Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Theodore Balsamon › Commentary on the Nomocanon

Commentary on the Nomocanon

Theodore Balsamon, Greek, RP 1, 1852

Title 2

ΤΙΤΛΟΣ Β΄.
ΠΕΡΙ ΠΟΙΗΣΕΩΣ ΕΚΚΛΗΣΙΩΝ, ΚΑΙ ΠΕΡΙ ΚΑΘΙΕΡΩΣΕΩΣ ΕΚΚΛΗΣΙΩΝ, ΚΑΙ ΜΑΡΤΥΡΙΩΝ ΜΗ ΕΧΟΝΤΩΝ ΛΕΙΨΑΝΑ ΑΓΙΩΝ, Καὶ περὶ ἱερῶν σκευῶν, καὶ ἀναθημάτων, καὶ κληρικῶν παρὰ γνώμην ἐπισκόπων ἱστώντων θυσιαστήρια.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Σχόλιον.

Ἡ ιέ. διάταξις τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος, ἐτέθη ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. ά. κεφαλαίῳ ζ΄. οὕτως ἔχουσα ὡς ἐντὸς συνωψίσθη. Ἡ μέ. διάταξις τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, καὶ μηδὲ σὺ ταύτῃ προσχῆς. Ἀνάγνωθι δὲ τὸ θ΄. κεφάλαιον τοῦ τίτ. γ΄. τοῦ έ. βιβλίου τῶν βασιλικῶν, μέρος ὃν τῆς ρλά. Ἰουστινιανείου νεαρᾶς, τὰ αὐτὰ σχεδὸν νομοθετοῦν καὶ καταστρωθὲν εἰς τὸ ἐπιὸν καταβατόν. Κατὰ τὸν Μάρτιον μῆνα τῆς ιδ΄. Ἰνδικτιῶνος γέγονε νεαρὰ τοῦ ἁγίου ἡμῶν αὐτοκράτορος κυρίου Μανουὴλ τοῦ Κομνηνοῦ ἐν μέρει τάδε διεξιοῦσα· Σὺν τούτοις καὶ τοῦτο θεσπίζοντες τοῖς προγραφεῖσι προστίθεμεν. Πολλοὶ τῶν ἀνθρώπων, ἐν τοῖς ἐπιτελευταίοις αὐτῶν διατάγμασιν, ἐπιτρόπους ἤγουν διοικητὰς τῶν παρ᾽ αὐτῶν διορισθέντων καταλιμπάνουσι, καὶ τούτοις ἀνατιθέασι τὴν τῶν πραγμάτων αὐτῶν οἰκονομίαν τε καὶ διοίκησιν, τὸν Χριστὸν κληρονόμον γράφοντες, τὸ γλυκὺ τοῦτο καὶ κοσμοσωτήριον ὄνομα. Τοῦτο δὲ δοκοῦσι ποιεῖν δι᾽ ὧν τοῖς πένησι τὰς περιουσίας αὐτῶν καταμερισθῆναι προστάττουσι. Τοῦ γὰρ αἰτοῦντος λαμβάνοντος ἵσταται ὁ Χριστὸς συγκοιλαίνων τούτῳ τὴν χεῖρα· ἐφόσον γάρ, φησιν, ἑνὶ τούτων τῶν ἐλαχίστων ἀδελφῶν ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Παρακελευόμεθα οὖν ὅταν ἐπιτροπικαὶ τοιαῦται διοικήσεις πρόκεινται, καὶ εἰς εὐσεβεῖς αἰτίας διανομαὶ, καὶ πρὸς ψυχικὰς οἰκονομίας, καὶ ὀρφανῶν ἀφηλίκων τε καὶ πενήτων ἀναγωγὰς καὶ διατροφὰς τείνωσι, μὴ χώραν ἔχειν ἐν ταύταις τοὺς τῶν δικαστηρίων ὑπερβιβασμοὺς, καὶ τὰς ἐντεῦθεν χρονοτριβήσεις· συμβαίνει γὰρ ἐντεῦθεν τὰς τῶν τελευτώντων ζημιοῦσθαι ψυχὰς, καὶ τοὺς ἐπ᾽ ἀγαθῷ καὶ κοινῇ λυσιτελείᾳ τοῦ παντὸς τεθέντας νόμους, εἰς τοὐναντίον περιίστασθαι· οὐ γὰρ δίκαιον κρίνει ἡ βασιλεία μου τὴν ἐπὶ τοῖς λοιποῖς δικαστηρίοις κρατοῦσαν ἀκολουθίαν, καὶ ἐπὶ τοῖς τοιούτοις πολιτεύεσθαι, ἀλλὰ τὰς ἐπὶ ταῖς τοιαύταις ὑποθέσεσιν ἀμφιβολίας ἀπεντεῦθεν λύεσθαι, μὴ λιβέλλου διδομένου, εἰδήσεως δὲ τριημέρου ἢ καὶ ἐπὶ τέταρτον παρεκτεινομένης, μήτινος γὰρ δικαστικῆς ὑποθέσεως ἐπεισαγομένης, ἡ τῶν προσόντων ἑκάστῳ δικαίων γενήσεται κατεξέτασις, καὶ μετακληθήσονται καὶ ἄμφω τὰ μέρη δίχα τινὸς ὑπερημερίας, καὶ ἀπαιτηθήσονται ἑκάτερα τὰ μέρη τὰ δοκοῦντα συντείνειν αὐτοῖς προβαλέσθαι, καὶ οὕτω δι᾽ ὀλίγου καιροῦ μηνιαίου τυχὸν, ἢ καὶ εἰς δεύτερον παρεκτεινομένου κατὰ τὸ δόξαν τῷ δικαστῇ, προσήκουσαν δέξοιτο λύσιν τὸ ἀνακύψαν ἀμφίβολον, τηρουμένων δηλονότι τῶν νόμων ἐπὶ τῆς οἰκείας ἕδρας καὶ παγιότητος, ὅσοι μὴ μετὰ τὸν τοῦ τελευτήσαντος θάνατον, εὐθὺς τοὺς ἐκείνου διαδόχους εἰς δικαστήριον ἕλκεσθαι διακελεύονται, ἀλλὰ μετὰ παραδρομὴν ἡμερῶν τινῶν καθὼς τὰ περὶ τούτων πλατύτερον τοῖς βασιλικοῖς διηγόρευται. Εἰ δέ γε ἐπίτροπος εἰς ὑπερθέσεις φανείη χωρῶν, καὶ τοιαῦτα σκαιωρῶν φωραθείη, καὶ πρὸς ὑπερβιβασμοὺς χωρήσῃ, μὴ ποιῶν καθὼς ὁ διαθέμενος διετάξατο, τῆς ἐπετροπῆς καὶ οἰκονομίας τῶν τοῦ τελευτήσαντος πραγμάτων μετακινηθήσεται, ἀνατεθήσεται δὲ αὕτη, οἷς ἂν ὁ βασιλεὺς διορίσηται, ἢ τούτου ἴσως ἀποδημοῦντος, ὁ τῆς πόλεως ἔπαρχος, ἅμα τῷ τῆς ἁγιωτάτης ἐκκλησίας οἰκονόμῳ, τὴν τούτου ποιήσεται οἰκονομίαν τε καὶ διοίκησιν, ὀφείλοντες εἴδησιν διδόναι τῶν ἐπὶ ταῖς τοιαύταις ὑποθέσεσιν οἰκονομουμένων τῷ βασιλεῖ, καὶ τῷ κατὰ τὴν ἡμέραν ἁγιωτάτῳ πατριάρχῃ, εἰ τύχῃ τὸν βασιλέα ἀπόδημον εἶναι, καὶ μὴ κατὰ πρόσταξιν αὐτοῦ τὰ τοῦ τελευτήσαντος πληρωθῶσι θελήματα.

Σχόλιον.

