Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Theodore Balsamon › Commentary on the Nomocanon

Commentary on the Nomocanon

Theodore Balsamon, Greek, RP 1, 1852

Title 12

ΤΙΤΛΟΣ ΙΒ΄.
ΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ, καὶ ΙΟΥΔΑΙΩΝ, καὶ ΕΛΛΗΝΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Σχόλιον.

Ἡ ά. διάτ. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ά. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τῶν βασιλικῶν οὕτως ἔχον, ὡς εἰς τὸ κείμενον συνωψίσθη. Ἡ β΄. διάτ. τοῦ έ. τίτ. τοῦ αὐτοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι θέμα β΄. τοῦ ιή. κεφ. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τῶν βασιλικῶν τὰ αὐτὰ διαλαμβάνον. Ἡ ιβ΄. διάτ. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ ά. διάτ. τοῦ γ΄. τίτ. τῶν νεαρῶν ἐτέθη εἰς κεφ. ν΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν νεαρὰ οὖσα Ἰουστινιάνειος ρθ΄. διαλαμβάνουσα, ὡς ἐν συνόψει εἰπεῖν, μηδεμίαν στρατείαν, ἢ τὴν οἱανοῦν δημοσιακὴν φροντίδα μετιέναι τοὺς αἱρετικούς· λέγει δὲ αἱρετικοὺς εἶναι πάντας τοὺς μὴ μεταλαμβάνοντας τῶν ἁγιασμάτων ἀπὸ τῶν ἱερέων κατὰ τὴν ἁγίαν ἐκκλησίαν τοῦ Θεοῦ· καὶ ὅτι ταῖς αἱρετικαῖς γυναιξὶν οὐ δίδονται τὰ δοθέντα προνόμια ταῖς ὀρθοδόξοις χάριν τοῦ ἔχειν σιωπηρὰς ὑποθήκας κατὰ τῶν τῶν ἀνδρῶν αὐτῶν πραγμάτων, νικᾶν δὲ καὶ τοὺς προγενεστέρους ἐνυποθήκους δανειστὰς εἰς ἰκάνωσιν τῶν προικιμαίων πραγμάτων αὐτῶν, καὶ τῶν γαμικῶν κερδῶν.

Σχόλιον.

