Library › Theodore Balsamon › Commentary on the Nomocanon
Commentary on the Nomocanon
Theodore Balsamon, Greek, RP 1, 1852
Title 13
ΤΙΤΛΟΣ ΙΓ΄.
ΠΕΡΙ ΛΑΙΚΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Σχόλιον.
Ὁ θ΄. τίτ. τοῦ έ. βιβλ. τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ περὶ γάμων νεαρά ἐστι τοῦ βασιλέως Ἰουστινιανοῦ νεαρὰ κβ΄. κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν κή. τίτ. ιδ΄. κεφ. ά. παρακελευομένη ὅσα εἰς τὸ κείμενον συνωψίσθησαν, καὶ ἀνάγνωθι τὸν ὅλον τοιοῦτον ιδ᾽. τίτ. τοῦ κή. βιβλίου ἀναγκαιότατον ὄντα, καὶ πολλὰ διδάσκοντα χρησιμώτατα χάριν δευτερογαμούντων ἀνδρῶν, καὶ γυναικῶν. Τὸ ί. καὶ ιά. διάτ. τοῦ β΄. τίτ. τοῦ γ΄. βιβλίου τῶν διατάξεών ἐστι τοῦ κά. βιβλίου τῶν βασιλικῶν τίτ. β΄. κεφ. ί. οὕτω λέγον· Κατὰ κέλευσιν βασιλέως δύναται ἡ γυνὴ ἐν τῷ πενθίμῳ χρόνῳ γαμεῖν· καὶ κεφ. ιά. θέμα β΄. περὶ τὸ τέλος οὕτως ἔχον· Ἡ δὲ τεκοῦσα ἐν τῷ πενθίμῳ παραυτίκα δύναται γαμεῖν. Ὁ έ. τίτ. τοῦ έ. βιβλ. τοῦ κώδικός ἐστι βιβλίον κή. τῶν βασιλικῶν τίτ. έ. κεφ. κγ΄. οὕτως ἔχον· Οὐδένα ὅστις ὑπὸ τὴν πολιτείαν ἐστὶ τοῦ ῥωμαϊκοῦ ὀνόματος δύο γαμετὰς δύνασθαι ἔχειν φανερόν ἐστι· ὁπότε καὶ ἐν τῷ διατ. τοῦ πραίτωρος οἱ τοιοῦτοι ἄνθρωποι ἀτιμῶνται, ὅπερ πρᾶγμα ὁ ἁρμόδιος δικαστὴς ἀτιμώρητον εἶναι οὐκ ἀνέξεται. Ὁ ϛ΄. τίτ. τοῦ αὐτοῦ έ. βιβλίου τοῦ κώδικός ἐστι τοῦ κή. βιβλίου τῶν βασιλικῶν τίτ. δ΄. κεφ. μά. καί φησι τὸ μδ΄. κεφ. τοῦ αὐτοῦ τίτ. διάτ. ὃν ϛ΄. ταῦτα· Ἐὰν ἡ ἐπιτροπευθεῖσα παρά τινος καὶ λόγους λάβῃ τῆς διοικήσεως, καὶ ὑπερβῇ τὸν κέ. ἐνιαυτὸν, καὶ παραδράμῃ ὁ ὡρισμένος ἐνιαυτὸς, δύναται αὐτὴν ὁ τοῦ ἐπιτροπεύσαντος υἱὸς ἀγαγέσθαι. Εἰ δὲ καὶ ὁ πατὴρ τῆς κόρης τελευτῶν τοῦτο ἥτησεν ὥστε συναφθῆναι τὴν κόρην τῷ τοῦ ἐπιτρόπου παιδὶ, καὶ οὕτως ὁ γάμος ἔῤῥωται. Ὁ ζ΄. τίτ. τοῦ έ. βιβλίου τοῦ κώδικος κεῖται εἰς βιβλίον κή. τῶν βασιλικῶν τίτ. έ. κεφ. κζ΄. καί φησι τὸ τοιοῦτον κεφ. ταῦτα· Ἐάν τις οἱανδήποτε πράττων ἀρχὴν πειραθείη γῆμαι ἄκουσαν κόρην, ἢ ἀκόντων τῶν γονέων τὴν οἱανδήποτε, δέκα λιτρῶν χρυσοῦ πρόστιμον ὑπὲρ αὐτῆς τῆς ἐγχειρίσεως διδότω· καὶ ὁτεδήποτε παυόμενος τῆς ἀρχῆς μὴ ἐπιχειρείτω τοῖς τῆς ἀρχῆς προνομίοις· εἰ δὲ ἐπιχειρήσει χρήσασθαι, ἐπὶ διετίαν, ἐκβαλλέσθω τῆς πόλεως ἐκείνης, ἐν ᾗ τοῖς προνομίοις χρήσασθαι ἠβουλήθη. Ἔξεστι δὲ καὶ τῇ κόρῃ, καὶ τῷ ταύτης πατρὶ, διαμαρτύρασθαι περὶ τούτου, ὅτι ἐβουλήθη ποιήσασθαι τὸν γάμον ὁ ἄρχων· καὶ τῆς διαμαρτυρίας γενομένης, ἔξωθεν ἔσονται τῆς τοῦ ἄρχοντος δικαιοδοσίας ἐπί τε ἐγκλήμασι καὶ χρήμασι· καὶ εἰ μὲν ἄρχων ἐπαρχίας ἐστὶν, ὑπὸ τὸν ἄρχοντα στρατιωτικὸν γινέσθωσαν· εἰ δὲ ἄρχων στρατιωτικός ἐστι, γινέσθωσαν ὑπὸ τὸν ἄρχοντα· εἰ δὲ ἑκάτεροι ὕποπτοί εἰσιν ἔστωσαν ὑπὸ τὸν ἔπαρχον τῶν πραιτωρίων. Τὸ λή. διάτ. τὸ νά. καὶ νέ. καὶ τὸ ξζ΄. τοῦ β΄. τίτ. τοῦ κγ΄. βιβλ. τῶν διατάξεών εἰσι διάφορα κεφάλαια τοῦ δ΄. καὶ έ. τίτ. τοῦ κή. βιβλίου τῶν βασιλικῶν· ἐτέθη γὰρ ὁ β΄. τίτ. τοῦ κγ΄. βιβλίου τῶν διατάξεων εἰς κεφ. ιθ΄. τοῦ δ΄. τίτ. τοῦ κή. βιβλίου τῶν βασιλικῶν, καί φησι τὸ κβ΄. κεφ. διάτ. ὃν λή. Ὁ ἐν ἐπαρχίᾳ χειρίζων ὀφφίκιον οὐ δύναται γαμεῖν τὴν ἐν αὐτῇ γεννηθεῖσαν, ἢ τὴν οἴκησιν ἔχουσαν ἐκεῖ, μνηστεύεσθαι δὲ οὐ κωλύεται· καὶ ἐὰν ἡ γυνὴ μετὰ τὴν ὑπόθεσιν τοῦ ὀφφικίου μὴ θελήσῃ γαμῆσαι, μόνους τοὺς ἀῤῥαβῶνας ἀποδίδωσι. Τὴν δὲ προμνηστευθεῖσαν δύναται λαβεῖν, καὶ οὐ γίνεται ἡ προὶξ ἐπτωμένη, ἤτοι ἐξητονημένη, ἀλλ᾽ ἰσχυρά. Τὸ κέ. κεφ. ταῦτα· Ἐπὶ τῶν ἀθεμίτων γάμων οὔτε προὶξ εἶναι τὰ ἐπιδοθέντα δοκεῖ, καὶ διὰ τοῦτο πᾶν ὅπερ ἐκ τῶν ἐπιδοθέντων λόγῳ προικὸς ἔλαβεν ὁ δῆθεν ἀνὴρ, ἀφαιρεῖται παρ᾽ αὐτοῦ, κἂν τὰ μάλιστα καρποὺς ἔτυχεν εἰληφώς. Τὸ γ΄. θέμα τοῦ αὐτοῦ κέ. κεφ. ταῦτα· Ἐὰν ὁ ἐπίτροπος ἢ ὁ γενόμενος κουράτωρ υἱοθετήσηται τὸν ἄνδρα τῆς ἐπιτροπευθείσης, ἢ κουρατωρευομένης, ἢ τὸν πατέρα αὐτῆς, ἡ θέσις ἄκυρός ἐστιν· οὐ μὴν ὁ γάμος λύεται, ὥσπερ λύεται ἡνίκα τις τὸν ἴδιον γαμβρὸν υἱοθετήσηται. Καὶ τὸ μβ΄. κεφ. διάτ. ὃν β΄. τοῦ ϛ΄. τίτ. τοῦ έ. βιβλίου τοῦ κώδικος ταῦτα· Ἔχων τις αὐτεξούσιον παῖδα, καὶ νύμφην αὐτῷ ἀγόμενος, μετὰ τὴν τοῦ γάμου σύστασιν ἤδη παίδων τεχθέντων ἀπὸ τῆς νύμφης, ὠνομάσθη κουράτωρ τῇ ἰδίᾳ νύμφῃ. Ὁ δὲ τούτου παῖς ὁ τῆς νύμφης ἀνὴρ εὐλαβηθεὶς μή ποτε ἀσύστατος ὁ γάμος γένηται προφάσει τῆς τοῦ πατρὸς κουρατωρείας, ἐδεήθη βασιλέως· καὶ ἀντιγράφει τὸν μὲν γάμον ἐῤῥῶσθαι, πλὴν παύσασθαι τὸν πατέρα τῆς κουρατωρείας, καὶ ἄλλου κατασταθέντος λογοθετηθῆναι ὑπ᾽ αὐτοῦ τὸν πατέρα. Ἐπεὶ δὲ διάφορα κεφ. κατεστρώσαμεν ἐν τῷ τέλει τοῦ παρόντος β΄. κεφ. χάριν παρανόμων καὶ ἀθεμίτων γάμων, καί τινα μὲν ἐκ τούτων φασὶ μὴ λύεσθαι τὸν ἤδη νομίμως συστάντα γάμον ἐκ τοῦ γενομένου κακοῦ μετὰ ταῦτα, τινὰ δὲ λύουσι τὸν γάμον· ἐρωτῶ περὶ τοῦ πολλάκις ἐρωτηθέντος συνοδικῶς, ἐὰν μετὰ τὸν καλῶς συστάντα γάμον συμφθαρῇ τις μετὰ τῆς οἰκείας πενθερᾶς, ἤ τινος προσώπου συγγενοῦς τῇ γαμετῇ αὐτοῦ, λυθήσεται ὁ γάμος, ἢ οὔ. Λύσις· οὐδαμῶς, ἀλλ᾽ ἐπιτιμηθήσονται οἱ τὴν αἱμομιξίαν ποιησάμενοι· φησὶ γὰρ ὁ νόμος ἐν βιβλίῳ β΄. τίτ. γ΄. κεφ. πέ. θέματι ί. τὰ ἐξ ἀρχῆς βέβαια ἐκ τῶν ἐπισυμβαινόντων οὐκ ἀκυροῦνται. Εἰ δὲ οὐκ ἔφθασε γενέσθαι τελεία ἱεροτελεστία, ἀλλὰ μόνη μνηστεία παρηκολούθησε, καὶ μετὰ ταῦτα συνεφθάρη ὁ γαμβρὸς τῇ πενθερᾷ, ἢ ἑτέρῳ συγγενεῖ προσώπῳ τῆς μνηστῆς αὐτοῦ, ἐμποδισθήσεται ὁ γάμος διὰ τὸν κανόνα τὸν λέγοντα, θέμα περιϊστᾶν εἰς τάξιν ἐξ ἧς τὴν ἀρχὴν οὐκ ἠδύνατο συστῆναι ἄκυρόν ἐστι, καὶ διὰ τὸ μὴ παραχωρηθῆναι ἐν εἰδήσει αἱμομιξίαν. Καὶ ταῦτα μὲν ἐγράφησαν εἰς ἑρμηνείαν τῶν συνοψισθέντων παρὰ τοῦ πατριάρχου. Γίνωσκε δὲ ὅτι τὸ παρὸν β΄. κεφ. πολλῆς ἐξηγήσεως δέεται· πολλὰ γὰρ καὶ διάφορα νόμιμα ἐξηνέχθησαν χάριν γάμων κεκωλυμένων. Καὶ ἐπεὶ τὰ περὶ τῶν δευτερογαμούντων ἐδηλώσαμεν ἄνωθεν, μάθε καὶ τὰ περὶ τῶν πολυγαμούντων καὶ κεκωλυμένων γάμων. Ἀπὸ τοῦ παλαιοῦ νόμου τρεῖς γάμοι ἐπεγινώσκοντο· ἐπεὶ δὲ ἐπὶ τῶν ἡμερῶν τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου γέγονε σχίσμα εἰς τὴν ἐκκλησίαν μέσον τῶν ἀρχιερέων· οἱ πλείους γὰρ οὐ παρεχώρουν τὴν τριγαμίαν, καὶ ἔφθασεν ἡ διαίρεσις μέχρι καὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ βασιλέως κυρίου Κωνσταντίνου τοῦ Πορφυρογεννήτου· ἐξηνέχθη τηνικαῦτα τόμος ὁ λεγόμενος τῆς ἑνώσεως, διαλαμβάνων πότε ὁ τρίτος γάμος παραχωρεῖται, καὶ πότε οὔ. Καὶ ἀνάγνωθι τὸν τοιοῦτον τόμον καταστρωθέντα εἰς τὴν ἑρμηνείαν τοῦ δ΄. κανόνος τοῦ ἁγίου Βασιλείου. Ἐπέκεινα δὲ τοῦ γ΄. γάμου μὴ εἴπης γίνεσθαί ποτε ἕτερον γάμον, ὅτι καὶ ὁ τρίτος γάμος παρὰ τοῖς παλαιοῖς νόμοις πολυγαμία ἐλέγετο. Περὶ δὲ κεκωλυμένων γάμων ἀνάγνωθι τὸ ά. καὶ β΄. κεφάλαιον τοῦ έ. τίτ. τοῦ κή. βιβλίου· διαιροῦσι γὰρ τὴν συγγένειαν εἰς τρία, εἰς ἀνιόντας, κατιόντας, καὶ τοὺς ἐκ πλαγίου· καὶ ἀνιόντες μέν εἰσιν οἱ γονεῖς, οἱ πάπποι, καὶ ἐφεξῆς· κατιόντες οἱ παῖδες, οἱ ἔγγονοι, οἱ δισέγγονοι, καὶ ἐφεξῆς· ἐκ πλαγίου δὲ οἱ ἀδελφοὶ, οἱ ἀνεψιοὶ, οἱ θεῖοι, οἱ πρῶτοι ἐξάδελφοι, καὶ ἐφεξῆς. Εἶτα λέγουσι καὶ ἑτέραν καταχρηστικῶς συγγένειαν τὴν ἐξ ἀγχιστείας, ἤτοι συμπενθερίας. Καὶ μετὰ τὸ ποιῆσαι τὸν περί τούτου λόγον, καὶ διδάξαι τοὺς βαθμοὺς τῆς ἑκάστης συγγενείας, διορίζονται τῶν μὲν ἀνιόντων καὶ κατιόντων τοὺς γάμους εἰς ἀπέραντον κωλύεσθαι, κἂν μὴ ἐξ ἐννόμων ὦσι γάμων· τῶν δὲ ἐκ πλαγίου συγγενῶν ἀπολύουσι τὴν συνάφειαν ἀπὸ τοῦ ὀγδόου βαθμοῦ· ὡσαύτως καὶ τῶν ἐξ ἀγχιστείας τοὺς γάμους ἐμποδίζουσι μέχρις ἕκτου βαθμοῦ καὶ αὐτοῦ. Ἐπεὶ δὲ ἐπὶ τῶν ἡμερῶν τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυρίου Ἀλεξίου γέγονεν ἀμφιβολία χάριν τοῦ ζ΄. βαθμοῦ τοῦ ἐξ αἵματος, (τινὲς μὲν γὰρ ἔλεγον μὴ δύνασθαι τὸν δεύτερον ἐξάδελφον λαμβάνειν τὴν θυγατέρα τοῦ δισεξαδέλφου αὐτοῦ εἰς γυναῖκα, διὰ τὸ ἐπιτραπῆναι ὑπὸ τῶν νόμων τοὺς γάμους τῶν ἐξ αἵματος συγγενῶν ἀπ᾽ ἀρχῆς τοῦ ή. βαθμοῦ· ἕτεροι δὲ ἀντετίθεντο τὸν ἐκ συγγενείας ϛ΄. βαθμὸν κωλυθῆναι μόνον, καὶ ὀφείλειν τὸν ζ΄. εἶναι ἀκώλυτον, ὡς μηδὲ κωλυθέντα)· διέγνω ὁ ῥηθεὶς ἁγιώτατος πατριάρχης μετὰ τῆς τηνικαῦτα παρευρεθείσης συνόδου ταῦτα ῥητῶς· Ἐπεὶ οὖν ὁ μὲν Βασίλειος ζ΄. βαθμοῦ τῇ Θεοκτίστῃ καθέστηκεν, ὁ δὲ νόμος ἐπιτρέπει τοῖς ή. βαθμοῦ πρὸς ἀλλήλους οὖσι τὸν γάμον· ἀπαγορεύει δὲ τοῖς τοῦ ϛ΄. τοῖς γε μὴν ζ΄. οὐδαμοῦ οὔτε ἐπιτρέπει οὔτε ἀπαρνεῖται, καὶ διὰ τοῦτο πολλάκις ὁμοίων ἀμφισβητήσεων κινηθεισῶν ᾠκονόμηται τὸν τοιοῦτον