Ἡ γ΄. διάταξις τοῦ β΄. τίτλου τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλίῳ έ. τίτλῳ γ΄. τὰ δὲ συνοψισθέντα εἰσὶ τοῦ αὐτοῦ τίτλου κεφάλαιον θ΄. οὕτως ἔχον· Εἰ δὲ ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων τι καταλέλειπται, καὶ μὴ ὀνόματι ὁ διαθέμενος εἴπῃ, διὰ τίνος χρὴ γενέσθαι τὴν ἀνάῤῥυσιν, καὶ οὕτω κελεύομεν τὰ πράγματα τὰ ἐπὶ τούτῳ καταλειφθέντα, τὸν τῶν τόπων ἐπίσκοπον καὶ τὸν τούτου οἰκονόμον λαβεῖν, καὶ τὸ τοιοῦτον εὐσεβὲς ἔργον πληροῦν. Ἐν πάσαις γὰρ ταῖς τοιαύταις εὐσεβέσι βουλήσεσι, τοὺς ὁσιωτάτους τῶν τόπων ἐπισκόπους βουλόμεθα προνοεῖν, ὥστε πάντα κατὰ τὴν τοῦ τελευτήσαντος βούλησιν προβαίνειν, εἰ καὶ τὰ μάλιστα παρὰ τῶν διαθεμένων ἢ τῶν δωρησαμένων ἀπαγορευθῇ αὐτοῖς ἔχειν πρὸς αὐτά τινα μετουσίαν. Εἰ δὲ οἱ ταῦτα ποιῆσει κελευσθέντες ἅπαξ καὶ δὶς παρὰ τοῦ μακαριωτάτου τῶν τόπων ἐπισκόπου καὶ τῶν τούτων οἰκονόμων διὰ δημοσίων προσώπων ὑπομνησθέντες ὑπέρθωνται τὰ διατυπωθέντα πληρῶσαι, κελεύομεν τούτους ἅπαν τὸ κέρδος τὸ καταλειφθὲν αὐτοῖς παρὰ τοῦ ταῦτα κελεύσαντος ἀπολλῦναι, τοὺς δὲ ὁσιωτάτους τῶν τόπων ἐπισκόπους πάντα τὰ πράγματα τὰ πάσαις ὡς εἴρηται ταῖς εὐσεβέσιν αἰτίαις ἀφορισθέντα, μετὰ καρπῶν καὶ ἐπαυξήσεων τοῦ μέσου χρόνου, καὶ τοῦ μνημονευθέντος χρόνου κέρδους ἐκδικεῖν, καὶ ἅπερ ὁ διαθέμενος διετύπωσε, πληροῦν, εἰδότας ὡς, εἰ ῥᾳθυμήσαιεν, ὑπὲρ πάντων τούτων λόγον τῷ Θεῷ παρέξουσιν. Εἰ μέν τοι ὁ ὁσιώτατος τῶν τόπων ἐπίσκοπος παραλείπῃ τι τῶν ἡμῖν εἰρημένων, ἐξέστω καὶ τῷ ὁσιωτάτῳ αὐτοῦ μητροπολίτῃ ταῦτα ἀπαιτεῖν καὶ πληροῦν· καὶ παντὶ δὲ ἑτέρῳ ἄδεια ἔστω, τὴν τοιαύτην ζήτησιν κινεῖν, καὶ σπουδάζειν ἵνα πᾶσι τρόποις αἱ τοιαῦται εὐσεβεῖς αἰτίαι πληρωθῶσιν. Εἰ δὲ ὁ κληρονόμος τὰ εἰς εὐσεβεῖς αἰτίας καταλελειμμένα μὴ πληρώσῃ, λέγων τὴν καταλειφθεῖσαν αὐτῷ κληρονομίαν μὴ ἀρκεῖν εἰς ταύτας, κελεύομεν, παντὸς τοῦ ἐκ τοῦ φαλκιδίου κέρδους σχολάζοντος, ὅσον δήποτε εὑρεθῇ ἐν τῇ τοιαύτῃ οὐσίᾳ προχωρεῖν ἐν τῇ προνοίᾳ τοῦ ἁγιωτάτου τῶν τόπων ἐπισκόπου εἰς τὰς αἰτίας εἰς ἃς καταλέλειπται. Εἰ δὲ ληγάτον παρά τινος εἰς εὐσεβεῖς αἰτίας καταλειφθείη, κελεύομεν εἴσω μηνῶν ἓξ ἀπὸ τῆς ἐμφανίσεως τῆς διαθήκης ἀριθμουμένων, τοῦτο πᾶσι τρόποις παρέχεσθαι οἷς καταλέλειπται. Εἰ δὲ ὑπέρθωνται οἱ τούτῳ βεβαρημένοι τὸ τοιοῦτον ληγάτον παρέχειν, καὶ καρποὺς, καὶ τόκους, καὶ πᾶσαν νόμιμον ἐπαύξησιν ἀπαιτηθήσονται ἀπὸ τοῦ καιροῦ τῆς τελευτῆς τοῦ ταῦτα καταλιπόντος. Εἰ δὲ ληγάτον ἐτήσιον οἱῳδήποτε σεβασμίῳ οἴκῳ καταλειφθείη, εἰ μὲν οἱ τοῦτο δοῦναι κελευσθέντες, ἢ ὁ τόπος, ἐξ οὗ ἐκελεύσθη τοῦτο παρέχεσθαι, ἐν τῇ αὐτοῦ ἢ τῇ γείτονι ἐπαρχίᾳ εἴη, κελεύομεν μηδενὶ τρόπῳ τὸ τοιοῦτον ληγάτον ἐκποιεῖσθαι. Εἰ δὲ οἱ τόποι ἢ τὰ πρόσωπα, ἐξ ὧν τοῦτο δοθῆναι προσετάχθη, ποῤῥωτέρω εἴησαν, τηνικαῦτα ἐξέστω ἐκείνοις οἷς τοῦτο καταλέλειπται, εἰ καὶ τὸ ἐνεχόμενον μέρος συναινεῖ, ἀμείβειν τὸ ληγάτον, καὶ πλησίον λαμβάνειν ὑπὲρ τούτου πρόσοδον εὔπορον, καὶ μετὰ προσθήκης οὐκ ἐλάττονος τοῦ τετάρτου μέρους τῆς καταλειφθείσης ποσότητος, καὶ μηδὲ πολλοῖς δημοσίοις τελέσμασι βεβαρημένης. Εἰ δὲ καὶ πωλῆσαι βούλεται τοιοῦτον, μὴ ἔλαττον εἰς τὸ τίμημα λαβεῖν, τοῦ ὅσον ὑπὲρ τοιούτου ληγάτου ἐπὶ λέ. ἐνιαυτοῖς συνάγεται· οὕτω μέν τοι ὥστε τὸ τοιοῦτον τίμημα εἰς τὸ συμφέρον τοῦ προειρημένου σεβασμίου οἴκου ὅπου κατελείφθη προχωρεῖν. Καὶ κεφάλαιον ζ΄. τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου οὕτως ἔχον· Εἴτις κατασκευὴν εὐκτηρίου ναοῦ, ἢ ξενῶνος, ἢ πτωχείου, ἢ ὀρφανοτροφείου, ἢ νοσοκομείου, ἢ ἄλλου σεβασμίου οἴκου, ἐν τελευταίᾳ βουλήσει γενέσθαι διατυπώσει, τὸ εὐκτήριον μὲν πέντε εἴσω ἐνιαυτῶν πληροῦσθαι κελεύομεν προνοίᾳ τοῦ τῶν τόπων ἐπισκόπου, καὶ τοῦ πολιτικοῦ ἄρχοντος, τὸν δὲ ξενῶνα, καὶ τὸ πτωχεῖον, ἢ ἄλλον σεβάσμιον οἶκον, εἴσω ἑνὸς ἐνιαυτοῦ γίνεσθαι. Εἰ δὲ ἐντὸς ἐνιαυτοῦ μὴ ποιήσωσιν οἱ κληρονόμοι τὸν ξενῶνα, ἢ οἱονδήποτε σεβάσμιον οἶκον, ὑπὸ τοῦ διαθεμένου διατυπωθέντα γενέσθαι, κελεύομεν τούτους οἶκον ἢ ἀγοράζειν, ἢ μισθοῦσθαι, ὅπου δύνανται τὰ κελευσθέντα πληρῶσαι, ἕως ἂν ὁ τοιοῦτος σεβάσμιος οἶκος πληρωθῇ. Καὶ εἰ μὲν αὐτὸς ὁ διαθέμενος ὁρίσῃ τοὺς ὀφείλοντας ξενοδόχους γενέσθαι, ἢ πτωχοτρόφους, ἢ ἄλλους τοιούτους διοικητὰς, εἴτε τοῖς ἰδίοις κληρονόμοις τὴν τοιαύτην ἐπιλογὴν παράσχῃ, κελεύομεν τρόποις ἅπασι τοὺς κληρονόμους αὐτοῦ, τὰ παρ᾽ αὐτοῦ διατυπωθέντα πληροῦν, τῶν κατὰ τόπον μακαριωτάτων ἐπισκόπων ἐποπτευόντων εἰ καλῶς ἡ διοίκησις προβαίνει, καὶ εἰ εὕρωσι μὴ χρησίμους ὄντας τοὺς διοικητὰς, ἄδειαν ἐχόντων ἄνευ ζημίας ἄλλους ἀντὶ τοιούτων ἐπιτηδείους ποιεῖν.

