεταλαμβάνουσιν, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον, καὶ εἰς φυλακτήριον ψυχῆς τε καὶ σώματος· τοῖς δὲ ἐν ἀπιστίᾳ ἀναξίως μετέχουσιν, εἰς κόλασιν, καὶ τιμωρίαν· καθάπερ καὶ ὁ τοῦ Κυρίου θάνατος· καὶ οὐκ ἔστι τύπος ὁ ἄρτος, καὶ ὁ οἶνος τοῦ Σώματος, καὶ Αἵματος τοῦ Χριστοῦ, μὴ γένοιτο· ἀλλ᾽ αὐτὸ τὸ Σῶμα τοῦ Χριστοῦ τεθεωμένον· καὶ αὐτὸ τὸ Αἷμα· ἡ γὰρ σάρξ μου, φησίν, ἀληθής ἐστι βρῶσις, καὶ τὸ Αἷμα μου. ἀληθής ἐστι πόσις, Σῶμά ἐστι καὶ Αἷμα Χριστοῦ, εἰς σύστασιν τῆς ἡμετέρας ψυχῆς, καὶ τοῦ σώματος χωροῦν, οὐ δαπανώμενον, οὐ φθειρόμενον οὐκ εἰς ἀφεδρῶνα χωροῦν· ἀλλ᾽ εἰς τὴν ἡμῶν οὐσίαν τε, καὶ συντήρησιν· ρύπου παντὸς καθαρτήριον, κἂν χρυσὸν λάβῃ κίβδηλον, διὰ τῆς κριτικῆς πυρώσεως καθαίρει, ἵνα μὴ ἐν τῷ μέλλοντι, σὺν τῷ κόσμῳ κατακριθῶμεν· δι᾽ αὐτοῦ καθαιρόμενοι, ἑνούμεθα τῷ Σώματι Χριστοῦ, καὶ τῷ Πνεύματι αὐτοῦ, καὶ γινόμεθα Σῶμα Χριστοῦ, οὗτος ὁ ἄρτος ἐστίν, ἡ ἀπαρχὴ τοῦ μέλλοντος ἄρτου, ὅς ἐστιν ὁ ἐπιούσιος· τὸ γὰρ ἐπιούσιον δηλοῖ, ἢ τὸν μέλλοντα, τουτέστι τὸν τοῦ μέλλοντος αἰῶνος, ἢ τὸν πρὸς συντήρησιν τῆς οὐσίας ἡμῶν λαμβανόμενον. Πνεῦμα ζωοποιόν ἐστιν, ἡ σάρξ τοῦ Κυρίου· διότι ἐκ τοῦ ζωοποιοῦ Πνεύματος συνελήφθη· τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστι. Τοῦτο δὲ λέγω, οὐκ ἀναιρῶν τὴν τοῦ σώματος φύσιν· ἀλλὰ τὸ ζωοποιὸν καὶ θεῖον τούτου δηλῶσαι βουλόμενος· ταῦτα μέν τοι ἀντίτυπα τῶν μελλόντων λέγονται, οὐχ ὡς μὴ ὄντα ἀληθῶς Σῶμα καὶ Αἷμα Χριστοῦ, ἀλλ᾽ ὅτι νῦν μέν, δι᾽ αὐτῶν μετέχομεν τῆς Χριστοῦ Θεότητος, τότε δέ, νοητῶς διὰ μόνης τῆς θέας· καὶ ὁ θειότατος Μακάριος· ὥσπερ ὁ οἶνος, εἰς πάντα τὰ μέλη τοῦ πίνοντος κιρνᾶται, καὶ γίνεται ὁ οἶνος ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ οἴνῳ, οὕτως ὁ πίνων τὸ Αἷμα τοῦ Χριστοῦ, τὸ Πνεῦμα τῆς θεότητος ποτίζεται, καὶ κιρνᾶται ἐν τῇ τελείᾳ ψυχῇ, καὶ ἡ ψυχὴ ἐν αὐτῷ· καὶ οὕτως ἁγιασθεῖσα, ἀξία τοῦ Κυρίου καθίσταται· πάντες γάρ, φησι, τὸ αὐτό Πνεῦμα ἐποτίσθημεν, καὶ διὰ τῆς εὐχαριστίας τοῦ ἄρτου, Πνεύματος Ἁγίου οἱ κατὰ ἀλήθειαν μεταλαμβάνοντες καταξιοῦνται μέτοχοι γενέσθαι, καὶ οὕτω δύνανται εἰς αἰῶνας αἱ ἀξίαι ψυχαὶ ζῆσαι· καὶ ὥσπερ τῷ σώματι ἡ ζωὴ οὐκ ἐξ ἑαυτοῦ ἐστίν, ἀλλ᾽ ἔξωθεν αὐτοῦ, τουτέστιν ἀπὸ τῆς γῆς, οὕτω καὶ τῆν ψυχὴν εὐδόκησεν ὁ Θεός, οὐκ ἐκ τῆς ἰδίας φύσεως, ἀλλ᾽ ἐκ τῆς αὐτοῦ θεότητος, ἐκ τοῦ ἰδίου Πνεύματος καὶ φωτός, ἔχειν βρῶσιν, πόσιν, ἔνδυμα, ἅ ἐστιν ἡ ὄντως ζωὴ τῆς ψυχῆς· ἔχει γὰρ ἡ θεία φύσις, καὶ ἄρτον ζωῆς, τὸν εἰπόντα, ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ ὕδωρ ζῶν· καὶ οἶνον εὐφραίνοντα, καὶ ἔλαιον ἀγαλλιάσεως· καὶ ὁ Ἅγιος Ἰσίδωρος· κοινωνία κέκληται ἡ τῶν θείων Μυστηρίων