γάμον πρὸ μὲν τοῦ προβῆναι, μὴ ἐπιτρέπεσθαι, μετὰ δὲ τὸ προβῆναι μὴ διασπᾶσθαι μὲν, ἐπιτιμίοις δὲ τοὺς οὕτω συναφθέντας καθυποβάλλεσθαι. Ἐκράτει οὖν τὸ τοιοῦτον συνοδικὸν θέσπισμα μέχρι τῆς ἐφημερίας τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυρίου Λουκᾶ. Τηνικαῦτα δὲ, ἤτοι κατὰ τὸν Ἀπρίλιον μῆνα τῆς ιδ΄. ἰνδικτιῶνος τοῦ,ϛχοϛ΄. ἔτους, ἀνενεγκόντος συνοδικῶς τοῦ ἀποιχομένου ἱερωτάτου μητροπολίτου Ἀθηνῶν καὶ ὑπερτίμου κυρίου Νικολάου τοῦ Ἁγιοθεοδωρήτου μεγάλην ἐντεῦθεν ψυχικὴν βλάβην γίνεσθαι εἴς τινας τῶν ὑπὸ τὴν ἐνορίαν αὐτοῦ κρύφα γάμους ζ΄. βαθμοῦ πεποιηκότας διὰ τὸν φόβον τῶν ἐπιτιμίων, διάγνωσις γέγονε συνοδικὴ ταῦτα διαλαμβάνουσα· Διὰ γοῦν ταῦτα ἡ μετριότης ἡμῶν μετὰ τῆς ἱερᾶς ἀδελφότητος τὴν γεγονυῖαν παρὰ τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυρίου Ἀλεξίου συνοδικὴν οἰκονομίαν ἐπὶ τῶν ῥητῶς ὑπὸ τοῦ πολιτικοῦ νόμου μὴ κωλυθέντων ἐπὶ τῶν ἐξ αἵματος ζ΄. βαθμοῦ γάμων, μήτε καθαρῶς ἐπιτραπέντων κρατύνουσα, καὶ στηρίζουσα, καὶ οἷον μεθερμηνεύουσα, καὶ σαφηνίζουσα, ἅμα δὲ καὶ τὸ τῶν πολλῶν κακοῦργόν τε καὶ περίεργον περικόπτουσα, καὶ οἷον ἐκ ῥίζης αὐτῆς ἀνασπῶσα, ἵνα μὴ καὶ ἔτι παρανομίας ἐξανατείλῃ βλαστήματα, καὶ τέκνα μωμητὰ πληθυνθῇ, καὶ υἱοὶ τῶν θείων νόμων αὐξηνθῶσιν ἀλλότριοι, τὸν ἐκ τοῦ τοιούτου βαθμοῦ γάμον οὐ μόνον ἐρωτώμενον προβαίνειν κωλύει, ἀλλὰ καὶ πρὸ ἐρωτήσεως γεγενημένον διασπᾶσθαι διακελεύεται, παντελῆ τοῦ τοιούτου γάμου ἀργίαν καταψηφιζομένη ἀπὸ τῆς σήμερον, τῶν φθασάντων γενέσθαι τοιούτων γάμων μένειν πάντων ὀφειλόντων ἀδιασπάστων. Τὸ γοῦν ἀπὸ τοῦδε οἱ τοιοῦτον γάμον συστῆσαι τολμήσοντες, οὐ μόνον τοῦ οἰκείου σκοποῦ οὐδαμῶς ἀπολαύσουσιν, ἀλλὰ καὶ μετὰ τῆς τοῦ τοιούτου συναλλάγματος διασπάσεως, καὶ ἀφορισμῷ καθυποβληθήσονται, ὡς τοῦ παρόντος συνοδικοῦ ὁρισμοῦ καταφρονηταὶ, καὶ ὡς συγγενικὰ συγχέοντες αἵματα, οἵ τε τοῖς οὕτω συναλλάσσουσι συναινέσοντες, αὐστηρίας κανονικῆς πειραθήσονται, καὶ οἱ ἱερολογῆσαι τολμήσοντες καθαιρέσει ὑποβληθήσονται. Γέγονε δὲ ἐπὶ τούτοις καὶ πρόσταγμα τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως ἀπολυθὲν κατὰ μῆνα Μάϊον τῆς αὐτῆς Ἰνδικτιῶνος καὶ διοριζόμενον ἐν μέρει ταῦτα. Τοιγάρτοι καὶ ἡ βασιλεία ἡμῶν τὴν συνοδικὴν ταύτην ἐπὶ τῷ ζητηθέντι ἀπόκρισιν ἢ τ᾽ ἀληθὲς εἰπεῖν ὁροθέτησιν, ὡς ἑπομένως τοῖς θείοις κανόσι καὶ τοῖς πολιτικοῖς ἐκτεθεῖσαν νόμοις ἐπέκρινε, καὶ κρατεῖν εἰς τὸ ἑξῆς, καὶ ἀμετατρέπτως ἔχειν εἰς τὸ διηνεκὲς διορίζεται, τῆς αὐτῆς κοινωνοῦσα γνώμης ἐπὶ τῇ λύσει τοῦ προκειμένου ζητήματος τῷ τε ἁγιωτάτῳ μου δεσπότῃ καὶ οἰκουμενικῷ πατριάρχῃ, καὶ τῇ θείᾳ καὶ ἱερᾷ συνόδῳ. Καὶ τὰ μὲν περὶ τοῦ ζ΄. γάμου οὕτω διευλυτώθησαν. Ἐπεὶ δὲ τοῦ γάμου τῶν ἀπὸ ἀγχιστείας ἕκτου βαθμοῦ συνημμένων κωλυομένου, ὡς εἴπομεν, ἐπὶ τῶν ἡμερῶν τοῦ ἁγιωτάτου ἐκείνου πατριάρχου κυροῦ Σισινίου, ἐλάμβανον ὡς ἔοικε δύο πρῶτοι ἐξάδελφοι δύο ἀδελφὰς, ἐξετέθη τόμος παρὰ τοῦ αὐτοῦ πατριάρχου, διαλαμβάνων περὶ τὸ τέλος ταῦτα· Ἡ μετριότης ἡμῶν διωρίσατο μηκέτι τοὺς τοιούτους γάμους χώραν ἐν τοῖς Χριστιανοῖς τοῦ λοιποῦ ἔχειν, μηδὲ παρά τινος μηδέποτε καταπραχθῆναι. Εἰσηγεῖται δὲ πᾶσι κοινῶς, καὶ τῇ ἀπὸ τοῦ πνεύματος ἐξουσίᾳ πατρικῶς καὶ δεσποτικῶς διορίζεται ὥστε μηδένα τῶν ἁπάντων ἀπό γε τοῦ νῦν, κἂν τῶν ἐν δυναστείαις ἢ τις καὶ ἐξουσίαις, κἂν πλούτῳ κομᾷ, κἂν τῶν πολλῶν καὶ τοῦ δήμου, πρὸς τοιοῦτον γάμον ἐλθεῖν. Εἰ δέ τις ἀπὸ τοῦ παρόντος, τὰ διωρισμένα ταῦτα θέμενος παρ᾽ οὐδέν, πρὸς τοιοῦτον ἑαυτὸν ἐπιῤῥίψειε γάμον, ἢ ἐπιδῷ τέκνα, τῆς ἐκκλησίας οὗτος ἐκκήρυκτος ἔσται πάσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ, καὶ οὐ πρότερον δεχθήσεται εἰς μετάνοιαν πρὶν ἂν διασπάσῃ τὸν γάμον, κἂν φθάσῃ παῖδας ἀποτεκείν. Ὁ δὲ τῷ τοιούτῳ γάμῳ εὐχὴν ἐπιδοὺς Ἱερεὺς καθαιρέσει τελείᾳ ὑποπεσεῖται. Τούτων οὖν οὕτως ἐχόντων, καὶ ἀμφιβολίας γενομένης περὶ τοῦ τοιούτου συναλλάγματος παρὰ τῷ βασιλικῷ θείῳ βήματι, ἀπελύθη θέσπισμα νεαρὸν τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως κατὰ μῆνα Ἰούνιον ἰνδικτιῶνος ή. ταῦτα περὶ τὸ τέλος διεξιόν. Ὡς ἂν οὖν καὶ ἀμφότερα καλῶς περιφυλαχθῶσι καὶ σεβασθῶσιν, ἥ τε μεγαλειότης