Ὁ έ. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος ἐτέθη ἀπ᾽ ἀρχῆς τῆς β΄. διατ. εἰς τὸν ά. τίτ. τοῦ ά. βιβλ. τῶν βασιλικῶν, καί φησι τὸ ιή. κεφ. αὐτοῦ μὴ διδάσκειν τοὺς αἱρετικοὺς, μηδὲ χειροτονίας ποιεῖν. Τὸ ιθ΄. μὴ λιτανεύειν αἱρετικοὺς, καὶ ἐκδικεῖσθαι τοὺς παρὰ τούτων κατεχομένους τόπους παρὰ τῶν ἐκκλησιῶν. Τὸ κ΄. μὴ ἔχειν τοὺς Μανιχαίους καὶ τοὺς Δονατιστὰς τὰ προνόμια τῶν ὀρθοδόξων, ἀλλὰ καὶ ἐσχάτως τιμωρεῖσθαι. Τὸ κά. ἐκβάλλεσθαι ἀπὸ τῶν πόλεων τοὺς αἱρετικοὺς, καὶ ἐκδικεῖσθαι παρὰ τῆς καθολικῆς ἐκκλησίας τὰ καταλιμπανόμενα ὁπωςδήποτε ταῖς τολμηρῶς ὑπ᾽ αὐτῶν λεγομέναις ἐκκλησίαις. Ἡ περὶ τῶν βουλευτικῶν λειτουργιῶν ζ΄. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, οὐδὲ ἡ ή. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλ. ἡ διοριζομένη μὴ γίνεσθαι παρὰ τῶν αἱρετικῶν μοναστήρια, μηδὲ στρατεύεσθαι. Τὸ κγ΄. κεφ. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν φησιν· Οἱ Ἀπολλιναρισταὶ μὴ ταῖς ἁγίαις τέτταρσι συνόδοις πειθόμενοι, καὶ ὅσοι κατὰ τῆς ἁγίας ἐν Χαλκηδόνι συνόδου ἢ λέγειν τι, ἢ διδάσκειν, ἢ συγγράμματα κεκτῆσθαι τολμῶσι, ταῖς εἰρημέναις τῇ παρούσῃ διατάξει τιμωρίαις ὑποβαλλέσθωσαν. Τὸ κδ΄. κεφ. φησί· Ταῖς νενομισμέναις αἱρετικοὶ παραδιδόσθωσαν ταφαῖς. Τὸ β΄. θέμα τοῦ αὐτοῦ κεφ. λέγει· Μανιχαῖος ἐν ῥωμαϊκῷ τόπῳ διάγων ὀφθεὶς ἀποτεμνέσθω, καὶ ὅτι οἱ αἱρετικοὶ οὐ γίνονται ἀξιωματικοὶ, καὶ ἐφεξῆς ὅσα συνωψίσθησαν εἰς τὸ κείμενον. Τὸ κέ. κεφ. διορίζεται ταῦτα· Γονέων δὲ διαφόρου πίστεως ὄντων καὶ θρησκείας, ἐκείνου μᾶλλον ἡ γνώμη κρατείτω τοῦ τὴν ὀρθόδοξον ἐπ᾽ αὐτοῖς ἀναιρουμένου πίστιν, κἂν εἴη πατὴρ ὁ ἀντιλέγων· μὴ ἐντεῦθεν δὲ ἀγανακτῶν τῆς ἀναγκαίας αὐτοὺς στερείτω τροφῆς, ἢ τῶν ἄλλων ἀναγκαίων δαπανημάτων· ἀλλὰ καὶ προῖκα διδοὺς, ἢ πρὸ γάμου δωρεὰν ὀρθοδόξοις αὐτοὺς συνοικιζέτω προσώποις, μηδεμίαν ἑτέραν ὀργῆς κατ᾽ αὐτῶν προβαλλόμενος πρόφασιν. Τὸ δὲ τιμωρεῖσθαι τοὺς ὀρθοδόξους παῖδας πλημμελοῦντας κατὰ αἰρετικῶν γονέων οὐκ ἐξελήφθη εἰς τὰ βασιλικὰ, καὶ χάρις τῷ ταῦτα συνθεμένῳ καὶ ὑπὲρ τούτου. Τὸ κή. κεφ. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν φησι· Πάντες γενικῶς οἱ αἱρετικοὶ μήτε παρασυνάξεις, ἢ παραβαπτίσματα ποιείτωσαν, μήτε τῆς προσκυνητῆς ὅλως κοινωνίας τολμάτωσαν ἅπτεσθαι, ἢ τοῖς τῶν ὅρων προνομίοις, ἐφ᾽ οἷς ἔχουσιν ἐργαστηρίοις, κεχρήσθωσαν, τὰς τῶν ἐναντιουμένων τοῖς νόμοις ποινὰς ὑφορώμενοι, τοῦ χορηγοῦντος τὸν οἶκον ταῖς προειρημέναις τιμωρίαις ὑποκειμένου. Μοντανισταὶ ἐξαιρέτως μηδένα τῶν καλουμένων παρ᾽ αὐτοῖς πατριαρχῶν, ἢ κοινωνῶν, ἢ ἐπισκόπων, ἢ πρεσβυτέρων, ἢ διακόνων ἐντὸς ἐχέτωσαν Κωνσταντινουπόλεως, κωλυέσθωσαν δὲ ἐντὸς πραγματεύεσθαι τῶν ὅρων αὐτῆς, καὶ τὰ ἀσελγῆ συσσίτια, ἢ τὰ ἀσεβῆ συμπόσια ποιεῖν, ἢ ἀνδράποδα ἐμπορεύεσθαι διὰ τοὺς ὑποκειμένους ἐφ᾽ ἑκάστῳ λογισμούς. Τὸ κθ΄. κεφ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. κατεστρώθη εἰς τὸ τέλος τοῦ ά. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος, καὶ ἀνάγνωθι τοῦτο διοριζόμενον μὴ μαρτυρεῖν κατὰ ὀρθοδόξων αἱρετικούς. Ἡ β΄. διάτ. τοῦ ή. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος μβ΄. τοῦτο δὲ τὸ κεφ. αὐτῆς οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ὁ θ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος ἐτέθη εἰς κεφ. λβ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν, καί εἰσι τὰ συνοψισθέντα παρὰ τοῦ πατριάρχου τοῦ αὐτοῦ τίτλου καὶ βιβλίου κεφ. λβ΄. λγ΄. λδ΄. λέ. λϛ΄. λζ΄. λή. λθ΄. μ΄. μά. μβ΄. μγ΄.

ΚΕΦΑΛΑΙΟΝ Γ΄.
Σχόλιον.