μετάληψις, διὰ τὸ τὴν πρὸς Χριστὸν ἡμῖν χαρίζεσθαι ἕνωσιν, καὶ κοινωνοὺς ἡμᾶς ποιεῖν τῆς αὐτοῦ βασιλείας· καὶ ὁ Ὅσιος Νεῖλος· ἀδύνατον ἄλλως σωθῆναι τὸν πιστόν, καὶ ἄφεσιν τῶν πλημμελημάτων λαβεῖν, καὶ βασιλείας Οὐρανῶν ἐπιτυχεῖν, εἰμὴ μεταλαμβάνει μετὰ φόβου καὶ πίστεως καὶ πόθου τῶν μυστικῶν, καὶ ἀχράντων, Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ· ὁμοίως γράφει καὶ ὁ Μέγας Βασίλειος, ἐν τῇ πρὸς Καισσαρίαν Πατρικίαν ἐπιστολῇ· καὶ τὸ κοινωνεῖν δὲ καθ᾽ ἑκάστην ἡμέραν, καὶ μεταλαμβάνειν τοῦ Ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ, καλὸν καὶ ἐπωφελές· αὐτοῦ σαφῶς λέγοντος· ὁ τρώγων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα, ἐν ἐμοὶ μένει, κἀγώ ἐν αὐτῷ, καὶ ἔχει ζωὴν αἰώνιον· τίς γὰρ ἀμφιβάλλει ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς, οὐδὲν ἄλλό ἐστιν, ἢ ζῇν πολλαχῶς; ἡμεῖς μέντοιγε, τέταρτον καθ᾽ ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι, ἐν τῇ παρασκευῇ καὶ τῷ σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις, ἐὰν ἦ μνήμη Ἁγίου τινός, ἐν αἷς οἶμαι, καὶ ἐλειτούργει ὁ Ἅγιος· οὐ γὰρ καθ᾽ ἑκάστην ἠδύνατο, ὑπὸ τοσούτων φροντίδων ὀχλούμενος. Εἶπε δὲ καὶ ὁ Ἅγιος Ἀπολλώ, ὅτι δεῖ τὸν Μοναχόν, εἰ δυνατόν, καθ᾽ ἑκάστην ἡμέραν τῶν μυστηρίων τοῦ Χριστοῦ κοινωνεῖν· ὁ γὰρ μακρύνων ἑαυτὸν ἀπὸ τούτων μακρύνεται ἀπὸ Θεοῦ, ὁ δὲ συνεχῶς τοῦτο ποιῶν, τὴν σάρκα συνεχῶς ὑποδέχεται· ἡ γὰρ σωτήριος φωνή φησιν, ὁ ἐσθίων μου τὴν Σάρκα, καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ τοῦτο οὖν συμφέρει τοῖς Μοναχοῖς, ὑπόμνησιν τοῦ Σωτηρίου πάθους συνεχῶς ποιουμένοις· καθ᾽ ἡμέραν οὖν ἕτοιμον εἶναι δεῖ· καὶ παρασκευάζειν ἑαυτὸν τοιοῦτον, ὥστε ἄξιον εἶναι πάντοτε, περὶ τὴν τῶν Ἁγίων Μυστηρίων ὑποδοχήν· ἐπεὶ καὶ ἀφέσεως ἁμαρτιῶν οὕτω καταξιούμεθα· λέγει δὲ καὶ ὁ τῆς Κλίμακος· εἰ σῶμα σώματι προσψαύων, ἀλλοιοῦται τῇ ἐνεργείᾳ, πῶς οὐκ ἀλλοιωθήσεται, ὁ Θεοῦ σώματι προσψαύων ἀθώοις χερσί; γέγραπται δὲ καὶ ἐν τῷ γεροντικῷ· Ἰωάννης ὁ Βοστρηνός, ἀνὴρ Ἅγιος, καὶ ἐξουσίαν ἔχων κατὰ πνευμάτων ἀκαθάρτων, ἡρώτησε δαίμονας, οἱ ἦσαν κατοικοῦντες εἰς κόρας τινὰς μαινομένας καὶ ἐνεργουμένας ὑπ᾽ αὐτῶν πονηρῶς, εἰπών· ποῖα πράγματα φοβεῖσθε ἀπὸ τῶν Χριστιανῶν; οἱ λέγουσιν· ἔχετε ὄντως τρία πράγματα μεγάλα· ἓν μέν, ὅπερ φορεῖτε, εἰς τὸν τράχηλον ὑμῶν, καὶ ἕν, ὅπερ λούεσθε εἰς τὴν Ἐκκλησίαν, καὶ ἕν, ὅπερ τρώγετε εἰς τὴν σύναξιν· ἐρομένου δὲ πάλιν, ἐκ τούτων τῶν τριῶν, ποῖον φοβεῖσθε πλέον; ἀπεκρίθησαν, εἰ ἐφυλάσσετε καλῶς ὅπερ μεταλαμβάνετε, οὐκ ἴσχυσεν οὐδεὶς ἐξ ἡμῶν ἀδικῆσαι Χριστιανόν· εἰσὶ δὲ ἃ δυσμενεῖς φοβοῦνται τῶν ἄλλων πλέον, ὁ σταυρός, ἡ βάπτισις καὶ ἡ κοινωνία».
