Library › St Photius the Great › Against the Manichaeans
Against the Manichaeans
St Photius the Great, Greek, PG 102, 1860
Καί μοι τὰς ἀκοὰς ἀδεκάστους, καὶ μηδὲν λῆμμα τοῦ Πονηροῦ φερούσας ἀναπετάσατε, καὶ …
ΛΟΓΟΣ Γ΄.
Καί μοι τὰς ἀκοὰς ἀδεκάστους, καὶ μηδὲν λῆμμα τοῦ Πονηροῦ φερούσας ἀναπετάσατε, καὶ συνδιασκοπεῖτέ μοι τῶν τὴν Παλαιὰν Νομοθεσίαν ἐνυβριζόντων τοῦ φρονήματος τὸ ἀντίθεον. Εἰ γάρ ἐστιν αὕτη τοῦ Πονηροῦ, πῶς ἠνέσχετο λαβεῖν τὸ βιβλίον ταύτης, ὁ τὸν Πονηρὸν καθελεῖν παραγεγονώς; καὶ εἰς πολλῶν ἀναγνῶναι ἀκοὰς, δι᾽ ὧν προεκηρύττετο τὰ περὶ ἑαυτοῦ, καὶ οὐκ ἀναγνῶναι μόνον, ἀλλὰ καὶ διαμαρτύρασθαι, ὅτι Ταῦτα νῦν πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν· καὶ τὸν ἐνιαυτὸν, ὅς ἐστι περίοδος χρόνων, ὁ δὲ χρόνος μέτρον κινήσεως αἰσθητῆς, τοῦτον ἀνακηρύξαι δεκτὸν Κυρίῳ; Πῶς δὲ πάλιν ἐν τῇ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου παραβολῇ ὁ φιλάνθρωπος καὶ ἀγαθὸς ἡμῶν Δεσπότης Μωσέα καὶ τοὺς προφήτας τῆς σωτηρίου ἐπιστροφῆς καὶ μεταμελείας διδασκάλους ἀποκαλεῖ; Ἔχουσι γὰρ, φησὶ, Μωσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. Ἄρα γὰρ ὁ ἐπὶ κοινῇ τοῦ γένους σωτηρίᾳ τὴν ἡμῶν φύσιν ἀναλαβὼν τοὺς μυσταγωγουμένους παρ᾽ αὐτοῦ, καὶ τῆς πλάνης ἀπαλλαττομένους, εἰς τοὺς θεράποντας καὶ ὑπηρέτας ἀνέπεμπε τοῦ Ἐχθροῦ, καὶ τότε σωτηρίας τυχεῖν; Καὶ τίς ἂν ἀνάσχοιτο πλάσμα Θεοῦ ὑπάρχων ἀληθῶς τῆς τοσαύτης ἀπονοίας τὴν ὑπερβολήν; Πάλιν δὲ, εἰ τῆς Παλαιᾶς Διαθήκης νομοθέτης ὁ Πονηρὸς, πῶς λέγει τῆς ἀγαθότητος ἡ πηγή· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς εὑρήσετε ζωὴν αἰώνιον; Ποῦ γὰρ ἡ αἰώνιος ζωὴ, ἐν οἷς τὸ κέντρον τῆς ἁμαρτίας πολιτεύεται; ποῦ ἡ αἰώνιος ζωὴ, ἐν οἷς ὁ ἀνθρωποκτόνος νομοθετεῖ, καὶ παρακελεύεται; τοῦτο γὰρ ἡ θεομάχος γλῶσσα θρασύνεται. Χωρὶς δὲ τῶν εἰρημένων, εἰ ἡ Παλαιὰ τοῦ Πονηροῦ, πῶς Ἀλήθεια λέγει· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν; Οὐκ εἶπεν· Εἰ ἔν τισιν ἐπιστεύετε Μωσεῖ, ἀλλ᾽ ἁπλῶς αὐτοῦ τὸ ἀξιόπιστον ἀνεκήρυξε. Πῶς δὲ πάλιν πρὸς τοὺς κεχηνότας περὶ τὴν διάλυσιν τῶν γάμων καὶ τὸν Μωσῆν εἰς συνηγορίαν τοῦ πάθους προβαλλομένους λαμπρῶς ὑπερμαχῶν τοῦ νομοθέτου φησὶν, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας. Ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. Καὶ πόθεν τὴν ἀπόδειξιν προάγει; Ὁ γὰρ ποιήσας αὐτοὺς, φησὶν, ἄρσεν καὶ θῆλυ ἐποίησεν· αὐτούς· ὥστε ἅπερ ἐνομοθέτει ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς συζυγίας, ἐκ τοῦ θεμένου ἐν τοῖς αὐτοῦ πλάσμασι καὶ ποιήμασι τοὺς φύσει νόμους προελθεῖν ἐδήλου καὶ τὸν Μωσῆν οὐ καταφρονητὴν τῶν διὰ τῆς πλάσεως δεδομένων νόμων, ἀλλ᾽ ἐκ περιστάσεως τὸ ἐκείνων ἠρεμεῖν ὑπενδιδόντα δικαίωμα. Τῷ γὰρ νόμῳ τῆς ἀπ᾽ ἀρχῆς διαπλάσεως, φησὶν, ὁ ἐμὸς συμφθέγγεται νόμος. Τὸ δὲ διέσιον τῆς συζυγίας, συγκαταβάσεώς ἐστι καὶ οἰκονομίας Μωσαϊκῆς. Πρὸς γὰρ τὴν σκληροκαρδίαν ὑμῶν, φησὶν, ἔγραψε Μωσῆς. Τῆς δὲ συναφείας τὸ ἀδιάλυτον, ὅπερ ἐγὼ νομοθετῶ καὶ ὁ πλάσας ἀπ᾽ ἀρχῆς τὸν ἄνθρωπον διὰ τῆς κατὰ τὸ σῶμα διαφόρου διαπλάσεως, τὰ αὐτά μοι τοῖς ἔργοις προεῖπε καὶ προδιωρίσατο. Διὸ ἐπάγει· Ἐν τούτῳ καταλείψει ἄνθρωπος τὸν πατέρα, καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικὶ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἵνα δὲ σαφέστερον μάθῃς, τίς ὁ διαπλάσας οὕτω τὰ σώματα, αὐτὸς εἰσάγων τὸν ζεύξαντα συνεισάγει καὶ τὸν Πλάστην. Φησὶν γάρ· Ὃ οὖν ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Μαρτυρῶν ὁ Σωτὴρ, ὅτι καὶ ἡ κατὰ σχῆμα διαφορὰ τοῦ πλάσματος ἀνδρὸς τε καὶ γυναικὸς, Θεοῦ τε τοῦ ἐπὶ πάντων ἐστὶ δημιούργημα, καὶ ὅτι συντηρεῖν ὀφείλει τὸ ἀδιάλυτον εἰς συνάφειαν. Καὶ ὅτι ἡ Μωσαϊκὴ εἰσήγησις τὴν σκληροκαρδίαν τῶν νομοθετουμένων περίστασιν εἶχε καθέλκουσαν εἰς ἐλάττωσιν τοῦ κατὰ τὴν πλάσιν σεσιγημένου νόμου τὸ ἀξίωμα.
Ἑτέρῳ δὲ λόγῳ εἰ πονηρᾶς ἦν ἀρχῆς ἡ Παλαιὰ, πῶς ὁ τὴν χάριν συνάπτων τῷ νόμῳ Χριστὸς ὁ Σωτὴρ ἡμῶν λέγει· Πολλοὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον; Πῶς γὰρ ἠθέλησαν ἰδεῖν οἱ τοῦ Πονηροῦ τὰ τοῦ Ἀγαθοῦ; ἡ γὰρ ἐπιθυμία τοῦ Ἀγαθοῦ ὁρμῆς ἀγαθῆς βλάστημά ἐστι. Καὶ πάλιν πῶς λέγει· Ἀβραὰμ εἶδε τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἠγαλλιάσατο; Ποῦ γὰρ ἀκόλουθον, ποῦ δὲ δυνατὸν, τὸν τῆς Παλαιᾶς Διαθήκης ἄνθρωπον εἰς τοσοῦτον ὕψος ἀναχθῆναι θεωρίας καὶ δυνάμεως, ὥστε ἰδεῖν τὴν ἡμέραν τῆς ἐπιδημίας τοῦ ἀγαθοῦ Θεοῦ, καὶ ἀγαλλιάσασθαι; μάλιστά γε τοῦ θεσπεσίου Παύλου διαμαρτυρομένου καὶ λέγοντος ὅτι τὸ κατὰ Χριστὸν μυστήριον, καὶ ἡ παρουσία τοῦ Σωτῆρος ἔλαθε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ κόσμου, καὶ τὸν κοσμοκράτορα. Εἰ οὖν καὶ αὐτὸν τὸν κοσμοκράτορα τὸ μυστήριον ἔλαθε, πόθεν αὐτοῦ οἱ θεράποντες τοῦτο προεῖπον καὶ προεθεάσαντο; Σὺ δέ μοι καὶ τὸ περιφανέστερον ἔτι τὴν ἀσέβειαν ἐλέγχον ἄκουε. Ἡνίκα γὰρ τὸ Σαδδουκαίων ἄπιστόν τε καὶ περίεργον ἑπτὰ μὲν ἔπλαττεν ἀδελφοὺς, μίαν δὲ καὶ τὴν αὐτὴν παρὰ μέρος ἤρμοζον αὐτοῖς γυναῖκα, καὶ τὴν τῶν σωμάτων ἀνάστασιν ἀναιρεῖν τῷ πλάσματι διεμηχανῶντο, ὁ Σωτὴρ διαπυνθανομένοις αὐτοῖς τὸ διὰ τοῦ πλάσματος, ὡς ἐνόμιζον, ἄπορον, καὶ τίνος ἔσται τῶν ἑπτὰ γυνὴ, ἀπαιτοῦσιν, πρῶτον μὲν ἐπετίμησεν αὐτοῖς τῆς πλάνης ὡς τὰς Γραφὰς οὐκ εἰδόσι. Καίτοι τίς ἐπιτίμησις τοῖς ἀγνοοῦσι τὰ τοῦ Πονηροῦ; Ὁ δὲ προστίθησιν ἐκ τῆς ἀγνοίας τῶν Γραφῶν, ἕτερον αὐτοῖς ὀνειδισμὸν χαλεπώτερον, μηδὲ τὴν δύναμιν αὐτοὺς εἰδέναι τοῦ Θεοῦ. Εἶτα τρανότερον τὸ τῆς ἀναστάσεως ἀναπτύσσων μυστήριον· Ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσιν. Ἔτι δὲ σφοδρότερόν τε καὶ ἰσχυρότερον διελέγχων τὴν ἄνοιαν, καὶ ἅμα μὲν τῆς χάριτος καὶ τοῦ νόμου τὴν σύμφωνον ἀλληλουχίαν τρανολογῶν, ἅμα δὲ καὶ πληγὴν αὐτοῖς διὰ τῆς Μωσαϊκῆς νομοθεσίας καθιεὶς, καὶ δι᾽ ἐκείνων τοῖς νῦν ἀποστάταις, Οὐκ ἀνέγνωτε, φησὶ, τὸ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ· Ἐγώ εἶμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ; δεικνύς τε ἐναργῶς διὰ τούτων ὅτι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῆς αἰωνίου ζωῆς κληρονόμοι, καὶ ὅτι Θεὸς αἰώνιος, καὶ τῆς ἀναστάσεως εἰσηγητὴς, καὶ τῆς ἐκεῖθεν ἀπολαύσεως δοτὴρ ὁ τούτων Θεός. Συνάπτει δὲ καὶ κατὰ συνέχειαν· Οὐκ ἔστιν οὖν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καὶ ταῦτα εἶπεν, ἵνα πᾶσαν τῶν δυσσεβῶν περικόψῃ πρόφασιν. Οὐδὲ, ἔνθα γέγραπται, παραλέλοιπεν, ἀλλὰ διὰ τοῦ ἱεροῦ ἀνακράζει Μάρκου, ὡς ἐν τῇ βίβλῳ Μωσέως ὁ Θεὸς ταῦτα εἴρηκε πρὸς αὐτόν. Εἰ οὖν ὁ Θεὸς Θεὸς μὲν νεκρῶν οὐκ ἔστιν, ἀλλὰ ζῇ μὲν παρ᾽ αὐτῷ Ἀβραὰμ, ζῇ δὲ Ἰσαὰκ, ζῇ δὲ Ἰακὼβ, καὶ πάντες ὅσοι τὴν αὐτῶν ἐζήλωσαν πολιτείαν, καὶ εἰσὶν ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ, πῶς πονηρᾶς ἀρχῆς, ὡς ἡ πονηρία φησὶν, οἱ κατὰ τὴν παλαιὰν βεβιωκότες πολιτείαν;
Ἔτι δὲ μᾶλλον διελέγχοιτο ἂν τῆς ἀποστασίας τὸ φρόνημα, ἐπειδὰν τοὺς βουλομένους τυχεῖν τῆς εἰσόδου τῶν οὐρανῶν παρακελευόμενος ὁ Σωτὴρ διὰ τῆς στενῆς πύλης ἀγωνίζεσθαι εἰσελθεῖν, τοὺς μὲν ἐῤῥαθυμηκότας περὶ τὴν ἐντολήν, ὡς τῆς ἀκηδίας ἐργάτας, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων ἀποπέμπει. Εἰσάγει δὲ, πανταχόθεν συνάγων τοὺς σπουδάσαντας περὶ τὴν ἐντολὴν, ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ τούτους ἀνακλίνων ἐν αὐτῇ (ἐπίστησον, ἄνθρωπε, τὸν νοῦν!) τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ καὶ τοὺς προφήτας προανακλίνει. Λέγει γάρ· Κἂν μὴ βούλησθε ἀκούειν· ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω; Καὶ τίνες οἱ ἐκβαλλόμενοι ἔξω, ἢ δηλονότι ὅσοι κατὰ μίμησιν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ τῶν προφητῶν οὐκ ἐπολιτεύσαντο; Εἰ δὲ ὅσοι τὸν βίον αὐτῶν καὶ τὴν εὐσέβειαν οὐκ ἐζήλωσαν, τῆς βασιλείας ἐκβάλλονται τοῦ Θεοῦ, καὶ εἰς τὸν κλαυθμὸν καὶ βρυγμὸν τῶν ὀδόντων ἀπορρίπτονται, τίς ἂν ἀντάξιος εὑρεθείη τιμωρία τοῖς ἐπὶ τοσοῦτον ἐξοιστρήσασι μανίας; Ὢ στομάτων ἀπυλώτων καὶ τῷ πατρὶ τοῦ ψεύδους ἑτοίμως ὑπηρετουμένων, ὡς καὶ λῃστὰς καὶ κλέπτας καὶ τοῦ Πονηροῦ πλάσματα, καὶ ὑπηρέτας τολμᾶν ἐνυβρίζειν! Οἱ δὲ μηδὲ μέχρι τούτου τὴν λύσσαν ἱστῶντες, ἀλλὰ καὶ τὸν χαριζόμενον ἡμῖν τὴν αἰώνιον ζωὴν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ὅς ἐστι Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, Θεὸς ζώντων καὶ οὐ νεκρῶν, πονηρὰν ἀρχὴν καὶ πονηρῶν ἔργων δημιουργὸν δυσφημοῦντες, τὰ ὡς ἀληθῶς τοῦ Πονηροῦ πλάσματα· ἆρ᾽ οὐχὶ τὴν διὰ πυρὸς καὶ τοῦ σκότους ἡτοιμασμένην τῷ διαβόλῳ ποινὴν διαπαντὸς εἰσπραττόμενοι οὐκ ἐλάττονα τῆς τόλμης τίσουσι δίκην; Οὐδὲ τὸ χάσμα δὲ τὸ μεταξὺ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου πεφρίκασιν, ὃ ἀ[πο]τειχίζει μὲν τοὺς μετὰ τοῦ Ἀβραὰμ εὐφραινομένους, ἀπὸ τῶν ἐν ταῖς βασάνοις κολαζομένων. Ἀλλ᾽ οἴμοι! κἂν μὴ νῦν τὴν αἴσθησιν τῆς τιμωρίας οὐκ ἔχοντες τὴν ἀπειλὴν τοῦ Σωτῆρος οὐ τεθήπασι, τότε δὴ, τότε πείρᾳ τὸ πικρὸν τῆς βασάνου μαθόντες, κἂν οὐδὲν κέρδος εὑρήσουσιν, πολλὴν καὶ μακρὰν καὶ ἀτελεύτητον ἑαυτῶν ποιήσονται τὴν κατάγνωσιν! Μάλιστα γὰρ ἐπειδὰν τὸν Ἀβραὰμ, κατὰ τὴν τοῦ πλουσίου παραβολὴν, εἰς ἐπικουρίαν καλοῦντες, ὃν ἐχλεύαζον, ἐλεοῦντα οὐχ εὑρήσουσιν. Εἰ γὰρ ὁ εἰς τὸν Λάζαρον παροινήσας τῶν Ἀβραμιαίων κόλπων φοβερῷ χάσματι ὑπερορίζεται, καὶ τῷ ἀκοιμήτῳ πυρὶ τὴν δίκην τῆς ἀφιλανθρώπου γνώμης ἀπαιτεῖται· καὶ τῆς μακαρίας ἐκείνης εὐφροσύνης καὶ ἀναπαύσεως γλίχεται μὲν, ἀπείργεται δὲ, καὶ φλέγεται μὲν τὴν γλῶσσαν, ὀδυνᾶται δὲ πικρὰς ὀδύνας· καὶ τότε τῆς παροινίας οὔσης, ὅτι μὴ μετέδωκε τῷ ὁμοφυεῖ συμπαθείας, ἀλλ᾽ οὐχ ὅτι χλεύην ἐπήνεγκεν, ἢ δυσφημῶν ὥφθη· πῶς οὐκ ἂν πολλαπλασίως καταφλεχθείη καὶ τὸ στόμα καὶ ἡ γλῶσσα, καὶ τὰ σπλάγχνα πάντα, τῶν τοιαύτην καταχεόντων παροινίαν τοῦ Ἀβραὰμ, καὶ δι᾽ αὐτοῦ πρὸς τὸν κοινὸν Δεσπότην καὶ Δημιουργὸν τὴν θεομαχίαν παραπεμπόντων; Σὺ δέ μοι συνέπου τοῖς ἐφεξῆς καὶ συνεπισκόπει.
Ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις τὸ μεγαλαυχοῦν τῶν Ἰουδαίων καὶ μιαιφόνον καὶ ἄπιστον στηλιτεύων, καὶ ἀναξίους κρίνων γονῆς τῆς Ἀβραμιαίας, κἂν ἐκεῖθεν αὐτοῖς κατήει τὸ φῦναι, Εἰ τέκνα ἦτε, φησὶ, τοῦ Ἀβραὰμ, ἐποιεῖτε ἂν τὰ ἔργα τοῦ Ἀβραάμ. Καὶ ὁ θρίαμβος οὐ μέχρι τούτων, ἀλλὰ καὶ σφοδρότερον αὐτῶν καθαπτόμενος ἐπάγει, λέγων· Οὐκ ἐστὲ τέκνα τοῦ Ἀβραάμ, ἀλλὰ τοῦ διαβόλου ἐστέ. Πολὺ γὰρ ἡ γνώμη κραταιὸν, ἐκείνου τὴν κλῆσιν καὶ τὸ γένος ὑπελθεῖν, οὗ τὸ γνήσιον ἐν τῇ μιμήσει φέρει τῆς ζωῆς. Εἰ δ᾽ ἦν ἡ Παλαιὰ κατὰ τὰς ἀθέτους φωνὰς τοῦ Πονηροῦ, ταύτης δὲ ὁ Ἀβραὰμ, ἴσον ἦν εἰπεῖν· Τέκνα τοῦ Ἀβραὰμ, καὶ τέκνα τοῦ διαβόλου· δι᾽ ἑκατέρου γὰρ ἃ μισεῖ μὲν ὁ Θεὸς, στέργει δὲ ὁ Ἐχθρὸς, ἐλέγχονται τιμῶντες ὁμοίως οἱ Ἰουδαῖοι. Πῶς δὲ καὶ ἀλλαχοῦ πάλιν ὁ Σωτὴρ τοῖς περὶ Ἀβραὰμ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς κλῆρον ἀφορίζει, καὶ συντάττει τούτοις τοὺς ὁλοψύχῳ γνώμῃ τῶν τε προσταγμάτων φύλακας ἀπροφασίστους δεδειγμένους καὶ καθαροὺς αὐτῷ τὴν λατρείαν προσενεγκόντας, καὶ ὥσπερ τι μέγα καὶ θαυμάσιον ἔπαθλον διδοὺς, τὴν μετὰ τῶν ἀνδρῶν ἐκείνων ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ ἐπαγγέλλεται συναυλίαν; Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἤξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἆρα γὰρ τοῦτο ἔπαθλον τοῖς ἐπεγνωκόσιν αὐτόν; ἆρα τοῦτο δῶρον τοῖς, ὅσοι τὰς σφαγὰς ὑπέσχον ὑπὲρ αὐτοῦ; τοῦτο φιλοτιμία; τοῦτο ἔπαθλον, τὸ μετὰ τῶν θεραπευόντων τοῦ Πονηροῦ καὶ συνεῖναι, καὶ συναριθμεῖσθαι, καὶ συναγελάζεσθαι; Καὶ ποία ἂν ταῦτα ἀνέξεται ἀκοὴ ῥημάτων ὅλως ἔχουσα ἀκοὴν θείων;
Καὶ εἰ ἡ Παλαιὰ τοῦ διαβόλου ἦν, πῶς ὁ Ματθαῖος καὶ Λουκᾶς τὴν τοῦ Σωτῆρος ἀναπτύσσοντες γενεαλογίαν, προγόνους αὐτοῦ καὶ πατέρας τοὺς, οὓς ἡ Παλαιὰ κλέος εἶχεν, ἀναγράφουσι; Πῶς γὰρ ὁ ἀγαθὸς Θεὸς ἢ ἐν σχήματι καὶ ὑποκρίσει; Ἔστι γὰρ, ἔστι τις τῆς ἀποστασίας ταύτης οὐκ ὀλίγη μοῖρα, καὶ ταύτην τὴν λύσσαν κατὰ τῆς ἐνσάρκου τοῦ Λόγου παρουσίας προφέρουσα. Ἀλλὰ πῶς ὁ Ἀγαθὸς ἢ κατὰ σχηματισμὸν καὶ ὑπόκρισιν, ἢ ἐν ἀληθείᾳ καὶ ὑπάρξει τοὺς ἐν τῇ πονηρᾷ διαπρέψαντας Διαθήκῃ πατέρας καὶ προγόνους ἑαυτοῦ γενέσθαι κατεδέξατο, καὶ τοιούτου σπέρματος ἐπιλαβέσθαι, οὗ πλάστην οὐκ ἠγνόει τὸν Πολέμιον; Καὶ πῶς μὴ ἐξ ἄλλου ἔθνους προῆλθεν αὐτὸς, ὃ μὴ δευτέραν εἶχεν ἐνέργειαν τοῦ Πονηροῦ, ἀλλ᾽ ἐξ ἐκείνου πρόεισιν ὁ τῆς Παλαιᾶς οἱ νόμοι διεμόρφουν τε καὶ διετίθεντο, καὶ μετὰ τὴν ἀπ᾽ ἀρχῆς πονηρὰν πλάσιν πονηροτέροις ἄλλοις ἔργοις καὶ ἔθεσιν ἐπαιδαγώγουν τε καὶ διέπλαττον; Καὶ εἰ μὴ ἦν ἡ Παλαιὰ τοῦ Θεοῦ, πῶς τοὺς ἀθετήσαντας τοὺς ἐν τῇ φύσει νόμους τοῦ Πλάστου, καὶ εἰς ἀσέλγειαν μὲν ἐξοκείλαντας, τῷ θελήματι δὲ παντελῶς καταδουλωθέντας τοῦ Ἐχθροῦ πυρὶ κολάζει, καὶ τὴν τῶν τετολμημένων δίκην ἀπαιτεῖ; τὸν Πονηρὸν γὰρ δίκην ἀπαιτεῖν τῆς αὐτὸν τερπούσης καὶ ἐξ αὐτοῦ προϊούσης πονηρᾶς ἐργασίας, πῶς οὐκ ἂν εἴη ὅλως ἢ ἐννοηθῆναι [ἢ λεχθῆναι] οὐ μανικόν; Ὁ δὲ ἀποστάτης τῶν πονηρῶν ἔργων τοὺς πονηροὺς πονηρῷ πλάσματι ἄλλῳ τῷ πυρὶ τὴν τιμωρίαν εἰσπράττεσθαι λέγει τὸν Ἐχθρὸν ἐτῶν τοῖς σαρκὸς πάθεσι κατασυρέντας κατακλυσμῷ κολάζει. Μισοπονήρου γάρ ἐστι καὶ ἀγαθοῦ καὶ δικαίου, τό τε κακὸν ἀναστέλλειν, καὶ τοὺς πρὸς τὴν ἁμαρτίαν, ἀναιδευσαμένους τὴν ἴσην εἰσπράττεσθαι τιμωρίαν, ἀλλ᾽ οὐχὶ πονηροῦ ποθεν, οὐδὲ φιλοῦντος καὶ νομοθετοῦντος τὴν ἁμαρτίαν.
Ἵνα δὲ μάθῃς ἀκριβέστερον, ὡς ὁ αὐτός ἐστιν ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς, ὅ τε τοῦ δικαίου ἔκδικος ἐν τῇ Παλαιᾷ καὶ ὁ ἐν τῇ χάριτι, ξηραίνει μὲν τὴν συκῆν καρπὸν αὐτῷ μὴ προσενεγκοῦσαν, μυρίαις δὲ ἀπειλαῖς ὑποβάλλει τοὺς αὐτῷ μὴ πειθομένους, καὶ τὸ σφοδρότερόν τε καὶ ἀμίμητον τῆς κολάσεως, εἰς τὸ ἐξώτερον πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς παραβεβηκότας αὐτοῦ τοὺς νόμους καταδικάζει. Καὶ κατ᾽ ἀρχὰς μὲν προσκαίρῳ πυρὶ καὶ ὕδατι τιμωρεῖται, ἐπὶ τέλει δὲ διαιωνίζοντι καὶ ἀτελευτήτῳ. Ὁρᾶς πῶς τὸ μισοπόνηρον πανταχοῦ ὥσπερ καὶ τὸ φιλάνθρωπον γνώρισμά ἐστι καὶ μαρτύριον τῆς ἀγαθότητος τοῦ Θεοῦ; Καὶ οὐκ αὐτὸς μὲν ταῦτα πράττει, τοὺς μαθητὰς δὲ τῆς τοιαύτης πράξεως ἀναστέλλει; ἀλλὰ Πέτρος μὲν ὁ ἐν τῇ χάριτι λαμπρὸς τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν ψευδολογίας θάνατον ἔλαβε τὴν δίκην. Παῦλος δὲ, ὁ θερμὸς τῆς χάριτος κήρυξ καὶ διδάσκαλος τῆς οἰκουμένης, τυφλὸν μὲν εὐθὺς ποιεῖ τὸν Ἐλύμαν, αὐτὸς μαθὼν, ἐξ ὧν πέπονθεν, ὅσον ἡ ποινὴ κέρδος φέρει. Τὸν δὲ πεπορνευκότα Κορίνθιον παραδίδωσι τῷ Σατανᾶ εἰς ὄλεθρον τῆς σαρκός. Ἀλέξανδρον δὲ εἰς τὴν ἐκεῖθεν παραπέμπει βάσανον καὶ κρίσιν. Καὶ εἰ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, σφόδρα διαμαρτύρεται ὁ Παῦλος, ὥσπερ δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, πῶς προσωποληψία οὐκ ἔστι παρὰ τῷ Θεῷ; πῶς οἱ κατακριθέντες ἐν τῇ Παλαιᾷ οὐχ ὑπὸ τοῦ αὐτοῦ κατεκρίθησαν ἀγαθοῦ Θεοῦ, ὃς καὶ τὴν χάριν νομοθετεῖ, καὶ τὸ ἀπροσωπόληπτον αὐτοῦ, οἷς ὑπέστησεν, ἐβεβαίωσε; Καὶ πόσοις ἄν τις ἐπιδείξαιτο τὴν μισοπόνηρον δίκην ἐν τοῖς τῆς χάριτος νόμοις τὸ κράτος ἔχουσαν ἄμαχον;
Χωρὶς δὲ τῶν εἰρημένων, εἰ πονηρᾶς ἦν ἀρχῆς ἡ Παλαιὰ, πῶς ὁ μετάρσιος καὶ οὐράνιος ἄνθρωπος, Παῦλος, εὐθὺς ἀρχόμενος τῶν Ἐπιστολῶν διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις τὸν Θεὸν προσεπαγγέλλεσθαι λέγει, περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα; Εἰ γὰρ Θεοῦ προφῆται καὶ Γραφαὶ ἅγιαι, δι᾽ ὧν ὁ Θεὸς προεπηγγείλατο περὶ τοῦ Υἱοῦ αὐτοῦ, ποῦ ὁ Πονηρὸς εὑρήσει τὴν ἀρχήν; Καὶ εἰ τὰ ἀόρατα αὐτοῦ, τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα, καθορᾶται, ἐν τίσιν ὁραθείη δημιουργὸς ὁ Ἐχθρός; Τὰ ἀόρατα καὶ νοούμενα τοῦ Θεοῦ ἐστι· ταῦτα δὲ καθορᾶται ἀπὸ τῆς αἰσθητῆς καὶ ὁρατῆς. Εἰ γὰρ μὴ διὰ τῆς ὁρατῆς κτίσεως τὰ ἀόρατα τοῦ Θεοῦ καθορᾶται, οὐκ ἂν μὲν διέστειλε τὰ ἀόρατα ἐξ αὐτῆς· οὐκ ἂν δὲ διὰ ταύτης ἐδίδαξεν ἐκεῖνα καθορᾶσθαι. Πῶς οὖν ἐν τοῖς ποιήμασι τοῖς αἰσθητοῖς καθορᾶται τὰ ἀόρατα τοῦ Θεοῦ, καὶ τότε ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης ἐν τοῖς ποιήμασι τοῦ Πονηροῦ; Τοὐναντίον γὰρ ἐν τοῖς ποιήμασι τοῦ Ἐχθροῦ, εἴπερ ἦν ὅλως τινὰ, ἡ πονηρία καὶ αἰσχρότης αὐτοῦ καθορᾶτο ἄν. Ὅτι δὲ ὁ νόμος ἐκ τοῦ ἀγαθοῦ Θεοῦ, κἀντεῦθεν ἄν τις ἐπιδείξοιτο ῥᾷον. Λέγει γὰρ ὁ Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, ὅτιπερ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ πῶς οὐκ ἔστιν ὁ νόμος ἐκ τοῦ ἀγαθοῦ Θεοῦ, ὃς ἀντὶ τοῦ κολάζειν δικαίους ἀποφαίνει τοὺς ποιοῦντας αὐτόν; Καὶ εἰ ὁ παραβάτης τοῦ νόμου, κἂν περιτετμημένος ᾖ τὴν σάρκα, ὡς ἀκρόβυστος λογίζεται, καὶ ἀνάξιος κρίνεται τοῦ Θεοῦ· ὁ δὲ ἀκρόβυστος τὰ δικαιώματα φυλάσσων τοῦ νόμου τὴν περιτομὴν τοῦ παναγίου Πνεύματος φέρει ἐν τῇ ψυχῇ, πῶς οὐχὶ ὁ νόμος ἐκ τοῦ ἀγαθοῦ Θεοῦ; Εἰ δὲ, καθὰ διακέκραγεν ὁ Παῦλος, Χριστὸς Ἰησοῦς διάκονος γέγονε περιτομῆς, διατί; ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, καὶ ταύτας ἐβεβαίωσεν ὁ Χριστός; ἐκεῖνος δὲ τοῖς πατράσι διέθετο τὰς ἐπαγγελίας, ὁ καὶ τὸν αἰσθητὸν τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας Θεὸς, ὃν καὶ Μωσῆς ἐν τῇ κοσμογενείᾳ θεολογεῖ· δείκνυται δὲ δι᾽ ῶν ὁ Παῦλος ἐνταῦθα καὶ ἐν πολλοῖς ἄλλοις λέγει, τοῦ Σωτῆρος ἡμῶν οὗτος πατὴρ, οὗ τὰς ἐπαγγελίας ὡς γνήσιος υἱὸς ἀπαραβάτους τε καὶ ἀψευδεῖς αὐτὸς δι᾽ ἑαυτοῦ, καὶ οὐ δι᾽ ἄλλου ἐπεδείξατο, πῶς τῆς ἀποστασίας οὐ καταδύεται τὸ ἀναίσχυντον; Ἀλλὰ τί μοι λέγειν Παῦλον, καίτοι τηλικοῦτον ὄντα τῇ τε γνώσει τῆς Παλαιᾶς καὶ τῇ σοφίᾳ τῆς χάριτος αὐτοῦ, πάλιν ἐνῇν τοῦ κοινοῦ Δεσπότου διακούειν, διατεινομένου καὶ λέγοντος· Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι; Καὶ· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἢ ἰῶτα ἓν ἢ μία κεραία, ἕως ἂν ταῦτα πάντα γένηται. Ἐγὼ πληρωτὴς ἦλθον τοῦ νόμου· στομάτων ἐστὶ πονηρῶν τὸ λέγειν, ἐμὲ παραγενέσθαι τοὺς πατρικοὺς παραλῦσαι νόμους. Οὐδὲν αὐτοῦ ἀτελείωτον ἐάσω, οὐδὲν ἐπιπνοίας ἐν αὐτῷ πονηρᾶς, οὐδὲν εἰς ψεῦδος λήξει· πάντα μεστὰ τῆς ἀληθείας. Ἐγὼ τῶν προφητικῶν φωνῶν ἡ βεβαίωσις. Ἐμοὶ γὰρ ὄντες καὶ τοῦ ἐμοῦ Πατρὸς ὑπηρέται καὶ διάκονοι τήν τε παρουσίαν τὴν ἐμὴν, καὶ πάντα τὰ τῆς παρουσίας σαφῶς προεῖδόν τε καὶ προήγγειλαν. Διὸ ἐξ ὧν τε ἐκεῖνοι προεῖπον καὶ ὁ νόμος περιέχει, οὐ μικρὸν, οὐ μέγα παρελεύσεται, ὃ μὴ τῆς ἀληθείας τῷ πέρατι σφραγισθῇ. Εἰ γὰρ ἐγὼ διάκονος περιτομῆς εἰς τὸ βεβαιωθῆναι τὰς ἐπαγγελίας, ἃς ὁ Πατὴρ διέθετο τοῖς πατράσι, πῶς ἰῶτα ἓν, τουτέστι τὸ ἐλάχιστον τῶν ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις ῥηθέντων, δύναιτ᾽ ἂν ὅλως παρελθεῖν ἢ μὴ γενέσθαι.
