Library › Theodore Balsamon › Commentary on the Nomocanon
Commentary on the Nomocanon
Theodore Balsamon, Greek, RP 1, 1852
Title 10
ΤΙΤΛΟΣ Ι΄.
ΠΕΡΙ ΔΙΟΙΚΗΣΕΩΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΠΡΑΓΜΑΤΩΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΙΔΙΚΩΝ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Σχόλιον.
Ἡ λβ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ μά. οὐδὲ ἡ μβ΄. Ἀνάγνωθι δὲ τὴν γ΄. Ἰουστινιανοῦ νεαρὰν ἤτοι κεφ. τελευταῖον τοῦ β΄. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον· Ὥσπερ δὲ τὴν περὶ τούτου δαπάνην ὡρίσαμεν, οὕτω προσήκει τὸν κατὰ καιροὺς ἁγιώτατον πατριάρχην, καὶ τοὺς εὐλαβεστάτους οἰκονόμους περισκοπεῖν τοῦτο, καὶ τὰς ἄλλας δαπάνας τὰς γινομένας ἐκ τῶν ἐκκλησιαστικῶν πόρων περὶ εὐσεβεῖς δαπανᾶσθαι πράξεις καὶ Θεῷ ἀρεσκούσας, καὶ εἰς ἐκείνους ταύτας χορηγεῖν, τοὺς ταῖς ἀληθείαις δεομένους, καὶ οὐκ ἔχοντας ἑτέρωθι τροφῆς ἀφορμήν· ταῦτα γὰρ τὸν δεσπότην Θεὸν θεραπεύει· ἀλλὰ μὴ προστασίαις, καὶ σπουδαῖς ἀνθρώπων τὰς ἐκκλησιαστικὰς δαπάνας εἰς ἀνθρώπους εὐποροῦντας ἐπιδιδόναι, καὶ ἐντεῦθεν τοὺς ἀπορουμένους μὴ τυγχάνειν τῶν ἀναγκαίων. Ἴστωσαν γὰρ οἱ θεοφιλέστατοι οἰκονόμοι οἵ τε νῦν, οἵ τε κατὰ καιροὺς ἐσόμενοι, ὡς εἴ τι παρὰ ταῦτα πράξαιεν, ταῖς τε ἐκ Θεοῦ ποιναῖς ὑποκείσονται, καὶ ἐκ τῆς αὐτῶν οὐσίας τὸ ἀζήμιον τῇ ἁγιωτάτῃ περιποιήσουσιν ἐκκλησίᾳ. Ἡ β΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκ΄. ἤτοι θέμα β΄. τοῦ ζ΄. κεφ. τοῦ β΄. τίτ. τοῦ έ. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ὡς συνωψίσθη.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Σχόλιον.
Ὁ β΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος ἐτέθη εἰς βιβλίον έ. τῶν βασιλικῶν τίτ. ά. ἀπὸ τοῦ ά. κεφ. μέχρι τοῦ ιά. ἡ δὲ β΄. καὶ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν εἰσι νεαραὶ Ἰουστινιάνειοι ρκ΄. καὶ ρλά. ὧν ἡ μὲν κεῖται ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. β΄. ἡ δὲ ἐν βιβλίῳ τῷ αὐτῷ τίτ. γ΄. καὶ ἀνάγνωθι τοὺς τοιούτους τίτλους.
ΚΕΦΑΛΑΙΟΝ Ε΄.
Σχόλιον.
