Library › Theodore Balsamon › Commentary on the Nomocanon
Commentary on the Nomocanon
Theodore Balsamon, Greek, RP 1, 1852
Title 9
ΤΙΤΛΟΣ Θ΄.
ΠΕΡΙ ΑΜΑΡΤΗΜΑΤΩΝ καὶ ΔΙΚΩΝ ΕΠΙΣΚΟΠΩΝ, ΚΑΙ ΚΛΗΡΙΚΩΝ, ΚΑΙ ΑΦΟΡΙΣΜΟΥ, ΚΑΙ ΚΑΘΑΙΡΕΣΕΩΣ, ΚΑΙ ΜΕΤΑΝΟΙΑΣ, ΚΑΙ ΠΟΙΑ ΑΜΑΡΤΗΜΑΤΑ Η ΧΕΙΡΟΘΕΣΙΑ ΛΥΕΙ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Σχόλιον.
Ὁ ά. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικός ἐστι βιβλίον τῶν βασιλικῶν ξ΄. τίτ. λδ΄. κεφ. κγ΄. καὶ μετὰ τὸ αὐτὸ κεφ. εἰσὶν ἕτερα κεφ. διδάσκοντα τίνες δύνανται κινεῖν ἐγκληματικὰ δικαστήρια, καὶ τίνες οὐ δύνανται· ἃ καὶ ἀνάγνωθι. Ὁ β΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι βιβλίον ξ΄. τίτ. λδ΄. καὶ ζήτει τὸ ά. τούτου κεφ. καὶ ἐφεξῆς διάφορα κεφάλαια περὶ ἐγκληματικῶν κατηγοριῶν διδάσκοντα. Ἡ ϛ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι τῶν βασιλικῶν βιβλίον έ. τίτ. ά. κεφ. στ΄. οὕτως ἔχον ὡς εἰς τὸ κείμενον ἐγράφη. Τὸ παρὸν δὲ κεφ. διαλαμβάνει παρὰ τίσιν ὀφείλουσιν ἐνάγεσθαι χάριν ἐγκληματικῶν καὶ χρηματικῶν ὑποθέσεων ἐπίσκοποι καὶ κληρικοί. Γίνωσκε δὲ ὅτι ἐστὶ νεαρὰ τῶν εὐσεβῶν βασιλέων Κωνσταντίνου καὶ Ἡρακλείου διοριζομένη, μήτε ἐπίσκοπον, μήτε κληρικὸν, μήτε μοναχὸν, χρηματικῆς ἢ ἐγκληματικῆς χάριν αἰτίας παρὰ πολιτικῷ ἢ στρατιωτικῷ ἐνάγεσθαι ἄρχοντι, ἀλλὰ παρὰ μόνοις τοῖς ἰδίοις ἐπισκόποις, ἢ μητροπολίταις, ἢ πατριάρχαις. Τὰ αὐτὰ διορίζεται καὶ τὸ κατὰ τὸν Ἰούλιον μῆνα τῆς δ΄. ἰνδικτιῶνος τοῦ ͵ϛφπθ΄. ἔτους ἀπολυθὲν χρυσόβουλλον τοῦ ἀοιδίμου βασιλέως κυροῦ Ἀλεξίου τοῦ Κομνηνοῦ, προστιθέμενον ταῦτα ῥητῶς· Εἰ δὲ μερισμὸς ἐν τοῖς διαμαχομένοις ἐστὶ, καὶ ὁ μὲν τῆς κοσμικῆς φαίνεται καταστάσεως, ὁ δὲ τῷ θείῳ κλήρῳ ἐγκατείλεκται, ὁ ἐνάγων τηνικαῦτα τῷ φόρῳ τοῦ ἐναγομένου ἐξάπαντος ὑποκείσεται, καὶ ἕκαστος εἰς τὸ πρόσφορον δικαστήριον ἀπελεύσεται, εἰ μήπου πολλάκις τις τῶν ἀπάντων τὸ βασιλικὸν δικαστήριον ἐπιζητοίη. Τότε γὰρ σχολαζόντων ἁπάντων ἡ βασιλικὴ μεγαλειότης διαγνώσεται τῇ δίκῃ, καὶ τεμεῖ τὸ ἀμφίβολον. Ἀνάγνωθι καὶ τὸν ιέ. κανόνα τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ τὰ ἐν αὐτῷ. Ἡ κβ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. β΄. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν, καὶ ζήτει τοῦτο καταστρωθὲν εἰς τὴν ἑρμηνείαν τοῦ μά. κανόνος τῆς ἐν Λαοδικείᾳ συνόδου· ἡ δὲ κέ. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά.
Σημείωσαι. Τοῦ τοιούτου δὲ χρυσοβούλλου ἡ περικοπὴ ἡ διοριζομένη προσδέχεσθαι πάντας τοὺς ἑλκομένους εἰς οἱονδηποτοῦν δικαστήριον, καὶ ζητοῦντας τοῦ βασιλικοῦ βήματος τὴν ἀκρόασιν, ἐσχόλασεν ἀπὸ μεταγενεστέρας προστάξεως τοῦ αὐτοῦ βασιλέως κυροῦ Ἀλεξίου τοῦ Κομνηνοῦ, ἀπολυθείσης κατὰ μῆνα Μάϊον, ἰνδικτιῶνος γ΄. καὶ διοριζομένης μετὰ τὸ προοίμιον ταῦτα ῥητῶς· Διορίζεται οὖν πᾶσιν ὑμῖν τοῖς τῶν δικαστηρίων προεστῶσιν ἡ βασιλεία μου, μηκέτι τὸ ἀπὸ τοῦδε προσέχειν οἱαδήτινι ἀντιγραφῇ κωλυούσῃ τινὰ τῶν δικαστῶν τὴν ἐπ᾽ αὐτῷ καταπεμφθεῖσαν δίκην γυμνάζειν, κἂν διὰ κινναβάρεως ὑποσεσημασμένη τυγχάνῃ, κἂν τὴν κηρόβουλλον σφραγίδα φέρηται· ἀλλὰ μετὰ τὴν τοῦ λιβέλλου δόσιν, εἰ μὲν, ἐντὸς τῶν εἴκοσιν ἡμερῶν τῆς διασκέψεως, ὁ ἐπὶ τὸ δικαστήριον ἑλκόμενος λύσιν τῆς βασιλείας ἡμῶν πορίσηται, καὶ ἕτερον δικαστὴν τῷ ἐφ᾽ ὃν πρότερον παρεπέμφθη ἡ δίκη παραζευγνύουσαν συνιέναι τοὺς ὁρισθέντας κατὰ ταυτὸν δικαστὰς, καὶ τὴν τομὴν ἐπάγειν τοῖς ἀμφιβόλοις ἔννομον. Εἰ δ᾽ ὁ τῶν εἴκοσιν ἡμερῶν παραδράμῃ χρόνος, μήτε συνδικαστὴν ἕτερον παραδέχεσθαι, ὅτι καὶ τῷ νόμῳ τοῦτο δοκεῖ, μήτε μὴν προφάσει τοῦ ἐπὶ τὸ τῆς βασιλείας μου βῆμα ὁρισθῆναι ἴσως ἐς ὕστερον τὴν δίκην γενέσθαι εἰσαγώγιμον ἐμποδίζεσθαι ὅλως εἰς τὴν διάγνωσιν, ἀλλὰ τέμνειν τὴν καταπεμφθεῖσαν τούτου ἀμφιβολίαν κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν, μὴ ἀποκλειομένου πάντως τῷ δικαζομένῳ τοῦ τῆς ἐκκλήτου δικαστηρίου, εἴ γε βεβλάφθαι οἴεται. Καὶ τοῦτο πάντες ὑμεῖς γινώσκοντες οἱ δικάζοντες σπεύδετε τὰς ἀνατεθειμένας ὑμῖν δίκας τηρεῖν, καὶ τέλος ταύταις ἐπάγειν ἔννομον. Οὐ βούλεται δὲ ἡ βασιλεία μου μετὰ τὸ παραπεμφθῆναι ὅλως τινὶ τῶν δικαστῶν ὑπόθεσιν κατὰ πρόσταξιν αὐτῆς, ἐξ οἱαςδήτινος μεταγενεστέρας γραφῆς ἐπιτρεπούσης εἰς τὴν βασιλείαν μου εἰσαχθῆναι τὴν δίκην, τὴν διάγνωσιν ἐμποδίζεσθαι, ἀλλὰ προβαίνειν ταύτην ἕως τέλους ἀνυποστόλως παρὰ τῷ αὐτῷ δικαστῇ, ἢ τοῖς ὡς ἀνωτέρω εἴρηται συνδεδομένοις τούτῳ συνδικασταῖς, ἐντὸς δηλ. τῆς τῶν κ΄. ἡμερῶν διασκέψεως· μετὰ δὲ τὴν τῆς δίκης περαίωσιν τῷ ἀδικηθῆναι ἴσως οἰομένῳ ἐπ᾽ ἀδείας εἶναι καὶ ἕτερον ἐπικαλέσασθαι κατ᾽ ἕκκλητον δικαστήριον, ἢ τὴν τοῦ κράτους ἡμῶν ζητῆσαι ἀκρόασιν.
Σχόλιον.
Οὐχ εὑρίσκω νόμον ἢ κανόνα κωλύοντα, ἢ ἐπιτρέποντα τοὺς κληρικοὺς ὀμνύειν, μήποτε οὖν ἡ παροῦσα νομοθεσία ἀπεῖδε πρὸς τὸ ὑπὸ τοῦ κυρίου ἐν εὐαγγελίοις εἰρημένον περὶ τοῦ μὴ ὀμνύειν τινὰ, καὶ ἀντὶ τῆς ἁγίας γραφῆς νόμου καὶ κανόνος ἐμνήσθη. Ἡ δὲ λβ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἀνάγνωθι καὶ τὸ β΄. σχόλιον τοῦ κζ΄. κεφ. τοῦ παρόντος τίτλου.
Σχόλιον.
Ἡ ν΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ α΄. βιβλίου τοῦ κώδικός ἐστι κεφ. θ΄. τοῦ γ΄. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν. Τὸ δὲ ῥῆμα τὸ λέγον ἐν τῷ κώδικι, γενικῶς γὰρ ἔξεστιν ἑκάστῳ τῶν ὑπὲρ ἑαυτοῦ καταφρονεῖν, οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ β΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ α΄. βιβλίου τοῦ κώδικος οὐκ ἔστιν ἐν τοῖς βασιλικοῖς· οὐδὲ ἡ ζ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου, οὐδὲ ἡ ή. οὐδὲ ἡ ιγ΄. οὐδὲ ἡ ιθ΄. Ἀνάγνωθι καὶ τὸ μδ΄. κεφ. τοῦ α΄. τίτ. τοῦ γ΄. βιβλίου μέρος ὃν τῆς ρκγ΄. νεαρᾶς, καὶ λέγε κατὰ τοῦτο γίνεσθαι τοὺς ἑλκυσμοὺς πρότερον παρὰ τοῖς ἐπισκόποις. Τῷ δὲ ϛ΄. κεφ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου μὴ προσχῇς, διάταξις γάρ ἐστι τοῦτο, καὶ ἀνῃρέθη ὑπὸ τῆς ῥηθείσης μεταγενεστέρας νεαρᾶς· ἀλλὰ μηδὲ ἑτέρᾳ Ἰουστινιανείῳ νεαρᾷ προσχῆς ἕτερόν τι λεγούσῃ, ὅτι οὐδὲ ἐτέθη εἰς τὰ βασιλικὰ, κἂν εὑρίσκηται. Ἀλλ᾽ ὅσον μὲν εἰς τὸ πρῶτον παρὰ τοῖς ἐπισκόποις, καὶ τοῖς μητροπολίταις λαλεῖσθαι τὰς ὑποθέσεις, καὶ οὕτως ἔρχεσθαι αὐτὰς εἰς τὸν πατριάρχην, πρόσχες τῷ ῥηθέντι μδ΄. κεφ. τοῦ α΄. τίτ. τοῦ γ΄. βιβλίου. Ὅσον δὲ εἰς τὸ μὴ ἔχειν μετουσίαν τινὰ τοὺς πολιτικοὺς, ἢ στρατιωτικοὺς ἄρχοντας κατὰ τῶν ἱερωμένων, πρόσχες τῇ νεαρᾷ τῶν βασιλέων Κωνσταντίνου, καὶ Ἡρακλείου, καὶ τῇ νεαρᾷ τοῦ βασιλέως κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, ὧν μνείαν ἐποιησάμεθα ἐν τῇ καταρχῇ τοῦ παρόντος τίτλου. Ἀνάγνωθι καὶ τὸν ιϛ΄. κανόνα τῆς ἐν Καρθαγένῃ συνόδου, καὶ τὸν θ΄. κανόνα τῆς ἐν Χαλκηδόνι, καὶ τὰ ἐν αὐτοῖς λύοντα πᾶσαν ἀμφιβολίαν. Τὸ πλάτος δὲ τῆς κθ΄. διατ. ἥτις οὐ κεῖται εἰς τὰ βασιλικὰ, οὕτως ἔχει· Κατὰ γὰρ τῶν τοιούτων ἐπισκοπικῶν ἀποφάσεων οὐκ εἶναι χώραν ἐκκλήτου τοῖς πρὸ ἡμῶν νενομοθέτηται. Ἡ μέντοι δ΄. διάτ. ἐστὶ νεαρὰ πγ΄. τοῦ βασιλέως Ἰουστινιανοῦ, οὐκ ἐτέθη δὲ εἰς τὰ βασιλικά· καὶ ἡ ιέ. διάτ. ἐστὶ νεαρὰ οθ᾽. καὶ οὐδὲ αὐτὴ ἐπεγνώσθη.
Σχόλιον.
Ἡ β΄. διάτ. τοῦ α΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. τοῦτο δὲ αὐτῆς τὸ κεφ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ ιζ΄. διάτ. τοῦ α΄. τίτλου τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλζ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. α΄. κεφ. η΄. θέματι η΄. καταστρωθέντι περὶ τὸ τέλος τοῦ η΄. κεφ. τοῦ α΄. τίτ. τοῦ παρόντος συντάγματος.
Σχόλιον.
Ἡ β΄. διάτ. τοῦ α΄. τίτ. τῶν νεαρῶν, ὡς εἴπομεν, οὖσα νεαρὰ Ἰουστινιάνειος ρκγ΄. καὶ κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. α΄. κεφ. λζ΄. λη΄. λθ΄. μέχρι τοῦ μ΄. διαλαμβάνει ὅσα συνωψίσθησαν.