Ἡ γ΄. διάτ. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικός ἐστι κεφ. γ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τῶν βασιλικῶν, καὶ διδάσκει ὅσα εἰς τὸ κείμενον συνωψίσθησαν. Ἡ ί. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ιζ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν, καὶ ἔχει οὕτως, ὡς ἐγράφη. Ἡ ϛ΄. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικός ἐστι κεφ. κβ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τῶν βασιλικῶν ἔχον ὁμοίως. Ἡ ή. διάτ. ἐστὶ κεφ. κγ΄. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. τῶν βασιλικῶν, καὶ κατεστρώθη εἰς τὸ β΄. κεφ. ἀνάγνωθι οὖν τοῦτο, καὶ τὰ ἐπέκεινα αὐτοῦ γεγραμμένα παράτρεχε ὡς μὴ ἐνεργοῦντα, ἀλλὰ σχολάσαντα ἐκ τοῦ μὴ τεθῆναι εἰς τὰ βασιλικά. Ἡ ιϛ΄. διάτ. ἐστὶ θέμα τελευταῖον τοῦ κζ΄. κεφ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. καί φησι· Πρὸς τούτοις πάντα τὰ Μανιχαίων καιέσθωσαν βιβλία, καὶ μηδεὶς αὐτὰ τὴν οἱανδήποτε προβαλλόμενος πρόφασιν ἐχέτω, ἁρμοδίαν καὶ αὐτὸς ποινὴν εὐλαβούμενος. Ἡ έ. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν οὐ κεῖται εἰς τὰ βασιλικά. Ὁ β΄. τίτ. τοῦ ί. βιβλίου τῶν διατ. κεῖται εἰς τίτ. γ΄. τοῦ μβ΄. βιβλίου τῶν βασιλικῶν· πλὴν τὸ πρὸ τῆς ἀνακαθάρσεως κείμενον, διάταξις δ΄. τοῦ τοιούτου τίτ. φησὶν, ὅτι οὐ διαιροῦνται τὰ μαγικὰ βιβλία, καθὼς καὶ συνωψίσθη. Τὸ β΄. θέμα τοῦ κδ΄. κεφ. τοῦ γ΄. τίτ. τοῦ μβ΄. βιβλίου κατεστρώθη εἰς τὸ κέ. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος, ὃ καὶ ἀνάγνωθι. Ἡ έ. διάτ. τοῦ γ΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρμϛ΄. κειμένη ἐν κεφ. νέ. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν, ὃ καὶ ἀνάγνωθι.

ΚΕΦΑΛΑΙΟΝ Θ΄.
Σχόλιον.

Ἡ ά. διάτ. τοῦ θ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Τὸ ή. διάτ. τοῦ έ. τίτ. τοῦ λδ΄. βιβλ.

τῶν διατάξεών ἐστι κεφ. κ΄. τοῦ ιή. τίτ. τοῦ μδ΄. βιβλ. λέγον ὅσα εἰς τὸ κείμενον συνωψίσθησαν. Ὁ μή. τίτ. τοῦ ϛ΄. βιβλίου τοῦ κώδικος ἐτέθη εἰς κεφ. λδ΄. τοῦ αὐτοῦ ιή. τίτ. τοῦ μδ΄. βιβλίου, καὶ ζήτει τοῦτο, καὶ τὰ μετ᾽ αὐτὸ κεφ. Ἡ θ΄. διάτ.

τοῦ ιά. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. ιδ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν τὰ αὐτὰ παρακελευόμενον.

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.
Σχόλιον.