Σχόλιον.

Τὸ ά. διάταγμα τοῦ ή. τίτλου τοῦ ά. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον μϛ΄. τῶν βασιλικῶν τίτλος γ΄. κεφάλαιον ά. οὕτως ἔχον ὡς ἐγράφη. Τὸ ϛ΄. διάταγμά ἐστι κεφάλαιον ή. τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου ὅμοιον κατὰ πάντα τῷ διατάγματι. Ὡσαύτως καὶ τὸ ή. θ΄. καὶ ί. τὰ παρὰ τοῦ ά. καὶ στ΄. τίτλου τῆς β΄. ἰουστιτουτιῶνος οὕτως ἔχουσιν, ὡς ἐν τοῖς ἰνστιτούτοις ἐγράφη. Ζήτει οὖν ἀπὸ τούτων μαθεῖν τελειότερον τὰ ἐκ τούτων γραφέντα ἐν τῷ παρόντι συντάγματι. Τὸ δὲ παρὰ γνώμην τῶν ἱερέων γεγονὸς ἱερὸν παρά τινος, οὐκ ἔστιν ἱερὸν, ὡς οἶμαι· νοεῖται δὲ ὅσον εἰς τὸ λογίζεσθαι ἐπισκοπικὸν, καὶ ἔχειν προνόμια καθολικῆς ἐκκλησίας, καὶ μὴ λογίζεσθαι ἰδιωτικὸν, ἐπεί τοι γε εἰς τὸ μὴ κοινωθῆναι, κἂν μὴ ἱερὸν ὀνομάζηται, ἀλλὰ ἅγιόν ἐστι· καὶ τὸ οἰκοδομηθὲν δίχα εὐχῆς ἱερέως, κἂν καταπέσῃ ὡς ἅγιον, οὐκ ἔτι κοινωθήσεται. Τὸ ζ΄. διάταγμα τοῦ ιϛ΄. τίτλου τοῦ ά. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον τῶν βασιλικῶν ϛ΄. τίλος β΄. κεφάλαιον θ΄. οὕτως ἔχον ὡς ἐγράφη. Τὸ ζ΄. διάταγμα τοῦ ιδ΄. τίτλου τοῦ β΄. βιβλίου ἐστὶ βιβλίον τῶν βασιλικῶν ιά. τίτ. ά. κεφ. ξ΄. λέγον τὰ αὐτά. Τὸ κγ΄. διάταγμα τοῦ β΄. τίτλου τοῦ ϛ΄. βιβλίου τῶν διγέστων ἐστὶ βιβλίον ιέ. τίτλος ά. κεφάλαιον κγ΄. θέμα β΄. οὕτως ἔχον ὡς ἐγράφη. Τὸ ιδ΄. διάταγμα τοῦ ά. τίτλου τοῦ ή. βιβλίου τῶν διγέστων ἐστὶ βιβλίον νή. τίτλος ά. κεφάλαιον ιδ΄. θέμα τελευταῖον ὁμοίως ἔχον. Τὸ λστ΄. διάταγμα τοῦ ζ΄. τίτ. τοῦ ιά. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον τῶν βασιλικῶν νθ΄. τίτ. ά. κεφάλαιον λϛ΄. οὕτως ἔχον ὡς ἐγράφη. Τὸ ξγ΄. διάταγμα τοῦ β΄. τίτλου τοῦ ιζ΄. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον τῶν βασιλικῶν ιβ΄. τίτλος ά. κεφάλαιον ξγ΄. θέμα τελευταῖον λέγον· Λύεται ἡ κοινωνία φθειρομένων τῶν προσώπων, ἢ τοῦ πράγματος, ἢ τῆς ἀγωγῆς, ἢ τῆς γνώμης· προσώπων μὲν ἐπὶ τῆς μεγάλης ἢ μέσης καταστάσεως ἐναλλαγῆς, καὶ θανάτου· φθείρεται δὲ τὸ πρᾶγμα ὅταν ἢ παντελῶς οὐχ ὕπεστιν, ἢ τὴν κατάστασιν ἐνήλλαξεν ἀνιερωθὲν ἢ καὶ δημευθέν. Ἀκούων δὲ τοῦ νόμου μεμνημένου βεβηλότητος, μὴ ἐκλαβοῦ αὐτὴν εἰς ἀκαθαρσίαν ἀλλ᾽ εἰς ἰδιωτείαν. Τὸ έ. ϛ΄. καὶ ξβ΄. διατάγματα τοῦ ά. τίτ. τοῦ ιή. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον ιθ΄. τίτ. ά. κεφ. δ΄. τὰ αὐτὰ λέγον· καὶ τὸ ογ΄. διάταγμα τοῦ αὐτοῦ τίτλου καὶ βιβλίου ἐστὶ τοῦ αὐτοῦ ιθ΄. βιβλίου τίτ. ά. κεφάλαιον ογ΄. οὕτως ἔχον ὡς γέγραπται. Γίνωσκε δὲ ὅτι τὰ μὲν μὴ ἱερωθέντα ἅγια καὶ πωλοῦνται, καὶ δωροῦνται, καὶ οὐσουκαπιτευόνται, καὶ διὰ χρόνου κυριεύονται· τὰ δὲ ἱερὰ ὁπωσδήποτε οὐ δεσπόζονται, καὶ ὅτι ὁ μὲν κλέψας ἱερὸν, ὡς ἱερόσυλος κολάζεται· ὁ δὲ κλέψας ἰδιωτικὴν ἁγίαν εἰκόνα, ὡς κλέπτης ἐνέχεται. Εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ τούτων διαφοραί. Εἰ δέ τις ἐρεῖ καὶ πῶς πωλοῦνται μοναστήρια καὶ σκευοφυλάκια, ἀκουσάτω ὅτι τοιοῦτό τι οὔτε ἀγοράζεται, οὔτε πωλεῖται· τὸ δὲ δίκαιον τὸ ἐπὶ τούτοις προσαρμόζον τινὶ καὶ πωλεῖται καὶ ἀγοράζεται· ὁ γὰρ ἀγοράζων ἱερὸν τόπον ἢ σκεῦος ἐν εἰδήσει ἀπόλλυσι τὸ τίμημα, καὶ κολάζεται· καὶ ζήτει βιβλίον... τίτλον... κεφάλαιον. Ἐξ εὐλόγων δέ τινων αἰτιῶν πωλεῖται ἔστιν ὅτε καὶ τὰ ἱερά· καὶ ζήτει τὸν ά. καὶ β΄. τίτλον τοῦ έ. βιβλίου, διδάσκουσι γὰρ περὶ ἐκκλησιῶν, καὶ μοναστηρίων, καὶ εὐαγῶν οἴκων, καὶ περὶ τῶν πραγμάτων καὶ δικαιωμάτων αὐτῶν, καὶ περὶ ἐκποιήσεως, καὶ ἐμφυτεύσεως ἐκκλησιαστικῶν πραγμάτων. Καὶ ταῦτα μὲν περὶ τῶν ἱερῶν· τὰ δὲ ἐπὶ καρποφορίᾳ προσαγόμενα οὐκ εἰσὶν ἱερά· καὶ ζήτει βιβλίον νδ΄. τίτλον γ΄. κεφάλαιον ά.