τῶν βασιλικῶν τε καὶ ἀρχιερατικῶν διαταγμάτων, καὶ ἡ τῶν νόμων καὶ ἡ τῶν κανόνων ἀκρίβεια, μήτε παντελῶς δοτέον τῷ τόμῳ τούτῳ τὴν λύσιν, μήτε πάντῃ ἐπιτρεπτέον αὐτῷ καὶ αὖθις τὸ ἐνεργὸν, ἀλλὰ τὴν μέσην βαδιστέον, ὅ φασι, καὶ βασιλικὴν, καὶ ἄμφω συντηρητέον, τό τε περὶ τὸν τομογράφον ἐκεῖνον ἀρχιερέα σέβας, καὶ τοὺς ἐπιμνησθέντας τοῦ τόμου αὐτοῦ βασιλεῖς, καὶ τὸ μηδένα τοῖς νόμοις ἀπᾶδον καὶ τοῖς κανόσι προτρέψασθαι, ὅπερ ὁ τοιοῦτος τόμος εἰσήνεγκε. Χρὴ γὰρ τὸ ἀπὸ τοῦ τοιούτου τόμου εἰσενηνεγμένον συνάλλαγμα, ἤδη μὲν συντελεσθὲν καὶ πρὸ ἐρωτήσεως μὴ διασπᾶσθαι· ἐπιτιμίοις δὲ τοὺς οὕτως εἰς γάμον ἁρμοσθέντας βαρύνεσθαι, κατὰ τὴν κρίσιν καὶ δοκιμασίαν τοῦ κατὰ τόπον ἀρχιερέως, καὶ συντηρεῖσθαι τούτοις τὸ συνοικέσιον. Φθάσαν δὲ πεσεῖν εἰς ἐρώτησιν, μὴ ἐνδίδοσθαι χωρὶς τῶν ἀνηκόντων ἐπιτιμίων καὶ ἐντολῶν, δι᾽ ὃ σέβας ἄνωθεν εἴρηται, μηδὲ ἀδεῶς καὶ ἀνυποστόλως, καὶ ἀναιτίως τοῖς ἐρωτήσασιν ἐπιτρέπεσθαι, ἀλλὰ μετὰ ἐντολῆς, μᾶλλον δὲ καὶ ἀνάμνησιν τοῦ ῥηθέντος τόμου παρὰ τῆς ἐκκλησίας λαμβάνειν αὐτοὺς, καὶ τῶν ἐν αὐτῷ διαταττομένων· καὶ εἰ μὲν τὸ θέσπισμα τιμᾶν προαιρούμενοι, καὶ τὰ ἐν αὐτῷ διειλημμένα φυλάττειν ἀπαρασάλευτα βούλοιντο, ἐπαινετέοι πάντως εἰσίν· εἰ δὲ τὸ παρ᾽ αὐτοῦ κεκωλυμένον διαπράττεσθαι προαιροῖντο, ἐκχωρηθήσονται μὲν τοῦτο ποιεῖν, πλὴν ὅμως τοῖς προσήκουσιν ἐπιτιμίοις καθυπαγόμενοι. Ταῦτα τοῦ τόμου τοῦ ἁγιωτάτου πατριάρχου κυρίου Σισινίου, πρὸς δὲ καὶ τοῦ βασιλικοῦ προστάγματος διοριζομένων, μὴ εἴπῃς πάντα τὰ ἐξ ἀγχιστείας ἕκτου βαθμοῦ γαμικὰ συναλλάγματα ὑπὸ τῶν τούτων ἁλίσκεσθαι· πρόσταγμα γάρ ἐστι τοῦ ἀοιδίμου βασιλέως κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, ἐξενεχθὲν ἐπὶ ὑπομνήσει τοῦ προέδρου ἐκείνου καὶ ἑταιριάρχου Βάρδα τοῦ Ξηροῦ κατὰ μῆνα Μάρτιον, ἰνδεκτεῶνος ιέ. καταπεμφθὲν εἰς τὸν τότε ἁγιώτατον πατριάρχην κύριον Νικόλαον, καὶ τὴν ἱερὰν καὶ θείαν σύνοδον, διοριζόμενον ἀκωλύτως συνάπτεσθαι θείαν καὶ ἀνεψιὰν μετὰ θείου καὶ ἀνεψιοῦ, κἂν ἕκτου βαθμοῦ συγγένειαν ἐξ ἀγχιστείας ἔχωσι· καὶ ἀνάγνωθι τὸ τοιοῦτον πρόσταγμα καταστρωθὲν εἰς σημείωμα συνοδικὸν εὑρισκόμενον εἰς τὰ κωδίκια τοῦ διαληφθέντος πατριάρχου κυρίου Νικολάου. Ὅτι δὲ λόγος γέγονέ ποτε παρὰ τῷ βασιλικῷ βήματι περὶ τοῦ εἰ δύναται ὁ αὐτὸς καὶ εἷς δύο δευτέρας ἐξαδέλφας λαμβάνειν κατὰ λόγον γάμου, ὡς δῆθεν εἰς ζ΄. βαθμὸν ἐξ ἀγχιστείας ἀναγομένου τοῦ συναλλάγματος, ἀπελύθη πρόσταγμα τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως, μὴ γίνεσθαί ποτε τοῦτο διοριζόμενον, διὰ τὸ ἑνὸς βαθμοῦ λογίζεσθαι τὸν ἄνδρα μετὰ τῆς γυναικὸς, καὶ καταντᾶν τὸ συνάλλαγμα εἰς ἕκτον βαθμὸν ἐξ ἀγχιστείας. Ἐπεὶ δὲ τὸ τοιοῦτον πρόσταγμα οὐκ ἔφθασε καταστρωθῆναι εἰς τὰ πρόσφορα σέκρετα, ἐγὼ μὲν οὐκ ἔχω τι γράψαι πλέον· ἡ δὲ ἐκκλησία κωλύει καὶ τὸν τοιοῦτον γάμον. Ἀνάγνωθι καὶ τὸν ξζ΄. κανόνα τοῦ ἁγίου Βασιλείου, καὶ τὰ εἰς τὴν ἐρμηνείαν αὐτοῦ γραφέντα. Ἐπὶ τούτοις γίνωσκε ὅτι πρὸ μὲν τῆς βασιλείας τοῦ ἀοιδίμου βασιλέως κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ ἄλλως ἑγίνοντο αἱ μνηστεῖαι· κατὰ δὲ τὸν Ἰούλιον μῆνα τῆς ζ΄. ἰνδικτιῶνος τοῦ,ϛφϟβ΄. ἔτους ἀπελύθη νεαρὰ νομοθεσία τοῦ αὐτοῦ βασιλέως οὕτως ἔχουσα· Ἡ μὲν παλαιὰ καὶ πρεσβυτέρα νομοθεσία πόῤῥω τὰ μνηστείας καὶ γάμου ὁρίσματα ἔθετο, καὶ μᾶλλον τούτων τὸ μέσον, ἤ περ τὰ Μυσῶν καὶ Φρυγῶν ἡ παροιμία ἐγνώρισεν. Ἡ δὲ ἐπὶ τοῦ μακαρίτου πατριάρχου κυρίου Ἰωάννου τοῦ Ξιφιλίνου συνοδικῇ διασκέψει συντελεσθεῖσα σημείωσις, ἢ καὶ ὁ ἐν βασιλεῦσιν ἀοίδιμος κύριος Νικηφόρος ὁ Βοτανειάτης διὰ χρυσοβούλλου γραφῆς τὸ κῦρος εὑρίσκεται χαρισάμενος, τὰ διεστῶτα χωρὶς ἀλλήλων εἰς ἓν συνάπτουσα φαίνεται· κἀντεῦθεν ὅπερ ἐπὶ τῶν γάμων ὁ συνοδικὸς ἐθέσπισε τόμος, τοῦτο ἐπὶ τῆς μνηστείας διαῤῥήδην αὐτὴ ἀποφαίνεται, δύο ἀδελφοῖς ἐξαδέλφας δύο μὴ ἐφιεῖσα μνηστεύεσθαι. Καὶ ὁ μὲν πολὺς ἄνθρωπος ἀνεξετάστως τῷ πράγματι ἐπιβάλλων, καὶ βάπτειν ὅλως μὴ ἐξικνούμενος εἰς τὸν νοῦν τῆς συνοδικῆς διαγνώσεως, ἀσυλλογίστως ἐπλάζετο ὅ τι ποτὲ μνηστεία ἐστὶ, καὶ ὅπως ἔχει μᾶλλον τὸ ἀσφαλὲς διακριβοῦν μὴ δυνάμενος, καί που τάχα τὸ τῆς ἰδίας ἀνεπίσκεπτον διανοίας κατὰ τῆς ἐκκλησιαστικῆς