Library › St Photius the Great › Against the Manichaeans
Against the Manichaeans
St Photius the Great, Greek, PG 102, 1860
2. Book 2: Difficulties of the Manichaeans and Their Solutions
ΛΟΓΟΣ Β΄. Ἀπορίαι καὶ λύσεις τῶν Μανιχαίων.
Εἰ ὁ Ἀγαθὸς μὲν τὴν ψυχὴν δημιουργεῖ, ὁ δὲ πονηρὸς τὸ σῶμα, πῶς ἠνέσχετο ὁ Ἀγαθὸς ἑνωθῆναι τὸ πλάσμα αὐτοῦ τῷ πλάσματι τοῦ Πονηροῦ; πῶς δὲ καὶ ὑπέμεινε τὴν ἕνωσιν ὁ Πονηρός; Ἡ γὰρ ἕνωσις ἢ ἀγαθοποιήσει τὸ σῶμα, ὅπερ οὐ χρὴ τὸν Ἀγαθὸν τοῦ Κακοῦ τὸ ἔργον ἀγαθοποιεῖν· ἢ κακοποιήσει τὴν ψυχὴν, ὅπερ πολὺ ἀτοπώτερον, ἡττᾶσθαι τὸ δημιούργημα τοῦ Θεοῦ ὑπὸ τοῦ πλάσματος τοῦ Πονηροῦ. Διατί δὲ καὶ ἠνέσχετο ὁ ἀγαθὸς Θεὸς τὸ ἔργον αὐτοῦ ἑνωθῆναι τῷ ἔργῳ τοῦ Πονηροῦ, καὶ κακωθῆναι ὑπ᾽ αὐτοῦ; ὁ Πονηρὸς δὲ πάλιν πῶς ὑπέστη ἀγαθύνεσθαι τὸ ἔργον αὐτοῦ; χωρὶς δὲ τῶν εἰρημένων τίς ἀπήρξατο τῆς ἑνώσεως; Εἰ μὲν γὰρ ὁ Ἀγαθὸς, πῶς οὐκ ἐκακώθη κατὰ τοῦτο τὸ πονηρὸν ἔργον προσλαβόμενος; εἰ δὲ ὁ Πονηρὸς, δῆλον ὡς καὶ αὐτὸς ἠγαθύνθη κατὰ τοῦτο, ἔρωτα λαβὼν Ἀγαθοῦ δημιουργήματος, τό τε Ἀγαθὸν γέγονεν ἅμα Πονηρόν τε καὶ Ἀγαθόν. Ἡ γὰρ ἕνωσις τὴν ἑκατέρου φύσιν τῇ κοινωνίᾳ συγχέουσα, τό τε οἰκεῖον ἐλωβήσατο καὶ τὸ ἀλλότριον ᾠκειώσατο· ὥστε καὶ ὁ ἀγαθὸς πονηρόν τε ἅμα καὶ ἀγαθὸν ἐποίει τὸ ἔργον αὐτοῦ, καὶ ὁ Πονηρὸς πονηρόν τε ἅμα καὶ ἀγαθόν. Οὖ τί ἂν εἴη ἀνοητότερον ἢ ἀτοπώτερον; Οὕτω μὲν οὖν, εἰ συμπροῆλθε τῇ τῶν ἔργων δημιουργίᾳ καὶ ἡ ἕνωσις· εἰ δ᾽ ἦν ἀλλήλων ποτὲ κεχωρισμένα ταῦτα καὶ ὑφ᾽ ἑκατέρου πλάστου προνοίας τε καὶ ἐπιμελείας τὸ οἰκεῖον πλάσμα ἠξιοῦτο, ἁμιγὲς συντηρούμενον τοῦ ἀντικειμένου, τίς ἦν αὐτὸς ὁ τότε τῆς διακρίσεως λογισμός; καὶ πόθεν ὕστερον εἰς τὴν τῆς ἐνώσεως ἠλλοιώθησαν; Ἡ γὰρ πρότερον πρὸς τὸ οἰκεῖον συμφέρον καὶ ἑαυτοῦ καὶ τοῦ πλάσματος συνετήρει ἑκάτερος ἀνεπίμικτον, ἢ ἀσύμφορον εὑρόντες, ἐκεῖθεν ἐσωφρονίσθησαν πρὸς τὴν ἕνωσιν. Καὶ πόσας ἄλλας δυσσεβείας τε καὶ ἀνοίας βρύει ἡ πρώτη τῆς πλάνης ὑπόθεσις οὕτω θεομάχον τε καὶ ἐμμανὲς καὶ ἀνόητον, τὸ ἄλλον μὲν τῆς ψυχῆς, ἕτερον δὲ τοῦ σώματος δημιουργὸν τερατεύεσθαι!
Τὸ δὲ φάσκειν τοὺς ἐν τῇ πλάνῃ κατεχομένους ὡς ἐνοχλεῖ ἡμᾶς πρὸς κακίαν ὁ Πονηρὸς, τῆς ἀληθείας ἐστὶν, ἀλλ᾽ οὐ τῆς πλάνης ὁδός. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ παρατραπῆναι μερίζειν ἡμᾶς τὸν ἄτμητον καὶ ἀδιαίρετον τοῦ Θεοῦ ἀρχὴν καὶ ἐξουσίαν εἰς δύο, τῆς πολυμηχάνου καὶ σφοδρᾶς ὀχλήσεως ἔστι τοῦ Πονηροῦ. Πλὴν ἐκεῖνος μὲν δυνατός ἐστιν ὀχλεῖν, οὐδὲ ἡμεῖς δὲ ἀδυνατοῦμεν διακρούσασθαι τὴν ὄχλησιν αὐτοῦ. Διακρουόμεθα δὲ διά τε σώματος καὶ ψυχῆς. Ὥστε εἰ τὸ σῶμα ἡμῶν δύναται διακρούσασθαι τὴν ὄχλησιν τοῦ Πονηροῦ καὶ οὐ διακρούσασθαι μόνον, ἀλλὰ καὶ καταβαλεῖν αὐτοῦ πᾶσαν μηχανὴν, πῶς ἐστιν ἐκεῖνος πλάστης αὐτοῦ; Τὸ μὲν γὰρ ποίημα τοῦ Θεοῦ ἐντολῆς ὀλιγωρῆσαι Δεσποτικῆς, καὶ τῆς ἀπάτης γενέσθαι τοῦ ἐχθροῦ, γνώμης ἐστὶ τῆς ἐπ᾽ ἄμφω ῥέπειν, ἐν τῇ πλάσει δεδομένης ἡμῖν· αὐτεξούσιον γὰρ ἡ ψυχή· Καὶ ἰδοῦ τέθεικα πρὸ προσώπου σου τὸν θάνατον καὶ τὴν ζωήν· τὸ δὲ ἤδη τὴν ὁλοκληρίαν ἔχον τοῦ κακοῦ, πῶς οἷόν τέ ἐστιν καταστρατηγῆσαι τῆς ἀρχῆς; Πόθεν γὰρ κρίσιν οὐκ ἔχον ἐξέστη τοῦ χείρονος; πῶς δὲ πρὸς τὸ κρεῖττον ἔκλινε, καὶ τῆς προαγούσης ἰσχύος ἐκράτησεν; Ὥστε ἀδύνατον εἰς ἀντικειμένας ἀναφέρεσθαι ἀρχὰς τοῦ σώματος τὴν δημιουργίαν καὶ τῆς ψυχῆς.
Ἀλλὰ γὰρ ἔτι φασὶ καλῶς γε φάσκοντες· οὐδὲ γὰρ, οὐδ᾽ οὕτω κατεκράτησεν οὐδὲ τῶν ἑκόντων προδεδωκότων ἑαυτοὺς τῆς ψυχῆς ὁ ἐχθρὸς, ὡς μηδαμῆ πρὸς μηδεμίαν ὅλως τῆς ἀληθείας αἴγλην τοὺς ἐσκοτισμένους ἐπιστρέφεσθαι. Διό φασιν, ὅτι ὁ ἀγαθὸς Θεὸς ἦν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, καὶ ὅτι ἀόρατος καὶ ἀκατάληπτος. Ἀλλὰ τοῦτο μὲν δὴ τῆς ἀκτῖνός ἐστι τῆς ἀληθείας· τῷ χρόνῳ δὲ τὸ σκότος δύναμιν πολλὴν λαβὸν αὐτίκα καταχεόμενον αὐτῶν τῆς διανοίας, τυφλοῖ τοὺς λογισμοὺς καὶ παρανοεῖν καὶ λέγειν, ὡς ὁ Πονηρὸς γέγονεν ἐκ τοῦ σκότους τε καὶ τοῦ πυρὸς, ὃ πολλοῦ γέλωτός ἐστιν ἄξιον, μᾶλλον δὲ δακρύων ἀεννάων καὶ ἀδιανόητον γέννημα ψυχῆς. Τὸ γὰρ σκότος καὶ τὸ πῦρ εἰ μὲν αἰσθητὸν λέγουσιν, πάντως καὶ τὸ ἐξ αὐτῶν προελθὸν αἰσθητόν· ὥστε ὁ πονηρὸς αἰσθητός ἐστιν. Εἰ δὲ νοητόν ἐστι τὸ σκότος καὶ τὸ πῦρ ἐκεῖνο, μᾶλλόν ἐστιν ὁ Πονηρὸς καὶ τὸ ἐξ αὐτῶν προελθόν. Καὶ τοῦτο δὲ τὸ σκότος καὶ τὸ πῦρ ἄρα συναΐδιά ἐστι τῷ Θεῷ ἢ ὕστερον γέγονε; Καὶ ποῦ ἦν τότε ὁ Πονηρὸς ὅτε ταῦτα ἦν; εἰ δὲ ὕστερον γέγονε, τίς ὁ προαγαγὼν αὐτά; Τὸ γὰρ νοητὸν σκότος ἀπ᾽ ἀρχῆς ὑπάρχον σκότος, οὐδὲ τὸν προαγαγόντα αὐτὸν ἀθῶον ἀφίησιν· ὁμοίως δὲ οὐδὲ τὸ πῦρ, εἴπερ νοητὸν ὂν τοῦ ἀρχηγοῦ τῆς κακίας γέγονε προβολεύς. Καὶ πῶς ἀρχηγὸς ὁ ἐξ ἑτέρων τὴν ὕπαρξιν λαβών; καὶ πόσα ἄν τις εἴποι τὴν ἄλογον ταύτην συζυγίαν λογοθετῶν;
Πῶς οὐκ ἤρκεσε τὸ σκότος μόνον προαγαγεῖν; πῶς οὐχὶ τὸ πῦρ; τίς ὁ συναγαγὼν ταῦτα μᾶλλον; καὶ τί γέγονε; τί δὲ ποιεῖ, τοῦ ἐξ αὐτοῦ προεληλυθότος ἁρπάσαντος τὴν ἀρχήν; Ἄλλως τε δὲ, εἰ ἐγένετο ὁ Πονηρὸς ἐκ τοῦ σκότους καὶ τοῦ πυρὸς, πῶς πάλιν τοῦ σκότους καὶ τοῦ πυρὸς ποιητὴν λέγουσιν τὸν Πονηρόν; Εἰ δὲ οὐκ ἔστι τοῦ πυρὸς ὁ Πονηρὸς ποιητὴς, ἔστι δὲ τὸ πῦρ αἰσθητὸν, πῶς λέγουσιν, ὅτι ὁ ἀγαθὸς Θεὸς οὐδὲν ἐποίησεν αἰσθητόν; Εἰ γὰρ αἰσχυνθείη τὸ ἀναίσχυντον αὐτῶν τῆς πλάνης, δοῦναι τῷ Πονηρῷ τὴν γένεσιν τοῦ πυρὸς, ἵνα μὲν νῦν μὲν πλάστην, νῦν δὲ πλάσμα τὸ αὐτὸ διελέγχοιτο ληροῦσα, εἰς οὐδὲν ἐλάττονα γινωσκέτω καταστρέφουσα αἰσχύνην· ὁμολογήσει γὰρ καὶ ἄκουσα καὶ σιγῶσα τοῦ ἀγαθοῦ εἶναι Θεοῦ δημιούργημα· ὅπερ αὐτοῦ πάσῃ σπουδῇ καὶ μηχαναῖς ἀφηρεῖτο πάσαις. Πάντως γὰρ τὸ αἰσθητὸν πῦρ, ὅσον ἂν ἐσκοτίσθησαν, οὔτε ἄναρχον, οὔτε ἀΐδιον ἐροῦσιν.
