Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Photius the Great › Against the Manichaeans

Against the Manichaeans

St Photius the Great, Greek, PG 102, 1860

Book 4: Against the Newly Sprung Error of the Manichaeans, to Arsenius

ΛΟΓΟΣ Δ΄. Τοῦ αὐτοῦ κατὰ τῆς τῶν Μανιχαίων ἀρτιφυοῦς πλάνης, Ἀρσενίῳ, τῷ ὁσιωτάτῳ μοναχῷ πρεσβυτέρῳ καὶ ἡγουμένῳ τῶν ἱερῶν.

Ἐπειδήπερ, ἱερῶν ἀνδρῶν ἐρασμιώτατε, τὰς διαλέξεις ἔχειν ἠξίωσαν αἱ τοῦ Μάνεντος μὲν παραφυάδες, τὸ φρόνημα καταισχύνουσι. Πάλαι δὴ Νυκηφόρῳ προσωμιλήθησαν, οὔπω μὲν ἀπὸ τῆς κλήσεως ταύτης γινωσκομένῳ. Καὶ γὰρ οὐδὲ τὴν πίστιν ἡσπάζετο, ἥτις τὸν κόσμον ἐνίκησεν· ἔτι δὲ τοῖς τῆς ἁποστασίας λειψάνοις ἐγκαλινδούμενος, καὶ τὴν ἐκεῖθεν εἶλκε προσηγορίαν· Βέρζελις γὰρ ὠνομάζετο. Ἐπεὶ οὖν τοὺς λόγους ἐκείνους εἰς γραφὴν ἀναληφθέντας ἐπεζήτησας, ἡ δ᾽ ἁρπαγὴ τῶν βιβλίων κἀκείνοις ὑπερόριον ζημίαν ἐπέβαλε, καὶ οὐ πάρεστι τὸ συνταγμάτιον· τῶν δὲ ἐν αὐτῷ κατατεταγμένων προηγουμένη σε χρεία κατέχει· ὅσα διὰ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν ῥημάτων τῆς Μανιχαϊκῆς ἀποσπάδος πρόῤριζον τὴν βλάστην ἐκτέμνει (καὶ γὰρ καὶ ταῦτα κατ᾽ αὐτῶν ἐστι μᾶλλον τῶν ἄλλων ἄφυκτον τὸ τῆς ἐκτομῆς ἐπαφιέντα δρέπανον), τάδε, ὡς ἐν κεφαλαίῳ φάναι, ἐπιδείκνυσι, ὡς ἡ χάρις τῇ Μωσαϊκῇ κοσμογενείᾳ συμφθέγγεται, καὶ ὅσοις ἄλλοις ἄρτι πολιτεία Θεὸν γινώσκειν καθισταμένη παιδαγωγεῖται καὶ κατευθύνεται. Ναὶ δὴ καὶ ὅτι τὴν σωματικὴν καὶ ὁρατὴν κτίσιν ἐκεῖνός ἐστιν ὁ ἐκ μὴ ὄντων λόγῳ ὑποστησάμενος, ὃς καὶ τὴν νοεράν τε καὶ ἀόρατον παραπλησίῳ σοφίας πλούτῳ παρήγαγεν. Ἀλλ᾽ ὅτι καὶ τὸ ἀνθρώπινον σῶμα τῆς αὐτῆς ἐστι φιλανθρώπου καὶ ἀγαθουργοῦ προνοίας, ὥσπερ καὶ ἡ ψυχὴ φιλοτέχνημα, καὶ ὡς οἱ τῇ νομικῇ πολιτείᾳ διαπρέψαντες Θεόν τε τὸν ἀληθῆ καὶ ἀγαθὸν ἐθεράπευον, καὶ κατὰ τῆς πονηρίας παρετάττοντο. Ταῦτα δὴ, ταῦτα, καθόσον οἷον τέ ἐστιν ἡμῖν, καὶ ἡ τοῦ καιροῦ συγχωρεῖ βαρύτης, καθυποβάλλοντες ἐκδόσει (ἐν τούτοις γὰρ, οἶμαι, περιγράφεταί σου καὶ τὸ αἴτημα), τῇ σῇ διεπεμψάμεθα ὁσιότητι. Καὶ εἰ μὲν εὕροις, ὡς ἤλπισας, τῆς σῆς ἂν εὐχῆς εἴη, καὶ τῆς κατὰ τὴν πίστιν αἰτήσεως ἡ ἐνέργεια. Εἰ δὲ τὰς ἐλπίδας ἐκνικήσει τὸ ἀδόκητον, τοῦτο δὴ ταῖς τε συνεχέσιν ἀρρωστίαις, αἷς οὐ λήγει παρενοχλοῦν ἡμῶν τὸ σωμάτιον, καὶ τῇ τοῦ καιροῦ λογίζου χαλεπότητι. Ἂν δήποτε τῆς θείας ἐπισκοπῆς παρορώσης μὲν οἷς ἁμαρτάνομεν, εὐμενέστερον δὲ διατιθεμένης τὰ ἡμέτερα, καὶ τὴν ἀνθρωπίνην καὶ ἀναίτιον ὀργὴν διαλυούσης εἰς πραότητα, τὸ κατ᾽ ἀρχὰς αἰτηθὲν ταῖς σαῖς χερσὶ περιενεχθείη, μηδὲν θαυμάσῃς ἀναλεγόμενος, εἰ τὰ πλείω τῶν ἐν αὐτῷ κἀνταῦθα συμπεριείληπται, ἀλλὰ τοὐναντίον εἰ μὴ παρεῖται. Λήθη γὰρ πολλάκις καὶ τῶν ἄμεινον εἰδέναι καὶ τῶν ἀναγκαίων ἐπεκράτησε, μάλιστά γε συμμαχίαν τὴν ἐκ τῶν παρόντων εἰ συνεπάγοιτο. Ἅμα δὲ μηδὲ ἐκεῖνο δίδου παρορᾶν, ὅτι μὴ προάγειν ἄλλην πραγματείαν, ἀλλ᾽, ὡς ἐν ἀπόροις, τῆς ἐστερουμένης παραμύθιον καὶ λήθης φάρμακον ἑαυτοῖς καὶ φίλοις ἀντεισάγοντες.

Ἀρχὴ δὲ ἡμῖν τῆς κατὰ τῶν ἀντιπάλων παρατάξεως, αὐτὰ τὰ Δεσποτικὰ ἔργα καὶ ῥήματα. Οὔτε γὰρ ἡμῖν ἀλλαχόθεν στρατηγεῖσθαι βέλτιον, οὔτε τοῖς πολεμίοις βάλλειν εὐστοχώτερον, ἀλλ᾽ οὐδὲ ἐκείνους πίπτειν φοβερώτερον ἢ ἀθλιώτερον. Ὅρα γοῦν ὅπως ἐξ αὐτῆς συμβολῆς ὁ βασιλεὺς τῶν ὅλων, καὶ Σωτὴρ ἡμῶν καὶ στρατηγὸς τὸν χάρακα τῶν ἐχθρῶν ἐξ αὐτῶν κρηπίδων ἀνασπᾷ καὶ καταστρέφει, καὶ συγχεῖ τὸ φρόνημα, καὶ διασκεδάζει τὸ θράσος τῶν ἀποστατῶν. Τί βουλεύων καὶ τίνα τέχνην κινῶν, οὐδὲν μεμηχανημένον, οὐδὲ δι᾽ ἀγώνων καὶ καμάτων προϊὸν, ἀλλ᾽ ἅμα τε φωνὴν ἀφίησι μόνον, καὶ πάντα τὰ τῶν πολεμίων ἠφάνισται. Πᾶσα γὰρ, φησὶ, βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται. Ὁρᾶς, ὅπως ὁ φθόγγος ἠχήσας μόνον τῆς σάλπιγγος τῆς βασιλικῆς, τὸ χαράκωμα τῶν ἐχθρῶν διέφθειρέ τε καὶ ἐξερήμωσε. Καὶ τί λέγω χαράκωμα; ἀλλὰ καὶ τὴν πόλιν, καὶ αὐτὸ τῆς ἀποστασίας, ὅπερ ταῖς αὐτῶν δυσσεβεστάταις καὶ πεπλανημέναις ἐπινοίαις ἀνεπλάσαντό τε καὶ ὠχύρουν βασίλειον. Εἰ γὰρ βασιλεία μεριζομένη ἐφ᾽ ἑαυτῆς οὐχ ὑφίσταται, ἀλλ᾽ αὐτὴ περὶ αὑτὴν θᾶττόν τε καταρρεῖ καὶ ἀφανίζεται, ἡ δὲ δημιουργὸς τῶν ὅλων ἀρχὴ καὶ βασιλεία δι᾽ αἰῶνος μένει, ὡς ἂν οὐδ᾽ αὐτὸ τὸ τῆς ἀποστασίας ἀποθρασυνθείη ἐξαρνήσασθαι. Οὐδὲ γὰρ οὐδὲ μέχρι νῦν ὁ πάντα νεωτερίζων χρόνος οὐδένα παρέδειξεν εἰς τοιαύτην λύσσαν ἐκλυσσήσαντα. Εἰ οὖν ἡ τοῦ Ἀγαθοῦ ἀρχὴ, ὡς πᾶσιν ἐπίδηλον, κρείττων πάσης διαλύσεως, πῶς οὐ μᾶλλον ἐπιδηλότερον, ὡς αἷς αὐτοὶ τὸ ὁλόκληρον αὐτῆς ταῖς τόλμαις διασπαράσσοντες πονηρὰν ἀρχὴν σκηνοποιοῦσιν καὶ παραπηγνύουσι, τὴν μὲν τοῦ κοινοῦ καὶ ἀγαθοῦ Δεσπότου βασιλείαν προπηλακίζειν μανίαν εἵλοντο, ἣν δὲ ἀντανιστῶσιν, ἅμα τε πλάττουσι καὶ ἅμα λύουσιν; Ἀμερίστου γὰρ τῆς τοῦ Ἀγαθοῦ βασιλείας συντηρουμένης (ὁδὸς γὰρ ὁ μερισμὸς εἰς διάλυσιν), ὅτι τε τὸ ἄλυτον τὸν μερισμὸν ἀποπέμπεται, καὶ πρό γε τῆς ἐπιβολῆς ταύτης ὁ Δεσπότης ἀνεῖπε τὸ μεριζόμενον διαλύσεσθαι. Καὶ ἡ κτίσις τοσούτοις αἰῶσιν ἐξ αὐτῆς παραγωγῆς κατά γε τὴν ὁλοκληρίαν κρατεῖν τῆς λύσεως ἐκληρώσατο. Ὁρᾶται δὲ περιφανῶς καὶ τοῖς οὐρανίοις ἀλληλουχούμενα τε καὶ συνεχόμενα τὰ ἐπίγεια, τά τε νοερὰ καὶ νοητὰ τῶν σωματικῶν καὶ ταῖς αἰσθήσεσι κρινομένων διὰ τῆς ἀδιαδόχου προνοίας οὐ διιστάμενα, ἀλλὰ καὶ περιφανεστάτην φέροντα τὴν συνάφειαν. Οὐ μὴν ἀλλά γε καὶ αὐτὸ λογικὸν ζῶον ὁ ἄνθρωπος ἐξ ὁρατῶν τε καὶ ἀοράτων μερῶν ἡρμοσμένος συνέστηκεν. Εἰ οὖν ἡ τοῦ ἀγαθοῦ Θεοῦ δημιουργία τε καὶ βασιλεία τομὴν καὶ μερισμὸν οὐκ ἐπεδέχεται, ἣν δὲ αὐτοὶ ἀναπλάττουσι, μερίδα τινὰ τῆς ὅλης δημιουργίας τῇ γλώσσῃ ἀποσπαράξαντες, τοῖς τῆς ἀποστασίας προἄγουσι ῥήμασι καὶ Ἐχθρὸν ἐν αὐτῇ βασιλεύειν καθιδρύουσι· πῶς αὐτὴ καθ᾽ ἑαυτὴν δέξοιτο στάσιν αὐτῇ; πῶς δ᾽ ἂν ὑποσταίη, αὐτὴν τὴν γένεσιν ἐκ μερισμοῦ καὶ λύσεως λαβοῦσα, καὶ τομῆς καὶ διαιρέσεως, ἃ καὶ τὸ ὁλόκληρον εἰς φθορὰν καταστρέφει, προελθοῦσα καὶ ἀποῤῥυεῖσα, εἰ καὶ μὴ δυσφημούσης γλώσσης ὑπῆρχεν ἀνάπλασμα; Πῶς δ᾽ οὐχ ὥσπερ ἡ τοῦ Ἀγαθοῦ ἀρχὴ τῷ ἀδιαλύτῳ συνέχεται, καὶ προϊοῦσα μᾶλλόν τε διαμένει καὶ μεταβάλλει προκόπτουσα πρὸς τὸ ἄμεινον· οὕτως καὶ ἣν καινίζει τῶν θεοβλαβῶν ἡ ἀπόνοια, οὐχὶ τὴν ὕπαρξιν ἐν αὐτοῖς μόνοις τοῖς βλασφήμοις ὀνειροπολήσασα χείλεσι, θᾶττόν τε ἢ προῆλθεν εἰς ἀφανισμὸν καταδύσεται, καὶ γέλωτα καὶ χλεύην τοὺς ἐραστὰς καταλιποῦσα οἰχήσεται, δίκην ὥσπερ ταύτην αὐτοὺς ἀντεισπράττουσα τῆς συμπεπλασμένης καὶ ἀνυποστάτου ἀναῤῥήσεως, δι᾽ ἧς μάτην αὐτῇ, μᾶλλον δὲ δυσσεβῶς καὶ ἀθέως, τὸ τῆς βασιλείας ὄνομα, οὐδὲ θεραπαινίδος ἐχούσῃ χώραν, περιέθεντο. Οὕτω καταστρέφειν στρατόπεδον τῶν ἐχθρῶν ἡ παντοκρατορικὴ καὶ στρατηγὸς οἶδε. καὶ τῶν ἄλλων κατεξουσιάζουσα ἀρχή· οὕτως σκυλεύειν τοὺς ὑπασπιστὰς καὶ δορυφόρους, καὶ ὧν ἐκείνη ἀγώνισμα, στηλιτεύειν τε καὶ παραδειγματίζειν, καὶ ταῦτα διὰ μιᾶς φωνῆς τὸ κράτος ἄμαχον ἐπιδείκνυσιν. Ἔδει μὲν οὖν τοὺς ἀποστάτας αὐτοβοεὶ καθορῶντας αὐτὰ ἀνατραπέντα, καὶ μηδὲ πρὸς τὸν ἦχον ἀντισχόντα τῆς σάλπιγγος τῆς βασιλικῆς, μήτε αὐτὰ μήτε τὴν βασιλείαν, ἣν πρὸς νεωτερισμὸν ἰδόντες ἑαυτοῖς ἀνετυπώσαντο, ἀλλὰ πάντων αὐτοῖς εἰς ἐρήμωσιν περιεστηκότων, μηκέτι προσφιλονεικεῖν, μηδὲ τῆς τυραννίδος ἀφανισθείσης πρὸς τὸν τύραννον ἐπιστρέφεσθαι, ἀλλὰ τὸν κοινὸν Δεσπότην ἐπιγνόντας προσδραμεῖν αὐτοῦ τῇ βασιλείᾳ καὶ δι᾽ ἐπιστροφῆς γνησίας καὶ θερμῆς μετανοίας ἀνομολογῆσαι μὲν ἑαυτοὺς τῆς αὐτοῦ χειρὸς εἶναι, καὶ πλάσμα καὶ δημιούργημα, διακυβερνᾶσθαι δὲ καὶ διεξἄγεσθαι τῇ αὐτοῦ προνοίᾳ, καὶ φιλανθρωπίᾳ· μισῆσαι δὲ καὶ ἀποστραφῆναι τέλεον τὸν Ἐχθρὸν, ὡς μηδὲν οἷς πράττουσι κατὰ τὸν βίον μηδεμίαν αὐτῷ καταλιπεῖν ἐξουσίαν, ἀλλὰ μηδὲ πάροδον.

Εἰ δ᾽ ὁ βαθὺς αὐτῶν ἐπικρατήσας τῆς ἀποστασίας σκότος οὕτως αὐτῶν ἠμαύρωσε τὰ νοήματα, ὡς καὶ τῆς τυραννίδος ἤδη λελυμένης τε καὶ ἠφανισμένης μηδ᾽ οὕτως αὐτὴν ἀνανήφουσιν ἐξομόσασθαι, ἀλλ᾽ ὑπ᾽ ἐκείνην μᾶλλον ἢ τὴν τοῦ Ἀγαθοῦ βασιλείαν νεανιεύονται τάττεσθαι, φέρε, δείξωμεν, τὸν Βασιλέα τῶν ὅλων ὅπως ἀρνουμένους αὐτοῦ τὴν βασιλείαν οὐ μέχρι τοῦ καταστρέψαι τὴν ἀρχὴν αὐτῶν καὶ ἐξαφανίσαι καὶ σκυλεῦσαι τούτους τὴν δίκην ἵστησιν, ἀλλὰ μετὰ τὴν πολλὴν μακροθυμίαν καὶ ἀνοχὴν ἁνιάτως ἔχουσι, τήν σφαγὴν ἐπαφίησιν. Ἴσως κἂν γοῦν ταύτην αὐτοῖς ὁρῶντες ἐπιφερομένην, συναίσθησίν τινα τοῦ τολμήματος λάβωσι καὶ μηκέτι μήτε διανοηθεῖεν, μήτε λέγοιεν, μὴ θέλειν ἐπ᾽ αὐτοὺς βασιλεύειν, μηδ᾽ ἄρχειν αὐτῶν τῶν σωμάτων, μηδὲ τῆς ἄλλης ὁρατῆς κτίσεως τὸν Δημιουργὸν καὶ βασιλέα τοῦ παντός. Ὅρα γὰρ μεθ᾽ ὅσης τῆς ἀποτομίας καὶ σφοδρότητος τὴν τιμωρὸν ἑπάγει ψῆφον κατ᾽ αὐτῶν ὁ φύσει φιλάνθρωπος· Τοὺς ἐχθρούς μου, φησὶν ἐκεῖνος, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου. Τί λέγεις; φρίττεις τὴν ψῆφον, καὶ φεύγεις τὴν σφαγήν; καὶ τοῦ διχάζειν ἀφίστασαι τὴν βασιλείαν τοῦ ἀγαθοῦ Θεοῦ; καὶ πρὸς ἐπιστροφὴν ὁρᾶς, ἐφ᾽ ᾧ τὴν Δεσποτικὴν ἀρχὴν ὁλόκληρον μὲν ὁμολογεῖν, καὶ τῶν σωμάτων δὲ καὶ τῆς ψυχῆς ἀναφέρεσθαι τὴν κυριότητα εἰς αὐτήν; ἢ μέχρι τοῦ παθεῖν, ἃ παθεῖν ἀθλιώτατον, καὶ οὗ μὴ ἔστι μηδὲ ῥήματι δηλῶσαι χαλεπώτερον, φιλονεικεῖς; Καὶ γὰρ οὐδ᾽ ἀποκτείνει μόνον, οὐδὲ τῆς παρούσης ἁπάγει ζωῆς, ἀλλὰ μετὰ τὸ ἀποκτιννύναι ἐν ἀτελευτήτῳ καὶ ἁδιαδόχῳ γεέννῃ πυρὸς, καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα τιμωρεῖσθαι παραπέμπει. Ἀλλὰ γὰρ ἐγώ σοι καὶ ἕτερα πλείονα, εἴτε βέλη βούλει, τιτρώσκοντα καὶ ἐξαφανίζοντα πολυτρόπως τε καὶ πολυμερῶς ἔτι τόσον ἀσεβὲς φρόνημα, εἴτε σωτήρια φάρμακα τῆς νόσου καὶ ἰάματα ἐκ τῆς αὐτῆς φιλανθρώπου καὶ παντοκρατορικῆς γλώσσης λαβὼν, ἂν ἄρα σοι τῆς ὑγείας ἔρως, ἀντὶ τοῦ κατακεῖσθαι τετραυματισμένῳ, περιγέγονε, προοίσω, καὶ πρὸς τὴν ἀπαλλαγὴν συναγωνίσομαι τοῦ νοσήματος.

Ἐκήρυσσε τὸν Χριστὸν ὁ Ἰωάννης μήπω τῆς χάριτος μετασχὼν, ἀλλ᾽ ἔτι τῷ νόμῳ παιδαγωγούμενος. Ἐκήρυσσε δὲ θεολογῶν μὲν αὐτὸν, οἷς τοῦ κόσμου τὴν ἁμαρτίαν αἴρειν ἅπασι διεμαρτύρατο, καὶ οἷς αὐτὸν Υἱὸν Θεοῦ καὶ ἐν πυρὶ καὶ ἐν ἁγίῳ βαπτίζοντα Πνεύματι, τουτέστι τῇ ἐμπύρῳ καὶ πρηστηρίῳ τοῦ Πνεύματος δυνάμει τὴν καταπεσοῦσαν ἡμῶν φύσιν ἀναχωνεύοντά τε καὶ ἀνακαινίζοντα ἐλευθέρᾳ φωνῇ ἀνεδίδασκεν. Ἐκήρυσσε δὲ καὶ τὸν Πατέρα, θεολογῶν τε αὐτὸν, καὶ ἐκ τῶν λίθων ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ τὴν ἰσχὺν ἀκώδωτον ἔχοντα. Καὶ τὸ Πνεῦμα δὲ, οἷς τε ἐξ οὐρανοῦ προελθεῖν ἐθεάσατο, καὶ οἷς ἐπὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ ἐπεφοίτησέ τε, καὶ ὡς ὁμοουσίῳ προσἕμενε, καὶ τό γε θεολογικώτερον, οἷς κοινωνὸν αὐτὸ τῆς ἐργασίας ἀνομολογεῖ, δι᾽ ἧς ἡ σωτηρία τοῦ κόσμου ἐπαῤῥησιάζετο. Καὶ γὰρ κοινὴν αὐτοῖς τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀνατίθησιν· εἴπερ ὁ μὲν αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, αὕτη δὲ τῷ παναγίῳ Πνεύματι καθαίρεταί τε καὶ ἀποσμήχεται. Καὶ γὰρ λαμπρῶς ἁνακέκραγεν, ὡς ὁ κόσμος, τῆς ἁμαρτίας τὴν ἐλευθερίαν δεχόμενος, καὶ τῆς σωτηρίας ἀξιούμενος, τῷ παναγίῳ Πνεύματι εἶτα καὶ πυρὶ βαπτιζόμενος, δι᾽ οὖ τὴν πυρφόρον καὶ δραστικὴν καὶ καθάρσιον τοῦ Πνεύματος ἰσχὺν ἔστιν ἐκμανθάνειν, τῆς τηλικαύτης εὐεργεσίας ἀπολαύουσιν. Ὧν δὲ τὸ ἔργον κοινὸν καὶ ἁμέριστον, καὶ τότε κόσμου ἀνακαινισμὸς καὶ ἀνάπλασις, πῶς οὐχ ἡ αὐτὴ μὲν τούτοις φύσις, ἡ αὐτὴ δὲ, ἰσχύς, ἡ αὐτὴ δὲ φιλανθρωπία καὶ πρόνοια; Οὕτω γοῦν ἐξ αὐτῆς ἑστίας θεολογῶν τὴν Τριάδα, καὶ τὸ τῆς θεολογίας φρικτὸν καὶ σεπτὸν μάθημα ἐν προθύροις τοῦ κηρύγματος ἀπαγγέλλων, ὃ μετὰ τὴν ἀνάστασιν τοῖς μαθηταῖς ὁ Σωτὴρ τηλαυγέστερον παρεδίδου, ἆρά σοι ἄλλοθεν ἐπιπνεῖσθαι ταῦτα καὶ λέγειν καὶ κηρύσσειν δόξειεν, ἢ ὡς νόμος ἀσύμφωνος ὑπάρχει τῇ χάριτι, ἢ ὡς ὁ ἐκ λίθων ἐγείρων τέκνα τῷ Ἀβραὰμ Θεὸς, οὐχ ὁ αὐτὸς Υἱὸν ἑαυτοῦ εἶναι καὶ ἀγαπητὸν, τὸν Σωτῆρα τοῦ κόσμου πᾶσιν ἐτράνωσεν; Εἰ δὲ οἱ ἐν τῷ νόμῳ τῆς χάριτος κήρυκες καὶ ὁ νομοθέτης Θεὸς, ὁ πᾶσαν τὴν Παλαιὰν διαθέμενος, τὸν ἀγαθὸν Θεὸν καὶ Λυτρωτὴν τοῦ κόσμου Υἱὸν ἴδιον ἀνεκήρυξε, καὶ τότε βαπτιζόμενον ἐν τῷ ὕδατι, πῶς οὐχὶ καὶ τὰ ἐν τῷ νόμῳ πάντα καὶ τὰ ἐν τῇ χάριτι τῆς αὐτῆς εἰσι προνοίας καὶ δημιουργίας καὶ ἀγαθότητος ἔργα καὶ διατάγματα;

Συνεπισκόπει δὲ καὶ ὅσοις τὸν Ἰωάννην ἐγκωμίοις ὁ Σωτὴρ στέφει, κρείττω μὲν ἐπιψηφιζόμενος χρημάτων, πάσης δὲ περιγείου δόξης ὑπεριδρουμένον, στεῤῥὸν δὲ τὴν ἐπὶ τῇ πίστει κρίσιν, καὶ ἁπλῶς τὴν ἐπ᾽ ἀγαθοῖς πᾶσι γνώμην ἀκλόνητον. Τούτοις δὲ αὐτὸν ἀνακηρύξας, ὅρα πῶς ἐπὶ μείζω τὸν ἄνδρα ἐπαίρει, καὶ τῶν ἐν γεννητοῖς γυναικῶν οὐδένα τίθησιν ἐξισούμενον, ἀλλὰ κατὰ πάντων τὸ πρεσβεῦον φέροντα. Εἶτα πρὸς ἀρετὴν αὐτὸν οὕτως ἀνυψώσας καὶ προφήτην ἁποκαλεῖ, καὶ προφήτου περισσότερον· προφήτην μὲν, ἵνα δείξῃ τὸ τῶν προφητῶν ὄνομα καὶ τὴν χρείαν τοιούτοις ἔργοις καὶ ἀξιώμασιν, ἃ τῆς ἀγαθότητός ἐστι δῶρα, προσαρμοζόμενον. Προφήτου δὲ περισσότερον, ὅτι τὴν ἴσην ἐκείνοις χάριν λαβὼν τοῦ προορᾶν τὰ ἐσόμενα, πλέον εἴλκυσε τὸ καὶ τὸν προφητευόμενον ἰδεῖν, καὶ τὸ καταξιωθῆναι ὕδατι βαπτίσαι τὸν πυρὶ καὶ Πνεύματι ἁγίῳ τὸν κόσμον βαπτίζοντα, καὶ τῶν ἁμαρτημάτων καθαίροντα. Ἆρα οὖν ἡ χάρις τῷ νόμῳ διαμάχεται; ἢ οὐ πολλή, τίς ἔστιν ἐν αὐτοῖς συμφωνία καὶ συνάφεια; Πῶς δ᾽ εἴπερ ἦν ὁ Ἰωάννης ἄλλης ἀρχῆς, ὁ τῆς χάριτος νομοθέτης ταῦτα προσεμαρτύρησεν αὐτῷ, ἃ ὀλίγοις ἔστιν εὑρεῖν, καὶ ταῦτα τοῖς ἐκλεκτοῖς τῶν ἐν τῇ χάριτι κατορθούμενα; Πῶς δ᾽ ἂν ἠνέσχετο, Παῖς ῶν ἀγαθὸς ἀγαθοῦ Πατρὸς, καὶ πηγὴ ἀγαθότητος, τῇ νομικῇ καὶ χειρὶ καὶ φωνῇ, ἃ οἱ ἀποστάται τῇς ἀντικειμένης ἔργον τολμῶσι λέγειν καὶ πρόσταγμα, τὴν ἄχραντον αὐτοῦ κεφαλὴν ὑποκλῖναι, καὶ τὸ ἐξ ὕδατος ὑποστῆναι βάπτισμα (ὢ γλώσσης ἰὸν ἀσπίδος προχεούσης!), οὐκ ὄντος τοῦ ὕδατος τῆς τοῦ Ἀγαθοῦ δημιουργίας;