Ὁ β΄. τίτ. τοῦ κγ΄. βιβλίου τῶν διατ. ἐτέθη εἰς τίτ. δ΄. τοῦ τοῦ κή. βιβλίου τῶν βασιλικῶν, καί φησι τὸ ά. διάτ. περὶ γάμου ὁμοίως. Ἡ ιβ΄. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος, ἤτοι τὸ κέ. κεφ. τοῦ ά. τίτ. τοῦ ά. βιβλ. τῶν βασιλικῶν κατεστρώθη εἰς τὰ μέσα τοῦ σχολίου τοῦ β΄. κεφ. τοῦ παρόντος τίτ. Ἀνάγνωθι καὶ τὸν οβ΄. κανόνα τῆς ἐν τῷ Τρούλλῳ ϛ΄. συνόδου, καὶ μάθῃς ὅτι πιστὸς μετὰ ἀπίστου γυναικὸς οὐ συνάπτεται νόμῳ γάμου, κἄν τινες πλανηθέντες ἐκ τοῦ τέλους τοῦ αὐτοῦ κανόνος περὶ ἀπίστων πιστευσάντων μετὰ τὸν γάμον διδάσκοντος ἕτερόν τι τολμηρῶς εἶπον. Ἐγὼ δὲ εἰδὼς τοὺς Ἴβηρας ὀρθοδόξους, καὶ τὰ ἡμέτερα πάντα δεξαμένους, καὶ ὁρῶν αὐτοὺς τοῖς Ἀγαρηνοῖς ἐγγαμίζοντας τὰς οἰκείας θυγατέρας, θαυμάζω καὶ ἀπορῶ πῶς παρὰ τῶν ἀρχιερέων αὐτῶν εἰδότων καὶ ἀναγινωσκόντων τὰ τῶν θείων κανόνων θεσπίσματα τὰ τοιαῦτα οὐ κωλύονται. Εὔχομαι οὖν καὶ τοῦτο διορθωθῆναι δι᾽ εὐχῆς καὶ ἀντιλήψεως τοῦ κρατίστου καὶ ἁγίου ἡμῶν αὐτοκράτορος. Ἡ ιή. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ έ. διάτ. τοῦ ά. τίτ. τοῦ έ. βιβλ. τοῦ κώδικός ἐστι κεφ. β΄. τοῦ β΄. τίτ. τοῦ κή. βιβλ. τῶν βασιλικῶν· καὶ πρόσχες ὅτι τὸ ῥητὸν τὸ λέγον, διὰ τὸ τῆς θρησκείας διάφορον, οὐ προσετέθη εἰς τὰ βασιλικά· φησὶ γὰρ τὸ τοιοῦτον β΄. κεφ. ταῦτα· Ἐὰν γυνὴ αὐτεξουσία τελείαν ἅγουσα τὴν ἡλικίαν ἀῤῥαβῶνας δεξαμένη παραιτήσηται τὸν γάμον, διπλοῦς ἀντιδιδότω ἀῤῥαβῶνας· εἰ δὲ καὶ ἐλάττων οὖσα συγγνώμην ἡλικίας ἤτησε, καὶ ἀῤῥαβῶνας ἔλαβε, πάλιν τὸ διπλάσιον ἀναδιδότω· ἐὰν δὲ καὶ ἀφῆλιξ ἐστι, καὶ αὐτὴ συγγνώμην ἡλικίας οὐκ ἤτησεν, αὐτὸ τὸ ἁπλοῦν, ὅπερ ἔλαβεν, ἀποκαταστήσει· εἰ δὲ καὶ πατὴρ κόρης, ἢ μήτηρ ἀῤῥαβῶνας ἔλαβον ὑπὲρ θυγατρὸς, ἢ πάππος ὑπὲρ ἐγγόνης, τελείας ὄντες ἡλικίας, καὶ αὐτοὶ εἰς τὸ διπλάσιον κατεχέσθωσαν, εἴ περ δυνάμενον προβῆναι τὸν γάμον παραιτοῦνται ποιῆσαι· εἰ δὲ καὶ ἀνυπόστατος μέλλει ὁ γάμος εἶναι, αὐτοὶ οἱ ἀῤῥαβῶνες ἀναδιδόσθωσαν ἁπλοῖ· εἰ δὲ μὴ ἦν ἀνυπόστατος ὁ γάμος, δι᾽ εὔλογον δὲ αἰτίαν παραιτοῦνται, εἰ μὲν ἤδεισαν κἂν πρὸ τῆς μνηστείας τὴν αἰτίαν, ἑαυτοῖς ἐγκαλείτωσαν διὰ τί τὸν τοιοῦτον ἐμνηστεύσαντο· εἰ δὲ ἠγνόουν, ἢ πολλάκις μετὰ τὴν μνηστείαν ἡ αἰτία συνέβη, τότε ἁπλοῦν ἀποδιδόσθω. Τὰ δὲ αὐτὰ καὶ ἐπὶ τοῦ μνηστῆρος λέγομεν τοῦ τὴν μνηστείαν παραιτησαμένου. Τὸ δὲ τετραπλασιάζεσθαι τοὺς ἀῤῥαβῶνας ὅτε ἡ μνηστὴ παραιτεῖται τὸν γάμον, νῦν οὐ κρατεῖ, εἰ μὴ ἄρα ἰδικῶς αὐτὸ τοῦτο συμφωνηθῇ. Πᾶσα δὲ ἀσφάλεια παρὰ τὴν διάταξιν ταύτην γινομένη ἀνυπόστατος ἔστω. Ἡ δὲ ϛ΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. λγ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν, καί φησι τὰ αὐτά.

· Contents ·