Σχόλιον.

Τὸ έ. διάταγμα τοῦ ά. τίτλου τοῦ κδ΄. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον λ΄. τίτλος ά. κεφάλαιον έ. θέμα ή. Εἰ καὶ πολύτιμον κενοτάφιον δωρήσομαι τῇ γαμετῇ μου, ἔῤῥωται, μεθὸ μέν τοι θάψει ἐν αὐτῷ. Εἰ δὲ καὶ αὕτη ἐν αὐτῷ ταφῇ, γίνεται εἰς ταφὴν ἀνιερωμένον, καὶ ἐπὶ τῷ προσαγαγεῖν τῷ θεῷ, καλῶς δωροῦμαι τῇ γαμετῇ μου ἢ τόπον, ἐφ᾽ ᾧ ποιῆσαι ἐν αὐτῷ δημόσιον ἔργον ὅπερ ἐπηγγείλατο, ἢ ναὸν, καὶ γίνεται ὁ τόπος ἱερός. Τὸ ιβ΄. διάταγμα τοῦ ί. τίτλου τοῦ κζ΄. βιβλίου ἐστὶ βιβλίον λή. τίτλος ί. κεφάλαιον ί. θέμα β΄. κεφάλαιον ιά. καὶ ιβ΄. οὕτως ἔχον· Ὁ κουράτωρ τοῦ μαινομένου καλῶς ἴδιον πρᾶγμα ὡς τοῦ μαινομένου ἐκποιεῖ, οὐ μὴν τὸ τοῦ μαινομένου ὡς ἴδιον. Δύναται δὲ ἐπὶ συμφέροντι τοῦ μαινομένου ἐνεχυριάζειν, καθιεροῦν δὲ αὐτοῦ πρᾶγμα οὐ δύναται. Τὸ λθ΄. διάταγμα τοῦ λ΄. βιβλίου ἐστὶ βιβλίον μδ΄. τίτλος ά. κεφάλαιον λθ΄. θέμα τελευταῖον. Εἰ δέ τις τὰ δημόσια ἢ τὰ ἱερὰ, ἢ τὰ ἰδικὰ τοῦ βασιλέως ληγατεύσει, μαίνεσθαι δοκεῖ· καὶ οὔτε τὸ τίμημα αὐτοῦ δίδοται, ἐπειδὴ τὰ μὲν οὐδ᾽ ὅλως πωλεῖται, τὰ δὲ βασιλικὰ οὐ παρὰ γνώμην τοῦ βασιλέως. Τὸ ά. διάταγμα τοῦ ά. τίτλου τοῦ λθ΄. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον νή. τίτλος ί. κεφάλαιον ά. θέμα β΄. Τὸ δὲ περὶ τῆς καινοτομίας παράγγελμα, ἐπὶ τοῖς μέλλουσιν ἔργοις ἁρμόζει. Εἰ γὰρ ἤδη γέγονε τὸ ὅπερ βίᾳ ἢ λάθρᾳ πραχθὲν, ἢ τὸ περὶ τόπου σεβασμίου, ἢ τὸ περὶ τόπου ἱεροῦ, ἢ τὸ περὶ ποταμοῦ δημοσίου, ἢ τὸ περὶ ὄχθης δημοσίας, χώραν ἔχει. Τὸ ιζ΄. διάταγμα τοῦ γ΄. τίτλου ἐστὶ βιβλίον νή. τίτλος ιγ΄. κεφάλαιον ιζ΄. θέμα δ΄. περὶ τὸ τέλος· Εἰ δὲ κεῖται μεταξὺ ἡμῶν τόπος ἱερὸς, ἢ εἰς ταφὴν, ἢ ἅγιος, οὐ δύναται συστῆναι δουλεία. Τὸ λά. διάταγμα τοῦ β΄. τίτλου τοῦ μά. βιβλίου ἐστὶ τίτλος β΄. κεφάλαιον λ΄. θέμα β΄. τοῦ ν΄. βιβλίου· Παύομαι νέμεσθαι ὅπερ ἄλλος ἀφείλετό μου, καὶ τὸ μνημεῖον ἱερὸν γενόμενον. Πρόσχες οὖν ὅτι ἐν τῇ ἀνακαθάρσει οὐκ ἐτέθη τὸ ἐντὸς κείμενον μέρος τοῦ νόμου τὸ λέγον, κἂν μὴ ὡς τοιοῦτον, ἀλλ᾽ ὡς ἰδιωτικὸν αὐτὸν ἔχωμεν· καὶ διὰ τοῦτο ὀφείλεις προσέχειν πλέον τοῖς ἐν τοῖς βασιλικοῖς περιεχομένοις. Τὸ θ΄. διάταγμα τοῦ γ΄. τίτλου ἐστὶ βιβλίον γ΄. τίτλος γ΄. κεφάλαιον θ΄. Διὰ χρονίας νομῆς δεσπόζονται τὰ σωματικὰ, χωρὶς ἱερῶν ἢ ἁγίων, ἢ δημοσίων, ἢ δήμου Ῥωμαίων, ἢ πόλεως, ἢ ἐλευθέρων ἀνθρώπων. Τὸ ά. καὶ β΄. διάταγμα τοῦ ά. τίτλου τοῦ μγ΄. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον τῶν βασιλικῶν νή. τίτλος ιδ΄. κεφάλαιον β΄. θέμα παρατέλευτον. Τὰ νόμιμα παραγγέλματα ἁρμόζουσιν ἢ διὰ θεῖον δίκαιον, ὥσπερ ἵνα μηδὲν γένηται ἐν ἱερῷ τόπῳ, ἢ κἂν γένηται, ἵνα ἀποκαταστῇ, καὶ περὶ τοῦ εἰσκομίσαι νεκρὸν, ἢ κτίσαι τάφον. Τὸ ά. διάταγμα τοῦ στ΄. τίτλου ἐστὶ τίτλος ιέ. κεφάλαιον ά. τοῦ νή. βιβλίου οὕτως ἔχον· Λέγει ὁ πραίτωρ, ἐν ἱερῷ τόπῳ ἢ ποιεῖν ἢ εἰσπέμπειν τι κωλύω. Τοῦτο περὶ ἱεροῦ τόπου, οὐ περὶ βεβήλου ἁρμόζει, οὐ διὰ τὸ κοσμεῖσθαι αὐτὸν, ἀλλὰ διὰ τὸ μὴ βλάπτεσθαι. Ἡ δὲ φροντὶς τῶν ἱερῶν τόπων τοῖς φροντίζουσιν αὐτῶν ἀνήκει. Τὸ β΄. διάταγμα τοῦ ή. τίτλου τοῦ μγ΄. βιβλίου ἐστὶ βιβλίον νή. τίτλος ή. κεφάλαιον έ. θέμα ιά. οὕτως ἔχον ὡς καὶ ἐν τῷ κειμένῳ ἐγράφη. Τὸ γ΄. διάταγμα τοῦ στ΄. τίτλου τοῦ μδ΄. βιβλίου ἐστὶ βιβλίον κζ΄. κεφάλαιον θ΄. λέγον οὕτως ὡς ἐγράφη εἰς τὸ κείμενον. Ἐρωτήσει τις καί τίνος χάριν οὐ προσετέθη ἐν τοῖς βασιλικοῖς τὸ μέρος τοῦτο τοῦ νόμου τὸ λέγον, κἂν μὴ ὡς τοιοῦτον, ἀλλ᾽ ὡς ἰδιωτικὸν αὐτὸν ἔχωμεν. Ἐνομοθετήθη ἐν κεφαλαίῳ ιγ΄. τοῦ δ΄. τίτλου τοῦ μ΄. βιβλίου, μὴ περικόπτεσθαι τὴν οὐσουκαπητίαν, ἐκ τοῦ λαβεῖν διὰ παραγγελίας εἴδησιν τὸν καλῇ τῇ πίστει νομέα, ὅτι ἀλλότριον νέμεται. Ἔδοξεν οὖν διὰ τοῦτο τῷ ποιοῦντι τὴν ἀνακάθαρσιν, ἄδικον εἶναι τὸ περικόπτεσθαι τὴν νομὴν τοῦ καλῇ πίστει νομέως, ἐκ τοῦ ἀνατεθῆναι τῷ θεῷ τὸ παρὰ τοῦ καλῇ πίστει νομέως νεμόμενον, καὶ μᾶλλον εἰ μηδὲ τὴν περὶ τούτου εἴδησιν ἔλαβεν ἀπὸ τοῦ δικαστηρίου, ἄλλως ὡς ἰδιωτικὸν αὐτὸν ἐνέμετο. Διά τοι τοῦτο τὸ μέρος τοῦ νόμου τὸ λέγον, κἂν μὴ ὡς ἱερὸν, ἀλλ᾽ ὡς ἰδιωτικὸν αὐτὸν νεμόμεθα, οὐκ ἐδέχθη. Ἅγια ἐνταῦθα μὴ τὰ ἰδιωτικὰ ἅγια εἴπῃς, ἀλλὰ τὰ μνημεῖα, τὰ καὶ ῥελεγιόσα λεγόμενα· τὰ γὰρ ἰδιωτικὰ ἅγια ὡς τὰ μὴ ἱερωθέντα δεσπόζονται.