Τέλος τῶν κατὰ πλάτος πασῶν ὑποθέσεων καὶ μερικὴ παραίνεσις πρὸς τὸν ἐπερωτήσαντα.
Ἰδοὺ δὴ τέκνον φίλτατον, τετέλεσταί σου ἡ αἴτησις, σὺν Θεῷ, εἰ μὲν κατὰ γνώμην τὴν σὴν καὶ τὴν πρόθεσιν, ἀκριβῶς οὐκ οἴδαμεν· μέντοι γε κατὰ τὴν ἡμετέραν δύναμιν· καὶ Θεῷ δὲ φίλον, τὸ κατὰ δύναμιν· ὅρα τοίνυν, ἵνα μὴ μέχρι τούτου στῇ τὸ σὸν φιλομαθὲς καὶ ἐπίπονον· ἀλλ᾽ ἵνα καὶ ἔργοις ὀφθῇς φιλομαθὴς καὶ σπουδαῖος· φησὶ καὶ γὰρ ὁ κλεινὸς Ἀδελφόθεος· «ἀδελφοί μου ἀγαπητοί, γίνεσθε ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς· ὅτι, εἴτις ἀκροατὴς νόμου ἐστί, καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρί, κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ, ἐν ἐσόπτρῳ· κατενόησε γὰρ ἑαυτόν, καὶ ἀπελήλυθεν καὶ ἐπελάθετο ὁποῖος ἦν, ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τῆς ἐλευθερίας, καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται».
Ὅπως δεῖ ἀκούειν καὶ ἐκλαμβάνειν τὰ τῶν Πατέρων πνευματικὰ ῥήματα.
Καὶ πρό γε τούτων, ἵνα πιστῶς, καὶ μετὰ τῆς προσηκούσης εὐλαβείας, ἐκλαμβάνῃς καὶ διακούῃς, τὰ τῶν Πατέρων θεία, καὶ πνευματικὰ θεσπίσματα· φησὶ γὰρ ὁ Ἅγιος Μακάριος· «ἄψαυστά ἐστι τοῖς ἀπείροις τὰ πνευματικά· ψυχῇ δὲ ἁγίᾳ, καὶ πιστῇ, πρὸς κατάληψιν ἔρχεται ἡ τοῦ Ἁγίου Πνεύματος κοινωνία· καὶ οἱ ἐπουράνιοι τοῦ Πνεύματος θησαυροί, τῷ πείρᾳ λαβόντι μόνῳ γίνονται καταφανεῖς· ἀμυήτῳ δέ, οὐδὲ ἐννοῆσαι δυνατὸν τοπαράπαν. εὐλαβῶς τοίνυν περὶ αὐτῶν ἄκουε, μέχρις ἂν, καὶ σοὶ γένοιτο πιστεύοντι, καταξιωθῆναι τούτων τυχεῖν· τότε γὰρ εἴσῃ αὐτῇ πείρᾳ τῶν τῆς ψυχῆς ὀφθαλμῶν, οἵων ἀγαθῶν καὶ μυστηρίων, ψυχαὶ χριστιανῶν κἀνταῦθα κοινωνεῖν δύνανται»· οὕτω γὰρ ἔχων, τάχιστα καὶ τὴν τῶν γεγραμμένων καὶ ἀκουτισθέντων ἐπισυλλέξεις ἐπικαρπίαν τε καὶ ὠφέλειαν, καὶ ἀπὸ τοῦ μανθάνειν καὶ πράττειν, προκόψεις, εἰς τὸ καὶ ἄλλους παραινεῖν καὶ ὁδηγεῖν αὐτῇ πείρᾳ, πρὸς τὰ θειότερα καὶ τοῖς πολλοῖς ἀμύητα· ὃ καὶ γένοιτό σοι, τῇ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ παναλκεστάτῃ παλάμῃ ἐπερειδομένῳ, καὶ κατευθυνομένῳ, ἀμήν· ἐπεὶ δὲ κόρος λόγου, πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώμασι, καὶ πᾶν μέτρον ἄριστον, δέον καὶ ἡμᾶς τὸν κόρον φεύγοντας, καὶ τὸ ἔμμετρον ἀσπαζομένους ὡς ἄριστον, μικρὸν ἔτι τῷ λόγῳ προσδιατρίψαντας, καὶ οἱονεί τινα σύντομον ἀνακεφαλαίωσιν τῆς παρούσης πραγματείας διαγράψαντας, οὕτως ἐκεῖτε τὴν τοῦ λόγου ἐρεῖσαι ἄγκυραν.
Ἀνακεφαλαίωσις καὶ ὅπως δεῖ προσεύχεσθαι καὶ περὶ φωτισμοῦ ἀληθοῦς, καὶ θείας δυνάμεως.