Εἶτα τοῦ σκότους πάλιν, εἰ καὶ μὴ πάντες αὐτῶν, ἔνιοι δὲ ὅμως ἀναδύντες λέγουσι, τὸν ἀγαθὸν Θεὸν ἔχειν μὲν τὰ ἐπουράνια, καὶ δημιουργὸν εἶναι τοῦ οὐρανοῦ καὶ χορηγὸν εἶναι τοῖς ἀνθρώποις πράξεων, οὐ μέχρι πολλοῦ δὲ τὴν ἀχλῦν ἀποσκευασάμενοι πάλιν δυσφημοῦσιν, οὔτε τῆς γῆς δημιουργίαν, οὔτε τῶν ἐν μέσῳ αὐτῷ συναρμόττοντες, ἕτερον δὲ δημιουργὸν ἐπεισάγοντες· τινὲς δὲ αὐτῶν (πολυσχιδὴς γὰρ ἡ πλάνη) καὶ τὸν οὐρανὸν αὐτὸν καὶ τὰ ἐν μέσῳ πάντα τετολμήκασι λέγειν ποιήματα τοῦ Ἐχθροῦ. Ἀλλ᾽ εἴπερ ἐστὶν ὁ οὐρανὸς κατὰ τὴν ἐκείνων ἐμβροντησίαν ἔργον τοῦ Πονηροῦ, πῶς ὁ ἀγαθὸς Θεὸς ἐν τοῖς ἐπουρανίοις ἀναπαύεται; καὶ εἰ ὁ οὐρανὸς περιέχει τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὸ ὕδωρ (καὶ γὰρ καὶ τὰ καταχθόνια περιέχεται ἐν αὐτῷ), πῶς ὁ οὐρανὸς τοῦ ἐπουρανίου Θεοῦ οἶκος ὢν τὰ τοῦ Πονηροῦ ἔργα, τουτέστι γῆν καὶ πῦρ καὶ ἀέρα περιέχει, καὶ οὐ περιέχει μόνον, ἀλλὰ καὶ διακυβερνᾷ; Ἐκ γὰρ τῆς ἀνατολῆς τοῦ ἡλίου καὶ τῆς δύσεως, καὶ τῶν ἄστρων, ἃ εἰσι τοῦ οὐρανοῦ, καὶ γῆ καὶ ὕδωρ, καὶ ἀὴρ, καὶ πῦρ, τῇ τοῦ Θεοῦ προνοίᾳ, καὶ τῆς εὐκρασίας ἀπολαύουσι, καὶ τὴν εἰς ἄλληλα μεταβολὴν ἐπὶ κοινῷ καρποῦνται συμφέροντι καὶ τῷ ἀνθρωπίνῳ γένει, καὶ τοῖς ἄλλοις ζώοις πρὸς τὴν παροῦσαν χρείαν ἁρμόζονται. Ἀλλ᾽ εἰ τῆς πονηρᾶς ἀρχῆς ὁ οὐρανὸς, πῶς ὁ Σωτὴρ ἡμῶν εὔχεσθαι τὴν θαυμασίαν ἐκείνην καὶ φρικτὴν ἐκδιδάσκων καὶ παραδιδούς· Πάτερ ἡμῶν, φησὶν, ὁ ἐν τοῖς οὐρανοῖς; καί· Ἁγιασθήτω τὸ ὄνομά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς; Πῶς οὖν ἐν ἀλλοτρίῳ κτίσματι ὁ πάσης δημιουργὸς κτίσεως ἐνοικεῖ, καὶ τῷ τε Πονηρῷ καὶ ἔργον ὑπάρχοντι Πονηροῦ. Ἀλλαχοῦ δὲ συμπαθεῖς εἶναι πρὸς ἀλλήλους νομοθετῶν ὁ Σωτὴρ, Ἐὰν ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ πάλιν τῷ θελήματι τοῦ Θεοῦ κατακολουθεῖν παραινῶν, ἐπεὶ αὐτὸς πρῶτον ὑπερφυῶς ἐτελείωσε τὸ θέλημα αὐτοῦ, Ὅστις ἂν, φησὶ, ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί· φιλανθρώποις δωρούμενος σπλάγχνοις, ὅπερ αὐτὸς εἶχε κατὰ φύσιν. Αὐτὸς μὲν γὰρ Υἱὸς τοῦ Πατρὸς οὐ κατὰ χάριν, ἀλλὰ κατὰ φύσιν· πληρῶν δὲ κατὰ τὸ ἀνθρώπινον τὸ θέλημα αὐτῶν τοὺς κατὰ μίμησιν πληρωτὰς εἰς υἱοθεσίαν ἄγει, καὶ τὸ τῶν ἀδελφῶν χαρίζεται ὄνομα. Καὶ τί ἄν τις ἀναλέγοι, δι᾽ ὧν οὐράνιον καὶ ἐν οὐρανοῖς ὁ Σωτὴρ τὸν Πατέρα ἀνυμνεῖ; Τί δὲ τἄλλα λέγω; πῶς τῶν παλαμναίων οὐ καταδύεται τὸ ἀναίσχυντον τῆς Δεσποτικῆς ἐχούσης φωνῆς· « Ἐξομολογοῦμαί σε, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς; » οὐ γὰρ μόνον ἐνταῦθα τοῦ οὐρανοῦ Κύριον, ἀλλὰ καὶ τῆς γῆς τρανολογεῖ· καὶ τί ταύτης τῆς μαρτυρίας σαφέστερον; τί δὲ δυνατώτερον καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δημιουργὸν καὶ Κύριον παραστῆσαι τοῦ παντὸς, καὶ τὸ θεομάχον τῆς ἀποστασίας θριαμβεῦσαι;
Θεολογήσαντι δὲ πάλιν τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ τὸν κοινὸν ἡμῶν Διδάσκαλον καὶ Θεὸν, ὥσπερ τῆς θεολογίας αὐτὸς ἀνταποδιδοὺς μισθὸν, μακαρίζει μὲν τὸν θεολόγον θεοπρεπῶς· τὴν ἀποκάλυψιν δὲ ταύτην τὸν ἐν οὐρανοῖς Πατέρα ἐκδιδάσκει παρασχεῖν αὐτῷ· Μακάριος εἶ, φησὶ, βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· καὶ μυρία ἄν τις εἰς ἔλεγχον τῆς ἀσεβοῦς διανοίας ἐκ τῶν ἱερῶν συναγάγοι Λογίων. Ὅρα δὲ καὶ τοῦτο· Βαπτισθεὶς ὁ Ἰησοῦς ἄνεισιν εὐθὺς ἀπὸ τοῦ ὕδατος. Ὢ γλώσσης μελετώσης δυσσέβειαν! Ἐν τῷ πλάσματι τοῦ Πονηροῦ ὁ τοῦ ἀγαθοῦ Πατρὸς ἀγαθὸς Υἱὸς βαπτισθεὶς ἐκεῖθεν ἄνεισι, καὶ Ἰδοὺ ἀνεώχθησαν αὐτῷ οἱ οὐρανοί! Ἄλλο πλάσμα πάλιν πονηρᾶς χειρός· διατί δὲ ἀνεώχθησαν, καὶ τίνος χάριν; Εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ, φησὶ, καταβαῖνον ὡσεὶ περιστεράν. Τρίτος οὗτος τῆς ἀσεβείας ἐν ὀλίγοις ῥήμασιν θρίαμβος. Πῶς γὰρ ἐν τῷ σχήματι τοῦ πλάσματος τοῦ Πονηροῦ τὸ τοῦ Θεοῦ Πνεῦμα τυποῦται, καὶ κάτεισιν ἐκ τῶν ἔργων τοῦ Ἐχθροῦ, κἀκεῖθεν κατιὼν ἔρχεται ἐπὶ τὸν Ἰησοῦν; Καὶ τετάρτη στήλη τῆς ἀσεβείας· φωνὴ δίδοται ἐκ τῶν οὐρανῶν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἐπισκόπει μοι, ἀγαπητὲ, καθεκάστην λέξιν, ὅπως αὐταῖς συμπρόεισιν ὁ κατὰ τῆς ἀσεβείας ἄφυκτος ἔλεγχος· Οὗτός ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα. Τίς οὗτος ὁ ἐν ὕδατι βαπτιζόμενος, ᾧ ἀνεώχθησαν οἱ οὐρανοὶ, ἐφ᾽ ὃν τὸ Πνεῦμα τὸ ἐμὸν ἐν μορφῇ περιστερᾶς καταβαῖνον ἐκ τῶν οὐρανῶν συνεπιμαρτύρεται τοῦ βαπτιζομένου τὴν υἱότητα; Πάντα ἐμὰ διὰ τῶν ἐμῶν κτισμάτων, ὁ ἐμὸς Υἱὸς, τὸ θέλημα πληρῶν τὸ ἐμὸν, τὴν σωτηρίαν καταπράττει τοῦ κόσμου· μόνης δὲ τοῦ Πνεύματος ἐξουσίας, τῷ ὁμοφυεῖ συμπαρούσης καὶ ἀνακηρυττούσης τῷ πράγματι τὸ γνήσιον τῆς υἱότητος. Ἑτέρωθεν δὲ πάλιν τοῖς πάντα πράττουσι, πρὸς τὸ ἀρέσκειν ἀνθρώποις, ἐπιτιμῶν, Μισθὸν, φησὶν, οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς· Καὶ πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καί· Εἷς ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τί δὲ καὶ ἀνέβλεπεν ὁ ἀγαθὸς Υἱὸς τοῦ ἀγαθοῦ Πατρὸς ἀλλότριον ποίημα τὸν οὐρανὸν, καὶ τοὺς δακτύλους εἰς τὰ ὦτα ἐμβαλὼν τοῦ κωφοῦ ἤπτετο τῆς γλώσσης, πτύσας καὶ τῆς κωφώσεως ἀπέλυε τὸν κωφόν; Ἄλλο πάλιν πλάσμα πονηρὸν, ὡς οἱ θεομαχοῦντές φασιν. Τί δὲ, λέγοντος αὐτοῦ· Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἐκ τοῦ οὐρανοῦ ἧκεν ἡ φωνὴ λέγουσα, Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω; Ἤδει μὲν γὰρ αὐτὸς ὅτι καὶ ἐδόξασε καὶ δοξάσει. Καὶ οὐ διὰ τοῦτο ᾔτει τὸν Πατέρα· αὐτὸς γὰρ ἔχων πάντα τοῦ Πατρὸς, καὶ μόνος εἰδὼς τὸν Πατέρα, οὐδὲ τοῦτο ἠγνόει· ἀλλ᾽ ἵνα καὶ τὸ παρὸν τῶν ἀκροωμένων πλῆθος σαφῶς ἐπιγνῷ, καὶ μάθῃ, ὅτι καὶ παραιτεῖται τὸ πάθος ὡς ἄνθρωπος, καὶ ἐπιζητεῖ τοῦτο, πάντας διδάσκων ὡς ἑκὼν αὐτὸ ὑπέρχεται. Διὸ καὶ ἔλεγεν· Οὐ δι᾽ ἐμὲ γέγονεν ἡ φωνὴ, ἀλλὰ δι᾽ ὑμᾶς. Ἐγὼ μὲν γὰρ ᾔδειν τὰ τοῦ Πατρὸς πάντα, καὶ οὐδὲν ἠγνόουν· οὐδὲ δι᾽ ἐμὲ τὴν φωνὴν πρὸς αὐτὸν ἀφῆκα, οὐδὲ δι᾽ ἐμὲ ταύτην αὐτὸς ἐβεβαίωσεν, ἀλλὰ δι᾽ ὑμᾶς· ἵνα γνῶτε ὅτι συντρέχει τὸ θέλημα τὸ ἐμὸν τῷ θελήματι τοῦ Πατρὸς, καὶ τὸ πάθος δόξαν ὀνομάζω. Ὑπὲρ γὰρ ὑμῶν ἀπάντων ἀνακαταδέχομαι τοῦτο· διὰ τοῦτο καὶ ἡ αἴτησις προσήχθη, καὶ ἡ ἐξ οὐρανῶν πατρικὴ φωνὴ ἐβεβαίωσε τὰ αἰτηθέντα. Ἀλλὰ τέως μὲν τοσαῦτα περὶ τούτων.
