Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Theodore Balsamon › Commentary on the Nomocanon

Commentary on the Nomocanon

Theodore Balsamon, Greek, RP 1, 1852

Title 1

ΤΙΤΛΟΣ Α΄.
ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ, ΚΑΙ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ, ΚΑΙ ΚΑΝΟΝΩΝ, ΚΑΙ ΧΕΙΡΟΤΟΝΙΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Σχόλιον.

Ἡ πρώτη διάταξις τοῦ ά. τίτλου τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ά. τοῦ ά. βιβλίου τῶν βασιλικῶν οὕτω λέγον, Χριστιανός ἐστιν ὁ πιστεύων μίαν εἶναι θεότητα ἐν ἴσῃ ἐξουσίᾳ τοῦ πατρὸς, καὶ τοῦ υἱοῦ, καὶ τοῦ ἁγίου πνεύματος· ὃ γὰρ παρὰ τὰ εἰρημένα δοξάζων αἱρετικός ἐστιν· ἡ δὲ έ. ϛ΄. ζ΄. καὶ ή. διάτ. οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά.

ΚΕΦΑΛΑΙΟΝ Β΄.
Σχόλιον.

Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλίῳ έ. τῶν βασιλ. τίτ. γ΄. κεφ. ά. θέματι ά. οὕτως ἔχοντι· Θεσπίζομεν τοίνυν, τάξιν νόμων ἐπέχειν τοὺς ἁγίους ἐκκλησιαστικοὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων ἑπτὰ συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας, τουτέστι τῆς ἐν Νικαίᾳ τῶν τιή. καθ᾽ ἣν Ἄρειος ὁ τῆς μανίας ἐπώνυμος ἀνεθεματίσθη, καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ἁγίων ρν΄. πατέρων, ὑφ᾽ ὧν ὁ πνευματομάχος Μακεδόνιος ἐστηλιτεύθη, καὶ τῆς ἐν Ἐφέσῳ ά. ἐν ᾗ Νεστόριος κατεκρίθη, καὶ τῆς ἐν Χαλκηδόνι, καθ᾽ ἣν Εὐτυχὴς μετὰ Νεστορίου ἀνεθεματίσθη· πρὸς δὲ ταύταις τῆς ἐν Κωνσταντινουπόλει τὸ β΄. δι᾽ ἧς Ὠριγένης μετὰ τῶν αὐτοῦ συγγραμμάτων, καὶ ἕτεροί τινες δυσσεβεῖς παρεδειγματίσθησαν, καὶ ἔτι τῆς ἐν Κωνσταντινουπόλει τὸ γ΄. ἥτις διαφόρους αἱρέσεις θριαμβεύσασα τὰ τῶν προγενεστέρων ἁγίων συνόδων θεῖα δόγματα ἐπεκύρωσε, καὶ ἐπὶ πᾶσι τῆς ἐν Νικαίᾳ τὸ β΄. ἐξ ἧς οἱ κατὰ τῶν ἁγίων εἰκόνων λυττήσαντες ἐξ ἴσου τοῖς προλαβοῦσιν αἱρετικοῖς τῆς καθολικῆς τοῦ θεοῦ ἐκκλησίας ἀπεκηρύχθησαν. Τῶν γὰρ προειρημένων ἁγίων συνόδων τὰ δόγματα, καθάπερ τὰς θείας γραφὰς δεχόμεθα, καὶ τοὺς κανόνας ὡς νόμους φυλάττομεν. Ἡ μδ΄. διάτ. τοῦ γ΄. τίτλ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ ά. καὶ δ΄. διάταξις τοῦ ά. τίτλου τῶν νεαρῶν, ὧν ἡ μὲν ἕκτη ἐστὶ νεαρὰ Ἰουστινιάνειος, ἡ δὲ πγ΄. Ὡσαύτως οὐδὲ ἡ ιβ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος· καὶ μηδὲ σὺ ταύταις προσχῆς, πρῶτον μὲν ὅτι οὐδὲ ἐναντιοῦνται τῇ ρλά. Ἰουστινιανείῳ νεαρᾷ, εἶτα ὅτι οὐδὲ ἐδέχθησαν ἐν τοῖς βασιλικοῖς.

Ἕτερον σχόλιον.

Περὶ μὲν οὖν τῶν ἐν τῷ παρόντι β΄. κεφαλαίῳ δηλωθέντων νομίμων ἐγράφησαν τὰ εἰκότα. Γίνωσκε δὲ ὅτι διαφόρως εἶπόν τινες καὶ ταῦτα ἐνώπιον τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου, μὴ ὀφείλειν κρατεῖν τοὺς κανόνας, ἔνθα νόμοις ἐναντιοῦνται, διὰ τὸ πρὸ τῆς ἀνακαθάρσεως τούτους συγγραφῆναι, καὶ οὕτω σχολάσαι τοὺς αὐτοῖς μὴ συνάδοντας. Ἄλλοι δὲ προκομίσαντες κανόνας τοῖς νόμοις ἐναντιουμένους, καὶ χρησάμενοι τῇ παρούσῃ ρλά. νεαρᾷ τῇ κειμένῃ ἐν βιβλίῳ έ. τῶν βασιλ. τιτ. γ΄. κεφ. ά. λεγούσῃ τοὺς κανόνας ὡς νόμους φυλάττεσθαι, καὶ ὡς θείας γραφὰς, ἐπεστόμισαν τοὺς ἀντιθετοῦντας αὐτοῖς· ὅτε κἀκείνων εἰπόντων ἀνένδεκτον εἶναι τὴν τοιαύτην νεαρὰν, ὡς παρὰ τοῦ Ἰουστινιανοῦ λεγομένην γενέσθαι, καὶ μεμνημένην καὶ τῶν μετὰ τὸν Ἰουστινιανὸν συνόδων, καὶ οὕτως ἄτοπον τι δῆθεν κατασκευαζόντων, αὐτοὶ μᾶλλον κἀκτούτου καταλαμβάνεσθαι, εἶπον, τὸ οἰκειώσασθαι τὰ τῆς νεαρᾶς τὸν τὴν ἀναθεώρησιν καὶ ἀνακάθαρσιν τῶν νόμων ποιησάμενον βασιλέα. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν καὶ τοὺς τῶν μεταγενεστέρων συνόδων κανόνας ὡς νόμους κρατεῖν προσέθετο, καὶ ὡς θείας γραφὰς, ἀλλὰ καὶ ταύτην ὡς καὶ ἄλλας Ἰουστινιανείους νεαρὰς ἵνα ἐσχόλασεν ἐκ τοῦ μὴ καταστρῶσαι αὐτὴν εἰς τὰ βασιλικὰ, ὅπερ ἐδέχθη καὶ παρὰ τῷ βασιλεῖ τῷ ἁγίῳ.

ΚΕΦΑΛΑΙΟΝ Γ΄.
Σχόλιον.

Τὸ δ΄. διάταγμα τοῦ γ΄. τίτλ. τοῦ ά. βιβλ. τῶν διατάξεών ἐστι βιβλίον τῶν βασιλικῶν β΄. τίτ. ά. κεφ. μά. οὕτω λέγον· Περὶ ὦν ἔγγραφος οὐ κεῖται νόμος, παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν· εἰ δὲ καὶ τοῦτο ἐλλείπει, ἀκολουθεῖν δεῖ τοῖς πλησιάζουσι καὶ ἑοικόσι τῷ ζητουμένῳ. Εἰ δὲ μήτε ταῦτα εὑρίσκεται, τότε νόμιμον, ᾧ τινι ἡ Ῥώμη κέχρηται, φυλάττειν δεῖ· καὶ θέμα β΄. Ἡ παλαιὰ συνήθεια ἀντὶ νόμου φυλάττεται· καὶ θέμα ϛ΄. Ὥσπερ ἡ θέσις τοῦ νόμου ἔγγραφος, καὶ ἄγραφός ἐστι, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ, ἢ δι᾽ ἐγγράφου γίνεται νόμου ἢ δι᾽ ἀγράφου, τουτέστι τῆς ἀχρησίας· καὶ κεφ. μβ΄. Ἡ μακρὰ συνήθεια ἀντὶ νόμου κρατεῖ ἐν οἷς οὐκ ἔστιν ἔγγραφος· καὶ κεφ. μγ΄. Τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ ἐβεβαιώθη· καὶ κεφ. μδ΄. Καὶ τὰ μακρᾷ συνηθείᾳ δοκιμασθέντα, καὶ ἐν πολλοῖς ἐνιαυτοῖς φυλαχθέντα, οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσι· καὶ κεφ. μέ. Ὡς τοσοῦτον δοκιμασθέντα ὥστε καὶ μὴ δεηθῆναι ἐγγράφου· καὶ κεφ. μϛ΄. Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ, τῇ συνηθείᾳ δεῖ προσέχειν τῆς πόλεως· καὶ κεφ. μζ΄. Καὶ ὅπως ἐπὶ τῶν ὁμοίων διὰ παντὸς ἐψηφίσθη. Διδάσκει δὲ καὶ ὁ Στέφανος ἐν τῷ μβ΄. κεφ. διδασκαλίαν ἀρίστην, καὶ λύει τὰς περὶ ἀγράφου συνηθείας ἐναντιοφανείας, λέγων οὕτως· Ἡ χρονία συνήθεια τότε ὡς νόμος κρατεῖ, ὅτε μὴ ἐγγράφῳ διαμάχηται νόμῳ. Καὶ μὴ νόμιζε τοῦτο ἐναντίον εἶναι τῷ τέλει τοῦ προλαβόντος διατάγματος· ἐκεῖ μὲν γὰρ περὶ συνηθείας λέγον φησὶ, ὅτι δύναται αὐτὴ νόμον ἀνελεῖν· ἐνταῦθα δὲ περὶ συνηθείας φησὶ καὶ λέγει, ὅτι καινὸν οὐκ εἰσάγει νόμιμον ἡ συνήθεια, εἰ παλαιῷ τινι νόμῳ μάχηται· δυνατὸν μὲν γὰρ ἐκ τῆς ἀσυνηθείας μὴ κεχρῆσθαι νομίμῳ, οὐ μὴν καὶ ἐναντίως κεχρῆσθαι. Σημείωσαι οὖν τὴν τοιαύτην διδασκαλίαν ὡραίαν οὖσαν, καὶ ἐν τοῖς δικαστηρίοις συχνάζουσαν. Ἡ δὲ ά. β΄. καὶ γ΄. διάταξις τοῦ νβ΄. τίτ. τοῦ ή. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ ρβ΄. διάτ. τοῦ ιζ΄. τίτ. τοῦ ν΄. βιβλίου τῶν διγέστων ἐστὶ κεφ. ρπγ΄. τοῦ γ΄. τίτ. τοῦ β΄. βιβλίου τῶν βασιλικῶν ἔχον οὕτω· Δυσγερῶς μὲν, ὅμως δὲ τοῦ δικαίου ἀπαιτοῦντος ἐναλλάσσομεν τὴν συνήθειαν, πλὴν σὺ τὸν τοιοῦτον νόμον ἑρμήνευε κατὰ τοὺς ὄπισθεν καταστρωθέντας νόμους, ἤγουν ἐν τῷ παρόντι γ΄. κεφ. καὶ λέγε, τότε τὴν μακρὰν συνήθειαν ἐναλλάσσεσθαι διά τι χρήσιμον, ὅτε μὴ βεβαιωθῇ αὕτη ἐν δικαστηρίῳ, καὶ ὡς νόμος ἔγγραφος κρατήσῃ. Διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα προσέθετο, τὸ δυσχερῶς μὲν, ὅμως δὲ τοῦ δικαίου ἀπαιτοῦντος ἐναλλάσσομεν τὴν συνήθειαν.

Ἕτερον σχόλιον.

Νόμος ἔγγραφος οὐκ ἔστι διοριζόμενος τὴν θέλουσαν ἀποκαρῆναι καὶ διαζυγῆναι τοῦ οἰκείου ἀνδρὸς μὴ ἀπεντεῦνθεν ἀποκείρεσθαι, ἀλλ᾽ εἰς μοναστήριον ἀπάγεσθαι καὶ διὰ τριμηναίου καιροῦ δοκιμάζεσθαι, μή ποτε κατ᾽ ἀψιμαχίαν τὴν ἀπόκαρσιν ἐξῃτήσατο. Ἀλλ᾽ ἐξ ἀγράφου συνηθείας δοκιμασθείσης πολλάκις ἐπὶ δικαστηρίου καὶ βεβαιωθείσης νενόμισται μὴ ἄλλως τὴν ἀπόκαρσιν ἐπιτρέπεσθαι τῆς γυναικὸς, εἰ μὴ μετὰ τρίμηνον ἐρωτωμένη, τῷ ἀγαθῷ τούτῳ σκοπῷ ἐμμένει. Καὶ ἐγυμνάσθησαν τὰ περὶ τούτου ἐφ᾽ ἱκανὸν ἐπὶ βασιλικοῦ βήματος· πολλῶν γὰρ λεγόντων ὀφείλειν τὴν γυναῖκα τοῦ Πυῤῥογεωργίου ἐκείνου ἀπεντεῦθεν ἀποκαρῆναι, διὰ τὸ εἶναι αὐτὴν φρονήματος στερεοῦ ὡς καὶ τεσσαράκοντα ἔτη οὖσαν, μὴ εἶναι δὲ νόμον ἔγγραφον χάριν τοῦ τριμήνου, ὁ θεοστεφὴς, κράτιστος, καὶ ἅγιος ἡμῶν βασιλεὺς τὴν μακρὰν συνήθειαν, κυρωθεῖσαν ὡς εἴρηται, ἀντὶ νόμου ἐγγράφου ἐδέξατο, καὶ σημειώματι ἐστήριξεν, ὥστε τότε ἡ ἄγραφος συνήθεια παραβαίνεται τοῦ δικαίου ἀπαιτοῦντος, ἤγουν αἰτιῶν προκειμένων εὐλόγων, ὅτε μὴ ἐβεβαιώθη διὰ δικαστικῆς διαγνώσεως· εἶδον γὰρ καὶ ἄγραφον συνήθειαν μὴ οὕτω κυρωθεῖσαν ἀθετηθεῖσαν. Συνηθείας γὰρ οὔσης τοὺς ἀπὸ ἱερέων λαϊκοὺς μονάσαντας, καὶ ὄντας πρότερον καταγεγραμμένους εἰς διακονίας ἱερέων, καὶ μετὰ τὸν μοναδικὸν βίον τῷ τῶν διακονιῶν συγκαταλέγεσθαι σώματι καὶ μετὰ λαϊκῶν ἱερέων συναναστρέφεσθαι, ὁ παναγιώτατος ἡμῶν δεσπότης κύριος Μιχαὴλ τὴν μακρὰν ταύτην συνήθειαν ὡς οὐδὲν ἐλογίσατο, καὶ διωρίσατο ἀπὸ μόνον λαϊκῶν ἱερέων τὰς διακονίας συνίστασθαι, καὶ τοὺς μοναχοὺς παρὰ ταῖς οἰκείαις προσεδρεύειν μοναῖς, συνηθείας οὔσης τοῖς Ἰουδαίοις δικάζεσθαι παρὰ μόνῳ τῷ στρατηγῷ τοῦ στενοῦ, ὁ κραταιὸς καὶ ἅγιος ἡμῶν βασιλεὺς διωρίσατο παρὰ παντὸς δικαστηρίου κατὰ νόμους τούτους δικάζεσθαι· καὶ ἡ συνήθεια ἐλογίσθη ὡσεὶ οὐδὲν μὴ στηριχθεῖσα νομίμως.

ΚΕΦΑΛΑΙΟΝ Ε΄.
Σχόλιον.

Ἡ ζ΄. διάτ. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ ϛ΄. διάτ. τοῦ β΄. τίτλου τοῦ αὐτοῦ βιβλίου ἐστὶ κεφ. ϛ΄. τοῦ ά. τίτ. τοῦ έ. βιβλ. τῶν βασιλικῶν, καὶ φησιν οὕτω· Δεῖ τοὺς ἐν τῷ Ἰλλυρικῷ περὶ κανονικοῦ τινος ζήτησιν ποιουμένους ἀναφέρειν τοῦτο ἐπὶ τὸν ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως, καὶ παρ᾽ αὐτοῦ τῇ ἱερατικῇ συνόδῳ καὶ ἁγίᾳ κρίσει καὶ θείῳ νόμῳ διακρίνεσθαι. Ἡ δὲ κ΄. καὶ κδ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά. Ἡ μέν τοι β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. ά. κεφ. θ΄. οὕτως ἔχοντι· Πρὸ δὲ πάντων ἐκεῖνο θεσπίζομεν φυλαχθῆναι, ἵνα μηδεὶς διὰ δόσεως χρυσίου ἢ ἄλλων πραγμάτων ἐπίσκοπος χειροτονηθῇ. Εἰ δέ τι τοιοῦτον ἁμαρτηθείη, αὐτοὶ ἑαυτοὺς οἱ διδόντες, καὶ οἱ λαμβάνοντες, καὶ οἱ μέσοι αὐτῶν κατὰ τὰς θείας γραφὰς καὶ τοὺς θείους κανόνας κατακρίσει ὑποβάλλουσι· καὶ διὰ τοῦτο καὶ ὁ διδοὺς καὶ ὁ λαμβάνων καὶ ὁ μέσος γενόμενος τῆς ἱερωσύνης, ἢ τῆς τοῦ κλήρου τιμῆς ἀποκινείσθω. Τὸ δὲ ὑπὲρ ταύτης τῆς αἰτίας δοθὲν, τῇ ἐκκλησίᾳ ἐκείνῃ ἐκδικείσθω ῆς ἐβουλήθη τὴν ἱερωσύνην ᾠνήσασθαι. Εἰ δὲ καὶ κοσμικὸς εἴη ὁ ὑπὲρ ταύτης τῆς αἰτίας ἀντιλαμβάνων, ἢ μέσος τῷ πράγματι γινόμενος, τὰ δοθέντα πράγματα ἐν διπλῷ αὐτὸν ἀπαιτεῖσθαι κελεύομεν, τῇ ἐκκλησίᾳ ἐκδικηθησόμενα. Οὐ μόνον δὲ τὰ κατὰ τοῦτον δεδομένα τὸν τρόπον ἐκδικεῖσθαι προστάττομεν, ἀλλὰ καὶ πᾶσαν ἀσφάλειαν ὑπὲρ τούτου καθ᾽ οἰονδήποτε τρόπον ἐκτεθεῖσαν, καὶ τὴν τῶν ἐνεχύρων ἢ τὴν τοῦ ἐγγυητοῦ ἐνοχὴν καὶ πᾶσαν ἄλλην οἱανδήποτε ἀγωγὴν ἀργεῖν θεσπίζομεν. Καὶ πρὸς τούτοις, ὁ τὴν ὑπόσχεσιν λαμβάνων μὴ μόνον τὴν ὁμολογίαν ἀποδιδότω, ἀλλὰ καὶ ἄλλο τοσοῦτον ὅσον ἡ ὁμολογία περιέχει ἀπαιτείσθω ὀφεῖλον τῇ ἐκκλησίᾳ δοθῆναι. Εἴ τις μέν τοι ἐκ τῶν ἐπισκόπων εἴτε πρὸ τῆς ἰδίας χειροτονίας, ἢ μετὰ τὴν χειροτονίαν βουληθῇ τὰ ἴδια πράγματα, ἢ μέρος ἐξ αὐτῶν προσαγαγεῖν τῆ ἐκκλησίᾳ, ἦς τὴν ἱερωσύνην λαμβάνει, οὐ μόνον οὐ κωλύομεν, καὶ πάσης καταδίκης καὶ ποινῆς τοῦ παρόντος νόμου ἐλεύθερον εἶναι θεσπίζομεν, ἀλλὰ καὶ παντὸς ἐπαίνου ἄξιον κρίνομεν, ἐπειδὴ τοῦτο οὐκ ἔστιν ἀγορὰ ἀλλὰ προσφορά. Ἡ ιϛ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά· οὐδὲ ἡ ή. διάτι τοῦ ά. τίτ. τῶν νεαρῶν ιά. οὖσα Ἰουστινιάνειος νεαρά. Ἡ δὲ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλ. έ. τῶν βασιλ. τίτ. γ΄. κεφ. ά. θέματι β΄. οὕτως ἔχουσα· Καὶ διὰ τοῦτο θεσπίζομεν κατὰ τοὺς αὐτῶν ὅρους τὸν ἁγιώτατον τῆς πρεσβυτέρας Ῥώμης Πάπαν πρῶτον εἶναι πάντων τῶν ἱερέων, τὸν δὲ μακαριώτατον ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως τῆς Νέας Ῥώμης δευτέραν τάξιν ἐπέχειν, μετὰ τὸν ἁγιώτατον ἀποστολικὸν θρόνον τῆς πρεσβυτέρας Ῥώμης, τῶν δὲ ἄλλων πάντων προτιμᾶσθαι. Τὸν δὲ κατὰ καιροὺς μακαριώτατον ἀρχιεπίσκοπον τῆς πρώτης Ἰουστινιανῆς τῆς ἡμετέρας πατρίδος ἔχειν ἀεὶ ὑπὸ τὴν οἰκείαν δικαιοδοσίαν τοὺς ἐπισκόπους τῶν ἐπαρχιῶν Δακίας Μεδιτεῤῥανίας, καὶ Δακίας Ῥιπενσίας, Πραιβαλέας, καὶ Δαρδανίας, καὶ Μυσίας τῆς ἀνωτέρας, καὶ παρ᾽ αὐτοῦ τούτους χειροτονεῖσθαι, καὶ ἐν αὐταῖς ταῖς ὑποκειμέναις αὐτῷ ἐπαρχίαις τὸν τόπον ἐπέχειν αὐτὸν τοῦ ἀποστολικοῦ Ῥώμης θρόνου, κατὰ τὰ ὁρισθέντα ὑπὸ τοῦ ἀγίου Πάπα Βιγιλίου. Καὶ τὸν ὅμοιον τρόπον τὸ δίκαιον τῆς ἀρχιερωσύνης, ὅπερ τῷ ἐπισκόπῳ Ἰουστινιανῆς Καρχηδόνος τῆς Ἀφρικῆς διοικήσεως δεδώκαμεν, ἐξ οὗ περ ὁ θεὸς ταύτην ἡμῖν ἀπεκατέστησε, φυλάττεσθαι κελεύομεν.

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄.
Σχόλιον.

Ἡ ιβ΄. διάτ. καὶ ἡ λ΄. μβ΄. μζ΄. καὶ νβ΄. τοῦ γ΄. τίτλου τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά. Ὁ δὲ ά. τίτ. τῶν νεαρῶν, καὶ ἡ αὐτοῦ ά. καὶ β΄. καὶ ιζ΄. διατάξεις ἐτέθησαν εἰς νεαρὰς τοῦ Ἰουστινιανοῦ ϛ΄. ρκγ΄. καὶ ρλζ΄. πλὴν ἡ μὲν ϛ΄. οὐκ ἐτέθη εἰς τὰ βασιλικά· ἢ δὲ ρκγ΄. ἐστὶ κἐφάλαιον θ΄. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου, ὅπερ καὶ ἐτέθη παρ᾽ ἡμῶν εἰς κεφάλαιον ἑ, τοῦ παρόντος τίτ. καὶ ζήτει αὐτό. Ἡ δὲ ρλζ΄ νεαρά ἐστι κεφ. ή. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου, ὅπερ κατετέθη εἰς σχόλιον τοῦ ή. κεφ. τοῦ παρόντος τίτλου περὶ τὸ τέλος, καὶ ζήτει τοῦτο.

ΚΕΦΑΛΑΙΟΝ Η΄.
Σχόλιον.

Ἡ ά. διάτ. τοῦ ά. τίτλ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάν. ϛ΄. ἥτις οὐκ ἐτέθη εἶς τὰ βασιλικά. Ἡ β΄. διάτ. τοῦ αὐτοῦ τίτλου τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. τοῦτο δὲ αὐτῆς τὸ κεφ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ ιζ΄. διάτ. ἔστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄ κειμένη ἐν βιβλ. γ΄. τῶν βασιλικῶν τιτ. ά. κεφ. ή. οὗτως ἔχοντι· Εἰ δέ τις κατηγορίαν ποιήσηται κατὰ τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου, ἢ πρεσβυτέρου, ἢ διακόνου, ἢ ἄλλου κληρικοῦ, καὶ ἡγουμένου, ἐφ᾽ οἵᾳ δήποτε αἰτίᾳ, ἀναβαλλέσθω ἡ τοιαύτη χειροτονία, καὶ γινέσθω πρότερον ἐξέτασις τῆς κατηγορίας παρόντος τοῦ κατηγόρου καὶ ἐπεξιόντος τοῖς παρ᾽ αὐτοῦ προσαγγελθεῖσιν. Εἰ δὲ ἀπολιμπάνοιτο, ἢ ἀναβάλλοιτο ὁ κατήγορος, καὶ οὕτως ὁ τὴν χειροτονίαν μέλλων ποιεῖν ζήτησιν ἀκριβεστάτην ποιείσθω μηνῶν εἴσω τριῶν, καὶ εἰ μὲν ὑπεύθυνον εὕρῃ τὸν τὴν κατηγορίαν ὑπομείναντα, εἴτε κατὰ τοὺς θείους κανόνας, εἴτε κατὰ τοὺς ἡμετέρους νόμους, κωλέσθω ἡ χειροτονία. Εἰ δὲ ἀνεύθυνος φανείη, εἴτε παρόντος τοῦ κατηγόρου ἢ καὶ ἀπόντος, γινέσθω ἡ χειροτονία. Ὁ δὲ κατήγορος, εἴτε παρὼν μὴ ἀποδείξῃ, εἴτε ἀποφύγῃ, εἰ μὲν κληρικὸς εἴη, ἐξωθείσθω τοῦ οἰκείου βαθμοῦ· εἰ δὲ λαϊκὸς εἴη, τὸν προσήκοντα σωφρονισμὸν ὑπομενέτω. Εἰ δέ τις πρὸ ἐξετάσεως τὸν κατηγορηθέντα χειροτονήσῃ, ὅ τε χειροτονήσας, καὶ ὁ χειροτονηθεὶς τῆς ἱερωσύνης ἐκβαλλέσθω.

ΚΕΦΑΛΑΙΟΝ Θ΄.
Σχόλιον.

Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. τοῦτο δὲ αὐτῆς τὸ κεφάλαιον οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἔσο δὲ εἰδὼς ὡς τούτῳ τῷ νομίμῳ χρώμενος ὁ ἁγιώτατος ἡμῶν δεσπότης καὶ οἰκουμενικὸς πατριάρχης κὺρ Μιχαὴλ ἐπεφωνήσατο τὸν μητροπολίτην ἐκεῖνον Ἀμασείας κὺρ Λεόντιον ἐκ τρίτου, χάριν τοῦ ψηφίσασθαι τὴν ἐπισκοπὴν τὴν Ἀμισὸν πρὸ χρόνου ἑνὸς ἤδη χηρεύσασαν. Ἔλεγε γὰρ ὡς ἐπεὶ χρονιαῖος παρῆλθε καιρὸς, καὶ ἡ Ἀμισὸς οὐκ ἐψηφίσθη παρὰ τοῦ μητροπολίτου, ἀλλὰ καὶ τρία γεγόνασι πρὸς αὐτὸν ἐπιφωνήματα ἐξ ὁρισμοῦ τούτου, ὡς ἂν ψηφίσαιτο τὴν ἐπισκοπὴν, ὁ δὲ οὐκ ἐποίησε τοῦτο, καλῶς αὐτὸς κατὰ τὴν περίληψιν τοῦ τοιούτου νόμου, ἵνα ψηφίσηται αὐτὴν, καὶ ποιήσῃ τὴν χειροτονίαν τοῦ ψηφισθησομένου· ὅτε καί τινων λεγόντων μὴ δεχθῆναι εἰς τὰ βασιλικὰ τὴν τοιαύτην τῆς νεαρᾶς διάταξιν, κἀντεῦθεν ἄπρακτον εἶναι, αὐτὸς ἐπέμενε λέγων, μὴ δίκαιον εἶναι κεραίαν ἀθετηθῆναι ἐκ τῶν ἐν τῷ νομοκάνονι γεγραμμένων, τῷ ὡς θεογράφους πλάκας παρὰ τῇ ἐκκλησίᾳ λογιζομένῳ· ἀλλ᾽ ὕστερον μαθὼν ἔκ τε τῶν βασιλικῶν χειλέων, καὶ ἐκ τῶν προκρίτων τῆς συγκλήτου βουλῆς, ὅπερ καὶ πρότερον ἤκουεν, εἰς τὴν τοῦ παρόντος πονήματος ἐπέσπευσε συγγραφὴν, καθὼς καὶ ἐν τῷ προοιμίῳ παρεδηλώσαμεν· τῆς γοῦν τοιαύτης νεαρᾶς μὴ ἐνεργούσης κρατεῖ ὁ κέ. κανὼν τῆς ἐν Χαλκηδόνι συνόδου. Ὁ χάριν τῆς χειροτονίας τοῦ ἐπισκόπου τῷ παρόντι κανόνι περιεχόμενος χρόνος διττῶς ἑρμηνεύεται. Ὁ μὲν γὰρ κέ. κανὼν τῆς ἐν Χαλκηδόνι συνόδου διορίζεται ἐντὸς τριῶν μηνῶν εἰς τὰς χηρευούσας ἐκκλησίας ἐπισκόπους ἐπικηρύττεσθαι· ὁ δὲ ιδ΄. κανὼν τῆς ϛ΄. συνόδου περὶ τοῦ χρόνου τῆς ἡλικίας τοῦ ἐπισκόπου διδάσκει· ἡ δὲ παράβασις ἐκείνου μὲν ἐκκλησιαστικῷ καθυποβάλλει ἐπετιμίῳ, τούτου δὲ καθαιρέσει.

ΚΕΦΑΛΑΙΟΝ Ι΄.
Σχόλιον.

Ἡ ιή. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ ί. τοῦ ιά. τίτλου τοῦ αὐτοῦ βιβλίου. Ἐρωτήσει τις ὡς τοῦ λϛ΄. κανόνος τῆς ἐν Καρθαγένῃ συνόδου διοριζομένου, μὴ κληροῦσθαί τινα, εἰ μὴ ποιήσει χριστιανοὺς πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ, πῶς αἱ παροῦσαι διατάξεις αἱ λέγουσαι τοὺς ἐξ Ἐλλήνων γεγονότας πιστοὺς τιμωρεῖσθαι εἰ μὴ προσάγουσι τῷ ἁγίῳ βαπτίσματι γαμετὰς αὐτῶν, καὶ παῖδας, καὶ πάντας τοὺς ἐν τοῖς οἴκοις αὐτῶν, οὐκ ἐτέθησαν εἰς τὰ βασιλικὰ, σύνδρομοι οὖσαι κατὰ ταῦτα τῷ κανόνι. Ἀύσις. Αἱ μὲν διατάξεις οὐ παρελήφθησαν εἰς τὰ βασιλικὰ διὰ τὴν τοῦ ἁγίου ἀποστόλου Παύλου παραγγελίαν τὴν διοριζομένην μὴ λύεσθαι τὸ τῶν ἀπίστων συνοικέσιον, ἐὰν ὁ εἶς ἐξ αὐτῶν πιστὸς γένηται. Τί γὰρ, φησὶν, οἶδας ἐὰν ὁ πιστὸς μεταγάγῃ πρὸς τὴν πίστιν τὴν ἄπιστον σύζυγον αὐτοῦ, καὶ τὸ ἐναντίον; ὃ δὲ κανὼν οὐ θέλει συνοικεῖν τὸν μηδέποτε γεγονότα ἄπιστον, ἀλλ᾽ ὀρθοδοξοῦντα μετ᾽ ἀπίστου· πολλῷ δὲ πλέον μετὰ κλήρωσιν, καὶ διὰ τοῦτο οὐ παραχωρεῖ αὐτὸν κληρωθῆναι. Καὶ ἕτεροι δὲ κανόνες οὐ παραχωροῦσι τῷ πιστῷ συναφθῆναι μετὰ ἀπίστου. Διαφορὰ γοῦν ἐστιν ἀπίστου εἰς τὴν πίστιν ἐπιστρέψαντος, καὶ τοῦ ἐκ γενετῆς ὄντος πιστοῦ· ὁ μὲν γὰρ συγγνώμης ἀξιοῦται μὴ ἐκβάλλων τοὺς προσγενεῖς αὐτῷ ἀπίστους, μεταστρέψαι κἀκείνους ἐλπιζόμενος εἰς τὴν ὀρθόδοξον πίστιν· ὁ δὲ τιμωρεῖται ὡς μετ᾽ ἀπίστων συγκοινωνῶν, καὶ οὐ παραχωρεῖται κληροῦσθαι. Ἀνάγνωθι καὶ τὸν οβ΄. κανόνα τῆς ἐν τῷ Τρούλλῳ συνόδου οὕτω διαιροῦντα τοὺς πιστοὺς, καὶ πρὸς τῷ τέλει ταῦτα διεξιόντα· ἡγίασται γὰρ ὁ ἄπιστος, ἀνὴρ ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ ἄπιστος γυνὴ ἐν τῷ ἀνδρί. Ἀνάγνωθι καὶ ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς τοῦ ἁγίου ἀποστόλου Παύλου τὸ περὶ τούτου πρόσφορον χωρίον λέγον· Ἀδελφοὶ εἴ τις ἀδελφὴν γυναῖκα ἔχῃ ἄπιστον, καὶ τὰ ἑξῆς, καὶ εἰπὲ ἀπὸ πάντων καλῶς ἱερωσύνης ἀξιοῦσθαι τὸν βαπτισθέντα καὶ ἁγιάζοντα ἄλλους, καὶ πρὸ τοῦ βαπτίσαι τοὺς σὺν αὐτῷ οἰκοῦντας.

ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄.
Σχόλιον.

Ἡ β΄. διάταξις τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστιν, ὡς ἀνωτέρω εἴρηται, νεαρὰ Ἰουστινιάνειος ρκγ΄. τοῦτο δὲ αὐτῆς τὸ κεφάλαιον οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Καὶ ἡ ά. διάταξις τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ϛ΄. καὶ οὐδὲ αὐτὴ, περὶ τῶν ἀπὸ λαϊκῶν γινομένων ἐπισκόπων διαλαμβάνουσα, κατεστρώθη εἰς τὰ βασιλικά. Περὶ τῶν ἀπὸ λαϊκῶν γινομένων ἐπισκόπων πολλὰ ἐν διαφόροις Ἰουστινιανείοις νεαραῖς ἐγράφησαν· ἠπράκτησαν δὲ πάντα ὡς μὴ συντεθέντα εἰς τὰ βασιλικά. Πρόσχες τοίνυν χάριν τούτου μόνον τῷ ιζ΄. κανόνι τῆς ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων συγκροτηθείσης ά. καὶ β΄. συνόδου· ἐκεῖσε δὲ πάντως εἰρήσεται ὅπως τὰ τοῦ κανόνος ἐκλαμβάνονται, καὶ ἀπὸ τῶν νεαρῶν τοῦ Ἰουστινιανοῦ τοῦ βασιλέως τί κρατεῖ.

ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.
Σχόλιον.

Ἡ ά. καὶ β΄ διάτ. τοῦ μβ΄. τίτ. τοῦ δ΄. βιβλ. τοῦ κώδικος ἐτέθησαν ἐν βιβλίῳ τῶν βασιλικῶν ιθ΄. τίτ. ά. κεφ. πζ΄. ὃ καὶ ἔχει οὕτως. Ἡ διάταξις κελεύει ὥστε μηδένα Ῥωμαῖον εὐνουχίζεσθαι, μηδὲ ἔξω τοῦ Ῥωμαϊκοῦ ἐδάφους, μηδὲ ἀγοράζειν μηδένα τὸν εὐνουχισθέντα Ῥωμαῖον, ἀλλὰ καὶ τὸν εὐνουχίσαντα, καὶ αὐτὸν τὸν ἀγοράσαντα καὶ τὸν συμβολαιογράφον τὸν συγγράψαντα αὐτοῦ τὸ συμβόλαιον; καὶ τὸν τελώνην τὸν κομισάμενον τέλος τι ὑπὲρ τούτου τιμωρεῖσθαι· τὰ δὲ βάρβαρα· ἀνδράποδα· τὰ εὐνουχιζόμενα ἔξωθεν τοῦ Ῥωμαϊκοῦ ἐδάφους, ἐξέστω πᾶσι τοῖς ἐμπόροις καὶ ἀγοράζειν καὶ πιπράσκειν. Τοῦ δὲ μή. βιβ. τοῦ κώδικος ὁ ή. τίτ. κεῖται ἐν βιβ. ξ΄. τῶν βασιλικῶν τίτ. λθ΄. τὰ δὲ κεφάλαια ταῦτα παρελείφθησαν, καὶ οὐκ ἐτέθησαν. Ἡ δὲ ρμβ΄. νεαρὰ τοῦ Ἰουστινιανοῦ ἐτέθη εἰς βιβλίον τῶν βασιλικῶν ξ΄. τίτ. νά. κεφ. δ΄. ὃ καὶ ἔχει οὕτω· Θεσπίζομεν ἐν οἵῳ δήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας εὐνουχίζειν τολμῶντας ἢ τολμήσοντας οἱονδήποτε πρόσωπον, εἰ μὲν ἄνδρες εἶεν οἱ τοῦτο τολμήσαντες, ἢ καὶ τολμῶντες, ταὐτὸ τοῦτο παθεῖν ὃ πεποιήκασι, καὶ εἰ περισωθεῖεν, τὰ πράγματα αὐτῶν τῷ δημοσίῳ προσκυροῦσθαι, διὰ τοῦ κατὰ καιρὸν τὴν τῆς σῆς ἐνδοξότητος ἀνύοντος ἀρχὴν, κἀκείνους ἐν Γύψῳ πέμπεσθαι, ὀφείλοντας τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον ἐκεῖ εἶναι· εἰ δὲ γυναῖκες εἶεν αἱ τοῦτο ποιοῦσαι, καὶ ταύτας τιμωρεῖσθαι, καὶ τὰ πράγματα αὐτῶν διὰ τοῦ κατὰ καιρὸν τὴν αὐτὴν ἀνύοντος ἀρχὴν τῷ δημοσίῳ προσκυροῦσθαι, καὶ εἰς ἐξορίαν πέμπεσθαι, ἵνα ἐξ ἧς ἐνόμισαν ἢ ἐννόησαν ἀσεβείας κέρδος αὐταῖς περιποιεῖν, ἐξ αὐτῆς τιμωρίαν καὶ ἔκπτωσιν τῶν ἰδίων πραγμάτων ὑποστῶσι. Τοὺς μέν τοι ἐπιτάξαντας, καὶ ἐπὶ τούτῳ πρόσωπα παραδεδωκότας, ἢ καὶ οἴκους, ἢ τόπον τινὰ ἐπὶ τούτῳ παρασχομένους εἴτε παρέχοντας, εἴτε ἄνδρες εἶεν, εἴτε γυναῖκες, τὰς αὐτὰς κελεύομεν ὑποστῆναι τιμωρίας, ὡς συνίστορας γενομένους τῆς ἀδίκου ταύτης πράξεως. Αὐτοὺς δὲ τοὺς εὐνουχισθέντας ἐχρῆν μὲν ἀπὸ παλαιοτέρων χρόνων ἐλευθέρους εἶναι, πλὴν κελεύομεν τοὺς ἀπὸ τῆς ί. ἐπινεμήσεως τοῦ νῦν ἐπελθόντος κύκλου εὐνουχισθέντας παρ᾽ οὑτινοσοῦν ἐν τόποις τῆς ἡμετέρας πολιτείας ἐλευθέρους εἶναι, καὶ κατὰ μηδένα τρόπον ἢ οἱονδήποτε εἶδος συναλλάγματος εἰς δουλείαν καθέλκεσθαι, μηδὲ συμβόλαιον ἐπ᾽ αὐτοῖς ἀγοραῖον, ἢ ἰδιόχειρον, καθ᾽ οἱονδήποτε τρόπον ἢ κατὰ περίνοιαν γινόμενον, ἢ γενησόμενον κρατεῖν, ἀλλὰ μηδὲ τὰς λεγομένας ἀνακρίσεις ἐπὶ τοῖς τοιούτοις γίνεσθαι προσώποις ἢ γινομένας κρατεῖν· ἀλλὰ καὶ πάντας τοὺς τοιούτοις συναλλάγμασι τὸ λοιπὸν ὑπουργοῦντας, τὰς ἀνωτέρω εἰρημένας κελεύομεν ὑποστῆναι ποινάς. Εἰ μέν τοι διὰ πάθος συμβῇ δοῦλον εὐνουχισθῆναι, κἀκεῖνον κελεύομεν τῆς ἐλευθερίας τυγχάνειν. Οἱ γὰρ ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι πάθει ὡς εἰκὸς τοιούτῳ περιπίπτοντες ἑαυτῶν ἔχουσιν ἐξουσίαν, ἣν ἂν θέλωσι θεραπείαν ἑαυτοῖς προσάγειν. Τοὺς εὐνουχισθέντας τοίνυν ἀπὸ τοῦ μνημονευθέντος χρόνου ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ παρ᾽ οἱῳδήποτε προσώπῳ ὄντας κελεύομεν ἀναζητηθῆναι, καὶ ἐλευθέρους εἶναι, καὶ μηδέποτε εἰς δουλείαν τούτους καθέλκεσθαι. Εἰ μέν τοι θαῤῥήσουσί τινες ἐξ αὐτῶν τῶν εὐνουχισθέντων τινὰς μετὰ τὸν παρόντα ἡμῶν ἐπισχεῖν νόμον, δίδομεν ἄδειαν καὶ τοῖς εὐνουχισθεῖσιν αὐτοῖς, ὡς ἅπαξ ἐλευθερίας ἐκ τοῦ παρόντος ἡμῶν τυχοῦσι νόμου, ἐνταῦθα μὲν τῇ τε βασιλείᾳ προσιέναι, τῷ τε κατὰ καιρὸν ἁγιωτάτῳ πατριάρχῃ, καὶ τοῖς ἐνδοξοτάτοις ἡμῶν ἄρχουσι προσαγγέλλειν, ἐν δὲ ταῖς ἐπαρχίαις τοῖς κατὰ τόπον ὁσιωτάτοις ἐπισκόποις καὶ τοῖς τούτων ἄρχουσιν, ἐφ ᾧ προνοίᾳ πάντων τῶν ἡμετέρων ἀρχόντων καὶ κινδύνῳ τῶν πειθομένων αὐτοῖς τάξεων, εἴτε ἐν Κωνσταντινουπόλει, εἴτε ἐν ἑτέρῳ οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας, τούτους ἐκδικεῖσθαι, καὶ φυλάττεσθαι τὴν ἐκ τοῦ παρόντος ἡμῶν νόμου διδομένην αὐτοῖς ἐλευθερίαν· παριδεῖν γὰρ φόνους τοσούτους γινομένους κατὰ πρόφασιν τῶν τοιαῦτα τολμώντων ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ οὐδαμῶς ἀνεχόμεθα. Εἰ γὰρ βάρβαροι ἀκούσαντες τῶν ἡμετέρων περὶ τούτου παραγγελμάτων ταῦτα ἐφύλαξαν, πῶς ἂν ἡμεῖς συγχωρήσωμεν μετὰ τοσαύτας τῶν πρὸ ἡμῶν βεβασιλευκότων νομοθεσίας τοιοῦτό τι ἁμαρτάνεσθαι, ἢ καὶ ἀνεκδίκητον ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ καταλιμπανέσθαι;