Φασὶν οἱ Πατέρες, ὁ ἐν λόγῳ νήφειν ἐθέλων, ἀεὶ δι᾽ εἰσπνοῆς ῥινὸς ἔνδον καρδίας ἐπειγέσθω προσεύχεσθαι καθαρῶς, καὶ ἀρεμβάστως, μόνα τὰ τῆς εὐχῆς προσέχων, καὶ μελετῶν, καὶ διανοούμενος ῥήματα, ἤγουν τὸ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με· ἄχρι καιροῦ φωτισμοῦ νοὸς ἐν καρδίᾳ, ὥς φησιν ὁ Ἅγιος Διάδοχος «ὅτι, ὅσοι τὸ τοῦ Κυρίου Ἰησοῦ ἔνδοξον, καὶ πολυπόθητον ὄνομα ἐν τῷ βάθει τῆς καρδίας μελετῶσιν ἀπαύστως, οὗτοι δύνανται καὶ τὸ φῶς τοῦ νοῦ ὁρᾶν ποτέ»· οὗ γεγενημένου, Θεοῦ ῥοπῇ, ἔκτοτε τὸν ὑπόλοιπον δρόμον τῆς κατὰ Θεὸν πολιτείας ἡμῶν, ὡς ἐν φωτὶ περιπατοῦντες, μᾶλλον δὲ φωτὸς υἱοὶ ὄντες, ἀπλανῶς καὶ ἀπροσκόπως ὁδεύσομεν, ὡς φησιν ὁ φωτοπάροχος Ἰησοῦς, «ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε· καὶ ὅτι, ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοί, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς, καὶ ὁ Δαβὶδ δέ, τοιά δε, πρὸς Κύριον βοᾷ· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, καὶ ὁ θειότατος Παῦλος, Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν»· δι᾽ αὐτοῦ καὶ γὰρ ὡς διὰ λύχνου ἀσβέστου καὶ παμφαοῦς, ὁδηγοῦνται καὶ ἐνατενίζουσιν οἱ τῳόντι πιστοί, εἰς τὰ ἐπέκεινα τῶν αἰσθήσεων, καὶ ἀνοίγεται αὐτοῖς, ὡς καθαροῖς τὴν καρδίαν, ἡ οὐράνιος πύλη, πάσης τῆς ἰσαγγέλου, καὶ ὑψηλῆς πολιτείας καὶ καταστάσεως· καὶ αὖθις οὕτως ὡς ἐξ ἡλιακοῦ δίσκου, ἀνατέλλει τούτοις, τὸ ἀνακρίνειν, τὸ διακρίνειν, τὸ διορᾶν, τὸ προορᾶν, καὶ τὰ παραπλήσια· καὶ ἁπαξαπλῶς δι᾽ αὐτοῦ ἀπαυγάζει τούτοις, ἡ τῶν ἀδήλων μυστηρίων, πᾶσα δήλωσις τε καὶ Ἀποκάλυψις· δυνάμεώς τε ὑπερφυοῦς καὶ θείας, ἐν πνεύματι ἐμπίπλανται· καὶ διὰ τῆς τοιᾶς δε ὑπερφυοῦς δυνάμεως, καὶ ὁ χοῦς αὐτῶν κουφιζόμενος, ἢ μᾶλλον τὸ βρίθον τῆς σαρκὸς ἀπολεπτυνόμενον καὶ μετεωριζόμενον, ὑπερίπταται· διὰ ταύτης τῆς ἐν Ἁγίῳ Πνεύματι φωτιστικῆς δυνάμεως, ἔτι μετὰ σαρκὸς ὄντες, καί τινες τῶν Ἁγίων Πατέρων, ὡς ἄϋλοι καὶ ἀσώματοι, ποταμοὺς ἀβάτους, καὶ θαλάττας ναυσιπόρους, ποσὶν ἀβρόχως διῆλθον· δρόμους τε μακρούς καὶ πολυημέρους, ἀκαριαίως διώδευσαν· καὶ ἕτερα ἐξαίσια, ἐν οὐρανῷ, ἐν γῇ, ἐν ἡλίῳ, ἐν θαλάσσῃ ἐν ἐρημίαις, ἐν πόλεσιν, ἐν παντὶ τόπῳ, καὶ χώρᾳ· ἐν θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἁπλῶς ἐν πάσῃ τῇ κτίσει, καὶ πᾶσι τοῖς στοιχείοις, ἐξειργάσαντο· καὶ διὰ πάντων ἐδοξάσθησαν· καὶ ἐν προσευχαῖς δὲ τούτων ἱσταμένων, καὶ τὰ αὐτῶν εὐαγῆ καὶ τίμια σώματα, γῆθεν ὡς ὑπόπτερα ὑπερήροντο· τῷ ἀναλωτικῷ, καὶ ἐνθέῳ, καὶ ἀΰλῳ πυρὶ τῷ τῆς χάριτος, τὸ σωματικὸν πάχος, ναὶ μὴν καὶ τὸ βάρος, ἀποτεφρούμενοι· κούφως τε αἴρεσθαι ἐνεργούμενοι, ὦ τοῦ θαύματος, μεταστοιχειούμενοι, καὶ μεταχαλκευόμενοι πρὸς τὸ θειότερον, τῇ θεουργῷ παλάμῃ τῆς ἐνισκηνούσης αὐτοῖς ἰσχύος καὶ χάριτος· καὶ μετὰ τέλος δέ, ἐνίων καὶ τὰ σεβάσμια σώματα, τὸ ἀδιάλυτον φέρουσι· προδήλως τὴν ἐνοικοῦσαν αὐτοῖς, καὶ πᾶσι τοῖς