Εἰ δέ γε τὸ πῦρ ποίημα τοῦ Πονηροῦ, πῶς ὁ ἀγαθὸς Θεὸς, ὁ τοῦ ἀγαθοῦ Υἱὸς, τοὺς μυσταγωγουμένους αὐτῷ ἐν Πνεύματι ἁγίῳ βαπτίζει καὶ πυρὶ, τὸ πλάσμα συνάπτων τοῦ Ἐχθροῦ τῷ ἁγίῳ Πνεύματι καὶ δι᾽ ἀντικειμένων ἁγιάζων τὸν βαπτιζόμενον; Ποῖος γὰρ ἄν τις τοῦτο παραδέξηται νοῦς; ποῖος οἴσει τὸ δύσφημον λογισμός; τίς δὲ οὐ καταγνοίη τῆς δυσσεβείας τὸ μέγεθος; Πῶς δὲ πάλιν ὁ ἀγαθὸς Θεὸς ποιεῖ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, τοῖς ἀλλοτρίοις ἔργοις ποιητὴν ἐπιγράφων ἑαυτόν· Τὴν γὰρ προφητικὴν ταύτην φωνὴν ὡς ἐκ Θεοῦ καὶ θείαν ὁ Παῦλος καὶ τῆς ἀληθείας ἐπισφραγίζεται κήρυγμα. Καὶ τὸ ἄχυρον δὲ ὃ τῶν ἁμαρτωλῶν μηνύει τὸ ἄχρηστον, πῶς πάλιν τῷ πλάσματι παραδίδωσιν εἰς κόλασιν τοῦ Ἐχθροῦ; πυρὶ γὰρ ἀσβέστῳ φησὶ κατακαίεσθαι. Καὶ πῶς ἦλθε πῦρ βαλεῖν ἐπὶ τὴν γῆν ὁ καθαιρέτης τοῦ Ἐχθροῦ, τὸ ἔργον πλατύνων καὶ αὔξων τοῦ Ἐχθροῦ; πῶς δὲ καὶ ἡτοίμασται τῷ διαβόλῳ τὸ πῦρ, εἰ ἐκεῖνός ἐστιν ὁ τούτου δημιουργός; Οὐ γὰρ αὐτὸς ἑαυτῷ τὴν τιμωρὸν ὑφίστησιν δίκην. Ἄλλως δὲ, εἰ μὴ τὸ πῦρ, ὡς ἔοικεν, ὑπέστησεν ὁ Ἐχθρὸς, οὔτε δι᾽ οὗ τοὺς ἀνεπιστρόφως ἁμαρτάνοντας κολάσει, οὔτε αὐτὸν σπορέα τῶν ζιζανίων, δι᾽ οὗ τὴν δικαίαν εἰσπράξεται δίκην. Καὶ πόσα ἄν τις ἀπαριθμήσαιτο τοιαῦτα;
Ἀλλ᾽ εἴπερ ὡς ἡ βλάσφημος καὶ δυσσεβὴς θρασύνεται γλῶσσα, τὰ ἐπίγεια τοῦ Πονηροῦ, πῶς λέγει αὐτὰ ἴδια ὁ κοινὸς ἡμῶν Δεσπότης καὶ Σωτήρ; Εἰς τὰ ἴδια γὰρ ἦλθε, φησὶ, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Εἰ δὲ λέγοιεν οἱ ἀποστάται, ἴδια μὲν εἶναι τοὺς προφητικοὺς λόγους, ἐλθεῖν δὲ εἰς αὐτοὺς τὸν Χριστὸν, ἐκείνους δὲ τοῦτον μὴ παραδέξασθαι· ὅρα τὴν ὑπερβάλλουσαν αὐτῶν ἄνοιαν καὶ ἀναισχυντίαν. Πρῶτον μὲν πῶς λέγουσι τοὺς προφητικοὺς λόγους ἰδίους εἶναι τοῦ Χριστοῦ, αὐτοὺς τοὺς προφήτας λέγοντες πλάσμα τε εἶναι καὶ ἐπίπνοιαν δέχεσθαι τοῦ Πονηροῦ; Δεύτερον δὲ, πῶς εἰς τοὺς προφητικοὺς λόγους ἦλθεν ὁ Χριστός; Πρῶτον μὲν γὰρ εἰς ἀλλοτρίους ἦλθε, κατὰ τὸν ἐκείνων λόγον· ἀλλότριον γὰρ οἱ προφητικοὶ λόγοι, ὡς ἐξ ἀλλοτρίου ἐμπνεόμενοι, καὶ οὐκ ἐκ τοῦ ἀγαθοῦ Θεοῦ. Ἔπειτα δὲ πῶς δύνανται ὅλως ἴδιοι εἶναι οἱ προφητικοὶ λόγοι τοῦ Χριστοῦ, οἵτινες οὐκ ἐδέξαντο αὐτόν; Λέγει γὰρ, Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ἔτι δὲ τίνας ἔδωκεν ὁ Χριστὸς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; ἆρα τοὺς προφητικοὺς λόγους; Καὶ πῶς οὐ μακρὸς λῆρος τοῦτο; Οἱ λόγοι γὰρ, εἰ μὲν ἐκ Θεοῦ εἰσιν, αὐτόθεν ἔχουσι τὸ εἶναι οἰκεῖοι Θεοῦ· εἰ δὲ πονηροὶ, πῶς ἂν τεκνωθεῖεν Θεῷ; Ἔτι δὲ, ποῖος μὲν λόγος προφητικὸς ἐξ αἱμάτων καὶ ἐκ θελήματος ἀνδρὸς, καὶ ἐκ θελήματος σαρκὸς ἐγεννήθη; Ἐπάγει γάρ· Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν. Τίνες οὖν οἱ ἐξ αἱμάτων γεγεννημένοι λόγοι; καὶ τίνες οἱ μή; Οὐδεὶς γὰρ λόγος, οὔτε ἀγαθὸς, οὔτε πονηρὸς, ἀλλ᾽ οὔτε ἀληθὴς, οὔτε ψευδὴς, κἂν ἐκ τοῦ ἀγαθοῦ Θεοῦ πρόεισιν, κἂν ἐκ τοῦ πονηροῦ, οὐ μενοῦν ἐξ αἱμάτων, εἰ καὶ πλέον μανῶσιν οἱ ταῦτα λέγοντες, οὐ γεγέννηται. Ὥστε χώραν ἐν τούτοις τοῖς Δεσποτικοῖς ῥήμασιν οὐδεμίαν οἱ προφητικοὶ λόγοι λαμβάνουσιν. Ἀλλ᾽ ἴδια μὲν καλεῖ τὸν κόσμον, ὡς που καὶ ἀλλαχοῦ φησι πρὸς τοὺς μαθητάς· Ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε, ἕκαστος εἰς τὰ ἴδια. Ποῖα οὖν ἴδια λέγει ἐνταῦθα; ἆρα τοὺς προφητικοὺς λόγους; ἢ δηλονότι τὸ κτῆμα καὶ τὴν κατοικίαν ἑκάστου; Ὥσπερ οὖν ἐνταῦθα ἴδια οὐχὶ κατὰ τὸν μεμηνότα λῆρον τοὺς προφητικοὺς λόγους λέγει, ἀλλὰ τὸ ἑκάστου κτῆμα καὶ τὴν ἰδίαν οἰκίαν οὕτω· καὶ ἐπειδὰν λέγῃ· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, ἴδια μὲν τὸν αἰσθητὸν κόσμον λέγει· κτῆμα γὰρ αὐτοῦ καὶ ποίημα οὗτος· ὡσαύτως δὲ καὶ οἱ ἐν αὐτῷ, ὧν οἱ μὲν παρέλαβον αὐτοῦ τὴν μυσταγωγίαν, οἱ δὲ οὔ. Καὶ ἀλλαχοῦ πάλιν αὐτὸς ὁ Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν τὴν ἰδίαν περιτρέχων πατρίδα, καὶ τὴν αἰτίαν τῆς περιδρομῆς ἀποδιδοὺς ἐμαρτύρησε λέγων, ὅτι Προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Φανερᾶς τοίνυν γεγενημένης τῆς φωνῆς ἐξ αὐτῶν τῶν εὐαγγελικῶν ῥημάτων τῆς σημαινούσης τὰ ἴδια, ὅτι τὸν κόσμον καὶ τὴν ἐν τῷ κόσμῳ πατρίδα ἢ τὸ κτῆμα δηλοῖ· πῶς οὐ μεμήνασι φανερώτερον οἱ πρὸς μύθους καὶ λήρους τὰ οὕτω περιφανῆ καταστρέφοντες; Τῶν γοῦν Δεσποτικῶν λογίων ἴδια μὲν τοῦ Κυρίου τὸν κόσμον λεγόντων, ἰδίους δὲ τοὺς ἐν αὐτῷ, κἂν τε ἔλαβον αὐτὸν, κἂν τε μὴ (οἱ μὲν γὰρ λαβόντες μετὰ τοῦ εἶναι ἴδιοι ὡς ποιήματα αὐτοῦ, καὶ ἐτεκνώθησαν αὐτῷ, δεξάμενοι τὸν ἐπὶ τῇ σφῶν αὐτῶν σωτηρίᾳ παραγεγονότα· οἱ δὲ μὴ παραλαβόντες αὐτὸν, κἂν ἴδιοι ὦσιν, ὡς πλάσμα αὐτοῦ, ἀλλ᾽ οὖν οὐ παραδεξάμενοι αὐτὸν, τῆς δευτέρας καὶ πνευματικῆς υἱοθεσίας ἀπεξένωσαν ἑαυτούς)· οὕτω γοῦν τῶν λογίων τὰ ἴδια καὶ τοὺς ἰδίους ἑρμηνευόντων, πῶς οὐ βδελυκτὸν τῆς πλάνης ἕτερόν τι τοῖς ῥήμασιν ὑποβαλλόμενοι; Ὅτι δὲ ἴδια τὸν κόσμον φησὶ, καὶ ἐκ τούτων ἔστι σαφῶς συνορᾶν. Ἦν γὰρ, φησὶ, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ποῖον κόσμον; δηλονότι τὸν αἰσθητόν. Καὶ πότε ἐφώτισεν; ὅτε παραγέγονεν ἐν αὐτῷ. Πότε δὲ παραγέγονε; Τὸ Εὐαγγέλιον βοᾷ· Ἐν τῷ κόσμῳ γὰρ ἦν, φησί· πάντως γὰρ ἐν τῷ αἰσθητῷ κόσμῳ ὢν τὸν ἐρχόμενον εἰς τὸν αἰσθητὸν κόσμον ἐφώτιζεν. Εἶτα τίνος ἦν ὁ κόσμος ποίημα, ἐν ᾧ τε αὐτὸς ἦν, καὶ τὸν ἐρχόμενον εἰς αὐτὸν ἐφώτιζεν, οὐκ ἄλλοθεν ἔστι μαθεῖν ἀλλ᾽ ἢ ἐξ αὐτῶν τῶν εὐαγγελικῶν ῥημάτων. Ὁ κόσμος γὰρ, φησὶ, δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Ὃ ἴσον ἐστὶ τῷ, Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὁρᾶς πῶς πανταχόθεν αὐτὴ ἑαυτῇ μαρτυρεῖ ἡ ἀλήθεια; καὶ τὸ φῶς αὐτῆς μᾶλλον ἀναλάμπει τοῖς ἐπιζητοῦσιν αὐτόν; Τῶν οὖν ἱερῶν ῥημάτων καὶ ἴδια τοῦ Σωτῆρος τουτονὶ τὸν ὁρώμενον κόσμον καλούντων, καὶ δι᾽ αὐτοῦ κηρυττόντων αὐτὸν γενέσθαι, καὶ τοὺς ἐρχομένους εἰς τὸν κόσμον οὐκ ἄλλον, ἀλλ᾽ αὐτὸν εἶναι τὸν φωτίζοντα· πῶς οὐ πεφρίκασι τὰ τῆς ἀποστασίας ὡς ἀληθῶς πλάσματα, καὶ τοῦ Πονηροῦ τέκνα, ἄλλον μὲν εἰσάγοντες δημιουργὸν τοῦ ὁρωμένου κόσμου, ἕτερον δὲ τὸν φωτίζοντα τὸν ἐρχόμενον εἰς τὸν κόσμον, ὃν τῆς νοητῆς μόνον δημιουργὸν καταλείπουσιν ὑποστάσεως;