ΚΕΦΑΛΑΙΟΝ Κ΄.
Σχόλιον.

Ἡ κή. νεαρὰ κεῖται εἰς βιβλίον τῶν βασιλικῶν ϛ΄. τίτ. ιβ΄. κεφ. ά. ἥτις ἐνταῦθα οὐκ ἐτέθη παρ᾽ ἡμῶν διὰ τὸ μεγάλως ἀλλοιωθῆναι τὴν τῶν ἐν ταύτῃ δηλουμένων χωρῶν κατάστασιν ὑπὸ τῶν ἀθέων βαρβάρων, καὶ διὰ τοῦτο ἀπρακτῆσαι τὰ τῆς νεαρᾶς. Καὶ ἡ κθ΄. νεαρὰ ἐγράφη εἰς βιβλίον τῶν βασιλικῶν ϛ΄. τίτ. ιγ΄. κεφ. ά. ἐνταῦθα δὲ οὐκ ἐτέθη διὰ τὴν αὐτὴν αἰτίαν. Ἡ μέν τοι λέ. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβ. τοῦ κώδικός ἐστι κεφάλαιον γ΄. τοῦ αὐτοῦ τίτ. τοῦ γ΄. βιβ. τῶν βασιλικῶν οὕτω λέγον. Τὸν ἀφαιρούμενον πόλεως οἱασδήποτέ τινος πάλαι οὔσης, ἢ νῦν πολισθείσης, τὸ τῆς ἰδικῆς ἐπισκοπῆς δίκαιον ἢ ἕτερον προνόμιον, κἂν ἀπὸ βασιλικῆς ἐπιτροπῆς, ἀτιμοῖ καὶ δημεύει ἡ διάταξις, ἀκυροῦσα καὶ τὴν ἐγχείρησιν· ὑπεξαιρεῖ δὲ τὰς ἐν Σκυθίᾳ ἐπαρχίας, καὶ Λεοντόπολιν τῆς Ἰσαυρίας. Ἡ δὲ λθ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Σημείωσαι. Τῷ ἐνταῦθα καταστρωθέντι νόμῳ, ἤγουν τῷ γ΄. κεφ. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου μὴ προσχῇς· ἀνῃρέθη γὰρ ὑπὸ τοῦ ιζ΄. κανόνος τῆς ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ λή. κανόνος τῆς ἐν Τρούλλῳ· καὶ ἀνάγνωθι τὸν τοιοῦτον λή. κανόνα καὶ τὴν ἑρμηνείαν αὐτοῦ· κατεστρώθησαν γὰρ ἐν αὐτῇ σημειώματα βασιλικῷ ῥήματι διαλαμβάνοντα πῶς τοῖς βασιλεῦσιν ἐφεῖται ἐκκλησιαστικὰ μετασκευάζειν δίκαια καὶ προνόμια. Σημείωσαι. Ἡ λθ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος ἡ διοριζομένη μὴ γίνεσθαι τινα ἡγούμενον δύο μοναστηρίων μὴ ὀφείλουσα ἐνεργεῖν, διὰ τὸ μὴ τεθῆναι εἰς τὰ βασιλικὰ, ἐνεργεῖ ἀκολούθως τῷ ιέ. κανόνι τῆς ζ΄. συνόδου, τῷ διοριζομένῳ μὴ γίνεσθαί τινα κληρικὸν εἰς δύο ἐκκλησίας μιᾶς πόλεως· εἰ γὰρ οὐκ ἐφεῖται κληροῦσθαί τινα εἰς δύο ἐκκλησίας, πολλῷ πλέον οὐδὲ ἡγούμενος δύο μοναστηρίων προστήσεται, ὥσπερ οὐδὲ κεφαλὴ μία δύο σωμάτων. Τὸ δὲ προίστασθαι τὸν Παντοκρατορηνὸν ἡγούμενον πολλῶν μοναστηρίων οὐκ ἐναντιοῦται τῷ κανόνι· τὰ γὰρ πολλὰ μοναστήρια ὡς ἓν λογίζονται, διὰ τὸ κατ᾽ ἐπίδοσιν περιελθεῖν εἰς τὸν Παντοκράτορα.

ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄.
Σχόλιον.

Ἀνάγνωθι τὸ ά. κεφ. τοῦ ή. τίτλου τοῦ παρόντος συντάγματος καὶ τὰ ἐν αὐτῷ παραγεγραμμένα.

ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄.
Σχόλιον.

Ἡ ά. β΄. καὶ ιζ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐτέθησαν εἰς νεαρὰς Ἰουστινιανείους ϛ΄. ρκγ΄. ρλζ΄. πλὴν τὰ τῆς ϛ΄. νεαρᾶς οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά· τὰ δὲ τῆς ρκγ΄. νεαρᾶς ἐτέθησαν ἐν βιβλίῳ τῶν βασιλικῶν γ΄. τίτ. ά. κεφ. κζ΄. οὕτω λέγοντι· Κληρικοὺς δὲ οὐκ ἄλλως χειροτονεῖσθαι συγχωροῦμεν εἰ μὴ γράμματα ἴσασι, καὶ ὀρθὴν πίστιν καὶ βίον σεμνὸν ἔχουσι, καὶ οὐδὲ παλλακὴν, οὐ φυσικὸν ἔσχον ἢ ἔχουσι παῖδα, ἀλλὰ ἢ σωφρόνως βιοῦντας, ἢ γαμετὴν νόμιμον, καὶ αὐτὴν μίαν καὶ πρώτην ἐσχηκότας, ἢ ἔχοντας, καὶ μηδὲ χήραν μηδὲ διαζευχθεῖσαν ἀνδρὸς, μηδὲ ἄλλως τοῖς νόμοις ἢ τοῖς θείοις κανόσιν ἀπηγορευμένην. Τὰ δὲ τῆς ρλζ΄. νεαρᾶς ἐτέθησαν ἐν κεφ. ζ΄. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. οὕτως ἔχοντι· Θεσπίζομεν ὁσάκις χρεία γένηται ἐπίσκοπον χειροτονηθῆναι, συνιέναι τοὺς κληρικοὺς καὶ τοὺς πρώτους τῆς πόλεως, ἧς μέλλει ἐπίσκοπον χειροτονεῖσθαι, καὶ προκειμένων τῶν ἁγίων εὐαγγελίων ἐπὶ τρισὶ προσώποις ψήφισμα ποιεῖν, καὶ ἕκαστον αὐτῶν ὀμνῦναι κατὰ τῶν θείων λογίων, καὶ ἐγγράφειν ἐν αὐτοῖς ὅτι τε οὐ διὰ δόσιν, οὔτε διὰ ὑπόσχεσιν, οὔτε διὰ φιλίαν, ἢ χάριν, ἢ ἄλλην οἱανδήτινα προσπάθειαν, ἀλλ᾽ εἰδότες αὐτοὺς τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως, καὶ σεμνοῦ βίου, καὶ ὑπὲρ τὸ λ΄. ἔτος εἶναι, τούτους ἐπελέξαντο, καὶ ὅτι οὐδὲ γαμετὴν ἔχειν, ἢ παλλακὴν, ἢ παῖδας φυσικοὺς αὐτοὺς γιγνώσκουσιν ἐσχηκέναι ἢ ἔχειν, ἀλλ᾽ εἰ καὶ πρότερον τις ἐξ αὐτῶν γαμετὴν εἶχε, καὶ αὐτὴν μίαν καὶ οὐδὲ χήραν, οὐδὲ ἀνδρὸς ἀποζευχθεῖσαν, οὐδὲ τοῖς νόμοις, οὐδὲ τοῖς ἱεροῖς κανόσιν ἀπηγορευμένην. Ἀλλ᾽ οὐδὲ πολιτευόμενον ἢ ταξεώτην τινὰ τῶν ψηφιζομένων εἶναι γινώσκουσι· πλὴν εἰ μὴ ἐν μοναστηρίῳ οὐχ ἧττον δεκαπέντε ἐτῶν, μοναχικὸν ὁ πολιτευόμενος ἢ ὁ ταξεώτης βίον ἀδιαβλήτως ἐξετέλεσε, δηλ. τῆς ἔμπροσθεν ἡμῖν εἰρημένης παρατηρήσεως, καὶ ἐπὶ τούτων τῶν προσώπων ἐν τοῖς γινομένοις περὶ αὐτῶν ψηφίσμασι φυλαττομένης, ἵνα ἐκ τῶν οὕτω ψηφιζομένων τριῶν προσώπων ὁ βελτίων χειροτονηθῇ τῇ ἐπιλογῇ καὶ τῷ κρίματι τοῦ χειροτονοῦντος. Σημείωσαι, εἰ καὶ ἀπὸ τῆς παρούσης ρλζ΄. Ἰουστινιανείου νεαρᾶς, ἤτοι τοῦ ζ΄. κεφ. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν κωλύεται τὸ ψηφίζεσθαί τινα εἰς ἐπισκοπὴν ἔχοντα γαμετὴν νόμιμον, ἀλλὰ σὺ μὴ προσχῇς ταύτῃ, πρόσχες δὲ μᾶλλον τῷ μή. κανόνι τῆς ἐν τῷ Τρούλλῳ συνόδου, ὃν καὶ ἀνάγνωθι καὶ λέγε, καὶ ἀπὸ τούτου προτιμᾶσθαι τῶν νόμων τοὺς κανόνας. Ἀνάγνωθι δὲ καὶ τὰ γραφέντα παρ᾽ ἡμῶν εἰς τὸν διαληφθέντα κανόνα. Σημείωσαι. Ἐρωτήσει δέ τις ὡς τῆς παρούσης Ἰουστινιανείου νεαρᾶς δεχθείσης εἰς τὰ βασιλικὰ τῆς διοριζομένης, μὴ ἄλλως χειροτονεῖσθαί τινα ἐπίσκοπον εἰμὴ ἐπὶ τρισὶ προσώποις ψήφισμα γένοιτο παρά τε τῶν κληρικῶν καὶ τῶν πρώτων τῆς πόλεως, καὶ ἕκαστος αὐτῶν ἐπομόσεται κατὰ τῶν θείων εὐαγγελίων περὶ αὐτοῦ ὅσα τῇ νεαρᾷ περιέχονται, πῶς οὐδέν τι ἐκ τούτων σήμερον ἐνεργεῖ; Λύσις. Ἀπὸ τοῦ δ΄. κανόνος τῆς ἐν Νικαίᾳ συνόδου, τοῦ ιθ΄. τῆς ἐν Ἀντιοχείᾳ, καὶ τοῦ ιβ΄. τῆς ἐν Λαοδικείᾳ, διοριζομένων τὰς ψήφους τῶν ἀρχιερέων, καὶ τὰς χειροτονίας παρὰ ἐπισκόπων ἐπὶ τῷ κρίματι τούτων γίνεσθαι, ἠπράκτησε τὸ, προκειμένων τῶν ἁγίων εὐαγγελίων γίνεσθαι τὰς ψήφους τῶν ἐπισκόπων παρὰ τῶν κληρικῶν καὶ τῶν πολιτῶν. Διὰ γὰρ τοῦτο ὡς ἔοικεν οὐκ ἐνεργεῖ καὶ ὁ ἐν τῷ ζ΄. βιβ. κείμενος νόμος, καὶ διοριζόμενος δικάζειν τοὺς δικαστὰς προκειμένων τῶν ἁγίων εὐαγγελίων. Τὸ δὲ ἐπὶ τρισὶ προσώποις γίνεσθαι τὰς ψήφους παρὰ τῶν ἐπισκόπων τὴν σήμερον, ὡς νομίζω, ἀπὸ τῆς παρούσης νεαρᾶς ἠναγκασμένον ἐστίν.

ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄.
Σχόλιον.