βεβαιοπίστοις ὑπὲρ φύσιν χάριν καὶ δύναμιν πιστούμενα· καὶ μετὰ τὴν κοινὴν μέντοι γε, καὶ παγκόσμιον ἐξανάστασιν, δι᾽ αὐτῆς τῆς ἐν πνεύματι φωτιστικῆς δυνάμεως, οἷόν πως πτεροφυήσαντες, ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα, ὥς φησιν ὁ τῶν ἀρρήτων μύστης θειότατος Παῦλος, καὶ οὕτω «πάντοτε σὺν τῷ Κυρίῳ ἔσονται· πρὸς δὴ ταῦτα, καὶ ὁ πνευματοφθόγγος ψάλλει Δαβίδ, Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, δηλαδὴ τὴν αἰώνιον, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν, σὺ εῖ· καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· καὶ αὖθις, οἱ τοῦ Θεοῦ κραταιοί, τῆς γῆς σφόδρα ἐπήρθησαν· καὶ ὁ μεγαλοφωνότατος δὲ Ἡσαΐας οὕτω διαγορεύει· οἱ ὑπομένοντες τὸν Κύριον, πτεροφυήσουσιν· ἀλλάξουσιν ἰσχὺν αὐτῶν. Καὶ ὁ Ἅγιος Μακάριος, πᾶσα ψυχὴ ἡ διὰ πίστεως, καὶ πασῶν τῶν ἀρετῶν σπουδῆς, τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐντεῦθεν ἐν δυνάμει καὶ πληροφορίᾳ καταξιωθεῖσα, καὶ τῷ ἐπουρανίῳ τῆς ἀφθάρτου εἰκόνος φωτὶ ἑνωθεῖσα, μυστηρίων οὐρανίων γνῶσιν ἐν ὑποστάσει λαμβάνειν πάντοτε καταξιοῦται· ἐν δὲ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως, τῇ αὐτῇ ἐπουρανίῳ τῆς δόξης εἰκόνι, τὸ σῶμα τῇ ψυχῇ συνδοξασθέν, καὶ εἰς οὐρανοὺς ὑπὸ τοῦ πνεύματος, κατὰ τὸ γεγραμμένον, ἁρπαγὲν εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα· καὶ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ γενέσθαι καταξιωθέν, εἰς αἰῶνας ἅμα ψυχῇ καὶ σώματι συμβασιλεύσουσιν».
Ἑτέρα ἀνακεφαλαίωσις.
Τούτων τῶν καινῶν καὶ ὑπὲρ λόγον λόγῳ, ἀρχή, καὶ γεννήτρια, ἡ προμνημονευθεῖσα ἐν ἀμεριμνίᾳ ὁλικῇ, ἡσυχία, προσοχή τε, καὶ προσευχή· βάθρον οἷόν πως βεβηκός, καὶ ἔπαλξιν ἀπόρθητον πλουτοῦσαι· τὴν κατὰ δύναμιν πασῶν τῶν θεοποιῶν ἐντολῶν· ἐκ δὲ τῆς ἀμεριμνίας φαμέν, ἡσυχίας προσοχῆς τε, καὶ προσευχῆς, ἡ ἐν καρδίᾳ κίνησις καὶ θέρμη, ἡ τὰ πάθη, καὶ τοὺς δαίμονας φλέγουσα, καὶ τὴν καρδίαν ὡς ἐν χωνείᾳ καθαίρουσα· καὶ ἐκ ταύτης, ὁ πρός τὸν Κύριον Ἰησοῦν Χριστὸν πόθος καὶ ἄληκτος ἔρως· ἐκ δὴ τούτου, ἡ γλυκερὰ τῶν καρδιακῶν δακρύων ἐπιρροὴ κρουνηδόν, δι᾽ ὧν ἡ ψυχή, καὶ τὸ σῶμα, ὡς ὑσσώπῳ, τῇ μετανοίᾳ, τῇ ἀγάπῃ τε, καὶ εὐχαριστίᾳ, καὶ ἐξομολογήσει, καθαίρεται, καὶ πιαίνεται· ἐκ δέ τούτων, ἡ γαλήνη· ἥ, τε εἰρήνη τῶν λογισμῶν, ἧς οὐδὲν ὅριον, ὡς πάντα νοῦν ὑπερέχουσα· ἐκ δὲ τούτων, ἡ χιονοφεγγόφωτος ἔλλαμψις· καὶ τέλος, ἡ κατὰ ἄνθρωπον ἀπάθεια· ἥ, τε τῆς ψυχῆς πρὸ τοῦ σώματος ἐξανάστασις, καὶ ἡ πρὸς τὸ κατ εἰκόνα, καὶ καθ᾽ ὁμοίωσιν· διὰ πράξεώς τε, καὶ θεωρίας, πίστεώς τε, καὶ ἐλπίδος, καὶ ἀγάπης, ἀναμόρφωσις καὶ ἐπάνοδος· ἥ τε, πρὸς Θεὸν ὁλικὴ ἀνάτασις, καὶ ἄμεσος ἕνωσις· ἔκστασίς τε, καὶ παῦλα, καὶ στάσις, κατὰ μὲν τὸ παρόν, ὡς ἡ ἐν ἐσόπτρῳ, καὶ ἐν αἰνίγματι, καὶ ἀρραβῶνι· κατὰ δὲ τὸ μέλλον, ἡ πρὸς πρόσωπον πρόσωπον, καὶ τελεία τελείως, τοῦ Θεοῦ μέθεξις, καὶ ἀϊδίως ἀπόλαυσις.