Καὶ ἀλλαχόθεν ἄν τις τὸ ἄτοπον ἐπιδείξοι ἀνακαλυπτόμενον. Εἰ γὰρ τὰ ἐπίγειά ἐστι τοῦ Πονηροῦ, πῶς ἠνέσχετο διὰ τῶν καρπῶν, οὓς ἔφυσε τὸ ποίημα τοῦ Πονηροῦ, τοῦτο μὲν καὶ ἐκ πέντε ἄρτων, τοῦτο δὲ ἐξ ἑπτὰ, πολλὰς μυριάδας χορτάσαι; Πόσῳ γὰρ ἦν ἄμεινον καὶ θεοπρεπέστερον μὴ ἐξ ἀλλοτρίων καρπῶν, ἀλλ᾽ ἐξ οἰκείων δημιουργημάτων τρέφειν τοὺς μυσταγωγουμένους αὐτῷ! Μᾶλλον δὲ πῶς ὅλως τροφὴν ἢ ποτὸν αὐτὸς προσηνέγκατο, ἃ καρπὸς ἦν τῶν ἔργων τοῦ Πονηροῦ; Πῶς δὲ πάλιν ὀφθαλμοὺς δημιουργῶν τῷ τυφλῷ οὐκ ἐξ ἄλλης ὕλης ἀλλ᾽ ἐκ γῆς καὶ ὕδατος, ἅπερ ἦν τοῦ Πονηροῦ, τὴν ὄψιν ἐκαινοποίει, μονονουχὶ συμμεριζόμενος τῷ Ἐχθρῷ, καὶ τῷ μὲν ἀφεὶς τὸ πλέον ποιεῖν· αὐτὸς δὲ τὸ μέρος ἐξ ἀλλοτρίας ὕλης ὥσπερ ἀπορῶν ἰδίας, τοῦ ἀλλοτρίου πλάσματος ἀναπληρῶν; Καίτοι εἰ μή τι ἄλλο, ἀλλ᾽ αὐτό γε τοῦτο τοὺς ἀθλίους ἔδει δυσωπηθῆναι καὶ κατανοῆσαι, ὅτι ὄντως ὁ πλάσας τὸν ὀφθαλμὸν ἐκ πηλοῦ, αὐτός ἐστιν ὁ καὶ κατ᾽ ἀρχὰς πλάσας τὸν ἄνθρωπον ἐκ πηλοῦ. Οἵας γὰρ ὕλης ἐστὶ τὸ μέρος, τῆς αὐτῆς καὶ τὸ ὅλον· καὶ ὃν ἔσχε τὸ ὅλον δημιουργὸν, τὸν αὐτὸν καὶ τὸ μέρος. Ἄλλως τε δὲ, εἰ τὸ σῶμά ἐστιν ἐκ τοῦ Πονηροῦ, πῶς ἔκλαυσε διαφθειρομένου αὐτοῦ ἐπὶ τοῦ Λαζάρου; καὶ πῶς ὑπέμεινε διαλυόμενον τὸ ἔργον τοῦ Πονηροῦ αὐτὸς πάλιν συσφίγξαι καὶ ζωοποιῆσαι, καὶ τὸν Λάζαρον ἀναστῆσαι, καὶ τότε τὸν ἴδιον ἐπικαλούμενος Πατέρα, ἵνα τὸ πλάσμα τοῦ Πονηροῦ καλῶς διαφθειρόμενον αὐτὸς πάλιν ἀνασώσῃ καὶ ζωώσῃ; Καὶ εἰ τὸ σῶμά ἐστι τοῦ Πονηροῦ, πῶς τὸν τῆς χήρας υἱὸν τεθνεῶτα ἀνέστησε; πῶς τὰς ἄλλας μυρίας θεοσημείας, ὅσαις τὰ τῶν ἀνθρώπων εὐεργέτησε σώματα, διεπράξατο; Ὁ δὲ τοῦ ἑκατοντάρχου παῖς, ἡ δὲ τοῦ Πέτρου πενθερὰ, ἡ συγκύπτουσα τῷ πάθει γυνὴ, ἡ τῷ πολυχρονίῳ ρεύματι κατασυρομένη τοῦ αἵματος καὶ πᾶσαν ἀφῃρημένη σωτηρίας ἐλπίδα, οἱ λεπροὶ, οἱ παράλυτοι, οἱ κωφοὶ, τὰ μυρία τῶν παθῶν καὶ τῶν νοσημάτων γένη, ὧν ἁπάντων καθαρὸν ἀπέλυε τὸ σῶμα. Ταῦτα πάντα οὐχ ἱκανὰ καταισχῦναι τοὺς λέγοντας τὰ τῶν ἀνθρώπων σώματα πλάσματα τοῦ Πονηροῦ; Πῶς γὰρ τὸ πλάσμα τοῦ Ἐχθροῦ ὁ ἀγαθὸς Θεὸς διαφθειρόμενον ἀνεκαίνιζε, καὶ οὐ προσιόντων μόνον τὰ πάθη ἀπήλαυνεν, ἀλλὰ καὶ αὐτὸς ἐκείνοις ἐπιφοιτῶν καὶ παραγινόμενος; Περιῆγε γὰρ ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καὶ οὐκ ἐθεράπευσε μὲν τούτους, ἐσίγα δὲ τὴν θεραπείαν, ἀλλὰ καὶ προσέτασσε διαγγέλλεσθαι. Πορευθέντες γὰρ, φησὶν, ἀπαγγείλατε, Ἰωάννῃ· Τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, καὶ νεκροὶ ἐγείρονται. Καὶ τοῖς μαθηταῖς δὲ σημεῖον τῆς αὐτοῦ δυνάμεως καὶ ἰσχύος καὶ χάριτος, τὸ ἐπὶ ἀρρώστους χεῖρας ἐπιθεῖναι καὶ ἰᾶσθαι δίδωσιν. Οὕτως ὡς οἰκείου πλάσματος ἐποιεῖτο τὴν πρόνοιαν, ὁ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα παραγεγονὼς σῶσαι Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ οὐ μέχρις αὐτοῦ τὴν εὐεργεσίαν αὐτοῦ περιγράφων, ἀλλὰ καὶ τοῖς μαθηταῖς τὰ ἴσα ποιεῖν διδοὺς τὴν ἐξουσίαν. Εἰ δὲ ὡς τὰ τοῦ Πονηροῦ στόματα θεομαχεῖ, τὸ σῶμά ἐστι τοῦ Πονηροῦ, πῶς δι᾽ αὐτοῦ τὰ μέγιστα τῶν κατορθωμάτων πράττομεν, σωφροσύνην, ἐγκράτειαν, ἀγρυπνίαν, στάσιν, πρὸς τὰ δεινὰ καρτερίαν, μαρτυρίου πόνους, ἃ πάντα σώματος μᾶλλον ἢ ψυχῆς ὄντα, εἰς δόξαν ἀναφέρεται τοῦ πλάστου καὶ δημιουργοῦ; Καὶ γὰρ ἡ ψυχὴ καθ᾽ ἑαυτὴν οὔτε πρᾶξαι ταῦτα πρὸς ἀγῶνας ἔλθοι, οὔτε λόγον, ὅτι μὴ ἔπραξεν, εἰσπραχθήσεται πλημμελείας. Πῶς οὖν τὸ ποίημα τοῦ Πονηροῦ πράττει τὰ ἀγαθὰ, καὶ συνεργεῖ τῇ ψυχῇ κατορθῶσαι, ἃ, μὴ παρόντος, οὐ μενοῦν οὐ κρίνεται κατορθώματα; Σὺ δὲ λογίζου καὶ τοῦτο· εἰ τὸ σῶμα ἦν τοῦ Πονηροῦ, πῶς ὁ Παῦλος ἐλυπεῖτο, νοσοῦντος τοῦ Ἐπαφροδίτου, καὶ ἔλεγεν, ὅτι Ἐλέησεν αὐτὸν ὁ Θεὸς, οὐκ ἐκεῖνον δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπη σχῶ; Τί γὰρ ἔδει λυπεῖσθαι τὸν Παῦλον, ὁρῶντα λυόμενον τὸ πλάσμα τοῦ Πονηροῦ; καὶ εἰ τὸ πλάσμα ἦν τοῦ Πονηροῦ, πῶς ἐπέστελλε Τιμοθέῳ ὁ αὐτὸς μετάρσιος ἄνθρωπος· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας; Ἔδει γὰρ τὸν οὐράνιον ἐκεῖνον διδάσκαλον, εἴπερ ἐφρόντιζε Τιμοθέου, ἐπεὶ καθ᾽ ὑμᾶς πλάσμα ἦν τὸ σῶμα τοῦ Πονηροῦ, γράφειν αὐτῷ· μηδόλως κέχρησο οἴνῳ, ἵνα θᾶττον ῥαγῇ τὸ πλάσμα τοῦ Πονηροῦ, καὶ ἐλευθερωθῇς τοῦ βάρους αὐτοῦ. Καὶ εἰ τὰ σώματά εἰσι τοῦ Πονηροῦ, πῶς λέγει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τί γὰρ μέλει τῷ ἀγαθῷ Θεῷ ὑπὲρ τῶν πλασμάτων τοῦ Πονηροῦ, οἷς οὔτε περίκειται ἆθλα, οὔτε ζωὴ αἰώνιος, οὔτε ἡ βασιλεία τῶν οὐρανῶν; Ἀλλ᾽ ὅτι κτίστης αὐτῶν καὶ Κύριος, καὶ ἐξουσιαστὴς, διὰ τοῦτο οὐδὲ ταῦτα χωρὶς αὐτοῦ στερίσκεται ζωῆς. Πῶς δὲ καὶ μεγαλυνθήσεται Χριστὸς ἐν τῷ τοῦ Παύλου σώματι, εἴπερ τὸ σῶμα πλάσμα τοῦ Πονηροῦ; Καὶ πάλιν αὐτὸς ὁ τοῦ Θεοῦ μυστηρίων ὑποφήτης, εἴπερ οὐκ ἦν τὸ σῶμα πλάσμα τοῦ ἐπὶ πάντων Θεοῦ, πῶς τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ τὴν ψυχὴν ὁλόκληρον ἐπεύχεται διατηρηθῆναι καὶ τότε ἐν τῇ τοῦ Κυρίου παρουσίᾳ; Λέγει γάρ· Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διατηρηθείη. Χωρὶς δὲ τούτων εἰ ἄλλης μὲν ἢν ἀρχῆς ἔργον ἡ ψυχὴ, ἑτέρας δὲ τὸ σῶμα, πῶς ὁ ἀληθὴς ἡμῶν πλάστης καὶ Θεὸς ἀπερισπάστους εἶναι βουλόμενος, τοὺς αὐτοῦ νουθετῶν λατρευτὰς παραινεῖ περὶ ἑκατέρου λέγων· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, ἢ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε; Εἶτα καὶ πλέον ἡμᾶς τῷ παραδείγματι πρὸς τὴν νουθεσίαν ἕλκων, Ἐμβλέψατε, φησὶν, εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας· καὶ πόθεν αὐτοῖς ἡ ζωή; Ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Εἰ οὖν Πατέρα ἡμῶν οὐράνιον τὸν τρέφοντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ οἶδε καὶ λέγει τῆς ἀληθείας ἡ πηγὴ, λέγει δὲ καὶ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς τὸν κλίβανον βαλλόμενον ὑπὸ τοῦ αὐτοῦ Θεοῦ, κάλλος ἀμφιέννυσθαι, οἶον οὐδὲ Σολομὼν ἐν ὅλῃ αὐτοῦ περιεβάλετο τῇ δόξῃ· πῶς τὰ ἀπύλωτα τῆς ἀσεβείας στόματα, ἄλλον μὲν τοῦ χόρτου καὶ τῶν πετεινῶν καὶ τοῦ σώματος, καὶ τῶν αἰσθητῶν ἀπάντων χειροτονοῦσι δημιουργὸν, ἑτέρῳ δὲ τὴν ἡμίτομον χαρίζονται ἀρχήν;
Ὅτι δὲ ὁ αὐτός ἐστιν ὁ καὶ ταῦτα τὰ πρόσκαιρα διδοὺς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν λεπτομερέστερον βεβαιῶν τὸ δόγμα· Οἶδε γὰρ, φησὶν, ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρήζετε τούτων ἀπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τίνος ἐστὶν, ἄθλιε, ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνος ἡ δικαιοσύνη αὐτοῦ; καὶ τίς ὁ προστιθεὶς καὶ τὰ εἰς τὴν χρείαν τοῦ σώματος διαρκῆ; οὐχ ὁ αὐτὸς Θεὸς ὁ εἷς καὶ μόνος; οὐχ ὁ κοινὸς πλάστης; Οὐχ ὁ πάντων δημιουργός; Εἰ δὲ ὁ τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ αὐτός ἐστιν ὁ καὶ διὰ τὴν τελείωσιν τῶν ἀρετῶν υἱοθετούμενος ἡμᾶς, οὗτος δέ ἐστιν ὁ Πατὴρ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· πῶς οὐχὶ σφόδρα βδελυκτὸν ἡ ἀσέβεια τῶν ἀποστατῶν; Ἐγὼ γὰρ, φησὶν ὁ Σωτὴρ, ὑμῖν λέγω· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Εἶτα καὶ τίς ὁ τοῖς πειθομένοις μισθός; Ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ τίς ὁ ἐν οὐρανοῖς Πατήρ; Ὁ τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους. Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς τέλειός ἐστιν. Ὁ γοῦν τέλειος Πατὴρ, ὃν ἡμᾶς μιμεῖσθαι ὁ φύσει παραινεῖ Υἱὸς, αὐτὸς οὗτός ἐστιν, οὐκ ἄλλος, ὁ τὸν ὁρώμενον ἀνατέλλων ἥλιον· καὶ τὸ φῶς ἡμῖν τοῖς αἰσθητοῖς τὸ αἰσθητὸν χορηγῶν, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, ἐπὶ καρποφορίᾳ καὶ γεωργίᾳ τῆς γῆς· καὶ ὡς ἂν, εἴ τι πρὸς ἀκρασίαν ἐπέκλινε διὰ ξηρότητα, ᾧ χρώμεθα πρὸς ἀναπνοὴν, ὁ ἀὴρ, διὰ τῆς ἀπὸ τῶν ὑετῶν νοτίδος πρὸς εὐκρασίαν ἐπαναχθῇ. Ποῦ τοίνυν εἰσὶν οἱ τῆς ἁμερίστου τοῦ Θεοῦ βασιλείας ἔκθεσμοι μερισταὶ, οἱ τῆς γῆς μὲν καὶ τοῦ ἀέρος, καὶ τῶν ὑετῶν, καὶ τοῦ ἡλίου, καὶ τῶν ὁμοστοίχων ἕτερον ἀναπλάττοντες δημιουργὸν, ἄλλον δὲ τῶν ἔτι παρὰ ταῦτα τὴν τῶν νοητῶν ἐπέχει τάξιν;