Ἀλλ᾽ ἐφ᾽ ἕτερόν μοι τὴν θεωρίαν συμμετακίνει· εἰ λόγια Θεοῦ τὰ ἐν τῷ νόμῳ. Λέγει γὰρ ὁ Παῦλος· Τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Εἶτα· Πολλὴ κατὰ πάντα τρόπον. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Τί γὰρ εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργεῖ; Μὴ γένοιτο. Γενέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης. Καὶ οὐκ ἀνέχεται μὲν τὴν πίστιν τοῦ Θεοῦ καταργηθῆναι· πάντα δὲ ἄνθρωπον ψεύστην αἱρεῖται ἐλεγχθῆναι, ἵνα Θεὸς, ὁ τὴν περιτομὴν δοὺς, ἐπιγινώσκοιτο ἀληθής. Εἰ οὖν καὶ λόγια Θεοῦ εἰσιν, ἃ ἐπιστεύθη Ἰσραὴλ, καὶ ἡ ἀπιστία αὐτῶν τὴν τοῦ Θεοῦ πίστιν οὐ καταργεῖ, καὶ δεῖ μᾶλλον ψεύστας νομίζειν τοὺς ἀπιστοῦντας Θεῷ, παναληθέστατον δὲ τὸν δεδωκότα τοὺς νόμους τῷ Ἰσραήλ· πῶς οὐχὶ τοῦ ἀγαθοῦ Θεοῦ ἐστι νομοθεσία ἡ Παλαιά; Μὴ γὰρ τὸν Πονηρὸν, ὃς ἀπ᾽ ἀρχῆς ψεύστης ἐστὶ, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε, τοῦτον μὲν ἀληθείας λέγει ὁ Παῦλος πηγήν. Προκρίνει δὲ πάντας ἀνθρώπους εἰς ψεῦδος ἀπανεχθῆναι, ἵνα ὁ τοῦ ψεύδους ἀρχιτέκτων καὶ δημιουργὸς ἀληθείας κηρυχθῇ. Καὶ εἰ ἡ δικαιοσύνη τοῦ Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, πῶς οὐχὶ ὁ νόμος καὶ οἱ προφῆται, οὐχὶ τῆς ἐκ τοῦ ἀγαθοῦ Θεοῦ ἐπιπνοίας καὶ ἀληθείας πεπληρωμένοι νομίζοιντο ἄν; Ἀλλ᾽ ὅρα τὸ φρικτὸν τῆς θεομαχίας ἐπὶ πλέον καὶ κατάπτυστον. Εἰ ὁ Θεὸς διὰ τοῦ αἵματος αὐτοῦ ἐλυτρώσατο τὸν κόσμον ἐκ τῆς δουλείας τοῦ Ἐχθροῦ, τὸ δὲ αἷμα καὶ ἡ σὰρξ (ἀλλὰ φρίττων καὶ τοὺς λογισμοὺς καὶ τὴν γλῶσσαν τοῖς θεομάχοις λέγειν ἀφίημι τὸ ἑαυτῶν), πῶς διὰ τοιούτου πλάσματος τὸ γένος ἡμῶν ἥρπασεν ἐκ τῆς δουλείας τοῦ Ἐχθροῦ; Πολλῆς μὲν γὰρ ἂν ἅμα χάριτος καὶ δόξης καὶ τιμῆς ἄξιος ἦν ὁ ἐχθρὸς ἡμῶν, εἰ παρέσχεν ὕλην αὐτὸς, δι᾽ ἧς ἂν ἀπαλλαγείημεν τῆς τυραννίδος αὐτοῦ. Πολλῆς δὲ ἀνοίας ἅμα καὶ γέλωτος ἔνοχος, εἰ πλάττειν ἐπήρθη, δι᾽ ὧν ἀφῃρημένος ἔσται τὸ κράτος, καὶ τῶν σωμάτων ἡμῶν καὶ τῶν ψυχῶν. Τί δὲ ἄλλο φύεται τῆς ἀποστασίας; Οὐδὲν μέγα, οὐδὲ τὸ ὅλον κατόρθωμα τῆς σωτηρίας ἡμῶν οἴκοθεν κατώρθωσεν ὁ Σωτὴρ, ἀλλὰ τὸ πλέον δοὺς ἔχειν τῷ Ἐχθρῷ. Ὢ φρενὸς ὑποχειρίου τῷ Σατανᾷ! Λαβὼν δὲ παρ᾽ αὐτοῦ οὗ μὴ πλάστης ἦν αὐτὸς, αὐτό τε παθὼν ἀπαλλάττει, ὅπερ οὐκ ἐχρῆν (ἔργον γὰρ αὐτὸ ποιεῖ ἡ ἀποστασία τοῦ Πονηροῦ), καὶ εἰς ἀφθαρσίαν μεταποιεῖν καὶ τὸ κακὸν μένειν ἀθάνατον διαπράττεται.
Καὶ πῶς ἂν εἴη τοῦ γένους ἡμῶν ἐχθρὸς, ὁ τοσαύτην συνεισφορὰν εἰς τὴν κοινὴν ἡμῶν σωτηρίαν διὰ τοῦ οἰκείου δημιουργήματος συνεισενεγκών; Καὶ πῶς ὅλως ἔπραξε πονηρὸν, πλάσας τὸ σῶμα, ὃ μὴ μόνον σώζει, καὶ ἄφθαρτον ὕστερον ποιεῖ, ἀλλὰ δι᾽ αὐτοῦ καὶ τὰς ἐπομένας ψυχὰς εὐεργετεῖ, εἰς τὴν ὁμοίαν ἀθανασίαν τὰ ἐνωθέντα αὐταῖς σώματα καθιστῶν; Οὕτως ἐστὶ σκότος καὶ χάος καὶ τύφλωσις λογισμῶν, καὶ μανία καὶ μέθη βαθεῖα ἡ σπουδὴ τῶν εἰς δύο ἀρχὰς τὴν μίαν σχιζόντων ἀρχὴν, καὶ τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν δημιουργὸν ἁπάντων, εἰς δύο κατατεμνόντων ἀρχάς· καὶ τὴν μὲν τοῖς νοητοῖς ἐφιστάντων, τὴν δὲ τοῖς ὁρωμένοις. Ἀλλὰ πῶς πρὸς τὸν Βυθὸν καὶ τὴν Σιγὴν τοῦ Πλάστου αὐτῶν τὰς ὠδῖνας οὐ καταδύονται, οἱ τὸ σῶμα ἡμῶν λέγοντες εἶναι τοῦ Πονηροῦ; Τρανῶς γὰρ ἐκείνοις ἀπ᾽ ἐναντίας ὁ Παῦλος βοᾷ· Τὸ μέν σῶμα οὐ τῇ πορνείᾳ, ἥτις ἐστὶν ἔργον τοῦ Πονηροῦ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι. Πῶς γὰρ τοῦ Ἐχθροῦ τὸ πλάσμα δύναται ὅλως τοῦ Κυρίου εἶναι; Τί δὲ δεῖ λέγειν μὴ ἀνατιθέναι τοῦτο τῇ πορνείᾳ, αὐτὸ καθ᾽ ἑαυτὸ πονηρὸν ὅν, καὶ πονηρᾶς ἀρχῆς δημιούργημα, καὶ παντελῶς ἀλλότριον, καὶ τοῦ θελήματος καὶ τῆς πλάσεως τοῦ Θεοῦ; Πλάσει γὰρ καὶ νόμοις τὸ σῶμα, ὡς ἡ ἀποστασία βούλεται, πονηρὸν ὑπάρχον οὐκ ἂν μέν ποτε γένοιτο τοῦ Κυρίου· πορνείας δὲ γενέσθαι, ἢ μὴ γενέσθαι οὐδὲν διοίσει. Εἴτε γὰρ ἐξεπόρνευσεν, εἴτε μὴ, οὐδὲν ἧττον οὐκ ἀφίσταται τοῦ πονηρὸν εἶναι, καὶ πονηρᾶς δημιούργημα ἀρχῆς. Ἐπισκόπει δὲ καὶ ὧδε. Εἰ τὸ σῶμα πλάσμα τοῦ Πονηροῦ, πῶς ὁ τοῦ Πονηροῦ λαμπρῶς καταστρατηγῶν, καὶ τῆς ἀληθείας ὑπερμαχῶν ἅγιον αὐτὸ καλεῖ; Ἡ ἄγαμος γὰρ, φησὶν, μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Εἰ δὲ ἅγιον τὸ σῶμα, πόθεν πονηρόν; καὶ πόθεν ἔργον δημιουργίας πονηρᾶς; Πράξεις μὲν γὰρ πονηραὶ, κιβδηλεύουσαι τὸ πλάσμα τοῦ ἀγαθοῦ Θεοῦ, οἰκειοῦσιν αὐτὸ καὶ ὑποτάττουσι τῷ Πονηρῷ. Ἐν δὲ τοῖς νόμοις τοῦ πλάστου διατηρούμενον ἰσχὺν ἔχει μᾶλλον διώκειν τὸν Πονηρὸν, ἀλλ᾽ οὐκ αὐτὸς ἐκεῖνο δουλαγωγεῖν.
Ἀλλὰ γὰρ ὅτι μὲν οὐχ οἷόν τέ ἐστι οὔτε λέγειν οὔτε φρονεῖν δύο καὶ ταύτας ἀντικειμένας ἀρχὰς, οἷς τὸ αὐτεξούσιον ἀδούλωτον μένει τοῖς πάθεσι τοῦ Ἐχθροῦ, ἀποχρώντως οἶμαι τὸν λόγον διεξελθεῖν. Ἐπισκεψώμεθα δὲ καὶ τὸ ἕτερον τῆς ἀποστασίας μέρος, ὃ δέδωκε μὲν καὶ αὐτὸ διὰ τῶν προειρημένων οὐ μεμπτὰς οἶμαι οὐδὲ βραχείας τὰς εὐθύνας. Πλὴν καὶ νῦν διὰ τῆς αὐτῆς ἱερολογίας ἀπαιτείσθω καὶ τὰς λειπομένας. Παῦλος ὁ καθ᾽ ἑκάστην ἑαυτὸν ἱερουργῶν τῷ Θεῷ διαπρυσίᾳ βοᾷ τῇ φωνῇ· Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ὃ ἴσον ἐστί· Μὴ λογισμοῖς ἀνθρώπων ἀσφαλίζομεν τὸ ῥηθὲν, ἢ οὐχὶ καὶ θείας ἐστὶ καὶ ὑπὲρ ἄνθρωπον νομοθεσίας τὸ προτεινόμενον; Καὶ τίς ταῦτα τεθεώρηκεν, αὐτὸς σαφηνίζει· Ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται, φησὶ, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Καὶ ταῦτα εἰπὼν ἐπιφέρει· Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Τίνων δὲ μᾶλλον μέλει, δεικνὺς ἐπάγει· Δι᾽ ἡμᾶς γὰρ πάντως λέγει, καὶ δι᾽ ἡμᾶς ἐγράφη. Ὥστε κοινὸν τὸ δόγμα τὸ ἐν τῇ Παλαιᾷ διαβαῖνον καὶ πολιτευόμενον καὶ ἐν τῇ χάριτι. Εἶτα τὴν φυσικὴν ὁμοιότητα πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ καὶ τὸ ἀπαράλλακτον ὑποδηλῶν ἐκ τῆς τῶν νομοθετηθέντων ὁμοιότητος, Ὥσπερ, φησὶ, προσετάγη τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας τῷ θυσιαστηρίῳ συμμερίζεσθαι· οὕτω καὶ ὁ Κύριος προσέταξεν τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῆν, τοσοῦτον ἐπάρας τὸν νόμον, ἅτε δὴ τοῦ Πατρὸς ὄντα, ὡς καὶ τὸν Υἱὸν κατὰ μίμησιν ἐκείνου τὰ προστάγματα προάγειν. Τὴν συνάφειαν δὲ πάλιν καὶ συγγένειαν τοῦ νόμου καὶ τῆς χάριτος ἐπὶ πλέον τρανολογῶν, Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, φησὶν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωύσῆν ἐδαπτίσθησαν, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον. Δός μοι λοιπὸν ἐνταῦθα τὸ οὐκ ἐλεύθερον τῆς βακχείας τοῦ Ἐχθροῦ· Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀκούεις, ὅπως ὁ Χριστὸς τὸν πατρικὸν ἐπότιζε λαὸν, καὶ πῶς ὁ Πατὴρ ὡδήγει τὸν Ἰσραὴλ εἰς τὴν τοῦ Υἱοῦ λατρείαν καὶ ἐπιστροφήν; Διὰ τίνων, ἢ δῆλον ὅτι διὰ Μωσέως καὶ τῶν προφητῶν; Ποῦ οὖν ἐνταῦθα ὁ Πονηρός; ποῦ τῆς πονηρᾶς ἀρχῆς τὸ ἔργον; ποῦ οἱ νόμοι τῆς ἀντικειμένης μοίρας; τοῦ Μωσαϊκοῦ λαοῦ, καὶ πνευματικῷ βρώματι τρεφομένων καὶ πνευματικοῦ πόματος πινόντων ἐκ τῆς συνούσης τε καὶ ἐπομένης πέτρας, ἥτις ἦν ὁ Χριστός; Εἶτα πάλιν ὁ νομομαθὴς οὗτος ἀνὴρ καὶ τὰ κέρδη πάντα, οἷς ἐσεμνύνετο πρότερον, σκύβαλα ἡγούμενος διὰ τὸν Χριστὸν, Μηθὲ ἐκπειράζωμεν τὸν Χριστὸν, φησὶ, καθὼς καί τινες αὐτῶν ἐπείρασαν. Τίνες, ἢ δῆλον ὅτι ὁ Ἰσραηλιτικὸς λαός; Καὶ τίνα τὰ ἐπίχειρα; Ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Ὥστε ἐκπειράζοντες τὸν ἐν τῷ νόμῳ Θεὸν, διὰ τοῦ Πατρὸς ἐπείραζον καὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐπείραζε μὲν γὰρ ὁ Ἰσραηλίτης λαὸς τὸν νομοθέτην αὐτοῦ, ἄτμητον δὲ τὴν βασιλείαν καὶ ἄῤῥηκτον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὁ μύστης καὶ μυσταγωγὸς τῶν ἀπορρήτων, εἰδὼς ἐν τῷ πειράζεσθαι τὸν τοῦ ἀγαθοῦ Παιδὸς Πατέρα Θεὸν, καὶ τὸν Χριστὸν