Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Photius the Great › Against the Manichaeans

Against the Manichaeans

St Photius the Great, Greek, PG 102, 1860

1. Book 1: Account of the Re-emergence of the Manichaeans

ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΦΩΤΙΟΥ ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ ΜΑΝΙΧΑΙΩΝ ΑΝΑΒΛΑΣΤΗΣΕΩΣ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ.

Πολλοῖς ὁρῶντες ἀγνοούμενον, ὅθεν δὴ τὴν ἐπωνυμίαν τὸ βδελυκτὸν τοῦτο καὶ νεοφανὲς τῶν Παυλικιανῶν ἐκληρώσατο σύστημα, καὶ πολλὴν ἐσκεδασμένην ἀνακόλουθόν τε καὶ διάφορον τὴν περὶ τοῦτο συρομένην εἰς πάντας ὑπόνοιαν· οὐκ ἄκαιρον ἡγησάμην βραχέα τινὰ καὶ ἅπερ ἀνεπυθόμην παρὰ τῶν βδελυξαμένων καὶ μετανοίας δάκρυσι τὸ τῆς ἀποστασίας ἀποπλυναμένων ἄγος, καθωμιλημένῳ καὶ συντόμῳ λόγῳ περὶ ταύτης διαλαβεῖν τῆς προθέσεως, καὶ εἴ τι ἄλλο παρὰ τὰ πάλαι δόξαντα τοῖς ἀπὸ Μάνεντος ἐνεωχμώθη τε καὶ συγκατεσκευάσθη τοῖς ὕστερον.

Σαμόσατα πόλις ἐστὶ τῆς Συρίας, ἐν ᾗ πάλαι τὸ Μανιχαίων θεοστυγὲς ἐπεκώμασε φρόνημα. Ἐν ταύτῃ γυνή τις ὀνόματι Καλλινίκη τῆς τοιαύτης αἱρέσεως ὅλον ἐν ἑαυτῇ συλλαβοῦσα τὸν βόρβορον, δύο τίκτει παῖδας, ὡς εἶθε μὴ ὥφειλεν, ὧν ὁ μὲν Παῦλος, τὸν δὲ Ἰωάννην ὡνόμαζον. Οὗτοι παῖδες οὐδὲν ἧττον τῆς γαστρὸς ἢ τῆς αἱρέσεως ἐκείνης γενόμενοι τῆς κακοδαίμονος, ἄκρατον τὸν ἰὸν τῆς ἀποστασίας εἰσεδέξαντο. Καίγε τῶν ἄλλων ἐπὶ τῇ δυσσεβείᾳ διαφέροντας καὶ δραστηρίους ὄντας τὸ κακοποιῆσαι κήρυκας τῆς ἀνομίας τοῦ τοιούτου μύσους οἱ μύσται καὶ μυσταγωγοὶ εἰς τὴν τῶν Ἀρμενιακῶν οὕτω νυνὶ καλουμένην χώραν ἐξέπεμψαν, Φανάρεια δὲ αὐτοὺς ἐπιχωρίῳ γλώσσῃ τὴν κλῆσιν ἡ κώμη λαβοῦσα πρὸ τῶν ἄλλων ὑπεδέξατο, καὶ τὰ τῆς ἀσεβείας ἐνεκυμόνησε σπέρματα, ἐξ οὗ καὶ τὴν προσωνυμίαν ἔν τι τῶν περιεχομένων αὐτῇ χωρίων Ἐπίσπαρις ἐκληρώσατο. Ἐκ θατέρου τοίνυν τῶν εἰρημένων, ὅτῳ Παῦλος ἦν ὄνομα, ἀντὶ τοῦ γινώσκεσθαι διὰ τῆς τοῦ Χριστοῦ παρωνυμίας τὴν τῶν Παυλικιάνων κλῆσιν οἱ τῆς ἀποστασίας ἐρασταὶ μετηλλάξαντο, οἱ δὲ οὐκ ἐκ θατέρου φασὶν, ἀλλ᾽ ἐξ ἑκατέρου συναφθέντων ἀλλήλοις τῶν ὀνομάτων εἰς ἐκβαρβαρωθεῖσαν ἐπίκλησιν σύνθετον, καὶ ἀντὶ τοῦ Παυλοϊωάνναι καλεῖσθαι αὐτοὺς ὅπερ νῦν ὀνομάζονται.

Χρόνου δὲ διαῤῥυέντος ἕτερον αὐτοῖς τὸ τῆς ἀποστασίας συνέδριον χειροτονοῦσι διδάσκαλον, ὃς ἐκ τῶν γεννησαμένων Κωνσταντῖνος ἕλκων τὴν κλῆσιν εἰς Σιλουανὸν ἑαυτὸν μετωνόμασε. Καί γε τοῦτον πολλῷ τῶν Καλλινίκης παίδων οἱ τῆς ἀποστασίας ὑπασπισταὶ ἐπίπροσθεν ἄγουσιν. Οὗτος δὴ, οὖτος ὁ δεινότατος κακουργῆσαι τὰ ἁτόλμητα τὰ μὲν αἱρετικὰ φρονήματα γραφῇ παραδοῦναι οὐκ ἐθάρρησεν. Ἔθει δὲ καὶ συνεχεῖ διδασκαλίᾳ κατασφαλισάμενος τοῖς μυσταγωγηθεῖσι κατέχειν ἀπαράτρωτα τὰ τῆς ἀσεβείας παρακατατίθησιν ὄργια. Τὸ μέν τοι Εὐαγγέλιον καὶ τὸν Ἀπόστολον ἃ καὶ τὸ θεῖον τῶν Χριστιανῶν περιπτύσσεται καὶ τιμᾷ σύνταγμα, ἐγγράφως τούτοις παρέθετο, τοῖς ῥήμασι μὲν καὶ ὀνόμασιν οὐδὲν μέγα παραλλάττων, οὐδὲ κατακιβδηλεύων τοῦ λόγου τὸ σχῆμα, καθάπερ Οὐαλεντῖνος καὶ ἕτεροι, ὅλον δὲ τὸν νοῦν τῆς εὐσεβείας διαστρέφων καὶ καταθραύων, καὶ πάντα ποιῶν καὶ περιέλκων πρὸς τὸ τῆς ἀποστασίας αὐτοῦ φρόνημα. Καὶ τὰ μὲν ῥητὰ, ὡς εἴρηται, δίδωσι κατέχειν τοῦ τε Εὐαγγελίου μήτε παρενθήκαις μήτε προσβήκαις ἀνέδην λυμαινόμενος. Ἀνάπτει δὲ τούτοις καὶ ὑποβάλλει νοήματα, οἷς ἁρμόζει μὲν οὐδὲν τῶν ἱερῶν ῥημάτων, οὐδεμία δὲ τούτοις ἀκολουθία ἐνορᾶται, μάχεται δὲ πρὸς ἄλληλα, καὶ ὑπὸ πάντων μᾶλλον δηλοῦται ἡ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν λογίων. Ταῦτα δὴ οὖν παρακαταθέμενος, μηδὲν ἕτερον αὐτοῖς ἀναγινώσκειν παρά τε τὸ Εὐαγγέλιον καὶ τὸν Ἀπόστολον δόγμα τίθησιν. Ἀλλ᾽ ὁ μὲν μετὰ χρόνον ἀπεφθάρη τὴν ψυχὴν πλέον τοῦ σώματος.

Μετὰ δὲ τὸν Σιλουανὸν, Συμεὼν αὐτῶν τοῦ δυσσεβοῦς διδασκαλείου προΐσταται, Τίτον καὶ αὐτὸς ἑαυτὸν μετονομασάμενος. Ἑξῆς δὲ Ἀρμένιος γένος, Γεγναίσιος ὄνομα, μετακληθεὶς εἰς Τιμόθεον. Καὶ τέταρτος Ἰωσὴφ ὁ εἰς Ἐπαφρόδιτον μεταβεβλημένος τὸ κύριον. Εἶτα Ζαχαρίας, ὃν οὐκ ἐλαχίστη μοῖρα αἱρέσεως μισθωτόν τε ἡγεῖται καὶ τῆς διδασκαλικῆς αὐτῶν προεδρίας ἀνάξιον. Ἕκτος αὐτοῖς ἐπιγίνεται Βαάνης ὁ ῥυπαρὸς, ἐφ᾽ οἷς ἕβδομον καὶ τελευταῖον κακὸν Σέργιος ἀναφύεται, εἰς Τυχικὸν δὲ καὶ αὐτὸς ἑαυτὸν μετεκάλεσεν. Ἀλλ᾽ οἱ μὲν τῆς ἀποστασίας αὐτῶν διδάσκαλοι, ἀφ᾽ οὖ τῆς Παύλου μετωνυμίας ἔλαχεν τὸ ἀποστατικὸν τοῦτο καὶ μισόχριστον σύνταγμα, μέχρι τοῦ καθ᾽ ἡμᾶς ἤκοντος χρόνου ἐπὶ τοσοῦτον προήχθησαν. Ἐκεῖνο δὲ δεῖ καλῶς ἐπιστῆσαι καὶ εἰδέναι, ὡς οἱ νῦν τῆς ἀποστάσεως ταύτης παῖδες, ἐπειδὰν αὐτούς τις ἀπαιτοίη τοὺς ἐξάρχους τῆς τοιαύτης ἀποπέμπεσθαι βδελυρίας, Μάνεντα μὲν καὶ Παῦλον καὶ Ἰωάννην, καὶ τοὺς ἄλλους προθύμως ἀναθεματίζουσιν· Κωνσταντῖνον δὲ, ὃν Σιλουανὸν καλοῦσι, καὶ Συμεῶνα τὸν Τίτον, καὶ Γεγναίσιον τὸν Τιμόθεον, καὶ τὸν Ἰωσὴφ Ἐπαφρόδιτον, καὶ τὸν ῥυπαρὸν Βαάνην, καὶ Σέργιον τὸν Τυχικὸν, οὐδαμῶς ἀναθεματίσαι καταδέχονται· ἀλλ᾽ οἷα δὴ Χριστοῦ ἀποστόλους καὶ τῆς εὐσεβείας διδασκάλους περιπτύσσονταί τε καὶ ἀποδέχονται, οὐ πάντες δὲ, οὐδὲ τοὺς εἰρημένους πάντας ὁμοίως περιέπουσιν, ἀλλὰ τοὺς μὲν μέχρι Βαάνους καὶ Σεργίου καταγομένους ἐξίσου θειάζουσιν· ἐκεῖθεν δὲ ῥαγέντες εἰς ἀντιπάλους δύο μερίδας, οἱ μὲν τὸν Βαάνην οἱ δὲ θεοποιοῦσι τὸν Σέργιον, ἐπὶ τοσοῦτον τὴν κατ᾽ ἀλλήλων ἔριν καὶ στάσιν κρατύνοντες, ὡς καὶ μέχρι σφαγῆς αὐτοῖς προχωρεῖν τὸ φιλόνεικον.

Ἓξ δὲ αὐτῶν ἀνομολογοῦσιν Ἐκκλησίας, ὧν τὴν μὲν Μακεδονίαν καλοῦσιν· Ἀχαῖαν δὲ τὴν δευτέραν, καὶ τρίτην τῶν Φιλιππησίων, ἐφ᾽ οἷς τὴν Λαοδικέων, καὶ πέμπτην τῶν Ἐφεσίων, τελευταίαν δὲ τὴν τῶν Κολοσσαέων. Ἀλλὰ τὰ μὲν ὀνόματά ἐστι πόλεων, ὧν καὶ ἡ παλαιὰ τὴν γνῶσιν εἶχεν ἱστορία, καὶ ὁ θεῖος ἐμνημόνευσε Παῦλος. Οἱ δὲ μηδὲν ἄδολον, μηδ᾽ ἀκαπήλευτον φιλονεικοῦντες καταλιπεῖν, μηδ᾽ ὅσα ὄψει διελέγχεται, μηδὲ ταῦτα δυσωπούμενοι, Μακεδονίαν μὲν ὀνομάζουσι πολίχνιόν τι Κωλωνείας καλούμενον Κίβωσσα, ἐν ᾗ Κωνσταντῖνος ὁ Σιλουανὸς τὴν ἀποστασίαν ἐδίδαξε. Κώμη δὲ Σαμοσάτων ἐστὶν ἡ Μανάναλις, ἥτις τῆς Γεγναισίου, τοῦ καὶ Τιμοθέου, διδασκαλίας ἐχρημάτισε. Ταύτῃ δὲ τὴν Ἀχαῖαν ἐπιφημίζουσιν· ὅσοι δὲ τοῦ ἐξ Ἰωσὴφ Ἐπαφροδίτου καὶ Ζαχαρίου τοῦ μισθωτοῦ ποιμένος, μαθηταὶ ἐχρημάτισαν, τούτοις δὲ τὴν τῶν Φιλιππησίων ἐπιγράφουσιν. Τοῖς δὲ ἐν Ἀργαῖ τῇ πολίχνῃ τῶν Λαοδικέων ἐπιφημίζουσι. Καὶ τοὺς ἐν Μοψουεστίᾳ εἰς τὴν Ἐφεσίων μεταπλάττουσιν, ὥσπερ καὶ τοὺς λεγομένους Κυνοχωρίτας εἰς τὴν τῶν Κολοσσαέων ἀναφέρουσιν. Τούτων δὲ τῶν τριῶν Ἐκκλησιῶν καὶ τὸ σύστημα καὶ τὴν διδασκαλίαν εἰς Σέργιον, τὸν καὶ Τυχικὸν, ἀνάπτουσί τε καὶ ἀνατιθέασιν. Ἀλλ᾽ οἱ μὲν διδάσκαλοι καὶ αἱ λεγόμεναι αὐτῶν Ἐκκλησίαι ἐν τούτοις, οὐκ ἐκ μιᾶς δέ τινος πλάνης, ἀλλ᾽ ἐκ πολλῶν καὶ ποικίλων τὸ πολύπλοκον τοῦτο τῆς ἀποστασίας συνέστηκε φρόνημα.

Δύο μὲν ἀρχὰς ὁμολογοῦσιν, ὡς οἱ Μανιχαῖοι. Φασὶ δὲ ἕτερον μὲν εἶναι Θεὸν, τὸν ἐπουράνιον Πατέρα, ὃν καὶ τῆς τοῦδε τοῦ παντὸς ἐξουσίας ὑπερορίζουσι, τοῦ μέλλοντος μόνον τὸ κράτος αὐτῷ ἐγχειρίζοντες· ἕτερον δὲ τὸν Δημιουργὸν τοῦ κόσμου, ᾧ καὶ τὸ κῦρος τοῦ παρόντος αἰῶνος χαρίζονται. Καὶ τοὺς μὲν ἀληθῶς ὄντας Χριστιανοὺς Ῥωμαίους οἱ τρισαλιτήριοι ὀνομάζουσιν. Ἑαυτοῖς δὲ τὴν κλῆσιν, ἧς ἀλλότριοι παντελῶς καθεστήκασι, τῶν Χριστιανῶν περιάπτουσιν. Λέγουσι δὲ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, λέξεις μὲν εὐσεβεῖς, ὑποβάλλοντες δὲ ταύταις τὴν ἐσχάτην ἀσέβειαν. Οὐ γὰρ ὡς ἡ τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, οὕτω καὶ οὗτοι φρονοῦντες λέγουσιν. Ἀλλὰ τὰς λέξεις ἐκεῖθεν ἀποσπαράξαντες δυσσεβεστάταις ἐννοίαις ταύτας ἐπιφημίζουσι, καί φασι προθύμως, ὡς « Ἀνάθεμα εἴησαν, ὅσοι μὴ πιστεύουσιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, » Πατέρα εὐθέως οὐ τὸν παντοκράτορα καὶ ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἀνακηρύττοντες, ἀλλὰ πατέρα φάμενοι, τὸν ἐπουράνιον ἐπισυνάπτουσιν, ᾧ καὶ τὴν ἐξουσίαν τοῦ οὐρανοῦ τε καὶ τῶν ἐν αὐτῷ οὐδαμῆ οὐδαμῶς ἐπιτρέπουσι. Τινὲς δὲ τοῦ μὲν οὐρανοῦ τὴν ἐπιστασίαν αὐτῷ ἐγχειρίζουσι, τῶν δὲ ἐμπεριεχομένων οὐκ ἔτι. Καὶ τὸ μὲν πρῶτον αὐτῶν τῆς δυσσεβείας τοιοῦτον.

Βλασφημοῦντες δὲ τὴν ὑπεραγίαν Δέσποιναν ἡμῶν Θεοτόκον, ἃ μήτε γραφῇ μήτε ἀκοῇ θεμιτὸν παραδοῦναι, οὐ πεφρίκασιν οἱ τρὶς οὐχ ἅπαξ ἀπολωλέναι δίκαιοι λέγοντες· « Πιστεύομεν εἰς τὴν παναγίαν Θεοτόκον ἐν ᾗ εἰσῆλθεν καὶ ἐξῆλθεν ὁ Κύριος. » Καὶ τοῖς ῥήμασι τούτοις τὴν ἄνω ὑποβάλλουσιν Ἱερουσαλὴμ, καί φασιν ἐν αὐτῇ πρόδρομον ὑπὲρ ἡμῶν εἰσελθεῖν τὸν Χριστὸν, ὡς καὶ ὁ θεῖος Ἀπόστολος ἔφη. Ἔσθ᾽ ὅτε δὲ συνελαυνόμενοι διομολογεῖν ἐκ τῆς Παρθένου προελθεῖν τὸν Χριστὸν, ἐπειδὰν ὅλως συναναγκασθῶσιν, ἄνωθεν μὲν τὸ σῶμα συγκατενεγκεῖν αὐτὸ τερατολογοῦσιν, δι᾽ αὐτῆς δὲ ὡς διὰ σωλῆνος διεληλυθέναι, καὶ ταύτην τὴν ἄσπιλον καὶ καθαρὰν Παρθένον μετὰ τὸν σωτήριον τόκον ἑτέρους υἱοὺς ἐκ τοῦ Ἰωσὴφ παιδοποιῆσαι. Ὡσαύτως δὲ τὴν κοινωνίαν τοῦ τιμίου σώματος καὶ αἵματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μυρίαις ὕβρεσι πλύνοντες, ἀποδέχεσθαί φασι σῶμα καὶ αἷμα, τερατολογοῦντες τὰ Δεσποτικὰ ῥήματα, ἃ καὶ φασι μεταδιδόντα τοῖς ἀποστόλοις εἰπεῖν· « Λάβετε, φάγετε καὶ πίετε· » ἀλλ᾽ οὐκ ἄρτον ποθὲν ἢ οἶνον προσφέροντα. Καὶ τὸν ζωοποιὸν δὲ σταυρὸν δυσφημοῦντές φασιν αὐτὸν προσκυνεῖν καὶ ἀποδέχεσθαι, σταυρὸν οἱ πλάνοι καὶ γόητες αὐτὸν ἀναπλάττοντες τὸν Χριστόν. Καὶ γὰρ αὐτὸς, φασὶν, εἰς σταυροῦ σχῆμα τὰς χεῖρας ἐξήπλωσε. Τὸν ἀληθῶς δὲ σταυρὸν, ἅτε δὴ ξύλον, φασὶ, καὶ κακούργων ὄργανον, καὶ ὑπὸ ἀρὰν κείμενον, οὐ δεῖ προσκυνεῖν καὶ ἀσπάζεσθαι.