Ἀλλὰ γὰρ τί τὸ μεῖζον, οὐ λέγω. Ἔστι δὲ τὸ αὐτὸ τῷ τε λέγοντι χωρὶς φρίκης εἰπεῖν ἀπορώτατον, καὶ καθ᾽ ὧν ἡ πλάνη χορεύει, σφοδρότατόν τε καὶ τμητικώτατον, καὶ ὅσον ῥηθῆναι χρειωδέστατόν τε καὶ σεβασμιώτερον. Γεγέννηται μὲν γὰρ ὁ τοῦ ἀγαθοῦ Πατρὸς ἀγαθὸς Υἱὸς ἐκ παρθενικῶν λαγόνων διὰ τὴν τοῦ κόσμου σωτηρίαν, καὶ σάρκα τὴν ἡμετέραν ἐκ τῶν ἀχράντων ἑαυτῷ διαπλάσας αἱμάτων ἐχρημάτισεν ἄνθρωπος. Καὶ τοῦτο τοῖς μὲν πάλαι τῶν ἀσεβῶν παρεγράφετο, τοῖς δὲ ἐκεῖθεν φυεῖσιν, οὐκ οἶδ᾽ ὅπως ἔργῳ τὴν ἄρνησιν ἀγαπῶσι, τῆς ἐν λόγοις τιμῆς οὐκ ἐκβάλλεται. Καὶ γὰρ σεμνολογουμένους ἔνεστιν αὐτοὺς ὁρᾶν, οἷς τε τὰς εὐαγγελικὰς Γραφὰς τιμᾶν ἰσχυρίζονται, καὶ οἷς τὸν Ἀπόστολον καὶ θεοφόρον Παῦλον τοῦ οἰκείου φρονήματος δογματιστὴν καὶ διδάσκαλον καταψεύδονται. Σάρκα τοίνυν προσλαβόντος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· (καὶ γὰρ ὁ τῆς βροντῆς ἀνακέκραγεν Υἱός· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Καὶ τοῦ Ἰησοῦ Χριστοῦ τὴν γέννησιν ἄλλος πάλιν τῶν εὐαγγελιστῶν ἀναγράφει ἐκ Πνεύματος ἁγίου γεγονέναι, καὶ τεκεῖν τὴν Παρθένον, τὸν Υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ καλέσαι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·) ὁ δὲ τούτοις ὢν ὁμόχορος καὶ συνθιασώτης, οὐ τὸν ἄληπτον τόκον μόνον ἀπαγγέλλει, ἀλλὰ καὶ τὸν ἀπόῤῥητον καὶ προηγησάμενον ἐπὶ μέρους τρόπον, καθ᾽ ὃν ἐκυοφορήθη, καὶ ὡς τεχθέντα τὸν Υἱὸν αὑτῆς τὸν πρωτότοκον ἐσπαργάνωσεν ἡ Παρθένος καὶ ἐν τῇ φάτνῃ ἀνέκλινε· καὶ ὡς Σωτὴρ ἐτέχθη τῷ κόσμῳ Χριστὸς Κύριος ἐν πόλει Δαβὶδ, τῶν ἀγγέλων ὁ δῆμος ἀνύμνησε. Καὶ πρός γε τούτοις· (ὃ τοὺς φαντασιαστὰς τοῦ μυστηρίου, τὴν χάριν εἰς λῆρον ἀπάγοντας, ἔτι μᾶλλον ἐπιστομίζει καὶ καταισχύνει, μεθ᾽ οὓς καὶ τὴν ἐκείνων ἀποσπάδα, καθ᾽ ἧς ὁ λόγος κεκίνηται·) τούτους οὖν ὑφὲν ἀποῤῥαπίζων καὶ καταστρεφόμενος, καὶ τὴν κατὰ τὸν νόμον περιτομὴν τῆς σαρκὸς ὑποστῆναι τὸν τεχθέντα Σωτῆρα ἡμῶν ἐκδιδάσκει, ἡνίκα καὶ τὴν Ἰησοῦ προσηγορίαν κἂν τῷ παρόντι μέρει τὰς Μωσαῖκὰς ἐντολὰς πληροῦντα συμπαραδίδωσι δέξασθαι. Τῆς δὲ τοῦ Λόγου ἐνσωματώσεως ἢ σαρκώσεως καὶ ἑνανθρωπήσεως οὕτω περιφανεστάτης οὔσης (ἀλλὰ μέχρι τούτων κατὰ ῥοῦν τε ὁ λόγος ἡμῖν καὶ δι᾽ ἡδονῆς καὶ χαρίτων ἐφέρετο, τὸ δὲ ἐντεῦθεν ἴλεγγός τε καὶ δέος προσίσταται. Πλὴν εἰπεῖν ἀνάγκη καὶ ἀγωνίας πληρούμενον, ἃ παρελθεῖν ὁ τῆς πλάνης ἔλεγχος οὐκ ἐᾷ), πότερον, ὦ τολμῶν σὺ τὰ ἀτόλμητα, τοῦτο δὴ τὸ Κυριακὸν σῶμα τῆς φαύλης ἂν θείης ἀρχῆς, ἢ τὸν ὅγκον εὐλαβηθήσῃ τοῦ δυσσεβήματος; Εἰ μὲν γὰρ καὶ σὲ τρόμος ἔχει καὶ φόβος κατέλαβε, ἀφαιρήσεις αὐτὸ πάντως τῆς πονηρᾶς καὶ πλάσεως καὶ ἀρχῆς, μᾶλλον δὲ τῆς σῆς βλασφημίας, καὶ σαυτοῦ τὴν τόλμαν ταύτην συναποσκευάσασθαι πολλὴν ἐπιδείξεις τὴν σπουδήν. Εἰ δὲ καὶ πρὸς τὴν θείαν ὀργὴν καὶ τῶν λογισμῶν τὴν κρίσιν καὶ κατάγνωσιν καὶ τὴν εἰς ἀνθρώπους αἰδὼ τὴν σὴν ἀντανασχεῖν ἐπωρώθης γνώμην, πῶς, εἰπὲ, τὸ Πονηρὸν συνήφθη τῷ Ἀγαθῷ, καὶ πῶς ὑπέστη ὁ ἀγαθὸς Θεὸς διὰ τοῦ Πονηροῦ τὴν τοῦ κόσμου σωτηρίαν καταπράξασθαι, καὶ τὸ θαυμασιώτερόν τε καὶ φρικωδέστερον, τῷ θρόνῳ συνεδριάζει τῷ πατρικῷ; τοῦτο γὰρ ὁ τῶν ἀποῤῥήτων μύστης καὶ μυσταγωγὸς ἐδιδάξατο. Ἢ γοῦν τούτων ἁπάντων οἰκειώσῃ τὴν ἐξάρνησιν, ὡς ὁ Λόγος οὐ σεσάρκωται, οὐ προῆλθε τῷ κόσμῳ διὰ γεννήσεως ἐν τῷ τόκῳ, οὐ γένος διέσωσεν, οὐ τὸ προσληφθὲν σῶμα τῷ πατρικῷ θρόνῳ συγκαθιδρύσατο· ἢ ταῦτα λείπεται μὴ ἑξαρνούμενον, ἀρνεῖσθαί τε τὴν ἀγαθότητα τοῦ Θεοῦ, εἰς κακίαν τῇ συναφῇ καθυβρίζοντα. Καὶ δὴ κἀκείνην, ὅτε μηδὲ τὸ σὸν ἔχειν σοι καταλείπεται, εἰς ἀγαθότητα μεταβάλλουσαν· καὶ ἦν ἄν σοι, θεομαχεῖν πάντως ἠρημένῳ, κουφοτέρα μᾶλλον τῶν προτέρων ἢ τῶν δευτέρων δυσσεβημάτων ἡ αἵρεσις. Καὶ γὰρ ἦν ποτε τοῖς μὲν οὐκ εἰδόσι τὰ πρότερα οὐδὲ διὰ τὸ μήπω παρεῖναι τιμῶσιν, οὐδὲ μιᾶς ἐπαφιεμένη δυσσεβείας εἴσπραξις. Ἀπάγειν δὲ τὴν τοῦ Θεοῦ ἀγαθότητα πρὸς κακίαν, ἢ ταύτην σεμνύνειν τῇ μετουσίᾳ τῆς ἀγαθότητος, οὐδεὶς οὐκ ἔστιν αἰὼν ὃς μὴ τὴν τιμωρίαν ἁπαραίτητον τοὺς ἐλομένους οὐκ εἰσπράττεται.

Τηλικούταις δὲ κακοῖς τῆς τόλμης καὶ τῆς ἀσεβείας πανταχόθεν τοὺς ἐραστὰς περιστοιχιζούσης, οἱ δὲ πρὸς τῷ μὴ τῆς πλάνης ἀναφέρειν, ἀλλά γε καὶ κόρον ὥσπερ τοῦ θεομαχεῖν λαβεῖν τινα δεδιότες, καὶ δευτέρᾳ βεβῃλώσει τὴν τοῦ Ἀγαθοῦ καθυποβάλλουσι φύσιν. Τῆς γὰρ αὐτοῦ διαθήκης τὴν ἀρχαιοτέραν καὶ τοὺς ἐν αὐτῇ διαπρεπῶς πολιτευσαμένους εἰς τὴν τῆς πονηρᾶς ἀναρτῶντες ἐξουσίαν τε καὶ θεραπείαν, ἐπείπερ καὶ Δαβὶδ καὶ Ἀβραὰμ, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, τῆς αὐτῆς χοροστασίας ὑπῆρχον, δῆλον ὡς διπλῇ βεβηλώσει τὸν τῶν ὅλων καταστίζουσι Δεσπότην· μιᾷ μὲν ὅτι πονηρᾶς ἀποφαίνουσιν, ὃ προσείληφε σῶμα, δημιουργίας· δευτέρᾳ δὲ, ὅτι μὴ ἐξ ἄλλου γένους, ἀλλ᾽ οἷς ὁ βίος ἡ παρ᾽ αὐτῶν προπηλακιζομένη κατὰ νόμου λατρεία. Καίτοιγε εἰ κακίας ἔργον τῷ Ἀγαθῷ, πῶς ἂν εἴη τοῦτο ἀπαραίτητον προσλαβεῖν; τίς ἀτοπίας καταλείπεται ὑπερβολὴ τῷ καὶ διπλαῖς ἐνεχομένῳ αἰτίαις; Τὸ μὲν γὰρ τὸ οἰκεῖον πλάσμα, πρὸς ἁμαρτίαν ἀποῤῥυὲν, διὰ τῆς προσλήψεως ἀνασώσασθαι, τῆς ἄκρας ἦν προνοίας καὶ ἀγαθότητος. Τὸ δὲ τὸ ἀλλότριον ὑπελθεῖν καὶ ταῦτα φύσει καὶ διχόθεν ἀντανιστάμενον πρὸς ἀλλοτριότητα, πῶς οὐχὶ καὶ τῆς προνοίας καὶ τῆς ἀγαθότητος οὐκ εἰς τὸ ἐναντίον περιτρέπει τὸ ἀξίωμα; Οὕτως οὐκ ἔστιν ὅλως, οὐκ ἔστιν οὔτε τῶν τὸ σῶμα λεγόντων, οὔτε τὴν Μωσαϊκὴν νομοθεσίαν τοῦ Πονηροῦ, οὔτ᾽ ἐμμανέστερον οὐδὲν, ἀλλ᾽ οὔτε μιαρώτερον, οὔτ᾽ ἀθεώτερον. Ἄλλως τε δὲ, εἰ τὰ σώματα πλάσεώς ἐστιν ἐναντίας, ἀλλ᾽ οὐχὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τῆς μιᾶς θεότητος καὶ ἐξουσίας, πῶς τῶν ἀλλοτρίων καὶ φαύλων σωμάτων, ὅτι Φαύλου ποιήματα, τὰς νόσους ἐλαύνων ὁ ἀγαθὸς Θεὸς τὰς παραδόξους ἀντεισῆγε θεραπείας; Οὐδὲν γὰρ τοῦτο ἀλλ᾽ ἢ συγκροτεῖν τὸ ἔργον, οὐ καθελεῖν παρεγένετο τὴν τυραννίδα, καὶ αὔξειν τὸ κράτος τοῦ τὴν ἐξ ἀρχῆς ἀποστασίαν ἐπανῃρημένου. Οὐ μὴν ἀλλὰ καὶ εἰ τὰ βλαστήματα τῆς γῆς, οὐ τῆς ἀγαθότητος ἀρχῆς, πῶς τοὺς ἄρτους, ἃ ἐκ τῶν ἀλλοτρίων σπερμάτων ἐζυμώθη, αὐτός τε (ὢ βαθείας μέθης!) προσεφέρετο, δυνάμενος μάλιστα ἐκ μὴ ὄντων ἑαυτῷ τροφὴν παρασκευάσαι; Ὁ δὲ καὶ τούτους πληθύνων ἔτρεφε χιλιάδας, ὕλην τῆς θαυματουργίας τὴν τοῦ Πονηροῦ παραλαμβάνων κτίσιν, καὶ κοινωνὸν ποιῶν τῆς ὑπερφυοῦς εὐεργεσίας τὸν Ἀντικείμενον, ὥσπερ οὐκ ἐξὸν αὐτῷ ἐξ ἑτέρας ἐνεργουμένης τρέφειν ὕλης ἑαυτόν τε, καὶ τοὺς, ὅσοι τοῖς αὐτοῦ προσανεῖχον καὶ κατηρτίζοντο ῥήμασιν. Καὶ τῶν ἐν τῷ νόμῳ δὲ βεβιωκότων οἱ φύλακες, εἰ μὴ τῆς ἀγαθουργοῦ Θεότητος ὑπῆρχον θεράποντες, πῶς τοὺς μαθητὰς μάτην ἐγκαλουμένους ὑπὸ τῶν διυλιζόντων μὲν φαρισαίων τοὺς κώνωπας, καταπινόντων δὲ τὰς καμήλους, ὅτι πεινῶντες τοὺς στάχυς ἐν τῷ Σαββάτῳ ἔτιλλόν τε καὶ ἤσθιον, τὴν τοῦ σώματος παραμυθούμενοι ἔνδειαν δι᾽ ἐκείνων, κρείττους τε τῆς αἰτίας ἀπέφαινε, καὶ ἀπέλυε τοῦ ἐγκλήματος, τὸν Δαβὶδ εἰς συνηγορίαν καὶ βοήθειαν προτείνων, καὶ τοὺς ἱερεῖς τοὺς κρεανομοῦντάς τε καὶ ξυλοκοποῦντας ἐν τῷ Σαββάτῳ, καὶ τότε διὰ τῆς ἱερᾶς ὑπηρεσίας, ἐφ᾽ ᾗ μᾶλλον ἔδει σώζεσθαι τὸν νόμον, τῆς ἐργασίας προϊούσης;

Τίς δ᾽ ἂν σαφέστερος ἔλεγχος ἢ δυνατώτερος, ὅτι μηδενὸς τῶν ἐπιγείων ὁ Πονηρὸς δεσπόζει, τῶν αὐτοῦ ῥημάτων ἐκείνου, δι᾽ ὧν ἑαυτῷ τὴν κτίσιν ὑποβαλλόμενος, ὅτε κρυπτομένῳ καὶ λανθάνοντι τῷ δημιουργῷ τῶν ὅλων· καὶ δεσπότῃ ἐπιπειράσαι προδἰὼν, καὶ τὰς ἐπιγείους βασιλείας πάσας, καὶ τὴν δόξαν αὐτῶν ἐπιδεικνὺς, ἔλεγε· Ταῦτα πάντα σοὶ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι; Εἰ γάρ ἐστι ψεύστης, καὶ οὐδέποτε ἐν τῇ ἀληθείᾳ ἕστηκε· (τοῦτο γὰρ ἡ ἐνυπόστατος ἡμᾶς ἐδίδαξεν ἀλήθεια), καὶ οὐκ ἔστιν οὐδεὶς ὅλως τῶν ὁμολογούντων Χριστὸν, ὃς ἂν τολμήσειε τὴν τοιαύτην φωνὴν παραγράψασθαι· πῶς οὐ πάντων ἐστὶ φανερώτερον, ὡς οὐδενὸς τῶν ἐπιγείων κτισμάτων ὁ τοῦ ψεύδους δημιουργὸς ἄρχει, οὐδ᾽ ἐστὶν αὐτῶν ποιητὴς, πλήν γε τῶν θελημάτων ἐκείνων καὶ πράξεων, ὧν αὐτός ἐστιν ὑποσπορεὺς καὶ ὧν τοὺς λογισμοὺς μετεπλάσατο αὐτὸν ἐπιγράφειν κτίστην καὶ δημιουργὸν, οὐχ ὅτι αὐτῶν τὴν ψυχὴν ἐκ μὴ ὄντων, ἢ τὸ σῶμα παρήγαγεν, ἀλλ᾽ ὅτι αὐτὸν ἑαυτοῖς οὗτοι παρηνέχθησαν κύριον ἐπιγράψασθαι; Ὥστε ὅπερ τινὲς τῶν ἀπὸ τῆς πλάνης εἰς παράστασιν τοῦ οἰκείου προβάλλονται δυσσεβήματος, ὅτιπερ ἄρχει τῶν ἐπιγείων ὁ Πονηρὸς, τοῦτο αὐτοῖς εἰς τὸ μηδενὸς αὐτῶν περιέστραπται μετέχειν τῆς ἀρχῆς. Ψεύστης γὰρ ὦν καὶ ψεύδους ἀρχηγὸς αὐτὸς ἀνεῖπεν ἑαυτῷ τῶν ἐπιγείων ἔχειν τὴν ἀρχήν. Ἀλλὰ γὰρ εἰ τὰ σώματά ἐστι τοῦ Πονηροῦ, πῶς οἱ μαθηταὶ τὸ ἅλας ἔσονται τῆς γῆς; Πῶς δὲ τὸ φῶς τοῦ κόσμου; ἐξ ἡμισείας γὰρ καὶ ἀλίσουσι καὶ φωτίσουσι, μᾶλλον δὲ οὐκ ἐξ ἡμισείας. Καὶ γὰρ καὶ τὰ ἡμίση πάλιν τοῦ ἀνθρωπίνου συγκρίματος, ἀλλ᾽ οὐχ ὅλον ποθὲν τὸν ἄνθρωπον. Ἀνεπίδεκτον γάρ ἐστι τὸ πλάσμα τοῦ Πονηροῦ ἀλισθῆναι, ὥστε μὴ πρὸς σαπρίαν τινὰ κακίαν ἀποκλῖναι, ὅλον αὐτὸ τοιαύτη πεφυκὸς σαπρία. Καὶ μὴν καὶ ἀνεπιτήδειον ὑποδέξασθαι τὰς τοῦ φωτὸς μαρμαρυγὰς, μάλιστά γε τῆς πλάνης συνυποβαλλούσης, καὶ τοὺς ταῦτα καταπράττεσθαι· κεχειροτονουμένους τὴν ἰσχὺν οὐκ ἔχειν, ἅτε δὴ τοῖς ἴσοις αἰτιάμασιν ἐνεχομένους. Ὅτε δὲ αὐτὸς ὁ Σωτὴρ λαμπρῶς ἀνακράζει· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι· πῶς οὐ δέδοικε τὸ ἀναίσχυντον τῶν ἀσεβῶν φρόνημα τὸν νόμον καὶ τοὺς προφήτας πονηρᾶς λέγειν προελθεῖν ἀρχῆς, καὶ ταύτην διὰ βίου τεθεραπευκέναι; Εἰ γὰρ πληρωτής ἐστιν ὁ Σωτὴρ ἡμῶν τοῦ νόμου καὶ τῶν προφητῶν, εἴη δὲ αὐτοῖς τὸ ἑπόμενον βλάσφημον περιτρεπόμενον εἰς τὰς κεφαλὰς, δυοῖν θάτερον, ἢ τὴν πονηρὰν μεταπλάττουσιν εἰς τὴν φύσιν τοῦ ἀγαθοῦ, ἢ τὸ ἀνάπαλιν, μένουσαν ἐν τῇ ἰδίᾳ τῆς κακίας περιγραφῇ, ἐκούσιον ὑπηρέτην ταύτης γενέσθαι, καταδικάζουσι τὸν διὰ πολλὴν ἀγαθότητα, καὶ τῆς ἐν ἀνθρώποις τῶν παθῶν τυραννίδος παραγεγονότα καθελεῖν αὐτήν. Τὸ δὲ, Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται, τίνα μὲν βεβαιώσεως ὑπερβολὴν ἀπολείπει τινί; πῶς δ᾽ οὐ τὴν τῆς πλάνης σαλπίζει καταστροφὴν, ἢ τὰ τῶν ἀσεβῶν οὐκ ἐμφράττει ἀπύλωτα στόματα, κἂν ὑπ᾽ ὀδόντα φιλονεικῶσιν ἔτι παραφθέγγεσθαι τὸν νόμον καὶ τοὺς προφήτας εἶναι τοῦ Πονηροῦ;

Ὅταν δὲ τὸν εὐαγγελιστὴν ἀκούσῃς τὴν τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ ἄφραστον ἐπιδημίαν, καὶ τὰς ὑπὲρ λόγον πράξεις ἀπ᾽ αὐτῆς ἀρχῆς εἰς τοὺς προφήτας ἀναφέροντα, πῶς οὐκ αἰδώς σε λαμβάνει καὶ μετάνοια, ἀνθ᾽ ὧν ἐνυβρίσαι παρηνέχθης, οὓς ἀναγράφει τὰ ἱερὰ Λόγια, τηλικούτου φιλανθρώπου μυστηρίου κήρυκάς τε καὶ ἐκφάντορας, καὶ ὧν αἱ προφητεῖαι τοῦ Εὐαγγελίου θεμέλιος; Ἀρχὴ γὰρ, φασὶν, τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς γέγραπται ἐν τοῖς προφήταις· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδὸν σου ἔμπροσθέν σου. Τίς δ᾽ ἀπέστελλε κατασκευάζειν τὴν ὁδὸν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ, εἰ μὴ ὁ ἀγαθὸς Πατὴρ, ὃς διὰ τῶν ἐν τῷ νόμῳ θεραπόντων αὐτοῦ τὴν μέχρι σαρκὸς καὶ αἴματος τοῦ Υἱοῦ κένωσιν ἔσεσθαι πολλοῖς χρόνοις προεθέσπιζεν; Ἐπὶ τέλει δὲ τῶν αἰώνων καὶ τὸν ἄγγελον αὐτοῦ τὸν Ἰωάννην ἀπέστελλε λέγοντα· Ἐτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Τοῦ δὲ ὕδατος, ἐν ᾧ καταδεδυκὼς ὁ φιλάνθρωπος Ἰησοῦς πᾶσαν δικαιοσύνην ἐπλήρωσε, πῶς ὅλως ψαῦσαι, μὴ ὅτι γε καθόλου ἐν αὐτῷ βαπτισθῆναι, ἠνέσχετο, καὶ καθαρσίου δυνάμεως καὶ ἁγιαστικῆς, μεταδοῦναι χάριτος, εἰ μὴ τῆς αὐτοῦ δημιουργίας, ἀλλὰ τῆς ἀντικειμένης ἐτύγχανε δημιούργημα; Καὶ ταύτην τὴν χάριν οὐ παρὼν μόνον τῷ σώματι πηγάζειν ἐδωρεῖτο, ἀλλὰ καὶ εἰς τοὺς ἐφεξῆς ἅπαντας αἰῶνας δι᾽ αὐτοῦ τὴν ἀνάπλασιν καὶ ἀναγέννησιν εὑρίσκειν τοὺς σωζομένους ἐνεργείᾳ τοῦ παναγίου Πνεύματος ἐχαρίτωσεν, ὡς ἀθάνατον αὐτῷ παρακολουθεῖν τὴν δωρεὰν τοῦ χαρίσματος. Ἄξιός δὲ πάλιν τῆς ἐπιφανείας τοῦ ἀγαθοῦ Θεοῦ γεγονὼς ὁ Ἰωάννης, καὶ προφήτου περισσότερος, καὶ μείζων τῶν ἐν γεννητοῖς γυναικῶν ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἀναγορευθεὶς, πῶς ὑπέστη νομικῆς ἐντολῆς ὑπερμαχεῖν, καὶ τότε πρόδρομος τῆς χάριτος ἀποσταλείς; Ὁ δὲ οὐ μόνον ὑπὲρ τῆς ἤδη παυομένης, οὕτως ἤδει ταύτην Θεοῦ δῶρον, τὸν ἀγῶνα προθύμως μετήρχετο, ἀλλὰ καὶ μέχρι τοσούτου, ὥστε καὶ τὴν ἑαυτοῦ ζωὴν δευτέραν ἄγειν, τῆς περὶ αὐτὴν φυλακῆς. Τὸ γὰρ ἐλέγχειν τὸν Ἡρώδην, ὡς Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, πόθεν λαβὼν ἐπετίμα, ἢ τίνος ὑπαρασπίζων νομοθεσίας τὸν ἔλεγχον προσῇγεν τῷ βασιλεῖ; Οὐχ ὁρᾶς, πόσον ἀπεῖχεν ὑβρίζειν τὰς νομικὰς ἐντολὰς ὁ τῆς χάριτος πρόδρομος, καὶ τὸν τῆς χάριτος νομοθέτην βαπτίσαι καταξιωθείς; Εἰ δὲ μὴ τῆς αὐτῆς ἦσαν θείας καὶ ἀγαθουργοῦ ἑπιπνοίας τὰ Μωσαϊκὰ παραγγέλματα, πῶς ὁ αὐτὸς τῆς χάριτος ὑπηρέτης οὐδ᾽ ἐκείνων τὴν ὁλιγωρίαν ὑπέμενεν, ἀλλ᾽ ἦν αὐτῶν σφοδρὸς ζηλωτὴς καὶ διάπυρος ἐκδικητής; μάλιστά γε τοῦ Σωτῆρος διακεκραγότος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ Μαμμωνᾷ. Καὶ μὴν εἰ δύο κυρίων ἀντικειμένων ὁ νόμος καὶ ἡ χάρις, ἀλλὰ μὴ τῆς μιᾶς ἀγαθότητός τε καὶ μοναρχίας, πῶς οὖ μηδεὶς ἐν ἀνθρώποις μείζων, δυσὶ δουλεύων ὥφθη κυρίοις κατὰ τὴν ἄθεον γλωσσαλγίαν; Ὡσαύτως δὲ καὶ τῶν πρὸ αὐτοῦ προφητῶν ἡ ὁμήγυρις. Τὸ γὰρ ὅτι καὶ αὐτὸς ὁ Σωτὴρ τὸ πατρικὸν ἑπλήρου ἐνανθρωπήσας θέλημα, καὶ ὡς οὐκ ἦλθε καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, διὰ τὴν τῆς ἀθεότητος ὑπερβολήν, οὐκ ἂν ὑποσταίην σαφέστερον ἀναπτύξασθαι.