Ἡ λ΄. καὶ μά. διάτ. τοῦ γ΄. τίτλ. τοῦ ά. βιβ. τοῦ κώδικος οὐκ ἐτέθησαν εἰς τὰ βασιλικὰ, καὶ διὰ τοῦτο ἠπράκτησαν. Ἡ μέν τοι ά. β΄. καὶ ιά. διάταξις τοῦ ά. τίτ. τῶν νεαρῶν εἰσι νεαραὶ Ἰουστινιάνειοι στ΄. ρκγ΄. καὶ νϛ΄. Καὶ τῆς μὲν ϛ΄. τὸ παρὸν κεφάλαιον οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, ὡσαύτως οὐδὲ ἡ νϛ΄. νεαρὰ διδάσκουσα περὶ τῶν ἐν τῷ Βυζαντίῳ διδομένων ἐμφανιστικῶν παρὰ τῶν ἐν τούτῳ γινομένων κληρικῶν. Ἡ δὲ ρκγ΄. νεαρὰ ἐτέθη, ὡς πολλάκις εἴρηται, ἐν βιβ. γ΄. τῶν βασιλ. τίτ. ά. κεφ. θ΄. καὶ ἐφεξῆς, ὅπερ θ΄. κεφάλαιον κατεστρώθη ἔξωθεν τοῦ έ. κεφαλαίου τοῦ παρόντος τίτλου, ὃ καὶ ἀνάγνωθι διδάσκον περὶ τῶν ἐπὶ χρήμασι χειροτονουμένων. Περὶ δὲ τῶν διδομένων διαρίων ζήτει τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου κεφ. λέ. καὶ λϛ΄. οὕτως ἔχοντα· Ἀλλ᾽ οὐδὲ κληρικὸν οἱουδήποτε βαθμοῦ διδόναι τι ἐκείνῳ ὑφ᾽ οὗ χειροτονεῖται ἢ ἄλλῳ οἱῳδήτινι προσώπῳ οὐ συγχωροῦμεν, μόνας δὲ παρέχειν αὐτὸν τὰς συνηθείας τοῖς τῷ χειροτονοῦντι ὑπηρετουμένοις, καὶ ἐξ ἔθους κομιζομένοις ἑνὸς ἐνιαυτοῦ διάρια μὴ ὑπερβαινούσας. Ἐν δὲ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἐν ᾗ κατατάττεται τὴν θείαν πληροῦν λειτουργίαν, καὶ μηδὲν παντελῶς τοῖς ἰδίοις συγκληρικοῖς διδόναι ἕνεκα τῆς ἰδίας ἐμφανείας, μηδὲ διὰ ταύτην τὴν αἰτίαν τῶν ἰδίων παραμυθιῶν ἢ τῶν ἄλλων μεριτικῶν αὐτὸν ἀποστερεῖσθαι, ἀλλὰ μηδὲ ξενοδόχον ἢ πτωχοτρόφον, ἢ νοσοκόμον, ἢ ἄλλου εὐαγοῦς οἱουδήποτε οἴκου διοικητὴν, ἢ οἱονδήποτε ἐκκλησιαστικὸν φρόντισμα χειρίζοντα διδόναι τι ἐκείνῳ ὑφ᾽ οὗ προβάλλεται, ἢ ἄλλῳ οἱῳδήποτε προσώπῳ ὑπὲρ τῆς ἐμπιστευθείσης αὐτῷ διοικήσεως. Ὁ δὲ παρὰ ταῦτα ἅπερ διετυπώσαμεν ἢ διδοὺς, ἢ λαμβάνων, ἢ μεσίτης γενόμενος, τῆς ἱερωσύνης ἤτοι τοῦ κλήρου, ἢ τῆς ἐμπιστευθείσης αὐτῷ οἱαςδήποτε διοικήσεως γυμνωθήσεται, τῶν διδομένων ἐκδικουμένων τῷ εὐαγεῖ τόπῳ, οὕτινος τὸ τοιοῦτον πρόσωπον τὴν χειροτονίαν, ἢ φρόντισμα, ἢ διοίκησιν ἔλαβεν. Εἰ δὲ κοσμικὸς εἴη ὁ λαμβάνων, ἢ μεσίτης γινόμενος, τὸ δοθὲν διπλοῦν ἀπαιτηθήσεται, καὶ τῷ εὐαγεῖ τόπῳ, ἐν ᾧ τὸ τοιοῦτον πρόσωπον τὴν διοίκησιν ἢ τὴν χειροτονίαν ἢ τὴν φροντίδα ἔλαβε, παρεχέσθω. Εἰ δέ τις κληρικὸς οἱουδήποτε βαθμοῦ, ἢ διοικητὴς οἱουδήποτε εὐαγοῦς οἴκου, ἢ πρὸ τῆς χειροτονίας, ἢ τῆς ἐμπιστευθείσης αὐτῷ οἱασδήποτε διοικήσεως, ἢ φροντίδος, μετὰ ταῦτα βουληθῇ τε τῶν ἰδίων πραγμάτων προσαγαγεῖν τῇ ἐκκλησίᾳ, ἐν ᾗ χειροτονεῖται, ἢ τῷ τόπῳ, οὕτινος τὴν διοίκησιν ἢ τὴν φροντίδα ἀναδέχεται, οὐ μόνον οὐ κωλύομεν τοῦτο γίνεσθαι, ἀλλὰ καὶ μᾶλλον προτρέπομεν αὐτοὺς τὰ τοιαῦτα ὑπὲρ σωτηρίας τῆς ἰδίας ψυχῆς ποιεῖν. Ἡμεῖς γὰρ ἐκεῖνα μόνα δίδοσθαι κωλύομεν, ἅτινα ἰδικοῖς τισι προσώποις παρέχονται, οὐ μὴν ταῖς ἁγιωτάταις ἐκκλησίαις καὶ τοῖς ἄλλοις εὐαγέσιν οἴκοις προσφερόμενα. Ἀνάγνωθι καὶ τὸ τέλος τοῦ θ΄. κεφ. τοῦ ά. τίτ. τοῦ γ΄. βιβ. εἰς κεφ. έ. τοῦ παρόντος τίτλου, διὰ τὸ ἐκεῖ καταστρωθῆναι τὸν παρόντα νόμον.

Σημείωσαι. Ἡ μὲν παροῦσα νεαρὰ καθαιρέσει καθυποβάλλει τοὺς κανονικοὺς χειροτονουμένους, ἢ ἕτερόν τι φρόντισμα ἐκκλησιαστικὸν ἐπὶ χρήμασι λαμβάνοντας, καὶ τοὺς μεσάσαντας ἐπὶ τούτοις λαϊκοὺς τῇ εἰς τὸ διπλάσιον ἀπαιτήσει τοῦ δοθέντος αὐτοῖς ἐνοχοποιεῖ. Ὁ δὲ β΄. κανὼν τῆς ἐν Χαλκηδόνι συνόδου ἀναθέματι καθυποβάλλει τοὺς τὰ τοιαῦτα μεσάζοντας λαϊκούς. Τὸ μέν τοι τιμωρεῖσθαι τοὺς λαϊκοὺς ἐπὶ χρήμασιν ἀναδεχομένους διοικήσεις εὐαγῶν οἴκων, ἀπὸ τῆς παρούσης νεαρᾶς ἀναφαίνεται. Ποῖος οὖν ἔστιν ὁ ἀναδεχόμενος λαϊκὸς διοίκησιν εὐαγοῦς οἴκου, ἢ δουλείαν ἐκκλησιαστικὴν, ἢ κληρικὸς γινόμενος, ἢ ἐν κελλιωτικῇ μονῇ καταταττόμενος ἀδοτὶ, ἀγνοῶ· καὶ διὰ τοῦτο γονυπετῶ πρὸς θεὸν πάντας ἡμᾶς ἐκ τῆς τοιαύτης ῥυσθῆναι ἀπειλῆς, ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, κύριε, τίς ὑποστήσεται.

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄.
Σχόλιον.

Ἡ θ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος γ΄. καὶ ἐτέθη εἰς βιβλίον τῶν βασιλικῶν γ΄. τίτ. β΄. κεφ. ά., ἥτις μετὰ τὸ ἀπαριθμῆσαι τοὺς ὀφείλοντας εἶναι κληρικοὺς εἴς τε τὴν μεγάλην ἐκκλησίαν, καὶ εἰς ἑτέρους θείους ναοὺς, καὶ κωλῦσαι τὴν ἐξ ἑτέρας ἐκκλησίας εἰς ἑτέραν μετάβασιν τῶν κληρικῶν, φησὶ καὶ ταῦτα ῥητῶς· Εἰ γὰρ ἐπὶ τῶν εὐαγῶν μοναστηρίων κωλύομεν ἐξ ἑτέρου μοναστηρίου πρὸς ἕτερον μεταβαίνειν, πολλῷ μᾶλλον οὐδὲ τοῖς εὐλαβεστάτοις κληρικοῖς τοῦτο ἐφήσομεν, κέρδους τε καὶ ἐμπορίας ἀπόδειξιν ἔχειν τὴν τοιαύτην ἐπιθυμίαν ἡγούμενοι. Εἰ δὲ καί ποτε τοιαύτην τινὰ μετάστασιν ἡ σὴ μακαριότης, ἢ ἡ κατὰ καιρὸν βασιλεία γενέσθαι συνίδοι, μὴ ἄλλως τοῦτο πράττεσθαι, πρὶν ἂν εἰς τὸν εἰρημένον ἡμῖν ἀριθμὸν περισταίη, ὥστε τὴν μετάστασιν εἰς τὴν τοῦ λείποντος τάξιν γίνεσθαι, ἀλλ᾽ οὐχ ὑπὲρ τὸν ἀριθμόν τινα παντελῶς ἐμβαίνοντα, τοῦτο γὰρ ἐξ οὐδεμιᾶς μηχανῆς οὐδὲ ἔκ τινος τρόπου γίνεσθαι συγχωροῦμεν. Ἡ δὲ ί. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ιϛ΄. καὶ ἐτέθη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. γ΄. κεφ. ά. ὃ καὶ ἀνάγνωθι διδάσκον τὰ αὐτὰ σχεδὸν, καὶ τὸ τοὺς λείποντας κληρικοὺς ἀπὸ τῶν περισσῶν δουλευτῶν γίνεσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΚΗ΄.
Σχόλιον.

Ἡ θ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ϛ΄. οὖσα νεαρὰ Ἰουστινιάνειος, ὡς διείληπται. Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κεῖται δὲ ἐν βιβ. τῶν βασιλ. γ΄. τίτ. ά. κεφ. κθ΄. ἔχοντι οὕτω· Διακόνισσαν δὲ ἐν ἁγίᾳ ἐκκλησίᾳ μὴ χειροτονεῖσθαι, ἥτις ἐλάττων ἐστὶν ἐνιαυτῶν μ΄., ἢ εἰς δεύτερον ἦλθε γάμον. Ὡσαύτως φησὶ τοῦ αὐτοῦ τίτ. κεφ. κή. μέρος ὃν τῆς αὐτῆς νεαρᾶς ταῦτα· Πρεσβύτερον δὲ ἐλάττονα τῶν λ΄. ἐνιαυτῶν γενέσθαι οὐκ ἐπιτρέπομεν· ἀλλ᾽ οὐδὲ διάκονον ἢ ὑποδιάκονον ἥττονα τῶν κέ. ἐνιαυτῶν, οὔτε ἀναγνώστην ἐλάττονα τῶν ιή. ἐνιαυτῶν. Πλὴν γίνωσκε ὅτι ἡ μὲν νεαρὰ τοῦ Ἰουστινιανοῦ εἰς πλάτος εὑρισκομένη λέγει γίνεσθαι ἀναγνώστην τὸν ὄντα χρόνων ή. καὶ ἐπίσκοπον τὸν ὄντα χρόνων λε΄. καθὼς τοῦτό φησι καὶ τὸ παρὸν βιβλίον. Ἐν δὲ τῇ ἀνακαθάρσει ὁ μὲν χρόνος τοῦ ἐπισκόπου παρελείφθη τελείως, ὁ δὲ χρόνος τοῦ ἀναγνώστου ἐπλεόνασεν· ἀντὶ γὰρ ή. χρόνων, ιή. χρόνων εἶναί φησι τὸν ἀναγνώστην. Ὀφείλεις οὖν προσέχειν πλέον τοῖς γεγραμμένοις ἐν τοῖς βασιλικοῖς παρὰ τοῖς περιεχομένοις ἐν τοῖς βιβλίοις τοῖς ἐνεργοῦσι πρὸ τῆς ἀνακαθάρσεως, καὶ σχολάσασιν. Ἀλλὰ καὶ ἡ ιζ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλζ΄. ἥτις ἐτέθη ἐν βιβ. τῶν βασιλικῶν γ΄. τίτ. ά. κεφ. ή. ὅπερ κεφάλαιον κατεστρώθη ἐν τῷ κγ΄. κεφαλαίῳ τοῦ παρόντος τίτλου, ἔχον κατὰ τὰς ἀρχὰς οὕτω, Θεσπίζομεν ὁσάκις χρεία γένηται ἐπίσκοπον χειροτονηθῆναι. Λέγει δὲ τὸ τοιοῦτον κεφάλαιον καὶ περὶ τοῦ μέλλοντος χειροτονηθῆναι ἐπισκόπου ταῦτα ῥητῶς ἐν μέρει· Ἀλλ᾽ εἰδότες αὐτοὺς τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως, καὶ σεμνοῦ βίου, καὶ ὑπὲρ τὸ λ΄. ἔτος εἶναι, τούτους ἐπελέξαντο· ἀναιρεῖ γοῦν ἡ τοιαύτη νεαρὰ ὅσον εἰς τοὺς χρόνους τοῦ ἐπισκόπου τὴν ρκγ΄. νεαράν.

Ἕτερον σχόλιον.