πειράζεσθαι διατείνεται. Ὡς ἐν πορίσματος δὲ μοίρᾳ ἐπισκόπει, ὅτι καὶ πληγὴν εὐθὺς ἀφῆκεν ὁ Χριστὸς κατὰ τῶν ἐκπειρασάντων αὐτὸν τὸν διὰ τῶν ὄφεων ὄλεθρον. Καὶ ταύτην ἐπάγων οὐκ ἀφήρηται τὸ φιλάνθρωπον. Ἀλλαχοῦ δὲ πάλιν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, καὶ εἰπεῖν τοὺς προφήτας διαμαρτύρεται, καὶ ἀψευδῶς προκηρύξαι τὸ πρὸ αἰώνων μυστήριον, ὃ τὰς ἐξουσίας τοῦ κόσμου καὶ αὐτὸν διέλαθε τὸν Κοσμοκράτορα. Καὶ πῶς ἂν εἴησαν οἱ προφῆται ἢ ὁ νόμος ἐπιπνοίας πονηρᾶς, ὁπόταν οὗτοι μὲν προεκήρυττον τὸ μυστήριον, τῆς δὲ πονηρίας πάσης τὴν μηχανουργίαν διελάνθανε; Πάλιν δὲ καὶ ἐν ἄλλοις αὐτὸν Θεὸν καὶ οὐκ ἄλλον καὶ ἄλλον, πάλαι μὲν ἐν τοῖς προφήταις διαμαρτύρεται λαλῆσαι, ὕστερον δὲ ἐν τῷ Υἱῷ. Πολυμερῶς γὰρ, φησὶ, καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὁ αὐτὸς, ἀλλ᾽ οὐκ ἄλλος καὶ ἄλλος. Ὁ οὖν τὴν Καινὴν Διαθήκην ἐν τῷ Υἱῷ χαρισάμενος τῷ κόσμῳ, ὁ αὐτὸς κατὰ τὸν τὰ θεῖα, εἴπερ τις ἄλλος, σοφὸν, καὶ ἐν τοῖς προφήταις διέθετο τὴν Παλαιάν. Καὶ πῶς ἡ πλάνη ἄλλον μὲν ἐκείνης, ἕτερον δὲ τῆς Καινῆς, ἀναπλάττει νομοθέτην καὶ Θεόν; Εἰ δὲ καὶ κατ᾽ ἀρχὰς μὲν τὴν γῆν ὁ Κύριος ἐθεμελίωσεν, ὡς ὁ αὐτὸς μύστης τῶν ἀποῤῥήτων καὶ μυσταγωγὸς ταύτην τὴν ἱερὰν ἐπισφραγίζεται Γραφὴν, καὶ ἔργα τῶν χειρῶν αὐτοῦ εἰσιν οἱ οὐρανοὶ (καὶ γὰρ τὴν τοῦ θεοπάτορος μελῳδίαν λαβὼν, καὶ τοῖς οἰκείοις ἐνυφαίνων νοήμασι τὸ θεόπνευστον ἐκείνης βεβαιοῖ), πῶς οὐκ αἰσχύνονται τῆς ἀποστασίας τὸ σύνταγμα, καίτοι ψευδῶς μὲν, διδάσκαλον δὲ ὅμως, τὸν ταῦτα κηρύσσοντα ὑποκρινόμενοι καλεῖν; Καὶ γὰρ ἐπιγράφονται τοῦτον, πράττοντες μὲν καὶ τοῦτο παρὰ τὸν νόμον αὐτοῦ. Μὴ γὰρ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθημεν; καὶ, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Κηφᾶ· μεμέρισται ὁ Χριστός; Πλὴν ἀλλὰ καὶ ἐν ᾧ σεμνολογοῦνται διὰ τῆς παραβάσεως αὐτῶν ὑβρίζοντες τὸ σεμνολόγημα, καταφεύγουσι πρὸς τὴν κλῆσιν, ἵνα φύγωσι τὴν αἰσχύνην, εἰς ἣν αὐτοὺς ἐμβάλλει, καὶ μόνον ῥηθεὶς ὁ τῆς ἀποστασίας διδάσκαλος. Ἀλλὰ γὰρ πῶς οὐ καταδύονται; τοῦ μὲν Παύλου διὰ τῆς Δαυϊδικῆς φωνῆς, οὐρανοῦ καὶ γῆς ποιητὴν τὸν ἀληθινὸν καὶ ἀγαθὸν Θεὸν ἐκδιδάσκοντος, αὐτοὶ λέγοντες ἄλλον μὲν εἶναι τὸν οὐρανοῦ ποιητὴν, δημιουργὸν δὲ τῆς γῆς ἕτερον, οὐδὲ τοῦτο δὲ ἀναβοῶντος ἤκουσαν, ὅτι Ἔπρεπεν αὐτῷ, τουτέστι τῷ Πατρὶ, δι᾽ ὃν τὰ πάντα, καὶ δι᾽ οὗ τὰ πάντα, ὅπως οὐ τινῶν μὲν, τινῶν δὲ οὔ, ἀλλὰ πάντων ὁμοίως Δημιουργὸν καταγγέλλῃ. Καὶ πόθεν δῆλον, ὅτι περὶ τοῦ Πατρὸς τοῦτό φησιν; Ἡ τῶν ῥημάτων συνέχεια παριστᾷ, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Τίς γὰρ παρὰ τὸν ἀληθινὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἢ πολλοὺς εἰσήγαγεν υἱοὺς, ἢ τὸν ἀρχηγὸν αὐτῶν ἐτελείωσε διὰ παθημάτων; Ὁ αὐτὸς δὲ μετάρσιος καὶ ἱερὸς ἄνθρωπος καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀδιαίρετον εἰδὼς ἔχοντα τὸ κράτος καὶ τὴν βασιλείαν πρὸς τὸν Πατέρα, ἐν ἑτέροις περὶ αὐτοῦ λέγει, Ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Τὰ πάντα, φησὶν, οὐχὶ τὰ νοητὰ μόνον, ὡς οἱ μεμηνότες, ἀλλὰ καὶ τὰ ἀόρατα πάντα τῆς δημιουργικῆς αὐτοῦ παλάμης ἔργον εἰσί. Καὶ ἡ τούτων πάντων βασιλεία, καὶ ἡ ἐξουσία καὶ τὸ κράτος καὶ ἡ πρόνοια τοῦ Πατρός ἐστι καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Σὺ δέ μοι τὴν θεωρίαν παράπεμπε καὶ ἐφ᾽ ἑτέρας ἀποστολικὰς φωνὰς, αἱ τοὺς πεπιστευκότας ἀδελφούς τε ὀνομάζουσιν, ἁγίους καὶ μετόχους τῆς οὐρανίου κλήσεως, ὅπως παρατιθέασι Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν τῷ θεράποντί σου τῷ Μωσεῖ· πιστὸν μὲν γὰρ ἑκάτερον εἰσάγουσιν τῷ Θεῷ καὶ Πατρί. Λέγει γὰρ ὁ Παῦλος αὐτοῖς ῥήμασι· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, δηλονότι ἀρχιερέα. Εἶτα πῶς ἦν πιστὸς, ἐπεξηγούμενος, διὰ τοῦ Μωσέως δεικνύει, ὡς καὶ Μωσῆς, φησὶν, ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τίνος οἴκῳ; ἢ δηλονότι τοῦ ποιήσαντος ἀρχιερέα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν; Εἶτα καὶ τὴν ἀσύγκριτον διαφορὰν τοῦ Δεσπότου πρὸς τὸν δοῦλον διδάσκων, τὸν μὲν θεράποντα καλεῖ καὶ πιστὸν ἐν ὅλῳ τῷ οἴκῳ τοῦ Θεοῦ, τὸν δὲ κατασκευάσαι τὸν οἶκον. Διότι ὁ πάντα κατασκευάζων Θεὸς, ἐκεῖνος καὶ τὴν κατασκευὴν διετάξατο τοῦ ἐπιγείου αὐτοῦ οἴκου· Ὁ γὰρ τὰ πάντα, φησὶ, κατασκευάσας Θεὸς, οὗ γνήσιος ὢν Υἱὸς Ἰησοῦς ὁ Χριστὸς, διὰ τοῦτο καὶ Κύριος τοῦ οἴκου, ἀλλ᾽ οὐχὶ θεράπων, ὥσπερ ὁ Μωσῆς. Μετ᾽ ὀλίγον δὲ, Τὸ καύχημα τῆς ἐλπίδος καὶ τὴν παρρησίαν μέχρι τέλους, ἐὰν βεβαίαν οἱ πεπιστευκότες κατάσχωμεν, οἶκον ἡμᾶς εὐαγγελιζόμενος χρηματίσαι τοῦ Θεοῦ, τὰς Δαυϊδικὰς φωνὰς εἰς πίστιν τῶν εἰρημένων προβάλλεται, ἐν οἷς πρῶτον μὲν τὸ Πνεῦμα τὸ ἅγιον λαλῆσαι βοᾷ δι᾽ αὐτοῦ, ἔπειτα δὲ τὴν ἴσην ἀπαιτεῖσθαι δίκην τούς τε νῦν ἀνήκοον ὑπέχοντας ταῖς Δεσποτικαῖς ἐντολαῖς τὸ οὖς, καὶ τοὺς ἐν τῷ παραπικρασμῷ πάλαι σκληρύναντας τὴν καρδίαν αὐτῶν. Ὧν δὲ ἡ τιμωρία ἴση, οὐδὲ τὸ ἁμάρτημα διαφέρει· ὧν δὲ παραπλήσιον τὸ ἁμάρτημα, τούτων ἑκατέρα μερὶς εἰς τὸν αὐτὸν Θεὸν ἐξελέγχεται διαμαρτοῦσα. Ὁ δὲ θερμὸς ἐκεῖνος καὶ διάπυρος τῆς ἀληθείας ἐραστὴς οὐδὲ τοῖς εἰρημένοις ἀρκεσθεὶς εἰς τὸ συνάψαι τὸν νόμον τῇ χάριτι, καὶ δεῖξαι ταῦτα κοινὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὐκ ἄλλον πειράσαι τοὺς παραπικράναντας Μωσέα, καὶ δι᾽ αὐτοῦ τὸν Θεὸν, ἀλλ᾽ ἐκεῖνον, ὃν καταγγέλλει τὸ Πνεῦμα τὸ ἅγιον· Κατὰ τὴν ἡμέραν γὰρ, φησὶν, τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐμὲ καὶ οὐκ ἄλλον, καὶ ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου. Διὰ τοῦτο καὶ πλανηθέντες, ἐπεὶ μὴ γνῶναι τὰς ὁδούς μου ἡρετίσαντο, οὐκ εἰσῆλθον εἰς τὴν κατάπαυσίν μου. Εἶτα μὴ οὖν, καθὼς ἐκεῖνοι παρεπίκραναν τὸν Θεὸν, καὶ ἠπίστησαν καὶ ἀπέστησαν αὐτοῦ, μὴ καὶ ὑμεῖς τοῦ ζῶντος ἀποστῆτε Θεοῦ, μηδὲ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐκεῖνοι, μηδὲ ζηλοῦτε, οἷς προσώχθισεν ὁ Θεὸς ἐπὶ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ, ὧν καὶ τὰ κῶλα ἔπεσον ἐν αὐτῇ. Καὶ γὰρ δι᾽ ἀπιστίαν ἐκεῖνοι οὐκ ἠδυνήθησαν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ. Φοβηθῶμεν οὖν ἐν μηδενὶ τῶν προστεταγμένων ὑστερῆσαι, ἢ ἀπιστίαν νοσῆσαι. Οἱ μὲν γὰρ πιστεύσαντες ἐξ ἡμῶν αὐτῶν, εἰσελεύσονται εἰς τὴν κατάπαυσιν αὐτοῦ. Καὶ τίς ὁ ψηφισάμενος τοῦτο, ἐπισφίγγων πλέον τὰ εἰρημένα, καὶ δεικνὺς τὸν αὐτὸν Θεὸν καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ χάριτι, καὶ δημιουργεῖν καὶ σώζειν καὶ κολάζειν καὶ πληροῦν τὰ ἐπηγγελμένα, μετὰ λαμπρᾶς ἐπιφέρει τῆς παρρησίας, Ὡς ὥμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὁ αὐτὸς οὖν, ὃς τότε μὲν ἐκείνους ἀπιστήσαντας οὐκ εἰσήνεγκε, καὶ νῦν ὁμοίως τοὺς ἀπιστοῦντας ὑπερορίζει τῆς καταπαύσεως. Καὶ μυρία ἄλλα ἐν ταῖς προκειμέναις ταύταις ἱεραῖς φωναῖς ὁ διασκοπῶν ἐπιθεωρήσει, τὸν αὐτὸν Θεὸν εὑρήσει, καὶ διὰ Μωσέως τὸν Ἰσραηλίτην λαὸν διακυβερνῶντα, καὶ διὰ Ἰησοῦ Χριστοῦ τὸν τῆς χάριτος. Ὁ αὐτὸς ἐκεῖνος τοὺς μὲν εἰσάγει καὶ πάλαι καὶ νῦν εἰς τὸν τῆς καταπαύσεως τόπον, τοὺς δὲ ἀποκηρύττει. Τοῦ αὐτοῦ θεωρεῖ ὁ φιλοθεάμων καὶ τὴν παλαιὰν κατάπαυσιν εἶναι, ἥτις ἦν ἡ ἐπηγγελμένη γῆ, καὶ τὴν ὕστερον κατάπαυσιν, ἥτις ἐστὶν ἡ οὐράνιος βασιλεία, τὸν αὐτὸν καὶ τὴν τιμωρὸν ἐπάγειν δίκην, καὶ τὴν σωτηρίαν βραβεύειν, καὶ πολλὰ ἄλλα. Εἰ δὲ ἦν, ὡς ὁ ἀποστάτης βούλεται λογισμὸς, τὰ παλαιὰ τοῦ Πονηροῦ, ἔδει τοὺς μὲν προσκεκρουκότας αὐτῷ καὶ γερῶν καὶ στεφάνων ἀξιωθῆναι, καὶ εἰς τὴν κατάπαυσιν εἰσελθεῖν· καὶ μήτε τὰ κῶλα λιπεῖν ἐν ἐρήμῳ, μήτε δοῦναι δίκας τοιαῦτας, οἷαι τοῖς ἁμαρτάνουσιν εἰς τὸν ἀληθινὸν ἀπόκεινται Θεόν.