Σὺ δέ μοι σκόπει καὶ τοῦτο· Εἰ θρόνον τοῦ Θεοῦ τὸν οὐρανὸν καλεῖ ὁ μᾶλλον τῶν ἄλλων τὸν Πατέρα καὶ τὰ τοῦ Πατρὸς εἰδὼς, ὑποπόδιον δὲ τὴν γῆν, καὶ πόλιν αὐτοῦ τὰ Ἱεροσόλυμα, πῶς οὐκ ἐσχάτης ἀσεβείας, ὧν μάρτυς ὁ Υἱὸς, ταῦτά τινας περικόπτειν αὐτοῦ, καὶ ἕτερον τῶν περικοπέντων ποιεῖν ποιητήν; Ὁ γὰρ πάντα πρὸς σωτηρίαν ἡμῶν καὶ πράττων καὶ παραινῶν Χριστὸς ὁ Θεὸς, τὸν ὅρκον ὡς ὄντα τῆς ἐπιορκίας πύλην τῆς ἀνθρωπίνης ἀποκλείων πολιτείας, φησίν· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστι· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ βασιλέως τοῦ μεγάλου. Ἀλλὰ μηδὲ ἐν τῇ κεφαλῇ σου, φησὶν, ὅτι οὐ δύνασαι ποιῆσαι ἐξ αὐτῆς λευκὴν τρίχα ἢ μέλαιναν· κεφαλὴν, καὶ Ἱεροσόλυμα, καὶ γῆν, καὶ οὐρανὸν, τὰ αἰσθητὰ, τὰ ὄψει κρινόμενα, λέγων, ἃ τοῖς Ἰουδαίοις ἔθος ἦν ὅρκον ποιεῖσθαι. Μηδὲ πάλιν εἰς μύθους καὶ λήρους τὴν κεφαλὴν, καὶ τὰ Ἱεροσόλυμα, καὶ τὴν γῆν, καὶ τὸν οὐρανὸν ἡ μανία παρατρέποι. Τὸν γὰρ ὁρώμενον οὐρανὸν, καὶ τὴν αἰσθητὴν γῆν, καὶ τὰ Ἱεροσόλυμα, ἃ πάλαι μὲν ᾠκοδόμητο, γενεαῖς δὲ ὕστερον ὁ Δαβὶδ ἀνοικοδομεῖ καὶ πολίζει· ταῦτα τὸν μὲν θρόνον καλεῖ, τὴν δὲ ὑποπόδιον, τὰ δὲ πόλιν τοῦ μεγάλου βασιλέως. Ποίου βασιλέως; αὐτὸς ἑτέρωθι σαφέστερον ἐκδιδάσκει, Μὴ ποιεῖτε, λέγων, τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου, τὸν ἐν Ἱεροσολύμοις ναὸν τοῦ Πατρὸς οἶκον ἀποσεμνύνων· δι᾽ ὃν καὶ τὰ Ἱεροσόλυμα τοῦ βασιλέως πόλιν καλεῖ. Ὃν γὰρ ἐν τῇ τῶν ὅρκων ἀπαγορεύσει μέγαν ἀνεῖπε βασιλέα, ἐνταῦθα Πατέρα ἴδιον ἐθεολόγει. Διὸ καὶ τοὺς πωλοῦντας τὰς βόας καὶ τὰ πρόβατα, καὶ τὰς περιστερὰς, τὴν πατρικὴν οἰκίαν τῆς ἐμπορικῆς καθαίρων παροινίας ἀπελαύνει· καὶ τὴν δικαίαν αὐτοῖς ὀργὴν ἀπειλεῖ· οἷα δὴ καταφρονητὰς εὑρὼν καὶ τοῦ πατρικοῦ οἴκου καὶ τῆς πατρικῆς ἐντολῆς. Χωρὶς δὲ τῶν εἰρημένων, εἰ πρότερον μὲν ὑπὸ τοῦ παναγίου Πνεύματος ἐμπνεόμενος ὁ Δαβὶδ, ὕστερον δὲ καὶ ὁ θεῖος Παῦλος λαμπρᾷ διακέκραγε τῇ φωνῇ· ὡς ὁ κηρυττόμενος ὑπὸ Μωσέως Θεὸς, πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγει. Τῷ Σωτῆρι γὰρ ἡμῶν ὁ Παῦλος πρὸς Ἰουδαίους γράφων, τὴν πατρικὴν ἁρμόζει φωνὴν, τὴν διὰ τοῦ Δαβὶδ προφητευθεῖσαν. Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν. Καὶ πάλιν· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καί· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος τῆς βασιλείας σου. Εἶτα ἀκούσατε, οἱ κωφοὶ, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε! ἐπάγει γάρ· Καὶ σὺ κατ᾽ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Εἰ ταῦτα προεῖπε μὲν ἐν πνεύματι ὁ θεοπάτωρ Δαβὶδ, ἐπεσφράγισε δὲ ὁ τῶν ἀρρήτων μύστης καὶ μυσταγωγὸς, ὡς ὁ τῆς παλαιᾶς νομοθεσίας Θεὸς αὐτὸς μέν ἐστιν ὁ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ· αὐτὸς δέ ἐστιν ὁ καὶ τὸν θρόνον τοῦ φύσει παιδὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἑδρασάμενος· καὶ τῶν ἀγγέλων πάντων τὰ τάγματα προσκυνητὰ καὶ δοῦλα πεποιηκὼς τοῦ γεννήματος· ὁ αὐτὸς δὲ καὶ οὐκ ἄλλος τήν τε γῆν ἐθεμελίωσε, καὶ ἔργα τῶν χειρῶν αὐτοῦ εἰσιν οἱ οὐρανοί· πῶς οὐ πᾶσαν ἀσέβειαν ἀποκρύπτουσιν, οἱ ἄλλον μὲν τὸν Πατέρα λέγοντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄλλον δὲ τὸν δημιουργήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀφαιροῦντες μὲν τοῦ Κτίστου τὰ κτίσματα, νέμοντες δὲ ταῦτα τῷ σπορεῖ τῶν ζιζανίων, ἐφ᾽ ᾧ τὴν ἀπώλειαν αὐτοῖς ἀνταμείψεται, καὶ τὴν ἡτοιμασμένην αὐτῷ τιμωρίαν συμμετάγονται. Τὰ ἴσα δὲ τοῖς εἰρημένοις κἀν ταῖς Πράξεσιν ὁ θεῖος Λουκᾶς, εἰ καὶ τὸ πλεῖστον τῆς ἀποστασίας αὐτῶν τὰς ἐκείνου φωνὰς οὐ προσίεται· ὅμως ἐκεῖνος τῇ Ἡσαΐου φωνῇ, μᾶλλον δὲ τῇ τοῦ Στεφάνου κεχρημένος γλώσσῃ, λαμπρῶς αὐτῶν διὰ μέσου τῶν Ἰουδαίων ἐμφράττει τὰ στόματα· οὗτος γὰρ ὁ τὸν ἀθλοφορικὸν πρῶτος ἀναδησάμενος στέφανον, ἐν τῷ πρὸς τοὺς Ἰουδαίους ἐλέγχῳ, ἄλλοις τε ἐπιχειρήμασι τὸ ἀναίσχυντον αὐτῶν καταισχύνων εἰσάγει καὶ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διακεκραγότα καὶ λέγοντα· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; Καὶ ἅπερ ἐν τοῖς Εὐαγγελίοις ὁ Σωτὴρ ἔφη περὶ τοῦ Πατρὸς, θρόνον μὲν καλῶν τὸν οὐρανὸν, ὑποπόδιον δὲ τὴν γῆν, καὶ πόλιν αὐτοῦ τὰ Ἱεροσόλυμα· ταῦτα συμμαρτυρῶν ὁ πρωτομάρτυς τῷ Δεσπότῃ διὰ τῆς Ἡσαΐου φωνῆς τὸν Πατέρα παράγει λέγοντα τὰ αὐτά. Ἐν ἄλλοις δὲ πάλιν ὁ Σωτὴρ τὴν τῶν ὀμνυόντων στηλιτεύων καὶ ἐπιστομίζων ματαιολογίαν, τὴν αὐτὴν κρατύνει διδασκαλίαν. Μωροὶ γὰρ, φησὶ, καὶ τυφλοὶ, τίς μείζων ἐστίν; ὁ χρυσὸς ἢ ὁ ναὸς, ὁ ἁγιάζων τὸν χρυσόν; Οὐκοῦν ὁ τῆς παλαιᾶς ναὸς οὐ μόνον ἅγιος ἦν, ἀλλὰ καὶ ἁγιάζειν εἶχεν ἰσχύν. Καὶ πάλιν· Τί μεῖζον; τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; σαφῶς κἀνταῦθα δεικνὺς, ὅτι τὸ θυσιαστήριον ἅγιόν τε ἦν, καὶ τὰ ἐν αὐτῷ ἀνατιθέμενα ἅγια ἐποίει. Καὶ μετὰ βραχέα· Καὶ ὁ ὀμόσας, φησὶν, ἐν τῷ οὐρανῷ (διάνοιξον, ἄνθρωπε, τὸ οὖς, ὅπερ ἔπλασε μὲν ὁ Θεὸς ἀκούειν, μετέπλασε δὲ ὡς ἀληθῶς ὁ Πονηρὸς εἰς κωφόν. Πλὴν ἄκουσον)· Ὁ ὀμόσας, φησὶν, ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ, καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. Ὥστε ἅγιος μὲν ὁ ναὸς, ἅγιον δὲ τὸ θυσιαστήριον, καὶ χάριν ἔχον θείαν ἁγιοποιεῖν, καὶ θρόνος ἐστὶν ὁ οὐρανὸς τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ· οὗ καὶ ἡ κτίσις σύμπασα ποίημα καὶ ἔργον. Εἰ δὲ τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διακεκραγότι ταῦτα ἀντιφθέγγονται, Χριστῷ δὲ τῷ ἀληθινῷ Θεῷ ἡμῶν συμφθεγγομένῳ τῷ γεγεννηκότι οὐ πείθονται. Παῦλον δὲ μαρτυροῦντα, οὗ ψευδεπώνυμοι παραγράφονται, καὶ τὸν Δαβὶδ μὲν ὑπερορῶσι προφητεύοντα, Λουκᾶ δὲ τῷ μαθητῇ καὶ εὐαγγελιστῇ τοῦ σωτηρίου λόγου οὐ προσέχουσι. Στέφανον δὲ τὸν ἐν μάρτυσι πρῶτον καὶ τὸν προφήτην συνεπαγόμενον μυκτηρίζουσιν, ἀκόλουθόν ἐστιν αὐτοῖς, ὃ καὶ πράττουσι, τῷ Πονηρῷ μόνῳ πειθαρχεῖν, ᾧ καὶ τὰς ψυχὰς ἐνεχείρισαν, καὶ τὰ σώματα, τὰς μὲν τῇ ἀσεβείᾳ τοῦ φρονήματος, τὰ δὲ διὰ τοῦ βορβόρου τῶν πράξεων. Ἀρμόσειε δ᾽ ἂν αὐτοῖς εὖ μάλα καὶ ὁ κατὰ τῶν ἀχαρίστων Ἰουδαίων Δεσποτικὸς ὀνειδισμὸς, ὅτι τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν. Ὄντως γὰρ ἡ ἀποστασία τὸν τοῦ παντὸς οἰκοδεσπότην Βεελζεβοῦλ ὀνομάζουσι· μᾶλλον δὲ ἑκατέραν ὕβριν δι᾽ ἑκατέρας εἰσάγουσιν· οὕτω πᾶσαν ἀσέβειαν καὶ πᾶσαν τόλμαν ἡ προκειμένη θεομαχία κουφοτέραν ἀπεργάζεται.