ἐπεγράφετο ἀκριβείας. Ἡ δὲ τῆς ἡμετέρας βασιλείας εὐσέβεια ἐπιστατικώτερον ἐπιβαλοῦσα τῇ διασκέψει, καὶ τῇ ἐναντιοφανείᾳ καλῶς διαιτήσασα ἀρίστην τὴν συμφωνίαν διὰ τῆς παρούσης νομοθεσίας ἐξεύρηκεν. Ἐπειδὴ γὰρ ὁ παλαιὸς νόμος τὴν μνηστείαν ἐν μόνῃ τῇ τῶν συναλλαττόντων ὁρίζει βουλήσει, καὶ πλέον οὐδὲν συναινέσεως, καὶ συμβολαίου, καὶ μνήστρων περιεργάζεται· ἡμῖν δὲ χάριτι Θεοῦ πρὸς κοσμιωτέραν πολλῷ καὶ ἱερωτέραν ἐπίδοσιν τὰ τοῦ βίου περιεληλύθασι πράγματα, κἀντεῦθεν οὐχ ὁ γάμος μόνον ἀλλὰ καὶ αὐτὴ ἡ μνηστεία ἱερὰν εὐλογίαν ἐπιτελουμένην ἔχει παρ᾽ ἑαυτῇ, καὶ ὁ καιρὸς ὡρισμένος διὰ νεαρωτέρου θεσπίσματος τοῦ φιλοσοφωτάτου βασιλέως κυρίου Λέοντος, ἐπὶ τῇ πρώτῃ τῶν ξυμβάντων συναρμογῇ ἐξετέθη· ἤγουν ἐπὶ μὲν ἀῤῥένων, ὁ πεντεκαιδέκατος τῆς ἡλικίας ἐνιαυτὸς, ἐπὶ δὲ θηλειῶν ὁ τριςκαιδέκατος, ὃν δήπου χρόνον καὶ πρὸς γαμικὴν συναυλίαν τελείαν ἀποχρώντως ἔχειν ὁ παλαιὸς νόμος ἐπέσκηψε· δεῖν ἔγνω διὰ τοῦ παρόντος θεσπίσματος τὸ ἡμέτερον κράτος ἀσφαλῶς ἀποφήνασθαι ἐκείνας εἶναι κυρίως μνηστείας καὶ ἀτεχνῶς ἰσοδυναμούσας τῷ γάμῳ κατὰ τὴν τῆς συνοδικῆς ἀκριβείας διάσκεψιν, ὅσαι καὶ τὸν χρόνον, ὃν ἡ βασιλέως κυρίου Λέοντος θεσμοθεσία ὡρίσατο, ἀκέραιον ἔσχον καθ᾽ ἑαυτὰς, καὶ τὴν ἱερὰν εὐλογίαν ἐπακολουθοῦσαν ἐγνώρισαν, καὶ ἐπ᾽ ἐκείνων τὴν τοῦ σονοδικοῦ τόμου κρατεῖν ὀφείλειν παρατήρησιν. Εἰ γὰρ καὶ θάτερον ἴσως τῶν συμβαλλόντων μερῶν θανάτῳ ἢ περιστάσει τύχης ἑτέρᾳ ἢ γνώμης μεταβολῇ ἀποδιαστῆναι συμβαίη, καὶ πρὸς ἑτέραν βίου συγκλήρωσιν μετατάξασθαι, οὐκ ὀλίγον ἐνταῦθα τὸ ἄτοπον ἐπισύρεται, τὰς προεισοδίους τῶν γάμων εὐχὰς ἐπὶ μνηστείᾳ συντελεσθείσας, ὥς τι τῶν εἰκαίων καὶ συμπεφορημένων λογίσασθαι, καὶ ἀδιαφόρως ἐκλαβέσθαι τόδε τὸ πρᾶγμα, ὥσπερ ἂν εἰ μὴ Θεὸς μέσον τῶν συναπτομένων προσώπων διὰ τῆς μνηστείας εἰσήγετο. Τούτῳ γὰρ καὶ ὁ προμνημονευθεὶς ἀοίδιμος βασιλεὺς εὐεπηβόλως ἀκολουθήσας τὸν τῆς ἁγίας καὶ καθολικῆς ϛ΄. συνόδου κανόνα, ὃς τὴν μνηστευσαμένην, ἔτι τοῦ μνηστῆρος ἐν ἀνθρώποις ὄντος, πρὸς γαμικὴν ὁμιλίαν ἑτέρῳ συνέρχεσθαι ἀπεκώλυσε, μοιχείαν τὸ πρᾶγμα διορισαμένης, σαφῶς πρὸς τὴν ἐμφαινομένην τοῦ παλαιγενοῦς ἐναντίωσιν νόμου καλῶς συνεβίβασεν· ὅτι καὶ ἡ μετὰ τὴν τοῖς μνηστῆρσι γινομένην εὐλογίαν διάστασις, τοῦτό ἐστι κατὰ τὴν ἐκείνου φωνὴν μνηστείας ἀληθὴς λύσις. Εἰ δὲ μνηστεῖαί τινες κατὰ τὴν τοῖς πολλοῖς συνήθη ἀκολουθίαν ἤδη γεγόνασι, καὶ συμβόλαια μὲν ἐξετέθησαν, οὔπω δὲ ὁ τακτὸς ἐπέστη καιρὸς καθ᾽ ὃν ἡ τοῖς χριστιανοῖς ὀφειλομένη εὐλογία εἴωθε γίνεσθαι, καὶ οὐδὲ αἱ συνήθεις ἐπὶ τοῖς μνηστευσαμένοις εὐχαὶ διὰ τοῦ ἱερέως ἐξεφωνήθησαν, ταύτας μνηστείας μὲν ἀληθεῖς, ὅσον κατὰ τὴν ἐκκλησιαστικὴν ἀκριβολογίαν, μηδὲ εἶναι, μηδὲ ὀνομάζεσθαι, μήτε μὴν τὴν συνοδικὴν σημείωσιν κατὰ τούτων ἔχειν τὸ ἐνεργὸν, ὡς ἁπλῶς δὲ ἀρεσκείας ἀνθρώπων δι᾽ ἐπερωτήσεως κατησφαλισμένας, τὸ ἐνεργὸν ἀποφέρεσθαι, καὶ τὴν παλαιὰν ἔχειν νομοθεσίαν ἐπὶ τούτων τὸ πάγιον. Τούτῳ γὰρ τῷ τρόπῳ καὶ ὁ πρεσβυγενὴς φυλαχθήσεται νόμος ἀκέραιος, ὡς ἐπὶ τῶν μνηστειῶν τὸ πρώην ἐξεφωνήθη, καὶ ἡ τῆς συνόδου διάγνωσις ἀθιγὴς καθόλου καὶ ἀνεπιχείρητος συντηρηθήσεται, νοουμένη καὶ ἑρμηνευομένη κατὰ τὴν ἐνταῦθα παρατήρησιν. Ἐπεὶ δὲ οὕτω ταῦτα, καὶ μνηστεῖαι μὲν ἀληθεῖς ἐτυπώθησαν, ὅσαι μετὰ τῆς ἱερᾶς εὐλογίας κατὰ τὸν ὡρισμένον καιρὸν συντελεσθεῖσαι γνωρίζονται· αἱ δὲ κατὰ τὴν πρεσβυτέραν νομοθεσίαν γινόμεναι, ὡς ἀνθρώπων ἀρέσκειαι κατησφαλισμέναι δι᾽ ἐπερωτήσεων, τὸ ἐνεργὸν ἔχειν ἀφείθησαν, καὶ μόνος ὁ παλαιγενὴς ἐπὶ τούτων ἀφείθη νόμος κρατεῖν, ὃς ὡρισμένα τὰ κεκωλυμένα ἐπὶ τὴν ἀποζυγεῖσαν μνηστὴν εἰσέρχεσθαι πρόσωπα διετάξατο, δεῖ τι προσθεῖναι καὶ νῦν τῷ παρόντι θεσπίσματι, τῆς χριστιανοῖς πρεπούσης εὐκοσμίας ἐχόμενον. Ἐπεὶ γὰρ οὐ κατὰ τὸν ἀκριβῆ καὶ προσήκοντα λόγον τὰ τῆς παλαιᾶς τε καὶ νέας νομοθεσίας ἐπράττετο, ἀλλ᾽ ὁ μὲν πολὺς ὄχλος τῆς πρεσβυτέρας τῶν νόμων αὐθεντίας ἐχόμενος μετὰ τὸν ἑπταετῆ χρόνον τελεσιουργῶν τὰς μνηστείας ἀνυποστόλως ἐτύγχανε, καὶ ἀδεῶς ἐπὶ τὰς μνηστευομένας εἰσήρχοντο ἕκαστος, τῇ συνεχεῖ συνηθείᾳ καὶ τῷ ἐλευθέρῳ τῆς εἰς ὁμιλίαν συνόδου τὸ τοῦ ἔρωτος φλεγμαῖνον προσανακαίοντες· ἡ δὲ ἱερωτέρα