Σχόλιον.
Ἡ μα΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά· οὐδὲ ἡ κδ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ αὐτοῦ βιβλίου.
Σχόλιον.
Ἀπὸ τοῦ παρόντος χωρίου ἄρχεται ἡ ρκγ΄. νεαρὰ κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν γ΄. τίτ. α΄. κεφ. μζ΄. μη΄. μθ΄. ν΄. νά. νβ΄. καὶ νγ΄. καὶ ἔχουσι τὰ συνοψισθέντα ὡς ἐν τῷ πλάτει περιέχονται· καὶ ἀνάγνωθι ταῦτα. Τὸ δὲ ἐπίσκοπον χωρὶς κελεύσεως βασιλικῆς μὴ διάγεσθαι, ἢ παρίστασθαι, κεῖται ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. α΄. κεφ. ιζ΄. ἔχοντι ὡς συνωψίσθη. Ἡ ιζ΄. διάτ. τοῦ α΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλζ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. α΄. κεφ. κ΄. περὶ τὰ μέσα οὕτως ἔχοντι ὡς εἰς τὸ κείμενον ἐγράφη. Ἡ ρλδ΄. νεαρὰ κεῖται ἐν βιβλίῳ στ΄. τίτ. ιθ΄. κεφ. θ΄. θέματι έ. λέγει δὲ τὸ ή. ταύτης κεφ. οὕτω ῥητῶς· Μονάστριαν μέντοι ἢ ἀσκήτριαν, δι᾽ οὐδεμίαν ἀγωγὴν ἀφέλκεσθαι συγχωροῦμεν ἐκ τῶν οἰκείων μοναστηρίων ἢ ἀσκητηρίων.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Σχόλιον.
Ὁ έ. τίτλος τοῦ κβ΄. βιβλίου τῶν διατ. ἐστὶ τίτ. α΄. τοῦ κα΄. βιβλίου τῶν βασιλικῶν, καὶ λέγει τὸ ά. αὐτοῦ κεφ. Ἀξιοπίστους εἶναι δεῖ τοὺς μάρτυρας, καὶ παράγονται ἐπὶ χρηματικοῖς καὶ ἐγκληματικοῖς οἱ μὴ κεκωλυμένοι ἀπὸ τοῦ νόμου ἢ ἐξκουσατευόμενοι. Ὁ κ΄. τίτ. τοῦ δ΄. βιβλίου τοῦ κώδικός ἐστι κεφ. κά. τοῦ ά. τίτ. τοῦ κά. βιβλίου οὕτως ἔχον· Ἀπόβλητος εἰς μαρτυρίαν γίνεται ὁ καταδικασθεὶς ἐπὶ τῷ ποιῆσαι ταραχώδη φλυαρίαν. Ἡ περὶ μαρτύρων ϟ΄. νεαρὰ ἐτέθη ἐν βιβλίῳ τῶν βασιλικῶν κά. κεφ. μϛ΄. οὕτως ἔχουσα, περὶ τὴν ἀρχήν· Θεσπίζομεν καὶ μάλιστα ἐπὶ τῆς μεγάλης ταύτης καὶ εὐδαίμονος πόλεως· καὶ ἀνάγνωθι ταύτην σφόδρα οὖσαν ἀναγκαίαν, καὶ πολλὰ περὶ τῶν ὀφειλόντων μαρτυρεῖν διδάσκουσαν. Ἡ θ΄. διάτ. τοῦ κ΄. τίτ. τοῦ δ΄. βιβλ. τοῦ κώδικος ἐτέθη ἐν βιβλίῳ τῶν βασιλικῶν κά. τίτ. α΄. κεφ. λγ΄. θέματι β΄. οὕτως ἔχοντι· Δεῖ τοὺς μάρτυρας πρότερον ὀμνύναι, πρὶν ἢ μαρτυρήσωσι. Δεῖ δὲ τοῖς τιμιωτέροις μᾶλλον πιστεύειν· ἑνὸς δὲ μαρτυρία οὐκ ἔστι δεκτὴ ἐν οἱαδήποτε δίκῃ, κἂν συγκλητικὸς εἴη. Ἡ κά. διάτ. τοῦ ε΄. τίτ. τοῦ α΄. βιβλ. τοῦ κώδικός ἐστι βιβλ. κά. τῶν βασιλικῶν, τίτ. α΄. κεφ. μέ. οὕτως ἔχον· Τῶν αἱρετικῶν οἱ μὲν Μανιχαῖοι, ἢ Βορβορῖται, ἢ Ἕλληνες, ἢ Σαμαρεῖται, ἢ Μοντανισταὶ, ἢ Τασκοδρουγῖται, ἢ Ὁφῖται, καὶ οἱ τὴν Ἰουδαϊκὴν θρησκείαν σέβοντες ἐν μηδενὶ μαρτυρείτωσαν. Οἱ δὲ λοιποὶ πάντες ἐν δικαστηρίῳ μὲν ὀρθόδοξον ἔχοντι ἀντίδικον μὴ δεχέσθωσαν· ἐν δὲ τοῖς λοιποῖς πᾶσι συναλλάγμασιν, ἢ διαθήκαις, ἢ δικαστηρίοις, αἱρετικοὺς ἔχουσιν ἀντιδίκους, ἀδιαστίκτως μαρτυρείτωσαν τοῦ πλάτους χάριν τῶν ἀποδείξεων. Τὰ δὲ ἐν τῇ τοιαύτῃ διατάξει περιεχόμενα περὶ τῆς βουλευτικῆς τάξεως, καὶ καταστάσεως, οὐκ ἐτέθησαν ἐν τοῖς βασιλικοῖς, ἀλλ᾽ οὐδὲ ἡ μέ. Ἰουστινιάνειος νεαρὰ ἡ ἐν τοῖς παρατίτλοις κειμένη.
ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄.
Σχόλιον.
Ἡ ή. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλίου οὐ κεῖται εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ κθ΄. διάτ. τοῦ αὐτοῦ τίτ. Ἡ β΄. διάτ. τοῦ α΄. τίτ. τῶν νεαρῶν ἐστι κεφ. λγ΄. τῆς ρκγ΄. νεαρᾶς, ὅπερ τεθὲν ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. α΄. κεφ. μδ΄. φησὶ τὰ αὐτὰ σχεδὸν ὅσα εἰς τὸ κείμενον συνωψίσθησαν· πλὴν ἐν τῷ τέλει τοῦ αὐτοῦ κεφ. φησὶν ἡ νεαρὰ ταῦτα· Εἰ δὲ ἐκκλησιαστικὸν εἴη τὸ πρᾶγμα, μηδεμίαν κοινωνίαν ἐχέτωσαν οἱ πολιτικοὶ ἄρχοντες πρὸς τὴν τοιαύτην ὑπόθεσιν, ἀλλ᾽ οἱ ὁσιώτατοι ἐπίσκοποι κατὰ τοὺς ἱεροὺς κανόνας τῷ πράγματι πέρας ἐπιτιθέτωσαν. Ἀνάγνωθι καὶ τὸ μ΄. κεφ. τοῦ α΄. τίτ. τοῦ γ΄. βιβλ. τῶν βασιλικῶν, μέρος ὃν τῆς ρκγ΄. Ἰουστινιανείου νεαρᾶς, καὶ λέγον ταῦτα· Εἰ δέ τινες ὁσιώτατοι ἐπίσκοποι τῆς αὐτῆς συνόδου ἀμφισβήτησίν τινα πρὸς ἀλλήλους ἔχοιεν, εἴτε ὑπὲρ ἐκκλησιαστικοῦ δικαίου, εἴτε ὑπὲρ ἄλλων τινῶν πραγμάτων, πρότερον ὁ μητροπολίτης αὐτῶν μεθ᾽ ἑτέρων δύο ἐκ τῆς αὐτῆς συνόδου ἐπισκόπων τὸ πρᾶγμα κρινέτω· καὶ εἰ μὴ ἐμμένοιεν ἑκάτερον μέρος τοῖς κεκριμένοις, τηνικαῦτα ὁ μακαριώτατος πατριάρχης τῆς διοικήσεως ἐκείνης μεταξὺ αὐτῶν ἀκροάσθω, κἀκεῖνα ὁριζέτω, ἅτινα τοῖς ἐκκλησιαστικοῖς κανόσι καὶ τοῖς νόμοις συνάδει, οὐδενὸς μέρους κατὰ τῆς ψήφου αὐτοῦ ἀντιλέγειν δυναμένου, καὶ τὰ ἑξῆς.
ΚΕΦΑΛΑΙΟΝ Θ΄.
Σχόλιον.
Ἡ κγ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ α΄. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά· οὐδὲ ἡ λή. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ μὴ προσχῆς τούτοις. Ἡ δὲ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. καὶ κεῖται ἐν βιβλίῳ τῶν βασιλικῶν γ΄. τίτ. ά. κεφ. κα΄. οὕτως ἔχουσα· Πᾶσι δὲ τοῖς ἐπισκόποις, ἢ πρεσβυτέροις ἀπαγορεύομεν μὴ ἀφορίζειν τινὰ τῆς ἁγίας κοινωνίας, πρὶν ἢ αἰτία δειχθῇ, δι᾽ ἣν οἱ ἐκκλησιαστικοὶ κανόνες τοῦτο γενέσθαι κελεύουσιν. Εἰ δέ τις παρὰ ταῦτα τῆς ἁγίας κοινωνίας τινὰ χωρίσοι, ἐκεῖνος μὲν, ὃς ἀδίκως ἀπὸ τῆς κοινωνίας ἐχωρίσθη, λυομένου τοῦ δεσμοῦ ὑπὸ τοῦ μείζονος ἱερέως, τῆς ἁγίας ἀξιούσθω κοινωνίας· ὁ δὲ ἀδίκως τινὰ τῆς ἁγίας κοινωνίας τολμήσας χωρίσαι, πᾶσι τρόποις ὑπὸ τοῦ ἱερέως, ὑφ᾽ ὃν τέτακται, χωρισθήσεται τῆς κοινωνίας, ἐφ᾽ ὅσον χρόνον συνίδοι ἐκεῖνος, ἵνα, ὅπερ ἀδίκως ἐποίησε, δικαίως ὑπομείνῃ.
ΚΕΦΑΛΑΙΟΝ Ι΄.
Σχόλιον.
Ἡ ιδ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ α΄. βιβλίου τοῦ κώδικός ἐστι βιβλίον γ΄. τῶν βασιλικῶν τίτ. α΄. κεφ. α΄. καὶ λέγει τὰ αὐτά. Ἡ κγ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ α΄. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ ε΄. διάτ. τοῦ α΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος μά.· τοῦτο δὲ αὐτῆς τὸ κεφάλαιον οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ β΄. διάτ. τοῦ α΄. τίτλου τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. καὶ κεῖται ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. α΄. κεφ. κστ΄. οὕτως ἔχοντι· Εἴ τις δὲ ἐπίσκοπος κατὰ τοὺς ἱεροὺς κανόνας τῆς ἱερωσύνης ἐκβληθεὶς τολμήσει ἐπιβῆναι τῆς πόλεως ἐξ ἧς ἐξεβλήθη, ἢ καταλιπεῖν τὸν τόπον ἐν ᾧ ἐκελεύσθη διάγειν, κελεύομεν τοῦτον μοναστηρίῳ ἐν ἄλλῃ ἐπαρχίᾳ καθεστῶτι παραδίδοσθαι.
ΚΕΦΑΛΑΙΟΝ ΚΕ΄.
Σχόλιον.
Ἡ α΄. διάτ. τοῦ ιή. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικος κεῖται ἐν βιβλίῳ τῶν βασιλικῶν ξ΄. τίτ. λθ΄. κεφ. κά. οὕτως ἔχοντι ὡς συνωψίσθη. Ἡ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου ἐστὶ τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. κεφ. κβ΄. τὰ αὐτὰ διεξιόν. Ἡ γ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου ἐστὶ τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου κεφ. κγ΄. πλὴν οὐκ ἐγράφη ἐν τοῖς βασιλικοῖς ὡς εἶχε λέξεως πρότερον, ἀλλ᾽ οὕτω φησὶ, καὶ τὸ διὰ θυσιῶν μαντεύεσθαι, ὁ δὲ τοιοῦτος ξίφει τιμωρείσθω· καὶ ὁ τοῦτον προτρεψάμενος, ἢ παρακλήσει, ἢ μισθῷ, ἐξορίᾳ καὶ δημεύσει ὑπόκειται· καὶ ὁ κατηγορῶν τούτου τοῦ ἐγκλήματος οὐκ ἔστι δηλάτωρ, ἀλλὰ μᾶλλον ἐπάθλου ἀξιοῦται. Βλέπε οὖν ὅτι ἐπὶ τὸ φιλανθρωπότερον μετέπεσον τὰ παλαιότερα νόμιμα, καὶ οὐχ ὡς εἶχον δυνάμεως πρότερον κατεστρώθησαν ἐν τῇ ἀνακαθάρσει· ἀνῃρέθη γὰρ καὶ τὸ καίεσθαι τοὺς αὐτουργοὺς, καὶ τὸ δεπορτατεύεσθαι τοὺς προτρεψαμένους. Ὡσαύτως παρείθη καὶ τὸ τῶν οἰωνοσκόπων, καὶ τὸ μὴ εἰσιέναι τινὰ ἐκ τούτων πρός τινα, κἂν ᾖ φίλος αὐτοῦ· ἐκωλύθη δὲ μόνον τὸ διὰ θυσιῶν μαντεύεσθαι. Σημείωσαι οὖν τοῦτο. Ἡ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου τοῦ κώδικός ἐστι τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου τῶν βασιλικῶν κεφ. κδ΄. πλὴν οὐδὲ τοῦτο κατεστρώθη ὡς ἔκειτο ἐν τῷ πλάτει, ἀλλὰ παρείθη τὸ μὴ τιμωρεῖσθαι τοὺς πρὸς θεραπείαν τῶν σωμάτων, ἢ πρὸς εὐετηρίαν καρπῶν ποιοῦντάς τι μαγικὸν, καὶ ἐπέχοντας βροχὴν, ἢ χάλαζαν, καὶ κατεστρώθη τὸ κεφάλ. οὕτω· Ἡ διάτ. φησὶ τὸν ἐπιτηδευσάμενον γοητείαν ἕλκουσαν εἰς ἔρωτα τοὺς σώφρονας λογισμοὺς, ἢ κατὰ σωτηρίας ἀνθρώπων μηχανευσάμενον, δημεύσει καὶ ἐξορίᾳ τιμωρεῖσθαι· μὴ προσχῆς οὖν τοῖς ἐν τῷ κειμένῳ γεγραμμένοις ἀλλὰ τοῖς τεθεῖσιν ἐν τῷ βασιλικῷ· ὅτι καὶ ἀπὸ τῶν νόμων, καὶ ἀπὸ τῶν ἐντὸς κειμένων κανόνων ὥρισται τιμωρεῖσθαι μὴ μόνον τοὺς διά τινα αἰτίαν μαγικήν τινα ποιοῦντας, ἀλλὰ καὶ τοὺς προσερχομένους αὐτοῖς, κἂν δῆθεν ἀγαθοῦ τινος χάριν ποιῶσι ζήτησιν, ὡς ὅταν περὶ εὐφορίας καρπῶν ἐρωτῶσιν. Ὡσαύτως καὶ ἡ θ΄. διάτ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου τοῦ κώδ. ἐστὶ τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου τῶν βασιλικῶν κεφ. κέ. οὕτω φάσκον· Μηδεὶς ἐρωτάτω τινὰ μαντικὴν ἐπαγγελλόμενον· οἱ δὲ Χαλδαῖοι καὶ οἱ μάγοι μηδὲ ἐν αὐταῖς ταῖς μαντείαις ἑαυτοὺς παρεχέτωσαν, ἀλλὰ κεφαλικῶς τῇ διὰ σιδήρου τιμωρίᾳ ὑποκείσθωσαν.