Ἐντολὰς δὲ πάλιν ὁ Σωτὴρ τὰ Μωσαϊκὰ διατάγματα καλῶν, καὶ πανταχοῦ τιμῶν τὴν νομοθεσίαν τὴν πατρικὴν, Ὁ Θεὸς, φησὶν, ἐνετείλατο· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. Καὶ ταῦτα εἰπὼν μάρτυρα τὸν Ἡσαΐαν ἐπάγεται, Καλῶς, λέγων, προεφήτευσε περὶ ὑμῶν Ἡσαΐας, Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. Καὶ πρόσεχε λοιπόν· Μάτην δὲ σέβονταί με. Διατί; Διότι διδάσκουσι διδασκαλίας, ἐντάλματα ἀνθρώπων· Ὥστε ἅπερ μὲν ἦν ἐντάλματα ἀνθρώπων, οὐκ ἤρεσκε ταῦτα τῷ νομοθέτῃ Θεῷ· ἀλλὰ καὶ δίκης ἐνόχους τοὺς εἰσηγητὰς αὐτῶν ἐποίει. Εἰσῆγον δὲ ταῦτα οἱ πρεσβύτεροι τῶν Γραμματέων καὶ Φαρισαίων, σέβειν μὲν τοῖς χείλεσι λέγοντες τὸν ἀληθινὸν Θεὸν, τῇ δὲ καρδία πόρρω διεστηκότες αὐτοῦ. Ὁ οὖν ἀληθινὸς Παῖς καὶ Υἱὸς ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τῆς νομοθεσίας τὰς οἰκείας προέκρινον διδασκαλίας οἱ ἀγνώμονες ἐν Ἰσραὴλ, οὗτος ὁ Σωτὴρ ἡμῶν τήν τε ματαίαν κατὰ τῶν μαθητῶν μέμψιν τῶν ἀχαρίστων Ἰουδαίων ἐπιστομίζων, καὶ τὰ βρώματα, ὡς τοῦ Πατρὸς ποιήματα, πάσης πονηρᾶς ὑπολήψεως καθαρίζων, καθὰ δὴ συνεπιμαρτύρεται καὶ ὁ εὐαγγελιστής· Οὐ τὸ εἰσερχόμενον, φησὶν, εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. Ἐν ἄλλοις δὲ πάλιν βραχέσι ῥήμασι τὴν ἐν ἀνθρώποις εἰρήνην καὶ δικαιοσύνην κρατύνων καὶ νομοθετῶν δι᾽ ὧν ἔλεγε· Πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Ταύτης αὐτοῦ τῆς παραινέσεως καὶ νομοθεσίας τὸ ἀνεπίληπτον καὶ λυσιτελοῦν παριστῶν, τῷ ἀξιώματι τοῦ νόμου καὶ τῶν προφητῶν ἐπισφραγίζει· Οὕτω γάρ ἐστι, φησὶν, ὁ νόμος καὶ οἱ προφῆται. Ναὶ δὴ καὶ ἡ παραβολὴ, καθ᾽ ἣν τὴν τῶν οὐρανῶν βασιλείαν ἀπεικάζει ὁ Σωτὴρ ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ, οὐκ ἔλαττον καταισχύνει τὴν ἀσέβειαν. Πῶς γὰρ οὐκ ἔστιν ὁ παρὼν κόσμος τῆς βασιλείας τοῦ Θεοῦ, καὶ οἱ ἐν αὐτῷ, ὁπότε αὐτοῦ μὲν τὸν ἀγρὸν αὐταῖς λέγει φωναῖς, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς, εἶναι δὲ τὸν ἀγρὸν τὸν κόσμον, τὸν δὲ κόσμον ὥσπερ ἀγρὸν αὐτοῦ, οὕτω καὶ βασιλείαν αὐτοῦ; Ἀναπτύσσων γὰρ τὴν παραβολὴν, Ὁ σπείρων τὸ καλὸν σπέρμα, φησὶν, ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος. Τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ Πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρων αὐτὰ, ἐστὶν ὁ διάβολος. Ἀκούεις πῶς τὸν κόσμον μὲν αὐτοῦ λέγει, καὶ τὸ σπέρμα αὐτοῦ τοὺς ἐν αὐτῷ, οὓς καὶ υἱοὺς τῆς βασιλείας λέγει, μόνην δὲ τὴν τῶν ζιζανίων ἐπισπορὰν εἰς τὸν Ἐχθρὸν ἀποπέμπει; Ἀλλ᾽ ἐπίστησον τοῖς λογισμοῖς εἴ τι λείψανον τῆς τοῦ Πλάστου χειρὸς ἐν ἑαυτῷ περιφέρεις. Ἐν γὰρ τοῖς ἑπομένοις περιφανῶς αὐτοῦ βασιλείαν ἀνακηρύττει τὸν κόσμον. Πῶς; Ἐν τῇ συντελείᾳ, φησὶ, τοῦ αἰῶνος τούτου, ἀλλ᾽ οὐχὶ τοῦ μέλλοντος, ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ, δηλονότι τοῦ παρόντος κόσμου τὰ σκάνδαλα. Οὐ γὰρ ἐν τῇ μελλούσῃ καὶ ἀτελευτήτῳ, οὐμενοῦν οὔτε ζιζάνια φύεται, οὔτε ταῦτα σπείρει ὁ Πονηρὸς, οὔτε συνίσταται σκάνδαλα, ἵνα ἐκ ταύτης οἱ ἄγγελοι τοῦ Υἱοῦ τοῦ ἀνθρώπου συλλέξωσιν αὐτά· ἐπεὶ καὶ μετὰ τὴν ἐκ τῶν ἐνταῦθα συλλογὴν ταῦτα μὲν εἰς τὴν κάμινον τοῦ πυρὸς βάλλονται. Τότε δὲ καὶ οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν ἐκλάμπουσιν ὡς ὁ ἥλιος. Τί τούτων τῶν Κυριακῶν φωνῶν λαμπρότερον ἢ δυνατώτερον, καθελεῖν μὲν τὴν ἀποστασίαν, ὑψῶσαι δὲ καὶ κρατῦναι τὴν εὐσέβειαν; δι᾽ ὧν τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ τοῦ Χριστοῦ καὶ Σωτῆρος ἡμῶν ἀνακηρύττουσι· Δεσπότην δὲ καὶ Βασιλέα τοῦ παντὸς ὥσπερ τῆς μελλούσης οὕτω καὶ τῆς παρούσης ἀναγορεύουσι βασιλείας. Τί δὲ φιλονεικοῦσι τῶν ἀψύχων γενέσθαι ἀναισθητότεροι; ὁπόταν ἥλιος μὲν, καὶ γῆ, καὶ πέτραι, δι᾽ ὧν τῷ Δεσποτικῷ συνέπασχον πάθει, τὴν αὐτοῦ δεσποτείαν κηρύττουσι, οὗτοι δὲ κἀκείνων τὴν ἄνοιαν αὐτῶν ἐλεγχόντων οὐκ αἰσχύνονται. Ἀπὸ γὰρ τῆς ἕκτης, φησὶν, ὥρας ἕως ἐννάτης σκότος ἐγένετο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν. Τίς γὰρ κοινωνία ἢ συμπάθεια πονηροῦ πλάσματος καὶ Δεσποτικοῦ πάθους; Ἐχρῆν γὰρ μᾶλλον ὅσον, ἐπὶ τῷ τῶν ἀσεβῶν δόγματι, λαμπρύνεσθαί τε καὶ κόσμον περιβάλλεσθαι μείζονά τε καὶ περιφανέστερον, ἐφ᾽ ᾧ τὸν καθελεῖν παραγεγονότα τὸν πλάστην αὐτῶν τηλικοῦτον πάθος ἔβλεπον ὑφιστάμενον. Πῶς δὲ μετὰ τὴν ἀνάστασιν μὲν, οὔπω δὲ πρὸς τοὺς πατρικοὺς ὁ μηδέποτε τούτους λιπὼν ἀνελθὼν κόλπους, παρὰ τοῦ Πατρὸς τὴν ἐξουσίαν λαμβάνει τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς, ὧν οὐκ ἦν Κύριος ὁ διδούς; Οὕτω γὰρ ἡ θεομάχος γλῶσσα δυσφημεῖ. Ἐπὶ τούτοις δὲ εἰ ἀγροὶ καὶ οἰκίαι τῆς χειρός εἰσι τοῦ Πονηροῦ, πῶς ὁ ἀγαθὸς Θεὸς ὁ Σωτὴρ ἡμῶν τοῖς προθύμως ἠκολουθηκόσιν αὐτῷ μετὰ τῶν αἰωνίων ἀγροὺς καὶ οἰκίας ἐπαγγέλλεται παρασχεῖν, ἃ φαῦλά τέ ἐστι καὶ φαύλου ποιητοῦ, καὶ ὧν οὔτε Κύριος αὐτὸς ἔχειν, οὔτε ἄλλοις παρασχεῖν; Τί δὲ καὶ εἰς μισθὸν ἔδει φέρειν τὰ τοῦ Ἐχθροῦ τοῖς πάντα λιποῦσιν καὶ ἀκολουθήσασιν αὐτῷ, καὶ συμπεριλαμβάνειν αὐτοῖς ἐν τῷ δώρῳ, καὶ τὴν αἰώνιον ζωὴν ἀγαθοῖς συνάπτειν φαῦλα, καὶ διὰ τῆς προσθήκης τοῦ χείρονος ἐνυβρίζειν καὶ ὃ ἂν ἦν χωρὶς τῆς προσθήκης κάλλιστον τῶν δώρων; Πῶς δὲ πάλιν ἐρωτησάμενος ὁ Σωτὴρ περὶ τῶν νομικῶν ἐντολῶν πρώτην μὲν εἶναί φησιν· Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι. Καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου; Δευτέραν δὲ, ἣν οὐδὲ ἡ ἐρώτησις ἀπῄτει· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Καὶ οὐ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ τὸν ἐπερωτῶντα σύμψηφον εὑρὼν οὐ μακρὰν ἀνεῖπεν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ. Πῶς γὰρ αἱ Μωσαϊκαὶ νομοθεσίαι, εἴπερ ἦσαν τοῦ Ἐχθροῦ, πρῶτον μὲν ἕνα Θεὸν καὶ Κύριον νομοθετοῦσιν εἰδέναι καὶ νοεῖν· εἶτα τοῦτον μόνον ἀγαπᾶν ἐξ ὅλης καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτόν; Εἰ οὖν