Σημείωσαι, ὅτι ἀπὸ τοῦ παρόντος κή. κεφ. καὶ τῶν ἐν αὐτῷ γραφέντων, ἔμαθες τοὺς χρόνους τῶν ὀφειλόντων χειροτονεῖσθαι· ὅτι δὲ χάριν τῶν λαμβανόντων ὀφφίκια ἢ ἀξιώματα ἀτελῶν κατέστρωται εἰς τὸ δημοσιακὸν σέκρετον πρόσταγμα τοῦ ἀοιδίμου Βασιλέως κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ· γίνωσκε καὶ τοῦτο ἔχον οὕτω κατὰ ῥῆμα· Πολλοὶ προσαγγείλαντες ὠφέλειαν τοῦ δημοσίου τινὰ, ἢ αἰτούμενοι κατὰ φιλοτιμίαν λαβεῖν, ἢ ἀνταλλάξαι, ἢ πωλῆσαι ἀξίωμα οἱονδήποτε, ἢ ὀφφίκιον, μεταβιβάζουσι ταῦτα εἰς παῖδας μικρούς. Ἵνα οὖν μὴ τοῦτο γίνηται, μηδὲ δοκῶσι φενακίζειν ἢ ἀπατᾷν οἱ τοιοῦτοι, διορίζεται ἡ βασιλεία μου, ἵνα ὅστις λάβῃ ἀξίωμα ἢ ὀφφίκιον, εἴτε διὰ προσαγγελίαν, εἴτε δι᾽ εὔνοιάν τινα, εἴτε κατὰ ἐναλλαγὴν, εἴτε κατὰ δωρεὰν καὶ φιλοτιμίαν τῆς βασιλείας μου, ἢ ψυχικὸν αὐτῆς, μὴ δέχεσθαι πρόσωπον τιμώμενον ἔλαττον τῶν κ΄. χρόνων, ἀλλὰ πάντες οἱ διὰ τὰς αὐτὰς αἰτίας ἢ ἀξίωμα ἢ ὀφφίκιον λαμβάνοντες, ἔστωσαν μείζους τῶν κ΄. χρόνων. Ὅτε δὲ ἡ βασιλεία μου, οὐ διὰ τοιαύτην αἰτίαν, ἀλλ᾽ ἀμέσως τιμήσῃ τινὰ, ἢ δωρήσεται ὀφφίκιόν τινι, κἂν ἐλάττων ᾖ τῶν κ΄. χρόνων ὁ τιμώμενος, καταστρωννυέσθω οὕτως ἀναμφιβόλως. Καταστρωθήτω οὖν τὸ παρὸν πιττάκιον ἐν τοῖς τῶν ὑφ᾽ ἡμᾶς δεκρετὼν χαρτίοις, εἰς δήλωσιν τῆς προστάξεως καὶ οἰκονομίας τῆς βασιλείας μου, ὡς ἂν οὕτως ἐνεργεῖται ἀπὸ τοῦ νῦν καὶ ἐπὶ τὰ ἔμπροσθεν. Ὀφείλει δὲ προκεῖσθαι εἰς τὸ πιττάκιον τοῦ ἀμέσως τιμωμένου τὸ, καταστρωθήτω, μὴ κωλυόμενον ἀπὸ τῆς γεγονυίας προστάξεως παρὰ τῆς βασιλείας μου περὶ τῶν τιμωμένων ἐλαττόνων τῶν κ΄. ἐτῶν· καὶ ἔστω γνώρισμα τοῦτο τῶν ἀμέσως ὡς εἴρηται τιμωμένων, ὡς ἐν εἰδήσει τούτου γινομένης τῆς βασιλείας μου. Τῷ μηνὶ Ἰανουαρίῳ Ἰνδικτιῶνος ιέ. Διὰ τοῦ Βασιλέως.

Σημ. Τὰ μὲν ἄλλα τῶν καταστρωθέντων ἐνταῦθα νόμων χάριν τῶν ἐπισκόπων, τῶν ἱερέων, τῶν διακόνων, καὶ τῶν ὑποδιακόνων περὶ τῶν χρόνων τῆς ἡλικίας αὐτῶν, κρατοῦσι καὶ ἐνεργοῦσιν, ὅτι καὶ τοῖς κανόσι ταῦτα ἔδοξαν· τὸ δὲ περὶ τῆς ἡλικίας τοῦ χρόνου τῶν ἀναγνωστῶν ὅπως οὐκ ἐνεργεῖ ἀγνοῶ. Τοῦ γὰρ νόμου λέγοντος ιή. χρόνων ὀφείλειν εἶναι τὸν ἀναγνώστην, σήμερον σφραγίζονται ἀναγνῶσται κληρικοὶ ἑξαετεῖς, ἔστι δ᾽ ὅτε καὶ τριετεῖς. Ἀνάγνωθι οὖν τὸν ιδ΄ καὶ ιέ. κανόνα τῆς στ΄. συνόδου καθαιρέσει καθυποβάλλοντας τοὺς χειροτονοῦντας διακόνους καὶ ὑποδιακόνους πρὸ συμπληρώσεως τοῦ κέ. χρόνου αὐτῶν, ὡσαύτως καὶ τοὺς ἱερεῖς πρὸ τοῦ λ΄. χρόνου. Οἱ δὲ λέγοντες μὴ βλάπτεσθαι τοὺς σφραγιζομένους ἀναγνώστας πρὸ συμπληρώσεως τοῦ ιή. χρόνου τῆς ἡλικίας αὐτῶν, διὰ τὸ μὴ μεμνῆσθαι καὶ τούτων τοὺς κανόνας, κακῶς λέγουσιν· ἔνθα μὲν γὰρ οὐδέν τι οἱ κανόνες διορίζονται, ὀφείλομεν τοῖς νόμοις ἀκολουθεῖν, καὶ ἐκ τῶν ὁμοίων τέμνειν τὰ ὅμοια.

ΚΕΦΑΛΑΙΟΝ Λ΄.
Σχόλιον.

Ἡ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ϛ΄. τοῦτο δὲ τὸ κεφάλαιον αὐτῆς οὐκ ἐτέθη εἰς τὰ βασιλικά. τοῦ αὐτοῦ δὲ τίτ. ἡ θ΄. διάτ. ἐστὶ νεαρὰ Ἰουστινιάνειος γ΄. κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν γ΄. τίτ. β΄. κεφ. ά. θέματι προτελευταίῳ, οὕτως ἔχοντι· ὥστε θεσπίζομεν μὴ περαιτέρω μὲν ξ΄· πρεσβυτέρων κατὰ τὴν μεγάλην ἐκκλησίαν εἶναι, διακόνους δὲ ἄῤῥενας ρ΄. καὶ μ΄. θηλείας, καὶ ὑποδιακόνους ϟ΄, καὶ ἀναγνώστας δὲ ρί., καὶ ψάλτας κέ., ὡς εἶναι τὸν ἅπαντα ἀριθμὸν τῶν εὐλαβεστάτων κληρικῶν τῆς μεγάλης ἐκκλησίας ἐν υκέ. προσώποις, καὶ ρ΄. πρὸς τούτοις τῶν καλουμένων πυλωρῶν. Καὶ ἡ ί. διάταξις τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ιϛ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν, τίτ. γ΄. κεφ. ά. ὃ καὶ ἀνάγνωθι εἰ θέλεις· οὐ κατεστρώθη γὰρ ἐνταῦθα διὰ τὸ παντελῶς ἀχρηστῆσαι. Οὐ μόνα δὲ τὰ τοῦ τοιούτου νόμου ἠχρήστησαν, ἀλλὰ καὶ τὰ τῆς Ἡρακλείου νεαρᾶς τῆς μνημονευομένης ἐν τῷ παρόντι συντάγματι· καὶ γὰρ ἐδέξατο ἀπὸ συνηθείας ἀριθμὸν κληρικῶν ἡ ἐκκλησία ἕτερον, διὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν. Οὐδενὶ γὰρ ἠγνόηται ὡς εἰ μὴ τὸ ἔλεος τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως προέφθασεν εἰς τὴν μεγάλην ἐκκλησίαν, ὡς καὶ πανταχοῦ, ἀλλὰ μὴν καὶ ἡ ἐτήσιος χειραγωγία τοῦ τρισμακαρίστου ἁγίου βασιλέως καὶ πατρὸς αὐτοῦ, εἰς ὀλίγον πάντη ποσὸν ἂν περιέστη ὁ τῶν κληρικῶν ἀριθμὸς διὰ τὴν τῶν πραγμάτων στενοχωρίαν. Διὸ καὶ αὐτῶν μὲν ὑπερεύχεσθαι χρεών· ταῖς δὲ περὶ τοῦ ἀριθμοῦ τῶν κληρικῶν παλαιοτέραις νομοθεσίαις μὴ προσέχειν· ἀρκετὸν γὰρ εἰ τῇ μακρᾷ συνηθείᾳ ἑπόμεθα, καὶ κατὰ ταύτην ποιοῦμεν.

ΚΕΦΑΛΑΙΟΝ. ΛΑ΄.
Σχόλιον.

Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν γ΄. τίτ. ά. κεφ. μβ΄. τοιοῦτον μὲν οἷον ἐντός φησι τὸ λα΄. κεφ. μὴ περιέχοντι, διαλαμβάνοντι δὲ ταῦτα ῥητῶς· Τοὺς δὲ πρεσβυτέρους, καὶ διακόνους, καὶ ὑποδιακόνους, καὶ ἀναγνώστας, καὶ ψάλτας, οὓς πάντας κληρικοὺς καλοῦμεν, τὰ πράγματα ἀφ᾽ οἱουδήποτε τρόπου εἰς τὴν αὐτῶν δεσποτείαν περιελθόντα ὑπὸ τὴν ἰδίαν ἔχειν ἐξουσίαν προστάττομεν, καθ᾽ ὁμοιότητα τῶν στρατιωτικῶν πεκουλίων, ὥστε δύνασθαι αὐτοὺς καὶ δωρεῖσθαι κατὰ νόμους καὶ ἐπ᾽ αὐτοῖς διατίθεσθαι, εἰ καὶ ὑπὸ τὴν τῶν γονέων εἰσὶν ἐξουσίαν· οὕτω μέν τοι γε, ὥστε τοὺς τούτων παῖδας, ἢ τούτων μὴ ὑπόντων, τοὺς γονεῖς αὐτῶν τὸ νόμιμον μέρος κομίζεσθαι. Ἡ ϛ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβ. τοῦ κώδ. ἐτέθη ἐν βιβ. γ΄. τῶν βασιλικῶν τίτ. γ΄. κεφ. έ. πλὴν τὸ περὶ τῶν ἐξορκιστῶν παρελείφθη ἐν τῇ ἀνακαθάρσει· ἔχει γὰρ οὕτω τὸ κεφάλαιον· Πᾶς κληρικὸς ἄχρι καὶ τῶν ὀστιαρίων, προσωπικῶν ἐξκουσατευέσθω λειτουργιῶν· καὶ ταῦτα μὲν οὕτω. Σὺ δὲ γίνωσκε, ὅτι ἄλλους σήμερον ἐπιγινώσκει ἡ ἐκκλησία ὀστιαρίους καὶ πυλωρούς· δι᾽ ὃ οὐκ ὀφείλομεν προσέχειν τοῖς περὶ τούτων γεγραμμένοις, ἀλλὰ τῇ κρατούσῃ συνηθείᾳ. Κληρικοὶ δὲ ἐκεῖνοι καλοῦνται καὶ σήμερον, οὓς τὸ μβ΄. κεφ. τοῦ ά. τίτ. τοῦ γ΄. βιβ. ἀπηριθμήσατο ὅπερ καὶ κατεστρώθη ἐν μέρει ἄνωθεν.

Σημείωσαι. Ὁ μὲν συνθέμενος τὸ νομοκάνονον πατριάρχης μέλλων διδάξαι τίνες εἰσὶ κληρικοὶ, παρέπεμψεν αὐτίκα εἰς τὸν κδ΄. κανόνα τῆς ἐν Λαοδικείᾳ συνόδου συναριθμοῦντα τοῖς κληρικοῖς καὶ τοὺς μοναχούς· ἐγὼ δὲ οὐκ ἀφίσταμαι ὧν ἔγραψα εἰς τὸν ιδ΄. κανόνα τῆς ζ΄. συνόδου, καὶ ἀνάγνωσον ταῦτα. Προστίθημι δὲ τοῖς γραφεῖσι καὶ ταῦτα, ὅτι εἰ δοθῇ ἀπὸ μόνης τῆς ἀποκάρσεως ἀναγνώστας εἶναι τοὺς μοναχοὺς, ἀδιαστίκτως τὰ τῶν ἀναγνωστῶν ἐνεργήσουσι πάντες μοναχοὶ ἀποκεκαρμένοι, κἂν παρὰ μοναχῶν ἱερέων ἀπεκάρησαν, μήτε ἡγουμένων ὄντων, μήτε ἀπὸ ἐπισκόπου λαβόντων τὸ ἐνδόσιμον, ὅπερ ἄτοπον. Καὶ γυναιξὶ δὲ μοναχαῖς τοῦτο τὸ δίκαιον ἐπιφιλοτιμηθήσεται διὰ τὴν ἀπόκαρσιν, ὅπερ ἐστὶν ἐπὶ πλέον ἀτοπώτατον. Μὴ γοῦν προσχῇς τῇ κακῇ συνηθείᾳ, ζήτει δὲ τὴν διόρθωσιν.