μερὶς τῇ νεαρωτέρᾳ τοῦ βασιλέως ἀκολουθοῦσα διαταγῇ, διαστολὴν μὲν μνηστείας καὶ γάμου ἐτίθετο, τὰς ἐπὶ τοῖς μνήστροις εὐχὰς πρῶτον καὶ οὕτω τὰς ἐπὶ τῷ γάμῳ τοῖς συναπτομένοις ἐπάδουσα, ταῦτα δὲ ἑνωμένως ἅμα καὶ κατὰ ταυτὸν ἐτελεῖτο, καὶ μνηστεία καὶ γάμος ἐνὶ διαστήματι κατεπράττετο, ἀκαριαίου τινὸς ἐν τῷ μεταξὺ συνεμπίπτοντος· διορθουμένη τοῦτο ὡς ἀβασανίστως γινόμενον ἡ ἡμετέρα εὐσέβεια θεσπίζει διὰ τοῦ παρόντος γενικοῦ διατάγματος, τὰ μὲν κατὰ τὸν ἑπταετῆ τῶν συμβαλλόντων, χρόνον, καὶ εἰς τὸ ἑξῆς ἄχρι τοῦ ιδ΄. ἢ τοῦ ιβ΄. τῆς ἡλικίας ἐνιαυτοῦ γινόμενα ὡς ἐν τύπῳ μνηστείας συμβόλαια, μὴ τάξιν ὅλως μνηστείας ἐννόμου καὶ ἀσφαλοῦς ἀποφέρεσθαι, ἀλλ᾽ ὃς ἐπερωτήσεις μόνον ἠσφαλισμένας κρίνεσθαί τε καὶ ἐνεργεῖν κατὰ τὴν φύσιν τῶν ἄλλων συναλλαγμάτων, καὶ οὕτως αὐτὰ παρὰ πᾶσι τοῖς ὑφ᾽ ἡμᾶς πολιτεύεσθαι, τοῦ παλαιοῦ νόμου, ὡς ἐπὶ τῶν μνηστειῶν ἐξεφωνήθη τὸ ἐνεργὸν εἰς τὰ κεκωλυμένα ἐπὶ τὴν ἀποζευχθεῖσαν μνηστὴν εἰσέρχεσθαι πρόσωπα, ἔχειν ὀφείλοντος τὸ τέλεον, διὰ τὸ περιούσιον τῆς παρὰ χριστιανοῖς πρεπούσης ἐμπολιτεύεσθαι καταστάσεως· εἰ γὰρ καὶ μὴ μνηστεία ἐστὶ κατὰ τὸ ἀκριβὲς ἐντελὴς τὸ γινόμενον, ἀλλ᾽ ὅτι σκοπὸν ἔχει μνηστείας δοκεῖ τὸ πραττόμενον, καὶ θεμέλιον γάμου ἐντεῦθεν προκαταβάλλεσθαι ἄρχεται, πολὺ ἂν εἴη εὔλογον τὰ κεκωλυμένα τῷ νόμῳ πρόσωπα, καὶ αὖθις ἔχειν τὸ κώλυμα καὶ μηδένα θαῤῥεῖν νεανιεύεσθαι ἀναιδῶς ὡς εἰς γυναῖκα λαμβάνειν ἀποτολμᾶν, ἣν ὁ παλαιὸς νόμος μνηστήν τινος γενομένην οὐκ ἀφῆκεν ἑτέρῳ λυομένων τῶν μνηστειῶν κατὰ γάμον συνέρχεσθαι. Ἱκνουμένου μέν τοι τοῦ χρόνου ὃν εἰς μνηστείαν ἅμα καὶ γάμον ἁρμόδιον εἶναι γνωρίζομεν, ἤγουν τῆς μὲν θηλαίας τὸν δωδεκαετῆ χρόνον διαδραμούσης, τοῦ ἄῤῥενος δὲ τὸν τεσσαρασκαιδέκατον ὑπερβαίνοντος, τηνικαῦτα τὴν μνηστείαν πρώτως μετὰ τῆς ἱερᾶς τῶν εὐχῶν ἐπῳδῆς ἐκτελεῖσθαι, καὶ τῶν συνήθων ταύτῃ παρατηρήσεων, ἤγουν τοῦ ἀῤῥαβῶνος καὶ τοῦ φιλίου τοῖς μνηστῆρσι φιλήματος, καὶ οὕτω βραχέος ἢ πλείονος καιροῦ διαλείποντος, καθὼς ἂν δόξῃ τοῖς συναλλάττουσιν, ἁπαραιτήτως καὶ τὸν ἔννομον γάμον προβαίνειν, καὶ μὴ κατὰ ταυτὸν συμβαίνειν ἐν ἡμέρᾳ ἢ καὶ ὥρᾳ πολλάκις μιᾷ πραγμάτων διῃρημένων ἐκ πλείονος ἀποτέλεσμα· οὕτω γὰρ τῆς ἀκολουθίας προβαινούσης ἐν γάμοις, ὅ τε παλαιὸς νόμος φυλαχθήσεται, ὃς κεκωλυμένων προσώπων ἀπαρίθμησιν ἐποιήσατο, μὴ ἐφιεὶς ταῦτα εἰς τὴν ἀποζευχθεῖσαν μνηστὴν τοῦ ἐγγίζοντος προσώπου εἰσέρχεσθαι, καὶ τὸ νεαρὸν τοῦ φιλοσοφωτάτου διάταγμα κοσμίως ἐν ἅπασι δόξει κρατοῦν καὶ πολιτευόμενον, καὶ τὰ συμβάλλοντα πρόσωπα τῶν ἀώρων καὶ ἀπρεπῶν κωλυόμενα συνελεύσεων ἀγνεύουσαν ποιήσονται τὴν ἀναστροφὴν, ἐν εὐθέτῳ καιρῷ μεθ᾽ ἱερᾶς ἐπικλήσεως εἰς ἄλληλα συνερχόμενα, ὁπηνίκα δέοι μνηστείαν καὶ γάμον αὐτοῖς καταρτίζεσθαι. Καὶ εἴ τις παρὰ τὰ διηγορευμένα τῇ παρούσῃ τοῦ κράτους ἡμῶν διατάξει μνηστείαν τολμήσειε διαπράξασθαι, καὶ μὴ ταύτῃ γενικῶς καὶ κατὰ πάντων ἐκφωνηθείσῃ, καὶ εἰς τὸ ἐφεξῆς ὀφειλούσῃ κρατεῖν φανείη ἑπόμενος, ἀπ᾽ αὐτῆς τῆς ά. ἡμέρας τοῦ εἰσιέναι μέλλοντος Ἰουλίου μηνὸς τῆς ἐνεστώσης ζ΄. ἐπινεμήσεως τοῦ,ϛφϟβ΄. ἔτους, καὶ ἀῤῥαβῶνας πρὸ τοῦ νενομισμένου καιροῦ, καὶ τῆς ἱερᾶς εὐλογίας τολμήσειε διαπράξασθαι, ἢ καὶ εἰς θέαν ἀλλήλοις ἐφήσει τὰ συναλλάττοντα συνέρχεσθαι πρόσωπα, καὶ ἀδιαφορίαν ἔχειν ἐν ἑαυτοῖς, ὁ μὲν συμβολαιογράφος, ὁ τὸ ἀῤῥαβωνικὸν συμβόλαιον ἐκτιθέμενος, τῆς ἰδίας στατιῶνος μετακινηθήσεται· οἱ δὲ τὴν μνηστείαν πρὸ ὥρας κατεργαζόμενοι ἀνθρωπίνῳ καὶ θείῳ ἴστωσαν ἑαυτοὺς ἐνοχοποιοῦντες μηνίματι. Ὁ μὲν γὰρ δημόσιος διὰ τοῦ σεκρέτου τῶν οἰκειακῶν τὸ τοῖς συμβολαίοις ἐγκείμενον ἐξ ἐπερωτήσεως πρόστιμον ἀφ᾽ ἑκάστου αὐτῶν εἰσπράξεται καθ᾽ ἑλόκληρον, διὰ τὴν τοῦ παρόντος διατάγματος περιφρόνησιν. Πιστεύομεν δὲ καὶ αὐτὸν τὸν Θεὸν κατὰ τούτων διαναστήσεσθαι, ὅτι πορνείαν κατὰ προαίρεσιν ἄντικρυς ἐπὶ μέσον τῶν νέων εἰσαγαγεῖν οὐκ ἐνάρκησαν. Εἰ μὲν γὰρ ὁ παλαιὸς νόμος κατήργηται, καὶ μνηστείαν τελείαν οὐ δύνανται διαπράξασθαι, τὰ δὲ τῆς νεωτέρας νομοθεσίας εἰς ἔργον ἐξαγαγεῖν οἱ συναλλάσσοντες ἀπαναίνονται, τί ἄλλο ποιοῦσιν, ἢ ἀνθρώπους οὐδὲν ἀλλήλοις κατὰ νόμους προσήκοντας ἑαυτοῖς συγχωροῦσι παρὰ τὸν νόμον συμφθείρεσθαι, ἔρωτας