Πλὴν τόγε ἄῤῥητον, ὡς οἷον τέ ἐστι, καὶ ἐφ᾽ ὅσον μὴ παντελῶς χαρίσασθαι τοῖς ἐχθροῖς ἐκφυγὼν, τὸ μετ᾽ ἐκεῖνο δεύτερον ἐρῶ. Ὡς ὁ Ἰωάννης τῇ τε τοῦ νόμου διαγνώσει καὶ τῆς χάριτος ὑπηρετούμενος, ναὶ δὴ καὶ τὸ σύνταγμα τῶν πρὸ αὐτοῦ προφητῶν ἀφύκτοις ἐλέγχοις τοὺς ἀσεβεῖς στηλιτεύουσι τὴν ἐνυπόστατον ἀλήθειαν εἰς ψεῦδος διασύρειν, καὶ μαχομένοις νομοθέταις τὰς ἐντολὰς διασχίζοντας τῇ τῶν προτέρων διαβολῇ, κἂν οὔπω γυμνῇ τῇ κεφαλῇ τεθαρρήκασιν, οὐδὲν ἔλαττον ἑαλωκότας (τί γὰρ ἂν ἐκ ψεύδους οὐ φαῦλον προέλθοι;) συνεξορχεῖσθαι καὶ ἐκ τῆς χάριτος. Εἰ γὰρ τῆς χάριτος μὲν ὁ ἀγαθὸς Δεσπότης νομοθέτης, ἓν δὲ αὐτοῦ τῶν δογμάτων καὶ τὸ, μηδένα δύνασθαι δυσὶ κυρίοις δουλεύειν, ἐν ἑκατέρᾳ δὲ μερίδι δεδουλεύκασιν οἱ προειρημένοι, ἄλλον δὲ Κύριον τοῖς Μωσαϊκοῖς ἐφίστησιν ἡ ἀποστασία· πῶς οὐκ ἐν τῷ προπηλακισμῷ τοῦ νόμου, εἰ καὶ διὰ μέσων παραπετασμάτων, οὐ συμπροπηλακίζουσι καὶ τὴν χάριν; Οὕτω γὰρ (καίπερ οὐ φορητὸν οὐδ᾽ ἐπ᾽ ἐλέγχῳ λέγειν τῆς ἀσεβείας, ὅμως ἀνεκτότερον), ψεύδους αὐτὴν διαθήκην ἀποφαίνοντες εἶεν. Ἀλλὰ τί κἂν τις ὑπέκρουσεν· Εἴπερ ἀγαθὸς, μὴ κατὰ νόμον νῦν οἱ τῆς χάριτος βιοῦμεν; Ἀλλὰ σοῦ μὲν χάριν οὐδὲν ἀπαιτεῖ προσειπεῖν. Τί γὰρ ἔτι σοι δυσσεβοῦντι διηπόρηται, ἐγὼ δὲ μὴ λύειν ἐλοίμην; Ἆρα κουφότερον ἀσεβήσεις, ἢ τὴν ἀνύβριστον ἀγαθότητα καθυβρίζων κερδανεῖς τὴν ὕβριν, ἢ μετριώτερον ἀπαλλάξεις; Καίτοιγε αὐτὸ τῆς ἀπορίας τὸ πρόβλημα οὐδὲν ἔλαττον τὴν ἀποστασίαν διελέγχει· οὕτω πανταχόθεν καὶ διὰ τῶν ἐναντίων τῆς ἀληθείας ἀστράπτει τὸ κράτος. Εἰ γὰρ, ὅτι μὴ τοῖς ὑπὸ τὴν χάριν πράττεται, εἰς ὑπόνοιαν ὁ νόμος, ὅτι μὴ συμφωνεῖ τῇ ἀγαθότητι, περιάγεται· πόσης ἀγαθότητος οὐκ ἀνακηρύττεται μέτοχος τῷ τὸν ἀγαθὸν Θεὸν ἐλθεῖν, οὐ καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι; Καὶ πρὸς μὲν τοὺς ἀποστάτας οὐδὲν ἐπενεγκεῖν δεῖ πλέον. Τῶν δὲ εὐσεβῶν ἕνεκα, καὶ μυεῖσθαι καὶ μυσταγωγεῖν τὰ τῆς χάριτος οὐκ ἀναξίων, ῥᾷον καὶ σαφὲς εἰπεῖν, ὅτι διὰ τοῦτο μὴ κατὰ τοὺς πάλαι νόμους πολιτευόμεθα, διότι παραγεγονὼς πάντα πεπλήρωκεν ὁ Χριστὸς, χάριν μὲν ἀντὶ τῆς διὰ Μωσέως χάριτος παρασχὼν, ἀντὶ δὲ τῶν ἐν τοῖς ἁγίοις ἀντιτύπων ἁγίων, αὐτὰ τὰ προδιατυπούμενα ἁγίων Ἅγια, ῶν τὸ μὲν Παῦλος, τὸ δὲ Ἰωάννης θεολόγων ἑκάτερος ἀνακέκραγεν. Ὥστε μᾶλλον νῦν, εἴτις ἐβίου κατ᾽ ἐκείνους, ἠλέγχετ᾽ ἂν ἀπαρνεῖσθαι τολμῶν, μὴ πάντα πεπληρωκέναι τὸν πληρωτὴν τοῦ νόμου Χριστόν. Ἀλλὰ γὰρ ἐπανιτέον, ὅθεν ἡ τοῦ λόγου φορὰ πρὸς τὸ ἀκόλουθον ἁρμοζομένη παρήνεγκε φέρουσα. Εὐλαβεῖσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ Ἱεροσόλυμα, ἀλλὰ καὶ αὐτὰς τὰς τρίχας, ὁ τῆς χάριτος παρακελεύεται νομοθέτης, καὶ τοσοῦτον, ὥστε μηδ᾽ ὅρκῳ ταῦτα καθυποβάλλειν, καὶ τὸν μὲν οὐρανὸν θρόνον ἀνακηρύττει τοῦ Θεοῦ, ὑποπόδιον δὲ τὴν γῆν. Πάλιν δὲ, τὰ Ἱεροσόλυμα πόλιν τοῦ αὐτοῦ Θεοῦ καὶ μεγάλου Βασιλέως. Εἰ οὖν τῆς κτίσεώς ἐστι ταῦτα τοῦ ἀγαθοῦ Πατρὸς, ὡς ὁ πάντα τὰ τοῦ Πατρὸς εἰδὼς Υἱὸς ἐβεβαίωσε· πῶς οὐχὶ πρὸ τῆς κατὰ τῶν κτισμάτων ὕβρεως κατ᾽ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τοῦ Πατρὸς αὐτοῦ, ἐν ᾧ πονηρᾶς ἀρχῆς οἱ ἀποστάται τὴν αὐτῶν κτίσιν ἀναρτῶσι, μεμηνότες οὐχ ἀλίσκονται;

Σὺ δὲ καὶ βαθύτερον αὐτῶν τῆς δυσσεβείας, ὅρα τὴν τόλμαν καὶ τὴν ἀπόνοιαν. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον, τὴν μυστικὴν τελῶν ἡμῖν καὶ παραδιδοῦς ὁ Σωτὴρ, αὐτὸς μὲν παρὰ τοῦ Πατρὸς αὐτοῦ προσέταξε ταύτην αἰτεῖν. Οἱ δὲ τὸν ἄρτον εἰς τὴν ὀλέθριον, ὅτι καὶ πάντα τὰ ἐπὶ γῆς μετάγουσιν ἀρχὴν, καὶ τρέφειν τὰ ἐξ αὐτῆς τερατολογοῦσι προαχθέντα σώματα. Οὕτω κατ᾽ αὑτῆς ἀναιδῶς τῆς Δεσποτικῆς ἐπανίστανται ἐντολῆς, φαῦλά τε λέγοντες τὰ σώματα καὶ φαῦλον τὴν τροφὴν, καίτοι διαῤῥήδην τοῦ Δεσπότου διατάττοντος, ταύτην ἡμῖν παρὰ τοῦ Πατρὸς αἰτεῖσθαι τοῦ ἀγαθοῦ. Καὶ πῶς ἂν εἴη τούτοις, μὴ ὅτι γε τῆς ἀληθοῦς ἐντολὴν ὁμολογεῖν, ἀλλὰ κἂν γοῦν σχήματι μύθου ταῦτα δυνατὸν ὑποβαλεῖν; Ἴσον γάρ ἐστι ῥυσθῆναί τε τοῦ Πονηροῦ δυσωπεῖν, καὶ ἔνοικον αὐτὸν λαβεῖν παρὰ τοῦ Ἀγαθοῦ ἐπιζητεῖν. Εἴπερ τοῦ Πονηροῦ γεώργιον ἡ τροφὴ, καὶ μὴν ἐπὶ τέλει τῆς εὐχῆς ὥσπερ αὐτὸ τοῦτο προαναιρῶν τὴν ἀσέβειαν, ὁ ἐπὶ σωτηρίᾳ τοῦ γένους παραγεγονὼς, εἰς ὃν τὴν αἴτησιν ἀναφέρειν τῆς τροφῆς εἰς τὸν αὐτὸν ἀναφέρειν καὶ τὴν ἱκεσίαν ἐθέσπισε, δι᾽ ἧς ῥυσθείημεν ἂν τοῦ Πονηροῦ, δηλῶν ὡς ὁ ῥυόμενος ἡμᾶς τοῦ Πονηροῦ, αὐτός ἐστιν ὁ παρἔχων ἡμῖν καὶ τὴν σωματικὴν τροφὴν, ἐφ᾽ οἷς καὶ τὴν βασιλείαν καὶ τὴν δύναμιν καὶ τὴν δόξαν εἰς τοὺς αἰῶνας εἶναι καὶ διαμένειν ὁ μονογενὴς Υἱὸς τοῦ ταῦτα χαριζομένου Πατρὸς ἀνεδίδαξεν. Ὁρᾶς, εἰς οἷον βάθος ἡ ἀποστασία καταδύεται, καὶ ὡς ὁ κατ᾽ αὐτῆς τῆς ἀληθείας λόγος ἐνεργὴς ὦν, καὶ διστόμου μαχαίρας ἁπάσης τομώτερος ἐπαφίεται; Εἰ δὲ τὸν ἐπιούσιον ἄρτον οὐχ ἁπλῶς ἐρεῖ τις τὸν εἰς τροφὴν τῷ σώματι χορηγούμενον, ἀλλ᾽ ὃς εἰς σῶμα Χριστοῦ μεταβάλλει καὶ τὴν ψυχὴν συναγιάζει τῷ σώματι, οὐδὲν ἔλαττον διὰ τῆς τοιαύτης θεωρίας, εἰ μὴ καὶ μᾶλλον, ἡ ἀσέβεια στηλιτεύεται καὶ τὴν ἐκτομὴν ὁ λόγος κατ᾽ αὐτοῦ ἐπιφέρει ἀδυσώπητον.

Εἰ δὲ καὶ δυσὶ κυρίοις οὐκ ἔστι δουλεύειν, τὸ δὲ τοῦ ἀνθρωπίνου συγκρίματος ἡμῶν ἅτε δὴ κτίσμα ὑπάρχον, ὡς ἡ ἀσέβεια βούλεται, τοῦ Πονηροῦ, ὑπόκειται αὐτῷ καὶ ἄκουσα καὶ δουλεύει ὡς πλάσμα τῷ πλάσαντι, οὐδεὶς ἄρα δουλεύσειε καθαρῶς καὶ ὁλοκλήρως Θεῷ. Καὶ εἰς λῆρον αὐτοῖς τὰ θεῖα καταστρέφει κηρύγματα, καὶ, ὢ τῆς ἀτόπου φρενός! ἡ φρικτὴ παρουσία καὶ ἐνανθρώπησις, καὶ πάντα, ὅσα ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὁ δεσπότης ἑκὼν ὑπέστη καὶ κατεδέξατο. Ἀλλὰ σὺ μὲν τῶν ἀνθρωπίνων σωμάτων τὴν τροφὴν πονηρὸς καὶ ἀχάριστος περὶ τὸν εὐεργέτην γεγονὼς, πονηρίας δογματίζεις γεώργιον· ὁ δὲ Σωτὴρ τῶν ὅλων καὶ Δημιουργὸς οὺ τῆς ἀνθρωπίνης τροφῆς μόνον τὸν οὐράνιον αὐτοῦ Πατέρα καὶ Θεὸν, οὗ τὴν βασιλείαν ἐγκελεύεται, πρὸ τῶν σωματικῶν ἁπάντων, ἡμᾶς ἐπιζητεῖν, ἀλλὰ καὶ δι᾽ ῶν τὰ πετεινὰ τρέφεται, αὐτὸν ἀποφαίνει χορηγόν τε καὶ προνοητήν. Καὶ πῶς οὐκ ἂν τῆς ἐσχάτης μανίας δίκην ἀποτιννύναι ἅπας ὀρθὸς ἐπιψηφιεῖται λόγος τοὺς τὰς ἰδίας ὑλακὰς τῶν Δεσποτικῶν καὶ σωτηρίων ἀνταλλασσομένους χρησμῶν, ὃν διαῤῥήδην εἰδέναι τε τὸν ἐν οὐρανοῖς Πατέρα ἡμῶν, ὧν χρείαν ἔχομεν, πρὸς ὃν καὶ τὴν εὐχὴν ἀνατείνειν ἐδιδάχθημεν, Πάτερ ἡμῶν, ἀνακράζοντες, ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἐν τῷ ζητεῖν τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, οὐ τὴν τροφήν παρέχοντα μόνον διαγγέλλουσιν, ἀλλὰ καὶ τὰ ἄλλα πάντα, δι᾽ ὧν ἡ θεραπεία τοῦ σώματος, καὶ οὐχ ὅσα μόνον τῇ ἀνθρωπίνῃ χρείᾳ ἐξ ἁναγκαίου συντελεῖ, ἀλλὰ καὶ ὅσα δευτέραν, ἢ καὶ τελευταίαν ἐπέχει τάξιν, αὐτὸν αἴτιον εἶναι καὶ τῆς τούτων φυσικῆς περιβολῆς καὶ αὐξήσεως. Καταμάθετε γὰρ, φησὶ, τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾶ, οὐδὲ νήθει. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἁπλῶς τὸν χόρτον τοῦ ἀγροῦ τὸν σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον. Λέγει γάρ· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμέρον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Καὶ τῶν φυσικῶν ἀμφιασμάτων τούτων, οἷς ὁ ἀγαθὸς Δεσπότης ἠμφιάσατο τὸν χόρτον, τίς ὴ λαμπρότης καὶ πόση! Εἰς δευτέραν αὐτὴ, τὴν ἐξ ἀνθρωπίνης περινοίας τὰ πρῶτα λαχοῦσαν βασιλικὴν στολὴν, καὶ τῇ πορφυρίδι ἐναστράπτουσαν, παραπέμπει. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο, ὡς ἓν τούτων. Τί οὖν τὴν μὲν τοῦ χόρτου περιβολὴν ὁ ἀγαθὸς περιβάλλει Θεὸς, τῆς δὲ περιβολῆς, ἣν ἡ ἀνθρωπίνη ψυχὴ περιβάλλεται, τὸ σῶμα λέγω, ἄλλον καὶ οὐχὶ τὸν αὐτὸν ἐπιζητήσεις δημιουργόν; Καὶ πῶς οὐχὶ τοῦ εἰς κλίβανον ἐμβαλλομένου χόρτου πολῦ χαλεπωτέρας σεαυτὸν τιμωρίας ὑπεύθυνον ἀποφαίνεις; Καὶ ὁ μὲν Σωτὴρ τοῖς τὴν δικαιοσύνην τοῦ Θεοῦ, καὶ τὴν βασιλείαν δι᾽ ἔργων ἐπιζητοῦσιν, αὐτὸν ἡμῖν, οὗ ἡ βασιλεία καὶ τὴν τροφὴν καὶ τὰ ἐνδύματα, καὶ οἷς ἄλλοις τὸ σῶμα συνέχεται, χορηγήσειν ἑπαγγέλλεται. Σὺ δὲ ταῦτα τῆς δωρεᾶς καὶ χρηστότητος εἰς ἀλλοτρίωσιν ὑποβάλλεις. Καὶ πῶς, ὥνπερ αὐτὸς οὐκ ἔστι προαγωγὸς, ἀλλ᾽ ἑτέρας ἀρχῆς πεφύκασιν ἔργα, αὑτὸν ἀναγράφει παροχέα; Καὶ τὸ ἔτι ἀτοπώτερον, τοῖς τῆς ἀρετῆς ἀγωνισταῖς καὶ τὴν βασιλείαν αὐτοῦ ποθοῦσιν οἷα δὴ μισθὸν καὶ τῆς φιλοθέου προθυμίας καὶ τῶν ἀορίστων ἀγωνισμάτων τὰ τοῦ Πονηροῦ δημιουργήματα παρέχοντά τε καὶ ἀνταποδιδόντα;

Ὅτι μέντοι σύμφωνος ὁ νόμος τῇ χάριτι, ἑκάτερον δι᾽ ἑκατέρου δέχεται τὴν βεβαίωσιν. Ἡ μὲν ὡς ὑπ᾽ αὐτοῦ προδιατυπουμένη τε καὶ προκαταγγελλομένη καὶ οἷον προχαραττομένη, καὶ ἐμφαινομένη τε καὶ ἐνδεικνυμένη τοῖς σκιάσμασιν· ὁ δὲ ἅτε τῶν προρρήσεων καὶ προχαραγμάτων ἐπ᾽ ἔργοις ἑκβεβηκότων διὰ τῆς χάριτος, καὶ τὴν ἐν αὐτῷ ὑπὸ τοῖς παραπετάσμασι κρυπτομένην ἀνακαλυπτούσης τε καὶ ἀνακηρυττούσης ἀλήθειαν. Εἰ δὲ μὴ τὸ σύμφωνον συνδιἔσωζον ἀλλήλοις ἡ χάρις καὶ τὰ πρὸ τῆς χάριτος, πῶς ἂν ἃ παρὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐχρησμφδήθη ταῦτα πανδήμοις ὄμμασιν ὡρᾶτο τελούμενα. Πῶς δὲ καὶ ὁ Σωτὴρ ἡμῶν τοὺς λεπροὺς ῥήματι. καθαίρων πρὸς τοὺς ἐν νόμῳ ἱερεῖς τούτους ἀπέστελλε, προστάττων ἀπιέναι καὶ ἐπιδεικνύναι τούτοις ἑαυτοὺς, ὡς ὁ νόμος ἐκέλευε. Καὶ τὸ ἰσχυρότερον προσενεγκεῖν τὸ δῶρον, ὡς ὁ Μωσῆς διετάξατο. Καὶ εἰ τὰ παλαιὰ τοῖς νέοις διαμάχεται, πῶς τοὺς πληρωτὰς τῶν Δεσποτικῶν ἐντολῶν καὶ πολιτευσαμένους ἐν τῇ χάριτι ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνάγων ὁ Σωτὴρ αὐτὸς, μετὰ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, τοὺς κατὰ νόμον εὐηρεστηκότας Θεῷ ἐν τῇ βασιλείᾳ συνεισάγει τε καὶ συντάττει τῶν οὐρανῶν. Ἴσον δέ ἐστιν εἰπεῖν τῆς αὐτοῦ συγκληρονόμους τε καθίστησι τοὺς ἐξ ἑκατέρας διαθήκης, καὶ συναπολαύοντας τῶν ἐπηγγελμένων καὶ αἰωνίων ἀγαθῶν.

Ἄρ᾽ οὖν ἔστιν εὑρεῖν τι τῆς λεγούσης φωνῆς μανικώτερον, ἢ τῆς διανοίας ἀθεώτερον τῶν ἐννοουμένων ὅλως εἰς ἀντιπάλους διασχίζειν μοίρας τὴν χάριν καὶ τὸν νόμον, καὶ τοὺς ἐν ἑκατέρᾳ διαπρέψαντας πολιτείᾳ μὴ τὸν αὐτὸν ἀγαθὸν θεραπεῦσαι λέγειν Θεὸν, ἀλλ᾽ ἀντικειμέναις συνδιασπασθέντας ἀρχαῖς διὰ μαχομένης λατρείας ἀλλήλοις προελθεῖν; Καὶ Μωσέως δὲ πάλιν τὰς ἐντολὰς ὁ τῆς χάριτος παρἄγων εἰσηγητὴς ὧν ἐστι μία καὶ ἡ, Τίμα τὸν πατέρα σου, νομοθετοῦσα, καὶ τὴν μητέρα σου· μᾶλλον δὲ πράττων αὐτῶν τὴν ἐκδίκησιν, ἐντολὰς μὲν ταύτας ἀποφαίνει Θεοῦ. Διὰ δέ γε τῆς εἰρημένης καὶ τὸν ἐγκεκρυμμένον τῆς καρδίας δόλον, καὶ τὴν ὑπόκρισιν τῶν Ἰουδαίων ἀπογυμνῶν καὶ διελέγχων, ὅτι τῶν θείων προσταγμάτων ταύτης οὔσης αὐτοὶ τὰς οἰκείας ἐντολὰς ἔμπροσθεν τῆς ἐκ Θεοῦ δεδομένης ἦγον. Καίτοι πόσον ἦν κουφότερον ἀνθρωπίναις προσανέχειν ὑποθήκαις, ἤπερ ἃς ὁ ἀρχέκακος ἀνετείλατο; Ἀλλ᾽ οὖν γε δι᾽ αὐτῆς κατὰ τῶν τότε τοῖς μαθηταῖς οὐκ εὐλόγως προσκεκρουκότων σφοδρὰν τὴν ἐπιτίμησιν ἐπαφίησιν, οὐδὲν τῶν εἰς βρῶσιν καὶ πόσιν ἡκόντων, ὅτιπερ οὔτε κοινοῖ, οὔτε βεβηλοῖ τὸν ἄνθρωπον ἀποφαινόμενος. Καὶ ὅρα ὡς οὐ κατ᾽ ἐκείνων μόνον, ἀλλ᾽ οὐδὲν ἔλαττον καὶ καθ᾽ ὑμῶν αὐτῶν ἡ θεία ψῆφος ἐκφέρεται. Ἐκείνοις μὲν ἂ μηδεμίαν φέρει βλάβην οἴκοθεν τὰ βρώματα καθυβρίζουσα, ὑμῶν δὲ τὴν βλασφημίαν προαναιροῦσα καὶ προεκτέμνουσα, δι᾽ ἧς πονηρίας εἶναι ταῦτα καὶ λέγειν καὶ νομίζειν παρηνέχθητε. Εἰ γὰρ τῆς ἀρχεκάκου δημιουργίας τὰ ἀπὸ γῆς φυόμενα σπέρματα καὶ βλαστήματα, καὶ ὅσα τὴν ἄλογον ἐκληρώσατο φύσιν, ἐπὶ τοὺς μετέχοντας αὐτῶν, καὶ ὑπ᾽ αὐτῶν τρεφομένους οὐ βεβηλοῖ ταῦτα καὶ κοινοῖ· καὶ διπλῆς, μᾶλλον δὲ πολλαπλῆς καὶ διηνεκοῦς ἐμπίμπλησι πονηρίας, τοῦτο μὲν αὔξοντα τὴν ἐμφωλεύουσαν ἀπὸ γενέσεως τοῖς ἀνθρωπίνοις σώμασι πονηρίαν διακρατοῦντά τε καὶ συνέχοντα· τοῦτο δὲ καὶ τὴν ἐν αὐτοῖς ἔμφυτον κακίαν ὑποφυόμενά τε καὶ συνεπάγοντα; Ἀλλ᾽ εἰ μὴ τῆς ἀγαθουργοῦ προνοίας ἦσαν αἱ Μωσαϊκαὶ νομοθεσίαι, πῶς ὁ τῆς τῶν οὐρανῶν βασιλείας Κύριος τὸν συγκαταθέμενον ταύταις γραμματέα καὶ ἀποδεξάμενον τήν τε πρώτην ἐν τῷ νόμῳ καὶ τὴν δευτέραν ἐντολὴν, ἠγάπησε, καὶ δι᾽ ἐπαίνων ἐδεξιώσατο, ὅτι τε νουνεχῶς αὐταῖς τὸ πρεσβεῦον ἐπεψηφίσατο, καὶ ὅτι τιμῶν καὶ ἀσπαζόμενος ταύτας ὥφθη; Καὶ τὸ μεῖζον εἰς ἐγκώμιον, καὶ ὅτι τῆς ἀγαθότητος προῆλθον αἱ διὰ Μωσέως ἐντολαὶ, οὐ μακρὰν εἶναι ἀπεφήνατο τὸν ἐν ταύταις βεβιωκότα, καὶ τιμὴν αὐτοῖς εἰδότα, τῆς βασιλείας τῶν οὐρανῶν. Ἀλλὰ γὰρ ὁ Ζαχαρίας καὶ ἡ Ἐλισάβετ νόμῳ τὸν βίον ἰθύνοντες, ὁρᾶν ἔνεστιν, ὅπως ὑπὸ ἱερολογίας δίκαιοί τε ἀνακηρύττονται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ τὴν δικαιοσύνην αὐτῶν ἔχουσι παῤῥησιαζομένην, ἐνώπιον τοῦ Θεοῦ. Ὅπερ οὐκ ἐξ ἀνθρωπίνης δόξης τὸ δίκαιον διδάσκει λαβεῖν, ἀλλὰ θείας κρίσεως κόσμον ἑαυτοῖς τὴν δικαιοσύνην περιβαλεῖν. Καὶ τί δὲ πράττοντες ταύτην εἶχον τὴν χάριν κοσμοῦσαν αὐτούς; Ἐν πάσαις, φησὶ, ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου πορευόμενοι ἄμεμπτοι. Ὅταν οὖν τὰ ἱερὰ λόγια δικαίους καὶ ἀμέμπτους θείᾳ κρίσει τοὺς ἐνασκουμένους ταῖς Μωσαϊκαῖς ἀναγράφει ἐντολαῖς, σὺ δὲ πονηρίας ὑπηρέτας τούτους ἐξυβρίζειν τολμᾷς, πῶς οὐ καταψεύδῃ μὲν μετὰ τῶν ἄλλων σαυτοῦ καὶ αὐτὴν τὴν ἐπωνυμίαν Χριστοῦ; Πῶς δὲ οὐδὲν ἔλαττον εἰ μὴ καὶ μᾶλλον κατ᾽ αὐτῆς τῆς χάριτος ἤπερ τοῦ νόμου κατεξανίστασαι, καὶ τὰ βλάσφημα χείλη κινεῖς; καὶ ταῦτα τῇ γλώσσῃ προσποιούμενος προσκυνεῖν καὶ διὰ σεβάσματος ἄγειν αὐτήν; Ἡ δὲ τοῦ Γαβριὴλ θεόθεν ἀποστολὴ, καὶ ὁ τῆς ἀσπόρου καὶ παρθενικῆς γαστρὸς ἁγιασμὸς, καὶ τὸ ἀναῤῥηθῆναι Πατέρα τὸν Δαβὶδ τοῦ ἀγαθοῦ Δημιουργοῦ τῶν ὅλων Θεοῦ· ἀλλὰ καὶ τὸν ἐκείνου βασιλικὸν θρόνον δι᾽ αἰῶνος ἐγχειρίζεσθαι τὸν τῶν ὅλων βασιλέα· καὶ ἁπλῶς τὸ σάρκα λαβεῖν, καὶ ἄνθρωπον χρηματίσαι τὸν ἀγαθὸν Υἱὸν τοῦ ἀγαθοῦ Πατρὸς (δεῖ γὰρ ἐν ἀποσιωπήσεως νόμῳ κἀνταῦθα διελθεῖν· ὁ γὰρ διὰ τῆς ἀκριβείας ἔλεγχος καὶ αὐταῖς ἀκοαῖς τὸ βλάσφημον ἀφόρητον συνεφέλκεται)· πῶς ἅπασαν τῶν ἀποστατῶν οὐ καταβάλλει τόλμαν καὶ μανίαν τῆς χείρονος μοίρας; Τί γὰρ δεῖ τὸ φρικτότερον ἐπάγειν τῆς ἀκολούθου καὶ σιωπώμενον, αὐτὸ μάλιστα νοεῖν παρεχούσης, ἄλλως τε καὶ προειρημένον; Τοὺς δ᾽ οὖν τῇ νομικῇ λατρείᾳ προσανακειμένους διασύρειν τε καὶ καταδικάζειν πρὸς τοσαύτην μέθην καὶ διανοίας πώρωσιν ἀπενηνεγμένων, ἤρκει μὲν, εἰ καὶ μηδὲν ἄλλο κατὰ τῆς ἀσεβείας προὐβάλετο ἡ εὐσέβεια, ἀλλ᾽ αὐτό γε τὸ φρικτὸν, τὴν ἐνανθρώπησιν λέγω τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὸ σάρκα λαβεῖν ἐκ σπέρματος Δαβὶδ, καὶ τὸ διὰ παρθενικῶν αἱμάτων, ἐπιφοιτήσει τοῦ παναγίου Πνεύματος συμπαγέντων, εἰς σάρκα προελθεῖν, καὶ ὅλως ἄνθρωπον γενέσθαι. Εἰ βούλει δὲ καὶ ὡς πατρῷον κλῆρον ἐπιβάλλειν τῷ βασιλεῖ τῶν ὅλων, τὴν τῆς Δαυῖδικῆς βασιλείας διαδοχὴν, καὶ ὅσα ἄλλα τῷ μυστηρίῳ συμπεριέχεται· ἤρκει δὲ ταῦτα καὶ χωρίς τινος ἄλλης ἐπιφορᾶς καὶ προσθήκης, τοῖς τε μὴ παντάπασι τὴν τοῦ νοῦ προδεδωκόσι χάριν, ἣν Πλαστουργὸς δεξιὰ αὐτῇ διαπλάσει ἐχαρίσατο, ἐπιστροφήν τινα καὶ ἀνάνηψιν τῆς θεομάχου γνώμης ἀπεργάσασθαι, καὶ τῶν ταύτην καθάπαξ δι᾽ ὧν θεομαχοῦσιν, ἀπεσβηκότων καὶ τῷ ἐχθρῷ προδεδωκότων, ἀνακόψαι τε τὸ θράσος, καὶ πρὸς σιωπὴν ἐξ ἀπορίας, εἰ καὶ μὴ ἑκόντων, συνελάσαι. Τί γὰρ τούτου λαμπρότερον εἰς ἔλεγχον τῆς τοιαύτης ἀσεβείας; Τί δὲ δυνατώτερον κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι καὶ τῶν μαστίγων τὸ πλῆθος ἐπιδεῖξαι, ὧν πόῤῥω τῆς ἀληθείας γεγονότες, καὶ μηκέτι Θεῷ προσεγγίζειν ἀνεχόμενοι ὑπευθύνους ἑαυτοὺς παρεσκευάσαντο· πλὴν εἰ καὶ πάντα παράγειν οὐ ῥάδιον ὅσα στηλιτεύει τὴν ἀπόνοιαν, ἀλλ᾽ οὖν διὰ τῶν ἐπικαίρων ἔτι προϊέναι, οὐ περιττὸν ἴσως οὐδὲ ἄχρηστον. Σεμνυνεῖται γὰρ εἰ μή τινι ἄλλῳ, ἀλλ᾽ οὖν γε τῷ πλούτῳ καὶ τῇ περιουσίᾳ τῶν κατὰ τῆς ἀποστασίας ἀποδείξεων τῆς τοῦ Θεοῦ Ἐκκλησίας τὸ πλήρωμα.