Ἀλλὰ γὰρ καὶ τοὺς ἱεροὺς προφήτας καὶ πᾶσαν τὴν παλαιὰν Γραφὴν καὶ τοὺς ἄλλους ἀποστρέφονται ἁγίους, λῃστὰς αὐτοὺς καὶ κλέπτας ἀποκαλοῦντες, μάλιστα δὲ τὸν κορυφαῖον τῶν ἀποστόλων Πέτρον δυσφημοῦσιν, ὅτι γέγονεν ἔξαρνος, φασὶ, τῆς εἰς τὸν διδάσκαλον καὶ Χριστὸν πίστεως. Καίτοιγε τοῦ διδασκάλου αὐτῶν Μάνεντος διαπρυσίως αὐτοῖς ἐμβοῶντος καὶ λέγοντος, ὡς « Οὐκ εἰμὶ ἄσπλαγχνος, ὡς ὁ Χριστὸς ὁ εἰπών· Ὅστις μὲ ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ. Ἀλλ᾽ ἐγὼ λέγω τὸν ἀρνησάμενόν με ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ τῷ ψεύδει τὴν οἰκείαν σωτηρίαν πορισάμενον, ὡς μὴ ἀρνησάμενόν με μετὰ χαρᾶς προσδέξομαι, καὶ τὴν ἀνάκλασιν αὐτοῦ καὶ τὸ ψεῦδος ὡς φυλακὴν καὶ συντήρησιν τῆς ἐμῆς ὁμολογίας ἡγήσομαι. » Ἀλλ᾽ οὖν οὕτως ἔχοντες καὶ τὴν τοῦ οἰκείου δόγματος ὁμολογίαν, ἐπειδὰν φοβηθῶσιν, εὐχερῶς ἐξαρνούμενοι, καὶ μηδεμιᾶς αἰτίας ὑπευθύνους φάσκοντες ἑαυτοὺς, κἂν μυριάκις ἔξαρνοι γένωνται, αὐτοὶ τὸν πρὸς βραχύ τι, τοσούτων φόβων περιεστηκότων, ἀνθρώπινόν τι παθόντα καὶ πρὸς ἄρνησιν ὑπολισθήσαντα, ἀπόβλητον παντελῶς καὶ ἀποτρόπαιον τίθενται, οὐ δι᾽ ὃ προσφασίζονται, ἀλλ᾽ ὃ σιγῶσι καὶ ἀποκρύπτονται. Διότι περὶ τῆς ἀποστασίας αὐτῶν προανεκήρυξε λέγων· « Σπουδάσατε ἄσπιλοι καὶ ἄμωμοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν, καὶ ἐν πάσαις ταῖς Ἐπιστολαῖς αὐτοῦ λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς Γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. » Τὰ γὰρ τοῦ κορυφαίου ταῦτα λόγια ἀντικρὺς τὴν αὐτῶν προανακηρύττει τόλμαν τε καὶ δυσσέβειαν; οἳ αὐτὰ τε τὰ Κυριακὰ λόγια καὶ τὰ ἀποστολικὰ καὶ τὰς ἄλλας Γραφὰς, φημὶ δὴ τὰς τε Πράξεις τῶν ἀποστόλων καὶ τὰς Καθολικὰς λεγομένας, πλὴν τῶν ἀναφερομένων εἰς τὸν κορυφαῖον· ἐκείνας γὰρ οὐδὲ τοῖς ῥήμασι παραδέχονται. Οὗτοί εἰσιν οἱ ὡς ἀληθῶς στρεβλοῦντές τε καὶ διαστρέφοντες πρὸς τὴν ἰδίαν ἀπώλειαν. Καὶ τὰς Πράξεις δὲ τῶν ἀποστόλων καὶ τὰς Καθολικὰς οὐ πάντες αὐτῶν συναρμόζουσι τοῖς ἄλλοις εἰσὶ δὲ οἳ καὶ συντάττουσι. Ἀλλὰ περὶ μὲν τῶν προφητῶν καὶ τῆς Παλαιᾶς Διαθήκης, καὶ τῶν κατ᾽ αὐτὴν λοιπῶν ἁγίων διαλαμψάντων καὶ τοῦ κορυφαίου τῶν ἀποστόλων οὕτω μεμήνασιν.

Καθολικὴν δὲ Ἐκκλησίαν τὰ ἑαυτῶν καλοῦσι συνέδρια, ἡνίκα μάλιστα πρὸς τοὺς εὐσεβεῖς λόγους καὶ συζητήσεις κινοῦσι. Καθ᾽ ἑαυτοὺς γὰρ προσευχὰς καλοῦσιν αὐτῶν τὰ συνέδρια· οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον διαπτύοντες βάπτισμα, ὑποπλάττονται παραδέχεσθαι αὐτὸ, τὰ τοῦ Εὐαγγελίου ῥήματα τῇ τοῦ βαπτίσματος φωνῇ ὑποβάλλοντες. Καὶ γάρ φασιν· « Ὁ Κύριος ἔφη· Ἐγώ εἰμι τὸ ὕδωρ τὸ ζῶν· » πλὴν ἐπειδὰν σφοδροτέρῳ τινὶ σωματικῷ νοσήματι περιπέσωσιν, καὶ τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν τὸν ἐκ ξύλου πεποιημένον ἑαυτοῖς ἐπιτιθέασιν. Ἔπειτα τυγχάνοντες τῆς ἰάσεως, διαθλῶσιν τοῦτον ἢ συμπατοῦσι, καὶ ἀποῤῥίπτουσι· ἀλλὰ καὶ τοὺς παῖδας αὐτῶν (ὑπὸ τῶν τῆς Ἐκκλησίας πρεσβυτέρων αἰχμαλωσίας λόγῳ πολλάκις παρ᾽ αὐτοῖς κατεχομένων) τῷ σωτηρίῳ ἀξιοῦσι φωτισθῆναι βαπτίσματι· λυσιτελεῖν τῷ σώματι τόν τε σταυρὸν καὶ τὸ βάπτισμα οἱ πάσης ὠφελείας λογοποιοῦντες ἀνάξιοι, μὴ μέντοιγε διαβαίνειν τὴν τούτων ἐνέργειαν εἰς ψυχῆς κάθαρσιν, ἤ τινα ἄλλην ταύτης ὠφέλειαν. Ναὶ δὴ καὶ τῆς κοινωνίας εἰσὶν αὐτῶν οὐκ ὀλίγοι τοῦ τιμίου σώματος καὶ αἵματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀλλὰ τοῦτο πρὸς ἐξαπάτην τῶν ἀπλουστέρων μεταλαμβάνουσιν. Ἐπὶ δὲ τοῖς εἰρημένοις οὐδὲ τοὺς τῆς καθολικῆς Ἐκκλησίας πρεσβυτέρους, οὐδὲ τοὺς λοιποὺς ἱερεῖς ἀποδέχονται. Διότι, φασὶ, τὸ κατὰ Χριστοῦ συνέδριον οἱ ἱερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ συνεστήσαντο. Τοὺς μέντοι παρ᾽ αὐτοῖς ἱερέων τάξιν ἐπέχοντας, οὐχ ἱερεῖς, ἀλλὰ συνεκδήμους καὶ νοταρίους ἐπονομάζουσιν. Οὗτοι δὲ οὔτε σχήματι, οὔτε διαίτῃ, οὔτε τινὶ ἄλλῳ τρόπῳ βίον σεμνότερον ἐπιτελοῦντι τὸ διάφορον αὐτῶν πρὸς τὸ πλῆθος ἐπιδείκνυνται.

Τὸ δὲ παρ᾽ ἡμῶν Εὐαγγέλιον οὐκ ἐπιδιστάζουσι προσκυνεῖν, οὐ μὴν, ἔνθα τοῦ τιμίου σταυροῦ ὁ τύπος διακεχάρακται, ἀλλ᾽ ἐν τῷ λοιπῷ τοῦ βιβλίου μέρει, ἐν ᾧ τὸ ἀπεικόνισμα τοῦ σταυροῦ μὴ διασημαίνεται. Φασὶ δὲ τὸ βιβλίον προσκυνεῖν ὡς τοὺς Δεσποτικοὺς περιέχον λόγους. Ἀλλ᾽ ὅσα μὲν εἰς δογμάτων ἀνήκει λόγον, οὕτως εἰσὶ δυσσεβεῖς, καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς ἑαυτοὺς παντελῶς ἀσύμφωνοι. Ἡ δὲ πολιτεία τούτων γέμει μὲν ἀκολασίας, γέμει δὲ καὶ μιασμῶν ἀῤῥήτων καὶ ῥυπασμάτων ἀνεπινοήτων. Χρῶνται μὲν γὰρ μίξεσιν ἑκατέρας φύσεως, πρὸς ἅπασαν ἀῤῥητουργίαν ἀνερυθριάστως ἔχοντες. Πλὴν ἐνίους τινὰς αὐτῶν φασι τὴν πρὸς τὰς γεννησαμένας ἀποκλίνειν συνάφειαν· μέθῃ δὲ καὶ ἀσωτίᾳ τὸν βίον ὅλον ἔκδοτον ἔχουσι, καὶ πᾶσαν ἄλλην ἠθῶν διαφθορὰν περιέπουσι. Καὶ τί δεῖ καθ᾽ ἕκαστον, ἀλλὰ μὴ ἐκεῖνο φᾶναι; οὐδὲν τὸν βίον ἀπάδοντα τοῖς δόγμασι περιφέρουσι.

Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Εἰ δέ τισι φίλον καὶ ἄνωθέν ποθεν ἰδεῖν αὐτῶν τὴν δυσσέβειαν καὶ τὰ πρῶτα σπέρματα ὅθεν κατεβλήθη, Κύριλλός τε αὐτοῖς, ὁ τὰ τῆς ἱερᾶς πόλεως ἐγκεχειρισμένος πηδάλια, τῆς Ἱστορίας καθηγήσεται, καὶ ὁ πολὺς ἐν θαύμασιν Ἐπιφάνιος, καὶ δὴ τῶν τὰς ἐκκλησιαστικὰς Ἱστορίας ἀναταξαμένων οὐκ ὀλίγοι, Τίτος τε ὁ Βοστρηνῶν ἐπίσκοπος, καὶ Σαραπίων ὁ τῆς Θμούεως, ὅ τε τῆς πόλεως Λύκων Ἀλέξανδρος τοὺς ἀρχιερατικοὺς ἐγκεχειρισμένος νόμους. Ἐπὶ δὲ τοῖς εἰρημένοις καὶ ὁ τούτων πάντων κατὰ κράτος μάλιστα θριαμβεύσας τε καὶ διελέγξας τὴν προκειμένην ἀσέβειαν Ἡρακλειανὸς ὁ Καλχηδόνος ἐπίσκοπος, ἐν εἴκοσι βιβλίοις τοὺς κατὰ τῆς ἀποστασίας ἀγῶνας καταβαλόμενος, καὶ πλεῖστοι ἕτεροι. Πλὴν καὶ νῦν, ὁ λόγος οὐκ ἀσύμφορον τοῦτο λογιζόμενος, κατ᾽ ἐπιδρομήν τινα τῶν εἰς γνῶσιν ἐχόντων τὸ ἀπαραίτητον διελεύσεται.

Σκυθιανός τις τὴν πατρίδα Αἰγύπτιος, τὸ δὲ ἐξ ἀνθρώπων γένος Σαρακηνὸς τὴν Ἀλεξανδρέων ᾤκει, οὔτε Χριστιανοῖς συμφερόμενος, καὶ τὰ Ἰουδαίων οὐ προσιέμενος. Οὗτος ἐκ τῶν Ἀριστοτελικῶν παρακουσμάτων ἐντριβὴς τὴν γλῶσσαν γεγονὼς, τέσσαρας συντάττει βίβλους ὧν τὴν μὲν Εὐαγγέλιον ἐπωνόμασεν, ἐν ᾗ πράξεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν φθοροποιοί τινες καὶ ἀποτρόπαιοι θεομάχῳ γνώμῃ διαπλάττονται· τῇ δευτέρᾳ δὲ Κεφάλαιον τὴν κλῆσιν ἐπέθετο, καὶ τὴν τρίτην τῷ τῶν Μυστηρίων ἐσέμνυνεν ὀνόματι, ἐν ᾗ, ὡς ἔδοξεν αὐτῷ, τοῦ νόμου καὶ τῶν προφητῶν διασκευαί τινες καὶ διαβολαὶ πραγματεύονται. Ἡ δὲ τετάρτη ψυχικοῦ θανάτου πρόξενος οὖσα Θησαυρὸς ζωῆς ἐπιγέγραπται. Τούτῳ δὴ τῷ Σκυθιανῷ μαθητεύει Τερέβινθος ὄνομα, καὶ πικρῷ θανάτῳ τοῦ διδασκάλου κατὰ τὴν Ἰουδαίαν (ἐκεῖσε γὰρ παρεγεγόνει) τῶν ἀνθρώπων ἀποφθαρέντος, ὁ τῆς κακίας μαθητὴς, τῶν τε χρημάτων αὐτοῦ καὶ τῶν βιβλίων τὸν κλῆρον ὑπέρχεται. Ἐν Παλαιστίνῃ δὲ καὶ Ἰουδαίᾳ διατρίβων καὶ παρὰ τῶν εὐσεβούντων ἁπάντων καταγινωσκόμενος, καὶ μὴ φέρων τὸν ὄνειδον, ἀπαίρει πρὸς τὴν Περσίδα, Βούδην ἑαυτὸν μετονομάσας. Ἤδη γὰρ καὶ ἡ κλῆσις αὐτοῦ θρυλλουμένη μισητὸν ἐποίει τὸν ἀσεβῆ καὶ πρὸ τῆς ἐντεύξεως. Πλὴν οὐδὲν τῆς μετωνυμίας ἀπώνατο. Ἐκ γὰρ τῶν ἔργων καὶ τῶν δογμάτων κατάφωρος τοῖς πρὶν ἀγνοοῦσι γινόμενος, ὑπὸ τῶν παρὰ Πέρσαις λογίων οὐδ᾽ αὐτῶν μὲν εὐσεβούντων, ἄμεινον δ᾽ ἐκείνου περὶ πάντα διακειμένων, ἠλέγχετό τε καὶ ἀπηλαύνετο. Ἐξ οὗ φυγὰς γεγονὼς, γυναικί τινι ἀνδρὸς κεχηρωμένῃ, ξενίας λόγῳ παρεισφθείρεται. Εἶτα ἐπί τινος δώματος ἀνελθῶν, καὶ τοὺς ἐξ ἔθους αὐτῷ καλουμένους δαίμονας ἐπιβοώμενος, οὓς καὶ μέχρι νῦν οἱ τῆς Μανιχαϊκῆς ἀποστασίας ἐρασταὶ, ἐπειδὰν αὐτῶν τὴν μυσαρὰν ἰσχάδα τελοῦσιν, ἐπικαλοῦνται. Ταύτην δὴ οὗτος, τὴν ἑξάγιστον διαπραττόμενος τελετὴν, θείας καὶ δικαίας, ὡς ἀληθῶς, ἀπειλῆς ἔργον γίνεται. Ἐκδισκευθεὶς γὰρ τοῦ δώματος αὐτῇ δυσσεβείᾳ καὶ βδελυραῖς τελεταῖς ὅλος τε τὸ σῶμα διεθρύβη, καὶ τὸν βίον κατεστρέψατο. Ἀλλ᾽ οὕτω μὲν καὶ τὸ δεύτερον τῆς δυσσεβείας ἐξεκόπη θηρίον. Οὐκ εἰς καλὸν δὲ ἄρα ἡ χήρα τῆς δυσσεβοῦς ξενίας ἀπώνατο. Ὁρῶσα γὰρ ἑαυτὴν ἀνδρός τε καὶ παίδων καὶ τοῦ λοιποῦ γένους ἔρημον, χρημάτων τε κλῆρον αὐτῇ περιγενόμενον, καὶ τῶν μυσαρῶν ἐκείνων παραμυθίαν τῆς ἐρημίας παῖδα. Κούβρικον ὄνομα ἀργυρίου τιμῆς ὡνεῖται, ὃν υἱὸν θεμένη τοῖς Περσῶν μὲν τέως μαθήμασιν ἐστοιχείου, πικρὸν δὲ ἄρα βέλος κατὰ τῆς ἀνθρωπίνης παρώξυνε φύσεως. Ἀποφθαρείσης γὰρ τῆς χήρας, κληρονόμος μὲν καὶ τῶν χρημάτων γίνεται, καὶ τῶν δυσσεβῶν βιβλίων. Τὸ δὲ τῆς οἰκετικῆς ὄνομα τύχης, ἵνα μὴ αὐτῷ μῶμον ἡ δουλεία προστρίβοιτο, εἰς Μάνην μεταβάλλει. Δηλοῖ δὲ τοῦτο Περσίδι γλώσσῃ τὸν οἷον ὁμιλητικὸν καὶ πρὸς διάλεξιν δραστήριον. Καὶ τοιοῦτος γὰρ τοῖς πολλοῖς ἐδόκει, ὁ μᾶλλον Ἐλληνι γλώσσῃ ἢ τῇ Περσίδι Μάνης ἐπάξιος ὀνομάζεσθαι. Ἔργῳ γὰρ ὡς ἀληθῶς τῆς μανίας δοχεῖον, εἴπερ τις ἄλλος, ἐχρημάτισεν, ὅλον τὸ τῆς πλάνης πνεῦμα ἐν ἑαυτῷ χωρήσας, καὶ ὑπ᾽ αὐτοῦ ἐνεργούμενος, ὃς καὶ Παράκλητον ἑαυτὸν καὶ Πνεῦμα ἅγιον ἐξεμάνη ὀνομάσαι· τὸν τοιοῦτον τρόπον τῆς μιμήσεως ἐκ τῶν καθηγησαμένων αὐτοῦ διαδεξάμενος. Καὶ γὰρ δὴ τούτων ὁ μὲν Σκυθιανὸς Πατέρα ἑαυτὸν, ὁ δὲ Τερέβινθος Υἱὸν τοῦ Θεοῦ ἐκ Παρθένου τε γεννηθῆναι (ὢ τῆς ὑπερβολὴν οὐκ ἐχούσης ἀθεότητος!) ὀνομάζειν ἀπετόλμησεν. Ἐξ οὗ καὶ μαθητὰς συνηθροίσατο δύο καὶ δέκα, οὓς καὶ τῆς πλάνης διέπεμπε κήρυκας. Ἀλλ᾽ ὁ μὲν ἐμβρόντητος Μάνης, τῷ κακῷ γεγονὼς περιβόητος, ἤκει ταῖς φήμαις μέχρι καὶ τῶν ὤτων τοῦ Περσῶν βασιλέως.