Σημείωσαι ἀπὸ τῶν καταστρωθεισῶν διατάξεων ἐν τῇ ἑρμηνείᾳ τοῦ παρόντος κεφ. ὅτι κἂν ἀπὸ τῶν διγέστων, καὶ ἀπὸ τῶν κωδίκων τῶν πρὸ τῆς ἀνακαθάρσεως πολιτευομένων, τῇ κεφαλικῇ τιμωρίᾳ πριείχετο καὶ τὸ καίεσθαι, καὶ ἀποτέμνεσθαι, καὶ φουρκίζεσθαι. Ἀλλ᾽ ὁ ποιήσας τὴν ἀνακάθαρσιν τῶν νόμων βασιλικῶν, καὶ συνθέμενος τὰ βασιλικὰ οὐκ ἐδέξατο ταῦτα, ἀλλὰ τὰς ἀπὸ τῶν κωδίκων διατάξεις καταστρώσας ἐν τοῖς βασιλικοῖς τὰ τρία ταῦτα οὐ προσέθετο. Μὴ γοῦν ἐναντιωθῇς τοῖς ἐν τῷ ά. τίτ. τοῦ ζ΄. βιβλίου κειμένοις νόμοις, διγέστοις οὖσι, καὶ λέγουσι κεφαλικὴν εἶναι τιμωρίαν καὶ τὸ καίεσθαί τινας, ἀποτέμνεσθαι, καὶ φουρκίζεσθαι. Εἰ γὰρ αἱ διατάξεις αἱ μεταγενέστεραι αἱ ταῦτα διοριζόμεναι οὐκ ἐδέχθησαν, πολλῷ πλέον τὰ δίγεστα. Πρόσεχε οὖν τοῖς ἐν τῷ λθ΄. κεφ. κατεστρωμένοις νόμοις μεταγενεστέροις οὖσι, καὶ μὴ τοῖς διγέστοις ὡς παλαιοτέροις καὶ σχολάσασι.
Σχόλιον.
Ἡ ϛ΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου τοῦ κώδικός ἐστι τοῦ λθ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν κεφ. κϛ΄. οὕτως ἔχον· Οἱ εἰς βλάβην ἀνθρώπων δαίμονας ἐπικαλούμενοι ξίφει τιμωρείσθωσαν. Ἡ γ΄. διάτ. ἐστὶ κεφ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου κζ΄. λέγον οὕτως· Οἱ ἀξιωματικοὶ οὐχ ὑπόκεινται βασάνοις, εἰμὴ ἐπὶ τῆς καθοσιώσεως· εἰ δὲ καί τινες εὑρεθῶσι γόητες, ἢ οἰανδήποτε μετρίαν ἐπαγγελλόμενοι μαντείαν, μηδενὶ προνομίῳ ἀξιώματος κεχρήσθωσαν· πρέπει γὰρ τῷ γινομένῳ παρ᾽ αὐτῶν ἁμαρτήματι τὸ τιμωρεῖσθαι αὐτοὺς, ἐὰν ἐν τῷ κομιτάτῳ τοιοῦτον ἁμαρτήσωσιν. Ἴδε γοῦν ὡς καὶ ἐνταῦθα παρείθη τὸ τῶν οἰωνοσκόπων καὶ τὸ τῶν μαντευομένων δι᾽ ὀνείρων, καὶ ἐκολάσθη πλατύτερον τὸ ὁπωσδήποτε μαντεύεσθαι. Ὡσαύτως παρείθη καὶ τὸ ξέεσθαι τοὺς ἀρνουμένους πάντως κατὰ τὴν καθόλου παράδοσιν τὴν ἀπαιτοῦσαν ἀποδεικνύειν τοὺς κατηγόρους. Ἡ ή. διάτ. ἐστὶ κεφ. κή. τοῦ αὐτοῦ λθ΄. τίτ. οὕτως ἔχον ὡς συνωψίσθη. Ἡ θ΄. διάτ. ἐστὶ κεφ. τελευταῖον τοῦ λθ΄. τίτ. τοῦ αὐτοῦ ξ΄. βιβλίου τὰ αὐτὰ διεξιόν. Ἡ γ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικός ἐστὶ κεφ. κϛ΄. τοῦ ιζ΄. τίτ. τοῦ ζ΄. βιβλίου οὕτως ἔχον· Τῇ πρώτῃ τῶν πασχαλίων ἡμέρᾳ, καὶ μὴ βασιλικῆς εἰδικῆς ἐπὶ τούτῳ καταλαβούσης κελεύσεως, πάντες οἱ ἐν φυλακαῖς ἀπολυέσθωσαν, εἰμὴ ἄρα ἱερόσυλός ἐστιν, ἢ μοιχὸς, ἢ παρθένων ἁρπάξ, ἢ τυμβωρύχος, ἢ φαρμακὸς, ἢ μονήταν πλαστὴν ἐστὶ καταδεξάμενος, ἢ φονεὺς, ἢ πατροκτόνος, ἢ κατὰ βασιλέως, ἢ πόλεως μηχανησάμενος. Ἡ δὲ ί. διάτ. τοῦ δ΄. τίτ. τοῦ α΄. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ιζ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν, οὕτως ἔχον ὡς συνωψίσθη. Σημείωσαι καὶ ἀπὸ τοῦ παρόντος κεφαλαίου ὅτι οὐδὲ τὸ θηρίοις ἀναιρεῖσθαι τοὺς διὰ δαιμόνων φονεύοντας τοὺς ἐχθροὺς αὐτῶν ἐδέξατο ἡ διάτ. ἡ καταστρωθεῖσα ἐν τοῖς βασιλικοῖς, ἀλλὰ καὶ τούτους ξίφει τιμωρεῖσθαι διωρίσατο. Πρόσχες οὖν τῇ ὄπισθεν γεγραμμένῃ ἑρμηνείᾳ ἡμῶν.
Σχόλιον.
Ἡ β΄. διάτ. τοῦ ιά. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικός ἐστι κεφ. ζ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τῶν βασιλικῶν λέγον· Μηδεὶς ἦπαρ καὶ ἔγκατα καθορῶν ζητείτω τὰ μέλλοντα τὴν ἐκ τῆς σταυρώσεως τιμωρίαν ἀγωνιῶν. Ἡ ή. διάτ. τοῦ ιζ΄. τίτ. τοῦ ξ΄. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, ὡς ἀρκούντων τῶν περιεχομένων ἐν τῇ περὶ ῥεπουδίων ριζ΄. νεαρᾷ, τῇ κειμένῃ ἐν βιβλ. κή. τῶν βασιλ. τίτ. ζ΄. καὶ τῇ ριζ΄. τῇ κειμένῃ ὁμοίως· αὗται γὰρ διδάσκουσι διαζεύγνυσθαι τοὺς ὁμοζύγους καὶ ἐκ τοῦ βουλεύσασθαι θάτερον ἐξ αὐτῶν διὰ γοητείας, ἢ φαρμακείας κατὰ τῆς τοῦ ἑτέρου ζωῆς. Ἡ β΄. διάτ. τοῦ ξέ. τίτ. ζ΄. βιβλ. ἐστὶ κεφ. ρλϛ΄. τοῦ ά. τίτ. τοῦ θ΄. βιβλ. τῶν βασιλικῶν λέγον οὕτως· Οἱ φανερῶς ἐπὶ ἁμαρτήμασιν ἐλεγχθέντες καὶ καταθέμενοι οὐκ ἔτι δύνανται ἐκκαλέσασθαι· οὔτε δὲ χρὴ προπετῶς πιστεύειν τῇ φωνῇ τῶν κρινομένων. Καὶ σημείωσαι ὅτι κἂν τὸ πλάτος περὶ μόνων τῶν ἐπὶ γοητείᾳ καταδικασθέντων διελάμβανεν, ἀλλ᾽ ὁ τὰ βασιλικὰ συνθέμενος περὶ πάντων τῶν ἐπὶ ἁμαρτήμασι κριθέντων τὸ νόμιμον ἐξέθετο. Σημείωσαι δὲ καὶ τὸ εἰρημένον ἐν τῷ τέλει, περὶ τοῦ μὴ πιστεύεσθαι εὐχερῶς τοὺς καθ᾽ ἑαυτῶν ὁμολογοῦντας. Ζήτει καὶ βιβλ. ξ΄. τίτ. ν΄. κεφ. ά. θέμα ζ΄. λέγον· Οὐ δεῖ πιστεύειν ταῖς καταθέσεσι τῶν κρινομένων, εἰ μὴ καὶ ἀπόδειξις διδάσκῃ τὸν δικαστήν· καὶ τοῦ θ΄. βιβλ. τίτ. δ΄. κεφ. ά. καὶ τὰ ἐκεῖ παραγεγραμμένα. Ἡ γ΄. διάτ. τοῦ μά. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. κέ. τοῦ ν΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν λέγον· Ἐὰν γυνὴ ἐγκαλῆται ὡς φαρμάκοις φονεύσασα τὸν ἴδιον ἄνδρα, καὶ δοῦλοι κατ᾽ αὐτῆς οὐ μόνον ἴδιοι, ἀλλὰ καὶ ἀλλότριοι ἐξετάζονται· πρῶτον δὲ οἱ ἀλλότριοι· καὶ ἐὰν δεῖγμα δειχθῇ ἀληθὲς, καὶ αὐτὴ ἡ γυνὴ βασανίζεται. Ἡ ιϛ΄. διάτ. τοῦ μζ΄. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικός ἔστι κεφ. νϛ΄. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλίου λέγον· Μὴ προχείρως ὁ ἄρχων κεφαλικὴν τιμωρίαν ἐκφερέτω, εἰ μὴ πρῶτον ὁ ἐναγόμενος διὰ τῆς οἰκείας ὁμολογίας, ἢ διὰ τῆς τῶν μαρτύρων ἐρωτήσεως, ἤτοι τῶν βασάνων οὕτως ἐλεγχθῇ, ὥστε σχεδὸν μηδὲ ἑαυτῷ δύνασθαι ἐναντιοῦσθαι. Πλὴν καὶ τὸ παρὸν κεφ. πρὸς τὸ ζ΄. θέμα τοῦ ά. κεφ. τοῦ ν΄. τίτ. τοῦ ξ΄. βιβλίου ἑρμήνευσον.
Σχόλιον.
Ἡ ά. διάτ. τοῦ ιέ. τίτ. τοῦ ι΄. βιβλίου ἑστὶ κεφ. ιγ΄. τοῦ ζ΄. τίτ. τοῦ νϛ΄. βιβλίου τῶν βασιλικῶν οὕτω λέγον· Μηδεὶς ἐπεδιδότω δεήσεις ἐφ᾽ ᾧ τε ἐπιτραπῆναι ἐν ἰδίοις τόποις ἢ ἐν ἀλλοτρίοις ἀναζητεῖν θησαυρὸν, μήτε ὡς εὑρὼν αὐτὸς θησαυρὸν, μήτε ὡς ἑτέρου τινὸς εὑρόντος ἐπιδιδότω δεήσεις. Εἰ μὲν γὰρ ἐν ἰδίοις τόποις τις χωρὶς πάσης μυσαρᾶς θυσίας, ἢ ἄλλης τινὸς τέχνης νόμοις ἀπηγορευμένης εὕρῃ θησαυρὸν, τουτέστι χρήματα ἀποτεθέντα παρά τινων ἠγνοημένα τῷ χρόνῳ, κεχρήσθω τοῖς εὑρεθεῖσιν ἀδεῶς, καὶ μὴ τὴν τοῦ Θεοῦ φιλοτιμίαν εἰς τὴν κατ᾽ αὐτοῦ συκοφαντίαν τρεπέτωσάν τινες. Ἐπειδὴ τοίνυν τοῦτο νόμῳ ἐπιτέτραπται, καὶ περιττόν ἐστι δεήσεις ἐπιδιδόναι περὶ τούτου, ὡς τοῦ βασιλέως τὰς πάντων δεήσεις προφθάνοντος. Ἐν ἀλλοτρίῳ δὲ τόπῳ μηδὲ ἄκοντος, μηδὲ βουλομένου τοῦ δεσπότου, ἢ ἀγνοοῦντος, τολμάτω τις ἀναζητεῖν θησαυρὸν, ἀλλὰ εἴτε δέησιν ἐπιδεδωκὼς, εἴτε καὶ χωρὶς δεήσεως ἐρευνήσας παρὰ τοῦτον τὸν νόμον εὕρῃ τις ἐν ἀλλοτρίῳ τόπῳ θησαυρὸν, διαφερέτω μὲν τῷ δεσπότῃ τοῦ τόπου τὰ εὑρεθέντα, ὁ δὲ εὑρὼν ὡς παραβὰς τὸν νόμον σφοδρῶς τιμωρείσθω. Ἐὰν δὲ οὐδὲ ζητήσας, οὐδὲ δεήσεις ἐπιδεδωκὼς, ἀλλ᾽ ἐν τῷ τυχὸν ἀροτριᾶν τὴν γῆν, ἢ ἄλλως πως γεωργῶν τὴν ἀλλοτρίαν γῆν, οὐ κατὰ σπουδὴν ἐρευνῶν εὕρῃ τις ἐν ἀλλοτρίῳ τόπῳ θησαυρὸν, τὸ μὲν ἥμισυ τῶν εὑρεθέντων αὐτὸς κερδαινέτω, τὸ δὲ ἥμισυ διδότω τῷ δεσπότῃ τοῦ τόπου. Ζήτει καὶ βιβλίον τῶν βασιλικῶν ιέ. τίτ. ά. κεφ. ξ΄. Ἡ ά. διάτ. τοῦ ζ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφάλαιον κγ΄. τοῦ νδ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ῥητῶς ὡς ἐγράφη. Ἡ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου ἐστι κεφαλ. κδ΄. τοῦ αὐτοῦ τίτλου καὶ βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ὡς συνωψίσθη. Ἡ γ΄. διάτ. ἐστὶ κεφ. κέ. οὕτως ἔχον· Ὁ προδιδοὺς τὸ ἅγιον βάπτισμα οὐ μαρτυρεῖ, οὔτε διατίθεται, οὔτε ἄλλον διαδέχεται, ἀποστάτης γὰρ νοεῖται· πρόσχες οὖν ὅτι τὸ κείμενον ἐν τῷ πλάτει περὶ τοῦ μὴ συναναστρέφεσθαι ταῖς ἀνθρώποις τοὺς τοιούτους, καὶ περὶ τοῦ μὴ ἔχειν αὐτοὺς καιρὸν μετανοίας, οὐ προσετέθη ἐν τοῖς βασιλικοῖς, ἀλλ᾽ ἐδιώχθη ὡς ἀφιλάνθρωπον. Εὐχαριστέον οὖν τῷ συνθεμένῳ τὰ βασιλικὰ, καὶ διὰ τοῦτο ἡ λζ΄. Ἰουστινιάνειος νεαρὰ ἡ περὶ τῶν ἐκκλησιῶν Ἀφρικῆς οὐ κατεστρώθη εἰς τὰ βασιλικά. Ἡ δ΄. διάτ. τοῦ διαληφθέντος ζ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. κϛ΄. τοῦ ῥηθέντος νδ΄. τίτλου τοῦ ξ΄. βιβλίου οὕτως ἔχον ὡς συνωψίσθη. Ἡ έ. διάτ. ἐστὶ κεφ. κζ΄. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου τὰ αὐτὰ διεξιόν· καὶ ἡ ϛ΄. διάτ. ἐστὶ κεφ. κή. τοῦ τοιούτου τίτλου ὁμοίως παρακελευόμενον.