Ὅτι αὕτη ὄντως ἐστὶν ἡ ἀπλανής, καὶ πατροπαράδοτος, καὶ κατὰ Θεὸν πολιτεία, δηλονότι ἡ ἐξ ὑπακοῆς ἡσυχία· ἥτις καὶ ἐν Χριστῷ κεκρυμμένη ζωή, εἰκότως τοῖς Ἁγίοις προσείρηται.
Αὕτη ἡ ὁδός καὶ κατὰ Θεὸν νοερὰ πολιτεία, καὶ ἱερὰ ἐργασία, τῶν τῳόντι χριστιανῶν· ἡ ἀληθής, καὶ ἀπλανής, καὶ ἀκίβδηλος, καί γε ἀριδήλως, ἡ ἐν Χριστῷ κεκρυμμένη ζωή· ταύτην ἔτεμε μὲν καὶ ἐμυσταγώγησεν ὁ θεάνθρωπος, καὶ γλυκύτατος Ἰησοῦς· διώδευσαν δὴ οἱ θεῖοι Ἀπόστολοι· ἐπηκολούθησαν δέ, οἱ μετ᾽ αὐτούς, αὐτοῖς ὡς δεῖ ἑπόμενοι, οἱ κλεινοὶ καθηγεμόνες ἡμῶν, καὶ διδάσκαλοι· οἱ ἀπ᾽ ἀρχῆς, αὐτῆς δὴ τῆς ἐπὶ γῆς πρώτης Χριστοῦ παρουσίας, καὶ μέχρι σήμερον ὡς φωστῆρες ἐν κόσμῳ λάμποντες, ταῖς τῶν ζωηρῶν λόγων μαρμαρυγαῖς, καὶ ταῖς τῶν ἔργων παραδοξοποιίαις· οἱ καὶ εἰς τοὺς καθ᾽ ἡμᾶς, τὸ τοιοῦτον καλὸν σπέρμα, τὴν ἱερὰν ζύμην, τὴν ἀπαρχὴν τὴν ἁγίαν, τὴν ἄσυλον παρακαταθήκην, τήν χάριν, τὴν ἐξ ὕψους δύναμιν, τὸν πολύτιμον μαργαρίτην, τὸν ἔνθεον Πατρικὸν κλῆρον, τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θησαυρόν, τὸν ἀρραβῶνα τοῦ πνεύματος, τὸ βασιλικὸν σημεῖον, τὸ ζῶν καὶ ἁλλόμενον ὕδωρ, τὸ θεῖον πῦρ, τὸ σεβάσμιον ἅλας, τὸ χάρισμα, τὸ σφράγισμα, τὸ φῶς, καὶ τὰ ὅμοια τούτοις, πρὸς ἀλλήλους δέδωκεν· ὃ καὶ ἔσται κληροδοτούμενον· καὶ κατά γενεὰς γενεῶν μυστικῶς διαπορθμευόμενον, ἄχρι καὶ αὐτῆς τῆς δευτέρας αὖθις ἐπὶ γῆς Χριστοῦ παρουσίας· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος, τό, καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀμήν.
Ὅτι κἂν καὶ ἄλλαι ὦσιν ὁδοὶ σωτήριοι, ἀλλ᾽ αὕτη πρόκριτος, καὶ βασιλίς, καὶ εἰς υἱοθεσίαν φέρουσα.
Εἰ δὲ καὶ ἄλλαι ὁδοί, καὶ πολιτείαι, εἰ βούλει δὲ καὶ ἐργασίαι χρησταὶ πεφύκασι, πρὸς σωτηρίαν ὁδηγοῦσαι, καὶ καταπαύουσαι τὸν ταύτας μετιόντα, ὥσπερ ἄρα καὶ εἰσί, καὶ πρὸς δουλείαν, ἢ μισθαρνίαν, χειραγωγοῦσαι, καὶ καταλήγουσαι, καθὰ καὶ πολλαὶ μοναὶ τῷ σωτῆρι παρὰ τῷ Πατρὶ αὐτοῦ ὑπάρχειν εἴρηνται· ἀλλ᾽ οὖν αὕτη πέφυκεν ἡ βασιλίς, καὶ πρόκριτος, καὶ πασῶν ἐργασιῶν, ὡς ψυχὴ σώματος, ὑπερκειμένη, καὶ ὑπερφέρουσα, ἅτε εἰς υἱοθεσίαν Θεοῦ καινουργοῦσα ἐκ γῆς καὶ σποδοῦ, καὶ Θεὸν ἐργαζομένη παραδόξως ἐν πνεύματι τὸν μετερχόμενον αὐτήν, ὡς εἰκός, ἄνθρωπον ὥς φησιν ὁ Μέγας Βασίλειος· «Πνεῦμα Ἅγιον ἐπελθὸν εἰς ψυχὴν ἀνθρώπου, ἔδωκε μὲν ζωήν· ἔδωκε δὲ ἀθανασίαν· ἤγειρε κείμενον· τὸ δὲ κινηθὲν κίνησιν ἀΐδιον ὑπὸ Πνεύματος Ἁγίου, ζῶον ἅγιον ἐγένετο, ἔσχε δὲ ἄνθρωπος ἀξίαν, πνεύματος εἰσῳκισθέντος ἐν αὐτῷ. Προφήτου, Ἀποστόλου, Ἀγγέλου, Θεοῦ, ὢν πρὸ τοῦ, γῆ, καὶ σποδός».