Ὁ μὲν οὖν τῶν ἀγγέλων ὕμνος ἐπὶ τῷ τόκῳ, οἷς τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μίαν ἁρμονίαν καὶ συμφωνίαν συνῆπτεν, εἰς ἕνα ποιητὴν τὴν αἰσθητικὴν κτίσιν ἅπασαν ἀνῆγε, διὰ τῶν ἄκρων αὐτῆς καὶ τὰ ἐν μέσῳ συναναφέρων. Καὶ χαρᾶς ἀρχὴν ἀεννάου τὴν πόλιν εὑρεῖν τοῦ Δαυΐδ εὐηγγελίζετο, ἅτε δὴ τῆς ἀνεκλαλήτου εἰρήνης τε καὶ θείας εὐδοκίας διὰ πάσης γῆς ἐμπολιτεύεσθαι παρρησίαν λαμβανούσης. Οἷς δ᾽ ἡ θεόθεν εἰρήνη, καὶ ἡ εὐδοκία, δι᾽ ὧν αὐτῶν τὰς ψυχὰς ἀτοπίας ἐπλήρωσαν, ἀπελήλαται, τούτοις εἰκότως οὐδὲ τὸν αὐτῶν Ποιητὴν, ὃς καὶ τοὺς ἀγγέλους ὑμνολογεῖν ἐξαπέστειλε, καὶ τὸν ὕμνον προσεδέξατο, οὐμενοῦν οὐχ ὁμολογεῖν τὸν αὐτὸν οὐρανοῦ τε καὶ γῆς ποιητὴν συνησέβηται. Ἀλλὰ ταῦτα μὲν οὐκ ἔξω τῶν πρώτων τοῦ μυστηρίου συμβόλων, οἶμαι, πίπτουσιν. Ἃ δὲ τὴν μετ᾽ ἐκεῖνα τάξιν ἐπέχει, ὁ ὑπὸ τὸν νόμον Συμεὼν, καὶ τὸ ἐπ᾽ αὐτὸν πνεῦμα ἅγιον καὶ ὁ δι᾽ αὐτοῦ χρηματισμὸς, καὶ ἡ ἐν τῷ νομικῷ ναῷ τοῦ πρεσβύτου παρουσία, οὐδ᾽ αὐτὴ χωρὶς τοῦ παναγίου Πνεύματος τελουμένη, καὶ τῆς ἀγαθότητος ἡ πηγὴ ὑποκύπτων ὁ Σωτὴρ ἡμῶν τῷ νόμῳ, καὶ οὐχ ὑποκύπτων μόνον, ἀλλὰ καὶ ἀγκάλαις, αἳ τὴν νομικὴν ἔστεργον λατρείαν, δορυφορούμενος, καὶ αὐτὸ δὴ τὸ ἱερὸν καὶ πάλιν ὁ Συμεὼν, ἐπεὶ τῶν ἐλπίδων εἶχε τὸ πέρας, καὶ τοῦ χρηματισμοῦ τὸ μεῖζον εἶδε, καὶ τὸ λεῖπον αὐτῶν, καὶ τυγχάνων εὐλογῶν τε τὸν Θεὸν, ὃς ἰδεῖν τε αὐτῷ ἐχρημάτισε τὸ ἀπόῤῥητον, καὶ τῆς ἐλπίδος οὐκ ἔψευσεν, ἀλλ᾽ ὀφθαλμοῖς ἠξίωσε θεάσασθαι τὸ σωτήριον πάντων τῶν ἐθνῶν, καὶ τὴν δόξαν τοῦ Ἰσραὴλ, ἥτις ἐστὶν αὐτὸς ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός. Καὶ μὴ παρέργως ταῦτα τοῖς ὦσι δέχου. Πνεῦμα ἅγιον ἦν ἐν τῷ πρεσβύτῃ, ἀλλ᾽ οὐχ ὁ Πονηρὸς, ἄνθρωπε, δι᾽ οὗ καὶ ὁ χρηματισμὸς ἀνδρὶ διὰ νόμου βιοῦντι, καὶ κατὰ νόμον ὁ Σωτὴρ ἀνάγεται εἰς τὸ ἱερὸν, καὶ κατὰ τὸν νόμον ἀγκαλοφορεῖται. Καὶ οὐχ ὁ θεοβλαβὴς ἢ ἀνειμένος τῷ χείρονι, ἀλλ᾽ ὁ θεοφορούμενος ἀμφοτέρωθεν, ὅτι τε Πνεῦμα ἅγιον ἦν αὐτῷ, καὶ ὅτι χερσὶν ἔφερε τὸν Χριστὸν, σωτηρίαν μὲν πάντων τῶν ἐθνῶν ἀναφωνεῖ, ἀλλὰ καὶ δόξαν τοῦ Ἰσραὴλ, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ᾽ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μεσίτην καὶ δημιουργόν. Καὶ τὰ τοῦ Πατρὸς γὰρ αὐτοῦ ἐστιν ἅπαντα τῆς παλαιᾶς καὶ τῆς χάριτος. Ταῦτα εἰ καὶ δευτερεύει τῶν προλαβόντων, ἀλλ᾽ οὖν οὐ τὴν δευτέραν χώραν, ὅσα γε τοῖς ἐλέγχοις βάλλειν τοὺς θεομάχους, ἔχει. Ποῦ γάρ τινα βλασφημίαν κατὰ τοῦ νόμου ἢ τῶν ἐν τῷ νόμῳ, ἢ τοῦ νομικοῦ ἱεροῦ πάροδον εὑρεῖν ὅλως ἐνδιδόασιν; Ἀλλὰ τί εἶπον βλασφημίαν; Πόσης τιμῆς καὶ δόξης οὐ μεταδιδόασιν, ὅσοις ἔνεστι μετασχεῖν τοῖς κοινωνοῦσι καὶ συνδιαπλεκομένοις καὶ συμφωνοῦσι τῇ χάριτι; Ἡ δὲ προφῆτις Ἄννα, ἧς βίος ἡ προσευχὴ καὶ ἡ ἐν τῷ ναῷ σχολὴ, καὶ τὸ πᾶν εἰπεῖν, ἡ νομικὴ λατρεία, εἰ μὴ τῆς ἀγαθουργοῦ καὶ χειρὸς καὶ προνοίας ἦν καὶ αὐτὴ, καὶ οἷς ἐβίου καὶ ἐσεμνύνετο, εἰ μὴ τὴν ἐπίπνοιαν εἶχεν ἐκεῖθεν, πῶς ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ περὶ τοῦ ἀγαθοῦ ἐλάλει Θεοῦ, ὡς λύτρωσις οὗτος εἴη τοῖς ἐν Ἰερουσαλὴμ προσδεχομένοις αὐτόν; Ἄρα δὲ, οἱ προσεδόκων εἰς Σωτηρίαν αὐτῶν ἥκειν τὸν Χριστὸν, οὗτοι, τὴν φαύλην θεραπεύοντες ἀρχὴν, πρὸς τὴν ἀγαθὴν ἀνέφερον τὰς ἐλπίδας; Καὶ τίς ἂν λογισμοῦ κύριος οὐ βδελύξηται καὶ πλάνης ἐσχάτης ἐπιψηφιεῖται τὸ διαλογίζεσθαι ταῦτα;

Ἴθι δή μοι καὶ προσωτέρω. Ἄνεισιν ὁ Σωτὴρ εἰς τὸ ἱερὸν ἅμα τῆς ὡς ἀληθῶς Μητρὸς καὶ παρθένου· συνανήει δὲ καὶ ὁ τῇ δόξῃ τῆς μνηστείας πατήρ. Κἀνταῦθα πάλιν τὸν νόμον πληρῶν ὁ Σωτὴρ καὶ ἄνεισιν, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, ὥσπερ ἐξεπίτηδες, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ἐπιστομίζειν καὶ καταβάλλειν σπουδάζων τοὺς τῶν νομικῶν ὑβριστὰς ἐντολῶν. Ἀνελθὼν δ᾽ οὖν ποτε κατὰ τὸ εἰθισμένον, ἐπεὶ τὰ νενομισμένα αὐτοῖς ἐτελευτήθη, καὶ τὴν εἰς τὸν οἶκον ἐπάνοδον ἐπέβαλλεν ὁ καιρὸς, ἡ μὲν πανάγιος μήτηρ ἅμα τε ἄλλοις καὶ τῷ Ἰωσὴφ οἴκαδε ἀπήει· ὁ δὲ δι᾽ ἡμᾶς παῖς ἐφ᾽ ὅλας ἡμέρας τρεῖς ἐνεφιλοχώρει τε τῷ ἱερῷ καὶ τῶν διδασκάλων, ἡνίκα δέοι, καθεζόμενος ἐν μέσῳ, τῇ τε συνέσει τῶν ἐρωτήσεων καὶ τῇ εὐθύτητι καὶ ἀκριβείᾳ τῶν ἀποκρίσεων οὕτως εἶλε τοὺς προσομιλοῦντας, ὡς ἔκστασίν τε καὶ θάμβος αὐτοῖς φιλόθεον ἐμβαλεῖν. Καὶ οὐ τούτοις μόνον, ἀλλὰ καὶ ὅσοις ἀκούειν παρῆν τῆς διδασκαλίας καὶ τῶν διαλέξεων. Εἶτα ἐν ᾧ διέτριβεν ἐν τούτοις, τῷ ἱερῷ προσεδρεύων ὁ Ἰησοῦς, ἡ πανάγιος Μήτηρ αὐτοῦ καὶ ὁ Ἰωσὴφ κατὰ τὴν ὁδὸν οὐχ ὁρῶντες συνόντα αὐτοῖς τὸν παῖδα, συνεῖναι δὲ νομίζοντές τισι τῶν συγγενῶν, ἐπεὶ ἀνεδίδαξεν αὐτοὺς ἡ ζήτησις, τούτοις μὴ παρεῖναι, ἀναστρέφουσι μὲν θᾶττον κατὰ τὴν αὐτὴν ζήτησιν εἰς τὸ ἱερὸν, εὑρίσκουσι δὲ πράττοντα, ἅπερ τε ἦν πράττειν εἰκὸς, τὴν σωτηρίαν τοῦ κόσμου καὶ δόξαν τοῦ Ἰσραὴλ, καὶ ὁ λόγος προαπήγγειλεν. Εἶτα λέγει αὐτῷ ἡ Μήτηρ· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ πρόσεχε· μᾶλλον δὲ οὐδὲν δεῖ συναγαγεῖν ἑαυτόν· οὕτω σαφῆ πάντα καὶ ἐνώπια. Ἀποκρίνεται γὰρ αὐτοῖς ἡ πηγὴ τῆς ἀληθείας καὶ τῆς ἀγαθότητος· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ἤδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; Τί τούτου σαφέστερον ἢ τῶν ἀσεβῶν ἐμφράττειν τὰ στόματα δυνατώτερον; Πατὴρ ἐμὸς ἀληθῶς, ᾧπερ ἀνιέρωται τὸ ἱερόν. Τὰ δὲ τοῦ Πατρὸς πάντα ἐστὶν ἐμά. Οὐκοῦν οὐκ ἔδει ζητεῖν ἀλλαχοῦ, ἐξὸν εὑρίσκειν ἐν τοῖς τοῦ Πατρός. Ἀλλ᾽ ἡ μὲν Ἀλήθεια τὸ νομικὸν ἱερὸν καὶ τὰ τοῦ νόμου δόγματα, ὧν καὶ ἡ διδασκαλία καὶ ἡ διάλεξις ἐπράττετο, τοῦ Πατρὸς αὐτοῦ εἶναι, λαμπρᾷ τῇ φωνῇ διαμαρτύρεται· οἱ δὲ τοῦ ψεύδους ὑπηρέται ἀντιλέγειν οὐ φρίττουσιν, ἀλλ᾽ ἅμα δύο ταῦτα τολμῶσι τὰ ἔσχατα, τόν τε Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς αὐτῶν ἀπωθούμενοι νομοθεσίας καὶ κυριότητος, καὶ τὴν τοῦ Υἱοῦ μαρτυρίαν, ὃν εἰ καὶ χείλεσιν ἄκροις ὅμως καὶ αὐτοὶ σωτῆρα καλεῖν καὶ ἀλήθειαν οὐ παραιτοῦνται, παραγράφεσθαι τόλμαν οἱ τρισαλιτήριοι προσλαμβάνουσιν. Οὕτως ὁ κατὰ τοῦ νόμου προπηλακισμὸς συμπροπηλακίζει μὲν καὶ αὐτὸν τὸν νομοθέτην τῆς χάριτος. Μᾶλλον δὲ κατ᾽ αὐτῶν τῶν ἑκατέραν διαθήκην διαθεμένων τὸ βλάσφημον ἀπ᾽ ἀρχῆς οἱ ἀποστάται ὠδινήσαντες, εἶτα πρὸς τὸν ὀλέθριον τόκον οἱ πάντα θρασεῖς ἀθρόον ἐλθεῖν τῷ δέει τῶν ἀκροατῶν ἀποδειλιάσαντες, ἀντὶ τοῦ δοῦναι φθορᾷ, ἣν ἐνεκυμόνησαν, τοῦ δράκοντος σποράν· οἱ δὲ βραχεῖ μόνῳ χρόνῳ τὸν τόκον συστέλλουσι, κύκλῳ δὲ καὶ διὰ μηχανῆς τὸν συλληφθέντα ἰὸν διὰ τῆς γλώττης ὁμοίως ἀποτίκτουσι. Καὶ γὰρ ἐκχέουσι μὲν τὸν ἰὸν κατὰ τῆς νομοθεσίας, ἀπὸ δὲ τῆς κατὰ τῶν νομοθεσιῶν παροινίας κατ᾽ αὐτῶν πάλιν τῶν θεμένων τοὺς νόμους οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον, ἐπαναδραμόντες ἐνασελγαίνουσι, καὶ δι᾽ ὧν μὲν δεδοικότες τὴν ἀθρόαν προσβολὴν ἐπέχουσιν, οὐκ ἀγνοεῖν τὸ μέγεθος τοῦ τολμήματος ἐξελέγχονται· δι᾽ ὧν δὲ ἐπιγνόντες οὐκ ἀφίστανται, ἀσύγγνωστον αὐτοῖς παντελῶς κατασκευάζουσι τὸ πλημμέλημα.

Ἔστι δὲ τοὺς τῆς ἀληθείας μαθητὰς ἰδεῖν, καὶ αὐτὸν δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὐχ ὡς ἔτυχεν, οὐδ᾽ ἅπαξ, ἀλλ᾽ ἄνω καὶ κάτω περιφέροντας, τὴν Ναζαρὲτ καὶ πατρίδα καλοῦντας αὐτοῦ, καὶ οὔτ᾽ ἐκείνους οὐδὲν εὐλαβουμένους, οὔτε αὐτὴν τὴν ἐπίγειον κτίσιν. Καίτοι πόσον ἐπῄτει ἀρχὴν αὐτοῦ τῆς γεννήσεως ἀνομολογεῖν; Εἰ δὲ τῆς ὀλεθρίας ἦν ἔργον αὕτη χειρὸς, ἆρα ἂν ἠνέσχετο, ἀγαθὸς ὢν ἀγαθοῦ Πατρὸς Παῖς, πατρίδα ταύτην ἐπιγράφειν, ἢ καὶ τοὺς μαθητὰς εἶα τολμᾷν, ὃ κἂν τις ἄλλος λέγειν ἀπεθρασύνετο, δίκαιόν τε δίκην ἐπιβάλλειν αὐτῷ καὶ τοῦ τολμήματος κατὰ πολλῆς ἀπάγειν τῆς ἀγανακτήσεως; Ἀλλ᾽ οὕτω μὲν διὰ τῆς τοῦ Κυρίου πατρίδος ἡ κατὰ τῆς κοινῆς πατρίδος, μᾶλλον δὲ ἡ κατὰ τῆς κτίσεως ὅλης ἐπανάστασις καθαιρεῖται καὶ καταστρέφεται. Εἰ δέ ἐστι μὲν ἄνθρωπος ἀγαθὸς, ἔστι δέ τις καὶ πονηρός· ὧν ὁ μὲν ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθὸν, ὁ δὲ τὸ πονηρὸν ἐκ τοῦ πονηροῦ, τίς οὐκ ἂν συνομολογήσειεν, ὡς οὐχ ἡ ἀπ᾽ ἀρχῆς πλάσις τοῦ σώματος, ὥσπερ οὐδ᾽ ἡ δοθεῖσα συνάπτεσθαι ψυχὴ καὶ διακυβερνᾷν αὐτὸ, οὐκ εἰς ἀντίπαλον ἀνάγεται ἀρχὴν, ἀλλά γε τὸ αὐτεξούσιον, πρὸς ἃ δὲ μὴ ἔδει ῥοπὴν προσλαβεῖν, αὐτὸ διὰ τῆς ῥοπῆς τὴν ἀγαθότητα μεταβάλλει εἰς τὸ πονηρόν. Ἐπεὶ τίνα ἂν ἔχοι λόγον ἄλλον, τοὺς μὲν τῶν ἀνθρώπων εἶναι ἀγαθοὺς, τοὺς δὲ καθορᾷν νενευκότας εἰς τὸ πονηρὸν, ὥσπερ, εἴθε δὲ μὴ ὤφειλε, καὶ ὑμᾶς. Ἡ γὰρ ἐν ταῖς πράξεσι καὶ δόγμασιν ὑμῶν ἀπὸ γνώμης πονηρία, διέσχισεν ὑμᾶς τῆς ἀγέλης τῶν ἀγαθῶν, προδιασχίσασα τῆς προαιρέσεως τῆς ἀγαθοειδοῦς. Διὸ καὶ οἱ μὲν κήρυκές εἰσι τῆς ἀγαθότητος τοῦ Δημιουργοῦ· καὶ τὸν ἑαυτῶν ἐπίστανται καὶ δοξάζουσιν πλάστην, οἱ δὲ πρὸς διαβολὴν αὐτοῦ καὶ τοῖς ἐπιτηδεύμασι καὶ τῇ γλώττῃ κατασύραντες ἐξιστῶσι μὲν αὐτοῦ τῆς ἀγαθότητος, καὶ πλάσεως καὶ κυριότητος ἑαυτοὺς, ὑπεξουσίους δὲ, ὦ πῶς ἂν εἴποι τις τῆς ἀναλγησίας, ἢ τῆς ἐμπληξίας! παρασκευάζουσι σφᾶς αὐτοὺς τῆς ἀντιπάλου καὶ πολεμίας χειρός. Ἐπεὶ εἴ τις γε βούλοιτο συνιέναι, ὁ ἐκ ψυχῆς προφέρων τὰ ἀγαθὰ, τοῦτο γὰρ νῦν ἡ καρδία δηλοῖ, πῶς ἂν ἢ τίς εἴη ἀγαθὸς, εἰ μὴ ὅλον λέγοιτο τὸ σύγκριμα ἀγαθόν; ὥσπερ πάλιν ὅλον πονηρὸν ἐκεῖνο τὸ σύγκριμα, ὃ ἐκ τῆς ἰδίας ψυχῆς τὸ τεθησαυρισμένον προφέρει πονηρόν. Οὐχ ὁρῶ δὲ τίνα συγγνώμην αὐτοῖς ὑπολείπονται, μᾶλλον δὲ πῶς ἀπαραίτητον αὐτοῖς, δι᾽ ὧν τοὺς προφήτας καὶ τὸν νόμον ἐνυβρίζουσιν, οὐ κατασκευάζουσι τὸ πλημμέλημα. Αὐτὸς γὰρ ἀνακέκραγεν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι· δῆλον δὲ ὡς, Οἱ ἐν τῷ νόμῳ ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι, ἃ βλέπετε καὶ ἀκούετε, τοῖς μαθηταῖς ἅμα τε τὸν λόγον προτείνων καὶ τοῦ ἀξιώματος, καὶ τῆς δόξης εἰς ὅσον ἥκουσιν, ἐπιδεικνύς· ἅμα δὲ τὴν ἀποστασίαν καταστρέφων, ἐν ᾧ τὴν χάριν μὲν καὶ τοὺς ταύτης κήρυκας τὸ μεῖζον ἔχειν, οὐ μήν γε ἀλλὰ καὶ τοὺς προφήτας καὶ τοὺς κατὰ νόμον πολιτευσαμένους, ἐραστάς τε τῆς ἀληθείας καὶ τῆς αὐτοῦ προσεμαρτύρησεν ἀγαθότητος. Οἱ δὲ τοῦ Σωτῆρος καὶ τῶν αὐτοῦ δογμάτων ἐρασταὶ πῶς ἂν εἴησαν ἀντιπάλου μοίρας θεραπευταί; πῶς δὲ τὴν ἐπίπνοιαν ἐκ πονηρᾶς εἶλκον ἐνεργείας; μὴ συμβαίνοντος ὅλως τῇ φύσει ἅμα τε τοὺς αὐτοὺς πονηρίᾳ τελεῖσθαι, ἵνα μὴ λέγω συγκατεσκευάσθαι, καὶ τὴν ἐπιθυμίαν ἔχειν ἀναφερομένην εἰς τὸ ἀγαθόν. Τοῦτο γὰρ ἀντικρὺς εἰς τὸ ἐναντίον ἐστὶ τὸν λόγον περιτρέπειν τὸν Δεσποτικόν. Ἐκ γὰρ πονηρᾶς καρδίας ἀγαθὸν ἐπιδεῖξαι φιλονεικεῖ προερχόμενον. Πάλιν δὲ συνάπτων ὁ Σωτὴρ τὰ κοινὰ τοῖς παλαιοῖς, καὶ παριστῶν, ὡς εἰς μίαν ἄγουσι σωτηρίας ὁδὸν, τὰ μὲν οἷον ὄντα προτέλεια, τὰ δὲ αὐτὴν χαριζόμενα τὴν τελειότητα. Διὰ τοῦτό φησι· Πᾶς Γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Δι᾽ ὧν τε γὰρ ἐν τῷ αὐτῷ θησαυρῷ καὶ ἐκ τοῦ αὐτοῦ τὴν καινὴν προέρχεσθαι καὶ τὴν παλαιὰν ἐκδιδάσκει, τὸ συνεῖναι καὶ συμφωνεῖν ἀλλήλοις καὶ μὴ διαμάχεσθαι βεβαιοῖ. Δι᾽ ὧν τε ἑκατέρας τὴν διδασκαλίαν εἰς τὴν βασιλείαν ἐπάγει τῶν οὐρανῶν, ἔτι περιφανέστερον τὸ λίαν αὐτῶν σύμφωνον καὶ ἀδιαίρετον ἐπεψηφίσατο. Εἰ οὖν ἑκατέρα μὲν ἐν τῇ αὐτῇ θησαυρίζεται διαθήκῃ, ἐκ τοῦ αὐτοῦ δὲ πάλιν πρόεισιν, εἰς τὴν αὐτὴν δὲ τοὺς, οἱ ταύτας ἐθησαύρισαν, τῶν οὐρανῶν ἀπάγει βασιλείαν, πῶς αὐτὰς ἀντίπαλοι διασχίσουσι μερίδες; Ἀλλ᾽ οὐχὶ τοὺς φρυαξαμένους εἰπεῖν ταῦτα, ὁ διαθήκης ἑκατέρας νομοθέτης οὐκ ἐκγελάσεται μὲν καὶ ἐκμυκτηριεῖ; ὡς σκεύη δὲ συντρίψει κεραμέως, ἅτε δὴ παντάπασιν ὁδοῦ δικαίας ἑαυτοὺς διασχίσαντάς τε καὶ ἀπολωλεκότας; Προανακηρύττει δὲ καὶ ὁ προφήτης Ἡσαῖας, ἃ τοῖς ἔργοις αὐτοῖς ἐπὶ τοῦ Σωτῆρος ὡράθη τελούμενα· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν· καὶ τῷ μώλωπι αὐτοῦ πάντες ἡμεῖς ἰάθημεν. Καὶ ἃ τοῦ σκότους τὸν ἄρχοντα καὶ τὰς ἐξουσίας διέλαθε, ταῦτα προειδέναι ἡ προφητικὴ χάρις καὶ ἡ κατὰ νόμον πολιτεία τῷ προφήτῃ ἐχαρίζετο. Καὶ πῶς ἡ τὸν ληστὴν λανθάνουσα προφητεία ἐκ τῆς αὐτοῦ προήγετο ἐπιπνοίας; Πῶς δὲ ὁ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὕτω μὲν θεολογῶν, οὕτω δὲ τὴν σωτηρίαν ἡμῶν προκαταγγέλλων διαπράττεσθαι, οὐκ ἐκ τοῦ ἀγαθοῦ Θεοῦ καὶ Πατρὸς ἐκπνεόμενος τὰ μέλλοντα ἐχρησμῴδει, ἐξ οὗ τῆς ἀληθείας ἡ πηγὴ αὐτὸς ὁ Σωτὴρ ἡμῶν προῆλθεν, ἀλλά τινος ἄλλης πονηρίας ἐνεργούσης ἀρχεκάκου;

Ἄρ᾽ οὐ παύεσθε θεομαχοῦντες, οὐδέ τις ὑμᾶς μετάμελος τῆς μακρᾶς ἀναφέρει πλάνης; Ὁ μέντοιγε Σωτὴρ ἡμῶν τῷ προσελθόντι αὐτῷ καὶ ζωὴν αἰώνιον ἐπιζητοῦντι ταύτης τυχεῖν ἐπαγγέλλεται, οὐκ ἐὰν τὸν νόμον βλασφημήσῃ, οὐδὲ τοὺς προφήτας ἐκμυκτηρίσῃ, ἀλλ᾽ εἴ γε τὰς ἐντολὰς πληρώσῃ. Πυνθανομένου γὰρ τοῦ τὴν ζωὴν τὴν αἰώνιον αἰτοῦντος, Ποίας; (Ὢ τῆς πολλῆς τοῦ νόμου σεβασμιότητος!) οὐ τὰς ἀπὸ τῆς χάριτος αὐτῷ, ἀλλὰ τὰς ἀπὸ τοῦ νόμου προβάλλεται, Οὐ φονεύσεις, λέγων, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις. Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ ὅρα τοῦ νεανίσκου τὸ ἀγαθὸν, ὁποῖόν τί ἐστιν, οὗ ἡ πρᾶξις τὴν αἰώνιον ζωὴν προξενεῖ. Διερωτῶντος, ὁ Σωτὴρ οὐδὲν μᾶλλον ἐκεῖνον διδάσκων, ἢ κατὰ τῆς ἀποστασίας ἱστάμενος, τὰς νομικὰς προέτεινεν ἐντολὰς, μετὰ πολλῆς τῆς βεβαιώσεως, ἀγαθὰς εἶναι ταύτας καὶ πρὸς ζωὴν ἀπάγειν τὴν αἰώνιον ἐπιμαρτυρῶν. Καί τοι εἰ μὴ τοῦ ἀγαθοῦ Πατρὸς ἦσαν, καὶ τῷ αὐτοῦ κηρύγματι σύμφωνοι, ἀλλ᾽ ἡ τυραννὶς αὐτοῖς ἐπεφύετο, πῶς μὲν αὐτὰς ἡ ἀλήθεια, ὡς μετόχους προῆγε τῆς ἀγαθότητος; πῶς δὲ τῷ ζητοῦντι τὴν αἰώνιον ζωὴν δι᾽ αὐτῶν εὑρεῖν ἐπετίθετο; Πῶς δὲ, ὦ βαθείας μέθης! εἴ τις καὶ καθ᾽ ἑαυτὰ ἐθέλοι ταῦτα σκοπεῖν, τοῦ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνου νόμος τό· Οὐ φονεύσεις, οὐ μοιχεύσεις, καὶ τὰ ἄλλα, οἷς ἐκ διαμέτρου ἡ κακία καὶ ὁ ταύτης σπορεὺς, μὴ ὅτι θεραπεύεται, ἀλλά γε δὴ καὶ ὡς πορρωτάτω μαστιγουμένων δίκην ἀπελαύνεται. Ὁ γὰρ φόνων καὶ κλοπῆς, καὶ μοιχείας καὶ ψευδομαρτυρίας κρείττων γεγονὼς, καὶ τὸν πλησίον ἀγαπήσας ὡς ἑαυτὸν, οὗτός ἐστιν ὁ καταπατῶν τοὺς ἀντικειμένους τῇ ἀγαθότητι θεσμοὺς, καὶ αὐτὸν δὲ τὸν ἀρχέκακον καταισχύνων ἐχθρὸν, καὶ τῶν αὐτοῦ πράξεων μακρὰν ἀποδιώκειν χάριν λαβὼν διὰ τῆς ἐργασίας τῶν Μωσαϊκῶν ἐντολῶν. Οὕτως καὶ καθ᾽ ἑαυτὰ τῶν νομικῶν ἐντολῶν αἱ πράξεις τὴν ἀγαθότητα φέρουσιν ἐν ἑαυταῖς, καὶ τοῦ Πονηροῦ τὸ κράτος σαθρὸν ἐλέγχουσι δι᾽ ἑαυτῶν. Εἰ δὲ καὶ τέλειον τὸν νεανίσκον ἀνεῖπεν ἔσεσθαι προσλαμβάνοντα καὶ τὰς ἰδίας, αἱ τὴν χάριν ποιοῦσιν, ἐντολὰς, οὐδὲ τοῦτο τοῖς εἰρημένοις οὐδὲν ὑπεναντίον μετακινεῖ. Πρῶτον μὲν γὰρ οὐδὲ ἐκάστη τῶν ἐν τῇ χάριτι καθ᾽ ἑαυτὴν τὸ τέλειον προξενεῖ, ἐπεὶ ἐξήρκει ἂν ἡ μία, καὶ τῶν ἄλλων ᾖ ἡ πρᾶξις περιττή. Οὐ γὰρ τοῦτο νομοθεσίας ἀγαθῆς, τὸ καθ᾽ ἑαυτὴν παρέχειν τὸ ἐντελὲς, ἀλλὰ τὸ μηδὲν καθυφεῖναι, τόγε ἐπ᾽ αὐτῇ, πρὸς τὸ μὴ συνάπτειν μὲν τὸν μετιόντα ταύτην τῷ ἀγαθῷ, ἀπάγειν δὲ τῆς ἐργασίας τοῦ πονηροῦ. Δεύτερον δὲ καὶ δι᾽ αὐτῆς ἐστι τῆς ἀποφάσεως οὐδὲν ἔλαττον συνιδεῖν, ἢ διὰ τῶν προτέρων τὰς νομικὰς τιμωμένας ἐντολάς. Τὸ γὰρ ἐκείνας μὲν τὸν Σωτῆρα μὴ ἐκβαλεῖν, ἐπὶ δὲ ταύταις καὶ τὰς ἰδίας ἐπαγαγεῖν, εἶτα τὸν τέλειον δι᾽ ἀμφοῖν ἀποτελεῖσθαι, δῆλον ἂν εἴη, ὡς κἀκείναις τῇ συνδρομῇ τε καὶ συνοικειώσει τῶν ἐν τῇ χάριτι τῆς τελειότητος ἀνακηρύττει μετασχεῖν. Οὐ γὰρ ἄν τις σώζων ὅλως τοῦ λογισμοῦ τὸ ἀξίωμα, ἃς ἀγαθάς τε ἀνεῖπεν ἡ ἀλήθεια καὶ πρὸς αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν χειραγωγοὺς πάντας ἀποψηφιεῖται, εἰ καὶ προσέχουσιν αἱ τῆς χάριτος, μηδὲν πρὸς τὴν τελειότητα συντελεῖν.