Ἀλλὰ πῶς πάλιν τὸν Ἀαρὼν, ὁ αὐτὸς τῆς οἰκουμένης λέγει διδάσκαλος ὑπὸ τοῦ Θεοῦ κληθῆναι ἀρχιερέα, ὥσπερ καὶ τὸν Χριστόν; Οὐχ ἑαυτῷ γὰρ, φησὶ, τίς λαμβάνει τὴν τιμὴν, ἀλλ᾽ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρὼν, οὕτω καὶ ὁ Χριστὸς, οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτὸν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Εἰ δὲ ὁ τὸν Χριστὸν καλέσας ἀρχιερέα, οὗτός ἐστιν ὁ καὶ τὸν Ἀαρὼν διὰ Μωσέως χρίσας, καὶ οὐδέτερος ἑαυτὸν ἐδόξασεν ἀρχιερέα, ἀλλ᾽ ὁ καλέσας αὐτοὺς· πῶς οὐχὶ καὶ τὰ τῆς Νέας καὶ τὰ τῆς Παλαιᾶς τοῦ αὐτοῦ εἶσιν Ἀγαθοῦ καὶ ἔργα καὶ νόμοι; Ἆρα δὲ ἡ ἀποστασία ἐπὶ πλέον ἀναισχυντοῦσα καὶ τὴν ἀλήθειαν τὸν Χριστὸν ψευδολογίας γράφοιτο γραφήν; Ὁ μὲν γὰρ λέγει· Ἐλεύσεται ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Ἡ δὲ λέγουσα τὸ σῶμα, ὃ ἐφόρει, πλάσμα εἶναι τοῦ Πονηροῦ, τῆς Ἀληθείας τὸ ψεῦδος καταχέει πικρῶς. Καὶ ὁ μὲν ὡς Δεσπότης πάντων καὶ Κύριος καὶ δημιουργὸς, ὅτε πρὸς ἐκούσιον καὶ σωτήριον τοῦ κόσμου πάθος παρεγένετο, Κύριον ἑαυτὸν καὶ τῆς ὄνου καὶ τοῦ πώλου ἀπέφηνε πρὸς τοὺς μαθητάς. Καὶ γὰρ δημιουργήματα καὶ τῆς ἑαυτοῦ κυριότητος καὶ δεσποτείας, ὥσπερ ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, οὕτω καὶ ταῦτα. Διό φησιν· Ἐάν τις εἴπῃ ὑμῖν τι, ἐρεῖτε, ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει. Εὐθέως δὲ ἀποστελεῖ αὐτά. Καὶ ὁ μὲν Χριστὸς Κύριον ἑαυτὸν ὡς κτίστης τῆς τε ὄνου καὶ τοῦ πώλου λέγει· ἡ δὲ ἀποστασία οὐκ ἀνέχεται τοῦτο, ἀλλὰ τῆς αὐτοῦ ἐξουσίας ἁρπάζουσα ὑπὸ τὴν δημιουργίαν τάττει τοῦ Ἐχθροῦ. Ἔδει δὲ, εἰ μήτι ἄλλο, δυσωπηθῆναι τοὺς ἀδυσωπήτους καὶ τὰς ἄλλας τοῦ θεσπεσίου Παύλου φωνάς. Λέγουσι γὰρ αὗται, μείζονα μὲν τοῦ ὁμωμοκότος τῷ Ἀβραὰμ μὴ εἶναι ἕτερον Θεὸν, καὶ ἀμετάθετον ἐν ταῖς ἐπαγγελίαις, καὶ ἀδύνατον αὐτὸν ψεύσασθαι (οὕτως αὐτῷ τὸ τῆς ἀληθείας ἀξίωμα συνουσίωται) καὶ τῆς ἡμῶν τῶν Χριστιανῶν ἐλπίδος παροχέα. Καὶ γάρ φησι· Τῷ δὲ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχε μείζονος ὁμόσαι, ὥμοσε καθ᾽ ἑαυτοῦ λέγων, κ. τ. λ. καὶ ὡς μακροθυμήσας ὁ Ἀβραὰμ ἐπέτυχε τῆς ἐπαγγελίας· καὶ ὅτι, βουλόμενος ὁ αὐτὸς Θεὸς περισσότερον ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, οἵτινές ἐσμεν ἡμεῖς, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ· ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Τίνες; Ἡμεῖς οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Προσέσχες ὅπως μείζονα Θεὸν οὐδένα λέγει ἕτερον τοῦ παρασχόντος τὸν ὅρκον τῷ Ἀβραάμ; πῶς δὲ πάσης αὐτὸν ἀληθείας ἀνακηρύττει πηγήν; ὅπως δὲ ἡμεῖς οἱ πεπιστευκότες εἰς Χριστὸν ἐκεῖθεν ἔχομεν παράκλησιν καὶ ἰσχὺν τῆς προκειμένης ἐλπίδος κρατῆσαι; Ποῦ τοίνυν ὁ Ἀγαθὸς καὶ ὁ Πονηρὸς, καὶ ἡ τῆς Παλαιᾶς κατατομή; Τίς δὲ πάλιν ἐστὶν ὁ τὴν καινὴν διαθήκην συντελέσας, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα; Εἰ μὴ βούλει λέγειν αὐτὸς, ἄκουσον τοῦ μυσταγωγοῦ λέγοντος Παύλου· λέγει γὰρ τὰς προφητικὰς οἰκειούμενος προαγορεύσεις· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν (ἐπίστρεψον, ἄνθρωπε, τὸν νοῦν), οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ, ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐξ Αἰγύπτου, ἣν ἐποίησα, φησὶν, ἀλλ᾽ οὐχὶ, ὡς σὺ λέγεις, ὁ πονηρὸς, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν. Εἶτα· Αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέληκα αὐτῶν. Τίς ὁ λέγων; Ὁ Κύριός φησιν, ἀλλ᾽ οὐχ ὁ Πονηρός. Ἐπάγει γὰρ, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διαθήσομαι ἐγὼ, οὐκ ἄλλος· διαθήσομαι ἐγὼ τὴν καινὴν, ὡς διεθέμην καὶ τὴν παλαιάν. Ὁρᾶς πῶς ἄνω καὶ κάτω τὸν αὐτὸν καὶ τῆς Παλαιᾶς καὶ τῆς Νέας Διαθήκης νομοθέτην ὁ Παῦλος ἀνυμνεῖ; Πῶς δ᾽ ἂν ἅγια καὶ ἁγίων Ἅγια τὰ τῆς προτέρας Διαθήκης, εἰ πονηρᾶς νομοθεσίας ἦν; Λέγει γὰρ· Εἶχε ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικὸν, καὶ σκηνὴ κατεσκευάσθη ἡ πρώτη. Ἐν τῇ ᾗ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Καὶ ἡ μετὰ τὴν πρώτην σκηνὴν, ἅγια, καὶ ἁγίων Ἅγια, ἐν τῇ στάμνος μὲν εἶχε τὸ μάννα χρυσῆ, καὶ ῥάβδος δὲ ἀπέκειτο τοῦ Ἀαρὼν, καὶ αἱ πλάκες τῆς διαθήκης. Καὶ πῶς Χερουβὶμ δόξης κατεσκίαζεν αὐτὰ, εἰ τῆς ἐπιβούλου καὶ πονηρᾶς ἀρχῆς ταῦτα προστάγματα ἦν; Πῶς δὲ πάλιν ὁ αὐτὸς τῆς χάριτος κήρυξ βοᾷ, ῥήματι μὲν Θεοῦ κατηρτίσθαι τοὺς αἰῶνας, παρὰ τοῦ αὐτοῦ δὲ Θεοῦ ἐκ μὴ φαινομένων τὰ βλεπόμενα γενέσθαι; Εἰ γὰρ τὰ βλεπόμενα ῥήματι πεποίηκεν ὁ Θεὸς, ὥσπερ καὶ τοὺς αἰῶνας, ἕτερον μὲν πλάττει τῶν βλεπομένων ἡ ἀποστασία δημιουργὸν, ἕτερον δὲ τῶν νοουμένων; Πόσα ἄν τις εἴπῃ, καὶ διὰ πόσων τῆς ἀποστασίας τὸ θεομάχον καὶ ἀσύστατον διελέγχῃ; Πῶς γὰρ ὁ ἀγαθὸς Θεὸς δίκαιον μαρτυρεῖ τὸν Ἄβελ, εἰ πονηρᾶς πλάσεως ἦν, καὶ τὴν αὐτοῦ θυσίαν προσεδέξατο, καὶ τὸ δῶρον αὐτοῦ Παῦλος πίστει κηρύσσει; Πίστει γὰρ, φησὶν, Ἄβελ θυσίαν παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη δίκαιος εἶναι· μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ. Πῶς δὲ πίστεως καὶ ἡ μετάθεσις τοῦ Ἐνὼχ, καὶ πῶς εὐηρέστησε τῷ Θεῷ; καὶ πῶς δεῖ πιστεῦσαι τὸν προσερχόμενον τῷ Θεῷ, τῷ ταῦτα ἐνεργηκότι, πρῶτον μὲν ὅτι αὐτός ἐστιν ὁ κυρίως ὢν, καὶ ὅτι μισθαποδότης γίνεται, εἰ πονηρὸς ἦν καὶ πονηρῶν ἔργων αὐτουργός; Καὶ τί δεῖ καθ᾽ ἕκαστον λέγειν τῶν ἐν τῇ Παλαιᾷ διαπρεψάντων, ὧν ἁπάντων πίστιν ἐπιμαρτύρεται τὴν εἰς τὸν Θεὸν, τοῦ τε Νῶε φημὶ, καὶ τοῦ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ οὐ μόνον πιστοὺς ἐν ὅλῳ τῷ βίῳ, ἀλλὰ καὶ κατὰ τὴν πίστιν, αὐτοὺς ἀπολιπεῖν τὴν παροῦσαν ζωὴν, καὶ ξένους ἑαυτοὺς καὶ παροίκους τῆς ἐπικήρου νομίζειν πολιτείας, καὶ μὴ ἐπαισχύνεσθαι τὸν Θεὸν, οἰκείους τε αὐτοῦ νομίζειν, καὶ Θεὸν αὐτὸν ἐπικαλεῖσθαι· ποῖον; τὸν ἡτοιμακότα τὴν ἐπουράνιον πόλιν αὐτοῖς. Πῶς γὰρ αὐτοῖς τὴν οὐράνιον ἡτοιμάσατο βασιλείαν, εἰ μὴ τούτου καὶ θεράποντες καὶ τῶν προσταγμάτων φύλακες ἐγνωρίζοντο διὰ βίου, καὶ τὴν πίστιν αὐτῷ διεσώσαντο, οἷς ἔπαθλον ἡ οὐράνιος πόλις, καθαράν τε καὶ ἄμικτον ἀμφιβολίαν;
Σὺ δὲ μηδὲ τὴν ἄθυτον καὶ θαυμασίαν Ἀβραὰμ θυσίαν παραδράμῃς, Θεοῦ μὲν ἐκζητήσαντος ταύτην, καὶ τὴν γνώμην ἀποδεξαμένου· τοῦ δὲ προθύμως πεισθέντος, καὶ οὐ πεισθέντος μόνον, ἀλλὰ καὶ πιστεύσαντος, ὅτι δυνατός ἐστιν ὁ Θεὸς καὶ νεκροὺς ἐγεῖραι. Διὰ τοῦτο λογίζεται μὲν αὐτῷ εἰς δικαιοσύνην, τὸ πατρικὸν δὲ ἀξίωμα οὐ κατὰ τῆς τότε μόνον γενεᾶς, ἀλλὰ καὶ μετὰ ταῦτα, λαμβάνει, καθὼς γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, κατέναντι οὗ ἐπίστευσε Θεῷ. Καὶ πρόσχες ἀκριβῶς, τίνος λέγει Θεοῦ. Ἐπάγει γὰρ διδάσκων ὁ Παῦλος, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· καὶ πάλιν· Εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ. Ὁρᾶς, τίς ἦν ὁ ἐν νόμῳ καὶ προφήταις λαλήσας, ὅτι οὐχ ἄλλος παρὰ τὸν χαρισάμενον ἡμῖν τὴν χάριν, ἀλλ᾽ αὐτός. Ἐπάγει γάρ· « Οὐκ ἐγράφη δὲ δι᾽ αὐτὸν μόνον, ἀλλὰ καὶ δι᾽ ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύσουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν. » Οὐκοῦν ὁ πατέρα πολλῶν ἐθνῶν θέμενος τὸν Ἀβραὰμ, ὅρκον ὑποσχὼν αὐτῷ, ὁ ἐν ταῖς ἐπαγγελίαις ἀδιάψευστος, ὁ τὰ μὴ ὄντα καλῶν ὡς ὄντα, ὁ ζωοποιῶν τοὺς νεκροὺς, αὐτός ἐστιν ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν· κἂν, τὸ τῆς ἀποστασίας ὀλέθριον φρόνημα εἰς δύο δεσποτείας καὶ θεοὺς καταμερίζῃ αὑτούς. Σὺ δέ μοι καὶ τοὺς λοιποὺς, οἱ περιφανῶς ἐδείχθησαν ἐν τῇ Παλαιᾷ βεβιωκότες, ἐπιλογίζου, τὸν Ἀβραάμ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, αὐτὸν τὸν Μωσέα, οὓς ἐν ἐπαίνῳ ποιούμενος ὁ Παῦλος καὶ τὴν πίστιν αὐτῶν ἐξυμνῶν, περὶ τοῦ Μωσέως προστίθησιν· Ὅτι καὶ τὸν ὀνειδισμὸν ὑπέστη τοῦ Χριστοῦ. Λέγει γὰρ ῥήμασιν αὐτοῖς μείζονα τῶν Αἰγύπτου θησαυρῶν ἡγησάμενος τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, καὶ τὴν αἰτίαν· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν, ἣν δηλονότι δυνατὸς ἦν παρασχεῖν αὐτῷ ὁ Θεός. Καὶ τί δεῖ καταριθμεῖν τοὺς ἄνδρας; Προλαβὼν γὰρ ἡμᾶς ὁ μετάρσιος ἄνθρωπός φησιν· Ἐπιλείψει με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυῖδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἱ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἑνεδυναμώθησαν ἀπὸ ἀσθενείας. Εἶτα καὶ τὰ ἱερὰ τούτων καὶ θαυμάσια ἔργα καὶ πάθη διεξιὼν, καὶ τὴν ἐν ἐρημίᾳ διατριβὴν καὶ καρτερίαν, ἐπάγει, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὐ μόνον δὲ, ἀλλὰ καὶ πρὸς τὴν αὐτῶν διεγείρων ἡμᾶς μίμησιν, καὶ ὥσπερ παράκλησιν εἰς ἀρετῆς ἀντίληψιν ἐκείνους προτιθεὶς ἐπιφέρει· Τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὅγκον ἀποθέμενοι πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν εἰς τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν· ὃς ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ὥστε καὶ τῇ ἐν ᾗ πίστει γενναῖοι καὶ βέβαιοι μεμενήκασιν οἱ πατέρες ἡμῶν, γέγονεν ἀρχηγὸς, καὶ τῆς ἡμῶν τε κἀκείνων σωτηρίας τελειωτής. Εἰ δὲ καὶ μηδὲν ἦν ἕτερον τῆς πλάνης αὐτοὺς ἀποστρέψαι, καὶ μεθελκύσαι τὴν εὐσέβειαν βιαζόμενον, ἀλλ᾽ οὖν προσῆκον ἦν αὐτοῖς διὰ τῶν ῥηθησομένων θᾶττον μεταμαθεῖν τὴν ἀλήθειαν. Λέγει γὰρ ὁ Παῦλος· Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο. Καὶ πάλιν· Οἶδα γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικὸς εἰμι· καὶ· Συνήδομαι τῷ νόμῳ κατὰ τὸν ἔσω ἄνθρωπον. Καὶ πάλιν· Ἄρα μὲν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ δουλεύσω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. Καὶ γὰρ ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, τουτέστιν ἡ μὲν ψυχὴ κατ᾽ εἰκόνα Θεοῦ γεγενημένη, καὶ τῷ διαπλασθέντι παρὰ τῆς αὐτῆς χειρὸς σώματι συναφθεῖσα πρὸς τὸ ἀρχέτυπον πόθον ἔχει ἀναφέρεσθαι. Ἡ δὲ σὰρξ, ὅπερ ἐστὶν αἱ σαρκικαὶ ἐπιθυμίαι· (οὕτω γάρ ἐστι καὶ τῇ πρὶν καὶ τῇ μετ᾽ αὐτὴν χάριτι· καὶ γὰρ ἀντὶ χάριτος χάρις ἡμῖν ἐδόθη τὰ τοιαῦτα κατονομάζεσθαι πάθη). Αὗται οὖν αἱ σαρκικαὶ ἐπιθυμίαι οὐ ῥᾳδίως συνέπονται τῷ θελήματι τῆς ψυχῆς, ἀλλ᾽ ἐπὶ πολλοῖς καὶ σφόδρα διαμάχονται τὸν πονηρὸν ἔχουσαι συναγωνιστὴν, εἰ μή τις νήφων μὲν ἐπιμελῶς, ἕλκων δὲ διὰ προσευχῆς καὶ τὴν ἄνωθεν ῥοπὴν, στήσει τρόπαιον κατ᾽ αὐ- τῶν.
Ἀλλ᾽ ὅθεν ὁ λόγος μικρὸν παρεξῆλθε πάλιν ἐπανίτω. Τοῖς γὰρ προειρημένοις συνάπτει λέγων· Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή. Καὶ δῆλον, ὡς οὐχ ἄλλη μὲν ἁγία, ἄλλη δὲ δικαία, ἄλλη δὲ ἀγαθὴ, ἀλλ᾽ ἡ αὐτοῦ τοῦ νόμου ἐντολὴ καὶ τοῦ αὐτοῦ Θεοῦ καὶ δικαίου, καὶ ἁγίου, καὶ ἀγαθοῦ. Ἐξ οὗ γὰρ βρύει τὸ ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν, χορηγὸς μέν ἐστι τούτων αὐτὸς καὶ δοτήρ. Κατὰ τὸ αἴτιον δὲ πρὸ πάντων, ὧν ἄλλοις μετασχεῖν παρέσχεν, αὐτὸς ὑπάρχει ταῦτα, οὗ μετασχὼν, οὗ δι᾽ ὑπερβλύζουσαν ἀγαθότητα μετέχει, καὶ ἃ μετέσχε, μετουσίας ἀγαθοειδοῦς. Καὶ ἀλλαχοῦ δὲ πάλιν ὁ αὐτὸς τῆς ἀληθείας κήρυξ βοᾷ, Τὸ δικαίωμα πληροῦσθαι τοῦ νόμου ἐν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα, τουτέστιν, ἐν οἷς αἱ πονηραὶ πράξεις καὶ ὑποσποραὶ τοῦ Ἐχθροῦ, καὶ τὰ ἁμαρτήματα ἰσχὺν οὐκ ἔχει, ἀλλ᾽ ἡ κατὰ πνεῦμα, τουτέστιν ἡ κατ᾽ ἀρετὴν καὶ θείαν συνέργειαν κατορθοῦται πολιτεία. Εἰ δὲ τὸ δικαίωμα τοῦ νόμου οὐκ ἐν τοῖς ἐμπαθέσι καὶ ἁμαρτωλοῖς τελεῖται, ἀλλ᾽ ἐν τοῖς πνευματικοῖς καὶ θεοσυνεργήτοις, πῶς οὐ φρίττουσι λέγειν αὐτὸ πονηρᾶς νομοθεσίας; Πάλιν δὲ ἐν ἄλλοις τὸ διάπυρον τῆς πίστεως αὐτοῦ καὶ τοῦ πάντας σπεύδειν σωθῆναι, καὶ εἰς ὅπερ αὐτὸν ὁ σφοδρὸς ἔρως ἐκίνει, κατέχειν οὐκ ἔχων, τουτέστιν εἰς τὸ πάντας τῷ Χριστῷ προσαγαγεῖν· Ηὐχόμην ἐγὼ αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, μεγάλῃ κράζει τῇ φωνῇ· ὧν αἱ διαθῆκαι καὶ αἱ νομοθεσίαι καὶ αἱ ἐπαγγελίαι καὶ αἱ λατρεῖαι, καὶ περιφανέστατα δεικνὺς, πόθεν ταῦτα καὶ τίνος ἤρτηται προνοίας· Ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὥστε τοῦ ἐπὶ πάντων Θεοῦ καὶ αἱ νομοθεσίαι καὶ αἱ λατρεῖαι καὶ αἱ ἐπαγγελίαι, ἐν αἷς οἱ πατέρες εὐηρέστησαν Θεῷ, καὶ ἐξ ὧν κατὰ τὸ ἀνθρώπινον ἀνεβλάστησεν ὁ Χριστός. Καὶ ἐν ἄλλοις δὲ λόγον μὲν ἀδιάπτωτον τοῦ Θεοῦ τὸν Μωσαῖκὸν νόμον ὑμνεῖ· Οὐ γὰρ ἐκπέπτωκε, φησὶν, ὁ λόγος τοῦ Θεοῦ. Περὶ δέ γε τοῦ Ἰακὼβ καὶ τοῦ Ἡσαῦ διαλαμβάνων, ὡς ὁ μείζων δουλεύσει τῷ ἑλάττονι, μονονουχὶ καὶ τοὺς πάλαι τῆς πλάνης ὑπηρέτας ἐπιστομίζει. Φησὶ γάρ· Μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο. Τῷ γὰρ Μωσεῖ λέγει· Ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ ἵνα μὴ δόξῃ τις ἐξ οἰκείων πόνων καὶ ἱδρώτων χωρὶς τῆς ἄνωθεν συνεργείας τὸ πᾶν ἐκτελεῖν τῶν κατορθωμάτων, συνείρει· Ἄρα οὖν, ὃν θέλει, ἐλεεῖ, ὃν θέλει, σκληρύνει. Τὸν αὐτὸν Θεὸν καὶ τοῦ ἐλέους τοῖς πρὸς αὐτὸν ὁρῶσιν ὑπάρχοντα πηγὴν, καὶ τῶν εἰς ὀφρὺν ἐπηρμένων διελέγχοντα, καὶ καταβάλλοντα, τὸ ἀλαζονικὸν καὶ σκληρόν· τὸν αὐτὸν δὲ Θεὸν, ὅς ἐστι Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φιλάνθρωπον καὶ ἀγαθὸν ἀνυμνῶν, καὶ πειθαρχεῖν μὲν αὐτῷ πάντας, μηδένα δὲ κατεξανίστασθαι διὰ τῶν οἴκοθεν λογισμῶν τῆς ἀποῤῥήτου κυβερνήσεως αὐτοῦ ἐπιφέρει· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Εἶτα τοῦτον πλάστην λαμπρῶς ἀνακράζων, καὶ οὐ πλάστην μόνον, ἀλλὰ καὶ κριτὴν αὐτεξούσιον, καὶ τοῦ διανέμειν ἑκάστῳ, ἂν ἡ κρίσις ἤνεγκε, δεσπότην, τὴν μὲν ὀργὴν φέρειν ἐκδιδάσκει, ἐπὶ τὰ σκεύη τὰ κατηρτισμένα εἰς ἀπώλειαν· τὸν δὲ πλοῦτον τῆς δόξης αὐτοῦ τοῖς τοῦ ἐλέους ἐπιδαψιλεύεσθαι ἀξίοις. Οὗ καὶ ἡμᾶς μετόχους εὐαγγελίζεται εἶναι ἅτε δὴ προητοιμασμένους καὶ προκεκλημένους εἰς τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν, τοὺς πεπιστευκότας εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐν ἄλλοις δὲ πάλιν ἀμεταμέλητον χάριν ἀναγράφων τοῦ ἀληθινοῦ Θεοῦ, καὶ ὅτι ἐκείνου ἦν ὁ Ἰσραηλίτης λαὸς, καὶ ἡ νομοθεσία, καὶ τὰ προστάγματα, καὶ ὅτι μὴ πάντες διὰ τὴν ἐνίων παράβασιν τῆς υἱοθεσίας ἐξεκήρυξε, φησίν· Μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω; Καὶ δεικνὺς ἐναργῶς τίνα Θεὸν λέγει, καὶ πόθεν ἡ πίστις, ὅτι τὸν λαὸν αὐτοῦ μὴ ἀπώσατο. Καὶ γὰρ ἐγὼ, φησὶν, Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Ὥστε ὁ μὴ ἀπωσάμενος Παῦλον, ἀλλὰ καλέσας αὐτὸν εἰς ἐκλογὴν, οὗτός ἐστιν ὁ καὶ τὸν Ἰσραὴλ λαὸν αὐτοῦ θέμενος, καὶ μὴ ἀπωσάμενος τοῦτον, ἀλλὰ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν τελειώσας αὐτούς.