Σχόλιον.
Ἡ ιή. διάτ. τοῦ θ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. μά. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. οὕτως ἔχον ὡς συνωψίσθη, ἄνευ τοῦ κεφαλικῶς τιμωρεῖσθαι τὸν Ἰουδαῖον· τοῦτο γὰρ οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Τὸ ζ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ θ΄. βιβλ. τῶν διατ. ἐστι θέμα ζ΄. τοῦ γ΄. τίτ. τοῦ ξ΄. βιβλ. λέγον· Ὁ μὴ φονεύσας, ἀλλ᾽ αἰτίαν θανάτου δεδωκὼς τῇ ἰμφακτοὺμ, οὐ τῷ ἀκουϊλίῳ ὑπόκειται, ὡς ὁ δεδωκὼς φάρμακον ἀντὶ ἰατρείας, ἢ ξίφος τῷ μαινομένῳ. Τὸ ή. διάτ. ἐστὶν ή. κεφ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλ. ὡσαύτως καὶ τὸ θ΄. Τὸ δ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ί. βιβλ. τῶν διατ. ἐστὶ θέμα β΄. τοῦ δ΄. κεφ. τοῦ γ΄. τίτ. τοῦ μβ΄. βιβλ. οὕτως ἔχον· Ἐξῃρημένων τῶν χρεῶν, τὰ λοιπὰ πράγματα κατάγονται εἰς τὸ διαιροῦν τῇ φαμιλίᾳ τὸν κλῆρον δικαστήριον, καὶ τὰ κακὰ φάρμακα, καὶ τὰ μαγικὰ βιβλία, καὶ τὰ ὅμοια, ἀλλ᾽ ὀφφίκιόν ἐστι τοῦ δικαστοῦ παραχρῆμα τὰ τοιαῦτα φθείρειν. Οὐ διαιρεῖται δὲ τὰ ἀπὸ ἱεροσυλίας κτηθέντα, ἢ τὰ ἀπὸ δήμου κλαπέντα, ἢ βίας κτηθέντα, ἢ ἐφόδου. Πρόσχες τοίνυν ὅτι ἐν μὲν τοῖς διγέστοις γέγραπται μὴ διαιρεῖσθαι τὰ μαγικὰ βιβλία, καὶ τὰ κακὰ φάρμακα· ὁ δὲ βασιλικὸς λέγει διαιρεῖσθαι ταῦτα, καί ἐστι κατὰ πολὺ ἀκριβέστερον τὸ τοῦ βασιλικοῦ· καὶ ταῦτα γὰρ ὡς ὑπὸ δεσπότας γινόμενα, καλῶς διαιροῦνται. Ἑτέρου δὲ λόγου ἐστὶ τὸ καίεσθαι αὐτὰ ὀφφικίῳ τοῦ δικαστοῦ, διὰ τὸ μή τινας ἐκ τούτων βλαβῆναι. Τὸ λέ. διάτ. τοῦ ά. τίτ. τοῦ ιή. βιβλ. τῶν διατ. ἐστὶ θέμα γ΄. τοῦ λέ. κεφ. τοῦ ά. τίτ. τοῦ ιθ΄. βιβλ. τῶν βασιλικῶν ὁμοίως ἔχον. Τὸ ιέ. διάτ. τοῦ ί. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατ. ἐστὶ κεφ. ιέ. τοῦ κά. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν τὰ αὐτὰ λέγον, ἄνευ τοῦ ὑποκεῖσθαι ταῖς διατάξεσι τὸν δι᾽ ἀστρολογίας, ἢ ἑτέρας μαντείας εἰπόντα κλέπτην τὸν μὴ ὄντα· τοῦτο γὰρ οὐκ ἐτέθη εἰς τὸ αὐτὸ κεφ. ἀλλὰ εἰς θέμα ή. τοῦ αὐτοῦ κεφ. Τὸ β΄. διάτ. τοῦ ή. τίτ. τοῦ μή. βιβλ. τῶν διατ. ἐστὶ κεφ. γ΄. τοῦ λθ΄. τίτ. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν τὰ αὐτὰ σχεδὸν λέγον, ὅσα εἰς τὸ κείμενον ἐγράφησαν· ὁ δὲ βασιλικὸς προστίθησι τὴν μετὰ δημεύσεως ἐξορίαν κατὰ τῶν ποιούντων τὰ φίλτρα. Τὰ δὲ γραφέντα περὶ τοῦ πημενταρίου ἀνετάχθησαν εἰς τὸ γ΄. θέμα τοῦ αὐτοῦ γ΄. κεφ. λέγοντος· Καὶ ὁ πημαντάριος προπετῶς διδούς τινι κώνειον, ἢ σαλαμάνδραν, ἢ ἀκόνιτον, ἢ πιτυοκάμπην, ἢ βούβρωστιν, ἢ μανδραγόραν, ἢ κανθαρίδας.
Σχόλιον.
Τὸ ιγ΄. διάτ. ἐστι τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. κεφ. θ΄. τὰ αὐτὰ λέγον. Τὸ κή. διάτ. τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλίου οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Καὶ τὸ λή. διάτ. τοῦ ιθ΄. τίτ. τοῦ αὐτοῦ μή. βιβλ. τῶν διατάξεών ἐστι θέμα ϛ΄. τοῦ λή. κεφ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλίου οὕτως ἔχον ὡς ἐγράφη. Ἀνάγνωθι καὶ τοὺς κειμένους κανόνας ἐν τῷ κ΄. κεφ. τοῦ ιγ΄. τίτ. τοῦ παρόντος συντάγματος τοῦ διδάσκοντος περὶ ἀποστατῶν, καὶ θυτῶν, καὶ μάγων, καὶ ἐπαοιδῶν, καὶ ἀστρολόγων, καὶ μαθηματικῶν, καὶ μάντεων, καὶ περιάπτων.
ΚΕΦΑΛΑΙΟΝ ΚΣΤ΄.
Σχόλιον.
Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. ά. κεφ. κέ. ὃ καὶ ἔχει οὕτως ὡς ἐδηλώθη. Ὁ ί. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατ. καὶ ὁ λέ. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικος, καὶ ὁ λζ΄. ἐτέθησαν εἰς τὸν κά. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν ἀπ᾽ αὐτῆς ἀρχῆς, καὶ ζήτει διάφορα τούτου κεφ. Ὁ ά. τίτ. τοῦ μή. βιβλ. τῶν διατ. ἐτέθη εἰς τὸ ξ΄. βιβλ. τίτ. λγ΄. κεφ. ά. τῶν βασιλικῶν καὶ ἐφεξῆς. Ὁ ιϛ΄. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικος κεῖται εἰς βιβλ. ξ΄. καὶ τίτ. λθ΄. κεφ. ιγ΄. καὶ ἐφεξῆς. Ἀνάγνωθι οὖν ἀπὸ τούτων τῶν βιβλίων καὶ τίτ. κεφ. διάφορα, καὶ τὸν ή. κανόνα τοῦ ἁγίου Βασιλείου, καὶ τὴν ἐν αὐτῷ τεθεῖσαν περὶ φονέων νεαρὰν τοῦ βασιλέως κυρίου Μανουὴλ τοῦ Κομνηνοῦ. Τὸ έ. διάτ. τοῦ ιθ΄. τίτλ. τοῦ μή. βιβλ. ἐστὶ θέμα β΄. τοῦ έ. κεφ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. τὰ αὐτὰ λέγον ῥητῶς. Τὸ δὲ ιά. διάτ. ἐστὶ θέμα γ΄. τοῦ ιά. κεφ. τοῦ αὐτοῦ νά. τίτ. τὰ αὐτὰ διεξιὸν ἀπαραλλάκτως.
ΚΕΦΑΛΑΙΟΝ ΚΖ΄.
Σχόλιον.
Ἡ λδ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. ά. κεφ. κβ΄. διαλαμβάνοντι ὅσα εἰς τὸ κείμενον διελήφθησαν.
Σχόλιον.
Ἡ κέ. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐξελήφθη εἰς τὰ βασιλικά. Ἡ γ΄. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδ. ἐστὶ κεφ. ιά. τοῦ ά. τίτ. τοῦ έ. βιβλ. τῶν βασιλικῶν, ὅπερ κατεστρώθη εἰς τὴν ἑρμηνείαν τοῦ β΄. κεφ. τοῦ έ. τίτ. τοῦ παρόντος συντάγματος, καὶ ἀνάγνωθι τοῦτο μηδὲν περὶ ὅρκου διαλαμβάνον. Ἡ ϛ΄. διάτ. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. τοῦ κώδικος θέμα οὖσα τελευταῖον τοῦ ιγ΄. κεφ. τοῦ ά. τίτ. τοῦ έ. βιβλίου τῶν βασιλικῶν οὐδέν τι περὶ ὅρκου διαλαμβάνει. Ζητητέον οὖν εἰ ὀφείλουσιν οἱ ἐπίσκοποι καὶ οἱ κληρικοὶ ὅρκους διδόναι σωματικοὺς, καὶ νομίζω ὅτι ἐπεὶ τὰ ἀπὸ τῶν κωδέκων ἐκληφθέντα κεφάλαια καὶ τεθέντα εἰς τὰ βασιλικὰ, περὶ ὧν καὶ ὁ Φώτιος μνείαν εἰς τὸ κείμενον ἐποίησεν, οὐ μέμνηνται ὅλως ὅρκων, ἐκωλύθη τὸ ὀμνύειν ὅλως ἐπίσκοπον ἢ κληρικόν· διὰ γὰρ τοῦτο καὶ ἀντὶ σωματικοῦ ὅρκου, ἐπενοήθη ἡ ἐγγραφὴ, καταθέσεως τόπον ἐπέχουσα, καὶ ἀναπληροῦσα ὅσα ὁ σωματικὸς ὅρκος ποιῆσαι ἔμελλεν. Οἱ γοῦν ἀναγνῶσται κακῶς ἀναγκάζονται ὅρκους σωματικοὺς διδόναι, κληρικοὶ γάρ εἰσιν.
Σχόλιον.
Ἡ γ΄. διάτ. τοῦ β΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλά., κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν έ. τίτ. γ΄. κεφ. θ΄. καταστρωθέντι εἰς σχόλιον τοῦ ά. κεφ. τοῦ β΄. τίτ. τοῦ παρόντος συντάγματος περὶ τὰς ἀρχάς. Εὐχαρίστησον οὖν τῷ πατριάρχῃ Φωτίῳ καλῶς ἑρμηνεύσαντι ἀπαιτεῖν ὡς διαφέρον τόκους, τοὺς ἐπισκόπους καὶ τοὺς κληρικούς. Ὁ β΄. τίτ. τοῦ ϛ΄. βιβλ. τοῦ κώδικος ἐτέθη εἰς βιβλίον τῶν βασιλικῶν ξ΄. τίτ. ϛ΄. κεφ. ιή. καὶ ζήτει διάφορα τούτου κεφάλαια περὶ κλοπῶν καὶ κλεπτῶν. Ὁ δὲ β΄. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατ. ἐτέθη εἰς βιβλ. τῶν βασιλικῶν ξ΄. τίτ. ιβ΄. κεφ. ά. καὶ ἐφεξῆς. Ζήτει κεφ. β΄. γ΄. δ΄. έ. τὰ αὐτὰ λέγοντα ῥητῶς ὅσα καὶ εἰς τὸ κείμενον ἐγράφησαν. Ζήτει δὲ καὶ ἕτερον κεφ. τοῦ αὐτοῦ τίτ. διδάσκοντα περὶ ἀφανοῦς κλοπῆς καὶ φανερᾶς, καὶ εἰπὲ ὅτι κἂν ἱερωμένων κλεπτῶν οὐ μέμνηνται οἱ τοιοῦτοι τίτλοι, ἀλλ᾽ ἐπεὶ ἀφ᾽ ῶν νομίμων ἐνάγονται οἱ λαϊκοὶ, ἐξ αὐτῶν καὶ οἱ κληρικοὶ ἐνάγονται, προνόμιον δὲ οὐκ ἐδόθη τούτοις ἀπὸ κλοπῆς μὴ ἐνάγεσθαι, ἐξ ἀνάγκης τῷ κοινῷ νομίμῳ τὸ περὶ τῆς κλοπῆς καὶ αὐτοὶ συσφιγχθήσονται.