Σημείωσαι, ἀπὸ τοῦ παρόντος νόμου καὶ μόνου ἀναφαίνεσθαι τὸ μὴ ἀπολύεσθαι ἐκ τῆς ὑπεξουσιότητος διὰ τὸ κληρωθῆναι· τὸ δὲ ἔχειν τὸν ὑπεξούσιον κληρικὸν τὰ ἀφ᾽ οἱουδήποτε τρόπου ἐπικτηθέντα αὐτῷ πράγματα κατὰ δεσποτείαν καὶ χρῆσιν καθ᾽ ὁμοιότητα τῶν στρατιωτικῶν πεκουλίων, μὴ ἐκλάβῃς καὶ εἰς τὰ ἀπὸ ληγάτων, ἢ κληρονομιῶν, ἢ δωρεῶν περιελθόντα αὐτοῖς τὰ καὶ λεγόμενα πεκούλια ἀπροσπόριστα, ἀλλ᾽ εἰς μόνα τὰ προφάσει τοῦ κλήρου ἐπικτηθέντα αὐτοῖς. Οὕτω γὰρ ἐκληπτέον τὸ ἀφ᾽ οἱουδήποτε τρόπου, ὅτι οὐδὲ ἀνετράπησαν ὑπὸ τοῦ παρόντος νόμου οἱ περὶ τῶν πεκουλίων νόμοι. Ζήτει δὲ καὶ τὸν λβ΄. κανόνα τῆς ἐν Καρθαγένῃ συνόδου, ἕτερόν τι διδάσκοντα παρὰ τὸν παρόντα νόμον χάριν τῶν προφάσει τοῦ κλήρου περιελθόντων πραγμάτων εἰς τοὺς κληρικοὺς, καὶ χάριν τῶν ἐν διαθήκαις καταλιμπάνεσθαι ὀφειλόντων ὑπὸ τούτων πραγμάτων· νομίζω γὰρ ὡς προτιμηθήσονται τὰ τοῦ κανόνος κἂν ἀπὸ συνηθείας κακῆς τοῦτο οὐ γίνεται. Καὶ ταῦτα μὲν χάριν τῶν πραγμάτων τῶν κληρικῶν, καὶ τῆς ὑπεξουσιότητος αὐτῶν. Τὰ δὲ τοῦ Κωνσταντινουπόλεως μόνου ἀρχοντίκια ἀπολύουσι τῆς ὑπεξουσιότητος τοὺς κληρικοὺς, καὶ ἀνάγνωθι τὰ περὶ τούτου παρ᾽ ἡμῶν γραφέντα εἰς τὸ λϛ΄. κεφ. τοῦ παρόντος τίτ. Τὸ δὲ ἀξίωμα τῆς ἐπισκοπῆς ἀπεντεῦθεν ἀπαλλάττει τοὺς χειροτονουμένους ἐκ τῆς ὑπεξουσιότητος, καθὼς καὶ τὰ περὶ τούτου ἐν τῷ αὐτῷ κεφ. πλατύτερον παρεδηλώσαμεν.

ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄.
Σχόλιον.

Ὁ θ΄. τίτ. τοῦ θ΄. βιβ. τοῦ κώδικος ἐτέθη ἐν βιβλίῳ ξ΄. τῶν βασιλικῶν τίτ. λζ΄. κεφ. μβ΄. τοῦτο δὲ τὸ κεφ. παρελείφθη. Ἡ ρλδ΄. νεαρὰ τοῦ Ἰουστινιανοῦ ἐτέθη ἐν βιβλίῳ κή. τῶν βασιλικῶν τίτ. ζ΄. κεφ. ά. θέμ. ζ΄. ἐν μέρει οὕτως ἔχοντι· Τὴν δὲ μοιχευθεῖσαν γυναῖκα ταῖς προσηκούσαις ὑποβαλλομένην ποιναῖς ἐν μοναστηρίῳ ἐμβάλλεσθαι· καὶ εἰ μὲν εἴσω διετίας ὁ ἀνὴρ αὐτὴν ἀναλαβεῖν βουληθείη, ἐξουσίαν αὐτῷ διδόαμεν τοῦτο ποιεῖν, καὶ συνοικεῖν αὐτῇ, μηδένα κίνδυνον ἐντεῦθεν εὐλαβουμένῳ, μήτε διὰ τῶν ἐν μέσῳ γινομένων καταβλαπτομένου τοῦ γάμου. Καὶ ταῦτα μέν φησιν ὁ πολιτικὸς νόμος, καὶ ἔχε τὰ τῆς νεαρᾶς ταύτης ἐπὶ τῶν λαϊκῶν. Ὁ γὰρ ἐκκλησιαστικὸς νόμος, ἤτοι ὁ ή. κανὼν τῆς ἐν Νεοκαισαρείᾳ συνόδου οὔτε τὸν ἄνδρα τῆς μοιχευθείσης γυναικὸς εἰς ὑπηρεσίαν ἱερατικὴν παραχωρεῖ ἔρχεσθαι, οὔτε τὸν ἰερέα τὸν σύζυγον τῆς μετὰ τὴν χειροτονίαν μοιχευθείσης παραχωρεῖ καὶ αὖθις εἶναι ἱερέα, ἀλλ᾽ ἀναγκάζει τοῦτον ἀπολῦσαι τὴν μοιχευθεῖσαν γυναῖκα αὐτοῦ, εἰ θέλει τέως ἱερατεύειν.

ΚΕΦΑΛΑΙΟΝ ΛΔ΄.
Σχόλιον.

Ἡ ιά. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος ἐτέθη εἰς βιβλίον γ΄. τῶν βασιλικῶν, τίτ. γ΄. κεφ. ϛ΄. οὕτως ἔχον· Ἐξ αὐτῆς τῆς κώμης, ἐν ᾗ ἔστιν ἡ ἐκκλησία κατ᾽ ἀναλογίαν τῶν τόπων κληρικοὶ κρίσει τοῦ ἐπισκόπου χειροτονείσθωσαν, καὶ τὴν οἰκείαν ἐπιγινωσκέτωσαν κεφαλιτιῶνα. Ἡ ιϛ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου οὐκ ἐτέθη εἰς τὰ βασιλικά· ἡ δὲ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. καὶ ἐτέθη εἰς βιβλίον τῶν βασιλικῶν γ΄. τίτ. ά. κεφ. λή. οὕτως ἔχον· Τοὺς ἐναπογράφους ἐν αὐταῖς μόνον ταῖς κτήσεσιν, ἐν αἷς εἰσιν ἐναπόγραφοι, κληρικοὺς καὶ παρὰ γνώμην τῶν δεσποτῶν γίνεσθαι συγχωροῦμεν, ἐφ᾽ ᾧ μέν τοι ὥστε κληρικοὺς αὐτοὺς γινομένους αὐτοῖς τὴν ἐπικειμένην αὐτοῖς γεωργίαν πληροῦν. Πλὴν γίνωσκε ὅτι αὕτη ἡ νεαρὰ ἡ περὶ τῶν ἐναπογράφων ἄλλως εἶχε πρὸ τοῦ συντεθῆναι τὸ πλάτος τῶν νεαρῶν, καὶ ἄλλως ἐγράφη εἰς τὸ πλάτος, καὶ μετετέθη εἰς τὰ βασιλικά. Πρότερον μὲν γὰρ καπιτιῶνός τε ἐμέμνητο ἤτοι κεφαλιτιῶνος, ὅτι καὶ καπίτους ἡ κεφαλὴ κατὰ Δατίνους λέγεται, καὶ δι᾽ ὑποκαταστάτων λειτουργεῖν τοὺς ἐναπογράφους διωρίζετο. Εἰς δὲ τὸ πλάτος καὶ εἰς τὰ βασιλικὰ τὸ ἓν ἐξ αὐτῶν ἤτοι τῆς κεφαλιτιῶνος οὐκ ἐτέθη· δι᾽ ὃ καὶ ὀφείλεις προσέχειν χάριν μὲν τῆς κεφαλιτιῶνος, ἤτοι τοῦ κανονικοῦ, τῷ ἄνωθεν καταστρωθέντι νόμῳ καὶ κειμένῳ, ἐν βιβλίῳ γ΄. τίτ. γ΄. κεφ. στ΄. χάριν δὲ τῶν ἐναπογράφων τῷ νζ΄. κανόνι τῆς ἐν Λαοδικείᾳ συνόδου, καὶ τῇ ρκγ΄. Ἰουστινιανείῳ νεαρᾷ, ἤγουν τῷ λή. κεφ. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν, τῷ καὶ ἄνωθεν καταστρωθέντι· χάριν δὲ τοῦ κανονικοῦ καὶ τῶν ὑπὲρ χειροτονίας διδομένων συνηθειῶν, ἐνεργεῖ μέχρι τοῦ νῦν χρυσόβουλλον τοῦ ἀοιδίμου βασιλέως κυρίου Ἰσαακίου τοῦ Κομνηνοῦ, οὕτως ἔχον ἐν μέρει· Τυποῖ δὲ ἡ βασιλεία μου, καὶ ἐπὶ τῇ χειροτονίᾳ τῶν ἱερέων, καὶ ἐπὶ τῷ κανονικῷ τὸν παλαιὸν ἐνεργεῖν τύπον, καὶ μηδὲν ἐπὶ τῇ χειροτονίᾳ λαμβάνειν πλέον τὸν χειροτονοῦντα τοῦτον ἐπίσκοπον, ἀλλ᾽ ἢ μόνα τὰ ζ΄. χρυσᾶ νομίσματα τῆς προτιμωμένης χαραγῆς τῆς βασιλείας μου, ἤγουν ἓν μὲν ὅτε ποιεῖ αὐτὸν λιτὸν παπᾶν ἤτοι ἀναγνώστην, τρία δὲ ὅτε χειροτονεῖ αὐτὸν διάκονον, καὶ ἕτερα τρία ὅτε πληροῖ αὐτὸν ἱερέα, ἤτοι πρεσβύτερον. Ὡσαύτως καὶ ὑπὲρ τοῦ κανονικοῦ ἀπὸ τοῦ ἔχοντος χωρίου λ΄. καπνοὺς, νόμισμα ἓν χρυσοῦ ὅμοιον, ἀργυρᾶ δύο, κριὸν ἕνα, κριθῆς μοδίους ἓξ, οἴνου μέτρα ἓξ, ἀλεύρου μόδια ἓξ, καὶ ὀρνίθια λ΄. ἀπὸ δὲ τοῦ ἔχοντος κ΄. καπνοὺς, τὸ δίμοιρον τοῦ νομίσματος, καὶ ἀντὶ τῶν δύο ἀργυρῶν ἀργυροῦν ά. μέσαρνον ἓν, κριθῆς μόδια δ΄. οἴνου μέτρα δ΄. ἀλεύρου μόδια δ΄. καὶ ὀρνίθια κ΄. ἀπὸ δὲ τοῦ ἔχοντος ί. καπνοὺς χωρίου, ἀργυρᾶ έ. ἀρνίον ἓν, κριθῆς μόδια β΄., οἴνου μέτρα β΄. ἀλεύρου μόδια β΄. καὶ ὀρνίθια ί. καθὼς καὶ ἐν τοῖς σιγίλλοις τῶν παλαιῶν πρακτικῶν ἀναγράφεται· καὶ ἡ σύμφωνος κατάθεσις τῶν ὅλων θεματικῶν παρέστησε τῇ βασιλείᾳ μου. Σὺν τῷ τοιούτῳ δὲ χρυσοβούλλῳ τυπικῷ γέγονε καὶ σημείωμα συνοδικὸν κατὰ τὴν ιέ. τοῦ Νοεμβρίου μηνὸς τῆς ι΄. Ἰνδικτιῶνος παρὰ τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυρίου Νικολάου παρακελευόμενον κατὰ τὸ τοιοῦτον χρυσόβουλλον δίδοσθαι τὰ κανονικὰ, καὶ τὰ ὑπὲρ χειροτονίας.

ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄.
Σχόλιον.