Ὁ δὲ (καὶ γὰρ αὐτοῦ ὁ παῖς νοσήματι ἑαλώκει), ἐπεὶ τὸν Μάνην ἐπαγγελλόμενον ἤκουεν εὐχῇ τὸν παῖδα ῥύσασθαι τῆς νόσου, δέχεται τὸν ἀλαζόνα τοῦ παιδὸς ἐπὶ θεραπείᾳ. Καὶ δὴ οὗτος τοὺς παρόντας ἰατροὺς καίτοι ῥᾳδίαν ἐπαγγελλομένους παιδὸς τὴν ἴασιν, ἀποπεμψάμενος, ἅμα τε εὐχὴν ἐτέλει καὶ τῆς ζωῆς ἐξήλαυνε τὸν οὐκ ἂν τοῦτο παθόντα, εἰ μὴ αὐτὸς τὴν θεραπείαν ὑπέσχετο. Οὕτω γοῦν Θᾶττόν τε καὶ περιφανῶς τῆς ἀσεβείας τε καὶ ἀλαζονείας τοῦ κακοδαίμονος στηλιτευθείσης, εἱρκτὴν κακούργων οἰκεῖν ὁ πλάνος καταδικάζεται. Ἀλλ᾽ ὅγε δοῦλος ὢν καὶ δουλικῆς τέχνης ἔμπειρος, εἰδώς τε ἀκριβῶς ὡς φόνου δίκας ὑποσχεῖν οὐκ εἰς μακράν ἐστιν ἄξιος, ἅτε δὴ τῇ καθ᾽ ἑαυτὸν ἀποστασίᾳ τὸν βασίλειον ἀνελὼν παῖδα, διαφεύγει τοῦ οἰκήματος, καὶ γίνεται τῶν δεσμοφυλάκων θανάτου παραίτιος. Καὶ γὰρ ὅτε μὴ ἁσφαλῶς ἐτήρουν τὸν ἀλιτήριον, τῆς κεφαλῆς ἐζημιώθησαν ἅπαντες.

Ἀλλ᾽ οὗτος ὁ δοῦλος, καὶ πλάνος, καὶ φονεὺς καὶ δέσμιος φυγὰς καταλαμβάνει τὴν Μεσοποταμίαν, καὶ σπείρειν πάλιν ἀπάρχεται τὰ τῆς ἀποστασίας ζιζάνια. Ὁ δὲ τῶν Καρχάρων ἐπίσκοπος (Ἀρχέλαος αὐτοῦ ὄνομα, ἀνὴρ ἱερὸς, καὶ περὶ λόγους τούς τε θείους καὶ τοὺς ἀνθρωπίνους περιδέξιος), Ἑλληνικὸν ἀθροισάμενος ἀκροατήριον, ἵνα μὴ δόξῃ Χριστιανῶν κρινόντων φιλοτιμίᾳ λαμβάνειν τὰ νικητήρια ἡ ἀλήθεια, πρὸς τὸν τῆς μανίας ἐπώνυμον τὸν τῆς εὐσεβείας ἀνακινήσας λόγον, οὕτω κατήσχυνεν καὶ διήλεγξε τὸν τρισαλιτήριον, ὡς αὐτίκα τε φυγεῖν ἐκεῖθεν, καὶ μηδὲ φυὴν λαβεῖν τὰ τῆς ἀποστασίας αὐτοῦ σπέρματα. Ἀλλ᾽ ἐκεῖθεν ἀποδρὰς καταλαμβάνει κώμην τινὰ τῶν εὐτελεστάτων. Κἀκεῖ πάλιν ὑποθάλπειν ἐμηχανᾶτο καὶ παραδεικνύειν τὸ οἰκεῖον δυσσέβημα. Ἀλλ᾽ ὁ θερμὸς τῆς εὐσεβείας ὑπέρμαχος, καὶ ὡς ἀληθῶς ποιμὴν Ἀρχέλαος, οὐ τὴν τυχοῦσαν τῶν προβάτων ποιούμενος πρόνοιαν, οὐκ ἐνεῤῥᾳθύμει διώκειν τὸν πικρότερον λύκου τὸ ποίμνιον διασπαράσσειν ἑπανιστάμενον. Διὸ πάλιν ἐκεῖθεν, ὁ τῆς μανίας ἐπώνυμος, οὐδ᾽ αὐτὴν τὴν παρουσίαν ἄνευ μεγάλης ἀγωνίας ὑποστὰς ἀποδιδράσκει, καὶ τόπον ἐκ τόπου διήμειβεν, ἐν οἷς πλανώμενον οἱ τοῦ Περσῶν βασιλέως δορυφόροι, ἅτε πανταχοῦ τὸν ἀλιτήριον διερευνώμενοι, εὑρόντες ἄγουσι πρὸς τὸν ἀποστείλαντα δέσμιον. Καὶ ὃς τοῦ τε ψεύδους καὶ τῆς φυγῆς πολλὰ χλευάσας καὶ κατονειδίσας, δίκην ἔλαβεν ἀντὶ πάντων μίαν, τὸν τοῦ ἀπατεῶνος κἀκείνῳ μόνῳ πρέποντα θάνατον. Εἰ γὰρ καὶ μηδαμῆ μηδαμῶς τῆς ἀνθρωπίνης φύσεως ἦν, μήτε παθεῖν μήτε δράσαι ἄξιος, ἀλλά γε τῶν Μάνεντος ἀνυπερβλήτων δυσσεβημάτων οὐκ ἀνάξιος. Ἔτι γὰρ ἐν ζῶσιν ὄντος τοῦ κακοδαίμονος, εἰς ἀσκὸν τὸ σῶμα ἀποδείραντες οὕτω τῆς ζωῆς διασπῶσι καὶ διαῤῥηγνύουσι, τὸ λοιπὸν τοῦ σώματος βορὰν θηρίοις προσρίψαντες, αὐτὸ δὲ τὸ δέρμα θυλάκου τρόπον πληρώσαντες πνεύματος πρὸ τῶν πυλῶν ἀνηρτήσαντο. Ἀλλὰ τὴν μὲν τοῦ βίου καταστροφὴν ὁ ἀποστάτης οὗτος καὶ τρισαλιτήριος τοιαύτην ἀπείληφεν.

Ἕτερος δὲ τῷ χρόνῳ βραχύ τι τούτου προγενέστερος, ὁμότιμος δὲ τὴν δυσσέβειαν, Ζαράνης ὄνομα, καὶ αὐτὸς οὐκ ὀλίγα ταῖς δυσσεβείαις τῷ ἀνθρωπίνῳ γένει ἐπελυμήνατο. Μαθηταὶ μέντοι τοῦ δυσωνύμου Μάνεντος γεγόνασι δώδεκα, Σισίννιος ὁ καὶ τὸ ἀξίωμα αὐτοῦ τῆς δυσσεβοῦς διδασκαλίας ἀναδεξάμενος, καὶ Θωμᾶς ὁ τὸ κατ᾽ αὐτὸν ὀνομαζόμενον συνταξάμενος Εὐαγγέλιον. Βούδας τε καὶ Ἐρμᾶς, Ἀδάμαντος καὶ Ἀδείμαντος, ὃν καὶ διαφόροις διέπεμψε κλίμασι τῆς πλάνης καὶ τῆς ἀποστασίας αὐτῶν κήρυκα. Ἐξηγηταὶ δὲ αὐτοῦ καὶ οἷον ὑπομνηματισταὶ γεγόνασιν Ἰέραξ τε καὶ Ἡρακλείδης καὶ Ἀφθόνιος. Ἠριθμοῦντο δὲ τῷ χορῷ τῶν μαθητευθέντων αὐτῷ καὶ Ἀγάπιος, ὁ τὴν Ἐπτάλογον καλουμένην συντάξας καὶ Ζαρούας καὶ Γαυριάβιος. Καὶ ὁ μὲν τῶν τότε συνακμασάντων τῆς ἀσεβείας χορὸς ἐν τοσούτοις παρετείνετο, ὧν πῶς ἄν τις εἴποι τὰς πράξεις, πῶς δὲ διέλθοι τὰ δόγματα; Ἐπὶ τοσοῦτον γὰρ ἤλασαν πάσης μὲν ἀκαθαρτίας, πάσης δὲ ῥυπαρίας καὶ πάσης ἀθεωτάτου δόξης, καὶ τοσούτων αὐτῶν γέμει τὰ βιβλία ῥυπασμάτων τε καὶ ἀτοπημάτων, ὡς μηδὲ τοὺς ἐξ αὐτῶν ἐκείνων προεληλυθότας, καὶ τὰ πλεῖστα τῆς αὐτῶν δυσσεβείας παρακατασχόντας ἀνέχεσθαι τοῦ λοιποῦ στέργειν ἐκεῖνα καὶ ἀποδέχεσθαι, τοῦτο μὲν τὸ ἀνυπέρβλητον τῆς βδελυρίας οὐ στέγοντας, τοῦτο δὲ τῶν προσταγμάτων τὸ ἀλόγιστον λογισμοῖς ὑποβάλλειν οὐκ ἔχοντας, τοῦτο δὲ τὸν παρὰ πᾶσιν ὄνειδον καὶ τὴν χλεύην, καὶ τὸν κατάγελων καὶ τὸ μῖσος ὥσπερ διευλαβουμένους καὶ ἀποκλίνοντας. Διὰ τοῦτο καὶ αὔτη ἡ νεοφανὴς τῶν παλαιῶν ἐκείνων τῆς βδελυρίας σπερμάτων παραφυὰς, ὥσπερ καὶ πρόσθεν ἔφημεν, τὰ παρ᾽ ἐκείνων τῶν διδασκάλων ἐγγράφως αὐτοῖς συντεταγμένα οὐ μὲν οὖν οὐκ ἀγαπῶσιν, οὐδὲ περιέπουσιν. Ἀλλ᾽ ἐκείνοις μόνοις κακούργως καὶ πονηρῶς προσανέχειν ὑποπλάττονται, ἐν οἷς τά τε Κυριακὰ ἀναγέγραπται λόγια καὶ τοῦ μεγάλου ἀποστόλου Παύλου αἱ Ἐπιστολαὶ, καὶ παρ᾽ ἐνίοις τῶν ἀποστόλων αἱ Πράξεις, καὶ τῶν Καθολικῶν ὅσαι παρὰ τὰς τοῦ κορυφαίου τυγχάνουσιν. Τούτων δὲ τῶν ἱερῶν ἀντιποιεῖσθαι σχηματίζονται λογίων, ὡς ἂν ἔχοιεν ῥᾳδίως ἐξαπατᾶν τοὺς νωθεστέρους τε πρὸς εὐσέβειαν καὶ ἀμαθεστέρους, ὡς παρ᾽ αὐτοῦ Χριστοῦ εἴησαν παρειληφότες καὶ τῶν αὐτοῦ μαθητῶν, ἃ τῆς ἀποστασίας αὐτοῖς ἀπέτεκεν ἡ ἀπόνοια.

Ὁ μὲν οὖν Μάνης οὗτος ὁ τῆς τηλικαύτης ἀποστασίας ἐξάρχων, ἔτει τῆς βασιλείας ἐννάτῳ Οὐαλεριανοῦ καὶ Γαλιηνοῦ, οἱ Ῥώμης εἶχον τὸ βασίλειον κράτος, τὴν ἐν Πέρσαις φυλακὴν διαφυγὼν (οὐδὲν γὰρ κωλύει διελθεῖν, ἃ τῆς ἱστορίας ὁ δρόμος παρῆλθεν ἄνωθεν), καὶ κατὰ Μεσοποταμίαν γεγονὼς, ὑπὸ τοῦ θεσπεσίου Ἀρχελάου (Καρχάρων δὲ τῆς αὐτῆς χώρας οὗτος ὁ ἱερὸς ἀνὴρ ἔφορος ἦν) πολλοὺς μὲν καὶ μεγάλους ἐλέγχους τῆς δυσσεβείας ἀπῃτήθη. Ἐκεῖθεν δὲ διὰ τὴν ἀδόκητον αἰσχύνην ἀποδρὰς, εἰς Διωρίδα Καρχάρων κώμην ἀποδύεται. Ἐν ταύτῃ δὲ Τρύφωνί τινι σπουδαίῳ, ἱερῷ μὲν ἀνδρὶ, τὸν δὲ τοῦ πρεσβυτέρου διέποντι βαθμὸν ἐντυχὼν, τὰ ἴσα ὑπέστη. Πλὴν ἀλλὰ καὶ αὐτός γε ὁ Ἀρχέλαος τὴν ἐκεῖσε παρείσδυσιν τοῦ πλάνου μαθὼν (ὀξὺς γὰρ ἦν καὶ θερμὸς τὸν εὐσεβῆ ζῆλον), καταλαμβάνει τὸ χωρίον, καὶ πολλῆς ἐμπλήσας τὸν πλάνον ἀμηχανίας, καὶ ἣν ἔφευγεν αἰσχύνης, οἷς αὐτοῦ τὰ μυσαρὰ τῶν δογμάτων ἀνέτρεπέ τε καὶ ἀνεσκεύαζε, καὶ προὐτίθει πᾶσι γέλωτά τε καὶ βδέλυγμα, παρασκευάζει πάλιν φυγάδα γενέσθαι, καθ᾽ ἣν, ὡς καὶ προέφημεν, πλάνην ὑπὸ τῶν ἀνερευνώντων αὐτὸν καὶ ζητούντων ἁλοὺς, τῷ βασιλεῖ τῶν Περσῶν ἀπέτισε τὴν πικρὰν ἐκείνην δίκην.

Ἐκείνου δὲ τὸν βίον οὕτως οἰκτρῶς καὶ ἀθλίως καταστρεψαμένου, χρόνῳ ὕστερόν τινες τῶν αὐτοῦ τῆς δυσσεβείας μαθητῶν μέχρι Σαμοσάτων τῆς Ἀρμενίας τὰ τοῦ Πονηροῦ ζιζάνια ἐγκατέσπειραν. Καὶ οὐ πολὺ τὸ μέσον, καὶ τὸ φθοροποιὸν ἐκεῖνο γεώργιον μέχρι Φαναρείας ὥφθη νομὴν λαβὸν καὶ φυόμενον. Ἐξ οὗ καὶ ἡ κακὴ Καλλινίκη τοῦ βορβόρου πλησθεῖσα, ὡς μοι προείρηται, Παῦλον καὶ Ἰωάννην γεννήματα ἐχιδνῶν ἐπ᾽ ὀλέθρῳ τοῦ ἀνθρωπίνου γένους ἀπέτεκε. Κἀκεῖθεν διὰ τῶν ἐφ᾽ ἑξῆς διαδόχων τῆς ἀσεβείας, μέχρι τῶν χρόνων Κωνσταντίνου τοῦ βασιλέως (ἀπόγονος δὲ ἦν οὗτος Ἡρακλείου) τῆς τοιαύτης θεομαχίας ἀκαινοτομήτου παρατεινομένης· καὶ πολλῶν μὲν παραινέσεων καὶ διδασκαλιῶν, εἰ καὶ πρὸς ἀνόνητον ἀπεκρίθησαν πέρας, καταβληθέντων, πολλῶν δὲ εὐσεβῶν βασιλέων ξίφει τὴν δίκην τοὺς ἀποστάτας εἰσπραττομένων, καὶ μηδ᾽ οὕτω τῆς ἀσεβοῦς φορᾶς ἱσταμένης, ἐπιγίνεταί τις τοῖς ἀποστάταις Ἀρμένιος ὀνόματι Κωνσταντῖνος, Μανάναλις κώμη Σαμοσάτων πατρὶς αὐτῷ ἑπιγράφεται, ἥτις καὶ μέχρι τοῦ νῦν Μανιχαίων τροφὸς ὑπάρχει καὶ ἐνδιαίτημα. Ἀλλὰ γὰρ οὗτος Κωνσταντῖνος, τῶν τῆς ἐκκλησίας τινὰ διάκονον ἀπὸ τῆς κατὰ Συρίαν αἰχμαλωσίας πρὸς τὴν οἰκείαν ὑποστρέφοντα πατρίδα ἐπὶ ἡμέρας οὐκ ὀλίγας ἐξένισε, βίβλους δὲ ἀπὸ Συρίας ὁ αἰχμάλωτος συνεπεφέρετο αὐτῷ δύο, μίαν μὲν τοῦ ἁγίου Εὐαγγελίου, ἑτέραν δὲ τοῦ μεγάλου ἀποστόλου Παύλου, ἃς ὥσπερ ἀμειβόμενος τῆς ξενίας ὁ ξενισθεὶς καὶ ἀγνοῶν τοῦ ξενίσαντος τὸ δυσσεβὲς τῆς θρησκείας τὰς ἱερὰς ἀντεδωρεῖτο βίβλους. Κατιδὼν δὲ ὁ Ἀρμένιος Κωνσταντῖνος βδελυκτὴν καὶ πᾶσι φευκτὴν καὶ ἀποτρόπαιον τὴν αὐτοῦ δυσφημίαν καὶ ἀποστασίαν, τῇ τοῦ διαβόλου συμβουλῇ μηχανᾶται τοιόνδε. Πάσας μὲν, ὅσας αὐτοῦ ἡ θρησκεία ἠγάπα τε καὶ περιεπτύσσετο βίβλους, ἀποβάλλεται καὶ ἀποσκορακίζει· γυμνὰ δὲ τὰ δόγματα τῶν γραμμάτων παρακατασχῶν πειρᾶται τὰς τοῦ Εὐαγγελίου λέξεις καὶ τοῦ Ἀποστόλου τούτοις ἐναρμόζειν τε καὶ περιάπτειν. Διὸ πάσης αὐτοῦ τῶν δυσσεβημάτων καταψηφισάμενος βίβλου, μόνῳ προσανέχειν τῷ Εὐαγγελίῳ καὶ τῷ Ἀποστόλῳ πρόσταγμά τε καὶ σπούδασμα ποιεῖται· ὡς ἂν δυνηθείη διὰ τῆς τοιαύτης κακοτεχνίας ἐπικαλυψάμενος αὐτοῦ τὸν βόρβορον τῆς ἀποστασίας, πολλοῖς τὸν θανατηφόρον ἰὸν τῶν δηλητηρίων αὐτοῦ δοξασμάτων ἐγκεράσαι. Ἀλλ᾽ ἀποπέμπεται μὲν, ὥσπερ εἴρηται, σχήματι μόνῳ καὶ πλάσματι τὰς τῶν Μανιχαίων βίβλους, ἅτε δὴ καὶ ὁρῶν τοὺς τῶν Χριστιανῶν νόμους τοὺς, ὅσοι κέχρηνται ταῖς τῆς ἀποστασίας βίβλοις, τῷ ξίφει παραδιδόντας καὶ αὐτὰς ἐκείνας πυρὸς δαπάνην ποιουμένους. Τὰ μέντοι τῶν δοξασμάτων ἐπικαιρότατα καὶ τέλεια, πρὸς ἀσέβειαν περιθάλπων τε καὶ περιπτυσσόμενος, τοῖς Δεσποτικοῖς καὶ ἀποστολικοῖς ὑποβάλλειν τε καὶ ὑποτιθέναι ῥήμασιν, μηχανὴν πᾶσαν καὶ ἀγῶνα ἐτίθετο. Τὰς δέ γε Οὐαλεντίνου τερατολογίας τῶν τριάκοντα αἰώνων καὶ θεῶν καὶ τὴν τοῦ Κουβρίκου περὶ τοῦ ὑετοῦ βδελυκτὴν μυθοποιίαν, Βασιλείδου τε τὰ μιάσματα καὶ τὰς ἀσελγείας, καὶ τῶν παραπλησίων τὸν δυσώδη βόρβορον, οὔτε σὺν παρρησίᾳ ἠσπάζετο, οὔτε κατὰ γνώμην καὶ μυσταγωγίαν ἀπεστρέφετο. Ἀλλ᾽ οἷά τις πρόσφατος καὶ καινὸς νομοθέτης ἐκ πόρνης τε καὶ πολυπλόκου δυσσεβείας δόγματα τεκὼν, ἀποστασίας ὀδηγὸς καὶ προστάτης τοῖς πειθομένοις ἐσχάτης ἀπωλείας ἀναδείκνυται. Ὅθεν οἱ νῦν τῶν Μανιχαίων παῖδες, ὡς καὶ πρὶν ἔφθην εἰπὼν, Σκυθιανὸν μὲν καὶ Βούδην, καὶ Μάνεντα προθύμως τῷ ἀναθέματι πέμπουσιν, Κωνσταντῖνον δὲ εἰς τὰ μάλιστα θειάζουσί τε καὶ περιέπουσι· καὶ δὴ καὶ τοὺς μετ᾽ αὐτὸν ἀναδειχθέντας διαδόχους, ἴσα καὶ Χριστοῦ γεραίρουσιν, ἵνα μὴ πλέον εἴπω, ἀποστόλοις.