Σχόλιον.
Ἡ ιή. διάτ. τοῦ β΄. τίτ. τοῦ ϛ΄. βιβλ. τοῦ κώδικός ἐστι θέμα λέ. τοῦ ϛ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν οὕτως λέγον· Ἐάν τις ἀπὸ ἐμπρησμοῦ, ἢ ναυαγίου ἀφέληταί τι, ἢ μειώσῃ, ἐντὸς ἐνιαυτοῦ ὡρισμένου εἰς τὸ τετραπλοῦν κατέχεται· μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν πρὸς τῇ ἤδη ὡρισμένῃ ποινῇ· τὸ δὲ δίδοσθαι καὶ τῷ φίσκῳ, ἤγουν τῷ δημοσίῳ, τὸ τετραπλοῦν, καθὼς ἐν τῷ κώδικι περιείχετο, οὐ προσετέθη ἐν τοῖς βασιλικοῖς· λέγουσι γοῦν τινες διὰ τοῦτο μὴ ἀπαιτεῖσθαι παρὰ τοῦ δημοσίου τὸ τετραπλοῦν. Ἐμοὶ δὲ δοκεῖ, ὅτι ἀπὸ τοῦ εἰπεῖν τὸν βασιλικὸν ἔνοχον εἶναι τὸν οὕτως ἡμαρτηκότα σὺν τῷ τετραπλῷ καὶ τῇ ὡρισμένῃ ποινῇ, παρίσταται δύνασθαι καὶ τὸν δημόσιον ἀπαιτεῖν τὸ τετραπλοῦν. Φησὶ δὲ καὶ τὸ λά. κεφ. τοῦ γ΄. τίτ. τοῦ νγ΄. βιβλίου ταῦτα· Ὁ ἁρπάζων, ἢ κατὰ δόλον κερδαίνων ἐκ ναυαγίου, εἰς ὅσον ὑπόκειται τῷ ζημιωθέντι, τοσοῦτον καὶ τῷ δημοσίῳ δίδωσιν. Ὁ δὲ θ΄. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατ. ἐτέθη εἰς τίτ. κ΄. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν διαλαμβάνοντα περὶ τῶν ἀφαιρουμένων ἀπὸ ἐμπρησμοῦ, καὶ καταπτώσεως. Λέγει δὲ τὸ τέλος τοῦ ά. κεφ. τοῦ αὐτοῦ τίτ. ἁρμόζειν ἐπέκεινα τῆς χρηματικῆς ποινῆς, καὶ ἐγκληματικὴν ἐπεξέλευσιν· καὶ ἔστι τοῦτο ἰδικὸν εἰς τοὺς ἁρπάζοντας ἀπὸ ἐμπρησμοῦ, καὶ καταπτώσεως, καὶ ναυαγίου· τιμωροῦνται γὰρ καὶ χρηματικῶς, καὶ ἐγκληματικῶς, ὅπερ ἐπὶ τῶν ἄλλων ἁμαρτημάτων οὐκ ἔστι· καθά φησι τὸ ζ΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατ. ὅ ἐστι θέμα β΄. τοῦ νζ΄. κεφ. τοῦ ιβ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν, οὕτως ἔχον ὡς συνωψίσθη. Ἐὰν γὰρ ὁ ὑβριστὴς, ἢ ὁ κλέπτης ἐγκληματικῶς ἑλκυσθεὶς τιμωρηθῇ, ποινὴν οὐ δίδωσι χρηματικήν. Τὸ μέντοι ϟγ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατάξεων οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Σημείωσαι δὲ, ὅτι ὅταν ἐγκληματικῶς κινηθῇ ἡ ἀπὸ ἁμαρτήματος ἀγωγὴ, δίδονται καὶ αἱ ἐγγραφαί. Ὁ δὲ β΄. τίτ. τοῦ γ΄. βιβλίου τῶν διατ. ἐστὶ βιβλίον τῶν βασιλικῶν κ΄. τίτ. β΄. διδάσκων ἐκ ποίων τρόπων ἐπάγεται ἀτιμία. Καὶ ἀνάγνωθι θέμα γ΄. τοῦ ά. κεφ. λέγον· Ἀτιμός ἐστι καὶ ὁ ἰδίῳ ὀνόματι κατακριθεὶς τῇ περὶ κλοπῆς ἀγωγῇ, ἤτοι περὶ ἀρπαγῆς πραγμάτων, καὶ τῇ περὶ ὕβρεως ἀγωγῇ, καὶ τῇ περὶ δόλου, ἢ συμφωνήσας ὑπὲρ τῶν τοιούτων ἀγωγῶν, καὶ χρήματα δοὺς μήπω προκατάρξεως γενομένης.
Σχόλιον.
Ὁ ιβ΄. τίτ. τοῦ μζ΄. βιβλίου τῶν διατ. ἐστὶ τίτ. κγ΄. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν περὶ καταφθορᾶς μνήματος, ἤτοι τῶν ἐνταφίων λειψάνων διδάσκων. Φησὶ δὲ τὸ ὅγδοον κεφ. τοῦ αὐτοῦ τίτ. Τὸ ἔγλημα τῆς τυμβωρυχίας ὑπὸ τὸν περὶ βίας δημόσιον ἀναφέρεται νόμον. Ἁρμόζει δὲ καὶ χρηματικῶς· ἡ ποσότης δὲ τῆς ποινῆς οὐκ ἐξελήφθη εἰς τὰ βασιλικά. Τὸ ά. κεφ. φησί· Τὸ τῆς τυμβωρυχίας ἔγλημα ἀτιμίαν ἐπιφέρει. Τὸ ζ΄. θέμα τοῦ δ΄. κεφ. φησίν. Οἱ τυμβωρυχοῦντες, καὶ γυμνοῦντες τὰ τῶν τελευτώντων σώματα, εἰ μὲν μετὰ ὅπλων, κεφαλιλικῶς τιμωροῦνται, εἰ δὲ χωρὶς ὅπλων, μέχρι μετάλλου. Τὸ ί. κεφ. λέγει· Οἱ τὰ λείψανα, ἢ τὰ ὀστᾶ μετακινοῦντες, καὶ ἐφεξῆς ὅσα τῷ κειμένῳ περιέχονται. Ὁ ζ΄. τίτ. τοῦ ιά. βιβλίου τῶν διατ. ἐστὶ τίτ. ά. τοῦ νθ΄. βιβλ. τῶν βασιλ., διδάσκων περὶ μνημάτων καὶ δαπάνης τῶν κηδειῶν. Τὸ δ΄. θέμα τοῦ γ΄. κεφ. τοῦ κγ΄. τίτ. τοῦ ξ΄. βιβλ. φησίν· Οὐ δεῖ τὰ λείψανα τῶν τελευτώντων ψηλαφᾶσθαι, ἢ σκύλλεσθαι· τὰ δὲ προσκαίρως ἀποτεθέντα μεταφέρειν ἔξεστι. Τὸ ζ΄. κεφ. τοῦ αὐτοῦ τίτ. φησί· Χεῖρον οὐ δεῖ τὸ μνημεῖον γίνεσθαι, φιλοκαλεῖν μέντοι αὐτῷ ἔξεστι, μὴ ἐφαπτομένων τῶν λειψάνων. Τὸ ή. κεφ. τοῦ ά. τίτ. τοῦ νθ΄. βιβλίου τῶν βασιλ. περὶ τὸ τέλος φησίν· Ἐὰν δὲ ὁ τοῦ τόπου δεσπότης παρὰ κέλευσιν ἱερέως, ἢ κέλευσιν βασιλέως ἐκβάλῃ τὸν ἐξ ἄλλου ταφέντα, ἢ τὰ τεθέντα ὀστέα, ἐνέχεται τῇ περὶ ὕβρεως ἀγωγῇ. Καὶ κεφ. ά. τοῦ γ΄. τίτ. τοῦ αὐτοῦ βιβλ. λέγει· Ἔξεστιν ἐξ εὐλόγου αἰτίας προσιέναι τῷ ἄρχοντι, καὶ μεταφέρειν εἰς ἕτερον τόπον τὸ ἀποκείμενον λείψανον παρενοχλούμενον. Καὶ κεφ. ιδ΄. φησί· Μηδεὶς ἀνθρώπινον σῶμα χωρὶς κελεύσεως βασιλέως εἰς ἕτερον τόπον μεταφερέτω· καὶ τὸ παρὸν οὐκ ἔστιν ἐναντίον τῇ ά. διατ., ἐκείνη γὰρ ἀπὸ εὐλόγου αἰτίας ἐπέτρεψε μεταφέρεσθαι τὰ λείψανα κατὰ διάγνωσιν τῶν ἀρχόντων, αὕτη δὲ μηδαμοῦ μνημονεύσασα εὐλόγου αἰτίας, ὅτι χωρὶς κελεύσεως βασιλικῆς οὐκ ἔξεστιν αὐτὰ μεταφέρειν. Ὁ ιγ΄. τίτ. τοῦ μή. βιβλ. τῶν διατ. ἐτέθη εἰς τίτ. μέ. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν, καί φησι τὸ β΄. κεφ. Ὁ δὲ πεκουλάτους κινεῖται κατὰ τοῦ ὑφελομένου ἐκ τῶν ἱερῶν, ἢ μνημείων, καὶ τὰ ἑξῆς. Τὸ δ΄. κεφ. λέγει· Τῷ δεπεκουλάτῳ ὑπόκειται καὶ ὁ ἱερὰ ἢ ἐκ μνημείων χρήματα λαμβάνων, ἢ τὸ δωρηθὲν τῷ Θεῷ. Ἡ έ. διάτ. τοῦ ιθ΄. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικος ἐτέθη εἰς κεφ. ιβ΄. τοῦ κγ΄. τίτ. τοῦ ξ΄. βιβλίου, καὶ ἀνάγνωθι τὸ ιά. ιβ΄. ιγ΄. καὶ ιδ΄. κεφ. τὰ αὐτὰ λέγοντα ὅσα συνωψίσθησαν. Ἡ γ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικός ἐστι κεφ. κϛ΄. τοῦ ιζ΄. τίτ. τοῦ ζ΄. βιβλ. τῶν βασιλικῶν, ὃ καὶ ἀνάγνωθι καταστρωθὲν εἰς τὴν ἑρμηνείαν τοῦ κέ. κεφ. τοῦ παρόντος θ΄. τίτ. Τούτων οὕτως ἐχόντων σημείωσαι, ὅτι τῷ περὶ τυμβωρυχίας νόμῳ ἐνέχονται καὶ οἱ χωρὶς κελεύσεως βασιλικῆς, ἢ ἐπισκοπικῆς, ἢ διαγνώσεως ἀρχοντικῆς μετακινοῦντες λείψανα τεθνεώτων μετὰ τελείας ὁσίας ταφέντα. Πλὴν οἱ μὲν ἄρχοντες χωρὶς εὐλόγου αἰτίας οὐ δύνανται ἐπιτρέπειν τὴν τούτων μετάθεσιν· ὁ βασιλεὺς δὲ καὶ οἱ ἐπίσκοποι δύνανται ταύτην ἀδιαστίκτως ἐπιτρέπειν. Οἱ γοῦν λέγοντες ἀπροκριματίστως ταύτην γίνεσθαι παρὰ τοῦ βουλομένου, μὴ προκειμένης αἰτίας αἰσχροκερδοῦς, κακῶς λέγουσιν, ὡς ἐμοὶ δοκεῖ· διὰ γὰρ τοῦτο καί τις καθηγούμενος τῆς σεβασμίας μονῆς τοῦ ἁγίου Μωκίου χωρὶς τοιαύτης ἐπιτροπῆς λείψανα μεταθέμενος ἐξεβλήθη συνοδικῶς ἀπὸ τῆς ἡγουμενείας, καὶ καθῃρέθη.
ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄.
Σχόλιον.
Ἡ έ. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος, καὶ ἡ μδ΄. διάτ. τοῦ αὐτοῦ τίτ. οὐκ ἐτέθησαν εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ ιγ΄. διάτ. τοῦ ά. τίτλου τῶν νεαρῶν, μέρος οὖσα τῆς έ. Ἰουστινιανείου νεαρᾶς οὐδὲ ἡ ά. διάτ. τοῦ αὐτοῦ τίτ. τῶν νεαρῶν μέρος οὖσα τῆς ϛ΄. Ἰουστινιανείου νεαρᾶς. Σημείωσαι περὶ τῶν ἐκπεσόντων τῆς ἱερωσύνης, καὶ γυναιξὶ συνοικησάντων καὶ τούτων τεκνοποιησάντων, μὴ συγχωρουμένων εἰς κληρονόμον αὐτῶν κληθῆναι, μηθ᾽ ὅλως δύνασθαι τὰ τοιαῦτα παιδία ἢ γνήσια τούτων κληθῆναι ἢ φυσικὰ, ἢ καθ᾽ οἱονδήποτε τρόπον περιελθεῖν τινα τῶν πραγμάτων αὐτῶν πρὸς αὐτοὺς, ἢ τὰς μητέρας αὐτῶν, ἀλλὰ τὰ προσόντα πάντα αὐτῷ λαμβάνειν τὰς κατ᾽ αὐτοὺς Ἐκκλησίας, ἢ τοὺς κλήρους· τοὺς δὲ τοιοῦτόν τι τολμῶντας, μετὰ τὴν τῆς ἱερωσύνης γύμνωσιν, μὴ δυναμένους εἴς τι κοσμικὸν ἀξίωμα, ἢ στρατείαν ἀναχθῆναι, ἀλλὰ ἰδιωτεύοντας πάντα τὸν χρόνον. Ὅπως δὲ σήμερον οὐ φυλάττεται τοῦτο ἀγνοῶ.
Σχόλιον.
