Library › Sts Nicodemus and Makarios, comp. › Philokalia
Philokalia
Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2
St Symeon of Thessalonica, Τοῦ αὐτοῦ, ὅτι πάντες οἱ Χριστιανοὶ ἱερωμένοι, Μοναχοὶ, καὶ…
ΤΟΥ ΑΥΤΟΥ
ΚΕΦΑΛΑΙΟΝ ΣϞΖ΄.
ΟΤΙ ΠΑΝΤΕΣ ΧΡΙΣΤΙΑΝΟΙ ΙΕΡΩΜΕΝΟΙ, ΜΟΝΑΧΟΙ ΚΑΙ ΛΑΪΚΟΙ
ΟΦΕΙΛΟΥΣΙ ΚΑΝ ΩΡΙΣΜΕΝΩΝ ΕΝ ΤΩ ΟΝΟΜΑΤΙ ΙΗΣΟΥ
ΧΡΙΣΤΟΥ ΚΑΤΑ ΔΥΝΑΜΙΝ ΠΡΟΣΕΥΧΕΣΘΑΙ
Ταύτην οὖν τὴν ὀνομασίαν ὡς προσευχήν, πᾶς εὐσεβὴς λεγέτω διαπαντὸς καὶ τῷ ἑαυτοῦ νοί, καὶ τῇ γλώσσῃ· καὶ στήκων, καὶ ὁδεύων, καὶ καθεζόμενος, καὶ ἀνακλινόμενος, καὶ πάντα λέγων, καὶ ἐνεργῶν, καὶ πρὸς τοῦτο ἑαυτὸν ἀεὶ παραβιαζέσθω· καὶ μεγίστην εὑρήσει γαλήνην τε καὶ χαράν· ὡς καὶ πείρᾳ εἰδότες εἰσιν οἱ περὶ αὐτῆς μεριμνῶντες· ἐπεὶ δὲ τοῦτο τὸ ἔργον ὑπὲρ τοὺς ὄντας ἐστὶ τῷ βίῳ, καὶ αὐτοὺς τοὺς ἐν μέσῳ ὄντας θορύβων μοναχούς, κἂν ὡρισμένον εἶναι δεῖ ἐν ἑκάστῳ τὸ περὶ τούτου· καὶ πάντας ὑποτύπωσιν ἔχειν ταύτην τὴν προσευχὴν ἐνεργεῖν κατὰ δύναμιν, καὶ ἱερωμένους, μονάζοντάς τε, καὶ λαϊκούς. Οἱ μὲν οὖν μονάζοντες, ὡς εἰς τοῦτο τεταγμένοι, καὶ ὀφειλήν, ἀπαραίτητον περὶ ταύτης ἔχοντες, εἰ καὶ ἐν θορύβῳ εἰσὶ διακονημάτων, ὅμως πάντοτε βιαζέσθωσαν ταύτην ἐνεργεῖν ὀφείλοντες τὴν εὐχήν, καὶ προσεύχεσθαι τῷ Κυρίῳ ἀδιαλείπτως, κἂν μετὰ ῥεμβασμοῦ, καὶ συγχύσεως ὦσι, καὶ τῆς καλουμένης τοῦ νοός, καὶ οὔσης αἰχμαλωσίας· καὶ μὴ διὰ τὸ κλέπτεσθαι ὑπὸ τοῦ ἐχθροῦ ἀμελεῖν· ἀλλ᾽ ἐπανέρχεσθαι πρὸς τὴν προσευχήν, καὶ χαίρειν ἐπανερχομένους. Οἱ ἱερωμένοι δέ, ὡς ἀποστολικοῦ τούτου ἐπιμελείσθωσαν ἔργου, καὶ ὡς θείου κηρύγματος, καὶ ὡς θεῖα ἐνεργήματα ἐκτελοῦντος, καὶ ὡς τὴν ἀγάπην παριστῶντος τοῦ Χριστοῦ. Οἱ ἐν τῷ κόσμῳ δέ, ὡς σφραγίδα ταύτην ἑαυτῶν, καὶ σημεῖον τῆς πίστεως, καὶ φυλακήν, καὶ ἁγιασμόν, καὶ πειρασμοῦ παντὸς διωκτήριον, κατὰ δύναμιν ἐνεργείτωσαν. Ὅθεν πάντας ἱερωμένους, λαϊκούς τε καὶ Μοναχούς, ἐξαναστάντας τοῦ ὕπνου, Χριστὸν ἐννοῆσαι πρῶτον χρή, καὶ Χριστοῦ μνησθῆναι πρῶτον· καὶ τοῦτο πάσης ἐννοίας ἀπαρχήν, καὶ θυσίαν προσαγαγεῖν τῷ Χριστῷ· ὅτι καὶ Χριστοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ τοσοῦτον ἀγαπήσαντος, πρὸ πάσης ἐννοίας μνησθῆναι δεῖ, ἐπεὶ καὶ Χριστιανοὶ ἐσμέν, καὶ καλούμεθα· καὶ ἐνεδυσάμεθα τοῦτον τῷ θείῳ Βαπτίσματι· καὶ ἐσφραγίσθημεν τούτου τῷ μύρῳ, καὶ τῆς ἁγίας αὐτοῦ Σαρκός, καὶ τοῦ Αἵματος μετεσχήκαμεν, καὶ μετέχομεν· καὶ μέλη αὐτοῦ ἐσμέν· καὶ ναός· καὶ τοῦτον ἐνδεδύμεθα, καὶ ἐνοικεῖ ἐν ἡμῖν, καὶ διὰ τοῦτο ἀγαπᾶν αὐτόν, καὶ ἀεὶ τούτου μεμνῆσθαι ὀφείλομεν· ὅθεν καὶ ὡρισμένον ἐχέτω πᾶς καιρὸν κατὰ δύναμιν, καὶ ἀριθμόν τινα τῆς προσευχῆς ταύτης, ὡς ὀφειλήν· καὶ τὰ μὲν περὶ τούτου ἀρκείτω· ἐπεὶ καὶ τοῖς περὶ τούτου ζητοῦσι πλεῖστα εἰς διδασκαλίαν εἰσί.