Ἐμοὶ μὲν οὖν ταῦτα λογιζομένῳ, καὶ ὅσον ἴσχυσε κατὰ τοῦ γένους ὁ ἐχθρὸς, εἰς οἵαν τε κατηνέχθη πτῶσιν ὁ ἄνθρωπος, καὶ πρὸς ὅσην ἀλλοτρίωσιν ἡ φύσις ἀπηνέχθη τοῦ πλάσαντος, ἀνθελομένη τοῦ Κτίστου τὸν πολέμιον ἐπιγράφεσθαι δεσπότην· ἀναστρέφεται μὲν τὰ ἐντὸς, ταράσσεται δὲ τὰ σπλάγχνα, καὶ προπίπτει δάκρυα, καὶ τοὺς ἐλέγχους οἱ θρῆνοι παρέρχονται. Ἀλλὰ τίς ἂν θρῆνος ἐξαρκέσει τῷ πάθει; Οἶμαι γὰρ καὶ αὐτὸν τὸν Ἱερεμίαν, θρήνους, εἴ τις ἄλλος, εἰδότα συμπαρατείνειν παραπτώμασι, τὸ ἔλαττον ἐνταῦθα λαβόντα, καὶ τὴν συμπάθειαν ὅλην κενώσαντα ἀπελθεῖν. Τηλικοῦτον πρόκειται πτῶμα, καὶ τηλικαύτη κατέσχε τὸ ἀνθρώπινον πληγή. Ὅρα γὰρ, οἴμοι, νῦν μὲν ὅπως συνηγόρους ἑαυτοὺς προχειρίζονται τοῦ ἐχθροῦ, νῦν δὲ οὐ συνηγόρους μόνον ἀλλὰ καὶ τῇ κακίᾳ ὑπερέχοντας καὶ παρευδοκιμοῦντας τὸν ἀρχέκακον καὶ ὑποσπορέα τοῖς τοιούτοις. Καὶ παρελαύνοντες τοῖς ἀτόποις τὸν εἰσηγητὴν, αἴσθησιν οὐκ ἐθέλουσι λαβεῖν. Τοῦ γὰρ Σωτῆρος ἡμῶν ἤδη τὴν αὐτοῦ θεότητα καὶ ἰσχὺν παραδεικνύντος τοῖς θαύμασιν, ἐπεὶ τῶν ἄλλων νοσημάτων ἀπαλλάττων τὸ οἰκεῖον πλάσμα, οὐδὲ τὸ τῶν δαιμόνων στίφος εἴα διενοχλεῖν, ἀλλὰ μετὰ πολλῆς τῆς αὐθεντίας ἀπήλαυνεν, οὐκ ἐτόλμησεν, ὅπερ πρότερον, ἀλαζονεύσασθαι ὁ ἐχθρὸς, καὶ ἑαυτοῦ εἶναι, ἐξ οὗ ἐδιώκετο, ἀντειπεῖν. Ἀλλ᾽ ἅμα τε ὁ Κτίστης εὐσπλάγχνῳ τῷ κτίσματι προσέβλεψεν ὄμματι, καὶ ὁ λεγεὼν ἐδραπέτευε, καὶ οὐκ ἐξ ὧν φεύγει μόνον τοῦ ἀλλοτρίου διώκεσθαι, καὶ ἄκων ἔργοις ἐπιμαρτύρεται, ἀλλ᾽ ὅτι μηδὲ τῶν χοίρων φύσις ὑπὸ τὴν πονηράν ἐστι πλάσιν καὶ ἀρχὴν λαμπρότερον ἀνομολογεῖ. Αἰτοῦσι γὰρ οἱ τῆς πονηρίας τὸν κοινὸν Κτίστην καὶ Δημιουργὸν ἄδειαν αὐτοῖς παρασχεῖν, κἂν γοῦν ἐν ἐκείνοις εἰσελθεῖν. Ὁ δὲ ἄρα πάντα ἐν σοφίᾳ ποιῶν, οὐκ ἐκείνοις, ὡς ἔοικε, χαριζόμενος, ἀλλ᾽ ἣν κατὰ τῶν ἀνθρώπων ἔχθραν ἔχουσι καὶ μιαιφονίαν ἐνδείξασθαι παραχωρῶν, ἀλλὰ μὴν καὶ τῆς ἀτόπου ταύτης νόσου, οἷόν τινα θεραπείαν προκατασκευαζόμενος τήν τε αἴτησιν αὐτῶν ἀφῆκε προελθεῖν, καὶ τὴν αὐτῶν ὁρμὴν καὶ γνώμην εἰς θρίαμβον ἐξελθεῖν. Ὁρᾶς πῶς ὁ τῶν δαιμόνων λεγεὼν οὐ λόγοις ἀλλ᾽ ἀνάγκῃ πιεζόμενος τοὺς χοίρους ἀνομολογεῖ ἔργα εἶναι τοῦ ἐν τῇ σαρκὶ κρυπτομένου ἀληθινοῦ Θεοῦ; Εἶτα ὁ ἐχθρὸς πρότερον καταψευδόμενος καὶ λέγων· Ταῦτα πάντα ἐμά ἐστι, καὶ ἐὰν πεσὼν προσκυνήσῃς μοι, δώσω σοι αὐτά· οὗτος τότε ἀγνοῶν μὲν, ὅτι Θεὸς ἦν, ᾧ τὴν πεῖραν προσῆγε, καταλαζονευόμενος δὲ, ὡς τὰ ἐπίγειά ἐστιν αὐτοῦ, τῆς θεϊκῆς ἤδη δόξης διὰ τῶν θαυμάτων ἀπαστραπτούσης, ἔδεισέ τε ὁ ἀναιδὴς, καὶ τῆς ἀλαζονείας ἀπέστη· καὶ ὁμολογεῖ δι᾽ ἔργων μηδὲ τὴν ἐπὶ τοῖς χοίροις ἔχειν ἐξουσίαν, μὴ ὅτι γε πλάσιν.

Καὶ σὺ, ἄνθρωπε, ἀνάνηψον, οὔπω θέλεις ἐπιγνῶναι τὸν σεαυτοῦ Δεσπότην, ἀλλ᾽ ἔτι τὸ σὸν σῶμα πλάσμα λέγεις τοῦ Πονηροῦ; Ὁ συνηγορούμενος, φόβῳ συσχεθεὶς, τὸ ψεῦδος ἀπέθετο, καὶ σὺ τὴν συνηγορίαν ἔτι συγκροτεῖς; Ἐκεῖνος τοῖς ἔργοις ἀναβοᾷ, ὡς οὐδὲ τῶν χοίρων κύριός ἐστι, καὶ σὺ σεαυτοῦ κύριον ποιεῖς; Ἐκεῖνος οὔπω τελείως τὸν Δεσπότην ἐπιγνοὺς, οὔπω γὰρ ἦν ὁ σταυρὸς πηγεὶς, οὐδ᾽ ὁ ἥλιος σκότῳ καλυψάμενος τὸ φῶς, οὐδὲ τὴν γῆν ἀντὶ τῆς κατὰ φύσιν ἠρεμίας ὁ παράδοξος εἶχε τρόμος, οὐδὲ τὰ τοῦ ἄδου ἐκεκένωτο ταμεῖα, οὐδὲ ἡ ἀνάστασις ἐγινώσκετο. Ἀλλ᾽ οὖν καὶ μηδενὸς ἔτι τούτων παρόντος ὁ ληστὴς τὴν ἐνυπόστατον δεδιὼς ἀλήθειαν, ἣν αὐτῷ προανεπλάσατο ἐξουσίαν, ταύτης ἑαυτὸν καὶ ἄκων ἀπάγει. Ἐβιάζετο γὰρ ἡ ἀλήθεια τὸν ψεύστην· καὶ μηδὲ τῶν χοίρων, μὴ ὅτι τινὸς ἄλλου, ὁ τὰς βασιλείας πάσας ἑαυτοῦ τερατευόμενος εἶναι μηδ᾽ αὐτῶν ἔχειν τὴν κυριότητα τοῖς πράγμασιν ἀνακράζει. Καὶ σὺ μετὰ τὸν σταυρὸν, μετὰ τὸ σκυλευθῆναι τὸν ἄδην, μετὰ τὴν ἀνάστασιν, μετὰ τὸ παραδειγματισθῆναι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ σκότους, μετὰ τὸ λαβεῖν σε τὴν ἐξουσίαν, ἂν ἄρα βούλῃ, κατὰ πάσης τῆς δυνάμεως τοῦ ἐχθροῦ, ἔτι σεαυτὸν ἀνέχῃ, εἴ τις σε ἄλλος ὑπεξούσιον καὶ πλάσμα λέγει τοῦ πονηροῦ, μὴ ὅτι γε σὺ σεαυτόν; Τίς δ᾽ οὐχὶ κἀντεῦθεν ῥᾷστα συνίδοι, ὡς οἱ διὰ τοῦ νόμου προφῆται καὶ ἀπεσταλμένοι, οὓς ἡ Ἰερουσαλὴμ, ὃ νῦν δηλοῖ τῶν ἀγνωμονεστέρων Ἰουδαίων τὸ σύστημα, λιθοβολοῦσά τε καὶ ἀποκτιννῦσα οὐκ ἀνίει, οὗτοι δὴ τῆς ἀγαθῆς ὑπῆρχον ἐπιπνοίας τε καὶ ἀποστολῆς, καὶ δὴ καὶ τὴν δημιουργίαν ἕλκοντες ἐκεῖθεν; Πόθεν καὶ τίς ἡ παράστασις· αὐτός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἡ τῆς ἀληθείας πηγή. Ταλανίζων γὰρ τὴν Ἰερουσαλὴμ, οἷς ἐν τούτοις ὑπηνέχθη, οὐκ ἂν δὲ ταλανίσειεν ἡ ἀγαθότης τὴν λιθοβολοῦσαν καὶ ἀποκτενοῦσαν τοὺς ἐραστὰς τῆς πονηρίας, ἢ τοὺς ὑπ᾽ αὐτῆς ἀπεσταλμένους. Ἰερουσαλὴμ γὰρ, φησὶν, Ἰερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Εἶτα· Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὅρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε. Ἀντὶ τοῦ· Ποσάκις ἠθέλησα διὰ συγγνώμης ἀναλαβεῖν ὑμᾶς, καὶ τῆς δίκης ἐξαρπάσαι, ἥτις ἀντὶ τῶν προφητικῶν αἱμάτων καὶ οἷς τῶν δεδομένων ὑμῖν κατορχεῖσθε νόμων, ἀπέκειτο, εὐδαιμονίας τε συνόντας ἀλλήλοις τῆς κατὰ τὸν βίον ἀπολαύειν, χάριν παρασχεῖν. Ἀλλ᾽ ἣν αὐτοί γε καθ᾽ ἑαυτῶν τῆς ἀπονοίας τυραννίδα προεστήσασθε, οὐ μόνον οὐδὲν πρὸς ἐπιστροφὴν ἀφορᾶν ὑμᾶς παρεσκεύασε καίτοι τοσαύτης καὶ τηλικαύτης τῆς εὐμενείας ταύτην ὑμῖν προτεινούσης, καὶ πρὸς αὐτὴν ἐπιστρέφεσθαι παρακαλούσης, ἀλλὰ καὶ καθ᾽ ἐκάστην παραθρασύνει προστιθέναι τὰ ὅμοια. Καὶ τί λέγω τὰ ὅμοια; Ἀλλὰ μὴ τὰ πολὺ χαλεπώτερα, δι᾽ ὧν ὑμεῖς τὴν ἐμὴν πρόνοιαν καὶ φιλανθρωπίαν ἑαυτῶν ἀπεσκευάσασθε. Διὸ καὶ ὁ καιρὸς ὑμῖν ἀπαιτεῖσθαι παρέστηκε τὰ ἐπίχειρα, τήν τε ἀπ᾽ ἀλλήλων καταδικάζων διασπορὰν, καὶ οὐ τὴν διασπορὰν μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν πόλιν αὐτοῖς θεμελίοις καταστρέφων, καὶ ἐρημίᾳ παραδιδούς. Εἰ οὖν κατὰ τῶν προφητικῶν αἱμάτων ἡ τόλμα καὶ τῶν ἀπεσταλμένων ὁ φόνος εἰς ταλανισμὸν μὲν ἀπάγει τοὺς Ἰουδαίους, προοίμιον δὲ γίνεται τῆς ἐσχάτης αὐτῶν ἀπωλείας, πῶς οὐχὶ τὴν ἴσην δίκην, ἵνα μὴ λέγω τὴν μείζονα, οἱ θερμοὶ μὲν τῶν Ἰουδαίων μιμηταὶ καὶ ὑπερβαλέσθαι δὲ φιλονεικήσαντες αὐτοὺς, οὐκ αὐτοὶ καθ᾽ ἑαυτῶν ἐπάγουσί τε καὶ ἄφυκτον ταύτην κατασκευάζουσι περιφανῶς. Οἱ γὰρ πονηρᾶς δημιουργίας, ὧν ἔκδικος ἡμῖν ὁ Σωτὴρ, τούτους δυσφημοῦντες προελθεῖν, πολλῷ χαλεπώτερον τολμῶσι τῶν ἀνελόντων αὐτοὺς. Οἱ μὲν γὰρ κατὰ σωμάτων ἅπαξ ἀφῆκαν τὴν πληγὴν, οἱ δὲ τὴν πονηρίαν αὐτοῖς φύσει συγκατασκευάζοντες, ἀΐδιον ἐναφιεῖσι τὴν ἀνίατον καὶ ἀνυπόστατον πληγὴν, μετὰ τὸ καὶ τοὺς ἀνελόντας αὐτοὺς ἀντὶ τῆς τιμωρίας ἐπάθλοις κοσμεῖν, δι᾽ ὧν μὲν τῆς σωματικῆς ἐκείνης σφαγῆς ἀρχηγοὺς τῇ γνώμῃ παριστῶσιν ἑαυτοὺς. Καὶ οὐ ταῦτα μόνον, καί τοι τηλικαῦτα ὄντα, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τῶν σωμάτων ἀσελγείας ἐπὶ τὸν κοινὸν Δεσπότην καὶ Δημιουργὸν ἀναφέρειν οὐ φρίττουσιν τὴν ἀσέλγειαν. Οἷς γὰρ, ὧν ἐστιν ἔκδικος, κακίας λέγουσιν ἔργα καὶ θεραπευτὰς, τούτοις τὴν ὕβριν, ἀλλ᾽ οὐκ ἂν ὀνομάσαιμι, συνεξυβρίζουσι καὶ τὸν ἐκδικητήν.

Ὅτι δὲ τῶν προφητῶν ὁ χορὸς, καὶ αἷς ἱερολογίαις Μωσῆς ὑπηρετήσατο, αὐτοί τε Θεοῦ πεφήνασι τοῦ ἀγαθοῦ καὶ πλάσμα καὶ λατρευταὶ καὶ ὧν ὑποφῆται χρηματίσαι χάριν ἔλαβον, ἐπιπνοίας ἦν ταῦτα καὶ προνοίας ἀγαθουργοῦ, καὶ οὐδὲν ἦν πρός γε τὴν τότε τῶν ἀνθρώπων ἀκοὴν, οὔτε σοφώτερον, οὔτε ἀσφαλέστερον, ἀλλ᾽ οὔτε σωτηρίαν παρασχεῖν ἑτοιμότερον, οὐδὲ χειραγωγῆσαι βέλτιον, αὐτὸς πάλιν ἡμῖν ὁ καὶ τῆς παλαιᾶς καὶ τῆς νέας διαθήκης Δεσπότης, παρέχει καὶ τὴν ἀπόδειξιν. Τοιαύτην γὰρ τοῖς προφήταις τοῖς αὐτοῦ παρέσχεν ἔργοις τὴν τῆς ἀληθείας ἀσφάλειαν, καὶ εἰς τοσαύτην τούτους δόξαν καὶ περιφάνειαν ὕψωσεν, ὥστε οὐ τὰ παράδοξα τῶν ἔργων μόνον τούτους ἐπιδείκνυσι προκαταγγεῖλαι καὶ ἀνειπεῖν, οὐδ᾽ ὅτι σταυρὸν καὶ θάνατον, οἷς ὑποστήσεται σώσει τὸ γένος ἡμῶν· οὐδὲ χολὴν καὶ ὄξος, ὡς ποτισθήσεται· οὐδ᾽ ὅτι τὸ πάθος ὁ ἥλιος οὐ φέρων σκοτισθήσεται, οὐδ᾽ ὅσα ἄλλα μετὰ τοῦ ὑπερφυοῦς καθέκαστον ἔσχε τὴν ἔκβασιν ἀπαράτρεπτον· ἀλλ᾽ οὐδ᾽ ὅτι ἐπὶ πῶλον ὄνου καθεδεῖται, καὶ τῶν δυσανασχετούντων τοὺς παῖδας ὑμνολόγους ἕξει. Οὐμενοῦν οὐδὲν τούτων ἀφῆκε μὴ κατὰ τοὺς ἐκείνων λόγους καὶ τὰς προφητείας προελθεῖν, καὶ ἑαυτὸν ἐπιδεῖξαι διαπραττόμενον. Καίγε τί προσῆκον ἦν, τὸν ἀναιρέτην τῆς κακίας, καὶ οὗ τῆς ἐπιδημίας τὸ μέγιστον ἡ τῆς τυραννίδος κατάλυσις, εἰδότα καὶ τὰ προφητευθέντα, καὶ οἱ ταῦτα προεφήτευσαν, πότερον ἀπεναντίας ἐκείνων ἅπαντα πράττειν, εἴπερ ἦσαν ἐξ ἀντικειμένης ἀρχῆς, ἢ ζητεῖν πάντα πληρῶσαι, καὶ μηδὲν ἐᾶσαι διαπεσεῖν, ὧν ἐκείνοις ἐπῆλθεν εἰπεῖν. Ἀλλὰ μὴ τοσοῦτον ὤφθη, μηδὲν τῶν ἐκείνοις τεθεσπισμένων ὑπεριδὼν, ὡς καὶ πολλάκις ἐν τῷ πράττειν ἐπισημαίνεσθαι, καθὼς προεῖδον ἐκεῖνοι, καὶ προαπήγγειλον οὕτω ποιεῖν, καὶ κατὰ μηδὲν τῶν ἐκείνοις κεχρησμῳδημένων ἀπαλλοτριοῦσθαι τὰ ἔργα αὐτοῦ. Οὕτω προύργου τὸ ἀληθεύειν ἐκείνους ἐτίθετο, καὶ ὡς τοῦ ἀληθινοῦ Θεοῦ καὶ Πατρὸς παναληθεῖς ὑπῆρχον ὑποφῆται καὶ διάκονοι, πολλὴν τὴν πρόνοιαν ἐπεδείκνυτο. Καὶ πῶς ἂν ἔχοι λόγον, πηγάζειν τοὺς προφήτας, παρασκευάζειν τὴν ἀλήθειαν, ἢ, τῶν κεχρησμῳδημένων αὐτοῖς παραδόξων ὄντων, πέρας τὰ ἔργα παρέχειν, καὶ τῆς ἐκείνων ἀληθείας τὴν οἰκουμένην πᾶσαν διὰ τῶν ὀμμάτων ποιεῖν μάρτυρας; Ὁ ταυτόν ἐστι τῆς μισούσης ἀρχῆς τὴν ἀλήθειαν ἐπιτήδευμα διδάσκειν εἶναι τὸ χορηγεῖν τὴν ἀλήθειαν. Ὅρα δὲ, καὶ ἄλλα μὲν αἰνιττόμενος ὁ Σωτὴρ τῷ πώλῳ ἔποχος ἦν. Τὸ δὲ μάλιστα ἐμφανὲς τὴν προφητείαν ἔστι λαβεῖν, ὅτι βεβαιῶν. Λέγει γὰρ τὰ λόγια τὰ σεπτά. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραΰς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Ὁρᾶς ὅπως ἐπ᾽ ἐκβάσει τε καὶ βεβαιώσει τῆς προφητείας ὁ τοῦ κόσμου Σωτὴρ ἐπὶ τὸν πῶλον καθέζεται; Ἐπεὶ καὶ χωρὶς τῆς τοιαύτης μαρτυρίας, κατά γε τὸ φαινόμενον, τίς ἑτέρα χρεία παρῆν κατεπείγουσα, συντόμου προκειμένης οὕτω τῆς ὁδοῦ, ἐποχεῖσθαι πώλῳ τὸν Ἰησοῦν, ὅς γε πολλάκις καὶ πολυπλασίους ποσὶ τοῖς αὐτοῦ διῆλθεν ὁδούς; Ἡ ποίαν δόξαν ἀνῆπτε φέρων ὁ πῶλος τῷ σύμπαντα φέροντι τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Τίνα δὲ καὶ βασιλείαν ἐκήρυττεν ὑποζύγιον, ἀνέχον ὀχούμενον τὸν βασιλέα τοῦ Ἰσραήλ; Τὸ γὰρ ταπεινὸν καὶ πρᾶον, ἵνα μὴ λέγω μᾶλλον, εἰ τὴν ὁδοιπορίαν ποσὶ βαδίζων διήνυεν, ἀλλ᾽ οὖν οὐκ ἔλαττον παρεῖχεν ἐννοεῖν. Οὕτω τὰ τῆς παλαιᾶς τοῖς τῆς χάριτος συνεβίβαζε, καὶ οὕτω διὰ τῆς αὐτῆς ἀγαθότητος καινὰ καὶ ταῦτα προελθεῖν, εἰ καὶ τὸ μεῖζον ἡ χάρις εἶχε μετὰ τῶν ἄλλων σωτηρίων δογμάτων καὶ τοῦτο, καὶ λόγοις καὶ ἔργοις ἐκπαιδεύων οὐκ ἀφίστατο.

Τίμ ἱερῷ προσελθὼν ἆρα ἀλλότριον ἀπέφηνεν αὐτὸ, ὃν τρόπον ἡ ἀποστασία βούλεται, ἢ βεβηλοῦσθαι παρῆκεν, ὡς τῆς μελλούσης ὑπ᾽ αὐτοῦ καθαιρεῖσθαι τυραννίδος ἀνάκτορον καὶ κατοικητήριον ὄν, πολλοῦ γε καὶ δεῖ, καίτοιγε ἐχρῆν· ἀλλ᾽ ἵλεως εἴη Θεὸς, ἀφ᾽ οὗ μάλιστα τὴν θεραπείαν ἤδη προσφερομένην τῷ ἐχθρῷ, αὐτόθεν αὐτοῦ τε τῆς καταλύσεως ποιεῖσθαι τὴν ἀρχήν. Ὁ δὲ τοὐναντίον ἅπαν ἐκτελεῖ δι᾽ ἔργων αὐτῶν ἐλέγχων τοὺς ἀσεβεῖς. Οὐ γὰρ μόνον οὐδὲν οὐκ ἀφῆκεν ὑβριστικὸν, ἀλλὰ καὶ τοὺς μὴ λίαν τετιμηκότας ἐκβάλλει τε καὶ ἀπελαύνει σὺν ἀπειλῇ, καὶ τῆς ὀργῆς, ὅσης ἦσαν ἄξιοι βεβηλοῦντες τὸν οἶκον τοῦ πατρὸς αὐτῶν παριστῶν, φραγέλλιόν τε σχοινίων διαπλέκει, καὶ τοῦτο τούτοις ἐπανατείνεται, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, αὖται δ᾽ ἂν εἶεν, αἳ τὸ τῆς ἀλλαγῆς ἀργύριον καὶ τὰ κέρματα ἔφερον, ἐφ᾽ οἷς καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς ἢ τοὺς βοῦς· εἰ βούλει δὲ καὶ τὰ πρόβατα, καταστρέφει. Καὶ οὐκ ἔπραξε μὲν ταῦτα· ἐσίγησε δέ. Ἡ οὐκ ἐσίγησε μὲν, διὰ παραβολῆς δὲ ἐφθέγξατο· ἢ οὐ τοῦτο μὲν, οὐ σὺν παρρησίᾳ δέ. Καὶ τίς ἂν ἄλλος εἴη σαφέστερος λόγος, ἢ τῇ παῤῥησίᾳ κρατῶν, ἵνα μή τις καὶ τῶν κακουργεῖν σοφίαν ποιουμένων, ἀφορμὴν ἄλλην ἑαυτῷ διαπλαττόμενος εἰς ἐκείνην τῶν πεπραγμένων ἀνάπτῃ τὴν αἰτίαν· ἀλλ᾽ ἅμα τε εἰργάζετο ταῦτα τὸ πατρικὸν ἱερὸν τῆς τῶν Ἰουδαίων ὀλιγωρίας ἀποκαθαίρων καὶ ἀφαγνιζόμενος. Καὶ χρησμὸν ἐπέφερε, λαμπρῶς καὶ σὺν παρρησίᾳ διδάσκων, καὶ τῆς ἀπειλῆς καὶ τῆς καταστροφῆς τῶν τῆς ἐμπορίας τραπεζῶν καὶ καθεδρῶν τὴν αἰτίαν. Ὁ οἶκός μου γὰρ, φησὶν, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον ληστῶν· οἶκον προσευχῆς καὶ Θεοῦ οἶκον τὸν νομικὸν καὶ εἰδὼς καὶ ὀνομάζων ναόν. Καὶ ἐκδικῶν αὐτὸν βεβηλούμενον, διότι τε τοῦ ἀγαθοῦ πατρὸς ἦν, καὶ διότι καὶ αὐτοῦ, εἴπερ ἅπαντα τὰ τοῦ Πατρός ἐστι καὶ αὐτοῦ. Καί τοι πόση τις ἡ βεβήλωσις ἦν ἀργυρίου ξύλον καὶ κερμάτων πίναξ, ἐν ᾧ τὸ τῶν ἀλόγων ζώων ἀντάλλαγμα κατεβάλλετο. Ἀλλ᾽ οὕτως ἤδει τότε τοσαύτης ὄντα τιμῆς καὶ εὐλαβείας ἄξιον τὸν ναὸν, ὡς μηδὲ τὸ βραχύτατον ἀνέχεσθαι τῶν ἔξω πιπτόντων τῆς ὀφειλομένης αὐτῷ τιμῆς παραχωρεῖν τινα τολμᾷν εἰς αὐτόν. Τί λέγεις; τὸν οὕτω τιμηθέντα ναὸν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοὺς ἐπιχειρήσαντας τρόπον τινὰ βεβηλοῦν, τηλικαύτης ἀποφήναντα ὀργῆς, ἄρα εἴη τοὺς οὐκ ἐπ᾽ ἐργασίᾳ μόνῃ κοινῇ βεβηλοῦν ἐπαρθέντας αὐτὸν, ἀλλ᾽ ὅλον διόλου μύσους ἀρρήτου καὶ βδελυρίας ἀνυπερβλήτου πληροῦντας αὐτὸν, οὕτως ἀνευθύνους ἀφήσειν αὐτούς; Καὶ ποῦ ἂν εἴη τοῦτο λογισμοῖς νηφόντων λαβεῖν δυνατόν; Ἐντεῦθεν δὲ ἂν ἴδοις οὐκ ἔλαττον ἢ διὰ προειρημένων, ὅσης τότε δόξης καὶ τιμῆς ἄξιος ὁ Μωσῆς καὶ τὸ τῶν προφητῶν μακάριον σύνταγμα, καὶ ὅτι σύμφωνος ὁ νόμος τῇ χάριτι.