Ἡ β΄. διάτ. τοῦ αὐτοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι κεφ. κϛ΄. τῆς ρκγ΄. νεαρᾶς τοῦ βασιλέως Ἰουστινιανοῦ, ἤτοι κεφ. λγ΄. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν τὰ αὐτὰ διαλαμβάνον ὅσα συνωψίσθησαν. Λέγει δὲ καὶ τὸ κδ΄. κεφ. τῆς αὐτῆς νεαρᾶς, ἤτοι τὸ λά. κεφ. τοῦ αὐτοῦ τίτ., ἀλλὰ μὴν καὶ τὸ λβ΄. περὶ τοῦ ἐρωτᾶσθαι τοὺς μέλλοντας χειροτονεῖσθαι εἰ δύνανται σωφρονεῖν, καὶ περὶ γαμούντων ἱερωμένων, καὶ δευτερογαμούντων ἀναγνωστῶν, ὅσα παρὰ τοῦ πατριάρχου διελήφθησαν παραφραστικῶς. Περὶ δὲ τῶν ἁρπαζόντων, ἢ διαφθειρόντων, ἢ ὑπονοθευόντων τὰς τῷ Θεῷ ἀνατεθειμένας, διδάσκει ἡ αὐτὴ β΄. διάταξις τοῦ ά. τίτ. τῶν νεαρῶν οὖσα ξγ΄. κεφ. τῆς ρκγ΄. Ἰουστιν. νεαρᾶς, ἤτοι κεφ. ιβ΄. τοῦ ά. τίτ. τοῦ δ΄. βιβλίου τῶν βασιλικῶν, τὰ αὐτὰ λέγον ὅσα συνωψίσθησαν, πλὴν τῆς ποινῆς. Ὁ μὲν γὰρ βασιλικός φησι τὸν ἐκ τοῦ νόμου κίνδυνον ὑπομένειν τοὺς πλημμελήσαντας, καὶ τοὺς μετασχόντας τοῦ τοιούτου μύσους. Ὁ δὲ συνθέμενος τὸ νομοκάνονον λέγει κεφαλικῶς αὐτοὺς τιμωρεῖσθαι· σὺ δὲ μᾶλλον τῷ βασιλικῷ πρόσχες· καὶ εἰ θέλεις μαθεῖν ποῖαί εἰσιν αἱ νόμιμοι ποιναὶ, ἀνάγνωθι βιβλ. ξ΄. τίτ. νή. κεφ. ά. οὕτως ἔχον· Οἱ ἁρπάσαντες γυναῖκα, ἢ μνηστευομένην, ἢ ἀμνήστευτον, ἢ χήραν, εἴτε εὐγενής ἐστίν, εἴτε δούλη, ἢ ἀπελευθέρα, καὶ μάλιστα ἐὰν τῷ Θεῷ ὦσιν αἱ γυναῖκες καθιερωμέναι, νομίμως τιμωρείσθωσαν, τουτέστιν εἰ μὲν μεθ᾽ ὅπλων, εἴτε ξιφῶν, ἢ ῥοπάλων τὴν ἁρπαγὴν ἐποιήσαντο, οἱ τοιοῦτοι ξίφει τιμωρείσθωσαν· οἱ δὲ συνυπουργοῦντες αὐτοῖς, ἢ συνειδότες, ἢ ἑκόντες ὑποδεξάμενοι, ἢ οἱανδήποτε σπουδὴν εἰσενεγκόντες τυπτόμενοι, καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν, ἐπειδὴ οἱ προθέντες παρ᾽ ἑαυτοῖς ἀρπάσαι ἕτοιμοί εἰσι καὶ φονεύειν τοὺς ἀνθισταμένους. Εἰ δὲ χωρὶς οἱωνδήποτε ὅπλων τὴν ἁρπαγὴν ἐποιήσαντο, ὁ μὲν τὴν ἁρπαγὴν ποιήσας χειροκοπείσθω, οἱ δὲ βοηθήσαντες τοῖς τοιούτοις ἐν τῇ ἁρπαγῇ, ἢ συνειδότες, ἢ ὑπηρετήσαντες, ἢ ἑκόντες ὑποδεξάμενοι, ἢ οἱανδήποτε σπουδὴν εἰσενεγκόντες αὐτοῖς, τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν. Ζήτει καὶ τὴν λέ. νεαρὰν τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου τὰ αὐτὰ σχεδὸν νομοθετοῦσαν.
ΚΕΦΑΛΑΙΟΝ Λ΄.
Σχόλιον.
Ἡ έ. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ νγ΄. καὶ μηδὲ σὺ προσχῇς ταύταις. Ἡ γ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικός ἐστι κεφ. κϛ΄. τοῦ ιζ΄. τίτ. τοῦ ζ΄. βιβλ. τῶν βασιλικῶν, καὶ κατεστρώθη εἰς τὴν ἑρμηνείαν τοῦ κέ. κεφ. τοῦ παρόντος θ΄. τίτ. ὃ καὶ ἀνάγνωθι. Ἡ ά. διάτ. τοῦ κδ΄. τίτ. τοῦ γ΄. βιβλ. τοῦ κώδικος ἐτέθη εἰς κεφάλ. ϟά. τοῦ έ. τίτ. τοῦ ζ΄. βιβλίου τῶν βασιλικῶν, τοῦτο δὲ τὸ κεφάλαιον παρελείφθη.
Σχόλιον.
Ἡ δ΄. διάτ. τοῦ μά. τίτ. τοῦ γ΄. βιβλίου τοῦ κώδικός ἐστι κεφ. μϛ΄. τοῦ έ. τίτ. τοῦ ξ΄. βιβλ. λέγουσα· Ἡ διάτ. ὁμοία τῇ δευτέρᾳ ἐστὶ καὶ τῇ γ΄. καὶ λέγει, ὅτι ὁ δεσπότης ἀγνοῶν τὸ πταῖσμα τοῦ οἰκέτου νοξαλίᾳ μόνον κατέχεται, εἰδὼς δὲ, ἰδίῳ ὀνόματι. Ὅλον δὲ τὸ τῆς διατ. νόμιμον τοιοῦτόν ἐστι, ὅτι ἐὰν οἰκέτης ἀλλότριος ἁρπάσῃ, εἴσω μὲν ἐνιαυτοῦ τὸ τετραπλοῦν ζητεῖ ἡ περὶ ἁρπαγῆς χρημάτων ἀγωγή, μετὰ δὲ τὸν ἐνιαυτὸν τὸ ἁπλοῦν, ἤτοι ἐφ᾽ ᾧ δοῦναι τὸν οἰκέτην εἰς νόξαν, ἢ κατέχεσθαι τὸν δεσπότην αὐτοῦ, καὶ εἰς τὸ περιελθὸν εἰς αὐτόν. Εἰ δὲ συνειδότος τοῦ δεσπότου ἥρπασεν, εἰς τὸ διαφέρον ἐνέχεται ὁ δεσπότης πάντως, τουτέστιν εἰς τὸ τετραπλοῦν, ἢ εἰς τὸ ἁπλοῦν. Εἰ δὲ τὴν σὴν γαμετὴν ἥρπασε, κατ᾽ αὐτοῦ τοῦ οἰκέτου κίνησον τὸ δημόσιον ἔγκλημα. Ἡ γ΄. διάτ. τοῦ ιγ΄. τίτ. τοῦ ζ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. γ΄. τοῦ ιή. τίτ. τοῦ μή. βιβλ. τῶν βασιλ. οὕτως ἔχον· Ἐὰν δοῦλος ἁρπαγὴν παρθένου καταμηνύσῃ, ἐλεύθερος γίνεται, ἢ ἐὰν τὴν ἤδη συγχωρηθεῖσαν ἀπελέγξῃ. Ἡ ζ΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ὁ ί. τίτ. τοῦ αὐτοῦ βιβλίου, οὐδὲ ὁ ιά. Ἡ δὲ ά. διάτ. τοῦ ιγ΄. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. ά. τοῦ νή. τίτ. τοῦ ξ΄. βιβλ. Καὶ αὐτὸ μὲν κατεστρώθη περὶ τὸ τέλος τοῦ κθ΄. κεφαλαίου τοῦ παρόντος θ΄. τίτ. τὸ δὲ β΄. θέμα τούτου λέγει ταῦτα· Ἐὰν οὖν ἐν αὐτῇ τῇ ἁρπαγῇ εἷς ἐκ τούτων καταληφθῇ ἢ παρὰ τῶν πατέρων τῶν γυναικῶν, ἢ παρὰ τῶν ἀδελφῶν, ἢ ἐπιτρόπων, ἢ κουρατώρων, ἢ πατρώνων, ἢ δεσποτῶν, ἐξελεγχθέντες φονευέσθωσαν αὐτοχειρὶ, μάλιστα ἐὰν καὶ γεγαμημένας γυναῖκας ἐπειράθησαν ἁρπάσαι. Τὸ αὐτὸ δὲ λέγομεν καὶ εἰ μνηστήν τις ἰδίαν ἥρπασεν. Εἰ δὲ δυνηθῶσιν οἱ τοιοῦτοι διαφυγεῖν, καὶ οἱ ἐν Κωνσταντινουπόλει, καὶ οἱ ἐν πάσῃ χώρᾳ ἄρχοντες καὶ στρατηλάται ἐκδικείτωσαν τὸ γινόμενον, κατέχοντες αὐτοὺς καὶ τιμωρούμενοι, καὶ μὴ συγχωροῦντες αὐτοῖς ἐκκαλέσασθαι. Καὶ εἰ μὲν δοῦλαί εἰσιν αἱ ἁρπαγεῖσαι, ἢ ἀπελεύθεραι, οἱ ἁρπάσαντες ὑποκείσθωσαν· εἰ δὲ καὶ εὐγενεῖς ἦσαν, τὰ πράγματα τῶν ἁρπασάντων καὶ τῶν βοηθούντων αὐτοῖς, τῆς δεσποτείας αὐτῶν γινέσθωσαν προνοίᾳ τῶν ἀρχόντων καὶ τῶν γονέων εἰς προῖκα, ἢ ἐὰν μὴ βουληθῶσι γαμῆσαι, κατέχειν ταῦτα τὰ πράγματα. Μὴ ἐξέστω δὲ τῇ γυναικὶ αὐτὸν τὸν ἁρπάσαντα ἄνδρα λέγειν, μηδὲ τοὺς γονεῖς αὐτῆς τοῦτο αὐτῇ κελεύειν. Αἱ δὲ τιμωρίαι τῆς διατ. πᾶσαι ἔστωσαν κατ᾽ αὐτῶν τῶν ἁρπασάντων καὶ βοηθησάντων αὐτοῖς ἐν τῇ ἁρπαγῇ. Οἱ μέντοι συνειδότες καὶ ὑπηρετήσαντες, καὶ ὑποδεξάμενοι, ἢ οἱανδήτινα σπουδὴν αὐτοῖς συνενεγκόντες τῇ εἰρημένῃ τιμωρίᾳ ὑποκείσθωσαν, εἴτε βουλομένων τῶν γυναικῶν, εἴτε μὴ βουλομένων ἡ ἁρπαγὴ γέγονε. Καὶ οἱ γονεῖς δὲ τῆς γυναικὸς, κἂν ἀνεξικακήσωσι, περιοριζέσθωσαν. Εἰ δὲ καὶ δοῦλος εὑρεθῇ ἐν τῷ πράγματι, καιέσθω, πασῶν τῶν ἄλλων τιμωριῶν σχολαζουσῶν.
Σχόλιον.
Τὸ λθ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ μζ΄. βιβ. ἐστι κεφ. λθ΄. τοῦ ιβ΄. τίτ. τοῦ ξ΄. βιβλίου οὕτως ἔχον ὡς συνωψίσθη. Γίνωσκε δὲ ὅτι ὁ τοιοῦτος, κἂν μὴ ἐνέχεται ὡς κλέπτης, ἢ ὡς ἀνδραποδιστὴς, ἀλλὰ χρηματικῶς τιμωρεῖται παρὰ τοῦ ἄρχοντος, καὶ σωφρονίζεται. Καὶ ζήτει θέμα παρατέλευτον τοῦ λζ΄. τίτ. τοῦ αὐτοῦ ξ΄. βιβλίου λέγον περὶ τὸ τέλος· Ὁ δὲ εἰς ἀλλοτρίαν δούλην πορνεύων, τῶν μὲν εὐπόρων ὑπάρχων, παρεχέτω ὑπὲρ τοῦ πταίσματος τῷ δεσπότῃ τῆς δούλης νομίσματα λϛ΄. εἰ δὲ εὐτελὴς εἴη, τυπτέσθω, καὶ καθόσον εὐπορεῖ, κατ᾽ ἀναλογίαν τῶν λϛ΄. νομισμάτων διδότω. Τὸ κθ΄. διάταγμα τοῦ έ. τίτ. τοῦ μή. βιβλ. ἐστὶ θέμα τελευταῖον τοῦ κθ΄. κεφ. τοῦ λζ΄. τίτ. τοῦ ξ΄. βιβλίου οὕτως ἔχον ὡς ἐγράφη. Τὸ δὲ έ. διάτ. τοῦ ϛ΄. τίτ. τοῦ μή. βιβλ. τῶν διατάξεών ἐστι θέμα β΄. τοῦ έ. κεφ. τοῦ ιή. τίτ. τοῦ ξ΄. βιβλ. οὕτως ἔχον ὡς ἐγράφη. Ἡ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι κεφ. ιβ΄. τῆς ϛ΄. νεαρᾶς τοῦ Ἰουστινιανοῦ, οὐκ ἐτέθη δὲ εἰς τὰ βασιλ. Ἡ περὶ μανδάτων διαλεγομένη ιζ΄. νεαρά ἐστι κεφ. κά. τοῦ γ΄. τίτ. τοῦ ϛ΄. βιβλ. τῶν βασιλ. λέγον ταῦτα ῥητῶς· Οὔτε δὲ ἀνδροφόνοις, οὔτε μοιχοῖς, οὔτε παρθένων ἅρπαξιν ἁμαρτάνουσι τὴν ἐκ τῶν ὅρων φυλάξεις ἀσφάλειαν, ἀλλὰ κἀκεῖθεν ἐξελκύσεις, καὶ τιμωρίαν αὐτοῖς ἐπάξεις. Οὐ γὰρ τῶν τὰ τοιαῦτα ἁμαρτανόντων φείδεσθαι προσήκει, ἀλλὰ τῶν περιόντων ἵνα μὴ τοιαῦτα ὑπὸ τῶν τολμηροτέρων πάσχοιεν. Ἄλλως τε ἡ ἐκ τῶν ἱερῶν ἀσφάλεια οὐ τοῖς ἀδικοῦσιν, ἀλλὰ τοῖς ἀδικουμένοις δέδοται παρὰ τοῦ νόμου, καὶ οὐκ ἂν εἴη δυνατὸν ἑκάτερον ἀσφαλίζεσθαι τῇ παρὰ τῶν ἀσύλων τόπων ἀσφαλείᾳ, καὶ τὸν ἀδικοῦντα, καὶ τὸν ἀδικούμενον. Ἡ δὲ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλ. δ΄. τῶν βασιλικῶν τίτ. ά. κεφαλαίῳ ιβ΄. ταῦτά φησιν, εἴτις ἀρπάσῃ, καὶ τὰ ἑξῆς ὡς ἐγράφη εἰς τὸ κείμενον. Ἡ ρμγ΄. νεαρὰ κεῖται εἰς κεφ. β΄. τοῦ νή. τίτ. τοῦ ξ΄. βιβλ. οὕτω διαλαμβάνον ὡς ἐδηλώθη. Ἀνάγνωθι καὶ τὸν αὐτὸν νή. τίτ. ὅλον ὡραῖά τινα διδάσκοντα, καὶ διάφορα περὶ τῶν ἁρπαζόντων οἱασδήτινας γυναῖκας.
