Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Sts Nicodemus and Makarios, comp. › Philokalia

Philokalia

Sts Nicodemus and Makarios, comp., Greek, Athens, 1893 · vol. 2

St Symeon of Thessalonica, Τοῦ μακαριωτάτου Ἀρχιεπισκόπου Θεσσαλονίκης Συμεῶν περὶ τῆς…

ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΣΥΜΕΩΝ
ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ ΚΑΙ ΘΕΟΠΟΙΟΥ ΠΡΟΣΕΥΧΗΣ
ΟΣΑ ΕΣΤΙ ΔΗΛΑΔΗ ΑΥΤΗ Η ΠΡΟΣΕΥΧΗ ΚΕΦΑΛΑΙΟΝ σϟϛ΄.
ΕΝ ΣΕΛΙΔΙ ΤΗΣ ΒΙΒΛΟΥ ΑΥΤΟΥ 210

Αὕτη οὖν ἡ θεία προσευχή, ἡ τοῦ Σωτῆρος ἡμῶν ἐπίκλησις, τὸ Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Θεοῦ ἐλέησόν με, καὶ προσευχή ἐστι καὶ εὐχὴ καὶ ὁμολογία τῆς πίστεως καὶ Πνεύματος Ἁγίου παρεκτική, καὶ δωρεῶν θείων χορηγός, καὶ κάθαρσις καρδίας καὶ δίωξις δαιμόνων καὶ ἐνοίκησις Ἰησοῦ Χριστοῦ καὶ πνευματικῶν ἐννοιῶν καὶ λογισμῶν θείων πηγὴ καὶ ἁμαρτιῶν ἀπολύτρωσις καὶ ψυχῶν καὶ σωμάτων θεραπευτήριον καὶ φωτισμοῦ θείου χορηγὸς καὶ ἐλέους Θεοῦ βρύσις καὶ ἀποκαλύψεων καὶ μυήσεων θείων ἐν ταπεινώσει βραβευτὴς, καὶ τὸ μόνον σωτήριον, ἐπεὶ καὶ τὸ σωτήριον φέρει ἐν αὐτῇ τοῦ Θεοῦ ἡμῶν ὄνομα, ὅ δὴ τὸ μόνον ὄνομά ἐστι τὸ ἐπικληθὲν εἰς ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οὐκ ἔστιν ἐν οὐδενὶ ἄλλο σωθῆναι ἡμᾶς, ὡς φησιν ὁ Ἀπόστολος· διὸ καὶ προσευχή ἐστιν ὅτι ἐν αὐτῇ τὸν θεῖον ἐπιζητοῦμεν ἔλαιον, καὶ εὐχὴ ὅτι παρέχομεν ἑαυτοὺς Χριστῷ διὰ τῆς αὐτοῦ ἐπικλήσεως· καὶ ὁμολογία ὅτι τοῦτο ὁμολογήσας ὁ Πέτρος μεμακάρισται· καὶ πνεύματος παρεκτική, ὅτι οὐδεὶς λέγει Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ· καὶ δωρεῶν θείων χορηγός, ὅτι διὰ ταύτην δώσω σοι τῷ Πέτρῳ, φησὶν ὁ Χριστός, τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ κάθαρσις καρδίας, ὅτι τὸν Θεὸν ὁρᾷ, καὶ καλεῖ, καὶ καθαίρει τὸν βλέποντα· καὶ δίωξις δαιμόνων, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐδιώχθησαν καὶ διώκονται πάντες οἱ δαίμονες· καὶ ἐνοίκησις Χριστοῦ, ὅτι τῇ αὐτοῦ μνήμῃ ὁ Χριστός ἐστιν ἐν ἡμῖν, καὶ διὰ τῆς μνήμης ἐνοικεῖ· καὶ εὐφροσύνης πληροῖ· ἐμνήσθην γάρ φησι τοῦ Θεοῦ καὶ εὐφράνθην· καὶ πνευματικῶν ἐννοιῶν καὶ λογισμῶν ἐστὶ πηγὴ ὅτι Χριστὸς ἐστὶν ὁ θησαυρὸς πάσης σοφίας καὶ γνώσεως· καὶ οἷς ἐνοικεῖ ταῦτα χορηγεῖ· καὶ ἁμαρτιῶν ἀπολύτρωσις, ὅτι δι᾽ αὐτήν, ὅσα