ἕνα Θεὸν καὶ Κύριον ἀνακηρύττει Μωσῆς, καὶ παρὰ τοῦτον ἄλλον μήτε λατρεύειν, μήτε προσκυνεῖν, μετὰ δὲ ταύτην τὴν πρώτην ὡς ἀληθῶς ἐντολήν, καὶ τὸ φιλάλληλον καὶ φιλάνθρωπον κατὰ τὸν ὅμοιον τρόπον τοῦ σωτηρίου προστάγματος νομοθετεῖ, ποῦ ἡ πονηρὰ τῆς ἀποστασίας ἀρχή; Ἀλλ᾽ ὁ μὲν Γραμματεὺς συνῆκε τοῦ Δεσπότου, τὴν Μωσαϊκὴν κυροῦντος φωνὴν, ὅτι εἷς ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Οἱ δὲ τῶν Γραμματέων καὶ Φαρισαίων πλέον ἔχειν προσταχθέντες, οὐδὲ τὴν ἐσχάτην μοῖραν τῆς εὐσεβείας σώζουσιν ἐν ἑαυτοῖς. Λουκᾶς δὲ ὁ τῶν Δεσποτικῶν ῥημάτων συγγραφεὺς, πῶς τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ ἐν τῇ παλαιᾷ νομοθεσίᾳ βιοῦντας, δικαίους, καὶ τότε ἐνώπιον μαρτυρεῖ τοῦ Θεοῦ, ἀλλ᾽ οὐκ ἐνώπιον ἀνθρώπων, καὶ πορευομένους ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν ἀμέμπτως· εἶτα καὶ τὴν ἱερατείαν τὸν Ζαχαρίαν τελεῖν ἐνώπιον τοῦ Θεοῦ· καὶ τὸν νομικὸν ναὸν, ἐν ᾧ εἰσήει, ναὸν προσαγορεύει τοῦ Θεοῦ; Ἐν αὐτῷ τε τὸν ἄγγελον ὀφθῆναι Κυρίου, καὶ τότε τίνα; Τὸν ἀρχιστράτηγον Γαβριὴλ, ὃς καὶ τὴν ἐκ Παρθένου τοῦ Δεσπότου γέννησιν, αὐτῇ τε τῇ ἀκηράτῳ Κόρῃ, καὶ δι᾽ αὐτῆς τῷ κόσμῳ εὐηγγελίσατο· καὶ τήν τε προσευχὴν τοῦ ἱερέως εἰσηκοῦσθαι διὰ τῶν εὐαγγελίων ἐβεβαίωσε, καὶ τὸν ἐκ τῶν Εὐαγγελίων παῖδα μέγαν ἐνώπιον ἔσεσθαι Κυρίου, καὶ πεπληρωμένον Πνεύματος ἁγίου, καὶ πολλῆς πολλοῖς ἀγαλλιάσεως πρόξενον, καὶ τῶν υἱῶν Ἰσραὴλ οὐκ ὀλίγοις ἐπιστροφῆς αἴτιον γενέσθαι τῆς ἐπὶ τὸν Θεὸν, τῷ πνεύματι καὶ τῇ δυνάμει κεχρημένον τοῦ Ἡλίου. Ὥστε ὁ εὐαγγελιστὴς, μᾶλλον δὲ ὁ ταῦτα διὰ τοῦ ἀρχαγγέλου λέγων Θεὸς, οὗτος οὐχὶ τὸν Ἰωάννην μόνον, ὃς τὴν χάριν εἶδε βλαστάνουσαν· ἀλλὰ καὶ τὸν Ἠλίαν, ὃς πολλῷ προϋπῆρχε τῆς χάριτος, τὰς πλανωμένας ψυχὰς ἀπὸ τοῦ ἀληθινοῦ Θεοῦ, καὶ ὀπίσω τῶν δαιμονίων ἐκπορνευούσας ἐπὶ τὸν ἀληθινὸν ἐπιστρέψαι Θεὸν, ἀπαράγραπτον τὴν μαρτυρίαν παρέχεται. Πάλιν δὲ ὁ Ζαχαρίας Πνεύματος ἁγίου γίνεται πλήρης, καὶ τοὺς ἀπ᾽ αἰώνων προφήτας χορὸν ἁγίων κηρύσσει. Ἤγειρε γὰρ, φησὶ προφητεύων καὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου φθεγγόμενος, κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ. Καὶ πόθεν ἡ ἀπόδειξις; Καθὼς ἐλάλησε, φησὶ, διὰ στόματος τῶν ἁγίων τῶν ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ, ἀλλ᾽ οὐχὶ τοῦ Ἐχθροῦ. Καὶ τί προεφήτευσαν; Μνησθῆναι τὸν Θεὸν διαθήκης ἁγίας αὐτοῦ, ἀλλ᾽ οὐχὶ, τρισάθλιε, τοῦ Ἐχθροῦ. Ἔτι δὲ μᾶλλον τῶν ἀσεβῶν χαλινῶν τὰ στόματα, ὅρκον, ὃν ὥμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, ἐπάγει· Τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Συλλογίζου τὰ εἰρημένα. Πνεῦμα ἅγιον πληροῖ τὸν Ζαχαρίαν, καὶ πληρωθεὶς ἐκεῖθεν ἁγίους τοὺς ἀπ᾽ αἰῶνος προφήτας καὶ Θεοῦ Θυηπόλους ἀναγορεύει, καὶ τὴν ἐλευθερίαν ἡμῶν προφητεύει, καὶ τὸν ὀμόσαντα πρὸς τὸν Ἀβραὰμ, ἐκεῖνον τῆς ἐλευθερίας εἶναι δοτῆρα κηρύσσει· καὶ τοὺς προσάγοντας αὐτῷ τὴν λατρείαν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ λατρεύειν. Εἰ ταῦτα πλησθεὶς ὁ Ζαχαρίας Πνεύματος ἁγίου διῆλθε, πῶς οὐχὶ τοῦ πονηροῦ πλησθέντες πνεύματος οἱ τάναντία τούτοις ἀπελέγχονται φωνοῦντες; Τί δ᾽ ἂν φαῖεν οἱ πικροὶ τῆς Μωσαϊκῆς κατήγοροι διαθήκης, μᾶλλον δὲ τῆς τοῦ Θεοῦ βασιλείας μερισταὶ, ὅταν ὁρῶσι διὰ τοῦ Εὐαγγελίου ἀναγόμενον μὲν εἰς τὰ Ἱεροσόλυμα τὸν Ἰησοῦν, τελοῦντα δὲ τὰ Μωσαϊκὰ, καὶ φέροντα θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου. ἀγκάλαις δὲ δωροφορούμενον τοῦ δικαίου Συμεὼν, ὃς μετὰ τῆς ἄλλης εὐσεβείας καὶ δικαιοσύνης, περὶ τοῦ ἁγίου Πνεύματος χρηματισμὸν λαβὼν ἅμα τε ἐνηγκαλίζετο τὸν κοινὸν λυτρωτὴν, ηὐλόγει τε αὐτὸν καὶ θεολογῶν προεφήτευε σωτηρίαν παραγενέσθαι κατὰ πρόσωπον πάντων τῶν λαῶν, καὶ φῶς εἰς ἀποκάλυψιν ἐθνῶν τῶν μετὰ ταῦτα πεπιστευκότων εἰς αὐτόν; Ὁ δὲ θεῖος εὐαγγελιστὴς οὐκ ἠρκέσθη τὸ τότε μόνον γεγενημένον κατὰ τῶν ἀσεβῶν εἰπεῖν, ἀλλ᾽, ὡς ἔοικε, τὸ ἀναίσχυντον αὐτῶν προειδὼς, καὶ τὴν Ἄνναν, ἧς ἡ φυλὴ τὸν Ἀσὴρ ἀρχηγὸν εἶχε, συμπαροῦσάν τε τῷ πρεσβύτῃ, καὶ ἀνθομολογοῦσαν τῷ Κυρίῳ, καὶ περὶ τοῦ κοινοῦ Δεσπότου τὰ ἴσα καὶ ὅμοια προφητεύουσαν παραδίδωσι διὰ τῆς ἱερᾶς ἱστορίας. Καὶ τὸ μετὰ ταῦτα δὲ γεγονὸς ὕστερον πολλὴν ἔχει τὴν ῥώμην ἐκκόψαι καὶ ταπεινῶσαι τῶν τὴν ὀφρὺν κατὰ τῆς θείας δόξης ἐπαιρόντων. Συνανιόντος γὰρ εἰς τὰ Ἱεροσόλυμα τῇ κατὰ σάρκα Παρθένῳ Μητρὶ, καὶ τῷ νομιζομένῳ πατρὶ τοῦ Ἰησοῦ, καὶ τελεσθέντων, ὅσα τὰ ἱερὰ Λόγια λέγει. Εἶτα καὶ ἐν τῷ ἀνακομίζεσθαι οἶκαδε τοῦ παιδὸς τοῦ παρόντος, καὶ διὰ τοῦτο τῆς κατὰ σάρκα μητρὸς καὶ τοῦ νομιζομένου πατρὸς ἀπορουμένων τε καὶ τὸν ποθούμενον ζητούντων, ὁ πάντων μὲν ποιητὴς, διὰ δὲ φιλανθρωπίαν παρθένου παῖς, Τί ὅτι, φησὶν, ἐζητεῖτέ με; Οὐκ ἤδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; ἐκεῖνο τὸ ἱερὸν τοῦ Πατρὸς εἶναι καλῶν, ὃ τὸ τῆς ἀπωλείας στόμα τῆς πονηρᾶς ἀρχῆς θυσιαστήριον δυσφημεῖ. Ἀλλὰ πῶς ἡ αἱρετικὴ μέθη οὐρανοῦ καὶ γῆς ἄλλον παροινοῦσα λέγει δημιουργὸν, αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν ἐν ἀγαλλιάσει τε πνεύματος καὶ τῷ ἀῤῥήτῳ καὶ ἀνεπινοήτῳ τῆς ἐξομολογήσεως ἀνακράζοντος· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις; Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὁ γνήσιος υἱὸς βοᾷ, καὶ τὸ πᾶσαν ἀσέβειαν ἀποκρύπτον μῦσος ἀντιφθέγγεται τῷ Σωτῆρι, καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κύριον τὸν Βεελζεβοὺλ ὀνομάζει. Εἰ δὲ ὁ νόμος ἦν τοῦ Πονηροῦ, πῶς πάλιν ὁ νομοθέτης τῆς χάριτος τὸν ἐκπειράζοντα νομικὸν, καὶ τὴν ζωὴν τὴν αἰώνιον ὑποκρινόμενον ζητεῖν, ὡς εἰς μέγα ἴαμα τὸν νόμον παραπέμπει, κἀκεῖθεν εὑρεῖν τὸ ζητούμενον ὑποβάλλει; Τοῦ νομικοῦ δὲ τὰς δύο πρώτας αὐτοῖς ῥήμασι διελθόντος ἐντολὰς, καλῶς τε αὐτὸν ἀποκριθῆναι Ἀλήθεια ἔφη, καὶ, εἰ κατὰ ταύται πολιτεύοιτο, τὴν αἰώνιον ζωὴν κληρονομεῖν.