Σχόλιον.

Τὸ λή. διάταγμα τοῦ ά. τίτλου τοῦ μέ. βιβλίου ἐστὶ βιβλίον μγ΄. τίτ. ά. κεφ. ιζ΄. θέμα έ. οὕτως ἔχον· Καλῶς ἐπερωτῶ σε παριστᾶν τόδε, ἢ κτίζειν ἱερὸν ἢ μνημείου τόπον· καὶ ἡ ἐπὶ τῶν τοιούτων γὰρ τόπων μίσθωσις ἔῤῥωται. Τὸ πγ΄. διάταγμα τούτου ἐστὶ βιβλίον μγ΄. τίτλος ά. κεφάλαιον πγ΄. θέμα δ΄. Οὔτε ἱερὸν, οὔτε μνημείου πρᾶγμα, οὔτε τὸ διηνεκῶς τῇ δημοσίᾳ χρήσει ἀφορισθὲν ἐπερωτᾶν δύναμαι, οὔτε τὸν ἐλεύθερον ἄνθρωπον, κἂν εἰ δύναται δοῦλος ὁ ἐλεύθερος γενέσθαι, καὶ ὁ ἱερὸς ἢ ὁ δημόσιος ἰδιωτικός. Εἰ γὰρ καὶ ἰδιωτικὸν ἐπερωτηθῶ τόπον, ἢ δοῦλον, καὶ συμβῇ τὸν τόπον καθιερωθῆναι ἢ τὸν δοῦλον ἐλευθερωθῆναι χωρὶς δόλου μου, ἐλευθεροῦμαι, καὶ εἰ συμβῇ ἔκ τινος νόμου πάλιν τὸν τόπον ἰδιωτικὸν, ἢ τὸν ἐλεύθερον δοῦλον γενέσθαι, οὐκ ἐνέχομαι. Καὶ θέμα ζ΄. τοῦ αὐτοῦ κεφαλαίου λέγον· Τὸν ἐλεύθερον οὐ δύναμαι ἐπερωτᾶν ὑπὸ αἵρεσιν τοῦ ὅτε δοῦλος γένηται, οὔτε τὸ ἱερὸν ἢ μνημεῖον ὅτε γένωνται ἰδιωτικά· ἐκεῖνα γὰρ ἐπερωτᾶν δυνάμεθα, ὅσα κατὰ τὸν καιρὸν τῆς ἐπερωτήσεως, τῆς χρήσεως, καὶ τῆς δεσποτείας ἡμῶν γενέσθαι δύναται. Τὸ ϟά. διάταγμά ἐστι βιβλίον μγ΄. τίτ. ά. κεφάλαιον ϟά. θέμα β΄. τὰ αὐτὰ σχεδὸν διαλαμβάνον ὅσα καὶ ὁ πατριάρχης περιφραστικῶς ἔγραψε. Τὸ ρλζ΄. διάταγμά ἐστι τοῦ μγ΄. βιβλίου καὶ τίτλου, κεφαλαίου ρλζ΄. θέματος δ΄. λέγον· Ἀνισχύρως ἐπερωτῶμαι ὑπὸ αἵρεσιν ὑπὸ τοῦ νόμου κεκωλυμένην, οἷον δίδως ἐὰν Πέτρος πωλήσῃ τὸ ἱερὸν, ἢ τὸ μνημεῖον, ἢ τὸ τῇ δημοσίᾳ χρήσει ἀφωρισμένον· εἰ καὶ δυνατόν ἐστι τὸ δίκαιον τῶν τοιούτων ἐναλλαγῆναι πραγμάτων· τὸ αὐτὸ κἂν τῇ φύσει ἀδύνατός ἐστιν ἡ αἵρεσις. Μίσθωσις δὲ ἡ ἐπὶ τῷ ἱερῷ ἔῤῥωται, ἡ συστᾶσα χάριν τοῦ κτισθῆναι τὸ ἱερὸν, οὐ μὴν ἡ ἐπὶ ἐκδόσει τοῦ ἱεροῦ. Ἐὰν γάρ τις ἐκλάβηται μισθωτικῶς μοναστήριον, οὐ μόνον οὐκ ὠφεληθήσεται ἀπὸ τῆς μισθώσεως ὡς οὔσης παρανόμου καὶ ἀνισχύρου, ἀλλὰ καὶ κολασθήσεται· οἱ γὰρ μισθούμενοι καὶ οἱ πακτωτικῶς ἐκλαμβανόμενοι μοναστήρια, ὡς παράνομον συνάλλαγμα πεποιηκότες, ὑφοράσθωσαν τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ νόμου κατάκρισιν.

Σχόλιον.