Ὅτι διὰ τὸ ὑψηλὸν τῆς ἐργασίας καὶ πολυώνυμός ἐστιν αὕτη ἡ πολιτεία.
Διά τοι τοῦτο, καὶ πολλαῖς, καὶ ποικίλαις αὐτήν, καὶ ἐνδόξοις κλήσεσιν, οἱ θεῖοι Πατέρες ἀποσεμνύνουσιν· ὁδὸν γὰρ γνωστικὴν προσηγορεύκασι· πρᾶξιν ἐπαινουμένην, καὶ θεωρίαν εὔστοχον· προσευχὴν ἐπάνω παντὸς πλάτους· νῆψιν νοός· νοερὰν ἐργασίαν, ἔργον τοῦ μέλλοντος αἰῶνος· Ἀγγελικὴν πολιτείαν· οὐράνιον βιωτήν· ἔνθεον διαγωγήν· χώραν ζώντων· μυστικὴν ἐποψίαν· πνευματικὴν πανδαισίαν· Παράδεισον θεουργόν· οὐρανόν· οὐράνιον βασιλείαν· Θεοῦ βασιλείαν· γνόφον ὑπέρφωτον· ἐν Χριστῷ κεκρυμμένην ζωήν· θεοπτίαν· καὶ θέωσιν τὸ ὑπερφυέστατον, καὶ τὰ τούτοις παραπλήσια· οἷς περ θείοις Πατράσι, καὶ ἡμεῖς οἱ τῷ πηλῷ, καὶ τῇ πλινθείᾳ, τοῖς πονηροῖς, καὶ ἀκαθάρτοις λογισμοῖς, καὶ λόγοις καὶ ἔργοις, συζῶντες, ἑπόμενοι, τὴν σὴν αἴτησιν, ἀγαπητέ, ἐκπληρῶσαι διὰ σπουδῆς ἐθέμεθα· ναὶ μὴν καὶ καθὼς ἤτησας, καὶ ὑπὲρ τὸ μέτρον ἡμῶν εἰπεῖν οὐκ ὠκνήσαμεν, χάριν, ὡς καὶ ἐν προοιμίοις τοῖς τοῦ λόγου εἴπομεν, τῆς σῆς ἀγάπης, καὶ τῆς Πατρικῆς ἐντολῆς· ταύτης δὲ καὶ τῆς Ἰσαγγέλου βιωτῆς πρύτανις, ἡ τοῦ λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, καινή, καὶ ἀπόρρητος οἰκονομία, καὶ ἐνανθρώπησις, εὐδοκία τοῦ ἀνάρχου Πατρός, καὶ συνεργεία τοῦ Ἁγίου Πνεύματος.
ΗΘΙΚΟΝ.
Ὅτι μετὰ τῆς τοῦ Θεοῦ βοηθείας, καὶ χάριτος, χρὴ καὶ ἡμᾶς ὡς δυνατὸν σπουδάζειν καὶ ἀγωνίζεσθαι, ἵνα καταξιωθῶμεν ἀπὸ τοῦ νῦν, ὡς ἐν ἀρραβῶνος μέρει, τῶν τοιούτων ὑπερφυῶν, καὶ μεγίστων δωρεῶν· καὶ ἵνα μὴ διὰ μικρὰν ῥᾳθυμίαν, τούτων, φεῦ, ἀποτύχωμεν, ὃ μὴ γένοιτο.
Τοιούτων τοίνυν, καὶ τηλικούτων ἀγαθῶν ἡμῖν προκειμένων, ἀγαπητοί, οὐ μόνον ἐν ἐλπίσι, καὶ ταῖς εἰς τὸ μέλλον ἐπαγγελίαις, ἀλλ᾽ ἀληθείᾳ ἀπάρτι καὶ πράγματι σπεύσωμεν, ἀντιβολοῦμεν, ἕως καιρὸν ἔχωμεν· δράμωμεν, ἀγωνισώμεθα, ἵνα τούτων καὶ ἡμεῖς, διὰ μικρᾶς, καὶ προσκαίρου σπουδῆς καὶ πόνου βραχέος· τὸ δὲ πλεῖστον Θεοῦ δωρεᾷ καὶ χάριτι, καταξιωθῶμεν· οὐ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, Παύλου τοῦ Θείου κήρυκος λέγοντος ἀκουσώμεθα· μᾶλλον δὲ καὶ ἀπὸ τοῦ νῦν σπουδάζοντες εὑρήσομεν κατ᾽ αὐτόν, ὡς ἐν ἀπαρχῆς καὶ ἀρραβῶνος μέρει· εἰ γὰρ οἱ εἰς βασιλικὰς συγγενείας, καὶ κοινωνίας ἐκ τῆς κάτω τύχης μετακαλούμενοι, πάντα πράττουσι, καὶ ἔργοις, καὶ λόγοις, καὶ ἐπινοίαις, καὶ αὐτῶν δὴ τῶν ἀνεφίκτων ἁπτόμενοι, μέντοι γε καὶ αὐτῆς τῆς ζωῆς πολλάκις καταφρονοῦντες, ὑπὲρ τῆς τοιαύτης δόξης τε καὶ τιμῆς, τῆς ῥευστῆς, καὶ προσκαίρου, τῆς ἐνίοτε καὶ εἰς ὄλεθρον παντελῆ, οὐκ εἰς τὸ χρήσιμον