Ὅρα δὲ καὶ ἐξ ἄλλων τὴν ἰσοτιμίαν τοῦ νόμου καὶ τῆς χάριτος, ἵνα γνῷς ὅτι αὐτός ἐστιν ὁ τῆς παλαιᾶς καὶ τῆς νέας διαθήκης νομοθέτης. Ἀμὴν, ἀμήν, λέγω ὑμῖν, ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Τοῦτο τῆς χάριτος· ὅρα δὲ καὶ τοῦ νόμου· Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ μίαν κεραίαν τοῦ νόμου διαπεσεῖν. Εἶδες πῶς ὁ Σωτὴρ ἡμῶν, τῆς ἀποστασίας τὸ θράσος προειδώς, τὰ ἴσα νέμει γέρα καὶ τὸ κλέος τῇ τε Παλαιᾷ καὶ τῇ Νέᾳ Διαθήκῃ; καίτοι γε ἐν πολλοῖς πολλῷ προέχει τὰ τῆς χάριτος. Παιδαγωγὸς γὰρ ἦν ἐκεῖνος τῶν ἐν τῇ χάριτι. Ἀλλ᾽ ἵνα δείξῃ τὸν αὐτὸν ἐκεῖνά τε καὶ τὰ παρόντα κατὰ διάφορον καὶ ἀπόῤῥητον οἰκονομίας νομοθετῆσαι τρόπον, ταῖς αὐταῖς καὶ ἴσαις φωναῖς περὶ ἑκατέρας νομοθεσίας ἐχρήσατο. Ἀλλὰ γὰρ καὶ κατὰ τῶν ἀπειθούντων αὐτοῦ τοῖς φωτηρίοις διδάγμασιν οὐκ ἄλλον κατήγορον καὶ θρίαμβον, ἀλλὰ τὸν Μωσῆν εἰσάγει. Μὴ γὰρ δοκεῖτε, φησὶν, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· οὐχὶ, ἀλλὰ τίς ἐστιν ὁ κατηγορῶν ὑμῶν, Μωσῆς δηλονότι, πρὸς τὸν Πατέρα· οὗ τοὺς νόμους αὐτὸς πιστευθεὶς, καὶ τὴν περὶ Χριστοῦ προφητείαν, ἀξιόπιστος ἂν κατήγορος εἴη, καὶ ἀπαράγραπτος μάρτυς τῶν μεγαλαυχούντων μὲν αὐτοῦ τοὺς νόμους καὶ τιμᾶν καὶ στέργειν, μηδὲν δὲ τῶν ὑπ᾽ αὐτοῦ περὶ τοῦ κοινοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν θεσπισθέντων προσιεμένων, ὃ κεφάλαιον ἦν καὶ κρηπὶς, καὶ προοίμιον τῆς ὅλης αὐτοῦ νομοθεσίας, ἀλλὰ μηδὲ συναίσθησιν ἀναστολῆς λαβόντων τῆς εἰς τὸν προφητευθέντα παροινίας τε καὶ θεομαχίας. Διὰ πολλῶν τοίνυν Δεσποτικῶν φωνῶν, καὶ οὐ φωνῶν μόνον, ἀλλὰ καὶ πράξεων, ναὶ δὴ καὶ διὰ τῶν ἀποστολικῶν ἔργων τε καὶ ῥημάτων τῆς πλάνης ἠλεγχμένης, ἢ τὸ κράτος τῆς τοῦ Θεοῦ βασιλείας εἰς ἀρχὰς ἀντικειμένας σχίζει, τίνα λοιπὸν συγγνώμην ἔχουσιν οἱ μετὰ τοσούτους τῆς ἀσεβείας ἐλέγχους ἔτι τῷ τοῦ Πονηροῦ, δι᾽ ὧν τε φρονοῦσι καὶ δι᾽ ὧν βιοῦσι, καθυπηρετοῦντες θελήματι· καὶ τὸν μὲν Οἰκοδεσπότην τοῦ παντὸς Βεελζεβοὺλ καλοῦντες, τὸν δὲ Βεελζεβοὺλ Θεὸν κρύφιον καὶ ἄῤῥητον, καὶ ἀγαθὸν, καὶ πατέρα, ἀλλ᾽ οὐκ ἂν εἴποιμι τὸ ἀθειότερον, ἀποφαίνοντες· καὶ μηδὲ τὸν πρὸς τοὺς δυσφημοῦντας τῶν Ἰουδαίων Δεσποτικὸν ἐκτεθηπότες καὶ καταπτήσσοντες θρίαμβον, ὃν δι᾽ ἐκείνων οὐδὲν ἔλαττον, εἰ καὶ μὴ μᾶλλον κατὰ τῆς νῦν ἀποστασίας. Κοινὸν γὰρ αὐτοῖς τὸ θεομαχεῖν, εἰ καὶ νεανικώτερον ὁ ἀποστάτης θρασύνεται προτείνων ἔλεγε· Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν μεριζομένη, οὐ συσταθήσεται. Ἐπεὶ γὰρ οἱ τῶν Ἰουδαίων ἀγνώμονες τὸν Πλάστην ὁρῶντες ἀπελαύνοντα καὶ ψυχῶν καὶ σωμάτων τὰ πάθη, τὸν Βεελζεβοὺλ ταῖς θεοσημείαις ἐπεφήμιζον, καὶ οἱ τῆς ἀποστασίας ὑπέρμαχοι τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εἰς τὸν αὐτὸν ἀναφέρουσι. Διὰ τοῦτο δικαίως τῇ αὐτῇ Δεσποτικῇ φωνῇ καὶ τὸ θεομάχον ἀμφοῖν στηλιτεύοιτ᾽ ἄν. Καὶ γὰρ εἴπερ ἡ μία τοῦ παντοκράτορος ἀρχὴ διατέτμηται, οὐκ ἂν συσταίη τμηθεῖσα. Ἀλλ᾽ ἡ πρώτη τομὴ ὁδὸς καθέσταται τοῦ καὶ εἰς μυρία διαιρεθῆναι, καὶ μηδεμίαν ἕδραν καὶ στάσιν μηκέτι δύνασθαι λαβεῖν. Ὥσπερ οὖν ἑκάτερος ἀλίσκεται θεομαχῶν, καὶ ὁ Ἰουδαῖος καὶ ὁ ἀποστάτης, ὁ μὲν τὰς θεοσημείας, ὁ δὲ τὰ δημιουργήματα τοῦ Θεοῦ διδοὺς τῷ Ἐχθρῷ, οὕτω κατ᾽ ἀμφοῖν κοινὴ καὶ ἄφυκτος ἡ ἀπόφασις ἡ Δεσποτική.
Ἀλλ᾽ ὦ ποῖ φέρεσθε, ἄνθρωποι! τί τὸν Δεσπότην ἀφέντες τὸν ὁμόδουλον, μᾶλλον δὲ δοῦλον καὶ ἀποστάτην, καὶ τῆς ὅλης ἡμῶν ἀπ᾽ ἀρχῆς ἐπίβουλον φύσεως δημιουργὸν ἑαυτοῖς ἐπιγράφετε; τί τὸν Πλάστην ἀθετοῦντες τῷ τὴν φθορὰν ἡμῶν ζητοῦντι καὶ σπουδάζοντι, οὐ τὴν τῆς ψυχῆς μόνον, ἀλλὰ καὶ τοῦ σώματος ἑαυτοὺς ἐγχειρίζετε; τί πρὸς τὸ φῶς ἐτυφλώθητε; τί δὲ τὸ σκότος τοῦ φωτὸς ἠλλάξασθε; Ἐκνήψατε τῆς μέθης· ἀνάστητε τοῦ ψυχοφθόρου κάρου· ἀναλάβετε τῆς ἀπωλείας ἑαυτούς. Καὶ πῶς ἂν γένοιτο τοῦτο; εἰ τῶν πράξεων, ἐν αἷς ἔχει τὸ κράτος ὁ Ἐχθρὸς, ἀποστροφὴν μελετήσοιτε, πρότερον πορνείαν, δι᾽ ἧς φθείρεται μὲν τὸ σῶμα, φθείρεται δὲ τὴν χαλεπωτέραν φθορὰν ἡ ψυχὴ, τὸ αὐτοδέσποτον διδοῦσα δουλεύειν τοῖς πάθεσιν· ἀδικίαν, ἧς ἐπικρατούσης οὔτε οἰκία, οὔτε πόλις, οὔτε βίος ὅλως ἀνθρώπινος διασώζεται· ἐπιορκίαν, τὴν βυθίζουσαν τὴν ψυχὴν εἰς καταφρόνησιν τοῦ Θεοῦ· μισαδελφίαν, δι᾽ ἧς ὁ κοινὸς ὑβρίζεται πλάστης· ὁ γὰρ τὸ πλάσμα μισῶν δωρεὰν, τὴν εἰς τὸν Πλάστην διαβιβάζει παροινίαν. Μισήσατε ψευδολογίαν, συνιέντες, ὡς ὁ τοῦ ψεύδους πατὴρ ὁ διάβολός ἐστι. Μυσάχθητε συκοφαντίαν, ἥτις τῶν ἀνελπίστων κακῶν πολλὰ καὶ ὁρᾶσθαι κατεπράξατο· φύγετε τὴν μιαιφονίαν· ἀπ᾽ ἀρχῆς γὰρ ὁ Ἐχθρὸς ἀνθρωποκτόνος ἦν· τὴν φιλαργυρίαν, εἰ μήτι ἄλλο, τὸν Ἰούδαν ἐννοοῦντες· βδελύξασθε κλοπὴν καὶ δόλους κατὰ τοῦ πλησίον, καὶ γάμων ἀλλοτρίων διαφθορὰς, καὶ τρυφὴν, καὶ ἀκολασίαν, καὶ μέθην τῆς πολιτείας ὑμῶν ἐκκαθάρατε· τούτοις γὰρ συνεισέρχεται, τούτοις ἥδεται ὁ Ἐχθρός.
Ἐν τούτοις λαμβάνει τὴν ἰσχὺν καταδουλῶσαι μὲν τὸ φρόνημα ὑμῶν, καὶ διαστῆσαι τοῦ δημιουργήσαντος Θεοῦ, πεῖσαι δὲ πλάσματα, καὶ εἶναι καὶ ὀνομάζεσθαι αὐτοῦ· ἂν τῶν ἔργων αὐτοῦ τῶν τε εἰρημένων καὶ τῶν παραπλησίων ἀποστῆτε, καὶ αὐτὸς ἀφίσταται ἀφ᾽ ὑμῶν, οὐκ ἔχων οἷς ἑδρασθῇ, καὶ οἷς ἐπαναπαύσηται ἐν ὑμῖν. Καὶ τότε ὑμῖν ἡ θεία χάρις ἐπιλάμψασα ἐναυγάσει πλάστην ἐπιγιγνώσκειν καὶ δημιουργὸν, οὐ τὸν ἐπίβουλον ἐχθρὸν, ἀλλὰ τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν, ἐν ᾧ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀρχαὶ, καὶ θρόνοι, καὶ ἐξουσίαι, καὶ δυνάμεις, καὶ ὁ παρὼν σύμπας καὶ ὁρώμενος κόσμος. Καὶ γὰρ δι᾽ αὐτοῦ πάντα γέγονε, κἂν ἡ ἀποστασία, προκαταλαβοῦσα τῆς ψυχῆς τὰ ὄμματα, τὸν δημιουργὸν βλέπειν οὐ δίδωσιν. Ἕως δ᾽ ἂν τοῖς τοῦ Πονηροῦ καθυπηρετῆτε θελήμασιν, καὶ τῷ βορβόρῳ τῶν αἰσχρῶν ἡδονῶν συναναφύρησθε, καὶ ἀντὶ τῶν σωτηρίων πόνων τῇ ψυχοφθόρῳ ῥᾳστώνῃ συναναστρέφησθε, οὐμενοῦν οὐκ ἂν ὑμῖν ἡ θεία καὶ οὐράνιος ἐναστράψῃ αἴγλη οὐδὲ ἐκστήσηται τοῦ κράτους τῶν ψυχῶν ὑμῶν καὶ τῶν λογισμῶν ὁ Ἐχθρὸς, τοῖς ἔργοις ἔχων δεδουλωμένους. Πλὴν ἔτι ταῖς διὰ τοῦ ἁγίου Πνεύματος μαρτυρίαις ὀδηγεῖν ὑμᾶς πρὸς τὸ φῶς τῆς εὐσεβείας καὶ τὴν ἀποστασίαν ἐλέγχειν, οὐμενοῦν οὐκ ἂν τὸν ὅκνον τῆς ἐπιμελείας προελοίμεθα.