Πληρώσας γὰρ τὴν οἰκονομίαν ὁ φιλάνθρωπος ἡμῶν καὶ ἀγαθὸς Θεὸς, καὶ τὴν νίκην ἤδη φέρων κατά γε τοῦ θανάτου καὶ αὐτοῦ τοῦ προξενήσαντος τῷ γένει τὸν θάνατον λαμπρὰν, ἐπειδὴ τὸν θάνατον σκυλεύσας ἀνέστη, καὶ τὸ σῶμα, ὅπερ τῆς ψυχῆς διέστη, πάλιν προσείληφε, καὶ τοῖς μὲν περὶ Κλεόπαν ὀδοποιοῦσι συνεπορεύετο, οἱ δὲ τὸν Δεσπότην οὐκ ἐγίνωσκον· ἐπιτιμᾷ μὲν αὐτοὺς τῆς ἀγνοίας, μᾶλλον δὲ τῆς ἀνοίας, καὶ τῆς περὶ τὴν πίστιν βραδύτητος. Οὐκ ἄλλοθεν δὲ ἐπιτίμησιν, ἢ τὴν ἐπὶ γνῶσιν φέρει, καίτοι ῥᾷον ὂν χεῖράς τε δεῖξαι καὶ πόδας, ἃ τῶν ἤλων καὶ τῆς λόγχης ἔφερε τοὺς τύπους, καὶ τὰ σύμβολα, καὶ τῷ πάθει σαφῶς ἀνεδίδασκε τὸν πεπονθότα, ὥσπερ ὕστερον τοῖς τῶν μαθητῶν ἀμφιβάλλουσι δι᾽ αὐτῶν τὴν ἀπιστίαν διέλυσεν. Οὐ μὲν οὐδ᾽ ἀνέμνησεν, ὅτι πρὸ τοῦ πάθους συνὼν αὐτοῖς ταῦτα προεῖπεν, οὐδ᾽ οἷς θαυματουργῶν τῶν λόγων αὐτοῦ τὴν ἀλήθειαν συνεῖχε· καίτοι καὶ τοῦτο προσανέμνησεν, οἷς ὤφθη μετὰ ταῦτα. Ἀλλ᾽ οὐδὲν τούτων αὐτοῖς προθεὶς, οὐδ᾽ ἀφ᾽ ἑνὸς τῶν σωτηρίων παθῶν, οὔτε ἐπιπλήξας, οὔτε διδάξας, ἀλλ᾽ ὥσπερ μονονουχὶ δεικνὺς ἐφαμίλλους εἶναι πρὸς ἀληθείας παράστασιν, καὶ φωτίζειν ἀνθρώπων διάνοιαν, τούς τε οἰκείους λόγους καὶ τὰ πάθη καὶ δὴ καὶ τὰς Μωσαϊκὰς καὶ προφητικὰς φωνάς· τοῖς μὲν δι᾽ ὧν ἔδειξέ τε τὰ ἐπὶ τοῦ σώματος τῶν παθῶν ἴχνη, καὶ αὐτὸς προεθέσπιζεν, ἐβεβαίου τὴν ἀνάστασιν· τοὺς δὲ προλαβόντας εἰς θέαν αὐτοῦ καταστῆναι, ἀπ᾽ οὐδενὸς τῶν εἰρημένων ἑαυτὸν ἀνακαλύπτων, οὐδ᾽ ὑποβάλλων εἰς ἐπιτίμησιν, ἀπό γε τῶν προφητῶν καὶ τοῦ Μωσέως τό τε ἔγκλημα τούτοις ὑφαίνει, καὶ τὴν ἄγνοιαν αὐτῶν τῆς ψυχῆς, ἅμα καὶ τῶν ὀμμάτων ἀποσκευάζεται. Καὶ τόγε ἐξαίρετον εἰς ἰσχὺν καὶ ἀξίωμα, ἐν οἷς μὲν ἐχρήσατο πρὸς διδασκαλίαν καὶ ἔλεγχον τοῖς αὐτοῦ λόγοις καὶ παθήμασι καὶ τὴν Μωσαϊκὴν καὶ προφητικὴν μαρτυρίαν συνεφήρμοσεν· ἐν οἷς δὲ διὰ τῶν προφητικῶν καὶ Μωσαϊκῶν ῥημάτων τὰ πάθη καὶ τὴν δόξαν αὐτοῦ καὶ τὴν ἀνάστασιν ἀπεκάλυπτεν, ἠρκέσθη τούτοις, οὐδὲν ἐπιδεηθεὶς τῆς ἀπὸ τῶν ἄλλων βεβαιώσεως. Τοσοῦτον ἤδει τῶν προφητικῶν λογίων καὶ Μωσαϊκῶν τὸ τῆς ἀληθείας κράτος καὶ τῆς ὠφελείας τὸ μέγεθος, οὐχ ὅτι ταῦτα ἐκείνων προῆγεν, ἀλλ᾽ ὅτιπερ ἐπὶ τοσοῦτον ἐμεθόδευε τοὺς ἐν τῷ νόμῳ χρησμοὺς συναπολαύειν τῆς τῶν ἐκβεβηκότων σεβασμιότητός τε καὶ δυνάμεως· τοῖς μὲν γὰρ ἤρκει χάρις ἡ οἴκοθεν, τοῖς δὲ προσέδει κόσμον ἀνάγειν εἰς τὴν ἐκείνων εὐγένειαν. Ἀλλ᾽ οὐδέν ἐστιν οἷον αὐτῶν τῶν Δεσποτικῶν ῥημάτων ἀκούειν· Λέγει γάρ· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται. Ἀκούεις, πῶς τὴν ἐπιτίμησιν διὰ τῶν προφητῶν ἐπάγει; Εἶτα· Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Τὴν δόξαν, οἱ προφῆται τοῦ Σωτῆρος κηρύττουσι· καὶ σὺ πρὸς τὴν ἐσχάτην αὐτοὺς, μᾶλλον δὲ κἀκείνων, ἀπελαύνεις ἀτιμίαν. Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ πάντων τῶν προφητῶν, διερμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Ὁ Λυτρωτὴς ἡμῶν ἑρμηνευτὰς τῶν ἔργων δι᾽ ὧν ἡμᾶς ἐλυτρώσατο τῆς τυραννίδος, τοὺς προφήτας ἀνομολογεῖ· καὶ σὺ τῆς τυραννίδος ὑπηρέτας οὐ φρίττεις ποιεῖν; Ἡ σύγε σεαυτὸν οὐ ταύτῃ μόνον, ἀλλ᾽ ἅμα καὶ τρόπον ἄλλον τοσαύτης ἀνοίας καὶ παραπληξίας ἐνέπλησας, ὥστε μηδ᾽ αἴσθησιν ἔχειν, μηδ᾽ ἐν ᾧ τὰ ἐναντιώτατα καὶ φρονῶν καὶ λέγων ἁλίσκῃ. Νῦν μὲν γὰρ τὸν νοῦν τὸν μέγαν, τὸν Ἀσσύριον αὐτοκράτορα, καὶ κύριον τοῦ παντὸς θεομαχῶν προκαθίζεις· νῦν δὲ λανθάνεις αὐτὸν, οὐδὲ ἑαυτοῦ κατεξουσιάζοντα ποθὲν οὐδὲ τῶν λογισμῶν κυριεύειν, ἀλλ᾽ εἰς λῆρον μακρὸν καὶ παραφροσύνην ἀνυπέρβλητον ἐκπέμπεις. Τὸ γὰρ τοὺς αὐτοῦ θεράποντας καὶ λατρευτὰς (εὐμενεῖς δὲ ἡμῖν εἴησαν οἱ προφῆται, ὑπὲρ αὐτῶν γὰρ ἡ κατ᾽ αὐτῶν μνημονεύεται ὕβρις), τὸ γοῦν τούτους ἐπιπνεῖν τε καὶ χειροτονεῖν, ὥστε τῆς τυραννίδος αὐτοῦ τὴν κατάλυσιν ὑποτίθεσθαι καὶ προανακηρύττειν, ἀλλὰ καὶ τὸν τρόπον τῆς καταλύσεως οὕτω λεπτομερῶς τε καὶ περιφανῶς ἀποσαλπίζειν καὶ οὐκ ἀποσαλπίζειν μόνον, ὧν οὐδὲν οὐδ᾽ ὁ ληστὴς αὐτὸς ἐγνώκει, ἀλλὰ καὶ μετὰ πάσης σπουδῆς μηχανᾶσθαί τε καὶ κατασκευάζειν· πόσης οὐκ ἂν εἴη ταῦτα παρανοίας; Τίνος δὲ διανοίας, τὴν ἔμφυτον κίνησιν, κἂν γοῦν ἐπ᾽ ἐσχάτοις ἴχνετιν, διασωζούσης; Μᾶλλον δὲ, εἰ βούλει, οἷς μὲν αὐτὸν τὰ ἀπόρρητα καὶ ὑπερφυῆ προειδέναι λέγεις, καὶ ἃ μόνῳ ἦν τῷ ἀληθινῷ Θεῷ ἐγνωσμένα τε καὶ προωρισμένα, φεῦ τῆς ἀτοπίας! σοφίαν αὐτῷ τὸν ἀνυπέρβλητον καὶ σύνεσιν ἄφατον χαρίζῃ· οἷς δὲ τὴν αὐτοῦ κατάλυσιν συνεργάζεσθαι καὶ θριαμβεύειν οὐδὲν τῶν παραπαιόντων καὶ ἐξεστηκότων, ὃν τοῖς χείλεσιν ἔθου Θεὸν, κατ᾽ οὐδὲν ἐᾶς παραλλάττειν.

Τοιοῦτοι τῶν σῶν δογμάτων οἱ καρποὶ, τοιαῦτα τῶν ὑπὲρ τῆς πονηρίας σπουδασμάτων τὰ ἐπίχειρα, μᾶλλον δὲ πρὸς τὸν αὐτόθεν ὄγκον τῆς σῆς βλασφημίας καὶ τῆς ἀπαρχῆς τῶν σῶν ζιζανίων σπορᾶς. Καὶ ταῦτα μικρά. Ἐκεῖνο δὲ τῶν Σαδδουκαίων οἱ ἀναισθητότεροι (οὐ γὰρ ἂν φαίην, ἀσεβέστεροι· μείζων γὰρ αὐτῶν ἐστιν ἡ ἀποστασία, τῆς πρὸς τὰ χείρω συγκρίσεως), ἀλλ᾽ οὖν ἐκεῖνο πῶς οὐ δυσωποῦνται, οἱ πρὸς πᾶσαν θείαν καὶ ἀπειλὴν καὶ ὀργὴν καὶ χάριν καὶ εὐεργεσίας ἀπόλαυσιν ἀδυσώπητοι, ὃ τοῖς νενοσηκόσι Σαδδουκαίοις νεκρῶν μὴ εἶναι ἀνάστασιν, πειράζειν ἐπιχειρήσασι τὸν ἀπείραστον, αὐτὸς ἀνεφθέγξατο. Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Κυρίου λέγοντος· Ἐγώ εἶμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· οὐκ ἔστιν οὖν ὁ Θεός· νεκρῶν Θεὸς, ἀλλὰ ζώντων. Τί γὰρ ἄν τις εὕροι ταύτης τῆς χρήσεως βεβαιότερον, ἢ καθελεῖν τὴν τῶν θεομάχων τόλμαν κραταιότερον; Ὁ τοῦ Ἀβραὰμ καὶ ὁ τοῦ Ἰσαὰκ καὶ ὁ τοῦ Ἰακὼβ Θεὸς, αὐτός ἐστιν ὁ τῶν ζώντων Θεός. Καὶ δῆλον, ὡς, ὧν ἐστι Θεὸς, οὗτοι ζῶσι καὶ νῦν καὶ μετὰ τὴν ἀνάστασιν ἐν αὐτῷ. Τὴν δὲ ἀνάστασιν ἐνήργησεν ὁ Θεὸς, ὥστε οὓς ἀνίστησιν ὁ Υἱὸς (ἀνιστᾷ δὲ σύμπαν τὸ ποίημα, ἐν οἷς καὶ οἱ πρόγονοι τῶν πατριαρχῶν), τούτων ἄρα βασιλεύει καὶ νῦν καὶ μετὰ τὴν ἀνάστασιν ὁ Θεὸς, ὅτε καὶ τοῦ σοῦ πλάσματος ὁ πεπλασμένος ποιητὴς τῷ ἀτελευτήτῳ πυρὶ καὶ τῷ σκώληκι παραδέδοται, αὐτός τε καὶ οἷς ὑπακούειν καὶ ὑπηρετεῖν αὐτοῦ γνώμη γέγονε τῷ θελήματι. Ἀλλ᾽ ἐκεῖνοι μὲν σὺν ἐκείνῳ τὴν δίκην ὑπέχουσιν, Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ πάντες οἷς ἡ διὰ νόμου Θεοῦ εὐαρέστησις, τῆς ἀτελευτήτου καὶ ἀνεκλαλήτου τρυφῆς ἀπολαύουσι. Τί λέγεις, ἄθλιε, ὁ σὸς τῇ γλώττῃ δημιουργὸς πυρὸς γίνεται τροφὴ, οἱ δὲ περὶ τὸν Ἀβραὰμ παρὰ τοῦ ἀληθινοῦ Θεοῦ τὰς οὐρανίους κληροῦνται σκηνάς. Καὶ σὺ λέγεις ἄρχειν αὐτῶν, ὃν τὸ ἐξώτερον συνέχει σκότος; Ὁ Σωτὴρ τοῦ κόσμου τὸν ἑαυτοῦ Πατέρα Θεὸν λέγει τοῦ Ἀβραὰμ καὶ τῶν ἄλλων πατριαρχῶν. Σὺ μὲν τοῦτον ἐκβάλλεις τῆς ἀρχῆς, ἀντεισάγεις δὲ τὸν κατατηκόμενον τῷ πυρὶ, καὶ σὲ, ἐὰν μὴ θᾶττον ἀνανήψας φύγῃς τὴν πλάνην, ταῖς αὐταῖς συναπάγοντα ποιναῖς. Καὶ οἱ μὲν Ἰουδαῖοι, ταῦτα λέγοντος τοῦ Σωτῆρος, ἐξεπλήττοντο, ναὶ δὴ καὶ τὸ τῶν Σαδδουκαίων ἀναιδὲς ἐπεφίμωτο. Σὺ δ᾽ οὐδ᾽ οὕτω χαλινοῖς τὴν γλῶτταν, οὐδὲ τῶν λογισμῶν ἀπορρίπτεις τὸ δυσσέβημα. Καὶ πῶς ἂν ἄλλως ἢ πόθεν συγγνώμης σοι σταγὼν, ἢ κατὰ ποῖον καιρὸν ἐπισταχθήσεται;

Οὐδ᾽ ἐκεῖνο δὲ δεήσει παραδραμεῖν. Τῶν Φαρισαίων τις, δοκῶν τῶν ἄλλων τῇ τοῦ νόμου γνώσει προέχειν, εἰς πεῖραν αὐτὸν καθίστησι τοῦ Ἰησοῦ, καὶ ἐπερωτᾷ, Διδάσκαλε, λέγων, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; Καὶ ὅρα, δι᾽ ὧν ἀμείβεται ὁ Ἰησοῦς, ὅπως ταῖς Μωσαϊκαῖς ἐντολαῖς καὶ τὸ μεγαλεῖον ἐπιμαρτύρεται καὶ τὸ θεοφιλές. Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου. Καὶ τοῦτο μὲν ἡ τοῦ νόμου φωνή· πρόσχες δὲ καὶ ἐπικρίσει τῇ Δεσποτικῇ. Ἐπιφέρει γάρ· Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολὴ, μεγάλην ἐντολὴν καὶ πρώτην τὴν κατὰ νόμον θεοσέβειαν καλῶν. Καίτοι τίς ἐπέκειτο χρεία εἰς τὴν ψῆφον ταύτην ἐλθεῖν, καὶ τὸ μεγαλεῖον δοῦναι τῇ θεοσεβείᾳ τῇ Μωσαϊκῇ, εἰ μὴ πατρώας ταύτην ἐπεγίνωσκε νομοθεσίας. Πλὴν καὶ αὐτή γε καθ᾽ ἑαυτὴν ἡ ἐντολὴ, εἴ τις ἐθέλοι θεωρεῖν, πῶς οὐ μεστὴ μὲν ἀγαθοειδοῦς καὶ θείας ἐπιπνοίας; μεστὴ δὲ τῆς πρώτης φιλοσοφίας, Θεὸν εἰδέναι τὸν Πλάστην καὶ Εὐεργέτην, καὶ πρὸ τῶν ἄλλων ἁπάντων ἀγαπᾶν. Τίνα γὰρ ἄλλον ἐχρῆν πρὸ τοῦ κηδεμόνος καὶ ἐκ μὴ ὄντων ὑποστήσαντος; πῶς δὲ οὐχ ὅλῃ μὲν ψυχῇ, οὐχ ὅλῃ δὲ καρδίᾳ, οὐχ ὅλῃ δὲ διανοίᾳ, μετά τινος δὲ δισταγμοῦ καὶ διαμερισμοῦ λογισμῶν καὶ οἷον ἀφοσιούμενον τῷ ἑτάζοντι καρδίας καὶ νεφροὺς προσῆκε φέρειν τὴν τῆς ἀγάπης ὀφειλὴν ἀνθ᾽ ὧν ὑπέστησεν, ἀνθ᾽ ὧν τρέφει καὶ συνέχει, ἀνθ᾽ ὧν ἡμαρτηκότα μὴ ἀπώσατο, ἀλλὰ καὶ τὸν ἴδιον Υἱὸν, τῶν αὐτοῦ μὴ διαστάντα κόλπων, ἐπὶ σωτηρίᾳ καὶ ἀνορθώσει τοῦ πεπλανημένου σαρκὶ κατέπεμψε τοῖς ἀνθρώποις ἐμπολιτεύσασθαι· ὃς ἐπὶ τοσοῦτον τὸ πατρικὸν ἠσπάσατο βούλημα, ὡς μὴ μόνον ἡμῖν παραπλησίως κοινωνῆσαι σαρκὸς καὶ αἵματος, καὶ καθ᾽ ἡμᾶς ἄνθρωπος χωρὶς ἁμαρτίας χρηματίσαι, ἀλλὰ καὶ σταυρὸν καὶ θάνατον ἐνεγκεῖν, δι᾽ ὧν ὁ πεσὼν ἀνέστη, καὶ μείζονος ἢ τῆς προτέρας δόξης ἠξίωται; Ἀντὶ γοῦν τούτων ἄρ᾽ οὐκ ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ καὶ διανοίᾳ τὸν ταῦτα χαρισάμενον οὐκ ἀγαπᾶν δεῖ; Ταύτην τὴν ἐντολὴν ὁ μὴ σωτήριόν τε καὶ τῆς Ἰησοῦ νομοθεσίας εὐταξίαν καὶ φρονῶν καὶ λέγων, ἀνάξιον ἑαυτὸν ὡς ἀληθῶς ἐπιγινώσκειν ἀποφαίνει τὸν ἀληθινὸν Θεόν. Σὺ δὲ ὅρα καὶ τὴν ἐφεξῆς· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ τί ταύτης ἂν εἴη λυσιτελέστερον ἢ ἀγαθοειδέστερον; ἢ τὸν βίον συνέχειν ἐπιτηδειότερον; ἢ τὸ κοινωνικὸν καὶ ἥμερον συγκροτεῖν τῆς φύσεως, ὡς τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν; καὶ ἔργον μὲν τῆς αὐτῆς εἰδέναι χειρὸς, φύσεως δὲ μιᾶς; διὰ τῆς αὐτῆς δὲ γενέσεως εἰς φῶς προελθόντα, καὶ διὰ τῆς αὐτῆς ὁδοῦ τὸν βίον ἀπολιμπάνοντα, καὶ τὴν μὲν περιμένειν τὸν αὐτὸν, καὶ τῶν βεβιωμένων ἐξεταστὴν, καὶ πρό γε τούτων μηδὲν ἀνέχεσθαι πλημμελεῖν εἰς τὸν πέλας, ὧν οὐδεὶς ἑαυτὸν πλημμελῶν ἂν ὀφθείη, τὰ κάλλιστα δὲ καὶ σωτήρια καὶ συνεύχεσθαι καὶ ᾧ παροικεῖς συγκαταπράττεσθαι· τοῦτο γάρ ἐστιν ὁ τῆς ἀγάπης λόγος. Ἄρα οὐ δοκεῖ σοι τὰ μέγιστα καὶ καιριώτατα τῶν ἐν ἀνθρώποις; Προσθήσω δὲ καὶ ὅσα ἐστὶ θεῖα καὶ θεοφιλῆ διὰ ταύτης κατευθύνεσθαι τῆς ἐντολῆς. Οὐχ ἵσταται δὲ οὐδὲ μέχρι τούτων ὁ Σωτὴρ, ἀλλ᾽ ἵνα πᾶσαν τῶν ἀσεβῶν διακόψῃ πρόφασιν, μηδὲ πρός τινα κακουργίαν ἀποβλέψωσιν, ὡς αὕτη μόνη τῶν ἄλλων ἄρα ἡ δυὰς τῆς τιμώσης αὐτὴν Δεσποτικῆς ἠξιώθη ψήφου· τῶν δ᾽ ἄλλων λόγος ἐστὶν οὐδείς· ἵνα τοίνυν αὐτοῖς πανταχόθεν ἀποκλείσῃ τὴν τῆς πονηρίας μηχανὴν, ὅρα πῶς ἐπάγει· Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, μονονουχὶ λέγων, ὡς οἷς αὗται τῆς ἐμῆς μετέσχον δικαίας ἀποδοχῆς, καὶ καθ᾽ ἑαυτὰς τὴν φύσιν εἰσὶ σωτήριοι καὶ θεοφιλεῖς, διὰ τῶν αὐτῶν καὶ ὁ νόμος ὅλος καὶ οἱ προφῆται τῶν αὐτῶν εἰσιν ἐπάξιοι γερῶν. Συνήρτηται γὰρ ἀλλήλοις ταῦτα καὶ συνέχεται, καὶ τῆς αὐτῆς νομοθεσίας ἐξῆπται. Καὶ αὐτὸ; ὁμότιμός ἐστιν ὁ τούτων ἁπάντων καὶ νομοθέτης καὶ εἰσηγητής. Ἀμέλει καὶ τὸν Δαυΐδ πάλιν εἰσάγει μάρτυρα, Κύριον αὐτὸν καὶ νικητὴν προανακηρύττοντα, καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν Πνεύματι ἁγίῳ καὶ παρὰ Κυρίου τὴν ἐκ δεξιῶν καθέδραν, Κύριον καὶ αὐτὸν ὄντα, λαμβάνοντα, καὶ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ τιθεμένους, καὶ καταπίπτοντας. Καὶ ποῦ ταῦτα προαγορεύειν ἐκεῖνον καὶ θεολογεῖν παρῆν, εἰ τῆς ἐναντίας εἶλκε μερίδος τὴν ἐπίπνοιαν, μάλιστά γε θεολογεῖν οὕτω σαφῶς καὶ ἀπερικαλύπτως τὸν Ἰησοῦν, Κύριόν τε ἴδιον αὐτὸν ἀνομολογεῖν, καὶ τὸ πατρικὸν ἀξίωμα διὰ τῆς κυριότητος ἐπιμαρτυρεῖν, καὶ ὡς λαμπρῶς καὶ ἀναφαίρετον τὸ κράτος ἀναδήσεται τὸ κατὰ τῶν ἐχθρῶν. Ἃ τίνος ἦν ἄλλου καὶ προθεσπίζειν καὶ εἰς πέρας ἄγειν, εἰ μὴ τῆς ἀγαθοδότιδος Θεοῦ σοφίας, δι᾽ ἧς τό τε σύμπαν ὑπέστη, καὶ τὰ τῆς σωτηρίας ἡμῶν ἀπὸ καταβολῆς προωρίσθη κόσμου, καὶ πέρας ἔλαβε τοῦ προορίσαντος οὐκ ἀνάξιον.

Σκοπῶμεν δὲ κἀντεῦθεν, εἰ μὴ Μωσῆς καὶ Ἡλίας νόμῳ βεβιωκότες θεράποντες ἦσαν, καὶ πρὸς ἀρέσκειαν πράττοντες τοῦ ἀγαθοῦ καὶ ἀληθινοῦ Θεοῦ. Πῶς ἐν τῷ ὄρει, ἐν ᾧ μετεμορφώθη ὁ Σωτήρ, καὶ τὴν δόξαν αὐτοῦ τῆς θεότητος παρεγύμνωσε, καὶ ἐνήστραψε τοῖς προκρίταις τῶν μαθητῶν, συμπαρῆσαν οὗτοι καὶ συναπήλαυον τῆς θείας ἀστραπῆς, μὴ τῆς αὐτοῦ λατρείας μηδὲ θεραπείας ὄντες; Καὶ οὐ συμπαρῆσαν μόνον οἷα δὴ τυχόντες θεαταὶ, ἀλλὰ μαθητῶν μὲν τῶν πλειόνων οἰκειώσεώς τε προνομίοις καὶ θεοπτίαις ἐξαιρούμενοι· καὶ οἷς δὲ συνετάττοντο κἀκείνων τι πλέον ἔχειν παρὰ τῆς ἀγαθότητος δῶρον φέροντες. Καὶ γὰρ δόξῃ περιαυγαζόμενοι συνελάλουν τῷ Ἰησοῦ καὶ τῶν λόγων ἦν τὸ κεφάλαιον ὁ σταυρὸς καὶ ἡ κατὰ τοῦ θανάτου νίκη καὶ τὸ τρόπαιον. Ὥστε ὅπερ ἦσαν τοῖς ἄλλοις Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, τοῦτο Μωσῆ καὶ Ἡλίαν τούτοις εἶναι διεκόσμει κατά γε τοῦτο καὶ ἐμεγάλυνεν ὁ Σωτήρ. Ὅτι δὲ συνωμίλουν αὐτῷ καὶ τὴν πρώτην τάξιν ἐπλήρουν, ὡδὶ τὸ τῆς ἱερολογίας φησί· Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων, καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἴτινες ἦσαν Μωσῆς καὶ Ἡλίας. Ἀκούεις; Μωσῆς, φησὶν, ἦσαν καὶ Ἡλίας, οἱ ὀφθέντες ἐν δόξῃ, ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ. Ἡ εἰ βούλει τὴν δόξαν, ὥσπερ ἄλλη διδάσκει Γραφὴ Μωσῆν καὶ Ἡλίαν τῆς αὐτοῦ θεότητος, ὥς ἐστιν ἀνθρώπῳ δυνατὸν ἰδεῖν, παρέστησε θεατὰς μορφωθεὶς ὁ Σωτὴρ, καὶ τοῖς μαθηταῖς συντάττει, μᾶλλον δὲ, ὡς δέδεικται, προάγει, οὐχ ὅτι διόλου τὸ ἔλαττον ἔξουσιν, ἀλλ᾽ ὅτι τοῖς μὲν τῷ νῷ διαπλεῖν ἔτι τὸν βίον, καὶ ταῖς τρικυμίαις, οἷα δὴ τὰ ἀνθρώπινα, ὑπελίπετο κλυδωνίζεσθαι· οἱ δὲ τὸν ὅρμον εἶχον ἀκύμαντον. Ὁ δὲ τῆς ἀσφαλείας καὶ τοῦ λιμένος μήπω τυχὼν, τοῦ καταλαβόντος ἤδη, καὶ πολὺ τιμιώτερον τὸ φορτίον φέρῃ τῇ ἀδηλίᾳ τῆς σωτηρίας, τοῦ βεβαίαν ταύτην εὑρομένου πολλῷ λείπεται. Πλὴν ἀλλ᾽ οὓς τηλικαύτης δόξης ἀξιοῖ Χριστὸς ἡ ἀλήθεια, ὡς καὶ συλλαλεῖν αὐτοὺς αὐτῷ καὶ ὑμνεῖν αὐτοῦ τὴν δόξαν καὶ τὴν ἔξοδον, ἄρα τούτους οὐ φρίττεις κωμωδεῖν, ἀλλ᾽ εἰς πονηρὰν ἐλαύνεις ἀρχήν; Τίς δ᾽ αὐτὸν ἐκάλει καὶ χρεία ἀγαθὸν ὄντα καὶ ἀγαθότητος πηγὴν, τοὺς οὐκ ὄντας μὲν αὐτοῦ, κακίᾳ δὲ συμφυεῖς, τοῖς τε ἄλλοις, ἃ προείρηται, τιμᾶν, καὶ πρὸς ἑαυτὸν μετακλήτους ποιεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι γνώμῃ παρῆσαν ποθὲν, οὐδὲ γὰρ ἴσχυον, ἀλλὰ τὸν μὲν αὐτὸς ἐξ ᾅδου ἀνασπῶν, τὸν δὲ ἐκ μεταρσίων τε καὶ φθορᾶς ἐλευθέρων μετάγων σκηνωμάτων, ἐξῳκειοῦτό τε καὶ συνῆπτεν αὐτοὺς ἑαυτῷ. Καὶ οὐ ταῦτα μόνον, ἀλλά γε καὶ ὁ Πατὴρ ἄνωθεν, παρόντων τῶν ἀλλοτρίων, ὡς οἱ τοῦ ἀλλοτρίου φασὶ, νεφέλην φωτὸς διετάννυεν, ἐπισκιάζουσαν αὐτούς. Καὶ φωνὴν ἐκ τῆς νεφέλης ἀφίει λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα αὐτοῦ ἀκούετε. Τοὺς οὖν τηλικούτου θεάματος ἐπόπτας καὶ μύστας καὶ μυσταγωγοὺς ἄρα οὐ διὰ πάσης προσῆκεν ἄγειν τιμῆς, οἷς λόγος ἐστὶν ὁπωποῦν καὶ πράξεων καὶ κρίσεων τῶν Δεσποτικῶν; Ἀλλὰ γὰρ ὁ Σωτὴρ καὶ πάντα σοφίας πλούτῳ καὶ φιλανθρωπίας καὶ πράττων καὶ προσδεχόμενος τῶν παίδων τοῖς ὕμνοις, οὓς τὰ παράδοξα τῶν ἔργων εἰς εὐφημίαν ἐκίνει δορυφορούμενος, ἐπεὶ τῶν Ἰουδαίων ἡ πώρωσις καὶ σκληροκαρδία εἰς διαγογγυσμοὺς ἐξεῤῥιπίζετο, οὐκ ἀλλαχόθεν αὐτοὺς ἐπιπλήττων στηλιτεύει, πάλιν δὲ τὸν Δαυϊτικὸν χρησμὸν ἄφυκτον ἐλέγχων ἀνατείνει· καὶ δι᾽ ἐκείνου τοὺς μὲν καταισχύνει, ἑαυτῷ δὲ τοὺς ὕμνους ἐπιβάλλειν διδάσκει. Καὶ ποῦ τοῦτο καλόν; ποῦ δὲ ἀκόλουθον; δίκαιον δὲ πῶς ἂν εἴη τὸν παραγεγονότα καταλῦσαι τὸ τοῦ διαβόλου κράτος, δι᾽ ἐκείνου τὸ τῆς δόξης πρέπον, καὶ τὴν σύστασιν ἑαυτῷ πορίζειν; τοῦτο γὰρ τῆς ἀποστατικῆς σπορᾶς ὁ καρπός. Καὶ ἅμα μὲν ἐπιδημῆσαι πάσης πίστεως ἄπορον τὸν ἐχθρὸν ποιεῖν, ἅμα δὲ τὰς μεγίστας αὐτῷ προξενεῖν καὶ λανθάνειν ἑαυτὸν ἀντισυνιστῶντα καὶ κρατύνοντα, οὗ τὸ κράτος ἧκεν ἀφελεῖν. Οἷς γὰρ ἄν τις διὰ τῶν τοῦ ψεύστου ῥημάτων τὴν ἀλήθειαν σπουδάζει δεῖξαι παροῦσαν ἑαυτῷ καὶ τὸ ὁρισθὲν προελθεῖν· οὗτος, ὃν τὸ ψεῦδος ἔσχεν ἀρχηγὸν, ἀληθείας δεικνὺς χορηγὸν τῆς ἐνούσης αἰτίας ἀπολύει. Καὶ οὐδὲν μᾶλλον, ἀλλ᾽ ἵλεως εἴη Θεός! ἀνεύθυνον ἐπιδείκνυσιν ἑαυτὸν τῶν αἰτιαμάτων τῶν Ἰουδαϊκῶν, ἢ τὸν, δι᾽ οὗ ταῦτα ἀποσκευάζεται, τῆς τοῦ ψεύδους, οὗ χορηγός ἐστιν, ἑνοχῆς. Ἄρα οὐκ εἰς καλὸν ὑμῖν ὁ τῆς ἀποστασίας ἔρως τελευτᾷ, ἀληθείας μὲν κηρύττειν τὸν Πατέρα τοῦ ψεύδους δημιουργὸν, ἐξ αὐτοῦ δὲ κατασκευάζειν τὴν ἐνυπόστατον ἀλήθειαν δανείζεσθαι τὸ ἀληθὲς, καὶ οἷς δανείζεται, ἵνα μὴ λέγω μείζοσι, ταῖς ἴσαις ὀφείλειν ἀντιδεξιοῦσθαι τιμαῖς.