Ἀλλ᾽ οὗτος ὁ ἐκ Κωνσταντίνου Σιλουανὸς εἰς Κίβωσσαν ἀπὸ Μανάλεως μετελθὼν (ὢ ψυχῆς ἀθέου καὶ γνώμης πᾶσαν ἀναισχυντίαν καὶ ψεῦδος μηδὲν ἡγουμένης!), ἑαυτὸν ἔλεγεν εἶναι, ὃν αἱ τοῦ θεσπεσίου Παύλου Ἐπιστολαὶ ἐπὶ μνήμης φέρουσι Σιλουανόν. Καὶ τί ἂν τις εἴποι πρὸς τοσαύτην ἐμβροντησίαν; εἰς ποῖον δὲ ἄτοπον ἐπενεχθέντα τις ἐπιδειξάμενος, αἰσχυνθῆναι παρασκευάσει τὴν ἀπ᾽ αὐτῆς ἀρχῆς οὕτω διὰ καταφύρρου κλοπῆς καὶ φρενοβλαβείας οὐκ ἐρυθριάσαντα προελθεῖν; Πλὴν ἀλλ᾽ οὕτω περιφανῶς τερατευόμενος καὶ ψευδολογῶν, εὗρεν, οὓς εἴλκυσε, πείθεσθαι αὐτῷ. Καὶ Μακεδόνας μὲν ἐκάλει τοὺς τῆς ἀπάτης μαθητὰς, ἑαυτὸν δὲ, ὡς προείρηται, Σιλουανόν· ἀπεστάλθαι τε παρὰ τοῦ θεσπεσίου Παύλου πρὸς αὐτοὺς, καὶ πολλὰ τοιαῦτα ἄλλα διεῤῥαψώδει τε καὶ συνέπλαττεν. Ἀλλ᾽ εἴκοσι μὲν καὶ ἑπτὰ διατρίψας ἔτη ὅλα, ἐν οἷς εἴρηται τόποις, τὸ λαοπλανὲς ἐκεῖνο καὶ κακομήχανον τέρας, πολλούς τε τῶν ἐγχωρίων τῆς αὐτῆς μετασχεῖν παρασκευάσας λύμης, καὶ κατάφωρος ἐφ᾽ οἷς ἐθεομάχει γεγονὼς, καὶ λίθων βολαῖς τὴν δίκην ὑποσχὼν ἔδυ εἰς ᾅδου. Κωνσταντῖνος γὰρ ὁ βασιλεὺς τὰ κατ᾽ αὐτὸν ἀναπεπυσμένος, στέλλει τινὰ τοὔνομα Συμεῶνα, τὸν μὲν λαοπλάνον ὑπαγαγεῖν τῇ δίκῃ· ὅσοι δὲ τῆς ἐκείνου πλάνης μετέσχον, εἶτα ταύτης ἀφίοτανται, καὶ τὴν τῶν μετανοούντων χώραν ὁλοψύχως ἀναπληροῦσιν, τούτους ἄρα πρὸς μάθησιν τῶν ὀρθῶν δογμάτων καὶ κατάγνωσιν ἐπιπλέον τῆς ἀποστασίας ταῖς τοῦ Θεοῦ προσκαρτερεῖν παραδοῦναι Ἐκκλησίαις. Καταλαβὼν δὲ ὁ ἀπεσταλμένος τὴν χώραν, ἐν ᾗ τὸ τῆς πλάνης ἀνέῳκτο ἐργαστήριον, καὶ συμπαραλαβών τινα τῶν ἐκεῖσε ἐπαρχόντων (Τρύφων ἦν τῷ ἀνδρὶ ὄνομα), συλλαμβάνει μὲν τοὺς ἠπατημένους, συλλαμβάνει δὲ καὶ τὸν τῆς ἀπωλείας διδάσκαλον· καὶ τοὺς μὲν πρὸς μετάνοιαν ὁλοψύχως ὁρῶντας, ἢ δοκοῦντας ὁρᾶν, τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν τοῖς ἐφόροις ἐνεχείριζε, τοὺς δ᾽ ἔτι πνέοντας τὴν ἀποστασίαν ὑφ᾽ ἓν ποιησάμενος, καὶ εἰπὼν, ἃ τοῖς τοιούτοις ἀκούειν ἤρμοζε, σκοπὸν μὲν αὐτοῖς προστίθησι τὸν καθηγεμόνα τῆς πλάνης, αὐτοὺς δὲ βάλλειν προστάσσει τοῖς λίθοις. Ἀλλ᾽ οἱ μὲν ἄλλοι ὀκνηρότερόν πως ἤπτοντο τοῦ ἔργου. Ἰοῦστος δέ τις ὄνομα, υἱὸς κατὰ θέσιν πεποιημένος τῷ Κωνσταντίνῳ, παρ᾽ ᾧ καὶ τὴν Μανιχαϊκὴν αἵρεσιν ἐμαθητεύθη· ὃς ἐπιγνοὺς, ὡς ἕοικεν, εἰς οἷον αὐτὸν βάραθρον ὁ διδάσκαλος ἐμβεβλήκει, χειροπληθῆ λίθον λαβὼν, καὶ πληγὴν καιρίαν τῷ κακῷ διδασκάλῳ ἐντεινάμενος, τοῦ ζῇν τὸν ἄθλιον ἀθλίως ἀπήλασεν· μεθ᾽ ὃν καὶ τὸ λοιπὸν πλῆθος συνεπιθέμενοι τῷ ἔργῳ, σωρὸν λίθων τὸ πτῶμα εἰργάσαντο· ὡς καὶ μέχρι νῦν ἐκεῖθεν Σωρὸν ἐπίκλησιν τὸν χῶρον λαχεῖν.

Οἱ μέντοι ταῖς τοῦ Θεοῦ παρατεθέντες Ἐκκλησίαις, τόγε πλεῖστον αὐτῶν ἀντὶ τῆς ἐπιστροφῆς τὸ ἀδιόρθωτον ἐπεδείξαντο· καὶ ὅγε ταλαίπωρος Συμεὼν, ἀμαθής τε ὦν σωτηρίου διδάγματος, καὶ ἄλλως τὰς φρένας κοῦφος καὶ εὐπαράγωγος, λογοθετῶν καὶ ἀναπυνθανόμενος τὰ κατὰ τοὺς ἀποστάτας, ἀντὶ τοῦ μετακαλεῖν τινας πρὸς τὸ τῆς εὐσεβείας φρότημα, αὐτὸς εἰς τὴν ἐκείνων ὀλέθριον θρησκείαν μετέβαλεν. Πράξας δ᾽ οὖν, ὅπερ εἴρηται, καὶ ἀναδραμῶν πρὸς τὸν ἀπεσταλκότα βασιλέα, καὶ κρύπτων ἔνδον καὶ περιθάλπων τὸ θηρίον ἐπὶ ἔτη τρία, ἐπείπερ αὐτοῦ κατανεμηθέντα ἔνδον πάντα ῥαγῆναι ἤδη καὶ πρὸς τὰ ἔξω ἐβιάζετο, ἀπαίρει λάθρα τῆς βασιλίδος, καὶ εἰς τὴν προειρημένην Κίβωσσαν παραγεγονὼς, ἁθροίζει μὲν τοὺς ὁμιλητὰς Κωνσταντίνου, ὃν αὐτὸς ἐκ προστάγματος ἀνεῖλεν, διδάσκαλον δὲ καὶ διάδοχον αὐτὸς ἑαυτὸν τῆς ἀποστασίας ἐξάρχων καὶ τὴν κλῆσιν εἰς Τίτον μετέθετο. Τρεῖς δὲ ἐνιαυτοὺς ἐν τῇ τοιαύτῃ διατελέσας πλάνῃ, καὶ πολλοὺς ἀπὸ τῆς εὐσεβείας συλαγωγήσας, ἔπειτα τοιαῦτα πράττων ἑάλω καὶ τὸν διὰ πυρὸς ἀπέτισεν ὄλεθρον, αὐτός τε καὶ τῶν παρ᾽ αὐτοῦ μυσταγωγηθέντων, ὅσους ἀνεῖλεν τὸ ἀμεταμέλητον. Ὁ γάρτοι προειρημένος Ἰοῦστος, οὗ χειρὸς ἔργον ὁ τοῦ ἀποστάτου κατέστη θάνατος, μετὰ πολλὰς ἄλλας, οἷα εἰκὸς, ὁμιλίας τε καὶ συζητήσεις τὸ ἀποστολικὸν προβαλλόμενος λόγιον τὸ φάσκον· « Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· » τοῦτο δὴ προβεβλημένος τὸ ῥητὸν ἀντανίστατο τῷ Συμεῶνι, φάσκων, ὡς ἄρα μήποτε αὐτοί τε ἠπατημένοι εἶεν καὶ τοὺς ἐπομένους συναπατῶσιν, οὐ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς Θεὸν ἀληθῶς καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν τοῦ Χριστοῦ ἐπιγράφοντες, ἀλλὰ παρὰ τοῦτον ἕτερόν τινα, ὃν τὰ ἀποστολικὰ οὐκ ἐπίσταται λόγια. Ἐκ ταύτης δὲ τῆς κινήσεως, ἔριδος αὐτοῖς καὶ μάχης ἀσπόνδου συστάσης, πρόσεισιν ὁ Ἰοῦστος τῷ Κωλωνείας ἐπισκόπῳ, ὡς ἂν τὴν διάνοιαν τοῦ ἀποστολικοῦ ῥητοῦ καταλάβοι σαφέστερον, καὶ ἀνακαλύπτει πάντα, ὅσα αὐτῷ τε καὶ τοῖς συνοῦσιν διεπράττετο. Ὁ δὲ ἀναφέρει ταῦτα τῷ βασιλεῖ (Ἰουστινιανὸς δὲ ἦν, ὁ μετὰ Ἡράκλειον τὴν βασιλείαν διαδεξάμενος)· καὶ ὃς ἐρεύνῃ καὶ κρίσει δικαίᾳ τὰ κατ᾽ αὐτοὺς ὑποβληθῆναι κελεύσας, τούς τε ἀμεταμελήτως ἔχοντας, καὶ τοὺς μετάνοιαν πάλαι μὲν ἐπαγγειλαμένους, ὁμοίως δὲ καὶ τὴν ἑαυτῶν ἀποστασίαν περιέποντας, τὸν διὰ πυρὸς ὑποστῆναι προσέταξε θάνατον. Καὶ τὸ μὲν ἄλλο πλῆθος ἅμα Συμεῶνι, τῷ καὶ Τίτῳ, οὕτως τοῦ ζῇν πικρῶς ἀπεστερήθησαν.