καταντώσης, πόσον ἄρα ἡμᾶς, εἰκός, διαπράξασθαι, καὶ σπουδάσαι εἰς κοινωνίαν, καὶ γάμους, καὶ συνάφειαν, προσκαλούμενος Θεοῦ, τοῦ πάντων βασιλέων βασιλέως, καὶ δημιουργοῦ, καὶ μόνου ἀφθάρτου καὶ εἰσαεὶ διαμένοντος, καὶ δόξαν καὶ τιμὴν παρέχοντος τοῖς οἰκείοις, εὐκλεᾶ καὶ μόνιμον· καὶ οὐ μόνον τοῦτο δέ, ἀλλά γε καὶ ἐξουσίαν εἰληφότας, τέκνα Θεοῦ γενέσθαι· «ὅσοι γάρ, φησιν, ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, δίδωσιν ἐξουσίαν· οὐ τυραννικῶς ἕλκει, καὶ παρὰ πρόθεσιν ἡμετέραν βιάζεται· ἀεὶ γὰρ ἡ τυραννίς, κατὰ τοῦ τυραννοῦντος τὸν τυραννούμενον ὁπλίζει, ἵνα κακῷ τὸ κακὸν ἐξιάσῃται· κἂν τούτῳ τιμῶν ἡμῶν τὸ ἀρχαῖον τοῦ αὐτεξουσίου ἀξίωμα· καὶ ἵνα ὅπως εἴη τὸ ἀγαθόν, τῇ αὐτοῦ μὲν ἐξειργασμένον τοκαθόλου εὐδοκίᾳ καὶ χάριτι· τῆς δὲ ἡμετέρας σπουδῆς καὶ ἐπιμελείας λογίζοιτο τὸ κατόρθωμα, κἀκεῖνος μέν, εἰ καὶ Θεός ἐστι καὶ δεσπότης, ἀλλ᾽ οὖν ἅπαν τὸ ἑαυτοῦ πεποίηκε· πάντας γάρ, καὶ ὁμοίως ἔπλυνε, καὶ ὡσαύτως ὑπὲρ πάντων ἀπέθανε, ἵνα ἐπίσης σώσῃ τοὺς ἅπαντας· ἐν ἡμῖν δὲ ἐπελείφθη, τὸ προσελθεῖν, τὸ πιστεῦσαι, τὸ οἰκειωθῆναι, τὸ μετὰ φόβου, καὶ σπουδῆς, καὶ ἀγάπης λατρεύειν τῷ ὄντως ἀγαπήσαντι ἡμᾶς φιλανθρώπῳ δεσπότῃ, καὶ κηδεμόνι, ὥστε καὶ θάνατον ἐθελῆσαι ὑπενεγκεῖν ἑκουσίως ὑπὲρ ἡμῶν, καὶ θάνατον ἐπονείδιστον, ἵνα ἡμᾶς τῆς τοῦ διαβόλου καὶ ἀρχεκάκου ἐχθροῦ ἀπαλλάξῃ τυραννίδος, καὶ τῷ Πατρὶ καὶ Θεῷ καταλλάξῃ· καὶ κληρονόμους μὲν Θεοῦ, συγκληρονόμους δὲ αὐτοῦ ἀπεργάσηται, τὸ παραδοξότατον, καὶ μακαριώτατον, μὴ δὴ διὰ μικρᾶς, καὶ βραχείας ῥᾳθυμίας, καὶ ἀμελείας, καὶ ἐπιπλάστου ἡδονῆς οἱασοῦν, τῶν τοσούτων οἵων ἡλίκων ἀποξενώσωμεν ἑαυτοὺς ἀγαθῶν, καὶ γερῶν, καὶ ἀπολαύσεων· ἀλλὰ πάντα πράξωμεν, καὶ πραγματευσώμεθα, καὶ αὐτῆς, εἰ δέοι, τῆς ζωῆς, ὑπὲρ αὐτοῦ μὴ φεισώμεθα, ὡς κἀκεῖνος δι᾽ ἡμᾶς, καί τοι Θεὸς ὢν ὑπὲρ ἡμῶν πεποίηκεν, ἵν᾽ οὕτως καὶ τῶν ἀπάρτι, καὶ τῶν ἁπάντων δωρεῶν καὶ στεφάνων καταξιωθῶμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, εὐδοκίᾳ, καὶ χάριτι αὐτοῦ τοῦ ὑπεραγάθου, καὶ ἐλεήμονος, τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ταπεινώσαντος ἑαυτὸν τοσοῦτον ὑπὲρ ἡμῶν, καὶ τοῖς τοιούτοις ταπεινοῖς, τὴν ὑπερφυᾶ καὶ θεοποιὸν αὐτοῦ χάριν ἀποτουνῦν ἐνεργῶς πλουσίως ἐπιβραβεύοντος· ὅτι αὐτῷ πρέπει πᾶσα ἡ δόξα, καὶ ἡ τιμή, καὶ ἡ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ, καὶ ἀχράντῳ αὐτοῦ Πατρί, καὶ συναϊδίῳ, καὶ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεί, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.