Πάλιν δὲ τοῦ ἑνὸς Θεοῦ τήν τε Παλαιὰν καὶ τὴν Καινὴν ἀνακηρύττων, καὶ ὡς ἐκ ῥίζης ἐκείνης ταύτην προελθεῖν καὶ ἁγιότητος ἑκατέραν μετασχεῖν, οὕτω φησίν· Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι· καὶ· Οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾽ ἡ ῥίζα σέ· καὶ· Εἰ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο (ἔπεσε γὰρ τῶν ἐκπειρασάντων τὰ κῶλα ἐν τῇ ἐρήμῳ, καὶ πολλὰ ἄλλα μετῆλθε πάθη τοὺς ὑπαιτίους), μήπως ὁ αὐτὸς οὐδὲ σοῦ φείσηται, οὐκ ἄλλος μὲν ἐκείνων, ἄλλος δὲ σοῦ, ἀλλ᾽ ὁ αὐτός. Καὶ πάλιν· Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν. Τίνος; Χριστοῦ, ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν, ἐπὶ δὲ σὲ χρηστότητα. Τί δ᾽ ἂν βούλοιντο ἡ ἀπαρχὴ, καὶ τὸ φύραμα, καὶ ἡ ῥίζα, καὶ οἱ κλάδοι, καὶ οἱ αὐτοφυεῖς, καὶ οἱ δι᾽ ἐγκεντρίσεως, εἰ μὴ τὴν ἀλληλουχίαν καὶ συγγένειαν, καὶ ὅτι τοῦ αὐτοῦ νομοθέτου, φωναῖς δηλοῦσιν ἐναργεστάταις; Φησὶ δὲ πάλιν περὶ τῶν οὔπω τῇ πίστει Χριστοῦ προσδεδραμηκότων Ἰσραηλιτῶν· Κατὰ μὲν τὸ Εὐαγγέλιον ἐχθροὶ δι᾽ ἡμᾶς, κατὰ δὲ ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας. Ὅθεν δηλῶν ὅτι ἀγαπητοὶ, τὸ ἀμεταμέλητον τῶν χαρισμάτων καὶ τὴν κλῆσιν παράγει τοῦ Θεοῦ. Ἀμεταμέλητα γὰρ, φησὶ, τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Καὶ· Ὅσα προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη· διατί; ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, ἃ ἐστιν ἡ Παλαιὰ, τὴν ἐλπίδα ἔχωμεν. Εἶτα τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως Θεὸν ἀνακηρύττων τὸν ἀληθινὸν Θεὸν (οὐ γὰρ ἂν εἴη Θεὸς παρακλήσεως καὶ ὑπομονῆς, οὐδ᾽ ἂν πλέον ἐκμανοῖεν οἱ τοῦ Πονηροῦ θεράποντες, ὁ Ἐχθρός), Ὁ δὲ Θεὸς, φησὶ, τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν, τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐκ ἄλλον καὶ ἄλλον, ἀλλὰ τὸν προκαταγγείλαντα μὲν τὴν ἔλευσιν τοῦ Υἱοῦ, παρασχόντα δὲ τὰς Γραφὰς, καλέσαντα δὲ εἰς τὴν τοῦ Υἱοῦ αὐτοῦ πίστιν, τὸν τῆς παρακλήσεως καὶ ὑπομονῆς Θεὸν, τὸν τῆς ὁμοφροσύνης δοτῆρα, οὗ εἰς δόξαν προσέλαβεν ἡμᾶς ὁ Χριστὸς, διάκονος γεγενημένος τῆς περιτομῆς. Ἐν ἄλλοις δὲ πάλιν φησίν· Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστία τις ἐκλήθη; μὴ περιτεμνέσθω· ἡ περιτομὴ οὐδέν· ἐστι· καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν· εἶτα πρόσχες! ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Οὐ θεῶν. Τῶν δὲ ἐντολῶν ἡ μὲν ἐκέλευσε περιτέμνεσθαι, ἢ δὲ μή· ὧν ἑκάτερον ἀνεῖπε τοῦ αὐτοῦ Θεοῦ, ἀλλ᾽ οὐχὶ θεῶν. Ὥστε εἷς Θεὸς ὁ ἀληθινὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ καὶ τὴν περιτομὴν διὰ τοῦ Ἀβραὰμ εἰς μυστηρίου τελείωσιν χρόνοις ὡρισμένοις δοὺς, καὶ τοὺς ἐν ἀκροβυστίᾳ διὰ τοῦ Υἱοῦ αὐτοῦ προσειληφώς.
Ἐτέρωθι δὲ λέγει· Δεῖ τὸ φθαρτὸν τοῦτο (ποῖον ἢ τὸ ἡμέτερον σῶμα;) ἐνδύσασθαι ἀφθαρσίαν, φησὶ, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Καὶ πῶς ἐστιν ἀγαθοῦ Θεοῦ, εἰ πλάσμα ἦν τὸ σῶμα τοῦ Πονηροῦ, ἐκ φθαρτοῦ μὲν ἄφθαρτον, ἐκ δὲ θνητοῦ ἀθάνατον αὐτὸ μετασκευάσαι; Ὅτε γὰρ τὸ πονηρὸν σῶμα καὶ πλάσμα τοῦ Πονηροῦ ἐκ θνητοῦ μὲν εἰς ἀθανασίαν, εἰς ἀφθαρσίαν δὲ ἐκ φθαρτοῦ παρὰ τοῦ ἀγαθοῦ μεταποιηθῇ Θεοῦ, οὐ μόνον οὐκ ἀληθεύσει ὁ λόγος ὁ γεγραμμένος, ὅτι Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ ὅτι ἐπὶ τέλει τῶν αἰώνων πάντων ἐκπεσεῖται, καὶ ὧν ὅπως δήποτε ἦρχεν ὁ Ἐχθρὸς, οἷα προσκειμένων αὐτοῦ τοῖς ἔργοις τοῦ Πονηροῦ· ἀλλὰ καὶ τὸ ἀνάπαλιν τηνικαῦτα τὸ κράτος ἀναμφήριστόν τε καὶ ἀδιάδοχον σχήσει, τοῦ θνητοῦ καὶ φθαρτοῦ πλάσματος αὐτοῦ εἰς ἀθανασίαν καὶ ἀφθαρσίαν ἀνηγμένου. Ὅρα δέ μοι κἀντεῦθεν τὸν πλοῦτον τῆς σοφίας Παύλου, ἣν, ὡς ἔοικεν, ἀρθεὶς τὸν τρίτον οὐρανοῦ, ἐμυήθη, ὅπως διαφορὰν μὲν τῆς Καινῆς καὶ τῆς Παλαιᾶς εἰσάγει. Προβλέπων δὲ τὴν ἀποστασίαν καὶ πᾶσαν αὐτῆς ἐκκόπτων ματαιολογίαν, εὐθὺς πάλιν ταῦτα συνεπιφέρει. Λέγει μὲν γὰρ, ὥστε Εἶ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ἀλλ᾽ ὅρα τὸ δραστήριον καὶ σοφὸν καὶ περιδέξιον τοῦ ἀνδρός. Τὰ δὲ πάντα, φησὶ, καὶ ἡ Νέα δηλονότι καὶ ἡ Παλαιὰ, ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐκοῦν καὶ τῶν παρελθόντων καὶ τῶν παρόντων ὁ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀγαθὸς Πατὴρ, αὐτὸς ἦν καὶ δοτὴρ, καὶ προνοητὴς καὶ δημιουργός. Πῶς δ᾽ ἂν εἴη πλάσμα τὸ σῶμα τοῦ Ἐχθροῦ, τοῦ αὐτοῦ πνευματοφόρου ῥήτορος, τὴν Ἡσαΐου προφητείαν οἰκειουμένου καὶ λέγοντος· Ὑμεῖς ναὸς γὰρ Θεοῦ ἐστε ζῶντος· καθὼς εἶπεν ὁ Θεὸς, Ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός; Εἰ οὖν Χριστοῦ μὲν ἡμεῖς ναὸς, ὡς Παῦλος βοᾷ, μάρτυρα τὸν Ἡσαΐαν προϊστὰς, καὶ οὐκ ἄλλος ἦν Θεὸς, ὁ ἐν Ἡσαΐᾳ λαλήσας, ἀλλ᾽ αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς, οὗ ναὸν ἡμᾶς ὁ θεσπέσιος Παῦλος οἶδε καὶ ἀποκαλεῖ. ποῦ τὸ πλάσμα τοῦ Πονηροῦ; ποῦ δὲ ἡ διπλῆ καὶ ἀν- τικειμένη ἀρχή;
Ἔτι δὲ ἀνακαλύπτων τὸ τῆς ἀληθείας φέγγος, καὶ καθαροὺς ἡμᾶς καὶ ἀφωρισμένους παραγγέλλων εἶναι τῶν ἀκαθάρτων, ὡς ἂν εἰς υἱοὺς καὶ θυγατέρας, ἐπάγει καὶ τὸν ἐπαγγειλάμενον ταῦτα, ὅτι Κύριός ἐστι παντοκράτωρ· συνδιαπλέκει δὲ καὶ πρὸς τίνας αἱ ἐπαγγελίαι, ὅτι διὰ τῶν πατέρων πρὸς ἡμᾶς· ἐπιφέρει γάρ· Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Ὥστε ἡμεῖς μὲν ἐπηγγέλμεθα ταῦτα, ἀρξαμένης τῆς ἐπαγγελίας ἀπὸ τῶν πατέρων. Καὶ οὗπερ ἐκεῖνος ὁ λαὸς Θεοῦ, τοῦ αὐτοῦ καὶ ἡμεῖς· καὶ ὡς τῶν ἐν τῇ Παλαιᾷ οἱ καθαροὶ ναὸς τοῦ Θεοῦ, οὕτω καὶ οἱ ἐν τῇ Νέᾳ καθαροὶ ναὸς τοῦ αὐτοῦ Θεοῦ. Κτίστην δὲ πάντων πάλιν πολλάκις ὁ αὐτὸς τῆς ἀληθείας διαγγέλλων κήρυξ, τόν τε Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ αὐτὸν τὸν ἀληθινὸν αὐτοῦ Υἱὸν οὐδὲν ἧττον καταγγέλλει, καὶ ἐν οἷς ὑμνεῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ, καὶ τοῦ καταπιστευθέντος μυστηρίου τὴν δύναμιν. Εἰπὼν γὰρ, ὡς « Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἐδόθη ἡ χάρις αὕτη ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, » αὐτίκα συνἄπτει· τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· ὥστε πάντων μὲν κτίστης ὁ Πατὴρ, πάντων δὲ κτίστης ὁ Υἱός. Κοινὸν γὰρ καὶ ἀδιάφορον ὥσπερ ἡ φύσις, καὶ ἡ ἐξουσία καὶ ἡ βασιλεία, καὶ ἡ δημιουργία τῶν ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ ἡ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι προαγωγὴ καὶ οὐσίωσις. Καὶ μετ᾽ ὀλίγον· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. - Πᾶσα πατριὰ, φησὶν, οὐχί· τὶς μὲν, τὶς δ᾽ οὔ, οὐδὲ πᾶσα ἡ οὐράνιος μόνη, ἀλλὰ κἂν οὐράνιον εἴπῃς, κἂν ἐπίγειον, κἂν μέρος, τούτων ἁπάντων ἐστὶ δημιουργὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὡς ἀνακηρύττει λαμπρῶς ὁ τῶν ἀποῤῥήτων καὶ θεατὴς καὶ διδάσκαλος, ὀνομάζεται. Καὶ ἐν ἄλλοις δὲ τὰ αὐτὰ θεολογῶν, Εἶς Κύριος, φησὶ, μία πίστις, ἓν βάπτισμα, εἶς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Ἀδιάστατον δὲ καὶ ἀμέριστον, ὥσπερ τὴν φύσιν καὶ τὸ θέλημα, οὕτω καὶ τὴν δημιουργίαν καὶ τὸ κράτος εἰδὼς τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, τὰ αὐτὰ καὶ περὶ τοῦ Σωτῆρος πεπαῤῥησιασμένῃ κράζει φωνῇ. Ἐν αὐτῷ γὰρ, φησὶ, ἐκτίσθη τὰ πάντα. Πρόσεχε· Τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Καὶ ἵνα μὴ ἡ μανία λήρους ἄλλους ταῖς ἱεραῖς φωναῖς ὑποβάλῃ, ἔτι κατὰ συνέχειαν ἐπεξηγεῖται, τίνα εἰσὶ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὅτι τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ ταῦτα πάντα ἐν αὐτῷ φησι ἐκτίσθαι, καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτόν. Πῶς οὖν ἡ ἁποστατικὴ λύσσα τῶν μὲν ὁρατῶν ἄλλον πράττει ποιητὴν, ἄλλον δὲ τῶν ἀοράτων; Εἰ γὰρ πάντα διὰ Χριστοῦ καὶ εἰς Χριστὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνἔστηκε, ποῦ ἡ δημιουργία τοῦ Ἐχθροῦ; Καὶ αὐτὸς μὲν ὁ Ἀγαθὸς προάγει· προάγων δὲ συνέχει, συνέχων δὲ καὶ τῆς διαμονῆς προνοεῖται. Ἐκ ποίας ἄλλης ἐνεργείας δώσουσι τῶν τοῦ Θεοῦ δημιουργημάτων τὴν ἐξουσίαν τῷ Ἐχθρῷ, εἰ μὴ ἄρα δι᾽ αὐτῶν, ἐν ᾧ τε πληρωταὶ τῶν θελημάτων εἰσὶ τοῦ Ἐχθροῦ, καὶ ἐν ᾧ μὴ πεφρίκασι θεομαχεῖν; Οὗτοι γὰρ κατὰ τοῦ κοινοῦ Δεσπότου καὶ πλάστου στόμα πλατύναντες δύσφημον, καὶ κατὰ τῆς δημιουργικῆς αὐτοῦ ἐπανιστάμενοι κυριότητος, καὶ τοῖς ἐκτόποις πάθεσιν ὑποκατακλίναντες ἑαυτοὺς, ἐξ ὧν τε θεομαχοῦσι, καὶ ἐξ ὧν δρῶσι τὰ ἄθεσμα, ἑαυτοὺς ὑπέφηναν, ὡς ἀληθῶς δημιουργήματα καὶ δούλους τοῦ Ἐχθροῦ. ᾯ γάρ τις ἤττηται, τούτῳ καὶ δεδούλωται. Ἀλλ᾽ ὥσπερ ἑκόντες πρὸς τὰ πάθη κατασυρόμενοι, καὶ κατὰ τοῦτο τῆς δημιουργικῆς Προνοίας καὶ τῆς πρὸς τὸν ἀληθινὸν πλάστην οἱκειώσεως διαπίπτομεν, τὸν Πονηρὸν δὲ δεσπότην ἑαυτοῖς ἑπεισάγομεν, καὶ τὴν γλῶσσαν ὀξύνειν κατὰ τοῦ εὐεργέτου καὶ πλάστου ὑπὸ τοῦ Πολεμίου ἀναπεισθόμεθα· οὕτως ἂν τῶν παθῶν τὸ σκότος ἐκφύγωμεν, καὶ τήν τε ψυχὴν καὶ τὸ σῶμα Θεοῦ δημιουργήματα ἐπιγνῶναι θελήσωμεν, αὐτίκα μὲν ἐλαύνομεν τῆς καθ᾽ ἡμῶν τυραννίδος τὸν Ἐχθρὸν, καὶ ὀφθαλμοῖς ὁρῶμεν κεκαθαρμένοις μηδεμίαν ἔχοντα καθ᾽ ἡμῶν μήτε ἰσχὺν, μήτε κυριότητα, ἀλλὰ συμπατούμενον καὶ διαγελώμενον ὑφ᾽ ἡμῶν, αὐτόν τε καὶ πᾶσαν αὐτοῦ τὴν δύναμιν. Ἐπὶ ἀσπίδα γὰρ, φησὶ, καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ἕως δ᾽ ἂν ταῖς ψυχοφθόροις ἡδοναῖς ἰλυσπώμεθα, καὶ ὀπίσω τῶν ἐπιθυμιῶν. πρὸς ἃς ἡμᾶς ὁ Ἐχθρὸς συνωθεῖ, πορευώμεθα, καὶ τέμνωμεν τῇ γλώσσῃ καὶ τῷ βίῳ, καὶ διχάζωμεν εἰς μαχομένας μοίρας τοῦ ἀγαθοῦ καὶ ἑνὸς Θεοῦ ἡμῶν τὴν φύσιν καὶ τὴν βασιλείαν, καὶ τὸ τῆς δημιουργίας ἀξίωμα, οὐ μενοῦν οὐκ ἂν ἡμῶν οὐδενὶ γένοιτο τῆς ὑπεξουσιότητος καὶ τυραννίδος ἐλευθερωθῆναι τοῦ Ἐχθροῦ, καὶ πρὸς τὸν ἀληθινὸν ἡμῶν Θεὸν καὶ πλάστην, καὶ τὸ φῶς τῆς εἰς αὐτὸν εὐσεβείας ἐναυγασθῆναι. Διὰ γὰρ τοῦ σχίσαι τὴν μίαν ἀρχὴν καὶ ταύτης ἡμᾶς αὐτοὺς ἀποῤῥῆξαι, καὶ τὸν μὲν ἀληθινὸν ποιητὴν καὶ Δεσπότην ἀθετῆσαι, μεγάλην καθ᾽ ἡμῶν λαμβάνων τὴν ἀρχὴν ὁ Ἐχθρὸς, πείθει τότε μετὰ πολλῆς τῆς ἐξουσίας, οὓς ἤδη ἔλαβεν ὑποκύψαντας αὐτοῦ ταῖς ὁρμαῖς, καὶ ποιητὴν καὶ Δεσπότην αὐτὸν ἀνομολογεῖν. Καὶ τί ἂν εἴη τούτου ἀθλιώτερον; Καταλιπόντες τὸν Δημιουργὸν προέλθωμεν τῷ Ἐχθρῷ, καὶ τὸν Σωτῆρα φυγόντας τῷ φθοροποιῷ προσδραμεῖν, καὶ τὸν παρέχοντα μὲν τὴν τῶν οὐρανῶν βασιλείαν ὑπεριδεῖν, τῷ δὲ πρὸς τὴν ἠτοιμασμένην αὐτῷ κόλασιν ἕλκοντι σπουδαίως κατακολουθεῖν, καὶ εἰς τὴν γέενναν τοῦ ἀτελευτήτου πυρὸς τῷ ἁπατεῶνι τοὺς ἀπατηθέντας συγκαταδικάζεσθαι.