Παῦλος δέ τις, γένος Ἀρμένιος, δύο παίδων πατὴρ, ὧν τῷ μὲν ἦν Γεγναίσιος, τῷ δὲ Θεόδωρος ὄνομα, τοῦ θανάτου διαδιδράσκει, ὃς κατὰ πάσης τῆς ἀποστάτιδος μοίρας ἐψήφιστο, καὶ παραγίνεται μὲν εἰς τὴν ἄνωθεν ἡμῖν ὀνομασθεῖσαν Ἐπίσπαριν, καὶ σπείρειν ἐσπούδαζε τὴν ἀσέβειαν. Ἐκ τούτου δὴ τοῦ Παύλου μερὶς οὐκ ἐλαχίστη τῆς ἀποστασίας καὶ τὴν ἐπωνυμίαν ἕλκειν μᾶλλον ἢ ἐκ τῶν τῆς Καλλινίκης παίδων τὸ μυσαρὸν τῶν Μανιχαίων ἔθνος νομίζουσιν. Οὗτος τὸν ἑαυτοῦ υἱὸν Γεγναίσιον εἰς τὸ τῆς ἀθεότητος προκαθίζει διδασκαλεῖον, μετονομάσας Τιμόθεον. Ἐξ οὗ δὴ φθόνος μὲν ἐμφύεται τῷ ἀδελφῷ, καὶ ὁ φθόνος τὴν στάσιν ἀπέτικτεν. Καὶ ἑαυτὴν διαιρεθεῖσα κατενέμετο ἡ ἀσέβεια τῶν ἀδελφῶν καὶ τὴν μήτραν καὶ τὴν ἀσέβειαν, τοῦ μὲν λέγοντος τὴν τοῦ πατρὸς ἄνωθεν ἀπεσταλμένην χάριν, ἑαυτόν τε παρὰ τοῦ λαβόντος εἰσδέξασθαι, καὶ τοῦ προνομίου τῆς ἀσεβείας τῷ δευτέρῳ μὴ ἐξίστασθαι· τοῦ δὲ Θεοδώρου ταύτην ἀντισπῶντος ἐφ᾽ ἑαυτὸν, καὶ μὴ πατρόθεν ἐκ τοῦ λαβόντος δευτέρᾳ δόσει μετασχεῖν, ἀλλ᾽ ἐκ τῆς πρώτης δωρεᾶς, καὶ ὅθεν ὁ πατὴρ ταύτην εἴλκυσεν. Ἔμεινεν οὖν ἡ τοιαύτη στάσις καὶ φιλονεικία μέχρι τοῦ ἐβδελυγμένου τέλους τῆς αὐτῶν δυσσεβεστάτης ζωῆς. Ὁ δὲ ἐκ Γερμανικείας τῆς κατὰ Συρίαν Λέων τηνικαῦτα τὰ σκῆπτρα τῆς Ῥωμαϊκῆς ἀρχῆς ἐνεχειρίζετο· ὃς τὰ περὶ τῶν ἀσεβεστάτων τούτων ἀναμαθὼν, μετάπεμπτον μὲν ποιεῖται τὸν Γεγναίσιον. Οὐκ ἔχων δὲ κρίσιν τὰ τοιαῦτα διερευνᾶν, καὶ τοῦτο καλῶς συνειδὼς, αὐτὸς μὲν οὐκ ἐξετάζει τὸν αἰτιαθέντα· τῷ δὲ κατὰ καιροὺς τῶν ἱερατικῶν θρόνων τὴν προεδρίαν λαχόντι ἐξετασθησόμενον ὑπὲρ τῆς θρησκείας διαπέμπει. Λόγων οὖν πολλῶν πρὸς τὸν ἀποστάτην προεληλυθότων, καὶ τὰ μὲν τῶν ἀσεβημάτων, ὡς ἔθος αὐτοῖς, διὰ τῆς ἀρνήσεως ἀποδυομένου, τὰ δὲ, ῥήμασιν ὁρθοδόξοις ἐπιχρωννύντος, καὶ τῷ πολυπλόκῳ τῶν μεταβολῶν ῆς ἔνοχος ἦν ἀποστασίας, διεισδύνοντός τε καὶ διολισθαίνοντος, ἡ τῶν ἀκροατῶν ψῆφος ἀφεώρα πρὸς ἀθώωσιν· καὶ ὁ πάσης ἀσεβείας πλήρης ἀνεύθυνος εἶναι τῶν ἐπικλημάτων ἐνομίζετο. Οἱ δὲ λόγοι, ὡς ἂν ἡ μίμησις εἴποι, τοιούτῳ διετυποῦντο σχήματι· « Διὰ τί, φησὶν ὁ πατριάρχης, ὦ οὗτος, τὴν ὀρθόδοξον ἀπηρνήσω πίστιν; » Ὁ δὲ ἀποστάτης τὸν ἀρνησάμενον τὴν ὀρθόδοξον πίστιν, ἀνάθεμα εἶναι ὑπεκρίνατο, ὀρθόδοξον καλῶν τὸ οἰκεῖον ἀσέβημα. Ἐπεὶ δὲ καὶ δευτέρα προῆλθεν ἐρώτησις· « Διὰ τί οὐ προσκυνεῖς καὶ περιπτύσσεις τὸν σταυρὸν τοῦ Χριστοῦ; » ὁ ἀποστάτης πάλιν τῇ ὁμοίᾳ ἀρᾷ τὸν μὴ προσκυνοῦντα τὸν ζωοποιὸν σταυρὸν περιεπέμπετο, σταυρὸν ὁ πάσης ἄρας ἔνοχος, καὶ τὰ ἄνω κάτω ποιῶν, αὐτὸν ἀποκαλῶν τὸν Χριστόν. Τῇ γὰρ τῶν χειρῶν ἐκτάσει αὐτὸς, φησὶ, διέγραψε τὸν σταυρόν. Καὶ τὰ μὲν ῥήματα ἦσαν τοῦ θεάτρου καὶ κοινὰ, τὰ δὲ διὰ τῶν ῥημάτων δηλούμενα, τῆς ἀποστασίας καὶ μυστικά. Ἐπὶ τούτοις ἐρωτᾶτο· « Τί δήποτε τὴν παναγίαν Θεοτόκον τῆς ὀφειλομένης τιμῆς καὶ προσκυνήσεως οὐκ ἀξιοῖς; » Ὁ δὲ τὸ σύνηθες αὐτοῦ καὶ οὗ μήποτε διέστη, ἀνάθεμα κατὰ τῶν μὴ προσκυνούντων τὴν ἁγίαν Θεοτόκον, ἀπέῤῥιπτε, προστιθεὶς ἀσπάζεσθαι καὶ σεβάζεσθαι αὐτὴν, ἐν ᾗ ἐξῆλθεν καὶ εἰσῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, τὴν μητέρα πάντων ἡμῶν. Ταῦτα δὲ ὁ δόλιος τῇ γλώττῃ λέγων, κατὰ τὴν μυσαρὰν αὑτοῦ τελετὴν καὶ διάνοιαν, τὴν ἄνω Ἱερουσαλὴμ ἐσκηνοποίει καὶ ἀνέπλαττεν Θεοτόκον· ἐν ᾗ καὶ πρόδρομον ὑπὲρ ἡμῶν εἰσελθεῖν τὸν Χριστὸν, τὰ τοῦ Ἀποστόλου κηρύσσει διδάγματα. Τέταρτον εἰς ἐρώτησιν αὐτοῦ προὔκειτο, τί δήποτε ἄχραντον καὶ φρικτὸν σῶμα καὶ αἷμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὑβρίζει τε καὶ διαπτύει, καὶ μετασχεῖν αὐτῶν οὐκ ἀνέχεται. Ὁ δὲ τρισαλιτήριος πάλιν τόν τε ἀτιμίαις ὑπάγοντα τὸ σῶμα καὶ αἷμα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ τὸν τῆς μετοχῆς αὐτῶν ἔξω διαμένοντα τῷ ἀναθέματι παρετίθετο· σῶμα πάλιν καὶ αἷμα ὁ κατάρατος ἐννοῶν, οὐχ ἅπερ ἡμᾶς ἐδίδαξεν ὁ κοινὸς Δεσπότης, σῶμα καὶ αἷμα καλεῖν, ἀλλ᾽ ἀντ᾽ ἐκείνων τὰ Κυριακὰ λόγια. Τὰ ἶσα δὲ καὶ ὅμοια περὶ τῆς καθολικῆς Ἐκκλησίας ἀπαιτηθεὶς καὶ ἁποφηνάμενος, τὰ συνέδρια τῶν Μανιχαίων καθολικὴν Ἐκκλησίαν ἑνενόει τε καὶ ἀπεσέμνυνεν. Ἡ δὲ ἐπὶ τοῖς εἰρημένοις ἕκτη ἐρώτησις περὶ τοῦ βαπτίσματος αὐτὸν ἀνεπυνθάνετο, εἰ μὴ καθάρσιον ἠγεῖται τοῦτο τῶν ψυχῶν καὶ ψυχικῶν μολυσμάτων καὶ λουτρὸν ἁμαρτημάτων ἀφέσεως. Ὁ δὲ πάλιν διὰ τῆς ὁμοίας μηχανῆς καὶ προθύμως ἀπεδίδου τιμῶσαν τὸ βάπτισμα καὶ ἀποδεχομένην ἀπόκρισιν, τῇ τοῦ βαπτίσματος φωνῇ, ὁ πάντα φύρων καὶ συγχέων, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑποβάλλων· γεγράφθαι γὰρ αὐτὸν εἶναι τὸ ὕδωρ τὸ ζῶν. Οὕτως δὴ, οὕτως τὸ δόλιον ἐκεῖνο καὶ κακομήχανον τέρας, μηδὲν μὲν τῆς ἀποστολικῆς καὶ καθολικῆς Ἐκκλησίας τὰ παράπαν φρονοῦν, μᾶλλον δὲ τὰναντία πάντα περιθάλπον τε καὶ περιέπον καὶ τιμῶν, ἐπεὶ πρὸς τὰς ἐκκλησιαστικὰς ἐνομίσθη τοῖς παροῦσιν οὐκ ἀπομάχεσθαι λέξεις, ὑφ᾽ αἷς ἐκεῖνος τὸν θανατηφόρον τῆς ἀποστασίας ἔκρυπτεν ἰὸν, ἔδοξεν, ὥσπερ ἔφημεν ἀπ᾽ ἀρχῆς, ὁ τρισαλιτήριος ἐκεῖνος οὐκ ἔνοχος ἀσεβείας εἶναι, ἀλλὰ τοῦ φρονήματος ὑπάρχειν τοῦ ἐκκλησιαστικοῦ· ἀπολύεται δὲ διὰ τοῦτο τῆς ἐτάσεως ἠθωωμένος, ὁ διπλῆν ἄξιος ὑποσχεῖν τιμωρίαν τῆς τε πατρώας ἀσεβείας καὶ τῆς ἀπάτης, δι᾽ ἧς τῶν τε κρινάντων τὴν ὁρθὴν κρίσιν διέστρεψε, καὶ δόξαν ἑαυτῷ δυσσεβέστατος ὢν, τῆς ἡμῶν εὐσεβείας, περιέφερεν. Πλὴν ἀλλ᾽ ἐπεί γε τοιαύταις μηχαναῖς τοῦ κριτηρίου ἀπολυθεὶς αἰτεῖ τε καὶ λαμβάνει παρὰ τοῦ βασιλέως τύπον ἔγγραφον, πᾶσαν αὐτῷ διδόντα τὴν ἄδειαν οἴκοι τε διατρίβειν, καὶ τὰ αὐτοῦ ἀνεπηρεάστως πράττειν, καὶ μηδὲν ἔτι τῶν συκοφαντῶν δεδιέναι τὰς γλώσσας. Ἀπάρας οὖν τῆς βασιλίδος καὶ καταλαβὼν τὴν Ἐπίσπαριν, συναθροίζει μὲν τοὺς τῆς ἀποστασίας μαθητάς· ἐκεῖθεν δὲ πρὸς τὴν Μανάναλιν, ἐξ ἧς ὁ προειρημένος ὡρμᾶτο Κωνσταντῖνος, φυγὰς σὺν τοῖς ἐπομένοις παραγίνεται. Χρόνους δὲ ἱκανοὺς ἐν αὐτῇ κατατρίψας, καὶ πολλὰς ψυχὰς ἀνθρώπων ὁ δείλαιος διαφθείρας, λοιμικῷ θανάτῳ (ἐπενέμετο γὰρ κατὰ τοὺς καιροὺς ἐκείνους ἀφειδῶς τὸ ἀνθρώπινον) καὶ αὐτὸς ἁλοὺς τὸν βίον κατέστρεψεν, ἐπὶ ἔτη που τριάκοντα προστάτης τῆς ἀσεβείας γενόμενος. Οὗτος οὖν ὁ τρισαλιτήριος υἱὸν ἐκ σκοτίας μίξεως τὸν Ζαχαρίαν τίκτει, ὃν, ὡς ἔφημεν, ἔνιοι τῶν τὰ Μανιχαίων τιμώντων, μισθωτὸν ἡγοῦνται, καὶ τοῦ ποιμένος ἀνάξιον, καὶ τοῦ διδασκαλικοῦ χοροῦ ὑπερόριον.

Πλὴν ἀλλὰ καὶ τοῦ Γεγναισίου ἀποφθαρέντος τὸ τῶν μαθητῶν εἰς δύο σχίζεται, οἱ δὲ τὸν Ἰωσὴφ, ὃν καὶ νόθον τινὲς ἐπεφήμιζον· καὶ τὴν τοῦ Πνεύματος ἐνέργειαν τοῦ μὲν ὅλην οἰκεῖν ἐν ἑαυτῷ διαπληκτιζομένου, θατέρου δὲ ἀντισπῶντος ταύτην εἰς ἑαυτὸν, καὶ κενὸν λείπειν τὸν ἀντιστασιώτην διατεινομένου. Ποῖον δ᾽ ἂν εἴη πνεῦμα, ὃ τούτοις ἂν ἑπιφοιτήσοιεν, εἰ μὴ τὸ πονηρὸν καὶ ἀκάθαρτον, καὶ τοιούτων δοχείων ἐπάξιον; Πλὴν τῆς ἔριδος δι᾽ ἅπερ εἴρηται κατισχυούσης, καὶ χερσὶν ἤδη καὶ πληγαῖς κρινομένης· ὑπεραλγήσας ὁ Ζαχαρίας, οἷα δὴ τῆς πατρώας ἐλαυνόμενος κληρουχίας, παίει τὸν Ἰωσὴφ, ὡς ἐγγὺς θανάτου τὴν πληγὴν ἐλάσαι. Θατέρου δὲ τῶν στρατηγῶν τῆς ἀποστασίας ἐπὶ γόνυ κλιθέντος, ἕμενεν μὲν ἐκατέρα μερὶς σφοδρώτερον κατὰ τῆς ἑτέρας ἐπανισταμένη. Ἐκαιροφυλάκει δὲ τὴν συμπλοκὴν, τὸ τέλος ἀμφίβολον ἐννοουμένη τῆς μάχης· ἐκρίθη δὲ μᾶλλον, μετ᾽ ὀλίγον χρόνον, θατέραν ἀπὸ θατέρας διαστῆναι, καὶ μὴ τῷ ἀδήλῳ τῆς μάχης καταπιστεύσαντας ἑαυτοὺς πανωλεθρίᾳ διαφθαρῆναι. Ἑκατέρου δὲ τμήματος μετὰ τὴν περιφανεστάτην διάστασιν οὐχ ὑπ᾽ ἀλλήλων μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν πέριξ ἐξονειδιζομένου τε καὶ διασυρομένου καὶ εἰς ᾠδὰς καὶ γέλωτα παῖσι προκειμένου, μελέτη γίνεται παρ᾽ ἑκατέρᾳ μοίρᾳ, πάσης ἐκείνης τῆς περιχώρου δρασμῷ λαθραίῳ ἐξοικισθῆναι. Ἐν τούτῳ δὲ τῶν Σαρακηνῶν τὰ Ῥωμαίων ὅρια κατατρεχόντων, καὶ πολέμου νόμῳ τὴν ἔξοδον ποιουμένων, τὴν ἔφοδον πόῤῥωθεν ὁ Ζαχαρίας ἰδὼν φεύγει μὲν αὐτὸς ἀνὰ κράτος· λιπὼν οὗ δὲ τοῖς πολεμίοις καὶ τοῖς ξίφεσι τοὺς μαθητὰς, μόνος τὸν κοινὸν ἀποδιδράσκει φόνον. Τὸ γὰρ σὺν αὐτῷ πλῆθος ἅπαν τοῦ ζῆν τοῖς ξίφεσιν ἀπηλώσθησαν· ἥτις αὐτῷ πρᾶξις καὶ τὸ μισθωτὸν ἀντὶ ποιμένος ἐπώνυμον τοῖς πολλοῖς περιεποιήσατο. Ἰωσὴφ δὲ ἄρα, τοῖς ποσὶ μὲν ὥσπερ ὁ Ζαχαρίας οὐ πιστεύων, πανουργίαν δὲ καὶ μηχανὴν ῥάψαι ταχύτερος ὼν, καὶ πίστεως διαφορὰν οὐ θέλων εἰδέναι (ἐτύγχανε γὰρ ἀποδιδράσκων κατ᾽ αὐτὴν τὴν τῶν πολεμίων ἔφοδον), οὗτος δὴ τοῖς ἐῤῥημένοις θαῤῥήσας, καὶ μακρόθεν τὸ πολέμιον ἑπιφερόμενον θεασάμενος, ἀναστρέφει μὲν τῆς φυγῆς αὐτὸς, ἀναστρέψαι δὲ τά τε ὑποζύγια καὶ τὰς ἁμάξας τοῖς ἐπομένοις προστάττει. Καὶ δὴ κατασχηματίσας ἑαυτόν τε καὶ τοὺς μετ᾽ αὐτοῦ πρὸς τὸ τῶν αὐτομόλων σχῆμα, τὴν ἀντιπρόσωπον ἤλαυνε τοῖς πολεμίοις· ὡς δῆθεν αὐτοῖς ἐπιοῦσιν προσχωρῶν ἅμα τοῖς συνεπομένοις, καὶ δόξας τῷ πλάσματι πιθανὸς καὶ τὰ ἐκείνων στέργειν ἐπομοσάμενος, ἀφείθη τε σὺν τοῖς ἑπομένοις τοῦ θανάτου, καὶ τῶν ἄλλων οὐδενὸς τὴν ζημίαν ὑπέστη. Καιροφυλακῶν δὲ τὸν δρασμὸν, ἐπείπερ αὐτῷ τὸν μελετώμενον καιρὸν ἐπιτήδειον εὗρεν, φεύγει μετὰ τῶν ἑπομένων, εἰς δὲ τὴν πολλάκις ὀνομασθεῖσαν κώμην Ἐπίσπαριν παραγίνεται, καὶ λαμπρᾶς παρὰ τῶν ἐνοικούντων τῆς ὑποδοχῆς τυχὼν (καὶ γὰρ ἦν τῶν τῆς ἀποστασίας ἐραστῶν τὸ χωρίον ἐργαστήριον), ὥστε καὶ λαμπάδας αὐτῷ κατὰ τὴν εἴσοδον παρ᾽ αὐτῷ προσανάπτεσθαι καὶ τὴν ἄλλην πᾶσαν θεραπείαν καὶ τιμὴν, ὅση Χριστοῦ μαθηταῖς ἐποφείλεται· οὗτος δὴ οὕτω δεξίωθεὶς χρόνον τινὰ διετέλει πλανῶν τε καὶ πλανώμενος, καὶ τοὺς πειθομένους εἰς τὸ τῆς ἀπωλείας κατασύρων βάραθρον. Ἀνὴρ δέ τις Κρικοράχης ἔχων ἐπώνυμον, τοῖς δὲ τέλεσι τῶν ἐπιχωρίων ἀρχόντων ἐξεταζόμενος, θεοσεβὴς μὲν τὸ δόγμα, εὐσταθὴς δὲ τὸ ἦθος, τόν τε ζῆλον ἀξιάγαστος, καὶ τοὺς θεοστυγεῖς μυσαττόμενος, μαθὼν τὸν πλάνον ἐπιχωριάσαντα, καὶ τὴν ἁποστασίαν ἔτι μᾶλλον εἰς ἑπίδοσιν χωροῦσαν, χεῖρα λαβὼν στρατιωτικὴν, καταλαμβάνει τὸν τόπον, ἐν ᾧ τὰ τῆς ἀποστασίας ἐτελεῖτο μυστήρια· καὶ κυκλωσάμενος τὴν οἰκίαν, αὐτὸν μὲν τὸν τῆς δυσσεβείας ἔξαρχον, οἷα δὴ συμβαίνει, ἄλλων πρὸς ἄλλα τρεπομένων, ἐν ταῖς αἰφνιδίοις ἐπιδρομαῖς τε καὶ ἐφόδοις, οὐχ εἶλεν· ἔλαθε γὰρ διαφυγών· τοὺς δὲ μαθητὰς συνέσχε τοῦ πλάνου, καὶ τὴν νομὴν τέως τοῦ τηλικούτου κακοῦ φερομένην ἐπέσχε καὶ ἀνεχαίτισεν. Ὁ δὲ τῆς ἀποστασίας οὗτος θερμὸς διδάσκαλος Ἰωσὴφ (ἦν δὲ αὐτῷ καὶ ὁ Ἐπαφρόδιτος ὄνομα) κραταιῶς ἐλασθεὶς ὅθεν εἴρηται, καὶ τὴν φυγῆν ἐπὶ Φρυγίαν ποιούμενος, χρόνῳ ὕστερον βραχεῖ καταλαμβάνει τὴν ἐν Πισιδίᾳ Ἀντιόχειαν, ἐν ᾗ παροικήσας, καὶ ἀδείας τῶν δακνόντων λαβόμενος, ἅτε δὴ τούτων ὡς ποῤῥωτέρω διαστὰς, πολλοὺς μὲν τῶν ἐπιχωρίων τῆς αὐτοῦ λύμης ἔργον ἀπέδειξεν, πολλῆς δὲ τῆς παρ᾽ ἐκείνων ἠξίωται δεξιώσεως· καὶ τὴν ἀσέβειαν ἔτεσιν ὅλοις τριάκοντα κηρύξας, μόλις ποτὲ τὸν ἐξάγιστον καὶ ἐβδελυγμένον καταλύει βίον, ἐν προαστείῳ τῆς εἰρημένης πόλεως οὐ πόῤῥω διακειμένῳ, καὶ τὴν ὀνομασίαν Χορτοκοπίον ἔχοντι.