ἀσελγεῖς ταῖς τῶν νέων ψυχαῖς διὰ τῆς ἀνιέρου κατεργαζόμενοι συναναστροφῆς; Ὡσαύτως ἀπελύθη καὶ ἑτέρα πρόσταξις τοῦ αὐτοῦ βασιλέως χάριν τῆς αὐτῆς νομοθεσίας οὕτω δυνάμεως ἔχουσα· Ἴσμεν κατὰ τὸν Ἰούλιον μῆνα τῆς ζ΄. ἰνδικτιῶνος τοῦ,ϛφϟβ΄. ἔτους νομοθετήσαντες περὶ γάμου τε καὶ μνηστείας ὅσα τῇ τε τοιαύτῃ νομοθεσίᾳ καὶ τῇ ἀναφορᾷ περιείληπται, καὶ τούτων οὐδὲν παρακινηθῆναι ἀνεχόμεθα, ἀλλὰ μένειν ἀπαρεγχείρητα βουλόμεσα καὶ αναλλοίωτα μέχρι παντὸς, καὶ τήν τε σύστασιν τῆς μνηστείας καὶ τοῦ γάμου, ὥσπερ εἴρηται, γίνεσθαι, τόν τε χρόνον τηρεῖσθαι ἁκαινοτόμητον, καὶ τῶν συναρμοζομένων τὸν μὲν τῶν ιδ΄. ἐτῶν εἶναι μείζονα, τὴν δὲ τῶν ιβ΄. Ἐπεὶ δὲ οὐδὲν τότε διατετύπωται, εἴτε λυόμεναι προστίμων ἔσονται καταβολαῖς αἱ τοιουτοτρόπως συνιστάμεναι μνηστεῖαι, εἴτε καὶ ἀδιάλυτοι μενοῦσι τὸ παράπαν· καὶ διὰ τοῦτο καὶ περὶ τούτου αὐτὸς ἠρώτησας, θεσπίζομεν τὰς τοιαύτας μνηστείας, αἳ κυρίως μνηστεῖαι τυγχάνουσιν. ἀμετακινήτους μένειν καὶ ἀμεταπτώτους, καὶ τὸ ὅλον ἀλύτους, ἅτε Θεοῦ μέσον τῶν συναπτομένων εἰσαγομένου, καὶ τὴν τοιαύτην συναρμογὴν διὰ τῆς τῶν εὐχῶν ἱεροτελεστίας κρατύνοντος, καὶ μηδέποτε ταύτας προστίμων ἀναλύεσθαι δόσεσιν, ἅτε οὐδὲ τοῖς συμβολαίοις τὸ λοιπὸν ἐγγραφήσονται, ὅτι μηδὲ παρ᾽ αὐτῶν αἱ μνηστεῖαι κρατύνονται, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ ἐπικλήσεως, αἵπερ καὶ ἄλυτοι τὸ παράπαν μενοῦσι, μόναις λυόμεναι ταῖς αἰτίαις αἷς καὶ οἱ γάμοι, οἷς ἰσοδυνάμους εἶναι ταύτας νενομοθέτηται. Καὶ τὰ κεκωλυμένα δὲ συγγενικὰ πρόσωπα πρὸς γάμον ἢ μνηστείαν κατὰ τὸ δόξαν ἕξει τὴν κώλυσιν, καὶ παρὰ τὰ διηγορευμένα τῇδε τῇ διατάξει ὑπ᾽ οὐδενός τι διαπραχθήσεται, εἰ μήπω βασιλεὺς οἰκονομικῷ τινι λόγῳ τήν τε μνηστείαν καὶ τὴν ἐξ ἱερολογίας συναρμογὴν ἐντὸς τῶν ὁρισθέντων ἐτῶν ἐπιτρέψειε. Βασιλεῦσι γὰρ ἔξεστιν ὑπερτέρως ἢ κατὰ νόμους οἰκονομεῖν, ὥσπερ ὁ σοφός τε εἴρηκε βασιλεὺς, καὶ τῶν νομοθεσιῶν αἱ πρεσβύτεραι. Καὶ αὐτοὶ δὲ τὸν χρόνον συντέμνοντες οὐχὶ καὶ τὴν φυσικὴν ἐφήσουσι σύνοδον, ἕως τῶν ἁρμοζομένων ὁ μὲν τὸν ιδ΄. ἐνιαυτὸν, ἡ δὲ τὸν ιβ΄. ὑπερβῇ, τῶν γονέων ἐπιμελῆ τίθεσθαι φυλακὴν ὀφειλόντων τοῦ μή τι πρὸ τοῦ ῥηθέντος πραχθῆναι χρόνου· ὡς τοῦ τε διαπραξαμένου τὴν ἄωρον μίξιν, καὶ τῶν γεννητόρων αὐτοῦ τοῖς κατὰ τῶν φθορέων νόμοις ὑποκεισομένου. Καὶ ὅτε δὲ βασιλεὺς μνηστείας ἢ γάμου καινοτομοίη καιρὸν, εἰ θανάτῳ διασταῖεν οἱ ἁρμοζόμενοι πρὸ τοῦ ὁρισθέντος τῷ πράγματι χρόνου, ἕξει καὶ οὕτω τὴν κώλυσιν τὰ κωλυόμενα πρόσωπα, καὶ οὐκ ἔσται τούτοις εὐάφορμον πρὸς τὸ τολμᾶν τὰ ἀτόλμητα, τὸ πρὸ τοῦ δοκοῦντος ταῖς ἡμετέραις διατάξεσι χρόνου τὴν μνηστείαν ἢ τὸν γάμον τὴν λύσιν θανάτῳ δέξασθαι. Τὸ γὰρ ἐλλεῖπον τοῦ τελείου χρόνου τῆς μνηστείας ἢ τοῦ γάμου ἡ τοῦ βασιλέως ἀναπληροῦσα οἰκονομία ἀπαράβατον τηρήσει τοῖς κεκωλυμένοις τὴν κώλυσιν, καὶ οὐδαμῶς θήσουσι συνάλλαγμα κωλυόμενον, ἀλλ᾽ ὅσα ἐξ ἀκριβοῦς μνηστείας ἢ τελείου γάμου κωλύονται συναλλάγματα, ταῦτα καὶ ὑπὸ τῶν ἐντὸς τοῦ νενομισμένου χρόνου τὴν σύστασιν οἰκονομικῶς, καὶ τὴν λύσιν φυσικῶς δεξαμένων, εἰρχθήσεται.
ΚΕΦΑΛΑΙΟΝ Γ΄.
Σχόλιον.
Ἡ περὶ διαζυγίου ριζ΄. νεαρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐστι κεφ. γ΄. τοῦ ζ΄. τίτ. τοῦ κή. βιβλ. καί φησι περὶ τῶν γυναικῶν τῶν ὑπονοουσῶν τελευτῆσαι τοὺς ἀποδημοῦντας στρατιώτας ἄνδρας αὐτῶν, ὅσα συνωψίσθησαν εἰς τὸ κείμενον.
ΚΕΦΑΛΑΙΟΝ Δ΄.
Σχόλιον.
Ὁ β΄. τίτ. τοῦ κδ΄. βιβλ. τῶν διατάξεων κεῖται εἰς τὸν ιά. τίτ. τοῦ κή. βιβλ. τῶν βασιλικῶν· καὶ ὁ ιζ΄. τίτ. τοῦ έ. βιβλίου τοῦ κώδικος ἐτέθη εἰς κεφ. ί. τοῦ ζ΄. τίτ. τοῦ κή. βιβλίου τῶν βασιλικῶν· καὶ ἡ ριζ΄. Ἰουστινιάνειος νεαρὰ ἐτέθη, ὡς πολλάκις εἴπομεν, εἰς βιβλίον κή. τίτ. ζ΄. κεφ. ά. οὕτως ἔχουσα ἐν μέρει, ὡς συνωψίσθη εἰς τὸ κείμενον. Ἡ δὲ περὶ γάμων κβ΄. νεαρὰ ἐτέθη εἰς βιβλίον κή. τίτ. ιδ΄. καὶ τίτ. δ΄. Τὸ τῆς ρκζ΄. νεαρᾶς κεφ. τὸ περὶ ῥεπουδίου διαλεγόμενον οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, ἀλλ᾽ ἐδέχθη μᾶλλον τὸ ιγ΄. κεφ. τῆς ρλδ΄. νεαρᾶς, καὶ ἔστι κεφ. δ΄. τοῦ ζ΄. τίτ. τοῦ κή. βιβλίου, καὶ λέγει ἴσας εἶναι τὰς ποινὰς τῶν ἀλόγων ῥεπουδίων καὶ ἐπ᾽ ἀμφοτέροις τοῖς μέρεσι.
Σχόλιον.