Ἀλλ᾽, ὦ κοινωνοὶ τῆς ἡμῶν φύσεως καὶ δημιουργίας, κἂν ἐξίστητε τῆς δωρεᾶς, ὀψὲ γοῦν ἀνανήψαντες ἐπιστρέψατε τὰς καρδίας ὑμῶν πρὸς τὸν κοινὸν Δεσπότην καὶ Δημιουργὸν, πρὸς τὸν εὐεργέτην καὶ προνοητὴν, πρὸς τὸν διαπλάσαντα τὸ σῶμα, καὶ ἐμπνεύσαντα τὴν ψυχὴν, πρὸς τὸν δι᾽ ἡμᾶς σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, καὶ σταυρωθέντα, καὶ τὴν ἀνάστασιν διὰ τοῦ οἰκείου σώματος ἐγκαινίσαντα. Ἐπίγνωτε τὸν ἀγαθὸν Πατέρα αὐτοῦ, ὃς διὰ τοῦ Υἱοῦ καὶ διὰ τοῦ ἁγίου Πνεύματος αὐτοῦ πάντα ὑπέστησεν ἐκ μὴ ὄντων, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, τὰς δυνάμεις, τὰς ἐξουσίας, καὶ αὐτὸν τὸν ἐχθρὸν; οὐ πονηρίας μεταδούς. μήτι γένηται! πόθεν γὰρ ἐν τῷ ἀγαθῷ ἡ μετάδοσις τοῦ κακοῦ; ἀλλ᾽ ἀγαθότητος ἀπόλαυσιν παρασχὼν, ἢν ἐκεῖνος μετέβαλεν εἰς κακίαν, ὥσπερ καὶ οἱ νῦν πειθαρχοῦντες αὐτῷ. Καὶ γὰρ καὶ οὗτοι λαβόντες μέγα ἀγαθὸν τὸ αὐτοδέσποτον τῶν λογισμῶν, δι᾽ οὗ καὶ πλάστης εἰκονίζεται, μετέστρεψαν τοῦτο, τὴν χρῆσιν αὐτοῦ διαφθείραντες πρὸς ἔσχατον κακόν· δι᾽ οὗ γὰρ ὑμνεῖν ἔλαβον τὸν δημιουργὸν, τούτῳ πρὸς ὕμνους ἐχρήσαντο τοῦ Ἐχθροῦ. Καὶ ὅτι ᾧ χρωμένους ἐνῆν τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους γενέσθαι, τούτῳ παραχρώμενοι σπουδάζουσι τὴν γέενναν τοῦ πυρὸς, ὁ ἡτοίμασται τῷ διαβόλῳ, ὑπελθεῖν. Ἀλλ᾽ ἀνανήψατε, διανάστητε, γρηγορήσατε, ὥστε τοῦ Ἐχθροῦ τὴν ἐξουσίαν ἀποσκευασθῆναι ἀφ᾽ ὑμῶν, μηδὲ ἐφ᾽ ὑμᾶς παραστήσατε τὰς ἀποστολικὰς προφητείας, μᾶλλον δὲ τὰς τοῦ Πνεύματος, πληρουμένας. Καὶ γὰρ τὸ Πνεῦμα ῥητῶς λέγει· Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες πί- πίττεως προσέχοντες, πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων, ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, πωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν. Ἅ, φησὶν, ὁ Θεὸς, οὐχ ὁ Ἐχθρὸς ἔκτισε. Καὶ τίσιν; ἵνα μηδεμία σοι πλάνης πρόφασις ὑπολειφθῇ τοῖς πιστοῖς εὐθὺς συναρμόττει καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὥστε πᾶς μὲν ὁ πιστὸς καὶ ἐπεγνωκὼς τὴν ἀλήθειαν οἶδε πάντα καὶ μετὰ πάντων, καὶ τὰ βρώματα κτίσματα εἶναι τοῦ ἀγαθοῦ Θεοῦ. Ὁ δὲ εἰς ἕτερον ἀναφέρων ἐξ αὐτῶν τινα, οὗτός ἐστι περὶ οὗ τὸ ἅγιον εἶπε Πνεῦμα· Ἔστιν ὁ προσεσχηκὼς πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, καὶ τῆς ἀληθοῦς ἡμῶν τῶν Χριστιανῶν πίστεως ἀποστάτης· περὶ ὧν καὶ ἑτέρωθι ὁ τοῦ Πνεύματος ὑποφήτης προφητεύει· Ἐν ἐσχάταις ἡμέραις, λέγων, ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς. Καὶ τὰ ἄλλα ἀκόλουθα καταλέγων πάθη, τῆς προφητείας πέρας ποιεῖται· Μόρφωσιν ἔχοντες εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ ὃν τρόπον Ἰαννῆς καὶ Ἰαμβρῆς ἀνθέστηκεν Μωσεῖ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ. Καὶ γὰρ συντάττει τὴν μὲν ἀλήθειαν τῷ Μωϋσῇ, τοὺς δὲ ἀνθεστηκότας τῇ ἀληθείᾳ τῷ Ἰαννῇ καὶ τῷ Ἰαμβρῇ. Εἰ δὲ Μωϋσῆς μὲν καὶ ἡ ἀλήθεια ἐν τῇ αὐτῇ τάξει, Ἰαννῆς δὲ καὶ Ἰαμβρῆς σύστοιχοι τοῖς ἀνθισταμένοις τῇ ἀληθείᾳ, πῶς οὐ κατ᾽ αὐτῶν ἡ προφητεία ταῦτα προεῖπεν; Οἱ γὰρ κατὰ Μωσέως λυττῶντες ἀνθίστανται μὲν τῇ ἀληθείᾳ, συνίστανται δὲ καὶ συνδυσφημοῦσι τῷ Ἰαννῇ καὶ τῷ Ἰαμβρῇ. Καὶ ἐξ οὖ ψεύδους ἐπήρθησαν οἱ παλαιοὶ ἁποστάται στάσιν κατὰ Μωσέως ἀναστῆσαι, διὰ τοῦ αὐτοῦ καὶ οἱ νέοι ἠλαζονεύσαντο κατά τε τῶν Μωσαϊκῶν γραμμάτων, καὶ τοῦ ταῦτα νομοθετήσαντος τυραννίδα κινεῖν. Πλὴν ἐπὶ τὸ χεῖρον τούτοις ἡ διαφορά. Τοῖς μὲν γὰρ ἐν μελέτῃ τὸ κακὸν ἔστη· τῆς πληγῆς πρὸ τῆς πράξεως τοὺς πράξαντας ἂν, εἰ μὴ μετῆλθε, τῆς ἐγχειρήσεως ἀπαγούσης. Οἱ δὲ μεμελετήκασι δυσσεβῶς, τῆς φιλανθρωπίας ἀντὶ τοῦ τιμωρίαν λαβεῖν τὴν μετάνοιαν ἀναμενούσης, οἷα δὴ καταφρονηταὶ καὶ δευτέρῳ κακῷ τὸ προλαβὸν χεῖρον ποιοῦντες, καὶ τὴν γλῶσσαν ὁπλίζειν κατὰ τοῦ Δημιουργοῦ τῶν ὅλων οὐ διαλιμπάνουσι, διὰ μὲν τῶν ὕβρεων, ἃς καταχέουσι τοῦ θείου θεράποντος, συνεξυβρίζοντες, καὶ ἃς ἐδέξαντο νομοθεσίας Δεσποτικὰς, διὰ δὲ τῶν εἰς τὰς νομοθεσίας παροινιῶν κατ᾽ αὐτοῦ τοῦ νομοθέτου καὶ πάντων δημιουργοῦ τὰς ἀσελγεῖς ἐκείνας καὶ ἀθέτους ἀπορρίπτοντες φωνάς. Τοιαύτη τῆς ἀποστασίας ἡ νέα καὶ πρόσφατος κατὰ τοῦ Δημιουργοῦ τῶν ὅλων τυραννὶς, μᾶλλον δὲ τὸ διὰ τῆς Παλαιᾶς ἐκείνης, ὥσπερ ἐξ ἐχίδνης πολύμορφόν τι καὶ ἀλλόκοτον ἀποτεχθὲν θηρίον, καταφαγὸν μὲν τὴν γαστέρα τῆς τεκούσης, πλέον δὲ τὸν ἰὸν τῆς βλασφημίας ἀποπτύον κατὰ τοῦ Δημιουργοῦ. Ἀλλὰ ταῦτα μὲν καὶ ὕστερον,
Ἐπεὶ δὲ τὰς ἱερολογίας ὁ λόγος ὡς ἐν ἐπιδρομῇ διῆλθεν, αἱ τὸν ἀγαθὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ αὐτὸν τὸν ἠγαπημένον Υἱὸν δημιουργὸν τοῦ παντὸς καὶ κτίστην, ὅσα τε ἐν τοῖς αἰσθητοῖς καὶ ὅσα ἐν τοῖς νοητοῖς ἐξετάζεται, περιφανῶς ἀνεῖπόν τε καὶ ἀνεκήρυξαν, ἔτι μοι δοκεῖ διελθεῖν, καὶ ἐμφανέστερον ἐπιδεῖξαι, τίς τε ἐστὶν ὃ πρῶτος γνώμῃ μὲν τολμηρᾷ, ῥήμασι δὲ τοῖς αὐτοῖς τῆς θεομαχίας διδάσκαλος, ταύτης ῥητῶς τὴν δίκην τίσουσιν, οἱ τὸν τοῦ παντὸς Βασιλέα μὴ θελήσαντες βασιλεύειν ἐφ᾽ ἑαυτῶν, ἀλλὰ μετὰ τῶν ἄλλων αἰσθητῶν καὶ τὰ σώματα αὐτῶν τοῦ Πλάστου μὲν διασπῶντες, συνάπτοντες δὲ τῷ Ἐχθρῷ. Οὐκ ἄλλοθεν δὲ οὐδ᾽ ἡ περὶ τούτων πρόεισιν ἀπόδειξις, ἀλλὰ διὰ τῶν αὐτῶν θεοπνεύστων καὶ ἱερῶν Λογίων. Ἄκουε τοίνυν τοῦ εὐαγγελιστοῦ Λουκᾶ· οὐδὲν γὰρ οἷον αὐτοῦ ἀκούειν. Τὴν πεῖραν οὗτος, δι᾽ ῆς ὁ ἀπ᾽ ἀρχῆς ἡμῶν πτερνιστὴς ἐπεχείρησεν ἐν ἡμετέρᾳ μορφῇ κατιδὼν, καὶ τὸν κοινὸν πειράσαι Πλάστην, ταύτην διὰ τῆς ἱερᾶς ἱστορίας περιδιδοὺς, καὶ μετὰ τὴν πρώτην τὴν δευτέραν ἐπεξιών· Καὶ ἀναγαγὼν αὐτὸν, φησὶν, ὁ διάβολος εἰς ὅρος ὑψηλὸν, ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης. Καὶ εἶπεν αὐτῷ ὁ διάβολος. Πρόσεχε τὸν νοῦν, ἄνθρωπε, πόθεν πρῶτον ἐξῆλθεν ἡ θεομάχος αὕτη φωνὴ, τίς ἡ μυσαρὰ τῆς ἀποστασίας ἀπαρχή. Τίς ἐτόλμησε πρῶτος τὰ περίγεια, ἔργον καὶ βασιλείαν εἰπεῖν τοῦ Ἐχθροῦ; ὅτι τῶν ζιζανίων ὁ ἀνθρωποκτόνος γεγονὼς ἀπ᾽ ἀρχῆς, ὁ πρῶτος τραχηλιάσας κατὰ Θεοῦ, ὁ διὰ τὸ μεγάλαυχον καὶ τὸν ἀλαζόνα νοῦν δίκην ἀστραπῆς πεσὼν ἐκ τοῦ οὐρανοῦ· καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην. Ὅρα, τίνα διδάσκαλον τὸ τῆς πονηρίας καθίζει συνέδριον, τίνα μυσταγωγὸν καὶ εἰσηγητήν! Ὦ ταλαιπώρου τῆς ἐμῆς φύσεως, ἢν παρέσχον ἐξουσίαν κατ᾽ ἐμοῦ τῷ Ἐχθρῷ! Οὕτως λαμπρῶς τῶν Εὐαγγελίων, ὅθεν ἐρράγη καὶ προῆλθε, κηρυττόντων, τὸ τηλικοῦτον τῆς ἀποστασίας κακὸν, καὶ τίς ὁ ἀρξάμενος ὥσπερ βύσαντες οἱ πλανηθέντες τὰ ὦτα, ἢ παντελῶς αὐτῶν ἀφῃρημένοι τὴν χρῆσιν, οὐκ ἐθέλουσι συνιδεῖν, τίνος ἑαυτοὺς ποιοῦσι μαθητὰς, καὶ τίνος οἰκειοῦνται καὶ ὑποβάλλονται φωνάς. Καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν, καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν. Καταπλήττει σε τὸ θράσος τοῦ ψεύδους, ὦ φιλόθεον θέατρον, καὶ εἰς θάμβος ἐξαίσιον ἀπάγει τῆς ἀλαζονείας τὸ μέγεθος· ἐμὲ δὲ μᾶλλον τοῦ κακοῦ διδασκάλου τῶν κακῶν μαθητῶν ἡ σπουδὴ, καὶ οἷς τὸν διδάσκαλον ἐφιλονείκησαν ὑπερβάλλεσθαι. Ὁ μὲν γὰρ, καίτοι πάντα τολμηρὸς καὶ ἀναίσχυντος καὶ ψεύστης καὶ θρασὺς ὢν, ὅμως ἄλλου δόντος λαβεῖν τὴν βασιλείαν τὴν ἐπὶ γῆς τερατεύεται. Ἐμοὶ γὰρ, φησὶ, παραδέδοται, ἀλλ᾽ οὐκ ἐγὼ ταῦτα ἐκ μὴ ὄντων ὑφέστηκα. Οἱ δὲ γενναῖοι καὶ δυσσεβέστεροι τοῦ διδασκάλου μαθηταὶ, τὸ φρυαξάμενον εἰπεῖν, ἐκ τοῦ παραλαβεῖν ἔχειν τὴν βασιλείαν τῶν ἐπὶ γῆς τῆς