Ἔτι δὲ τοῦ τρισαλιτηρίου τῷ βίῳ παρόντος καὶ ἁκμάζοντος τὴν ἀσέβειαν, μία τις τῶν συνήθων αὐτῷ ἀνδρὶ διὰ γάμον ἡρμοσμένη, ἐξυβρίζει μὲν τὴν ἀνύβριστον κοίτην, ἔκδοτος δὲ γίνεται μοιχείᾳ. Τὸν δὲ διαῤῥήξαντα τοὺς ἀλλοτρίους γάμους ἕνα μὲν εἶναι τῶν μαθητῶν φασι τοῦ πλάνου· ἐξ Ἑβραίων δὲ πρὸς τὴν ἄθεον θρησκείαν μεταβληθῆναι. Πλὴν ἐκ τοιαύτης ἀδίκου τε καὶ ἐβδελυγμένης μίξεως τίκτεται τῇ μοιχαλίδι τὸ ἐπ᾽ αἰσχρότητι καὶ βδελυρίᾳ περιβόητον ἄγος, ὁ ῥυπαρὸς καὶ ἀκάθαρτος Βαάνης. Οὗτος οὖν τὴν κορυφὴν τῶν κακῶν ὁ χείριστος διαδέχεται τὸν εἰρημένον Ἐπαφρόδιτον ὁ Βαάνης· ὃς πάντα μὲν τὰ τῶν πρὸ αὐτοῦ, οἷς συνεκροτεῖτο ἡ ἀσέβεια, στέργων, ἀκαθαρσίᾳ δὲ βίου καὶ σωμάτων μίξεσιν ἀρρήτοις καὶ ταῖς ἄλλαις ἀθεμιτουργίαις τοὺς ἔμπροσθεν φιλονεικῶν ἀποκρύψασθαι, διετέλει διδάσκων τοὺς πειθομένους τὴν ὀλέθριον μάθησιν. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους συναναφύεται τῷ πολυμόρφῳ τούτῳ καὶ βδελυρῷ θηρίῳ ἕτερόν τι παραπλήσιον δρακοντείου γέμον Ἰοῦ. Κώμη δὲ ἦν αὐτῷ πατρὶς ἡ Ἀνία, τῇ Ταβίᾳ πλησιάζουσα πόλει, καὶ Ἀρυῖνος ἦν τῷ δειλαίῳ τὸ ὄνομα, τῆς κλήσεως θριαμβευούσης τὸν ἰοβόλον καὶ φθοροποιὸν ὄφιν, κρυπτόμενον ἐν ἀνθρωπίνῳ, σκηνώματι. Τούτῳ τῷ θηρίῳ τίκτεται παῖς, ἐξ αὐτῶν, οἶμαι, τῶν ἰοβόλων μᾶλλον σπερμάτων τοῦ ἀρχεκάκου ὄφεως, ἢ ἐκ τοῦ προσεχῶς φύντος ἕλκων τὰς ἀπαρχὰς τῆς γενέσεως. Τίθεται δ᾽ οὖν ὁ πατὴρ τῷ γεννηθέντι κλῆσιν τὴν Σέργιον, σκεῦος ὕστερον ἀναδειχθέντα πᾶσαν τοῦ διαβόλου τὴν κακίαν χωρῆσαι δυνάμενον· πιθανὸν μὲν κηρύξαι τὴν ἀσέβειαν, δραστήριον δὲ καιροῦ κελεύοντος κρύψαι τὸ φρόνημα, καὶ δεινὸν μὲν τὴν ἀρετὴν σχηματίσασθαι, ὀξὺν δὲ δόλους ῥάψαι καὶ ψυχὰς ἀνθρώπων συνελκύσαι πρὸς ἀπώλειαν, καὶ συντόμως φάναι τῶν ἐν τῇ ἀποστασίᾳ πώποτε γεγονότων πρὸς πᾶσαν δραματουργίαν δεινότατόν τε καὶ πιθανότατον. Οὗτος ὁ ἐπάρατος ἄλλα τε καὶ ἔκθεσμα τοὺς ἡπατημένους μυσταγωγῶν καὶ τὴν περὶ αὑτοῦ δόξαν, κατὰ μικρὸν εἰς τὸ ἐξῃρημένον τούτοις παρατιθεὶς, καὶ καταπιστεῦων οὐδὲ παράκλητον, οὐδὲ Πνεῦμα ἅγιον (ὢ γλώσσης καὶ ψυχῆς καὶ νοῦ καὶ στομάτων θεομάχων!) καλεῖν ἑαυτὸν, κἀκείνους ὀνομάζειν τε καὶ νομίζειν οὐ μὲν οὖν οὔτε φρικτὸν ἦγεν, οὔτε ἀθεώτατον. Παρεδίδου δὲ ταῦτα μυστικῶς καὶ φρονεῖν καὶ λέγειν πρὸς ἀλλήλους, τοὺς ἔξωθεν ἀκροατὰς ἀναξίους εἶναι τελετῆς τοιαύτης καὶ, μυστηρίων, ὁ Θεομάχος διατιθέμενος. Καὶ οἴγε τρισἄθλιοι καὶ τῆς αὐτοῦ μυσταγωγίας ὡς ἀληθῶς ἄξιοι τὴν τοιαύτην τοῦ ἄγους ὑπερβολὴν οὔτε διέπτυον, οὔτε ἐμυσάττοντο, ἀλλ᾽ ἀπεδέχοντό τε τὴν μηδεμιᾷ ἀθεότητι ὑπερβολὴν λιποῦσαν ἀσέβειαν, καὶ τοῖς παρ᾽ ἑαυτῶν ἐπεκύρουν ψηφίσμασιν. Οὕτω τὸ ἄθλιον, οἴμοι, ζῶον ὁ ἄνθρωπος, ἐπειδὰν ἁποστῇ τοῦ Πλάστου καὶ τῆς ἐκεῖθεν αὑτὸν προνοίας ἀποτέμῃ, ὅλως γίνεται θήραμα τοῦ Πονηροῦ καὶ πρὸς πᾶσαν κακίαν ὑποβρόχιος φέρεται. Ἔλεγεν δ᾽ οὖν ἑαυτὸν ὁ ἐξάγιστος ἐκεῖνος καὶ λυχνοφανῆ ἀστέρα, καὶ πολλὰ ἄλλα, σιγᾶσθαι μᾶλλον ἢ θριαμβεύεσθαι ἄξια. Ἀλλὰ γὰρ οὗτος ὁ θεοβλαβὴς Σέργιος, πατρὸς γεγονὼς δυσσεβεστάτου, ὥς μοι εἴρηται, οὐκ ἐκ τοῦ φύντος τὰ τῆς ἀποστασίας τελεῖται μυστήρια· ἔτι δὲ τὴν ἡλικίαν νέαν ἀγὼν προσφθείρεται γυναικί τινι πρεσβευούσῃ τε καὶ κηρυττούσῃ τὰ Μανιχαίων ὀλέθρια δόγματα, καὶ συχνὸν χρόνον τελεσθεὶς ὑπ᾽ αὐτῆς καὶ συντελεσθεὶς τῆν ἀσέβειαν, γίνεται τοῦ Ἀντιχρίστου πρόδρομος. Ἔδει γὰρ, ἔδει τοὺς τῆς βδελυρᾶς ταύτης καὶ θεομάχου ἀποστασίας διδασκάλους καὶ κήρυκας, τοὺς μὲν Ἀγαρηνῶν εἶναι γεννήματα, τοὺς δὲ τοῖς τῆς δουλείας κατεστιγμένους ὁρᾶσθαι καὶ ὕβρεσι καὶ παθήμασιν, ἄλλους μοιχείας προελθεῖν βλαστήματα, ἐτέρους δὲ παραφροσύνης γυναικείας καὶ ἐμμανοῦς γνώμης μαθητὰς ἐπιγινώσκεσθαι. Πλὴν ἀλλ᾽ ὅγε Σέργιος, ὡς διὰ βραχέων φάναι, ὧδε πη τὴν τῆς ἀποστασίας κατήχησιν ἄρχεται παραδέχεσθαι. Ἡ προειρημένη Μανιχαία γυνὴ, ἡνίκα τὸ πρῶτον εἰς ὁμιλίαν αὐτῷ κατέστη, ἵνα τί, φησὶν, εἰπέ μοι, τὰ θεῖα οὐκ ἀναγινώσκεις Εὐαγγέλια; Ὁ δὲ (οὔπω γὰρ ἦν αὐτῷ δι᾽ ἐγκάτων βαθύνας ὁ τῆς ἀποστασίας ἰὸς), μὴ ἐξεῖναι φήσας τὴν τῶν λαϊκῶν πληροῦντι τάξιν ἀνέδην οὕτως τὴν τῶν φρικτῶν λογίων ποιεῖσθαι ἀνάγνωσιν· ἀνεῖσθαι γὰρ τοῖς ἱερεῦσιν τὸ ἔργον· ἀκούει παρὰ τῆς μαινάδος ὡς μάτην αὐτῷ ἡ τοσαύτη περὶ ταῦτα τιμᾶται εὐλάβεια· μὴ γὰρ εἶναι προσωποληψίαν παρὰ τῷ Θεῷ· πάντας γὰρ βούλεσθαι αὐτὸν σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἀλλὰ τόγε διακεῖσθαι εὐλαβῶς ὑμᾶς περὶ τὰ Κυριακὰ λόγια, οὐ τιμῆς ἐκείνων ἐστὶ πρόνοια, μηχανὴ δὲ καὶ σήφισμα τῶν λεγομένων ὑμῶν ἱερέων, οἳ τὸν λόγον τοῦ Θεοῦ καπηλεύειν ἐθέλοντες, καὶ τῶν ἐν Εὐαγγελίοις μυστηρίων ἀμετόχους εἶναι σπουδάζοντες. Διὰ τοῦτο μὴ παραπλησίως ὑμᾶς ἐκείνοις ἀναγινώσκειν ταῦτα ἀπείργουσιν· ἐπεὶ καὶ ὅσα ὑμῖν εἰς ἐπήκοον ἀναγινώσκουσι, περικόπτοντες τοῦ ὅλου σώματος καὶ ἀποσπαράσσοντες, οὕτως ὑμᾶς ἀκροατὰς τῶν λεγομένων παραλαμβάνουσιν. Οὕτως μὲν τὴν πρώτην πεῖραν ἡ μαχλὰς καὶ μαινὰς τῷ πεσεῖν ἐτοίμῳ προσῆκεν, ὑπορύττουσά τε τὸν νοῦν τοῦ ἀθλίου καὶ διαμοχλεύουσα. Ἐφεξῆς δὲ προσηρώτα, Τί δὲ βούλεται δηλοῦν τὸ Κυριακὸν λόγιον ἐκεῖνο, τὸ λέγον· Πολλοὶ ἐροῦσίν μοι ἐν τῇ ἐκείνῃ ἡμέρᾳ λέγοντες· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Τίνες οὖν εἰσιν οὗτοι πρὸς οὓς ὁ Κύριος λέγει, Οὐκ οἶδα ὑμᾶς; Ἀλλ᾽ ἡ μὲν ταῦτα διηρώτα· ὁ δὲ τῶν ἀγελαίων εἶς ὢν ἔτι καὶ ἁγροίκων, καὶ τῶν θείων λογίων παντελῶς ἀμαθὴς, ἐξαπορούμενος μὲν ἐσιώπα· ἐζήτει δὲ παρ᾽ αὐτῆς τῆς διαπυνθανομένης τὸν νοῦν τῶν ἐπηρωτημένων ἀναμαθεῖν. Ἡ δὲ τοῦτο μὲν εὐθὺς οὐκ ἐποίει. Δεινὸν γὰρ γυνὴ θηρεῦσαι δι᾽ ἀναβολῆς τὸν σπουδαζόμενον, εἰς ἐπιθυμίαν δὲ μᾶλλον τὸν ἠπατημένον τῶν ζητουμένων ἐκκαίουσα, καὶ προσαναφλέγουσα, οὗ μὲν ἐγλίχετο τυχεῖν, οὐκ ἐδίδου, προὔτεινε δὲ αὐτῷ ῥητὸν εὐαγγελικὸν ἕτερον, περὶ τίνων εἰπεῖν νομίζει τὸν Κύριον, ὅτι Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἤξουσι καὶ κλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον. Τίνας δὴ τοὺς υἱοὺς τῆς βασιλείας ὑπονοεῖς, καὶ πῶς ταύτης ἀποῤῥιπτούμενοι τῷ ἐξωτέρῳ σκότει παραπέμπονται; Ταῦτα καὶ τοιαῦτα ἕτερα τὸ γυναικόμορφον ἐκεῖνο τῆς ἀπάτης ὄργανον τῷ τρισαθλίῳ προτείνουσα καὶ κατὰ μικρὸν ὑπογοητεύουσα, ἐπείπερ ὅλον αὐτῇ προσκλιθέντα εἶχε καὶ καθάπερ διδασκάλῳ προσέχοντα ἴδεν, ὑπολαβοῦσα δὴ, Τῆς βασιλείας, ἔφησεν, υἱοὶ οἱ ταύτης μὲν ἐκβαλλόμενοι, τῷ σκότει δὲ τῷ ἐξωτέρῳ καταδικαζόμενοι, οὗτοί εἰσιν, οὓς σύ τε καὶ οἱ κατὰ σὲ ἁγίους καλοῦσι καὶ νομίζουσι, οἱ καὶ δαίμονας φυγαδεύουσιν καὶ πάθη θεραπεύουσι, οἷς καὶ προσάγειν διεγνώκατε σέβας, τὸν μένον ζῶντα καὶ ἀθάνατον καταλιπόντες Θεόν· οὗτοι γὰρ οὗτοι καὶ παρὰ τοῦ δικαίου ἐκεῖθεν ἀκούουσι κριτοῦ, Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ὅτι οὐδέποτε ἔγνων ὑμᾶς. Ἐκ ταύτης οὖν τῆς πονηρᾶς καὶ ὀλεθρίου σπορᾶς τὸν ἕτοιμον εἰς γεωργίαν τῆς ζιζανίων ἑαυτῆς ποιησαμένη, τὴν λοιπὴν τῶν ἀσεβημάτων βλάστην εὐχερῶς εἶχεν αὐτόματον ἀναφυομένην, καὶ οὕτω πάσης λύμης καὶ διαφθορᾶς τὴν ἐκείνου ψυχὴν καρποφόρον χωρίον ἀνέδειξεν, ὡς καὶ τοὺς ἔμπροσθεν πάντας ἐπ᾽ ἀσεβείᾳ βεβοημένους, καὶ μάλιστα ταύτῃ παῖδας νομισθῆναι τῇ ἐκείνου παραμετρουμένους ῥᾳδιουργίᾳ τε καὶ τοῖς ἐπικλόποις ἤθεσι, καὶ τῇ ἄλλῃ τῆς ἀπάτης μηχανουργίᾳ τε καὶ περινοίᾳ. Οἱ μὲν γὰρ πρὸ αὐτοῦ εἰ καὶ τῷ βορβόρῳ τῆς ἀκολασίας καὶ τῇ ἄλλῃ τῶν ἔργων ἀῤῥητουργίᾳ καὶ ταῖς εἰς Θεὸν ἀνυπερβλήτοις βλασφημίαις τὸ πρωτεῖον εἶχον, ἀλλ᾽ οὖν βδελυκτοί τε καὶ ἀποτρόπαιοι μικροῦ πᾶσιν ἐνομίζοντο τοῖς ἀνθρώποις τῷ προδήλῳ τοῦ μύσους, ὧν ἐτόλμων πάντας ἔχοντες μισοῦντας. Καὶ ὀλίγους, ἦν ὁρᾶν, πρὸς τὴν ἐκείνων ἀπάτην μεταχωροῦντας, ἀπερικαλύπτων, καὶ χωρὶς τεχνασμάτων τῶν ἀσέμνων ἔργων προκειμένων, καὶ τῆς ἀναίδην ἀποστασίας εἰς προφυλακὴν ἀρκούσης τοῦ μὴ θᾶττον πρὸς αὐτὴν ὑπολισθαίνειν καὶ ἀθρόον θήραμα τοῦ Πονηροῦ τ᾽ ἀνθρώπινα γίνεσθαι.

Οὗτος δὲ τὰ τῶν μιασμάτων πρόδηλα περικόπτων, καὶ ἃ κατέλιπε τῆς ἀκολασίας ἐπικαλύπτων, τά τε μηδ᾽ ἀκοῇ φορητὰ τῶν ἀσεβημάτων ἢ συστέλλων ἢ καταμιγνὺς τοῖς ἀνεκτοτέροις καὶ σύμπαν εἰπεῖν κωδίῳ προβάτου τὸν λύκον ἐναποκρύπτων, πολλοῖς μὲν ἔδοξε διδάσκαλος εὐσεβείας καὶ ὁδηγὸς σωτηρίας, πολλοὺς δ᾽ ἀπροόπτως αὐτῷ καταποθέντας τῷ βαράθρῳ τῆς ἐσχάτης ἀπωλείας κατεκρήμνισε. Καὶ γὰρ οὐδὲ τοῖς πρότερον ἁμελούμενον ὅμως καὶ τοῦτο αὐτῷ σπουδαιότερον μεμηχάνηται, ὥστε μὴ κατ᾽ ἀρχὰς εὐθὺς τοῖς αὑτῷ μυεῖσθαι προσερχομένοις τὰ τελειότερα τῶν ἀσεβημάτων, θαῤῥεῖν, μηδὲ τῶν μυστηρίων προτιθέναι τὰ ἐξάγιστα, ὧν ἐστι τὸ κεφάλαιον ἄρνησις παντελὴς Θεοῦ, καὶ τοῦ διαβόλου δόξα καὶ κράτος, καὶ δημιουργίας ἰσχὺς, καὶ τιμὴ καὶ οἱκαίωσις. Οὐδὲν οὖν ἐκεῖνος τοιοῦτον κατεπίστευεν τοῖς ἄρτι μυουμένοις. Ἀλλὰ πρῶτα μὲν τοῖς εὐαγγελικοῖς· ἐπειρᾶτο καταῤῥυθμίζειν ῥήμασιν αὐτῶν τὰ ἤθη, καὶ ἃ μηδὲν ἐκέλευσε περὶ δόγματος. Καὶ τούτοις τέως κατακηλεῖν τε καὶ καταγοητεύειν ἐπεχείρει, καὶ χειροήθεις ἀπεργάζεσθαι τοὺς μυσταγωγουμένους. Ἐπειδὰν δ᾽ εὔνους εἶχεν καὶ ὡς διδασκάλῳ καὶ σωτηρίας ἑώρα προσανέχοντας ὁδηγῷ, τότε καὶ τὸν ὅλον τῆς ἀποστασίας ἰὸν χανδὸν αὐτοῖς παρεῖχεν ἐκροφεῖν, καὶ τετελεσμένους ὁμοίως ἐκείνῳ ἀνηγόρευέν τε καὶ ἀνεκήρυττεν τὴν ἀσέβειαν. Τυχικὸν δ᾽ αὐτὸν καὶ οὗτος ὁ τρισαλιτήριος ἐπωνόμαζεν, οὐ τὴν κλῆσιν ἐκκλέπτων μόνον τοῦ μακαρίου Παύλου μαθητῶν, ἀλλὰ καὶ αὐτὴν τὴν ὕπαρξιν καὶ ὑπόστασιν εἰς ἑαυτὸν μεταπλάσσων καὶ παραχαράσσων, καὶ ὑποβαλλόμενος· οὐ γὰρ ἄλλον τινὰ, (ὢ μωρᾶς γλώσσης, μωροτέρας δ᾽ ἀκοῆς τῶν παραδεχομένων!) ἀλλ᾽ ἐκεῖνον εἶναι τὸν Τυχικὸν ἑαυτὸν ἐτερατολόγει, ἐν ταῖς Ἐπιστολαῖς τοῦ Ἀποστόλου φερόμενόν τε καὶ πολλαχοῦ μνήμης ἐπαινουμένης ἀξιούμενον. Τοῦτο δὲ τὸ κακόπλαστόν τε καὶ ἀναιδὲς καὶ ἠλίθιον καὶ ἄθεον, καὶ οὖ μή ἐστι παρ᾽ οὐδεμία τῶν πώποτε γεγενημένων αἱρέσεων παραπλήσιον, τοῦτο δὴ καταβαλὼν καὶ προθεμελιώσας ταῖς τῶν ἠπατημένων ψυχαῖς ἐκεῖθεν ἐπῳκοδόμει τὰ ἄλλα· κήρυκά τε γὰρ ἀπεστάλθαι πρὸς αὐτοὺς παρ᾽ αὐτοῦ, καὶ ἃ διαγγέλλει, καὶ λέγει, μὴ τῆς αὐτοῦ σοφίας εἶναι, τοῦ δὲ διδάξαντος καὶ ἀπεσταλκότος Παύλου παραγγέλματα. Καὶ ὁ πολλάκις τοῖς ἔτι μᾶλλον μυστικωτέροις τὴν ἀσέβειαν Πνεῦμα καὶ Παράκλητον ὑμνῶν ἑαυτὸν, εἰς τὸν χορὸν τῶν μαθητῶν τοῦ θεσπεσίου Παύλου πρὸς τὸ ἄλλο πλῆθος κατέλεγεν ἑαυτὸν, ἑπτακοσίων ἐτῶν ἐγγὺς μεταγενέστερος καὶ Παύλου καὶ Τυχικοῦ γεγονώς. Καὶ γὰρ ὁ κατάρατος οὗτος καὶ τερατίας ἐν τοῖς καθ᾽ ἡμᾶς ἐγνωρίζετο χρόνοις, κήρυξ τῆς ἀσεβείας ὡς οὔπω τις διάπυρος ἕτερος. Πολλὰς γὰρ ὁ πλάνως πόλεις περιῆλθεν καὶ χώρας, θηρῶν, ἀπατῶν, καὶ παγιδεύων τὰς τῶν ἀπλουστέρων, οἴμοι, ψυχὰς, ὡς καὶ αὐτὸς ὁ τοῦ ψεύδους ὡς ἀληθῶς υἱὸς ἐν μιᾷ τῶν αὑτοῦ φησιν ἐπιστολῶν· « Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ καὶ νότου ἕδραμον κηρύσσων τὸ Εὐαγγέλιον Χριστοῦ τοῖς ἐμοῖς γόνασιν. » Εἰ γὰρ ὡς ἐν πᾶσιν οὕτω κἀνταῦθα ἠλαζονεύετο, ἀλλ᾽ οὖν οὐκ ὀλίγον δρόμον ὑπὲρ τῆς ἑαυτοῦ καὶ τῶν πειθομένων ἀπωλείας κατεβάλετο. Ἐγγὺς δὲ καὶ οὖτος τριάκοντα ἔτη ἐπὶ τοῖς τέσσαρσι τῆς ἀσεβείας προέστη, καὶ τὸν ἀγῶνα τῆς πλάνης διήνυσεν. Εἰρήνη δὲ τηνικαῦτα τὸ φιλόθεον ἐκεῖνο καὶ θεομακάριον γύναιον τῆς βασιλείου ἀρχῆς ἐπεστάτει, ἡνίκα τῷ φρονήματι τῆς ἀποστασίας ὁ θεομάχος οὗτος καὶ θεοβλαβὴς ἤκμαζεν, ἐξ οὗ χρόνου μέχρι τοῦ παρόντος ἡ νῦν ἐπιχωριάζουσα ἀσέβεια τῆς ἐκείνου μὲν ἤρτηται διδασκαλίας. Παρευδοκιμεῖ δὲ τὰς ἀντιτέχνους, κἂν πρὸς τὸν αὐτὸν αὐτή τε καὶ αἱ παρασπίζουσαι ταύτῃ φέρωσιν ὄλεθρον.