Τὸ β΄. διάταγμα τοῦ κβ΄. τίτλου τοῦ μζ΄. βιβλίου ἐστὶ βιβλίον ξ΄. τίτλος λβ΄. κεφάλαιον β΄. Ὁ παράνομον ποιῶν σύστημα τῇ κατὰ τῶν σὺν ὅπλοις τόπον δημόσιον ἢ ἱερὸν κατεγόντων ὑπόκειται ποινῇ. Τὸ ά. διάταγμα τοῦ δ΄. τίτλου τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον ξ΄. τίτλος λϛ΄. κεφάλαιον ά. Ὁ περὶ τῶν ἐπιβούλων νόμος ὅμοιός ἐστι τῷ περὶ ἱεροσυλίας, καὶ ἐνέχεται, αὐτῷ ὁ κατὰ τοῦ Ῥωμαϊκοῦ δήμου πλημμελήσας, καὶ ὁ σπουδάσας κατὰ δόλον παρὰ κέλευσιν Βασιλέως ἀναιρεθῆναι τοὺς ὁμήρους, ἢ ἵνα ἔνοπλοι ἄνθρωποι ἐν πόλει κατὰ τῆς πόλεως ὦσιν, ἢ ἵνα τόπος ἢ ἱερὰ κατασχεθῶσιν, ἢ στασιώδης γένηται σύνοδος, ἢ ἵνα φονευθῇ ὁ ἄρχων· καὶ ὁ πρὸς τοὺς πολεμίους ἄγγελον ἢ γράμματα πέμψας, καὶ σημεῖον αὐτοῖς δεδωκὼς, ἢ ἄλλως βοηθήσας αὐτοῖς, καὶ ὑπονοθεύσας, ἢ ἐρεθίσας στρατιώτας πρὸς στάσιν ἢ θόρυβον κατὰ τῆς πολιτείας. Τὸ ιζ΄. διάταγμα τοῦ ιϛ΄. τίτλου τοῦ ν΄. βιβλίου ἐστὶ βιβλίον β΄. τίτ. β΄. κεφ. ιζ΄. οὕτω λέγον περὶ τὰς ἀρχάς· Ἐν δὲ τοῖς δημοσίοις οὐ περιέχεται οὔτε τὰ ἱερὰ, οὔτε τὰ μνημεῖα, οὔτε τὰ ταῖς δημοσίαις χρήσεσιν ἀφωρισμένα, ἀλλ᾽ εἴ τινά ἐστι τῶν πόλεων, οἷον αἱ οὐσίαι.

Σχόλιον.

Τὸ κ΄. διάτ. τοῦ ά. τίτ. τοῦ λγ΄. βιβλίου τῶν διατάξεών ἐστι θέμα τελευταῖον τοῦ κ΄. κεφ. τοῦ δ΄. τίτ. τοῦ μδ΄. βιβλ. οὕτως ἔχον ὡς συνωψίσθη. Τὸ ιζ΄. διάταγμα τοῦ ά. τίτ. τοῦ λδ΄. βιβλίου ἐστὶ τῶν βασιλικῶν βιβλίον μδ΄. τίτ. ιδ΄. κεφ. ιζ΄. οὕτως ἔχον ὡς συνωψίσθη. Τὸ λέ. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ μ΄. βιβλίου ἐστὶ βιβλίον μή. τίτ. ή. κεφ. λέ. Κτίζων τις εὐκτήριον ἀφώρισεν αὐτῷ δούλους, τοῦ κληρονόμου ἔσονται οὗτοι. Τὸ έ. διάτ. τοῦ ά. τίτ. τοῦ κδ΄. βιβλ. ἐστὶ βιβλίον τῶν βασιλικῶν λ΄. τίτ. ά. κεφ. έ. θέμα ή. ἔχον ἐν μέρει καθὼς εἰς τὸ κείμενον ἐτέθη. Τὸ λζ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ λδ΄. βιβλίου ἐστὶ βιβλίον μδ΄. τῶν βασιλικῶν τίτ. ιέ. κεφ. λζ΄. θέμα τελευταῖον οὕτως ἔχον· Ἐὰν εἴπω γενέσθαι σταυροὺς ἀπὸ ρ΄. λιτρῶν, καὶ ἀνατεθῆναι ἐν τῷ δε τῷ ἱερῷ, πάντες δὲ οἱ ἐν τῷ αὐτῷ ἱερῷ ὄντες ἀργυροῖ καὶ χαλκοῖ εἰσιν, ἀργυροῦς ὁ κληρονόμος ἀναγκάζεται ποιεῖν, οὐ μὴν χαλκοῦς δίδωσιν, οὔτε χρυσοῦς.

Σχόλιον.

Τὸ ά. διάτ. τοῦ β΄. τίτ. τοῦ λέ. βιβλίου τῶν διατ. ἐστὶ βιβλ. μά. τῶν βασιλικῶν τίτ. ά. κεφ. ά. θέμα γ΄. λέγον ἐν μέρει φαλκιδιοῦσθαι καὶ τὰ τῷ Θεῷ ληγατευόμενα· ἔξωθεν δὲ τοῦ αὐτοῦ κεφ. φησὶν ὁ Παλαιὸς ταῦτα ῥητῶς· Ἡ περὶ διαφόρων κεφαλαίων ἐκκλησιαστικῶν ρλά. νεαρὰ οὐ συγχωρεῖ τῷ φαλκιδίῳ περικόπτεσθαι τὰ εἰς εὐσεβεῖς αἰτίας ληγατευόμενα. Ὁ δὲ σχολιαστής φησι ταῦτα· Οἶμαι ὡς τὸ παρὸν διάτ. ἀνῃρέθη παρὰ τῆς ρλά. νεαρᾶς τῆς κειμένης ἐν τῷ γ΄. τίτ. τοῦ έ. βιβλίου, καὶ αὐτίκα διδάσκει πλατύτερον πῶς ἀνῃρέθη ὁ νόμος οὗτος. Καὶ ταῦτα μὲν εἶπον ὁ σχολιαστὴς καὶ ὁ Παλαιός. Ἐμοὶ δὲ δοκεῖ ὅτι οὐ καλῶς αὐτοῖς ἐξελήφθησαν τὰ τῆς νεαρᾶς· οὐδὲ γὰρ ἀδιαστίκτως ἀφαλκιδίωτα δίδονται τὰ εἰς εὐσεβεῖς αἰτίας καταλειφθέντα. Ἀλλ᾽ εἰ μὲν καιροπραγμονήσει ὁ κληρονόμος περὶ τὴν δόσιν τοῦ ληγατευθέντος, ἀπόλλυσι τὸν ἀνήκοντα τούτῳ φαλκίδιον, καὶ δίδωσι τὰ ληγατευθέντα ὡς ἡ νεαρά φησιν, εἰ δὲ εὐγνωμονήσει περὶ τὴν δόσιν τούτων, λαμβάνει τὸν ἀνήκοντα αὐτῷ φαλκίδιον· φησὶ γὰρ ἡ αὐτὴ νεαρὰ κειμένη ἐν βιβλίῳ έ. τίτ. γ΄. κεφ. θ΄. οὕτω ῥητῶς· Εἰ δὲ ὁ κληρονόμος τὰ εἰς εὐσεβεῖς αἰτίας καταλελειμμένα μὴ πληρώσει, λέγων τὴν καταλειφθεῖσαν αὐτῷ περιουσίαν μὴ ἀρκεῖν εἰς ταύτας, κελεύομεν παντὸς τοῦ ἐκ τοῦ φαλκιδίου κέρδους σχολάζοντος, ὁσονδήποτε εὑρεθῇ ἐν τῇ τοιαύτῃ οὐσίᾳ, προχωρεῖν τῇ προνοίᾳ τοῦ ἁγιωτάτου τῶν τόπων ἐπισκόπου εἰς τὰς αἰτίας, εἰς ἃς καταλέλειπται. Ζήτει καὶ τὸ ὅλον θ΄. κεφ. καὶ ἀνάγνωθι αὐτὸ ἀναγκαῖον ὅν. Τὸ β΄. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ ν΄. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον τῶν βασιλικῶν νδ΄. τίτ. ιδ΄. κεφ. β΄. οὕτως ἔχον ὡς εἰς τὸ κείμενον ἐγράφη. Ἡ ά. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ά. τοῦ ά. τίτ. τοῦ έ. βιβλίου οὕτως ἔχον ὡς εἰς τὸ κείμενον συνωψίσθη. Ἡ ιγ΄. διάτ. τοῦ αὐτοῦ τίτλου καὶ βιβλίου οὐκ ἐτέθη εἰς τὰ βασιλικά.