διδασκαλίας, ὡς ἔοικεν, οἶ πλέον ἀσεβοῦσιν, ἁμειβόμενοι δημιουργὸν καὶ πλάστην τῶν ἐπιγείων καταγγέλλουσιν. Καὶ ταῦτα φρονεῖν καὶ λέγειν τολμῶντες, οὔτε πεφρίκασιν, οὔτε συνορᾶν ἐβουλήθησαν, εἰς οἷον ἀπωλείας βυθὸν καταδύουσι. Σὺ δὲ μηδὲ τὸ ἑξῆς παραδράμῃς. Λέγει γὰρ, Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοῦ πᾶσα. Ὥστε ὁ πιστεύων τοῦ διαβόλου εἶναι τὰ ἐπίγεια, καὶ παρ᾽ αὐτοῦ λαμβάνειν νομίζων τὰ ἐν αὐτοῖς, οὗτός ἐστιν ὁ τὸν διάβολον προσκυνῶν. Οὐ γὰρ ἂν, παρ᾽ αὐτοῦ λαβεῖν ὁμολογῶν ἃ τῆς προσκυνήσεως ἦν ὁ μισθὸς, δύναιτ᾽ ἂν τὴν προσκύνησιν ἀπαρνεῖσθαι. Τίνες δ᾽ ἂν εἶεν οὗτοι, ἢ οἱ παρ᾽ αὐτοῦ μὲν ἔχειν ὁμολογοῦντες τὸ σῶμα, τῆς αὐτοῦ δὲ δημιουργίας καὶ βασιλείας ἔργον εἶναι τοῦτο; καὶ οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὸν ἄρτον καὶ τὸν οἶνον, καὶ τὸ ὕδωρ, καὶ τὰ ἄλλα πάντα, δι᾽ ὅσων τὸ ἀνθρώπινον διακρατεῖται καὶ συνέχεται σύγκριμα, καὶ τὸν αἰσθητὸν τοῦτον διαπορεύονται βίον. Καὶ γὰρ καὶ τούτων ἡ αἰσθητὴ κτίσις, τὰ μὲν προχέει, τὰ δὲ γεωργεῖ. Ὥστε οἱ δημιουργήματα μὲν τοῦ διαβόλου καὶ τῆς βασιλείας αὐτοῦ, τὰ αἰσθητὰ, ἐξ ὧν ἕμαθον παρ᾽ αὐτοῦ, δόγμα ποιοῦντες, ταῦτα δὲ ἔχειν παρ᾽ αὐτοῦ, καὶ τούτοις διαζῇν τοῖς ἔργοις ἐπιδεικνύντες, οὗτοι φανερῶς καὶ ἀναμφιβόλως εἰσὶ, κἂν τὴν τῶν ὁρώντων ὄψιν καὶ ἀκοὴν κλέπτειν διαμηχανῶνται, τὴν προσκύνησιν αὐτῷ προσενηνοχότες. Εὐρήσει δ᾽ ἄν τις τούτων καὶ ἑτέραν ἀπόνοιαν τὴν τοῦ διδασκάλου νικῶσαν. Ὁ μὲν γὰρ ἐν βραχεῖ τε χρόνῳ καὶ τρισὶ προσβαλὼν τῷ Δεσπότῃ πείραις, καὶ τοσαυτάκις ἐπιτιμηθεὶς ἀπέστη τοῦτε πειράζειν τοιαῦτα, καὶ τῆς ἀλαζόνος ἐκείνης καὶ ἀθέου μεγαλαυχίας. Οἱ δὲ οὐ τρὶς μόνον διὰ τῶν αὐτῶν ἐπιτιμηθέντες Δεσποτικῶν φωνῶν (οἷς γὰρ ὁ διδάσκαλος ἐπιτιμηθεὶς ἐσίγησε, διὰ τῶν αὐτῶν οἱ μαθηταὶ κατεδικάσθησαν τὴν σιγήν)· ἀλλὰ μυριάκις, μᾶλλον δὲ ὑπὲρ ἀριθμὸν, καὶ τοσούτοις ἔτεσιν, ἐξ οὗ διαπέπτωκεν αὐτοῖς ἡ τοῦ διδασκάλου ἀλαζών τε καὶ θεομάχος μηχανὴ ἐπιτιμώμενοι ταῖς θεϊκαῖς φωναῖς ἔτι προσαναισχυντοῦσι καὶ καταυθαδίζονται τοῦ Δημιουργοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ βίῳ καὶ λόγῳ διχάζοντες ἐγχειρίζουσι τῷ Ἐχθρῷ, μὴ θέλοντες ὡς ἀληθῶς τὸν κοινὸν Δεσπότην βασιλεύειν ἐφ᾽ ἑαυτῶν.
Ἀλλ᾽ ἴδωμεν, εἰ δοκεῖ, καὶ τίς αὐτοῖς ἡ ἀνταπόδοσις τῆς συνηγορίας καὶ προσκυνήσεως καὶ εἰς βασιλέα ἀναῤῥήσεως τοῦ Ἐχθροῦ· καὶ τί τὸ ἔπαθλον οἷς οὐκ ἠθέλησαν βασιλεύειν ἐφ᾽ ἑαυτῶν τὸν βασιλέα τοῦ παντός. Ἀπεικάζουσι μὲν οὖν αἱ ἱεραὶ παραβολαὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, μᾶλλον δὲ αὐτὸς ἑαυτὸν, ἀνθρώπῳ εὐγενεῖ, τί γὰρ θεότητος εὐγενέστερον; τὸ δὲ ἀνθρώπινον σύστημα, ἵνα τὰ ἄλλα ἐάσω, τοῖς πολίταις αὐτοῦ, ἅτε πλάσματα αὐτοῦ, καὶ ὅτι αὐτὸς αὐτοῦ ἐπόλισεν ἐν τῇ γῇ· καὶ ὅτι σάρκα τὴν ἡμετέραν λαβὼν, καὶ σύνοικος ἡμῶν καὶ συμπολίτης ἠξίωσε γενέσθαι καὶ κληθῆναι. Πλὴν ἀλλ᾽ ὁ τῆς θεότητος τὴν εὐγένειαν φέρων ἐν ἑαυτῷ, καὶ τὴν βασιλείαν λαβὼν ἴσην καὶ ἀναφαίρετον παρὰ τοῦ Πατρὸς, ἐπείπερ ἅπαντα εἰδὼς, οὐδὲ τὴν ἐπανάστασιν ἠγνόησεν, ἣν τινες τῶν πολιτῶν ἐμελέτησαν κατ᾽ αὐτοῦ. Καὶ ἠρνήσαντο μὲν τὴν βασιλείαν αὐτοῦ, οὐκ ἠθέλησαν δὲ βασιλεύειν αὐτὸν ἐφ᾽ ἑαυτῶν. Οὗτος ὁ φιλάνθρωπος, ὁ ἀγαθὸς Πατρὸς Παῖς, ἡ πηγὴ τῆς συμπαθείας, ὁ τοῦ ἐλέους Θεὸς, τὰ τῶν οἰκτιρμῶν μὴ κενούμενα σπλάγχνα, οὐκ ἠνέσχετο τὴν τοσαύτην παροινίαν τῶν ἀχαρίστων αὐτοῦ πολιτῶν. Οὐδὲ γὰρ ἔν τι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἦν τολμηθὲν, ἀλλὰ κατὰ τοῦ Πλάστου, κατὰ τοῦ Δημιουργοῦ, κατὰ τοῦ Εὐεργέτου, κατὰ τοῦ προνοητοῦ ἡ ἀπόνοια, ἀλλ᾽ ὑπὲρ τοῦ ἀρχεκάκου ἐχθροῦ, ὑπὲρ τοῦ ἀπ᾽ ἀρχῆς ἀνθρωποκτόνου, ὑπὲρ τοῦ ἀντικειμένου ἡ σπουδή· ἵνα τοῦ μὲν ἀφέλωνται τὴν βασιλείαν, τῷ δὲ χαρίσωνται. Διὸ τί ποιεῖ; καὶ τίνα δίκην τοὺς ἀποστάτας ὁ δίκαιος ἀπαιτεῖ κριτής; Ἀλλὰ γὰρ ἄμεινον αὐτῆς ἐκείνης ἀκούειν τῆς ψήφου· Τοὺς ἐχθρούς μου, φῃσὶ, τοὺς μὴ θελλήσαντάς με βασιλεύειν ἐφ᾽ ἑαυτῶν, ἀγάγετε καὶ κατασφάξατε ἔμπροσθέν μου. Ἐπειδὴ γὰρ τοῖς ὀφθαλμοῖς αὐτῶν παρεῖδον μὲν τὸν Ποιητὴν, ἁπέβλεψαν δὲ πρὸς τὸν πτερνιστὴν, διὰ τοῦτο ἐνώπιον τοῦ παντεφόρου καὶ παντεπισκόπου τῆς δίκης ὀφθαλμοῦ τὴν ἀξίαν ἀπαιτοῦνται ποινήν. Καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου, ἵνα, ὃν οὐκ ἠθέλησαν ἐπιγνῶναι βασιλέα, ἐπιγνῶσι καὶ ἄκοντες, οἷς ἀπαιτοῦνται τὰς εὐθύνας, βασιλέα καὶ δίκαιον. Καὶ ἐπεὶ τὸ παρ᾽ ἐμοῦ σῶμα πλασθὲν αὐτοῖς ἀλλοτρίας χειρὸς ἔργον ἔθεντο, κατασφάξατε αὐτοὺς, ὡς ἂν δι᾽ οὗ παρώνησαν εἰς ἐμὲ καὶ τῆς ἐμῆς διελόντες αὐτοβασιλείας προσέῤῥιψαν τῷ Ἐχθρῷ, τούτου διχασθέντες τὴν ὀφειλομένην ὦσι δίκην τῆς ἀποστασίας ἐκτετικότες. Κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου!
Ἐννοήσατε τῆς τιμωρίας τὸ ἄφυκτον καὶ πικρόν. Τίς ὁ δοὺς τὴν ψῆφον; Τίνος ἡ ἀπόφασις; Σφαγῆναι μὲν ὑπὸ τοῦ Ἐχθροῦ, κἂν φέρῃ τι λυπηρὸν, ἀλλ᾽ οὖν πολλὴν παρέχει παραμυθίας ἀφορμήν. Ὑπολείπει γὰρ τὸν Δεσπότην ἐκδικητὴν, καὶ τῆς ἀναστάσεως καὶ τῆς ἐν αὐτῇ χαρᾶς ἡ ἐλπὶς προοίμιον αὐτῷ τῆς εὐφροσύνης ἐννοεῖν ὑποτίθησι τὴν σφαγήν. Ὅταν δὲ ὁ Δεσπότης αὐτὸς προστάσσῃ κατασφαγῆναι, παρ᾽ οὗ ἡ ἐκδίκησις, παρ᾽ οὗ τὸ ἔλεος, παρ᾽ οὗ ἡ μετὰ τὴν ἀνάστασιν ἀγαλλίασις καὶ εὐφροσύνη, παρ᾽ οὗ ἡ ζωὴ καὶ ἡ σωτηρία, τίς ἂν παραστήσῃ λόγος τὸ πικρὸν καὶ ἀφόρητον τῆς πληγῆς; τὸ ἀπαράκλητον καὶ ὀξὺ τῶν ἀλγεινῶν; πρὸς τίνα ἔσται ἡ καταφυγή; τίς ἀνάψυξις τοῦ πάθους οὐ δεχομένου τέλος, ἀτελευτήτου τῆς τιμωρίας διαμενούσης; Ἀλλ᾽ ἐννοήσατε ταῦτα, καὶ ἐννοήσαντες φοβήθητε τὴν πληγὴν ὁρῶντες ἐν ἑτέροις, πρὸ τοῦ ἐμπεσεῖν εἰς πεῖραν, τὸ φρικτὸν τῆς ὀδύνης καὶ φοβερὸν, καὶ ἀπόστητε τῆς ἴσης ἀπονοίας πρὸ τῆς ἴσης τιμωρίας. Ὁ γὰρ ἐν τῷ πάθει φόβος καὶ ἡ μεταμέλεια οὐδὲν οἴδασι κέρδος φέρειν. Ἕως καιρὸς μετανοίας, τὴν μετάνοιαν ἐπιδεξώμεθα. Ἕως ἡ τῆς συγγνώμης ἀνέῳκται θύρα, εἰσελθεῖν δι᾽ αὐτῆς μὴ βραδύνωμεν. Ἕως αἱ ἀπειλαὶ μετέωροι, τὴν ἐπιστροφὴν ἐπιδείξωμεν. Δοθέντος γὰρ τοῦ συνθήματος, καὶ τοῦ βίου λυθέντος, οὐδεὶς οὐκέτι τρόπος σωτηρίας, οὐδὲ τοῦ μὴ παθεῖν ἐλπὶς, ἂ παθεῖν ἠπειλήθη, καταλείπεται. Ἀλλὰ γὰρ τοῦ διδασκάλου τῆς ἀποστασίας τρανῶς τε καὶ χωρίς τινος περινοίας παρὰ τῶν εὐαγγελικῶν φωνῶν στηλιτευθέντος, καὶ οἵαν ὁ δίκαιος κριτὴς τοὺς ἐκείνου μαθητὰς καὶ μὴ θέλοντας αὐτὸν ἐφ᾽ ἑαυτῶν βασιλεῦσαι, τὴν ποινὴν εἰσπράττεται, κατάδηλόν τε καὶ περιφανεστάτην ἐπιδειξαμένων, τίνα λοιπὸν οἱ μετὰ ταῦτα πάντα τὴν ἀποστασίαν ἔτι στέργοντες εὑρήσουσιν ἀπολογίαν; Ποῖον λείψανον ἑαυτοῖς ὑπελίποντο συγγνώμης; τίς αὐτοῖς ὀφθαλμὸς ἐπιστάξει δάκρυον ἐλέους; Τὸν διδάσκαλον αὐτῶν, ὅτιπερ ὁ διάβολός ἐστιν, ἕμαθον παρὰ τῶν Εὐαγγελίων, τοῦς πρὸ αὐτῶν μαθητὰς, ὅτι κατεσφάγησαν ἔμπροσθεν τοῦ Δεσπότου, μὴ θελήσαντες αὐτὸν βασιλεύειν ἐφ᾽ ἑαυτῶν. Καὶ τοῦτο τὰ σεπτὰ τοῦ Σωτῆρος ἡμῶν Εὐαγγέλια διδάσκουσι διαπρυσίως, ὅτι προσκυνηταὶ τοῦ διαβόλου, καὶ ὅτι τοῦ Δημιουργοῦ ὑβρισταὶ οἱ σχίζοντες τὴν τοῦ Θεοῦ βασιλείαν, καὶ τοῦτο τὰ αὐτὰ διακεκράγασιν ἱερὰ Λόγια. Οὐκοῦν εἰ μηδὲν τούτων αὐτοὺς ἀποστρέψει τῆς ἀποστασίας, ὑπόλοιπόν ἐστι τὸ ἀτελεύτητον πῦρ, καὶ τὸ σκότος τὸ ἐξώτερον, ὃ ἡτοίμασται αὐτῶν τῷ διδασκάλῳ. Ἐκεῖνο καὶ ἅκοντας αὐτοὺς, καὶ χωρίς τινος ὠφελείας, ἀποστήσει τῆς θεομαχίας. Ἀλλὰ ταῦτα μὲν ὅσον ἐπὶ τῷ προχείρῳ τῆς διαλέξεως καὶ τῆς ὁμιλίας.