Ἐπὶ τοσοῦτον δ᾽ αὐτὸν οἱ τάλανες τῶν μαθητευθέντων θειάζουσιν, ὥστε ἄλλα τε ἄτοπα περὶ αὐτοῦ καὶ ἀκοῇ ἀνύποιστα φθέγγονται, καὶ δὴ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ τὰς ἰδίας προσευχὰς, μᾶλλον δὲ ὑλακὰς, ἐπισφραγίζουσιν, « Ἡ εὐχὴ, λέγοντες, τοῦ ἀγίου Πνεύματος ἐλεήσει ἡμᾶς. » Ἐκάλει δ᾽ οὗτος ὁ σκολιὸς ὄφις ἑαυτὸν καὶ θυρωρὸν καὶ ποιμένα καὶ ὁδηγόν. Γράφει γὰρ τοῖς ἐν Κολωνίᾳ· « Τὸ δόκιμον ὑμῶν τῆς πίστεως προεγνωκότας ὑπόμνησιν πρὸς ὑμᾶς ποιούμεθα, ὅτι ὥσπερ αἱ παρελθοῦσαι Ἐκκλησίαι ποιμένας καὶ διδασκάλους ἐδέξαντο. » Λέγει δὲ Κωνσταντῖνον, καὶ τοὺς ἄλλους, οὓς ὁ λόγος ἀνωτέρω ἠριθμήσατο. « Οὕτως καὶ ὑμεῖς λαμπάδα φαεινὴν καὶ λύχνον φαίνοντα καὶ ὁδηγὸν σωτηρίας ἐδέξασθε κατὰ τὸ γεγραμμένον· Ἐὰν ὁ ὀφδαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. » Καὶ μετ᾽ ὀλίγα· « Μηδεὶς ὑμᾶς ἑξαπατήσῃ κατὰ μηδένα τρόπον, ταύτας δὲ τὰς ἐπαγγελίας ἔχοντες παρὰ Θεοῦ θαρσεῖτε. Ἡμεῖς γὰρ πεπεισμένοι ὄντες ἐν ταῖς καρδίαις ἡμῶν ἐγράψαμεν ὑμῖν, ὅτι ὁ θυρωρὸς καὶ ὁ ποιμὴν ὁ καλὸς καὶ ὀδηγὸς τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ὁ λύχνος τοῦ οἴκου τοῦ Θεοῦ, ἐγώ εἰμι καὶ μεθ᾽ ὑμῶν εἶμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. » Οὗτος οὖν, ὢ τί ἂν τις αὐτὸν εἰπὼν ἀξίως εἴποι; ἀλλ᾽ οὖν ὁ κάκιστος καὶ ἀθεώτατος ἀνθρώπων ὑπεράνω φέρων ἑαυτὸν καὶ ὑψῶν, ἀξίαν μὲν, ὡς ὕστερον δηλωθήσεται, πτῶσιν κατηνέχθη· γράφει δ᾽ οὖν καὶ πρὸς Λέοντά τινα Μοντανόν· « Σὺ δὲ τήρησον σεαυτὸν, ἔνδος τὸ τέμνειν τὴν ἀκλινῆ πίστιν· τίνα γὰρ κατηγορίαν ἔχεις καθ᾽ ἡμῶν; μή τινα ἐπλεονέκτησα, ἢ ὑψηλοφρόνησα; οὐ δύνασαι εἰπεῖν. Εἰ δὲ καὶ εἴπῃς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής· ἐμοὶ δὲ μὴ γένοιτο μισῆσαί σε· ἀλλὰ παρακαλέσαι ὡς ἐδέξω ἀποστόλους, καὶ προφήτας, οἴτινές εἰσι τέσσαρες, δέξαι, καὶ ποιμένας καὶ διδασκάλους, ἵνα μὴ θηριάλωτος γένῇ. » Οὕτως μυρίαις ἑαυτὸν μετέπλαττεν μορφαῖς πρὸς τὰ διάφορα τῶν ἀπατωμένων ἁρμοζόμενος ἤθη. Καὶ νῦν μὲν γίγας, νῦν δὲ πίθηκος, νῦν δὲ λέων, νῦν δ᾽ ἀλώπηξ, νῦν δ᾽ ἄλλο τι καὶ ἄλλο τι καὶ ἄλλο τυπούμενός τε καὶ διαπλαττόμενος. Ἀλλαχοῦ δὲ πάλιν λέγει· « Ἡ πρώτη πορνεία, ἣν ἐκ τοῦ Ἀδὰμ περικείμεθα, εὐεργεσία ἐστὶν, ἡ δὲ δευτέρα μείζων ἐστὶ, περὶ ῆς λέγει καὶ ὁ Ἀπόστολος, Ὁ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. » Πορνείαν δὲ ταύτῃ λέγων ὁ ἐξάγιστος τὴν ἐκ τῶν αὐτοῦ βδελυρῶν δογμάτων ἀναχώρησιν, ἐκάλει δὲ σῶμα Χριστοῦ ἑαυτόν. Διὰ τοῦτο τοὺς ἀποφοιτῶντας αὐτοῦ τε καὶ τῶν θεοστυγῶν αὐτοῦ ἐντολῶν τῷ τῆς πορνείας ἀλῶναι διελοιδορεῖτο πάθει. Πολλὰ δὲ καὶ ἄλλα τῆς αὐτῆς ἐχόμενα θεοβλαβείας καὶ τερατολογίας ἐν πολλοῖς αὐτοῦ τῶν μιαρῶν γραμμάτων ἔστιν ἐνιδεῖν ἃ δευτέρου ἂν εἴη λόγου καὶ ἰδιάζοντος καθεξῆς διελθεῖν καὶ στηλιτεῦσαι, καὶ εἴ τι ἄλλο τούτοις συνήρτηταί τε καὶ συνδιαπλέκεται. Καὶ γὰρ καὶ ἅπερ εἴρηται πρὸς ἔνδειξιν μόνον ἐῤῥέθη τῆς πολυπλόκου ταύτης καὶ πολυμηχάνου θεομαχίας.

Μηδεὶς δὲ οἰέσθω ῥίζης ἑτέρας βλάστημα εἶναι, παρ᾽ ἣν ἐῤῥίζωσεν ὁ θεομάχος Μάνης τὴν παραφυάδα ταύτην τῶν δυσσεβῶν Σεργίου δογμάτων. Μία μὲν γὰρ ἐστι καὶ ἡ αὐτὴ καὶ τὸν αὐτὸν ψυχόλεθρον καρπὸν φέρει. Ἡνίκα δὲ Σέργιος τοῦ διδασκαλικοῦ τῆς ἀποστασίας ἐπέβη θρόνου, θέλων πολλοὺς ἀποπλανῆσαι τῆς καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας, σχίζεται μὲν περιφανῶς, μέχρι τότε καιροῦ συναγελαζομένων ἀλλήλοις, τοῦ ῥυπαροῦ Βαάνους. Ἀναδέχεται δὲ κατ᾽ ἐνώπιον τῶν μαθητῶν καὶ τὴν κατὰ πρόσωπον αὐτοῦ φιλονεικίαν, καὶ μάχην, καὶ ἡ στάσις αὐτοῦ δραματουργεῖται δημοσίῳ θεάτρῳ, δι᾽ ἧς ἐτέχναζεν δελεάζειν, καὶ τῆς οἰκείας πλάνης ἕλκειν ὀπίσω ἄλλους τε ὅσους ἐδύνατο καὶ οἵτινες ἡταιρίζοντο τὸν Βαάνην. Ἦν δὲ αὐτῷ καὶ σκηνὴ ἀρετῶν προβεβλημένη, μέγα δέλεαρ τῶν προσιόντων, καὶ ταπεινὸν ἦθος καὶ δεξιώσεως κατεσχηματισμένος τρόπος καὶ ἡμερότης οὐ τοὺς οἰκείους ὑποσυναίνουσα μόνον, ἀλλὰ καὶ τοὺς τραχύτερον διακειμένους ὑπολεαίνουσά τε καὶ συλαγωγοῦσα. Ἀλλὰ γὰρ τὸ μὲν ῥυπαρὸν τῶν μιαρῶν πράξεων τοῦ ἀντιστασιώτου Βαάνους στηλιτεύειν τε καὶ ἀποπέμπεσθαι, μάλιστά γε κατὰ τὸ ἐμφανὲς μελέτην εἶχεν· πρὸς δὲ τὰ δυσσεβῆ τῶν δογμάτων κατ᾽ οὐδὲν ἀντιπίπτων οὐδὲ διαφερόμενος ὤφθη. Ὁ μὲν οὖν Βαάνης ἀσυνηγόρητον ἔχων τὴν τῶν ἐκθέσμων ἔργων ἐπίδειξιν ἐπὶ τοὺς πρὸ αὐτοῦ μόνον κατέφευγεν, καὶ διὰ τῆς τῶν προσώπων ποιότητος, ὡς ἐνόμιζε, τὸ κίβδηλον αὐτοῦ καὶ κατεστυγημένον τοῦ φρονήματος συνεκρότει τε καὶ ἀπεσέμνυνε, μαθητὴν ἑαυτὸν τοῦ Ἐπαφροδίτου εἶναι μεγαλαυχῶν, καὶ τὴν ἐκείνου τιμῶντα παράδοσιν, πρὸς τὰς ἀποτροπαίους τῶν πράξεων καὶ βδελυρὰς οὐδένα δισταγμὸν ἢ ἐρύθημα φέρειν, ὡς οὐ χρὴ πράττεσθαι. Νεοφανῆ δὲ Σέργιον ἐλοιδορεῖτο, καὶ μηδένα τῶν ἐπισήμων διδασκάλων μήτε ἰδεῖν, μήτε ἀκροατὴν χρηματίσαι, καὶ διὰ τοῦτο μηδὲν ἐκεῖθεν σπάσαντα φωτὸς ἐν πλάνῃ καὶ ἀπάτη διαπορεύεσθαι. Ὁ μὲν οὖν ἐξάγιστος Βαάνης τούτοις τε τὸν ὁμότεχνον καὶ ἀντιστασιώτην ἔβαλεν καὶ ἑαυτὸν ἐμεγάλυνεν. Τὸ δὲ ποικίλον θηρίον ὁ Σέργιος τὸ μὴ βεβυθίσθαι περιφανῶς οὕτως τῶν πράξεων τῷ βορβόρῳ, μηδ᾽ οὕτως ἀπόζειν ὥσπερ ὁ Βαάνης τὴν ἀκαθαρσίαν, ἀλλὰ πολλοῖς ταύτην καὶ ῥημάτων καὶ φασμάτων παρακαλύμμασι περιστέλλειν ἔλαβεν ἰσχὺν εἰς δύο τὴν ἀποστασίαν σχῖσαι, καὶ τοὺς μὲν ὅσοι τῆς μερίδος ὥφθησαν τοῦ Βαάνους, αὐτὸς διαπτύων Βαανίτας ἐκάλει. Ἐκεῖνος δ᾽ ἀμειβόμενος τὴν ὕβριν, ἀποτροπαίους τε οὓς ἡ μοῖρα εἶχε τοῦ Σεργίου ἐποιεῖτο, καὶ Σεργιώτας ὡνόμαζεν ὁμοίως. Καὶ ἦν μὲν αὐτοῖς ἡ ἔρις καὶ στάσις καθ᾽ ἡμέραν αὐξομένη τε καὶ κραταιουμένη καὶ τὰς μιαρὰς μερίδας εἰς ἄσπονδον ἔχθραν καθεστῶσα.

Χρόνῳ δὲ ὕστερον θανάτῳ τὸν βίον καταστρέψαντος Σεργίου, ἐπὶ τοιοῦτον οἱ τούτου μαθηταὶ εἰς τὴν πρὸς τοὺς Βαανίτας ἀνεῤῥάγησαν μάχην, ὡς οὐκ ἔτι λόγοις καὶ λοιδορίαις, ἀλλὰ καὶ χερσὶ καὶ ξίφεσι κρίνεσθαι τὴν ἔριν, καὶ πολὺν φόνον τῶν Βαανίτων ρυῆναι. Ἐπεκράτει γὰρ ἡ μερὶς Σεργίου τῷ τε πλήθει, καὶ ὅτι τῆς ἐν αὐτοῖς ὁπλιτικῆς δυνάμεως ὁ ἄρχων τῇ δόξῃ προσαπέκλινε Σεργίου· καὶ ἂν εἰς τέλος, ὥσπερ ἦν ἄξιον, οἱ Βαανῖται ὑπὸ τῶν ὁμοδόξων καὶ ὁμοφύλων χειρῶν ὡλοθρεύθησαν, εἱ μή τις Θεόδοτος ὄνομα, δυσσεβὴς εἰ καί τις ἄλλος τὴν θρησκείαν, συνέκδημος Σεργίου λεγόμενος τὸν φόνον ὀξέως ῥέοντα ἀνέσχε τε καὶ ἀνέκοψεν, ἄλλοις τε πολλοῖς αἱμυλίοις λόγοις καὶ τὸ κοινῇ συνοῖσον εἰσηγούμενος, φάμενός τε καὶ διατεινόμενος, καὶ πολλοῖς κατασκευάζων ἔργοις, καὶ λόγοις τὸ προτεινόμενον, ὡς ἑκατέρα μερὶς τῆς αὐτῆς εἰσι βλαστήματα σπορᾶς καὶ τοῖς αὐτοῖς ἔθεσι συνηυξήθησαν καὶ κοινὴν τὴν δίαιταν εἶχον, καὶ ὁμονοίᾳ περιετειχίζοντο οὐδὲν μέγα περὶ τῶν ἀμφιβαλλομένων στασιάζοντες, καὶ τοῦτο ἐκράτει χρόνοις πολλοῖς μέχρι τῆς τοῦ διδασκάλου Σεργίου ἀναδείξεως καὶ ὡς οὐ χρὴ οὐ μὲν οὖν τὴν ἐν τοσούτοις χρόνοις σύμπνοιάν τε καὶ συνάφειαν εἰς αἴματα καὶ σφαγὰς διαλῦσαι, οὐδὲ τοὺς εἰς αὐτὰ τὰ καίρια καὶ νῦν συνημμένους τε καὶ ὁμοφρονοῦντας διά τινας προσφάτως ἀναῤῥιπισθείσας διαφορὰς ὡς ἑτεροπίστους παντελῶς καὶ ἀθέους εἰς τὸν διὰ ξίφους ὄλεθρον ἀφειδῶς παραπέμπειν. Ἀλλ᾽ ὁ μὲν τοιούτοις τισὶ ῥήμασι τὸν κατ᾽ ἀλλήλων (ὡς εἶθε μὴ ὥφελεν· οὐ γὰρ ἂν ὁ ψυχόλεθρος πλείους ἐπενεμήθη ψυχὰς) ἔστησε φόνον.