Σχόλιον.

Ἡ ιθ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ή. τοῦ ά. τίτ. τοῦ έ. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ἐπὶ λέξεων ὡς εἰς τὸ κείμενον ἐγράφη. Σημείωσαι δὲ ὅτι ἡ κβ΄. διάταξις ἐτέθη εἰς βιβλίον έ. τίτ. ά. κεφ. ί. πλὴν οὐχ ὡς εἰς τὸ κείμενον κεῖται, ἀλλὰ ἄλλως· φησὶ γὰρ, μὴ διαγραφέσθω ἐκκλησία, ἢ εὐσεβὴς οἶκος, ἢ μοναστήριον ἐπὶ κέρδει. Καὶ σημείωσαι τοῦτο πολλὰ χρησιμεῦον εἰς τοὺς ἐκπροικίζοντας μοναστήρια, καὶ πωλοῦντας, καὶ ἀγοράζοντας εὐαγεῖς οἴκους. Ἡ κγ΄. διάταξις καὶ ἡ κέ. οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά· σὺ δὲ γίνωσκε ὅτι κἂν ἡ τοιαύτη διάταξις διορίζηται μόνῃ ἑκατονταετίᾳ τοὺς εὐαγεῖς οἴκους ἐκβάλλεσθαι, ἀλλὰ τὸ ά. κεφ. τῆς ριά. Ἰουστινιανείου νεαρᾶς, ἤτοι τὸ τελευταῖον κεφ. τοῦ β΄. τίτ. τοῦ έ. βιβλίου τῶν βασιλικῶν ταῦτα ῥητῶς θεσπίζει· Πᾶσα ἀγωγὴ προσήκουσα σεπτῷ οἴκῳ, εἴτε προσωπικὴ, εἴτε ὑποθηκαρία ἐστὶν, οὐχ ὑπερβαίνει τὰ μ΄. ἔτη, τῶν ἁρμοζουσῶν ἑκάστῳ οἴκῳ τοιούτῳ εὐαγεῖ προσκαίρων παραγραφῶν φυλαττουσῶν μέν τοι γε τοὺς οἰκείους χρόνους.

Σχόλιον.

Ἡ κδ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι βιβλίον μδ΄. τίτ. ιή. κεφ. λδ΄. οὐκ ἐτέθη δὲ ἐν τοῖς βασιλικοῖς, ὡς ὁ κώδιξ διελάμβανεν· ἀλλ᾽ οὕτω φησὶν ὁ βασιλικός· Τὸ τοῖς πτωχοῖς καταλιμπανόμενον μὴ νομιζέσθω ἄδηλον. Ἡ κή. διάταξις οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνιος ρλά. κειμένη ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. γ΄. κεφ. ή. οὕτως ἔχοντι· Εἰ δὲ καί τις ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων, ἢ ἀποτροφῆς πενήτων κληρονομίαν ἢ ληγάτον καταλείπῃ ἐν πράγμασι κινητοῖς, ἢ αὐτοκινήτοις, ἢ ἀκινήτοις, εἴτε ἅπαξ, εἴτε ἐτήσιον, καὶ τοῦτο τρόποις ἅπασι κατὰ τὴν τοῦ διαθεμένου γνώμην ἀπὸ τῶν κελευσθέντων τοῦτο ποιῆσαι, πληρούσθω. Εἰ δὲ μὴ ἰδικῶς εἴπῃ ποίου τόπου πένησι ταῦτα κατέλιπε, κελεύομεν τὸν ὁσιώτατον τῆς πόλεως ἐπίσκοπον ἐν ᾗ οἰκίαν ὁ διαθέμενος εἶχε παραλαμβάνειν τὰ αὐτὰ πράγματα, καὶ τοῖς τῆς αὐτῆς πόλεως πένησι διανέμειν. Ἡ δὲ μέ. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν οὐκ ἐτέθη εἰς τὰ βασιλικά· ὡσαύτως οὐδὲ ἡ νέ. διάτ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ.

Σχόλιον.

Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. γ΄. κεφ. θ΄. ὃ δὴ καὶ κατεστρώθη ἐξ ὁλοκλήρου ἐν τῷ καταρχῆς τοῦ παρόντος κεφαλαίου, ἀρχόμενον οὕτως, Εἰ δὲ ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων, καὶ τὰ ἑξῆς.

Σχόλιον.

Ἡ μή. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν έ. τίτ. γ΄. κεφ. ή. ὃ καὶ κατεστρώθη εἰς τὸ παρελθὸν καταβατόν. Ἡ νβ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ μέντοι β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. καὶ ἐτέθη ἐν βιβλίῳ τῶν βασιλικῶν δ΄. τίτ. ά. κεφ. έ. καὶ ϛ΄. οὕτω σχεδὸν ὡς ἐνταῦθα κεῖται.

Σχόλιον.

Ἡ ά. διάτ. τοῦ μή. τίτ. τοῦ στ΄. βιβλίου τοῦ κώδικος κεῖται ἐν βιβλίῳ μδ΄. τίτ. ιή. κεφ. λ΄. καὶ ζήτει τοῦτο περὶ τὰ μέσα διαλαμβάνον ὅσα εἰς τὸ κείμενον ἐγράφησαν. Τὰ δὲ λεγόμενα περιέχεσθαι ἐν τῷ κζ΄. τίτλῳ τῆς γ΄. καὶ ιϛ΄. τίτ. τῆς δ΄. Ἰνστιτουτιῶνος, οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά. Ἡ μέν τοι β΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι ιή. κεφ. τοῦ β΄. τίτ. τοῦ έ. βιβλίου, καί φησι σχεδὸν τὰ αὐτά· ἡ δὲ ά. διάτ. τοῦ αὐτοῦ βιβλίου τῶν νεαρῶν οὐκ ἐτέθη εἰς τὰ βασιλικά.

ΚΕΦΑΛΑΙΟΝ. Β΄.
Σχόλιον.

Ἡ ιζ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ κά. Τὸ μέν τοι ξβ΄. διάτ. τοῦ ά. τίτ. τοῦ ιή. βιβλίου ἐστὶ βιβλίον ιθ΄. τῶν βασιλικῶν τίτ. ά. κεφ. ξβ΄. θέμα β΄. οὕτως ἔχον ὡς εἰς τὸ κείμενον ἐγράφη. Ὁ ά. τίτ. τῆς β΄. ἰνστιτουτιῶνος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ ά. διάτ. τοῦ β΄. τίτλου τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκ΄. τοῦτο δὲ αὐτῆς τὸ κεφάλαιον οὐκ ἐτέθη εἰς τὰ βασιλικά.

Σχόλιον.