Ὁ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος ἐτέθη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν κεφ. β΄. πλὴν τὸ κεφ. τοῦτο παρελείφθη εἰς τὴν ἀνακάθαρσιν, καὶ οὐκ ἐτέθη. Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. καὶ ἐτέθη εἰς βιβλίον τῶν βασιλικῶν γ΄. τίτ. ά. κεφ. λζ΄. οὕτως ἔχον ὡς συνωψίσθη. Τὸ δὲ ἐλευθεροῦσθαι τοὺς ἐναπογράφους μέρος ἐστὶ τῆς αὐτῆς ρκγ΄. νεαρᾶς, καὶ ἐτέθη ἐν βιβ. γ΄. τῶν βασιλ. τίτ. ά. κεφ. ιά. ἔχοντι οὕτω· Μετὰ δὲ τὴν χειροτονίαν καὶ δουλικῆς ἐναπογράφου τύχης τοὺς ἐπισκόπους εἶναι ἐλευθέρους κελεύομεν, εἰ μὴ ταξεώτης παρὰ τὴν προειρημένην χειροτονηθείη παρατήρησιν· τοὺς γὰρ τοιούτους τῆς ἐπισκοπῆς ἀποκινουμένους τῇ τάξει ἀποκαθίστασθαι κελεύομεν, ἵνα μὴ ἐκ τῆς τοιαύτης τύχης τῇ ἱερωσύνῃ ὕβρις γένηται. Ἡ μέν τοι πά. Ἰουστινιάνειος νεαρὰ κεῖται εἰς βιβλίον λά. τῶν βασιλικῶν τίτ. έ. κεφ. ά. οὕτως ἔχον περὶ τὴν ἀρχήν· Θεσπίζομεν τούς τε ἐμβάθμους ὑπάτους, καὶ ἐφεξῆς παρακελεύεται ἡ αὐτὴ νεαρὰ ἵνα πάντες οἱ ἀξιωματικοὶ καὶ οἱ ἔχοντες ὀφφίκια· ἄρχοντες αὐτεξούσιοι ὦσι, κἂν τῆς πατρικῆς χειρὸς οὐκ ἔφθασαν ἀπολυθῆναι. Ἡ μέν τοι θ΄. ί. καὶ ιά. νεαρὰ τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου παρακελεύονται τὸν κληρωθέντα δοῦλον ἐν ἀγνοίᾳ τοῦ δεσπότου, ἀλλὰ μὴν καὶ τὸν μονάσαντα, καὶ τὸν γεγονότα ἐπίσκοπον, ἀποκαθίστασθαι τῷ προτέρῳ δεσπότῃ. Σὺ γοῦν μαθὼν ἀπὸ τοῦ ιά. κεφ. τοῦ ά. τίτλου τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν, ὅτι καὶ δουλικῆς ἐναπογράφου τύχης οἱ ἐπισκοπικῷ τετιμημένοι ἀξιώματι ἐλευθεριάζουσι, μὴ ἐναντιωθῇς τῷ λζ΄. κεφ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου λέγοντι, μὴ ἄλλως τὸν δοῦλον ἐλευθεροῦσθαι κἂν κληρωθῇ, εἰμὴ παρακολουθῇ καὶ τοῦ δεσπότου εἴδησις, ἀλλὰ κατὰ τοῦτο νόει καὶ ἐκεῖνο τὸ κεφ. οἱ γὰρ λέγοντες, ὅτι διὰ τὸ τῆς ἐπισκοπῆς ἀξίωμα ἐλευθεροῦται ὁ δοῦλος, κἂν παρὰ γνώμην τοῦ δεσπότου ἐπίσκοπος γένηται, οὐ καλῶς λέγουσιν· ἑρμηνεύεται γὰρ καὶ τὸ τοιοῦτον κεφάλαιον ἀπὸ τοῦ ἐφεξῆς κεφ. μιᾶς γάρ εἰσι νεαρᾶς καὶ ἀμφότερα, καὶ πάντως ἀπὸ τοῦ μεταγενεστέρου ἤτοι τοῦ λζ΄. κεφ. τὸ προγενέστερον κεφ. ἤτοι τὸ ιά. ἑρμηνευθήσεται. Αἱ νεαραὶ δὲ τοῦ βασιλέως κυρίου Λέοντος τοῦ σοφοῦ, ἃς καὶ ἀνάγνωθι μετ᾽ ἐπιμελείας, καὶ τὸν κληρωθέντα, καὶ τὸν μονάσαντα, καὶ τὸν ἐπίσκοπον γεγονότα δοῦλον, ἀποκαθιστῶσι πρὸς τὴν προτέραν δουλικὴν τύχην, ἂν ἐν ἀγνοίᾳ τοῦ δεσπότου τοιούτου τινὸς ὁ δοῦλος ἀξιωθῇ. Πλὴν εὑρίσκων τὴν ί. νεαρὰν τοῦ αὐτοῦ βασιλέως κυροῦ Λέοντος τοῦ σοφοῦ λέγουσαν ὅτι τὸ παλαιὸν μέχρι τριῶν χρόνων ἠδύνατο ὁ δεσπότης τὸν μονάσαντα φυγάδα δοῦλον αὐτοῦ ἀνακαλεῖσθαι, τούτου δὲ τοῦ χρόνου παρελθόντος ἀπεκλείετο, καὶ διοριζομένην τὸν γνώμῃ τοιαύτῃ μονάσαντα οἰκέτην κατὰ πάντα καθ᾽ ὃν ἂν εὑρίσκηται καιρὸν ὑπὸ τὸν πρότερον δεσπότην τάττεσθαι, καὶ διὰ τὸ εἶναι τὸν δοῦλον ἀφανῆ μὴ βλάπτεσθαι τὸν δεσπότην ἐκ τῆς παραδρομῆς τῆς τριετίας· ἐσπούδασα εὑρεῖν τὸν περὶ τῆς τριετίας διδάσκοντα νόμον, καὶ οὐχ εὗρον αὐτὸν ἄνευ μόνου τοῦ καταστρωθέντος ἄνωθεν, καὶ λέγοντος ἐντὸς ἐνιαυτοῦ δύνασθαι τὸν δεσπότην ἀναζητεῖν τὸν κληρωθέντα δοῦλον δίχα γνώμης αὐτοῦ· διὸ καὶ ἀναγκάζομαι ἀκολουθεῖν τοῖς παρὰ τοῦ Σοφοῦ νομοθετηθεῖσι. Νομίζω δὲ ὅτι καὶ τὰ τῆς τοιαύτης νεαρᾶς εἴπερ θελήσει τις ἀπολεπτύναι, μεγάλην ἂν εὑρήσῃ ἀμφιβολίαν. Εἰ γὰρ, ὡς αὕτη φησὶ, τὸν ἐν φυγῇ ὄντα δοῦλον καὶ μονάσαντα μέχρι τῆς ἐμφανείας αὐτοῦ ὁ δεσπότης ἀναζητεῖ, πάντως ἐξ ἀντιδιαστολῆς τὸν μὴ ἐν φυγῇ μοναχὸν ὄντα δοῦλον, ἀλλ᾽ ἐμφανιζόμενον ἐντὸς μόνης τριετίας ὁ δεσπότης ἀνακαλέσεται, τοῦτο δὲ μὴ ποιήσας ἀποκλεισθήσεται· τοῦτο ὅπερ διορίζεται γίνεσθαι ἐντὸς ἐνιαυτοῦ ἡ ῥηθεῖσα Ἰουστινιάνειος νεαρά. Εἰ ταῦτα οὕτως εἴπῃς καὶ ἑρμηνεύσῃς, συμβιβασθήσονται αἱ τῶν βασιλέων νεαραὶ ἄνευ μόνου τοῦ χρόνου ἐπὶ τριετίαν διϊκνουμένου διὰ περίθαλψιν τοῦ δεσπότου. Ἀπὸ τῆς ρκγ΄. Ἰουστινιανείου νεαρᾶς τῆς κειμένης, ὡς εἴρηται, ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. ά. καὶ διοριζομένης μετὰ τὴν χειροτονίαν, καὶ δουλικῆς ἐναπογράφου τύχης τοὺς ἐπισκόπους ἐλευθέρους εἶναι· ὡσαύτως καὶ ἀπὸ τῆς πά. νεαρᾶς τῆς κειμένης ἐν βιβλίῳ τῶν βασιλικῶν λά. τίτ. έ. κεφ. ά. καὶ παρακελευομένης πάντας τοὺς τιμηθέντας παρὰ βασιλέων ἀξιώμασιν ἢ ὀφφικίοις ἀρχοντικοῖς, ἀπαλλάττεσθαι τῆς ὑπεξουσιότητος, καὶ δίχα γνώμης τοῦ πατρὸς, εἶπόν τινες καὶ τοὺς ἐκκλησιαστικοὺς ἄρχοντας, ἅμα τῷ σφραγισθῆναι, ἀξιωματικοὺς εἶναι, καὶ ὀνομάζεσθαι, καὶ αὐτεξουσίους γίνεσθαι. Χρώμενοι δὲ καὶ τῷ παρὰ τοῦ ἀοιδίμου βασιλέως καὶ ἰσαποστόλου ἀγίου Κωνσταντίνου ἀπολυθέντι νεαρῷ θεσπίσματι πρὸς τόν τε πάπαν Ῥώμης ἅγιον Σίλβεστρον, τῷ καὶ καταστρωθέντι παρ᾽ ἡμῶν ἔξωθεν τοῦ ά. κεφ. τοῦ ή. τίτ. τοῦ παρόντος συντάγματος, καὶ διοριζομένῳ ἔχειν ἐπ᾽ ἀδείας τὸν πάπαν Ῥώμης ἀξιώμασι τιμᾶν τοὺς ὑπ᾽ αὐτὸν κληρικοὺς, ὁποίοις καὶ ὁ βασιλεὺς τιμᾷ τοὺς ὑπ᾽ αὐτὸν, καὶ εἶναι τὴν ἱερὰν σύνοδον οἵαν καὶ τὴν βασιλικὴν σύγκλητον· ὡσαύτως καὶ τοῖς νόμοις τοῖς καταστρωθεῖσιν ὁμοίως παρ᾽ ἡμῶν, καὶ διοριζομένοις ἔχειν τὴν ἐκκλησίαν τῆς Κωνσταντινουπόλεως τὰ προνόμια τῆς παλαιᾶς Ῥώμης. Ἕτεροι δὲ τῷ τέλει τῆς πά. νεαρᾶς χρησάμενοι, τῆς κειμένης ἐν τῷ έ. τίτλῳ τοῦ λά. βιβλ. καὶ λεγούσης ταῦτα ῥητῶς· Πρόδηλον δὲ ὡς οὐκ ἔστιν ὃς ἀγνοεῖ, πρό γε ἁπάντων τοῖς ὁσιωτάτοις ἐπισκόποις ἅμα τῇ χειροτονίᾳ καὶ τὴν αὐτεξουσιότητα προσγίνεσθαι. Οἱ γὰρ πάντων ὄντες πνευματικοὶ πατέρες πῶς ἂν ὑπὸ τὴν ἑτέρων ἐξουσίαν τελοῖεν, ἐπεχείρησαν εἰπεῖν ἀπὸ μόνου τοῦ ἐπισκοπικοῦ ἀξιώματος ἐλευθεριάζειν τοὺς ἐπισκόπους τῆς ὑπεξουσιότητος· οὐ μὴν δὲ καὶ τοὺς ἐκκλησιαστικοὺς ἄρχοντας αὐτεξουσίους γίνεσθαι ἐκ τῆς πατριαρχικῆς σφραγίδος, ἦ γὰρ ἄν, φασι, καὶ τοῦτο τῇ νεαρᾷ προσετέθη. Ἐμοὶ δὲ δοκεῖ μὴ καλῶς λέγειν τούτους, οὐδὲ γὰρ ἀνῃρέθη τὸ νεαρὸν θέσπισμα τοῦ ἁγίου Κωνσταντίνου ὑπὸ τῆς Ἰουστινιανείου νεαρᾶς, τὸ διοριζόμενον ἐπίσης τῇ βασιλείᾳ καὶ τὴν ἐκκλησίαν τῆς Ῥώμης ἐν ἀξιώμασι σεμνύνεσθαι, ἀλλὰ τοῦ ἐπισκοπικοῦ ἀξιώματος διδομένου μὴ μόνον παρὰ τῶν πατριαρχῶν, ἀλλὰ καὶ παρὰ μητροπολιτῶν, κἀντεῦθεν τινῶν ἀμφιβαλλόντων μὴ γίνεσθαι αὐτεξουσίους τοὺς ἐπισκόπους πάντας, ἡ Ἰουστινιάνειος νεαρὰ πάντας τοὺς ἐπισκόπους αὐτεξουσίους γίνεσθαι διωρίσατο, κἂν μὴ παρὰ πατριαρχῶν χειροτονῶνται. Ὅθεν καὶ ἀνενδοιάστως φημὶ ἀξιωματικοὺς εἶναι τοὺς τῆς μεγάλης ἐκκλησίας ἄρχοντας, καὶ ὀφείλειν αὐτοὺς τιμᾶσθαι ὡς τῆς ἱερᾶς συγκλήτου λογάδας, κατὰ τὸ θέσπισμα τοῦ ἁγίου Κωνσταντίνου καὶ τὰ λοιπὰ νόμιμα τὰ ἄνωθεν μνημονευθέντα. Τοῦτο δὲ ἰδικόν ἐστι προνόμιον τοῖς ἄρχουσι τοῦ θρόνου τῆς ἐκκλησίας τῶν Κωνσταντινουπολιτῶν διὰ τὸ τοῦ ἁγίου Κωνσταντίνου θέσπισμα. Οἱ γὰρ ἄρχοντες τῶν ἄλλων πατριαρχῶν, προσέτι γε μὴν καὶ τῶν μητροπολιτῶν, καὶ τῶν ἐπισκόπων, τῶν αὐτῶν προνομίων οὐκ ἀξιωθήσονται.

Σημείωσαι. Ἀπὸ τῶν ἐν τῷ παρόντι λϛ΄. κεφαλαίῳ καταστρωθεισῶν νεαρῶν συνάγαγε καὶ εἰπὲ, ὅτι οἱ παρὰ γνώμην τοῦ δεσπότου κληρούμενοι δοῦλοι, ἢ καὶ ἐπισκοπεύοντες, εἰς τὸν πρότερον δεσπότην καὶ ἄκοντες ἀντιστρέφονται, ἐκ τῆς χειροτονίας μὴ ᾠφελούμενοι. Ὡσαύτως εἰπὲ, ὅτι οὐκ ἀπροσδιορίστως δύναται ὁ δεσπότης ἀνακαλεῖσθαι τούτους, ἀλλ᾽ ἐντὸς τριετίας μετὰ τὸ λαβεῖν αὐτοὺς εἴδησιν τοῦ γεγονότος ψηφιζομένης. Ἔτι εἰπὲ ὅτι τοῦ νόμου λέγοντος τὸν ἐπερωτώμενον, καὶ μὴ ἀντιλέγοντα ἀλλὰ σιωπῶντα, κερδαίνοντα μὲν ἀντὶ συναινοῦντος παραλαμβάνεσθαι, ζημιούμενον δὲ ἀντὶ ἀρνουμένου· ἐπὶ τοῦ παρόντος θέματος ὁ εἰδὼς τὴν χειροτονίαν τοῦ δούλου αὐτοῦ καὶ μὴ ἀντιλέγων ἀντὶ συναινοῦντος λογίζεται, καὶ ταῦτα βλαπτόμενος· καὶ ἔστι τοῦτο ἰδικὸν διὰ τὴν ἐλευθερίαν. Ἔτι εἰπὲ ὅτε ἀπὸ μόνης τῆς ἐπισκοπικῆς χειροτονίας οἱ ὑπεξούσιοι αὐτεξούσιοι γίνονται, οὐ μὴν ἀπὸ κληρώσεως οἱασδήτινος. Τὰ δὲ ἀρχοντίκια τοῦ πατριάρχου Κωνσταντινουπόλεως καὶ μόνου αὐτεξουσίους ποιοῦσι τοὺς ὑπεξουσίους. Τὸ δὲ εἰς τριετίαν παρεκτείνεσθαι τῷ δεσπότῃ τὴν ἀνάκλησιν τοῦ χειροτονηθέντος δούλου ἀπὸ τῆς νεαρᾶς τοῦ βασιλέως κυρίου Λέοντος τοῦ σοφοῦ ἐστι καὶ κρατεῖ, κἂν ἐπιβλαβὲς τῇ ἐλευθερίᾳ ἐστὶ, διὰ τὸ δίκαιον.

· Contents ·