ΚΕΦΑΛΑΙΟΝ ΛΑ΄.
Σχόλιον.
Ἡ ριζ΄. νεαρὰ τοῦ Ἰουστινιανοῦ κεῖται εἰς βιβλίον κή. τίτ. ζ΄. καὶ λέγει τὸ δ΄. θέμα τοῦ ά. κεφ. ταῦτα ῥητῶς· Ἐὰν ἀνδράσιν ἐξωτερικοῖς γυνὴ μὴ βουλομένου τοῦ ἀνδρὸς συμποσιάζῃ, ἢ συλλούηται, καὶ ἔστι μία τῶν λυουσῶν τὸν γάμον αἰτιῶν καὶ αὕτη.
ΚΕΦΑΛΑΙΟΝ ΛΒ΄.
Σχόλιον.
Ἡ λζ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Οὐδὲ ἡ ιβ΄. διάτ. τοῦ αὐτοῦ τίτ. οὐδὲ ἡ νγ΄. Ζήτει δὲ βιβλ. τῶν βασιλικῶν δ΄. τίτ. ά. κεφ. ιά. θέμα γ΄. οὕτω λέγον· Ἐὰν μοναχὸς καταλείψῃ τὸ μοναστήριον, καὶ εἰς κοσμικὸν βίον μετέλθῃ, τοῦτον τῆς στρατείας καὶ τῆς τιμῆς, εἴ τινα ἔχοι, πρῶτον γυμνωθέντα ἐκ τοῦ ἐπισκόπου τοῦ τόπου, καὶ τοῦ τῆς ἐπαρχίας ἄρχοντος, εἰς μοναστήριον βάλλεσθαι, καὶ τὰ πράγματα, ὅσα μετὰ ταῦτα ἔχειν δειχθείη, τῷ μοναστηρίῳ ἐν ᾧ ἐμβάλλεται διαφέρειν· εἰ δὲ καὶ πάλιν καταλείψῃ τὸ μοναστήριον, τότε αὐτὸν ὁ ἄρχων τῆς ἐπαρχίας, ἐν ᾗ ἂν εὑρεθείη, κρατείτω, καὶ τῇ ὑποκειμένῃ αὐτῷ τάξει συναριθμείτω. Κεφ. γ΄. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. οὕτως ἔχον· Εἰ τις δὲ εἰς μοναχικὸν βίον ἐλθεῖν βουληθείη, κελεύομεν ἵνα, εἰ μὲν γνώριμός ἐστιν ὅτι οὐδεμιᾷ τύχῃ ὑπόκειται, ὁ ἡγούμενος τοῦ μοναστηρίου, ὅτε συνίδοι, τὸ σχῆμα αὐτῷ παράσχῃ· εἰ δὲ μὴ γνωρίζεται, εἰ οἱαδήποτε ὑπόκειται τύχῃ, ἐντὸς τριῶν ἐνιαυτῶν μὴ λαμβάνειν αὐτὸν τὸ μοναχικὸν σχῆμα, ἀλλ᾽ ἐντὸς τοῦ εἰρημένου χρόνου ἀποπειράσθω τῆς τούτου ἀναστροφῆς ὁ τοῦ μοναστηρίου ἡγούμενος. Καὶ εἰ ἐντὸς τριετίας ἀναφυῇ τις λέγων ἢ δοῦλον, ἢ κολωνὸν, ἢ ἐναπόγραφον τοῦτον ἴδιον εἶναι, ἢ καὶ ὡς φεύγοντα τὴν γεωργίαν, ἢ ὥς τι κλέψαντα, ἢ διά τι πταῖσμα εἰς τὸ μοναστήριον αὐτὸν εἰσεληλυθέναι, καὶ ταῦτα ἀποδειχθείη, τῷ ἰδίῳ δεσπότῃ τοῦτον ἀποκαθίστασθαι μετὰ τῶν πραγμάτων, ἅπερ δειχθείη εἰς τὸ μοναστήριον εἰσαγαγὼν, λόγον πρότερον, ὡς οὐδὲν ὑπομενεῖ, παρὰ τοῦ ἰδίου δεσπότου λαμβάνοντα. Εἰ δὲ ἐντὸς τριετίας μηδεὶς ἐναγάγῃ τινὶ τῶν εἰρημένων προσώπων, ὁ ἡγούμενος τοῦ μοναστηρίου μετὰ τὴν παραδρομὴν τοῦ τριετοῦς χρόνου, εἰ τὸν τοιοῦτον ἄνδρα ἄξιον κρίνῃ, τότε διδότω αὐτῷ τὸ σχῆμα, καὶ μηδεὶς αὐτῷ ὄχλησιν μετὰ ταῦτα ὑπὲρ τῆς τύχης εἰσφερέτω, ἐνόσῳ μέντοι γε ἐν τῷ μοναστηρίῳ διάγει· τὰ δὲ πράγματα, ἅπερ εἰς τὸ μοναστήριον εἰσαγαγὼν φανείη, τῷ δεικνυμένῳ δεσπότῃ ἀποδιδόσθω. Εἰ δέ τις τῶν εἰρημένων προσώπων καταλείψῃ τὸ μοναστήριον, καὶ εἰς κοσμικὸν ἔλθῃ βίον, ἢ ἐν ταῖς πόλεσιν, ἢ ἐν τοῖς ἀγροῖς περιέρχεται, τῇ ἰδίᾳ τύχῃ παραδιδόσθω. Κεφ. ί. τοῦ αὐτοῦ τίτ. λέγον· Ἀπαγορεύομεν δὲ τοῖς γονεῦσι τοὺς ἰδίους παῖδας μοναχικὸν βίον ἐπιλεγομένους ἐκ τῶν εὐαγῶν μοναστηρίων ἀφέλκειν.
Σχόλιον.
Ἡ νγ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, ὡς καὶ ὄπισθεν ἐγράψαμεν. Ζήτει δὲ βιβλίον δ΄. τίτ. ά. κεφ. θ΄. οὕτως ἔχον· Οὐδεμίαν δὲ ἄδειαν διδόαμεν ἢ τοῖς γονεῦσι τοὺς παῖδας, ἢ τοῖς παισὶ τοὺς γονέας, τὴν κοσμικὴν διαγωγὴν καταλιμπάνοντας, ὡς ἀχαρίστους ἀποκλείειν τῆς ἰδίας κληρονομίας, ὑπὲρ αἰτίας πρὸ τοῦ μοναχικοῦ βίου παρακολουθησάσης. Ἡ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ϛ΄. τοῦτο δὲ τὸ κεφ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. ά. καὶ λέγει τὸ λδ΄. κεφ. τούτου, ὅσα εἰς τὸ κείμενον περιέχονται. Ἀνάγνωθι τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. κεφ. λζ΄. ὅπερ κατεστρώθη εἰς τὴν ἑρμηνείαν τοῦ λϛ΄. κεφ. τοῦ ά. τίτ. τοῦ παρόντος συντάγματος. Ἡ ιγ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος έ. τοῦτο δὲ τὸ κεφ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ β΄. διάτ. τοῦ αὐτοῦ τίτ. ἐστὶ νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν δ΄. τίτ. ά. κεφ. ιά. καὶ ἀνάγνωθι τοῦτο καταστρωθὲν ῥητῶς ἐν τῇ ἀρχῇ τοῦ παρόντος λβ΄. κεφ.
ΚΕΦΑΛΑΙΟΝ ΛΓ΄.
Σχόλιον.
Ὁ λθ΄. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικος ἐτέθη εἰς κεφ. γ΄. τοῦ κζ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν, καί φησιν οὕτως· Ὁ ὑποδεξάμενός τινα ἐνεχόμενον ἐγκλήματι ἐν εἰδήσει, τὴν αὐτὴν ὑποστήσεται τιμωρίαν· ὁ δὲ ὑποδεξάμενος λῃστὰς καὶ μὴ προσαγαγὼν αὐτοὺς δικαστηρίῳ δημευέσθω, ἢ τιμωρείσθω κατὰ τὴν ποιότητα τοῦ προσώπου ὡς ἂν ὁ δικαστὴς συνίδῃ. Ὁ ιϛ΄. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατ. ἐτέθη εἰς κεφ. ά. τοῦ αὐτοῦ κζ΄. τίτ. τοῦ ξ΄. βιβλ. καί φησιν· Οἱ ὑποδοχεῖς τῶν λῃστῶν ὡς λῃσταὶ τιμωροῦνται, καὶ οἱ δυνάμενοι κρατῆσαι τοὺς λῃστὰς καὶ ἀπολύσαντες χρήματα λαβόντες, ἢ μέρος τῶν λῃστευθέντων. Τὸ β΄. διάτ. τοῦ ιϛ΄. τίτ. τοῦ μζ΄. βιβλίου τῶν διατάξεών ἐστι κεφ. β΄. τοῦ ῥηθέντος κζ΄. τίτ. τοῦ ξ΄. βιβλ. οὕτως ἔχον ῥητῶς ὡς ἐγράφη. Ἀνάγνωθι καὶ τὸ δ΄. αὐτοῦ κεφ. διδάσκον πῶς ἀποσπῶνται οἱ ἐνεχόμενοι ἐγκλήμασι, καὶ διατρίβοντες ἐν κτήμασι, καὶ ὅτι εἰ μὴ διδόασι τούτους οἱ δεσπόται τοῦ κτήματος τῷ ἄρχοντι, στερίσκονται τῆς δεσποτείας αὐτοῦ, καὶ οἱ πρωτεύοντες καὶ οἱ φροντισταὶ τούτου ἐξορίζονται. Σὺ δὲ ζήτει τὸν ὅλον κζ΄. τίτλον τοῦ ξ΄. βιβλίου. Ἀνάγνωθι καὶ βιβλίον ά. τίτ. β΄. κεφ. κβ΄. ν΄. καὶ ϟ΄. καὶ βιβλίον ξ΄. τίτ. λθ΄. κεφ. τελευταῖον· διαλαμβάνουσι γὰρ ὅτι ἐπίσης τοῖς αἱρετικοῖς καὶ τοῖς γόησι κολάζονται οἱ αὐτοὺς ὑποδεχόμενοι καὶ συγκαλύπτοντες.
ΚΕΦΑΛΑΙΟΝ. ΛΔ΄.
Σχόλιον.
Ἡ κέ. καὶ λβ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά. Ἡ δὲ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. ά. καί φησι τὸ μδ΄. κεφ. καὶ μέ. τοῦ αὐτοῦ περὶ τὰ τέλη ὅσα συνωψίσθησαν παρὰ τοῦ Πατριάρχου. Τὰ μέν τοι γραφέντα εἰς τὴν ἑρμηνείαν τοῦ κ΄. κανόνος τῶν ἁγίων Ἀποστόλων ἀρκοῦσιν εἰς διευλύτωσιν τῆς εἰσαγομένης ἀμφιβολίας χάριν τῶν ἐγγυῶν τῶν ἐπισκόπων, καὶ τῶν κληρικῶν, καὶ ἀνάγνωθι ταῦτα.
ΚΕΦΑΛΑΙΟΝ ΛΕ΄.
Σχόλιον.
Ἡ ιδ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρλγ΄. κειμένη ἐν βιβλίῳ δ΄. τῶν βασιλικῶν τίτ. ά. κεφ. ιϛ΄. οὕτως ἔχοντι ὡς συνωψίσθη, καὶ ἀνάγνωθι τοῦτο. Ζήτει καὶ κανόνα τῶν ἁγίων Ἀποστόλων μβ΄. μγ΄.
ΚΕΦΑΛΑΙΟΝ ΛΣΤ΄.
Σχόλιον.