Ἡ β΄. διάταξις τοῦ β΄. τίτλου τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκ΄. κειμένη ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. β΄. κεφ. κά. οὕτως ἔχοντι καθὼς εἰς τὸ κείμενον διελήφθη. Τὸ ιγ΄. διάτ. τοῦ ιή. τίτ. τοῦ ά. βιβλίου ἐστὶ βιβλίον στ΄. τίτ. ά. κεφ. μβ΄. οὕτως ἔχον· Ὁ ἄρχων φροντιζέτω τῆς εἰρήνης ζητῶν τοὺς ἱεροσύλους, καὶ ἀνδραποδιστὰς, καὶ κλέπτας, καὶ ὑποδοχεῖς, καὶ πρὸς τὸ πλημμέλημα ἐπεξιὼν αὐτοῖς. Τὸ δ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ί. βιβλίου ἐστὶ τῶν βασιλικῶν βιβλίον μβ΄. τίτ. γ΄. κεφ. δ΄. θέμα β΄. λέγον· Ἐξῃρημένων τῶν χρεών τὰ λοιπὰ πράγματα κατάγονται εἰς τὸ διαιροῦν τῇ φαμιλίᾳ τὸν κλῆρον δικαστήριον, καὶ τὰ κακὰ φάρμακα, καὶ τὰ μαγικὰ βιβλία, καὶ τὰ ὅμοια· ὀφφίκιον δέ ἐστι δικαστοῦ παραχρῆμα τὰ τοιαῦτα διαφθείρειν. Οὐ διαιρεῖται δὲ τὰ ἀπὸ ἱεροσυλίας κτηθέντα, ἢ τὰ ἀπὸ δήμου κλαπέντα, ἢ ἀπὸ βίας κτηθέντα, ἢ ἐφόδου. Σὺ δὲ γίνωσκε ὅτι πάντα ὅσα κακῇ πίστει νέμεται ὁ τελευτήσας, οὐ κατάγεται εἰς τὸ διαιρετικὸν δικαστήριον, ἀλλὰ φυλάττεται τῷ ἰδίῳ δεσπότῃ ἀμείωτα. Τὸ κστ΄. διάτ. τοῦ ά. τίτ. τοῦ μέ. βιβλίου τῶν διατ. ἐστὶ βιβλίον τῶν βασιλικῶν μγ΄. τίτ. ά. κεφ. κέ. λέγον· Αἱ αἰσχραὶ ἐπερωτήσεις ἀνίσχυροί εἰσιν, ὡς ὅταν τις ὁμολογῇ φόνον ποιεῖν ἢ ἱεροσυλίαν, οὔτε γὰρ ἀγωγὴ ἐκ τῶν τοιούτων ἁρμόζει.

Σχόλιον.

Τὸ ά. διάτ. τοῦ δ΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι τῶν βασιλικῶν βιβλίον ξ΄. τίτ. λστ΄. κεφ. ά. λέγον· Ὁ περὶ τῶν ἐπιβούλων νόμος ὅμοιός ἐστι τῷ περὶ ἱεροσυλίας, καὶ ἐνέχεται αὐτῷ ὁ κατὰ τοῦ Ῥωμαϊκοῦ δήμου πλημμελήσας, καὶ ὁ σπουδάσας κατὰ δόλον παρὰ κέλευσιν βασιλέως ἀναιρεθῆναι τοὺς ὁμήρους, ἢ ἵνα ἔνοπλοι ἄνθρωποι κατὰ τῆς πόλεως ἐν πόλει ὦσιν, ἢ ἵνα τόπος ἢ ἱερὰ κατασχεθῶσιν, ἢ στασιώδης γένηται σύνοδος, ἢ ἵνα φονευθῇ ὁ ἄρχων, καὶ ὁ πρὸς τοὺς πολεμίους ἄγγελον ἢ γράμματα πέμψας, ἢ σημεῖον αὐτοῖς δεδωκὼς, ἢ ἄλλως βοηθήσας αὐτοῖς, καὶ ὑπονοθεύσας, ἢ ἐρεθίσας στρατιώτας πρὸς στάσιν ἢ θόρυβον κατὰ τῆς πολιτείας. Τὸ ά. διάτ. τοῦ ιγ΄. τίτ. τοῦ αὐτοῦ βιβλίου τῶν διατάξεών ἐστι βιβλίον ξ΄. τίτ. μέ. κεφ. β΄. Ὁ δὲ πεκουλάτους κινεῖται κατὰ τοῦ ὑφελομένου ἐκ τῶν ἱερῶν, ἢ τῶν μνημείων, ἢ δημοσίων, ἢ χρημάτων, ἢ στρέψαντος εἰς ἰδίας χρήσεις· πλὴν τῶν ἀπὸ νόμου ἐπιτετραμμένων, καὶ τῶν παρασκευασάντων κατὰ δόλον γενέσθαί τι τούτων, καὶ τοῦ μίξαντος τῷ δημοσίῳ χρυσῷ ἢ ἀργύρῳ χαλκὸν, ἢ ἕτερον βλάπτον αὐτά. Τὸ δ΄. διάτ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά.

Σχόλιον.

Τὸ ϛ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι τῶν βασιλικῶν βιβλίον ξ΄. καὶ τίτ. μέ. κεφ. ϛ΄. καί φησι, τὸ ὑφελέσθαι ἀπὸ ἱεροῦ χρήματα ἰδιωτικὰ οὐκ ἔστιν ἱεροσυλία ἀλλὰ κλοπή. Τὸ ιϛ΄. διάτ. τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι τῶν βασιλικῶν βιβλίον ξ΄. τίτ. νά. κεφ. ιϛ΄. λέγον, τὸν τόπον ποιεῖν τὴν κλοπὴν, ἢ τὴν ἱεροσυλίαν· καὶ φαίνονται μὲν ἐναντία τὰ κεφ. οὐκ εἰσὶ δέ· ἀλλ᾽ ὁ μὲν ἰδιωτικὰ χρήματα κλέπτων, κἂν ἐξ ἱεροῦ τόπου, κλέπτης ἐστίν· ὁ δὲ τὰ ἀνατεθειμένα τῷ Θεῷ κλέπτων, κἂν ἐξ ἰδιωτικοῦ τόπου κλέψῃ, ὡς ἱερόσυλος ἐνέχεται. Πλὴν ἐπεί εἰσί τινα ἱερὰ μὴ ἀνατεθειμένα τῷ Θεῷ, ὡς τὰ ἰδικῶς ἡμῖν διαφέροντα εἰκονίσματα, καὶ λοιπὰ μήπω ναοῖς ἢ μοναστηρίοις ἀνατεθέντα, κατὰ τοῦτο λέγει τὸ ιϛ΄. κεφάλαιον τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλίου, τὸν τόπον ποιεῖν τὴν κλοπὴν, ἢ τὴν ἱεροσυλίαν. Ὁ γὰρ τὴν ἐν τῷ κελλίῳ ἡμῶν οὖσαν ἁγίαν εἰκόνα κλέπτων, οὐκ ἔστιν ἱερόσυλος, ἀλλὰ κλέπτης. Εἰ δὲ μὴ τοῦτο οὕτως ἑρμηνεύσομεν, εἴπωμεν πάντως καὶ τὸν κλέπτοντα νομίσματα ἔχοντα εἰκόνα Χριστοῦ, ἢ Θεοτόκου, ὡς ἱερόσυλον ἐνάγεσθαι· ὅπερ ἄτοπον καὶ ψευδές. Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ϛ΄. βιβλίου τοῦ κώδικός ἐστι τῶν βασιλικῶν βιβλίον ξ΄. τίτ. ϛ΄. κεφ. κ΄. λέγον· Ὁ τὸ μήπω καθιερωθὲν κλέψας κατέχεται τῇ φούρτι, οὕπω γὰρ ἱερόσυλός ἐστιν ὁ κλέψας τὸ μηδέπω καθιερωθέν· ἐκ τοῦ τοιούτου οὖν κεφαλαίου φαίνεται ὡς καλῶς ἐλύθη ἀνωτέρω ἡ δοκοῦσα ἐναντιοφωνία τῶν κεφαλαίων.

Σχόλιον.

Τὸ ζ΄. διάτ. τοῦ ιγ΄. τίτλου τοῦ μή. βιβλίου οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ τὸ ιά. τὸ δὲ ιβ΄. ἐστὶ κεφ. ιγ΄. τοῦ μέ. τίτ. τοῦ ξ΄. βιβλίου οὕτως ἔχον ὡς εἰς τὸ κείμενον δηλοῦται· ὡσαύτως καὶ τὸ ιϛ΄. ἐστι κεφάλαιον ιϛ΄. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. τὰ αὐτὰ διεξιόν.

· Contents ·