Ἡ λγ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ή. τοῦ γ΄. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον· Καὶ ὁ πρεσβύτερος, καὶ ὁ διάκονος ὅσα κτήσεται καὶ ἐν ὑπεξουσιότητι ἐκποιείτω, καὶ διατιθέσθω ἐπ᾽ αὐτοῖς, ὡς βούλεται, καὶ μὴ ἐκδικείσθωσαν παρὰ τῶν ἐχόντων αὐτὸν ὑπεξούσιον, ἢ συνεισφερέσθω τοῖς ἀδελφοῖς, ἢ τοῖς τέκνοις αὐτῶν, ἀλλ᾽ οἱ παῖδες αὐτῶν λαμβανέτωσαν αὐτὰ, κἂν μὴ διαθέμενοι τελευτήσωσι. Ἡ μά. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά· ὡσαύτως οὐδὲ ἡ μθ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλ. Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλ. έ. τίτ. γ΄. ἧς δὴ νεαρᾶς τὸ ί. κεφ. αὐτὰ ταῦτα διδάσκει ὅσα καὶ συνωψίσθησαν, προστιθέμενον μόνην σημασίαν τῶν ἀκινήτων. Λέγει γὰρ μήτε κινητὰ, ἢ ἀκίνητα, ἢ αὐτοκίνητα, παρὰ τῶν ἐπισκόπων μετὰ τὴν ἐπισκοπὴν κτηθέντα ἐκποιεῖσθαι· ὁ δὲ τίτ. ί. τῶν νεαρῶν, ὡς παρίσταται ἀπὸ τοῦ κειμένου, μόνων κινητῶν καὶ αὐτοκινήτων μέμνηται. Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλ. γ΄. τῶν βασιλικῶν τίτ. ά. καί φησι τὸ μβ΄. αὐτῆς κεφ. ὅσα εἰς τὸ κείμενον ἐγράφησαν. Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. γ΄. καὶ λέγουσα περὶ τὸ ί. κεφ. κατὰ τὸ τέλος ὅσα συνωψίσθησαν εἰς τὸ κείμενον.
ΚΕΦΑΛΑΙΟΝ Η΄.
Σχόλιον.
Ἡ ί. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. γ΄. καί φησι τὸ γ΄. θέμα τοῦ ιά. κεφ. τοῦ αὐτοῦ τίτ. ὅσα εἰς τὸ κείμενον ἐγράφησαν. Ἡ ιή. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ ιθ΄. οὐδὲ ἡ κβ΄.
Σχόλιον.
Ἡ ριέ. νεαρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐτέθη εἰς κεφ. λή. τοῦ ή. τίτ. τοῦ λέ. βιβλίου τῶν βασιλικῶν. Λέγει δὲ τὸ ιδ΄. κεφ. αὐτῆς ταῦτα ῥητῶς· Εἴ τις ἐκ τῶν μνημονευθέντων γονέων ὀρθόδοξος ὑπάρχων αἴσθηται τὸν ἴδιον παῖδα ἢ παῖδας μὴ εἶναι τῆς καθολικῆς ἐκκλησίας, καὶ τὰ ἑξῆς ὡς εἰς τὸ κείμενον συνωψίσθησαν. Ἡ περὶ τῶν Σαμαρειτῶν ά. διάτ. β΄. οὖσα τοῦ γ΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκθ΄. οὐκ ἐτέθη δὲ εἰς τὰ βασιλικά· οὐδὲ ἡ γ΄. νεαρὰ οὖσα Ἰουστινιάνειος ρμδ΄. Ζήτει δὲ τὸ νά. κεφ. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου, καὶ ἀνάγνωθι τοῦτο, καὶ τὰ ἐφεξῆς κεφ. μέχρι τοῦ τέλους τοῦ τίτ. διαλαμβάνοντα ὅσα συνωψίσθησαν εἰς τὸ κείμενον, καὶ ἕτερα πολλὰ χρειώδη καὶ ἀναγκαῖα περὶ αἱρετικῶν. Ἀπὸ γὰρ τούτων, ὡς ἔοικεν, ἀκέραια κάστρα τε καὶ χωρία Βωγομιλικὰ παραχωροῦμεν πλανᾶσθαι, καὶ μετὰ τῆς ἰδίας ἀποθνήσκειν αἱρέσεως· ἕνα δὲ καὶ τυχόντα τοιοῦτον αἱρετικὸν εὐρίσκοντες ἐν τῇ βασιλευούσῃ διατρίβοντα, μεγάλως αὐτὸν κολάζομεν. Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά. κειμένη ἐν βιβλίῳ έ. τῶν βασιλικῶν τίτ. γ΄. τὸ δὲ ιά. κεφ. τοῦ τοιούτου τίτ. λέγει ὅσα συνωψίσθησαν εἰς τὸ κείμενον, καὶ ἀνάγνωθι τοῦτο μέχρι τοῦ ιβ΄. κεφ. τὰ γὰρ ὅλα θέματα τοῦ αὐτοῦ ιά. κεφ. περὶ τούτων διδάσκουσιν.