Ἡ ά. διάτ. τοῦ ζ΄. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικός ἐστι βιβλίον ξ΄. τίτ. λϛ΄. κεφ. ιγ΄. οὕτως ἔχον ὡς συνωψίσθη. Τὸ ζ΄. διάτ. τοῦ δ΄. τίτλου τοῦ μή. βιβλίου ἐστὶ θέμα β΄. τοῦ ή. κεφ. τοῦ λϛ΄. τίτ. τοῦ ξ΄. βιβλίου, διαλαμβάνον ῥητῶς ὅσα εἰς τὸ κείμενον ἐγράφησαν. Σημείωσαι οὖν καὶ ἀμφότερα ξένα ὄντα, καὶ χρήσιμα κατὰ πολύ. Ὁ ί. τίτ. τοῦ μζ΄. βιβλίου τῶν διατάξεων ἐτέθη εἰς τίτ. κά. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν ἐξ αὐτῆς ἀρχῆς· καὶ ζήτει κεφ. διάφορα τούτου περὶ ὕβρεων, καὶ φαμόσων διαλεγόμενα. Τὸ δὲ ά. κεφ. τοῦ αὐτοῦ τίτ. λέγει ταῦτα ῥητῶς· Γενικῶς μὲν ὕβρις λέγεται τὸ παράνομον, ἰδικῶς δὲ ἡ περιφρόνησις, καὶ ἡ ζημία, ὡς ἐπὶ τοῦ Ἀκουϊλίου, καὶ ἡ ἀδικία ὡς ἐπὶ τοῦ ἀδίκως καὶ παρανόμως ψηφισαμένου. Ὁ λέ. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικος ἐτέθη εἰς κεφ. μγ΄. τοῦ κά. τίτ. τοῦ ξ΄. βιβλίου λέγον· Ὁ κατὰ συκοφαντίαν κινήσας τὴν περὶ ὕβρεως ἀγωγὴν, ἢ ἐξορίζεται, ἢ τοῦ ἀξιώματος ἀποκινεῖται. Καὶ ὁ λϛ΄. τίτ. τοῦ αὐτοῦ βιβλίου κεῖται εἰς τίτ. ξγ΄. τοῦ ξ΄. βιβλίου, καί φησι τὸ ά. κεφ. ταῦτα· Πᾶς ὁ εὑρίσκων φλυαρίαν ἐσφραγισμένην, ἢ ἀσφράγιστον, καὶ μὴ παραχρῆμα καίων, ἀλλὰ ἀναγινώσκων, ὑποκείσθω τιμωρίᾳ ᾗ τινι ὑπέκειτο καὶ ὁ συντεθεικὼς τὴν φλυαρίαν. Καὶ κεφ. β΄. Ὁ εὑρὼν φλυαρίαν μηδενὶ ἑτέρῳ λεγέτω τὴν δύναμιν αὐτῆς, ἀλλὰ διαῤῥήξει αὐτὴν ἢ καύσει· ὁ δὲ ταῦτα μὴ ποιήσας κεφαλικῇ τιμωρίᾳ ὑποβληθήσεται· πᾶς γὰρ θαῤῥῶν ἅπερ ἐντάττει ἐν τῇ φλυαρίᾳ κατηγορείτω, γινώσκων ὅτι ἐὰν ἀποδείξῃ τιμῆς ἀξιοῦται, μὴ ἀποδείξας δὲ τιμωρεῖται· ὁ δὲ τοιοῦτος χάρτης τὴν καθ᾽ οὖ ἐτέθη ὑπόληψιν μὴ βλάψῃ. Ὁ δὲ δ΄. τίτ. τῆς δ΄. ἰνστιτουτιῶνος οὐκ ἐτέθη μὲν εἰς τὰ βασιλικά· φησὶ δὲ τὴν περὶ ὕβρεως ἀγωγὴν καὶ χρηματικῶς, καὶ ἐγκληματικῶς κινεῖσθαι. Τὸ β΄. καὶ στ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ γ΄. βιβλίου τῶν διατάξεων ἐτέθη ἀπ᾽ ἀρχῆς τοῦ ά. κεφ. τοῦ β΄. τίτ. τοῦ κά. βιβλίου τῶν βασιλικῶν· καὶ ζήτει διάφορα κεφάλαια τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. Ἀνάγνωθι καὶ γ΄. θέμα τοῦ ά. κεφ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου καταστρωθὲν εἰς τὸ κζ΄. κεφ. τοῦ παρόντος τίτ. περὶ τὰ μέσα.
ΚΕΦΑΛΑΙΟΝ ΛΖ΄.
Σχόλιον.
Ὁ δ΄. τίτ. τοῦ μή. βιβλ. τῶν διατ. ἐτέθη εἰς τὸν λϛ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν· καὶ ζήτει κεφ. δ΄. λέγει γὰρ τοῦτο, μετὰ τὸ εἰπεῖν τὰ πρὸ αὐτοῦ κεφ. τίνες ἐνέχονται τῷ περὶ καθοσιώσεως ἐγκλήματι, ταῦτα ῥητῶς· Καὶ ὁ συνωμοσίαν κατὰ τῆς πολιτείας παρασκευάσας γενέσθαι, καὶ ὁ ἐπιβουλεύσας ἐν στρατοπέδῳ, ἢ τοῖς πολεμίοις αὐτὰ προδοὺς, καὶ ὁ κατὰ δόλον ἐμποδίσας ὑπὸ Ῥωμαίους γενέσθαι τοὺς πολεμίους, ἢ παρασκευάσας αὐτοὺς βοηθηθῆναι πλήθει, ἢ ὅπλοις, ἢ ἵπποις, ἢ χρήμασιν, ἢ ἑτέρῳ οἱῳδήποτε τρόπῳ, ἢ τοὺς φίλους τῆς πολιτείας ἐχθροὺς ποιήσας, ἢ κωλύσας ἕτερον ἔθνος πειθαρχῆσαι τῇ πολιτείᾳ, ἢ παρασκευάσας τοῖς ἐχθροῖς δεχθῆναι ὁμήρους, ἢ χρήματα, ἢ ὁποζύγια. Τὸ ιά. καὶ ιϛ΄. διάτ. τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατ. εἰσὶ θέμα γ΄. τοῦ ιά. κεφ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλίου, καὶ κεφ. ιϛ΄. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου· καὶ ἄμφω γὰρ κολάζουσι τοὺς ποιοῦντας συνωμοσίας ἢ φατρίας.
ΚΕΦΑΛΑΙΟΝ ΛΘ΄.
Σχόλιον.
Ἡ γ΄. διάτ. τοῦ ζ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, κἂν ὁ τοιοῦτος τίτ. κεῖται ἐν βιβλίῳ ξ΄. τίτ. νδ΄. κεφ. κγ΄. Ἡ δὲ περὶ τῶν ἐκκλησιῶν Ἀφρικῆς διαλεγομένη λζ΄. νεαρὰ τοῦ Ἰουστινιανοῦ οὐκ ἐτέθη εἰς τὰ βασιλικά· δέδωκε δὲ τούτοις καιρὸν μετανοίας. Ἡ λδ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι κεφ. κβ΄. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν, οὕτως ἔχον ὡς συνωψίσθη ἀπὸ τῆς ρκγ΄. νεαρᾶς τοῦ Ἰουστινιανοῦ ἐκκοπὲν, καὶ κεφ. ὃν αὐτῆς ιέ. Τὸ ιβ΄. διάτ. καὶ τὸ ιγ΄. τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι κεφ. ιά. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. οὕτως ἔχον· Πρὸς τὴν ποιότητα τοῦ ἁμαρτήματος δεῖ τὴν τιμωρίαν ἐκφέρεσθαι, καὶ μήτε σκληρὸν, μήτε μὴν ἐλαφρὸν φαίνεσθαι τὸν δικαστὴν, πλὴν ἐν τοῖς ἐλαφροῖς ἐλαφρὸν εἶναι αὐτὸν δεῖ, καὶ ἐν τοῖς βαρυτέροις σφοδρὸν μετὰ καλοθελοῦς συμμετρίας· καὶ κεφ. ιδ΄. ὁ ἐξτραόρδινεμ δικάζων ἐγκλήματι αὔξειν καὶ μειοῦν τὴν ποινὴν δύναται, ὥστε μέντοι ἐπὶ ἑκατέρου μὴ παρεξιέναι τὴν συμμετρίαν. Τὸ ά. διάτ. τοῦ ιϛ΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι κεφ. ί. τοῦ ά. τίτ. τοῦ ξ΄. βιβλ. λέγον περὶ τὸ τέλος, ὡς ἡ μὲν τῆς ὑποθέσεως ζήτησις ἐπιτέτραπται τῷ δικαστῇ, οὐ μὴν ἡ τοῦ νόμου ἐπεξέλευσις. Ὁ δὲ ά. τίτ. τοῦ ν΄. βιβλίου τῶν διατ. ἐτέθη εἰς βιβλ. νδ΄. τῶν βασιλικῶν τίτ. ά. κεφ. ά. Τὸ ιέ. διάτ. παρείθη. Ἡ ά. διάτ. τοῦ ν΄. τίτ. τοῦ ζ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. πϛ΄. τοῦ ά. τίτ. τοῦ θ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον· Οὔτε τὴν τοῦ προηγησαμένου ἀπόφασιν, οὔτε τὴν ἰδίαν δύνασθαί τινα ἀνακαλεῖσθαι εἰς ἀμφιβολίαν οὐ φέρεται· μηδὲ ἀπὸ τῆς τοιαύτης ἀποφάσεως προτιθέναι ἕκκλητον φανεροῦ νομίμου ἐστίν. Ἡ ιέ. διάτ. τοῦ μζ΄. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικός ἐστι κεφ. νέ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν οὕτω λέγον· Τὴν τιμωρίαν οὐκ ἔξεστι τῷ ἄρχοντι ἀνακαλεῖσθαι. Ζήτει καὶ τίτ. ν΄. τοῦ αὐτοῦ ξ΄. βιβλ. κεφ. ά. θέμα τελευταῖον, καὶ βιβλ. ζ΄. τίτ. β΄. κεφ. κ΄. καὶ βιβλ. θ΄. τίτ. α΄. κεφ. πδ΄. καὶ ρκζ΄. καὶ βιβλ. νϛ΄. τίτ. ή. κεφ. κθ΄.
Σχόλιον.
Τὸ μέ. διάτ. τοῦ ά. τίτ. τοῦ μβ΄. βιβλίου ἐστὶ θέμα παρατέλευτον τοῦ μϛ΄. κεφ. τοῦ γ΄. τίτ. τοῦ θ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ὡς ἐγράφη. Ἐρωτήσει δέ τις, καὶ μὴν τὸ καταστρωθὲν ὄπισθεν ιγ΄. κεφ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. λέγει δύνασθαι τὸν δικαστὴν αὔξειν καὶ μειοῦν τὴν ποινήν· πῶς οὖν ἐνταῦθα λέγει τὸ ἐναντίον; ὁ μὲν δικάζων ἐξτραορδιναρίου ἔγκλημα δύναται αὔξειν καὶ μειοῦν τὴν ποινὴν, ὁ δὲ διὰ τῶν ἐγκληματικῶς ἐνορδίνῳ ὑποθέσει ἀπὸ νόμου ἐχούσῃ ὡρισμένην ποινὴν οὐ δύναται τοῦτο ποιεῖν. Ἢ εἰπὲ ὅτι πρὸ μὲν ἀποφάσεως δύναται αὔξειν καὶ μειοῦν τὴν ποινὴν, κἂν ὡρισμένη ἀπὸ τοῦ νόμου ἐστί· μετὰ δὲ τὴν ἀπόφασιν οὐ δύναται· πέπαυται γὰρ τοῦ εἶναι δικαστής. Καὶ ζήτει κεφ. ιδ΄. τοῦ αὐτοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. Οὕτω λύσον καὶ τὸ ή. θέμα τοῦ ιγ΄. κεφ. τοῦ κά. βιβλίου, καὶ τὸ γ΄. καὶ δ΄. κεφ. τοῦ γ΄. τίτ. τοῦ αὐτοῦ βιβλίου. Τὸ ά. διάτ. τοῦ ιή. τίτ. τοῦ μή. βιβλίου ἐστὶ θέμα ιθ΄. τοῦ ά. κεφ. τοῦ ν΄. τίτ. τοῦ ξ΄. βιβλίου τὰ αὐτὰ λέγον ὅσα συνωψίσθησαν. Τὸ θ΄. διάτ. τοῦ ιθ΄. τίτ. τοῦ αὐτοῦ βιβλ. τῶν διατάξεων οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Τὸ κζ΄. κεφ. τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεών ἐστι θέμα β΄. τοῦ κζ΄. κεφ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. οὕτως ἔχον· Ἐὰν οἱ πολιτευόμενοι, ἢ οἱ τῆς πόλεως πρωτεύοντες ἁμάρτωσί τι κεφαλικὸν, ὡς ἀξίους αὐτοὺς εἶναι ἐξορίας ἢ περιορισμοῦ, ἢ κεφαλικῆς τιμωρίας, δεῖ τὸν ἄρχοντα δεδεμένους αὐτοὺς φυλάττειν, καὶ ἀναφέρειν τῷ βασιλεῖ προσζευγνῦντα τῇ ἀναφορᾷ καὶ τὴν ἐπ᾽ αὐτοῖς ψῆφον. Τὸ δὲ ά. θέμα τοῦ αὐτοῦ κεφ. κζ΄. φησίν· Οἱ ἄρχοντες τὰς ἰδίας ἀποφάσεις ἀνατρέπειν οὐ δύνανται, καὶ ἐφεξῆς ὅσα συνωψίσθησαν.
Σχόλιον.
Τὸ ιδ΄. διάτ. τοῦ ά. τίτ. τοῦ μβ΄. βιβλίου τῶν διατάξεών ἐστι κεφ. ιδ΄. τοῦ γ΄. τίτ. τοῦ θ΄. βιβλίου ὅ φησιν· Ὃ κελεύσει, ἢ κωλύσει ὁ πραίτωρ, δύναται ἀνατρέπειν, οὐ μὴν ψῆφον οἰκείαν. Τὸ ιθ΄. διάτ. τοῦ ή. τίτ. τοῦ δ΄. βιβλίου τῶν διατάξεων, καὶ τὸ κ΄. εἰσὶ τοῦ τίτ. β΄. τοῦ βιβλ. ζ΄. κεφ. ιθ΄. οὕτως ἔχον· Ὁ αἱρετὸς δικαστὴς τὸ δοκοῦν αὐτῷ ψηφίζεται, καὶ οὐ πολυπραγμονεῖ τὴν ψῆφον ὁ πραίτωρ. Εἰ δὲ δόξει ἐν τοῖς αἱρετοῖς δικαστηρίοις ὥστε τόδε ψηφίσασθαι, οὐκ ἔῤῥωται, οὐδὲ ἀναγκάζεται ψηφίσασθαι· ψηφίζεται δὲ ὁ γνώμην ἐσχηκὼς διὰ τοῦ διαλαλουμένου πᾶσαν τὴν δίκην τεμεῖν. Εἰ δὲ ἐπὶ πολλοῖς προσελήφθη κεφαλαίοις, οὐ δοκεῖ ψηφίζεσθαι, εἰ μὴ πάσας τὰς φιλονεικίας περατώσει. Καὶ εἰ μὲν ψηφίσεται δοῦναί τι ἢ ἀπολυθῆναι τὸν ἐναγόμενον, οὐ δύναται μετὰ ταῦτα ψηφίσασθαι τἀναντία. Τὰ δὲ διαλαλούμενα ἐπὶ παρασκευῇ τῆς δίκης ἀμείβειν δύναται· οἷον διελάλησε καλένδαις παραφυλάξαι, καὶ ὕστερον διελάλησε ταῖς εἰδοῖς. Καὶ κεφ. κ΄. Κἂν πλανηθῇ ἐν τῷ ψηφίζεσθαι οὐ διορθοῦται· ψηφισάμενος γὰρ πέπαυται εἶναι δικαστής. Τὸ δὲ νέ. διάτ. τοῦ ά. τίτ. τοῦ μβ΄. βιβλίου ἐστὶ κεφ. νέ. τοῦ γ΄. τίτ. τοῦ θ΄. βιβλίου οὕτως ἔχον. Ὁ ψηφισάμενος πέπαυται εἶναι δικαστὴς, καὶ οὐκέτι διορθοῦται τὴν ψῆφον.