Φέρε δὴ καὶ διὰ τῶν παραβολῶν οὐκ ἐν παραβολαῖς, ἀλλ᾽ ἐμφανῶς ἴδωμεν τὸ δόγμα καταλυόμενον τῶν ἀσεβῶν. Ὅτι μὲν γὰρ καταγέγονεν ὁ Σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, οὐδενὶ μέχρι νῦν εἰς δισταγμὸν περιέστηκεν· εἰ δὲ τὸ ὡς ἀληθῶς ἀπολωλὸς πρόβατον τῆς ἀπωλείας ἠθέλησεν ἀνασώσασθαι, καὶ εἰς ἑαυτὸν ἐπιστρέψαι, καὶ πρὸς σωτηρίαν ἀνακαλέσασθαι, οὐδὲν ἐργῶδες συνιδεῖν, ὡς ἀρχῆς τὸ ἀνθρώπινον σύγκριμα τῆς ἀγαθουργοῦ παλάμης ἔργον ἐκδιδάσκει ἡ παραβολή. Πάντως γὰρ τὸ ἀπολωλὸς πρόβατον τῆς μάνδρας πρότερον τῶν σεσωσμένων γεγονὸς, ὕστερον δὲ τῆς ἀγέλης ἀποσκιρτῆσαν εἰς τὴν τῆς ἀπωλείας ἀπεπλανήθη ὁδόν. Τὸ μὲν γὰρ ἀπ᾽ ἀρχῆς δι᾽ ἀπωλείας φυὲν οὐδ᾽ ἔχει φύσιν πρὸς τὴν σωτηρίαν ἐπανελθεῖν, μᾶλλον δὲ οὐδ᾽ ὅλως ἐστὶν αὐτῷ τὸ ἐπανελθεῖν, οὐδὲ τὸ ἀνασωθῆναι. Ἀλλ᾽ οὐδ᾽ ἐπῆλθεν αὐτῷ τὸ ἀπολωλέναι, εἴπερ ἐκ χείρονος μὲν ἅμα τῷ φῦναι προῆλθεν ἀρχῆς, οὐδέποτε δὲ τῆς ἀγαθότητος καὶ σωτηρίας ὤφθη μετασχών. Οὐ γάρ τις γέγονεν οὐδαμῶς, ἢ πῶς ἂν ἐκεῖθεν ῥηθείη καταπεσὼν, καὶ ὁ σωτηρίας ἀμέτοχος προελθὼν, πῶς ἂν εἰς ἀπώλειαν κατενεχθείη, ἢ λέγοιτ᾽ ἂν ἀπολωλώς. Ἀλλὰ μὴν καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὁ τῆς ἀληθείας διδάσκαλος καὶ χορηγὸς, τοῦ ἀπολωλότος μνήμην ποιούμενος πολλαχοῦ, οὐδαμοῦ συγκατεσκευασμένην αὐτῷ τὴν κακίαν ἢ τὴν ἀπώλειαν οὐμενοῦν οὐδὲ μέχρι ψιλῆς ἐπινοίας παραδηλοῖ· ἀεὶ δὲ ὡς ὕστερον τῆς τάξεως καὶ τῆς τῶν ἄλλων συναφείας τε καὶ συνδιατριβῆς ἀπορραγὲν οὕτως ἀπενεχθῆναι πρὸς τὴν ἀπώλειαν παρέχει νοεῖν. Καὶ γάρ φησιν, Τί ὑμῖν δοκεῖ, ἐὰν γένηται τινὶ ἀνθρώπῳ ἑκατὸν πρόβατα. Ἰδοὺ τὰ ἑκατὸν πρόβατα πᾶσα ἡ ἀγέλη ἀπλανής· οὐδὲν αὐτῶν τέως οὔτε πεπλανημένον, οὔτε ἀπολωλός. Εἶτα κἂν πλανηθῇ ἓν ἐξ αὐτῶν, τῆς ἀγέλης τῶν σωζομένων διέστη, τῶν μὴ πεπλανημένων ἀπεπλανήθη, τῆς μάνδρας ἐξέβη. Διὸ καὶ θᾶττον αὐτὸ ὁ φιλάνθρωπος ἐπιζητεῖ, καὶ τοῖς μὴ πεπλανημένοις ἀνευρὼν συγκαταλέγει, καὶ χαίρει ἐπὶ τῇ ἀνευρέσει, καὶ τὰς φίλας δυνάμεις συγχαίρειν παρασκευάζει, ὅτι τὸ ἀποπλανηθὲν τῆς τάξεως καὶ δόξης αὐτῶν, πάλιν εἰς τὴν αὐτῶν ἐθεάσαντο ἐπαναδραμὸν εὐκληρίαν τε καὶ σωτηρίαν. Καὶ τῶν δέκα δὲ δραχμῶν ἡ παραβολὴ, ἐξ ὧν ἡ μία ἀπώλετο, τὴν αὐτὴν ἀναμφιβόλως παρίστησιν ἔννοιαν. Τότε γὰρ τὰς δέκα δραχμὰς τὸν αὐτὸν ἐντετυπωμένον φέρειν χαρακτῆρα καὶ τὴν ἴσην ῥοπὴν ἔλκειν, εἰ βούλει δὲ καὶ τὴν ὕλην μίαν πᾶσιν ὑποκεῖσθαι τῆς ἐμφύτου ἀγαθότητος καὶ σωτηρίας τὸ ἀπαράλλακτον πάντοθεν ἐκδιδάσκει. Καὶ εἰ μηδὲν τούτων παρείληπτο, ἀλλὰ τό γε ὑπὸ τὴν αὐτὴν κυριότητα πᾶσαν τελεῖν τὸ τῆς ἐξουσίας ἄτμητον καὶ ἀδιαίρετον ἀνακηρύττει, καὶ ἐξ ὧν ἐσώζοντο πᾶσαι, ὅτι τῆς ἀγαθουργοῦ μὲν δυνάμεως ἐτύγχανεν ἔργα. Τῷ δὲ τῆς αὐτεξουσιότητος ἀξιώματι οἱ μὲν ἐφ᾽ ἧ τε προήχθησαν ἀγαθότητι καὶ σωτηρίᾳ διέμειναν· ὁ δὲ παρακινηθεὶς ἐκεῖθεν ἐξετράπη πρὸς ἀπώλειαν. Καὶ γέγονε τὸ τῆς γνώμης αὐτοδέσποτον, ὥσπερ τοῖς, καθ᾽ ὃν ἔδει τρόπον, χρησαμένοις αὐτῷ, τῆς τε ἐνούσης σωτηρίας καὶ ἀγαθότητος φυλακτήριον, καὶ προσθήκη μείζονος τελειότητος (Τὸ γὰρ χωρὶς τῶν πράξεων θαυμαζόμενον, καὶ τὴν ἀπὸ τῶν ἔργων δόξαν προσλαβὸν, πολὺ θαυμασιώτερόν τε καὶ τιμιώτερον), οὕτω τοῖς παραχρησαμένοις τῷ χαρίσματι εἰς ἀπώλειάν τε καταπεσεῖν· τῆς ὁμοφυοῦς καλλονῆς προελήλυθε, καὶ τὴν ἐπὶ τὰ χείρω λαβεῖν ἀλλοίωσιν τῶν κρειττόνων ἀλλαξάμενοι, εἰ μή τις τῆς ἐπὶ φθόρον ἀγούσης μεταβολῆς μετὰ πολλῆς σπουδῆς ἀνασώσειε, προδεδώκασι τὴν φύσιν καταπεπῶσθαι τῷ παραπτώματι.

Ἐπιστράφηθι δὴ καὶ πρὸς τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς δύο πεφυκότας παῖδας, ὧν ὁ νεώτερος τὸν πατρικὸν οὐκ ἐλάττω τοῦ πρεσβυτέρου λαβὼν κλῆρον, εἰς χώραν μὲν ἄπεισι μακρὰν, καὶ τὴν τοσαύτην οὐσίαν κατασπάσας τε καὶ κατασπαταλήσας τῇ ἀποδημίᾳ, ἐπ᾽ ἐνδείᾳ τῇ ἀνυπερβλήτῳ χοίρων τροφὴν προσεφέρετο τὰ κεράτια. Τίς οὐ τῇ πλάνῃ τῇ τοσαύτη σταλάξειε δάκρυον; Ὁ τηλικαύτης κύριος περιουσίας, μισθαρνίας ἔκδοτος, καὶ χοίρων τροφῇ τὴν ἀνάγκην κλέπτων τῆς φύσεως, εἶτα τοῖς πάθεσι, καὶ τῷ λιμῷ μεταδιδαχθεὶς τὸ ὀλίσθημα, ἐπανέρχεται πρὸς τὸν πατέρα, καὶ συντριμμῷ καρδίας τὴν μετάνοιαν προχεάμενος, ὦ τῆς περὶ ἐμὲ πολλῆς τοῦ Πατρὸς καὶ Δεσπότου φιλανθρωπίας! πλείονες ἢ κατὰ συγγνώμην ἀξιοῦται δεξιώσεως. Ὁ γὰρ πατὴρ τὸν νεωτερισμὸν οὐκ ὀνειδίζει, οὐδὲ τὴν πλάνην αἰσχῦναι προάγει· οὐδ᾽ ὅτι τῆς λιμοῦ μᾶλλον ἢ τῆς γνώμης ἐστὶν ἡ ἐπιστροφή. Οὐδὲν τούτων εἰς τὸν ἐξημαρτηκότα ἀπορρίπτει· ἤδει γὰρ αὐτοῦ γέννημα εἶναι τὸν προσελθόντα, κἂν ἀλλοτρίαις ἐπισποραῖς ἐνοθεύετο, καὶ τῆς αὐτοῦ φιλανθρώπου προαγωγῆς, ἀλλ᾽ οὐχ ἑτέρας ποθὲν νεωτεριζούσης καταβολῆς, Μηδενὶ δὲ τῶν λυπούντων προδιαθέμενος, μηδ᾽ ἐπιβαλὼν ἄλγημα τοῖς πολυχρονίοις τοῦ παιδὸς ἀλγήμασιν. Αἴθ᾽ ὥσπερ σου τῆς πλάνης, οὕτω καὶ τῆς ἐπιστροφῆς καὶ τῆς ἀποδοχῆς κοινωνήσαιμι! Ἀλλ᾽ οὖν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς πατὴρ ἔτι πόρρω καὶ διὰ μόνης τῆς μετανοίας ὁρῶν προσερχόμενον, καρπὸν δὲ οὐδ᾽ ὁντιναοῦν προβαλλόμενον, οὐκ ἀνέμεινε καὶ τοὺς ἐπὶ τῇ μετανοίᾳ πόνους, ἀλλ᾽ ἰδὼν αὐτὸν οὕτω κατηφῆ, καὶ τῇ μετανοίᾳ μόνῃ ἀποβλέποντα ἐσπλαγχνίσθη· καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Τί δὲ ὁ υἱός; τίς ἂν, ἃ τότε διεμέριζεν αὐτὸν, ἀναριθμήσαι πάθη; αἰσχύνη, λύπη, φόβος, δειλία, κατήφεια, ἐλπίδες, μόνῳ τῷ θέλειν σαλεύουσαι, ἀνάμνησις τῶν ἀρχαίων, μνήμη τῶν ὑπερορίων, λογισμὸς τῶν μελλόντων. Ὁ δὲ κρατεῖ τῇ μετανοίᾳ πάντων. Καί φησι· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Καὶ ἡ τῶν ῥημάτων ἐξομολόγησις τῆς ψυχῆς οὐ ψευδομένη τὴν διάθεσιν, παραυτίκα μὲν αὐτὸν τὴν στολὴν ἐνδύει τὴν πρώτην. Καὶ δακτυλίῳ τῆς χειρὸς τὰς πράξεις σφραγίζει, καὶ ὑποδήμασι τοὺς πόδας, μηκέτι δάκνειν τὸν ὄφιν τὴν πτέρναν, ἀσφαλίζεται. Εἶτα καὶ τὸν μόσχον θύει τὸν σιτευτὸν, καὶ εὐφραίνεται λαμπρῶς τε καὶ πολυτελῶς ὁ πατὴρ μετὰ τοῦ ἐκ νεκρῶν ἀναλύσαντος υἱοῦ καὶ ἀνευρεθέντος μετὰ τὴν μακρὰν ἐκείνην ἀπώλειαν. Ὁρᾶς ὅπως αἰνιγμάτων πάντων ἀκριβέστερόν τε καὶ σαφέστερον ἡ παραβολὴ παραδίδωσιν. Ἀγαθοῦ μὲν καὶ πλάστου καὶ πλάσματος προελθεῖν τε καὶ φῦναι τόν τε ἄσωτον υἱὸν καὶ τὸν ὁμοφυῆ καὶ πρεσβύτερον αὐτοῦ, καὶ χρόνῳ καὶ ἀνορθώμασιν, ὃς καὶ τῇ τοῦ πατρικοῦ οἰδιαίτῃ διαμεμένηκέ τε, καὶ τὴν προτέραν δόξαν, καὶ οὐσίαν μετὰ τοῦ πρεσβείου συνετήρησε, καὶ οὐχὶ τὸν μὲν πρεσβύτερον ἐξ ἄλλης, τὸν δὲ νεώτερον ἐξ ἀντικειμένης σπορᾶς ἢ γενέσεως προάγει, ἀλλ᾽ ἄμφω καταβολῆς τε τῆς αὐτῆς καὶ φύσεως καὶ προαγωγῆς καὶ διαίτης ἀναγράφει. Καὶ ἐπιθεωρεῖν προσήκει, ὡς εἴ τις τοὺς τῆς παραβολῆς υἱοὺς τὴν ἀνθρωπίνην δηλοῦν φύσιν ὑπολάβοι, καὶ διὰ μὲν τοῦ πρεσβυτέρου τοὺς, οἱ τὴν ἀπ᾽ ἀρχῆς διεσώσαντο χάριν, καὶ τὸ δῶρον οὐχ ὕβρισαν ἀσωτίᾳ, διὰ δὲ τοῦ νεωτέρου τοὺς ἀνθελομένους τὰ φαῦλα πρὸ τῶν ἀμεινόνων, καὶ τὴν οὐσίαν εἰς ἀσωτίαν ἀμειψαμένους, εἴτε τὸν μὲν τὴν ἀγγελικὴν, τὸν δὲ τὴν ἀνθρωπίνην παραδειγματίζειν κατάστασιν καὶ λῆξιν. Εἰ βούλει δὲ (πῶς δ᾽ ἂν σὺ βουληθῇς), τοὺς ὑπὸ τὸν νόμον τε καὶ ὑπὸ τὴν χάριν, οὐδὲν ἔλαττον δι᾽ ἑκατέρας θεωρίας λαμπρῶς τε καὶ ἀναμφιβόλως ἐπεδείκνυται, ὡς ἐκ τῆς αὐτῆς ἐστι πατριᾶς καὶ ἀγαθότητος καὶ οὐσιώσεως, τότε τῶν ἀγγέλων καὶ τὸ τῶν ἀνθρώπων γένος, ὅ τε νόμος καὶ ἡ χάρις, καὶ ἡ τῶν ἀνθρώπων φύσις, κἂν ἡ μὲν τὸ ἔμφυτον συνδιασώσατο χάρισμα, ἡ δὲ τῆς δωρεᾶς τὴν ἀπώλειαν ἀντεσπάσατο. Καὶ τόγε τῆς παραβολῆς χρησιμώτατόν τε καὶ θαυμασιώτατον, ὡς μιᾶς τινος τῶν τριῶν μοίρας κρατούσης οὐδὲν ἔλαττον, ἢ εἴπερ αἱ τρεῖς τὴν ἴσην ἐκληροῦντο νίκην, τῆς ἀποστασίας τὸ φρόνημα καταβάλλεται.

Καταβάλοιτο δ᾽ ἂν ὁμοίως, καὶ οἷς τοὺς Γραμματεῖς καὶ Φαρισαίους τῶν Ἰουδαίων ἐταλάνιζεν ὁ Χριστὸς, ὅτι τῶν μὲν δεδομένων αὐτοῖς ἡμέλουν νόμων, τὰς δὲ ἰδίας ἔμπροσθεν ἦγον. Οὐαὶ γὰρ, φησὶν, ὑμῖν, ὁδηγοὶ καὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὁμόσῃ ἐν τῷ ναῷ οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὁμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει, τουτέστιν ὑπεύθυνός ἐστι δίκης, ὡς παραβάτης ὅρκου, Εἶτα ὁρᾶτε τὸ μέγεθος ὑμῶν τῆς πλάνης, κἂν νῦν, εἰ μὴ πρότερον. Ἐπάγει γὰρ ταῖς προλαβούσαις ἐπιτιμήσεσι καὶ ταῦτα· Μωροὶ καὶ τυφλοὶ, τίς μείζων ἐστὶν, ὁ χρυσὸς, ἢ ὁ ναὸς ἁγιάζων τὸν χρυσόν; Οὐχ ἅγιον μόνον τὸν νομικὸν ναὸν, ἀλλὰ καὶ τὴν γῆν ἁγιότητος καὶ γινώσκων καὶ ἀποκαλῶν. Ἀλλ᾽ ὁ μὲν Σωτὴρ τοιαύτην ἀφῆκε ψῆφον περὶ τοῦ ναοῦ· ὑμεῖς δ᾽ αὐτὸν οὐ φρίττετε καθυβρίζειν τὴν ἐσχάτην ὕβριν, πολεμίᾳ προσανατιθέντες χειρί. Καὶ τίσιν ἂν μᾶλλον τὸ, μωροὶ καὶ τυφλοὶ, ἐφαρμόσειε, τοῖς τετιμηκόσι μὲν ὡς ἁγίους ἄμφω, προτετιμηκόσι δὲ τὸν χρυσὸν, ἢ τοῖς καὶ τὸν ναὸν αὐτὸν καὶ πάντα τὰ ἐν αὐτῷ τῇ βλασφήμῳ διασπῶσι γλώττῃ, καὶ μὴ πεφρικόσι ἀῤῥήτοις ὕβρεσι καταπλύνειν, καὶ διωθουμένοις τῆς ἀγαθουργοῦ προνοίας εἰς τὴν ἀνυπόστατον τῆς τυραννίδος ἐπίνοιαν. Εἶτα· Καὶ ὃς δ᾽ ἂν ὁμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὁμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω τοῦ θυσιαστηρίου, ὀφείλει. Καὶ ταῖς ἴσαις παροινίαις ἴση πάλιν καὶ ἡ παρατίμησις. Μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; Οὐ τὸν ναὸν μόνον, ἀλλὰ καὶ τὸ θυσιαστήριον πηγάζειν λέγων ὁ Σωτὴρ τῆς ἁγιότητος, καὶ ἅγια μὲν ἅπαντα τὰ τοῦ ἱεροῦ· μετοχῇ δὲ καὶ μεταδόσει τὰ μὲν τῶν ἁγίων τὴν πρώτην εἰς τιμὴν ἐκληρώσατο τάξιν, τὰ δὲ δευτερεύει. Καὶ τοὺς Ἰουδαίους οὐχ ὅτι πεπαρῳνήκασιν ἐν αὐτοῖς, ἀλλ᾽ ὅτι τὴν τάξιν τετολμήκασιν ἀμεῖψαι, τὸ τοῦ κόσμου φῶς, ἡ ἐνυπόστατος τοῦ Θεοῦ σοφία, τυφλοὺς καὶ μωροὺς καταδικάζει. Καὶ ὁ μὲν τὸν Πατέρα καλῶς εἰδὼς, Οὐδεὶς γὰρ οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν ὁ Υἱὸς ἀποκαλύψῃ· οὗτος τὴν χάριν ἡμῖν τῷ πατρικῷ ναῷ καὶ τῷ θυσιαστηρίῳ παραγυμνῶν, αὐτὰ καὶ μεταδιδόναι τῶν ἁγιασμῶν ἐκδιδάσκει. Σὺ δὲ, ὦ! τί σε ἄν τις εἰπὼν ἀξίως προσείποι; τὸ γὰρ ἀνυπέρβλητον τῆς τόλμης ποῤῥωτέρω σε καὶ μωροῦ καὶ τυφλοῦ παραπέμπει, οὐ φρίττεις τῷ ἀρχεκάκῳ βδελύγματι τὰ ἅγια ἀναφέρειν; καὶ ὁ μὲν τοσαύτη τιμῇ καὶ δόξῃ περιτειχίζει τὰ νομικὰ ἱερὰ, καὶ τοὺς Ἰουδαίους, ὅτι τιμῶντες μὴ κατὰ τὸ προσῆκον ἐτίμων, τηλικαύτης ἄρας καὶ δίκης ἐνόχους ποιεῖ, οὐ κατ᾽ ἐκείνων μᾶλλον ἢ κατὰ σοῦ ταύτας ἀφιείς. Σὺ δὲ τοῦ μεγέθους τῆς σῆς βλασφημίας οὐδ᾽ οὕτως αἴσθησιν βούλει λαβεῖν. Καὶ ἡ μὲν αὐθυπόστατος τοῦ Θεοῦ σοφία τοὺς Γραμματεῖς καὶ Φαρισαίους ἔτι καθυποβάλλει τῷ οὐαὶ, ὅτι μὴ διὰ πάντων τῷ νόμῳ τὸ σεβάσμιον ἔνεμον, ἀλλ᾽ ἐν μὲν τοῖς μικροτέροις ἐνομοφυλάκουν, ἐν δὲ τοῖς μείζοσι παρηνόμουν. Σὺ δὲ κατὰ πάντων τὴν γλῶσσαν ὀξύνων καὶ νόμων καὶ ἱερῶν, ἀλλὰ καὶ τοὺς, ὅσοι ποτὲ κατὰ τὸν νόμον ἐπολιτεύοντο εἰς ἐσχάτην ἀσέβειαν ἕλκων, οὐκ οἴει πολυπλασίους τὰς ποινὰς ὑφέξειν; Καὶ γὰρ ὁ Σωτὴρ, Οὐαὶ ὑμῖν, ἐπιφέρει, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἠδύοσμον καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Καίτοιγε κατὰ τὸν τῆς ἀποστασίας λόγον οὐκ ἐφ᾽ οἷς παρεώρουν τὰ τοῦ νόμου, ἀλλ᾽ ἐν οἷς ἔστεργον τὰς εἰσπράξεις, ἔδει τούτους ἀπαιτεῖσθαι. Ἃ γὰρ οὐκ ἔστι τῷ Ἀγαθῷ ἀρεστὰ, τούτων ὥσπερ ἡ πρᾶξις ἐν εὐθύναις τοὺς ἑλομένους ἀπάγει, οὕτως ἡ φυγὴ πάσης ἀνωτέρω τίθησιν αἰτίας. Ἀλλ᾽ ὁ Σωτὴρ ἡμῶν, ὁ τῆς Παλαιᾶς ὥσπερ καὶ τῆς Καινῆς κύριος ὑπάρχων καὶ δεσπότης, κατὰ τῆς νεωτεριζούσης ἀσεβείας μᾶλλον ἢ τῆς Ἰουδαϊκῆς ὀλιγωρίας τὴν ψῆφον ἐκφέρει· Ταῦτα γὰρ ἔδει, φησὶ, ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι, νόμῳ τὸν νόμον τὸν παλαιὸν τῷ νέῳ σφόδρα καὶ μετὰ πολλῆς ἀσφαλισάμενος τῆς κυριότητος. Εἰ οὖν παρ᾽ ἐκείνων, ὅτι τὰ ἡμίση παρεώρων τῶν νομίμων, τηλικαύτην δίκην ὁ δίκαιος κριτὴς λαμβάνει, ὑμῖν τίς ἂν ἐξαρκέσῃ δοῦναι καὶ ταῦτα οὕτως ἀνέδην οὐκ ἐξ ὀλιγωρίας, ἀλλ᾽ ἐξ ἀπεχθείας, θεομάχον τηλικαύτην ὕβριν κατὰ πάντων ἀποῤῥίπτουσιν; Καὶ εἰ ἐκείνους τοὺς τῶν προφητῶν οἰκοδομοῦντας τάφους, καὶ τὰ τῶν δικαίων μνημεῖα κοσμοῦντας, καὶ μέρει τινὶ τὸ τῆς εὐλαβείας σχῆμα περιβαλλομένους, τῆς προφητοκτόνου σπορᾶς ἀνευθύνους οὐκ ἀφίησιν, ἀλλ᾽ ὅτι τὰς γνώμας πρὸς τὴν πατρῷαν μιαιφονίαν οὐδὲν ἐχούσας εὐλαβέστερον ἔφερον, καὶ τιμωρίαις ἀπαρακλήτοις ὑποβάλλει, ὑμᾶς κατὰ τῶν προφητῶν πολὺ πλέον ἐκείνων μιαιφονοῦντας, καὶ οὐ μόνον πρὸς οἰκοδομὴν τάφων καὶ μνημείων ἐπιστροφήν τινα δεχομένους, ἀλλ᾽ ἄσπονδον τὴν κατ᾽ αὐτῶν ἔχθραν καὶ μετὰ θάνατον, καὶ τὴν ἀνυπέρβλητον κρατύνοντες ὕβριν, τίς ἂν τιμωρία τὴν δίκην εὐρεθείη μὴ πολὺ ἐλάττω τοῦ τολμήματος ἀπαιτοῦσα· Καίπερ εἰ τῆς κακεργέτιδος ἦσαν οἱ θεοφόροι προφῆται θεραπευταὶ, οὐ μόνον οὐκ ἐχρῆν ἀραῖς ὑποβάλλεσθαι οὔτε τοὺς ἀνελόντας αὐτοὺς, οὔτε μὲν τοὺς ἐκ τῶν προφητοκτόνων φύντας οὐδ᾽ εἰς ποινὰς ἄγειν, ἀλλὰ ταῖς πρώταις δεξιοῦσθαι τιμαῖς. Ὁ δὲ ἀγαθὸς καὶ φιλάνθρωπος ἡμῶν Σωτὴρ, καὶ τῶν αὐτοῦ θεραπόντων ἐκδικητὴς οὐκ εἰς τοὺς αὐτουργοὺς μόνον τῶν μιαιφόνων καὶ τὰς τῆς μιαιφονίας εὐθύνας περιγράφει, ἀλλὰ καὶ τοὺς ἐκείνων παῖδας ὄφεις, καὶ γεννήματα ἐχιδνῶν ἀποφαίνων ἄφυκτον αὐτοῖς ἀναμένειν τὴν γέενναν τοῦ πυρὸς προαγγέλλει. Συνέχων δ᾽ ἔτι μᾶλλον τὰ νέα τοῖς παλαιοῖς καὶ τὰ παλαιὰ συνάπτων τοῖς νέοις, καὶ τὸ ἐν ἀμφοῖν πλημμέλημα δι᾽ ἴσου δεικνὺς εἰς καταδίκην ἄγον, δι᾽ ἧς καὶ τὰ τῆς τιμῆς, αὐτοῖς συνεισάγεται τῆς ἴσης καὶ ὁμοίας κληρουχίας μετεσχηκότα· Διὰ τοῦτο ἐγώ, φησὶν, ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν. Πρόσχες· Ὅπως ἂν ἔλθῃ ἐφ᾽ ὑμᾶς, πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ὁρᾶς, ὅπως τῆς αὐτῆς ἐνόχους καὶ μιαιφονίας καὶ τιμωρίας ἀποφαίνει, ὅσοι τε τὰς παλαμναίους χεῖρας κατὰ τῶν πρὸ τῆς χάριτος Θεῷ εὐαρεστησάντων ἐπανετείναντο, καὶ ὅσοι κατ᾽ ἐκείνων, ὧν ἡ χάρις τὸ πολίτευμα, καὶ οὓς αὐτὸς εἰς τὰς τῶν Ἰουδαίων συναγωγὰς καὶ πόλεις τὴν βασιλείαν αὐτοῦ κηρύσσειν ἀπέστειλε, τὴν αἱμοβόρον λύσσαν ἐναπεχέαντο. Οὕτως τὴν χάριν καὶ τὰ πρὸ τῆς χάριτος τιμῶν τε καὶ ἀποδεχόμενος ὁ ἑκατέρας καὶ δημιουργὸς καὶ νομοθέτης καὶ διὰ πάντων τὴν αὐτῶν παριστῶν συμφωνίαν, μετέχειν τε δεικνὺς ὁμοτίμου σεβασμιότητος, πανταχόθεν τῆς ἀσεβείας ἅπασαν πρόφασιν προεκτέμνει.