Μιχαὴλ μέντοιγε τοῦ βασιλέως, τὰ Ῥωμαϊκὰ σκῆπτρα διέποντος, ὃς ἐκ τῆς βασιλείου στολῆς εἰς τὸ τῶν μοναχῶν ἠμείφθη σχῆμα, καὶ τοῦ μετ᾽ αὐτὸν βασιλεύσαντος Λέοντος οὐκ ἐν τῷ ῥαθύμῳ τὴν ἀναζήτησιν καὶ ἔρευναν τῆς ἀποστασίας τιθεμένων, ἀλλὰ καὶ σπουδὴν τὴν πρέπουσαν ἀναδεξαμένων, στέλλονταί τινες τῶν οὐκ ἀσήμων ἀνὰ πᾶσαν τὴν Ῥωμαϊκὴν ἀρχὴν, τοὺς, εἴ τινες ἂν φωραθεῖεν τῆς τοιαύτης κάτοχοι θεομαχίας, ἐπείπερ πολλάκις αὐτοὺς αἱ τῶν ἀρχιερέων καὶ ἱερέων νουθεσίαι καὶ παραινέσεις οὐδὲν οὔτε ὥνησαν, οὔτε μεταβάλλειν ἔπεισαν τὴν ἀσέβειαν, τούτους οὕτως ἀμεταθέτως ἔχοντας ὡς κοινὴν λύμην καὶ φθορὰν τοῦ γένους πρὸς τὸν διὰ ξίφους θάνατον ὑπάγειν. Ἧκεν οὖν τὰ προστάγματα καὶ εἰς τὴν καλουμένην χώραν τῶν Ἀρμενιακῶν. Θωμᾶς δὲ ἦν τηνικαῦτα Νεοκαισαρείας ἐπίσκοπος, καί τις ἕτερος Παρακονδάκης ἐπώνυμος ἐξάρχων κατ᾽ ἐκεῖνο καιροῦ τῶν ὅσοι τῆς κατὰ τὸν βίον σεμνότητος εἴχοντο, καὶ τῆς ὑψηλοτέρας πολιτείας ἐποιοῦντο ἐπάγγελμα συντηρεῖν τὰ δέσμια. Τούτων τοίνυν τῶν ἀνδρῶν ἑκάτεροι ἅμα συνεδριάζειν μετὰ καὶ ἑτέρων τινῶν λογίων βασιλικὸν δεξάμενοι θέσπισμα, οὖς ἂν τῶν ἀποστατῶν ἡ πολιτικὴ χεὶρ εὕρισκέν τε καὶ συνελάμβανεν, καὶ πρὸς αὐτοὺς διεπέμπετο, ἐξήταζόν τε καὶ ἐλογοθέτουν λεπτομερέστερον, καὶ τοὺς ὑπαιτίους τῶν ἀναιτίων φυλοκρινοῦντες τοὺς μὲν ἀπέλυον, ἔστι δ᾽ οὓς καὶ ἐπιτιμίοις ἐκκλησιαστικοῖς καθυπέβαλλον, τοὺς δὲ παντελῶς ἀνιάτους οἱ πολιτικοὶ νόμοι, καὶ τῶν ἐν αὐτοῖς ἀρχόντων παρελάμβανεν τὸ δικαιωτήριον. Οὕτω δὴ τῆς ἐρεύνης τε καὶ κρίσεως καὶ τοῦ λογοθεσίου, καὶ τῆς πράξεως προῖούσης μερίζονται τῶν εἰρημένων κριτῶν τὴν σφαγὴν οἱ τε λεγόμενοι Κυνοχωρῖται, καὶ οὓς ἐπωνόμαζον Ἀστάτους. Ἦσαν δὲ οὗτοι τῶν τοῦ Σεργίου μαθητῶν οἱ λογάδες. Οἱ μὲν οὖν Ἀστατοι μηδενὸς ἑτέρου δεηθέντες αὐτοὶ καθ᾽ ἑαυτοὺς δόλῳ καὶ προδοσίᾳ κατασφάζουσιν τὸν εἰρημένον ἔξαρχον. Τοῖς δὲ Κυνοχωρίταις ἐπείπερ ἐνέδει στρατηγὸς τοῦ μιάσματος, εἶς τῶν εἰρημένων Ἀστάτων ἐφίσταται, καὶ κατασφάζουσι καὶ αὐτοὶ τὸν ἀρχιερέα τοῦ Θεοῦ Θωμᾶν. Ἀναίδην δὲ τούτων οὕτω παρανομηθέντων, ὡς ἔφην, ἑκατέρας μιαιφονίας ἀρχιτέκτονες, φεύγουσι μὲν σὺν τοῖς ἑπομένοις σπουδῇ ἀπὸ πάσης γῆς, ἣν ὁ Χριστιανῶν ἐκόσμει θεσμὸς, παραγίνονται δὲ ἐν Μελιτινῇ πόλει τῆς δευτέρας Ἀρμενίας, πολιτείαν οὖσαν τότε τῶν μισοχρίστων Σαρακηνῶν, ῆς καὶ Ἀμηρᾶς ἦρχεν, ὃν ἐπεκάλουν Μονοχεράρην· καὶ οὗτος ὁ μισόχριστος τοὺς μισοχρίστους φυγάδας τά τε ἄλλα φιλοφρονησάμενος δεξιῶς καὶ παντὸς ἐλευθερώσας ἀνθρωπίνου δέους, τὸ Ἀργαοῦν, πολίχνιον οὕτω καλούμενον ἐπιχωρίῳ γλώττῃ, οἰκεῖν ἐπιτρέπει· ἀθροίσματος δὲ ἐν οὐ πολλῷ χρόνῳ τῶν τὴν ἀποστασίαν φρονούντων συνερρυηκότος, ὡς καὶ εἰς λῃστρικὴν ἐξαρκεῖν ἐπιδρομήν τε καὶ χεῖρα, πολλὴ καὶ πολλάκις τῶν πλησιοχώρων Χριστιανῶν αἰχμαλωσία τοῖς ἀθέοις ἐπετηδεύετο. Κἀκεῖθεν κραταιούμενον τὸ κακὸν οὐ μόνον τοὺς ἀπ᾽ ἀρχῆς θεραπευτὰς ἀδεῶς ἐδίδου τὴν ἀσέβειαν θρησκεύειν, ἀλλὰ καί τινας τῶν αἰχμαλωτιζομένων πολλὴν παρεῖχεν τὴν ἐξουσίαν συναναγκάζειν, εἰς τὴν αὐτὴν αὐτοῖς καταπίπτειν ἀθεότητα. Γίνεται δὴ καὶ Σέργιος, οὖ πολλάκις ἔσχε μνήμην ὁ λόγος, ἐκεῖσε, καὶ χρόνον τινὰ τοῖς φυγάσι διατρίψας, καὶ βαθύνας αὐτοῖς ἐπὶ πλέον τῆς ἀσεβείας τὰ δόγματα, τὴν ἄνωθεν ὅμως δίκην οὐ διδράσκει. Ξυλουργίας ἦν ὁ καιρὸς, καὶ τεκτονικῆς ὁ Σέργιος οὐκ ἀμελέτητος ἦν, καὶ δὴ καὶ συνήθης ἦν κεχρῆσθαι τῇ τέχνῃ, καὶ εἰς σανίδας ἀποξίειν τῶν πρέμνων τὰ ἐπιτήδεια. Οὗτος κατὰ τὸ σύνηθες εἰς τὸ παρακείμενον ὅρος τοῦ Ἀργαοῦ παραγεγονὼς ἔπραττε τὰ αὐτοῦ, καὶ εἰς σανίδας τὰ ξύλα ἀπέξεεν· πρὸς ταύτῃ δὲ ὄντα τῇ ἐργασίᾳ Τζανίων ὄνομα, γένος ἐκ Νικοπόλεως, εὐσεβὴς τὴν θρησκείαν, τὴν γνώμην ἀνδρεῖος, καὶ τὰς χεῖρας παραπλήσιος, ὡς εἶδεν οὕτω τὸν θεομάχον ταῖς μαγγανείαις αὐτοῦ τεθαῤῥηκότα, καὶ ταῖς γοητείαις τὴν ζωὴν πεπιστευκότα, καὶ καταμόνας ξυλουργεῖν ἐπηρμένον, μέγα τι καὶ διάτορον κατὰ τοῦ ἀπατεῶνος ἐμβοήσας καὶ τῇ φωνῇ φόβου τε καὶ ἐκπλήξεως πληρώσας, ἀφαιρεῖται μὲν αὐτὸς, ἄνοπλος ὦν, τὴν ἀξίνην τῶν χειρῶν, παίει δὲ τὸν πλάνον καιρίαν, καὶ αὐταῖς ταῖς πληγαῖς ὁ πικρὸς ἐπηκολούθησε τοῦ ἀλιτηρίου θάνατος. Οὕτω μὲν δὴ, οὕτω τὸ τῆς ἀπάτης ὡς ἀληθῶς πνεῦμα, ὁ τῶν ἀνθρωπίνων ψυχῶν ὀλετὴρ, ἡ πικρὰ καὶ βαθεῖα τῆς ἀποστασίας ῥίζα τὸ ἔσχατον καὶ χεῖρον τῶν ἔμπροσθεν αὐτοῦ πάντων κακῶν τῆς οἰκείας αὐτοῦ χειρὸς καὶ τέχνης τῷ ὅπλῳ κατακοπεὶς, τῶν τε θεομάχων καὶ ὑπερηφάνων λόγων, καὶ βδελυκτῶν καὶ ἀνοσίων ἔργων καὶ τῶν ἀμηχάνων ὑποσχέσεων καὶ ἐλπίδων, καὶ αὐτῆς τῆς ζωῆς ἐξεκόπη, καὶ εἰς τὸ ἄσβεστον πῦρ καὶ αἰώνιον αὐτῷ τῷ θεομάχῳ φρονήματι παρεπέμφθη.

Τρίτον καὶ τεσσαρακοστὸν καὶ τριακοσιοστὸν πρὸς τοῖς ϛ᾽ ἀπ᾽ ἀρχῆς τῆς κοσμογενείας ἠνύετο ἔτος, ὅτε τὸν βίαιον ὁ θεομάχος οὗτος ἀπέτισε θάνατον. Λείπει δὲ μαθητὰς τῆς αὐτοῦ μυσαρότητος καὶ ἀποστασίας, οἳ τὸ πρωτεῖον ἐν ταῖς μυστικαῖς μαγγανείαις τε καὶ γοητείαις ἔφερον, τρεῖς, ῶν ὁ μὲν Μιχαὴλ, ὁ δὲ Κανακάρης, ὁ δὲ τρίτος Ἰωάννης ὠνομάζετο, οἷς καὶ ὁ μνημονευθεὶς ἄνωθεν Θεόδοτος συνητάζετο. Οἱ δὲ μετ᾽ ἐκείνους Βασίλειός τε καὶ Ζώσιμος, καὶ ἕτεροι πλείους ἦσαν· ἀλλ᾽ οὗτοί γε οἱ τοῦ τρισαλιτηρίου ἐκείνου τρισκατάρατοι μαθηταὶ, οὓς καὶ συνεκδήμους τὸ ἠπατημένον πλῆθος ἐπονομάζουσιν, τὸν ἀθροισθέντα λαὸν ἐν τῷ Ἀργαοῦ, καίτοι τὸν πικρὸν καὶ θεήλατον τοῦ διδασκάλου θάνατον ὄψει λαβόντες, καὶ οὐδὲν, ῶν ἐθεομάχει καὶ ἐτερατεύετο, προελθὸν, ὅμως τοῖς ὁμοίοις κακοῖς διεφθεῖροντό τε καὶ κατελυμαίνοντο, οὐκ ἔτι μὲν εἰς ἕνα τινὰ ἢ εἰς δύο τὸ διδασκαλικὸν τῆς θεομαχίας ἀναφέροντες ἀξίωμα, ὁμοτίμως δὲ ἀλλήλοις αὐτοὶ κατὰ πλῆθος τῆς πλάνης τῷ πλήθει καθηγούμενοι. Ὅμως δὲ καὶ ὑποβεβηκότας αὐτῶν τινας ἑτέρους ἔταττον, οὓς καὶ νοταρίους ὡνόμαζον, καί τινα τῶν ἀποῤῥήτων καὶ βδελυκτῶν ὁργίων εἰς ἐποψίαν καὶ τελεστικὴν ἀφώριζον ἐπιμέλειαν.

Ὑπὸ δὲ τοὺς αὐτοὺς ἀναφαίνεται καιροὺς καὶ ὁ τρισαλιτήριος Καρβέας, ἀνὴρ δεινὸς μὲν ὑπελθεῖν ὄχλον, στεγανὸς δὲ κρύπτειν τὸ ἀνέκφορον, καὶ τοῖς χείλεσιν ἄλλα προφέρειν παρὰ τὴν ἐν τῇ καρδίᾳ μελέτην πιθανώτατος, καὶ πίστιν μὲν οὐδ᾽ ἤντινα στέργων, ἐπεὶ καὶ τὰ τῶν Ἀράβων θειάζειν ἐσχηματίσατο· πλὴν τῆς ἁποστασίας ἑραστῆς καὶ λέγεσθαι καὶ νομίζεσθαι κλέος ποιούμενος, οὐδὲ τῆς κατὰ πόλεμον ἐμπειρίας ἀγύμναστος. Διὸ καὶ τῆς ἀποστατικῆς ἐκείνης πληθύος ἤδη πρὸς χεῖρα πολεμικὴν τε καὶ βαρεῖαν ἀδρυνομένης, ἄρχειν ὑπὸ τοῦ πλήθους ἡρέθη, ὃς ἐπὶ μᾶλλον αὔξων τε καὶ κρατύνων τὸ θεομάχον ἄθροισμα, ἐπεὶ τῇ βαρύτητι τοῦ πολυχνίου στενοχωρούμενος εἶδε τοὺς ὑπὸ χεῖρα, πόλιν ἄλλην εὐρυχωροτέραν ἐγείρει, ἣν ἐπωνόμαζε Τεφρικὴν, καὶ ταύτην τοῖς ἐπομένοις πολίζει, ὁμοῦ μὲν καὶ τὴν ἐπιφερομένην τῶν Μελιτινιτῶν ἀποκλίνων τυραννίδα. Καὶ γὰρ εἰ κατ᾽ ἀρχὰς φιλοφρόνως ὑπεδέξαντο, ἀλλ᾽ οὖν πλουτοῦντας ὁρῶντες, καὶ πλέον ὧν ἤλπιζον, ταῖς καθ᾽ ἡμέραν λῃστρικαῖς ἐφόδοις εἰς εὐπορίαν ἐπιδιδόντας οὐκ ἔτι τὸν ὀφθαλμὸν αὐτοῖς ἐπιβάλλειν φθόνου χωρὶς καὶ πλεονεξίας ἠδύναντο. Διὸ λαφυραγωγοῦντες αὐτοὺς τέχναις πολλαῖς καὶ μεθόδοις οὐκ ἐνέλιπον. Μία τοίνυν καὶ αὐτὴ αἰτία, δι᾽ ἣν ὡς ἀπωτέρω τῆς προτέρας οἰκήσεως πολίζειν ἔγνω τὸ ὑπήκοον. Ἔτι δὲ καὶ τῷ ἀνεπιμίκτῳ τῶν ἄλλων ἀνθρώπων εἰς τὰς δαιμονιώδεις καὶ ἐκτόπους τῶν πράξεων, ἅτε δὴ καθ᾽ ἑαυτοὺς ὄντας, ἀδεῶς χωρεῖν καὶ σὺν παῤῥησίᾳ προνοούμενος. Ἐκ γειτόνων γὰρ ἔχοντες πρότερον τοὺς Σαρακηνοὺς, ἐσέβοντο μὲν τὰ αὐτῶν, ἐσέβοντο δὲ καὶ τὰ ἐκείνων· ἀλλὰ τὰ μὲν ἐκείνων θεατρίζοντες, τὰ δὲ οἰκεῖα μυστηριαζόμενοι.

Ἐπὶ τούτοις δὲ καὶ ἐπίκαιρος ἐδόκει πρὸς τὰς καταδρομὰς τῆς Ῥωμαϊκῆς ἀρχῆς ἢν ἀνέστη πόλιν. Μᾶλλόν τε γὰρ ἐπλησίαζε τοῖς αὐτῆς ὁρίοις. Ἀλλὰ καὶ εἴ τις αὐτομολεῖν ἐκεῖθεν ἐβούλετο τῶν τὴν αὐτὴν ἀσέβειαν ἐγκόλπιον φερόντων, ἑτοιμοτέραν εὕρισκε διὰ τὸ γειτόνημα τὴν πρὸς αὐτὸν καταφυγήν τε καὶ ἀναχώρησιν. Οὓς μὲν οὖν ἐκεῖνος διήνεγκεν οὐκ ἔτι λῃστρικοὺς, ἀλλ᾽ ἐκ παρατάξεώς τε καὶ τοῖς Σαρακηνοῖς συνταττόμενος. Ἐν οἷς τε τὸ πλέον ἔσχε, καὶ ἐν οἷς ἀπηνέγκατο τὸ ἧττον, ἄλλης τέ ἐστιν ὑποθέσεως, καὶ ἰδιάζοντος χρόνου. Ὅτι δὲ παντοδαπῶν ἐπλήρωσε συμφορῶν τὰς τῆς Ῥωμαῦκῆς ἀρχῆς πλησιαζούσας αὐτῷ χώρας, τὸ μέγεθος ἐξαρκεῖ τοῦ πάθους ἀντὶ λόγου, τοῖς μεθ᾽ ἡμᾶς παρασχεῖν ἀνεπίληστον τὴν γνῶσιν.

Πλὴν ἀλλ᾽ ὅγε παλαμναῖος ἐκεῖνος χρόνοις μακροῖς τὰ ἀνήκεστα δράσας, ὀψὲ καὶ μόλις νόσῳ τὸν βίον κατέστρεψε, καὶ τῆς ἐκείνου τυραννίδος καὶ τῆς ἀσεβείας διάδοχος ἀναδείκνυται ἐπὶ παιδὶ μὲν γαμβρὸς, ἐκ τοῦ γένους δὲ τὸ ἀνεψιὸν ἕλκων, καὶ τὸ ἐπώνυμον Χρυσοχέρης. Καθ᾽ οὓς καιροὺς τήνδε τὴν συγγραφὴν ὁ λόγος ἀναταξάμενος τοῦ πρόσω χωρεῖν, ἅτε δὴ τῶν μελλόντων τὴν γνῶσιν οὔτε ἔχων, οὔτε ἐπαγγειλάμενος ἀπέστη. Εἰ δὲ καὶ τὰς ἐλπίδας δοίη τις, ὅσαι γε μάλιστα εἰς τὴν θείαν εἰσὶν εὐμένειαν ἠρτημέναι καὶ τῆς τοῦ γένους ἐρῶσι σωτηρίας μὴ σφαλερὰς μηδὲ πλάνους εἶναι, τάχα ἂν οὐ νεανιεύσαιτο ἡ γραφὴ οὐκ εἰς μακροὺς προαγορεύουσα χρόνους, ρυῆναί τε καὶ διαφθαρῆναι τοῦ ἀποστατικοῦ τούτου καὶ ἀθέου πληρώματος, καὶ τὸ φρύαγμα καὶ τὰ δόγματα καὶ τὴν ἰσχύν. Ἀλλὰ γὰρ ὁ μὲν παρὼν λόγος ὅθεν τε τὰς πρώτας ἀρχὰς εἶχεν ἢ πλάνη, καὶ ὅπως δευτέρας ἐπισπορᾶς αὐτὴ τῆς πικρίας ῥίζα βλαστοὺς ἀνέδωκε τῆς θεομαχίας, καὶ ὡς καὶ μέχρι τρίτης προῆλθε προβολῆς ζιζανίων· τίνες δὲ τῆς ἀποστασίας αἱ καλούμεναι Ἐκκλησίαι καὶ πόσαι, καὶ τίνας ἔσχε διδασκάλους, ὅπως τε τὰς ἱερὰς κατακιβδηλεύουσι φωνὰς, καὶ οἷς αὐτῶν τὸ δυσσεβὲς ἐπισκιάζουσι φρόνημα, καὶ ὅσα ἄλλα κατ᾽ ἐπιδρομὴν ἡ ἱστορία διεπεράνατο, ταῦτα διελθὼν εἰς τὸν δεύτερον ἀνατίθεται λόγον τάς τε κατ᾽ ἔπος τῶν δυσσεβῶν δοξασμάτων ἀνασκευὰς, ὅσα μάλιστα μὴ μέχρι νῦν τὸν ἔλεγχον ὑπέσχε, καὶ, εἰ τι ἄλλο ῥηθῆναι δέον, παρῆκεν, ἂν ἄρα τὸν γράφοντα τῆς πολλῆς συνοχῆς ἀνοχὴν ἡ φιλάνθρωπος ἰδεῖν παρασκευάσει καὶ θεία εὐμένεια.

Contents ·