λύσεις, φησίν, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ· καὶ ψυχῶν, καὶ σωμάτων θεραπευτήριον, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει φησί· καὶ Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· καὶ φωτισμοῦ θείου χορηγός, ὅτι Χριστὸς τὸ φῶς τὸ ἀληθινόν ἐστι· καὶ τῆς λαμπρότητος αὐτοῦ καὶ χάριτος μεταδίδωσι τοῖς αὐτὸν ἐπικαλουμένοις· καὶ ἔστω φησίν, ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς· καὶ ὁ ἀκολουθῶν ἐμοί, ἕξει τὸ φῶς τῆς ζωῆς, καὶ ἐλέους θείου βρύσις, ὅτι τὸν ἔλεον ζητοῦμεν· καὶ ἐλεήμων ὁ Κύριος, καὶ οἰκτείρει πάντας τοὺς ἐπικαλουμένους αὐτόν· καὶ ποιεῖ τὴν ἐκδίκησιν ἐν τάχει τῶν βοώντων πρὸς αὐτόν· καὶ ἀποκαλύψεων, καὶ μυήσεων θείων βραβευτὴς τοῖς ταπεινοῖς, ὅτι καὶ τῷ ἁλειεῖ Πέτρῳ αὕτη δέδοται δι᾽ ἀποκαλύψεως τοῦ ἐν οὐρανοῖς Πατρός· καὶ Παῦλος ἡρπάγη ἐν Χριστῷ, καὶ ἀποκαλύψεων ἤκουσε· καὶ πάντοτε τοῦτο ἐνεργεῖ· καὶ τὸ μόνον σωτήριον, ὅτι ἐν οὐδενὶ ἄλλῳ, φησὶν ὁ Ἀπόστολος, ἐστι σωθῆναι ἡμᾶς, καὶ οὗτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός· διὸ καὶ τοῦτο ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ πᾶσα γλῶσσα ἐξομολογήσεται καὶ ἀνυμνήσει ἑκοῦσα καὶ ἄκουσα, ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός· καὶ τοῦτο τὸ σημεῖον ἡμῶν τῆς πίστεως· ἐπεὶ καὶ Χριστιανοὶ ἐσμέν, καὶ καλούμεθα· καὶ ἡ μαρτυρία ὅτι ἐκ τοῦ Θεοῦ ἐσμέν· πᾶν γὰρ πνεῦμα ὃ ὁμολογεῖ Κύριον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί φησιν, ὡς προέφημεν· καὶ τὸ μὴ ὁμολογοῦν, οὐκ ἐκ τοῦ Θεοῦ· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, τὸ μὴ ὁμολογοῦν Ἰησοῦν Χριστόν· διὸ χρὴ πάντας τοῦτο πιστοὺς τὸ ὄνομα ἀδιαλείπτως ὁμολογεῖν, καὶ διὰ τὴν ἀνακήρυξιν τῆς πίστεως, καὶ διὰ τὴν ἀγάπην τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἧς οὐδὲν ἡμὰς ὅλως χωρίσαι δεῖ ποτε, καὶ διὰ τὴν ἀπὸ τοῦ ὀνόματος αὐτοῦ χάριν, καὶ ἄφεσιν, καὶ ἀπολύτρωσιν, καὶ θεραπείαν, ἁγιασμόν τε καὶ φωτισμόν, καὶ πρὸ πάντων τὴν σωτηρίαν· ἐν τούτῳ γὰρ τῷ θείῳ ὀνόματι, καὶ θαυμαστὰ ἐποίησαν οἱ Ἀπόστολοι, καὶ ἐδίδαξαν· καὶ ὁ θεῖός δέ φησιν εὐαγγελιστής· ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ· ἰδοὺ ἡ πίστις· καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ· ἰδοὺ ἡ σωτηρία, καὶ ζωή.

· Contents ·