Ἔδει δ᾽ οὖν τοὺς ἀποστάτας, εἰ καὶ μὴ τὴν μίαν ἀρχὴν εἰς δύο διχάζοντας, μηδ᾽, ἐπειδὰν τὰ τοῦ νόμου διαγελῶσι μυστήρια (καίτοι πῶς ἀνειμένος εἶπον μηδ᾽ ἡνίκα τὴν κτίσιν συλᾶν ἐπιχειροῦντες τοῦ κτίστου, κακοὶ κακὸν κακίστῳ δῶρον προσφέρωσιν;)· ἔδει γοῦν αὐτοὺς εἰ καὶ μὴ ἐπ᾽ οὐδενὶ τούτων, μηδ᾽ ἐφ᾽ ᾧ τοῦ προφήτου ὑβρίζουσι, καίτοι τηλικούτων τὴν ἀτοπίαν ὄντων, ἀλλ᾽ οὖν, ἐπειδάν γε τὸ ἑαυτῶν σῶμα πονηρὸν καὶ πονηρᾶς πλάσεως λέγωσιν, αὐτίκα καταδύεσθαι. Ἀλλὰ ποῦ γῆς; Ζητεῖν δὲ καὶ τῶν ὑποχθονίων εἴτι βαθύτερον, οὐχ ὅτι ἐκείνων πρὸς ἀθεότητα τοῦτο βαρύτερον, ἀλλ᾽ ὅτι καὶ, δι᾽ οὗ τὴν βλάσφημον φωνὴν ἀφιεῖσιν, ἐξ ἀθέου πλάσματος ὁμολογοῦντες λαμβάνειν τὸ ὄργανον, οὐκ αὐτίκα ῥίπτουσι πάντα, καὶ φεύγουσι τὴν ἀσέβειαν, ὀργάνῳ πονηρίας βοῶντες ὡς, ἐν οἷς ταῦτα φθέγγονται, κέχρηνται. Ἀλλ᾽ ἔτι τολμῶσι πρὸς τὰ τῶν ἀνθρώπων βλέπειν πρόσωπα. Ἄνθρωπε, τί λέγεις; Δύο ἀρχαί; ἀλλὰ διὰ τοῦ πονηροῦ ταῦτα φθέγγῃ στόματος. Ὁ νόμος πολεμίας ἀρχῆς, καὶ μαχομένης τῇ χάριτι; ἀλλὰ καὶ τοῦτο τὸ τῆς πονηρίας ἀπήχησεν ὄργανον· οἱ προφῆται μοίρας χείρονος; ἐκ τοῦ αὐτοῦ τῆς κακίας σκεύους καὶ τοῦτο προχεῖται. Τὸ σῶμα πονηρὸν καὶ πονηρᾶς δημιουργίας; καὶ τί μὴ σιγᾶς τὴν ἐσχάτην σιγήν; ἀλλ᾽ ἔτι φθέγγῃ καὶ χαρίζῃ τῷ οὕτω σε πονηρῶς καὶ ἐβδελυγμένως ὑποστήσαντι, ὥστε μηδὲ φθέγγεσθαι δύνασθαι μηδὲν ὅλως σωτήριον, μηδὲ τῆς βαθείας μέθης καὶ ψευδολογίας ἐλεύθερον. Ὁ γὰρ πονηρίας θησαυρὸς οὐκ οἶδεν, ἀλλ᾽ ἢ τὰ τῆς πονηρίας καὶ πλάνης ὥσπερ θησαυρίζειν, οὕτω δὴ καὶ προβάλλεσθαι· ἡ τοῦ ψεύστου γλῶσσα πῶς ἂν ἀλήθειαν εἴποι; ἡ πονηρία πῶς ἐννοήσοι τὴν ἀγαθότητα; τὸ ψεῦδος λέγειν φεύγει τὴν ἀλήθειαν. Καὶ πῶς σὺ σαυτῷ πιστεύεις λέγοντι, τοῦ ψεύδους ὑπάρχων ἐργαστήριον. Ἐγὼ δέ σε φρονεῖν τὰναντία, ὧν λέγεις, ἐξιὼν, καὶ νομίζων, πολὺ σωφρονέστερον ἂν καὶ συνετώτερον εἰσάγω, ἢ εἴτις σε στέργειν, ἃ λέγεις, τίθησιν. Εἰ γὰρ ἐκ πονηρῶν ὀργάνων ταῦτα, καὶ διὰ τοῦτο πονηρὰ ἢ ψευδῆ, πῶς, ὡς ἐν κακοῖς, οὐ πολλῷ κουφότερον τὰ ἐναντιώτατα τῶν ῥημάτων· πρεσβεύειν, ἢ τῇ γλώττῃ καὶ τὸν νοῦν συνδιαφθείρεσθαι. Διὸ λέγει ἀρχάς· μίαν προσῆκε φρονεῖν. Πολέμιος ὁ νόμος τῇ χάριτι· τὴν συμφωνίαν κηρύττειν αὐτῶν, Τῶν προφητῶν φαῦλος ὁ χορός· καὶ πόθεν ἄν τις γνοίη μᾶλλον, ὅτι χρηστός. Τὸ σῶμα πλάττει τοῦ πονηροῦ· ἀρκεῖ πρὸς τελευταίαν ἀπόδειξιν, ὅτι παλάμης ἐστὶ τῆς ἀγαθουργοῦ. Ὁρᾶτε τὸ τῆς ἀνοίας βάθος, τὸ μέγεθος τῆς ἀθεότητος, τῶν μὴ δυναμένων ἔχειν λογισμῶν οὐδ᾽ ἐπὶ φαντασίαις πλαττομέναις ὑπόστασιν. Οὐκοῦν οὐδ᾽ ἐπάδειν ὅλως δεῖ ταῖς ἀκοαῖς, ὅτι τὸ αὐτὸ τῆς αἰτίας ἀνίατον εἴποι τις ἂν ταύτας ἐπινέμεται. Φαίην ἂν ἔγωγε· εἰ μὲν γάρ τις τῶν σωτηρίων ἐπωδῶν παραδέξοιτο, ἀρχὴν λαμβάνει πρὸς τὴν προτέραν ἐπαναδραμεῖν εὐγένειαν· εἰ δὲ μὴ, καθ᾽ ἑαυτοῦ γε, κἀντεῦθεν τὴν ψῆφον αὐτὸς ἀφίησιν ἄφυκτον, πονηρὰν μετάπλασιν τῆς ἀγαθῆς πλάσεως καθόλου ἑαυτὸν ἀνθελόμενος, καὶ τὴν πρὸς τὰ χείρω μεταβολὴν (δέον τὸ ἀγαθὸν) συντηρήσας ἀμετάβλητον. Οὐκοῦν οὐ τὸν ἐπάδοντα σιγᾶν, ἀλλὰ σιγῆς ἑαυτὸν πάσας στηλιτεύει καὶ διὰ πάντων ὑπεύθυνον, ὃς τὴν οἰκείαν ἐξ ἀπονοίας πώρωσιν σιγῆς ἡμῖν αἰτίαν ἐπέσειεν. Διὸ δὴ σύναψαι καὶ τὰ λείποντα.

Ὁ φιλάνθρωπος ἡμῶν Σωτὴρ καὶ ὑπεράγαθος, ὁ τὰς ἁμαρτίας ἐπιδημήσας ἆραι τοῦ κόσμου, τῶν ἄλλων νοσημάτων καὶ παθῶν τὸ γένος ἐλευθερῶν, καὶ τὴν τῶν ἁμαρτημάτων πολλοῖς ἄφεσιν ἐχαρίζετο, καὶ τὴν ἀπόδειξιν τῆς ἀφέσεως ἀπὸ τοῦ σώματος θεραπείας ἐλάμβανέ τε καὶ παρείχετο. Καίπερ εἰ πονηρᾶς ἦν τὸ σῶμα διαπλάσεως, ὡς βλασφημία θρασύνεται, οὐκ ἂν εἴη δυνατὸν τὸ μόνης τῆς ἀγαθῆς θεότητος ἀγαθούργημα, τὴν τῶν πλημμελημάτων συγχώρησιν, τὸ πιστὸν καὶ βέβαιον διὰ τῆς κακίας ἐπιδέχεσθαι. Οὐδὲν γάρ ἐστιν ἄλλο λέγειν, ἢ τὴν τῆς κακίας σύστασιν πηγάζειν τῆς ἀγαθότητος τὴν ἐνέργειαν, εἴπερ ἡ μὲν ἄφεσις τῶν ἁμαρτημάτων ἐκ τῆς τῶν σωμάτων θεραπείας προείη, τὰ δὲ τῆς κακίας ὑπάρχει γεννήματα. Ἀλλ᾽ ὁ Σωτὴρ οὐ μόνον λόγῳ τὰς τῶν σωμάτων θεραπείας ἐβράβευεν, ἀλλὰ καὶ χειρί. Πάλιν ἀλλαχοῦ κρατεῖ χειρὸς, ἧς μὴ πλάστης ἦν, καὶ τὸ κοράσιον ἐγείρει, καὶ τὸν υἱὸν ἀνίστα τῆς χήρας, καὶ καλῶς ἀποσκευασθὲν τῆς ψυχῆς σῶμα πάλιν ἐπαναστρέφει, καὶ συνάπτει ταύτῃ, ὃ καλὸν μὲν ἦν κατὰ τὴν θεομάχον γλῶτταν μηδ᾽ ὅλως λαβεῖν, δεύτερον δὲ λαβοῦσαν θᾶττον ἀποθέσθαι, χείριστον δὲ καὶ μετὰ τὴν ἀπόθεσιν συναφθῆναι πάλιν. Καὶ ὁ τὸ κράτος ἐλθὼν καταλῦσαι τοῦ ἐχθροῦ, πάσῃ δυνάμει κρατύνειν αὐτοῦ τὰ ἔργα φιλονεικεῖ. Καὶ τί λέγω κρατύνειν; μενοῦνγε τὴν τυραννίδα πολλάκις λυομένη, τοῦτο μὲν οἷς ὑπέκειτο τὰ ταύτης ἔργα παντοδαποῖς νοσήμασι δαπανώμενα, τοῦτο δὲ οἷς διεσπᾶτο τῷ θανάτῳ καὶ τῇ φθορᾷ παρεδίδοτο, αὐτὸς ὁ τῆς τυραννίδος καθαιρέτης παρ᾽ ὅλον τῆς ἐπιδημίας αὐτοῦ τὸν καιρὸν, ἀνακαινίζων ταύτην ὤφθη τῆς φθορᾶς ἀνιστῶν, τῶν παθῶν ἀπαλλάττων, καὶ τοσαυτάκις, ὁσάκις νεκρούς τε εἰς ἀναβίωσιν ἦγε καὶ τῶν σωμάτων τὰς νόσους ἀπήλαυνε.

Καὶ τὸ ἔτι μάλιστα δυσανασχετούμενον, ὅτι περ ἐξ ἐκείνου μέχρι νῦν διά τε τῶν αὐτοῦ θεοφόρων μαθητῶν, καὶ ἃ τὴν ἐκείνων μετῆλθον διαδοχὴν, οὐ λήγει ταύτην διὰ τῶν ὁμοίων πράξεων συγκαταπράττων καὶ συγκατασκευαζόμενος. Ἄρα ἔστι τι τῆς τοιαύτης ἐμπληξίας, ἢ παρ᾽ Ἕλλησιν ἢ παρὰ Βαρβάροις ἐμπληκτότερον ἢ ἀθεώτερόν τι λαβεῖν; Ἐγὼ μὲν οὐχ ὁρῶ, οἶμαι δὲ οὐδ᾽ ἄλλως ὁρᾷν οὐκ ἀνάξιος. Πυνθανομένοις μέν τοι τοῖς Φαρισαίοις εἰ ἔξεστιν ἀνθρώπῳ κατὰ πᾶσαν αἰτίαν ἀπολύειν τὴν γυναῖκα αὐτοῦ, ὅρα, πῶς οὐκ ἀλλαχόθεν, οὐδ᾽ ἐκ τῆς ἰδίας ἐξουσίας καὶ τῶν τῆς χάριτος δογμάτων ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης, ἀλλὰ δι᾽ αὐτῆς τῆς ἀρχαιογονίας καὶ τὴν λύσιν αὐτῶν τῆς ἀπορίας καὶ τὴν ἐπιτίμησιν ἐπάγει. Οὐκ ἀνέγνωτε γὰρ, φησὶ, ὅτι ὁ ποιήσας αὐτοὺς ἀπ᾽ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; διδάσκων, μὴ δεῖν ῥᾳδίως διαλύεσθαι τὰ συνοικέσια μηδ᾽ οὕτως προπετῶς, πρὸς ἂ συνωθεῖ τὸ τῆς ὁρμῆς ἀκόλαστον, καταφέρεσθαι. Καὶ ὅτι τὴν δημιουργίαν αὐτὴν διδάσκαλον ἔχοντες τοῦ μήτε πλείοσι μιᾶς γυναιξὶ συνἅπτεσθαι, μήτε διασπᾶν τὴν συνάφειαν, οὐκ ἠθέλησαν οὔτε τὴν ἐντολὴν ἐκ τοῦ Μωσαϊκοῦ διδασκαλείου μαθεῖν, οὔτε τὸ ἄπορον ἐπιλυόμενον συνιδεῖν; Ἀλλ᾽ αὐτὸς ἐκεῖθεν πρὸς ἑκάτερον παραταξάμενος μόνον λοιπὸν ἴδιον τὸν παλαιὸν ποιεῖται, καὶ δι᾽ ἐκείνου πλέκει τὸν τῆς χάριτος. Ὁ γὰρ ἐκ μὴ ὄντων ἅπαντα παραγαγὼν, δι᾽ ὧν εἰς ἄρσεν καὶ θῆλυ τὴν ἀνθρωπίνην φύσιν μορφώσας διήρθρωσε, καὶ εἰς ἓν ἀλλήλοις συνήρμοσεν, ἐκεῖνός ἐστι, φησὶν, ὁ καὶ τὰ σπέρματα τοῦ νόμου καταβαλὼν, ὃς μὴ δεῖν μοχθηρίᾳ γνώμης ἀπ᾽ ἀλλήλων τοὺς συναφθέντας κελεύει διίστασθαι, μηδ᾽ ὑπερορίους ἡδονὰς, καὶ τὴν τῶν ἀνθρώπων γένεσιν ὑβρίζειν πολυγαμίας μιασμῷ. Ὁρᾷς ὅπως ἀπὸ τῆς Μωσαϊκῆς κοσμογενείας τὸν ἑαυτοῦ διαπλέκει νόμον καὶ τὴν ἀρχὴν ἐκεῖθεν ἔχειν ἐπιδείκνυσι τῆς θέσεως, εἶτα οὐ τοὺς Ἰουδαίους μᾶλλον ἐπιστομίζων διὰ τοῦ πλάστου καὶ τῆς πλάσεως, ἀλλὰ καὶ πάντας, ὅσοι δυσφημεῖν τὸν ἄνθρωπον παρηνέχθησαν, καὶ τὴν ἐξ ἀλλήλων προπηλακίζουσι γέννησιν, μετ᾽ ὀλίγον ἐπάγει· Ὃ οὖν ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Οὐ δεῖ, φησὶν, οὓς ὁ Θεὸς ἔπηξε νόμους ἀνθρωπίνοις παρακινεῖσθαι σπουδάσμασιν, οὐδ᾽ ἀντινομοθετεῖν τὸ πλάσμα τῷ Πλάσαντι. Καὶ οὐ μέχρι τοσαύτης τιμῆς τὴν Μωσαϊκὴν φυσιολογίαν ἀνάγει, ἀλλ᾽ ἤδη καὶ τῶν Ἰουδαίων ἐπὶ συστάσει τῆς ἰδίας γνώμης τε καὶ δόξης ἀντιπροβαλλομένων τε καὶ ἀνθυποφερόντων τὸν Μωσέα, ὡς αὐτὸς αὐτοῖς ἐπέτρεψεν ἀπολύειν τὰς γυναῖκας, οὐδὲν εἰς αὐτὸν οὐδαμῶς ἀπέῤῥιψε μέμψεως, οὐδ᾽ ὑπαίτισν ἐποιήσατο. Ἀλλὰ καίτοι ἔχων καὶ τὴν ἀπ᾽ ἀρχῆς ἐκ τῆς δημιουργίας ἀφορμὴν παροξύνουσαν, καὶ τὴν Ἰουδαϊκὴν ἀπορίαν εἰς τὸν νομοθέτην τὴν αἰτίαν ἐνεγκεῖν, τοσοῦτον ἀπέχετο τὸ ὑπεύθυνον ἀποφῆναι τὸν Μωσῆν, ὥστε καὶ τοῦ τῇ οἰκονομοῦντος ἐπεκόσμησε σοφίᾳ. Μωσῆς γὰρ, φησὶ, πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ἀπολῦσαι τὰς γυναῖκας, τουτέστιν, οὐκ αὐτὸς ἐκ μεταμελείας, τὸν ἀρχαῖον, καὶ ὃν ἔγραψεν, ὑπεριδὼν νόμον πρὸς δευτέραν ἀπόφασιν ἐπεστράφη, οὐδ᾽ ἣν χάριν ἔλαβε λανθάνουσαν καταγγεῖλαι θείαν δημιουργίαν λογισμῶν ὀπίσω θέμενος, οὐδεὶς αὐτὸν ὁρᾷ τοῦ διεσίου τὸ ὑπαίτιον, ἀλλὰ τὸ ὑμέτερον σκληροκάρδιον εἰς ὑμᾶς πᾶσαν ἀναρτᾷ τὴν αἰτίαν. Μὴ βουλόμενον γὰρ παραδέχεσθαι τὴν τελειότητα τῆς νομοθεσίας, καὶ τοῦ προτέρου νόμου τὴν μεταβολὴν ὑμῖν κατεπράξατο καὶ ταῖς ὁρμαῖς καθυφεῖναι τὸν τῆς εὐταξίας χαλινὸν ἐβιάσατο. Οὐ γὰρ ὑπερορῶν πόθεν ὁ θεόπτης τὸ τῆς δημιουργίας πρόσταγμα πρὸς ἕτερον ηὐτομόληκεν, ἀλλὰ τὸ ὑμῶν ἀπαράδεκτον οἰκονομίᾳ λῦσαι τὴν ἀκρίβειαν συνεβούλευσεν, ὡς ἂν μὴ, τῆς συναφείας ἐχούσης τὸ ἀδιάλυτον, τὸ σκληρὸν τῆς γνώμης καὶ τὸ ἀνήμερον, τὰ πολλῷ κατεργάσοιτο χείρονα, φόνῳ τὴν λύσιν, ὅτι μὴ ἔξεστι δόγματι, ἐπιμηχανώμενον. Τοιούτοις λογισμοῖς ὁ Σωτὴρ καὶ ἐνθυμήμασιν ἀποῤῥαπίζει μὲν τῶν Ἰουδαίων τὸ κακούργημα, λύει δὲ τὸ σεσοφισμένον τῆς ἐρωτήσεως. Καὶ παιδεύει πάντας, ἐκεῖνον ἡμῶν εἰδέναι δημιουργὸν, οὗ καὶ τὸν ἄνδρα τῆς γυναικὸς νόμος ἐστὶ μὴ διίστασθαι. Καταρχὰς μεν τῇ διαπλάσει καὶ συναφείᾳ οἰονεὶ τυπούμενος προβουλεύματι, ὕστερον δὲ καὶ ῥήμασιν αὐτοῖς ἐμφανιζόμενός τε καὶ διαῤῥήδην κηρυττόμενος. Καὶ γὰρ κοινὸν ἐστι καὶ ἀμέριστον τῆς ὑπερουσίου καὶ παντοκρατορικῆς Τριάδος, ὥσπερ τὸ ἀγαθὸν καὶ ἡ βασιλεία καὶ ἡ δύναμις οὕτω καὶ τῆς δημιουργίας καὶ τῆς νομοθεσίας τὸ ἀξίωμα. Διὸ καὶ τοῦ παρόντος νόμου κατὰ μὲν τὴν ἀρχαιογονίαν ὁ τοῦ Πατρὸς Υἱὸς ὁμοούσιος τὰ σπέρματα καταβάλλεται, σάρκα δὲ λαβὼν τὴν ἐμὴν καὶ τοῖς ἀνθρώποις ὡς ἄνθρωπος ἐμπολιτευσάμενος καὶ ῥήμασιν αὐτοῖς ἀπαρτίζει τοῦτον καὶ ἐκτίθησι. Καὶ πῶς οὐκ ἄν τις φρίξειε τῆς ἐναντίας μοίρας ἢ τὴν πλάσιν ἡμῶν, ἢ τὸν Μωσέα, ἢ τὴν κοσμογένειαν μὴ ὅτι φθέγξασθαι, ἀλλὰ καὶ λογισμοῖς τῆς τοιαύτης βλασφημίας, τοῦ πονηροῦ προσβάλλοντος, κἂν ἐπίβραχυ δοῦναι τῇ δυσσεβείᾳ κυμαίνεσθαι τὴν διάνοιαν, ἀλλὰ μὴ θᾶττον καὶ αὐτὴν ἀποσοβεῖν τὴν πεῖραν καὶ μετὰ σφοδρότητος ἀποτρέπεσθαι.

Χωρὶς δὲ τῶν εἰρημένων ὁ Δεσπότης ἰδὼν αὐτοῦ τὸν κόσμον καὶ γινώσκει, καὶ πολλάκις ἐπιδείκνυται. Καὶ πῶς οἱ ἀλλοτριοῦντες αὐτὸν τῆς ἐκείνου κραταιᾶς χειρὸς οὐκ ἀλλότριοι περιφανῶς καὶ αὐτῆς τῆς τῶν Χριστιανῶν ἐξελέγχονται κλήσεως. Καὶ γὰρ τὴν παραβολὴν τοῦ σπείροντος τὸ καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ, καὶ τὴν τῶν ζιζανίων ἐπισποράν, ἣ καθεύδουσιν ἐπιθέμενος ἔσπειρεν ὁ ἐχθρὸς, ταύτην δὴ τοῖς μαθηταῖς ἀναπτύσσων αἰτοῦσι μαθεῖν. Ὁ σπείρων, φησὶ, καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος. Ὃν ἐν τῇ ἀποτυπώσει τῆς παραβολῆς ἀγρὸν αὐτοῦ εἶπε, τοῦτον ἐν τῇ ἀναπτύξει κόσμον ὀνομάζων καὶ δηλῶν, οὐκ ἄλλου τινὸς, ἀλλ᾽ αὐτοῦ εἶναι τὸν περίγειον κόσμον, ἐν ᾧ καὶ σωματικῶς παρὼν τὸν τῆς σωτηρίας διέσπειρε λόγον. Ὅταν οὖν ἡ ἀλήθεια τὸν κόσμον αὐτοῦ λέγῃ εἶναι, ἔλεγε δὲ καὶ ὁ πονηρὸς, ἡνίκα τὰς βασιλείας πάσας κατηλαζονεύετο ὑποχειρίους ἔχειν· οἱ δὲ τῇ τόλμῃ τῆς γλώττης ἀφαιροῦσι μὲν αὐτὸν τοῦ κοινοῦ Κτίστου καὶ Δημιουργοῦ, ὑποβάλλονται δὲ τῷ διαβόλῳ, ἆρα οὐκ εἰς ψεῦδος μὲν ἀποῤῥίπτουσι τὴν ἀλήθειαν, τὸν δ᾽ ἀρχηγὸν τοῦ ψεύδους ἀληθείᾳ μετὰ τῆς ἄλλης δόξης καλλωπίζουσι καὶ τοῦ μὲν Δεσπότου συλοῦσι τὸ κτῆμα, μετὰ τοῦ ληστοῦ δὲ γίνονται, καὶ τὸν ἀποσάτην καὶ μαστιγίαν καὶ ἀγνώμονα τῶν ὁμοδούλων ἀναγορεύουσι κύριον; Καὶ πῶς ἂν οὗτοι τὸν ἀληθῆ καὶ φιλάνθρωπον ὕψονται Κύριον, τῆς τυραννίδος συνεργοὺς καὶ ὑπηρέτας, μᾶλλον δὲ ἀρχηγοὺς ἑαυτοὺς ἀπογραψάμενοι; Ἄλλως τε δὲ, εἴπερ μὴ ἦσαν οἱ ἁγροὶ καὶ ὁ κόσμος τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου Σωτῆρος ἡμῶν, ἀλλ᾽ ἡ φαυλότης αὐτῶν διεκληροῦτο τὴν κυριότητα, πῶς τοῖς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ καταλιποῦσιν οἰκίας καὶ ἀγροὺς, καὶ τῆς σωματικῆς συγγενείας τὰ τιμιώτατα κατὰ τὴν ἐν τῷ παρόντι βίῳ μισθαποδοσίαν, οὐκ ἀφαιρεῖται τοὺς ἀγροὺς, οὔτε ἄλλα, ὅσα τῆς αἰσθητῆς ἐστι κτίσεως, ἀλλὰ καὶ αὐτὰ τῷ ἐκατονταπλασίονι περιλαμβάνει δώρῳ καὶ ἀντιδίδωσιν, οἷς κληρονομία ἡ αἰώνιος ζωὴ, καὶ φιλοτιμεῖται τούτοις τοὺς θερμοὺς ἐραστὰς, ὧν ἡ κτίσις, εἰ μὲν ἦσαν φαῦλα, καὶ αὐτὸν ἂν ἀπεσβέννυ τὸν ἔρωτα, καὶ μεροποιεῖται τῆς ἀμοιβῆς, ἃ μηδὲ τὴν ἀρχὴν ἔδει κεκτῆσθαι. Μᾶλλον μὲν οὖν, δι᾽ ἃ καὶ τῶν ἄλλων ὁ μισθὸς, οὐχ οἷς δοθείη; ἄλλοις ἀφαιρεθείη, φέρει τὸ δίκαιον. Ποῦ δὲ χώραν ἔχει συντάττειν τὴν πάντα νοῦν ὑπερέχουσαν σοφίαν ταῖς ἀγαθοποιοῖς αὐτῆς δωρεαῖς, ἃ τῆς πονηρίας ἐστὶν, εἴπερ ἦσαν οἱ ἀγροὶ καὶ τὰ ἐν τοῖς ἀγροῖς δημιουργήματα;

· Contents