Τὸ δ΄. κεφ. τῆς κβ΄. Ἰουστινιανείου νεαρᾶς ἐν τῷ ζ΄. τίτ. τοῦ κή. βιβλίου κείμενόν φησι· Ταῖς δὲ εἰρημέναις αἰτίαις συνείδομεν καὶ ταῦτα ὀνομαστὶ προσθεῖναι, ἐξ ῶν τοὺς γάμους ἔξεστι δίχα ποινῆς διαλύειν. Καὶ αὐτίκα ἐπιφέρει καὶ τὰς αἰτίας, τὴν τῆς ἀσκήσεως δηλαδὴ, τὴν ἐπὶ τριετίᾳ ἀσύναπτον ὁμοζωΐαν, καὶ τὴν τῆς αἰχμαλωσίας. Πλὴν ἀπὸ μὲν τῶν δύο αἰτιῶν χωρὶς ποινῆς καὶ δόσεως οἱασδήτινος φησὶ λύεσθαι τὸ συνοικέσιον· ἀπὸ δὲ τοῦ μονάσαι θάτερον τῶν ὁμοζύγων φησὶ ταῦτα· Τηνικαῦτα γὰρ κελεύομεν παῤῥησίαν εἶναι καὶ ἀνδρὶ, καὶ γυναικὶ, πρὸς τὰ καλλίω μεθισταμένοις, διαλύειν τὸ συνοικέσιον, καὶ ἀναχωρεῖν μετά τινος βραχείας ὑπολελειμμένης τῷ καταλελειμμένῳ παραμυθίας. Ὅπερ γὰρ ἂν συμφωνήσαιεν οἱ συμβάλλοντες ἀπὸ τελευτῆς γίνεσθαι κέρδος, τοῦτο ἔχειν δεῖ τὸν καταλελειμμένον παρὰ θατέρου, εἴτε ἀνὴρ, εἴτε γυνὴ καθεστήκοι, διότι καὶ οὗτος τό γε ἐπὶ τῷ συνοικήσαντι δοκεῖ τελευτᾶν, ἑτέραν ἀνθ᾽ ἑτέρας βίου πορείαν ἑλόμενος. Ἀλλὰ καὶ ἡ ρκγ΄. Ἰουστινιάνειος νεαρὰ, ἤτοι τὸ ή. κεφ. τοῦ ά. τίτ. τοῦ δ΄. βιβλίου τῶν βασιλικῶν παρακελεύεται τὸν ἐν τῷ κόσμῳ περιλειφθέντα ἐκ τῶν ὁμοζύγων λαμβάνειν ἀπὸ τοῦ μέρους τοῦ ἀποκαρέντος, εἴ τι ἐκ τῆς προτελευτῆς τούτου ἀπὸ συμφώνου ἔμελλε προσαρμόσαι αὐτῷ, ὅπερ καὶ βραχεῖαν παραμυθίαν ἐκάλεσεν ἡ κβ΄. νεαρὰ, πάντως πρὸς τὴν ἐκ τῶν ἑτέρων αἰτιῶν διδομένην ποινὴν ἀποβλέψασα· τὸ γὰρ ἀπὸ συμφώνου οὐδὲ ποινὴ λογίζεται· καὶ ταῦτα μὲν ἔχουσιν οὕτως. Ἐρωτῶ δὲ τῆς ριζ΄. νεαρᾶς τοῦ βασιλέως κυροῦ Δέοντος τοῦ φιλοσόφου λεγούσης. ἐξ ἀποκάρσεως τοῦ ἀνδρὸς μὴ δίδοσθαι ὑπόβολον τῇ γυναικὶ, καὶ τῆς κβ΄. νεαρᾶς τοῦ βασιλέως Ἰουστινιανοῦ διοριζομένης τὰ γραφέντα ἄνωθεν, ἀπαιτηθήσεταί τι παρὰ τῆς γυναικὸς χάριν ὑποβόλου ἐκ τοῦ ἀποκαρέντος ἀνδρὸς, ἢ οὔ; Λύσις. Τὸ παλαιὸν οὐκ ἀπὸ συμφώνου ἐδίδοτο τὸ ὑπόβολον, ἀλλ᾽ ἀπὸ τοῦ νόμου· ὅ, τι γὰρ ἡ γυνὴ ἐδίδου χάριν προικὸς, τοσοῦτον καὶ ὁ ἀνὴρ ὑποβάλλειν ποσὸν εἰς τὴν κοινὴν περιουσίαν ἡναγκάζετο, ὅθεν καὶ ὠνομάσθη· τοῦτο δὲ ἀνῃρέθη· καὶ σήμερον τοιοῦτον ὑπόβολον ὁ ἀνήρ οὐ δίδωσιν, ἀλλ᾽ ἀπὸ συμφώνου δίδωσί τι μέρος ὅσον συμφωνήσει ἐκ προτελευτῆς τῇ γυναικί· εἰ δὲ μὴ συμφωνήσει δοῦναί τι ὑπὲρ ὑποβόλου, οὐκ ἀναγκασθήσεται δοῦναί τι. Νομίζω οὖν ὅτι ἡ μὲν νεαρὰ τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου περὶ τοῦ ὑποβόλου φησὶ τοῦ ἐκ τοῦ παλαιοῦ νόμου ἐπιγινωσκομένου καὶ ἐξ ἀνάγκης διδομένου· ἡ δὲ νεαρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ περὶ τοῦ κέρδους τοῦ ἐκ προτελευτῆς κατὰ τὸ σύμφωνον διδομένου. Τὸ γοῦν ἐκ προτελευτῆς ἑνὸς τῶν ὁμοζύγων συμφωνηθὲν δίδοσθαι ποσὸν πρὸς τὸν ἐναπομείναντα ἀπαιτήσει μετὰ τὴν τοῦ ἑτέρου ἀπόκαρσιν ὁ εἰς τὸν βίον περιλειφθεὶς, οἷον ἂν καί ἐστι, καὶ ὅπως ἂν καλῆται· καὶ συμβαίνει τοιουτοτρόπως, ἐὰν ἀποκαρῇ ἡ γυνὴ, ἀπαιτεῖν τὸν ἄνδρα τὸ ἐκ προτελευτῆς ἐκείνης συμφωνηθὲν δοθῆναι τῷ περιόντι ποσὸν, κἂν ὑπόβολον καλῆται καταχρηστικῶς.
Σχόλιον.
Ἡ θ΄. διάταξις τοῦ ιζ΄. τίτλου τοῦ έ. βιβλίου τοῦ κώδικος διορίζεται κατὰ συναίνεσιν λύεσθαι τὸν γάμον, ἥτις οὐ κεῖται εἰς τὰ βασιλικά. Ἀλλ᾽ οὐδὲ τὸ τῆς ριζ΄. νεαρᾶς κεφ., τὸ ἀναιροῦν τὰς κατὰ συναίνεσιν λύσεις τοῦ γάμου, ἐτέθη εἰς τὰ βασιλικὰ, ἀλλ᾽ ἀντὶ τούτων ἐτέθη τὸ ιγ΄. κεφ. τῆς ρλδ΄. νεαρᾶς, ὅπερ ἐστὶ κεφ. δ΄. τοῦ ζ΄. τίτ. τοῦ κή. βιβλίου τῶν βασιλικῶν ἰσοδυναμοῦν τῇ ριζ΄. νεαρᾷ. Ἡ νομοθεσία τοῦ βασιλέως Ἰουστίνου ἐστὶ νεαρὰ Ἰουστινιάνειος ρμ΄. ἥτις οὐδὲ ὅλως ἐτέθη εἰς τὰ βασιλικά. Καὶ τὸ τὴν ἄπροικον γαμετὴν λαμβάνειν τὸ τέταρτον τῆς ἀνδρώας περιουσίας ἐκ τοῦ ἀλόγως ῥεπουδιατεῦσαι αὐτὸν, μέρος ἐστὶ τῆς ριζ΄. νεαρᾶς τοῦ βασιλέως Ἰουστινιανοῦ· πλὴν οὐδὲ τοῦτο ἐτέθη εἰς τὰ βασιλικά.
Σχόλιον.
Τὸ ιθ΄. διάτ. τοῦ ά. τίτ. τοῦ μέ. βιβλίου τῶν διατ. ἐστὶ κεφ. ιή. τοῦ ά. τίτ. τοῦ μγ΄. βιβλίου τῶν βασιλικῶν, οὕτως ἔχον· Ἔστι δὲ ἀνίσχυρος ἡ ἐπερωτωμένη ποινὴ, ἐκ τοῦ παρ᾽ αἰτίαν τινὸς τῶν συνοικούντων λυθῆναι τὸν γάμον, ἵνα μὴ ἰδιωτικοῖς πάκτοις ἀναιρῆται ἡ δημόσιος ποινή. Ζήτει καὶ βιβ. κθ΄. τίτ. έ. κεφ. έ. καὶ τίτ. ϛ΄. τοῦ μγ΄. βιβλ. κεφ. β΄. καὶ θέμα γ΄. τοῦ ϟζ΄. κεφ. τοῦ ά. τίτ. τοῦ μγ΄. βιβλ. καὶ θέμα ά. τοῦ ρλδ΄. κεφ. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. καὶ θέμα β΄. τοῦ ρκά. κεφ. καὶ βιβλ. β΄. τίτ. β΄. κεφ. σμγ΄. καὶ βιβλ. κή. τίτ. ζ΄. κεφ. ζ΄. ή. θ΄. Τὸ ρλδ΄. διάτ. τοῦ ά. τίτ. τοῦ μέ. βιβλίου τῶν διατάξεών ἐστι κεφ. ρλδ΄. τοῦ ά. τίτ. τοῦ μγ΄. βιβλ. τῶν βασιλικῶν, οὕτως ἔχον ὡς εἰς τὸ κείμενον ἐγράφη. Παρεγράψετο δὲ ὁ Χοῦμνος ἔξωθεν σχόλιον ἑρμηνεῦον τάχα τὸ κεφάλαιον, καὶ διδάσκον, πότε τὰ χάριν μέλλοντος γάμου γινόμενα δεσμωτικὰ ἔγγραφα ὀφείλουσιν ἔχειν τὸ ἐνεργὸν, καὶ πότε ἀπρακτεῖν· σὺ δὲ τῷ τοιούτῳ σχολίῳ μὴ προσχῆς, ἀλλὰ σημείωσαι ἐκ τοῦ τοιούτου κεφαλαίου, ὅτι τὰ περὶ γάμων δεσμωτικὰ ἔγγραφα, εἰ μὲν παρὰ μόνων τῶν μελλόντων συναφθῆναι γεγόνασιν, εἰσὶν ἀνίσχυρα, ὅσον εἰς τὸ ποινὴν ἐκ παραβασίας τούτων ἀπαιτηθῆναι· εἰ δὲ καὶ παρ᾽ ἑτέρων τινῶν, ἔχουσι τὸ ἰσχυρὸν, καὶ ἐκ τοῦ μὴ γενέσθαι τὸν γάμον ἐξ αἰτίας τινὸς τῶν μελλοσυζύγων ἀπαιτεῖται τὸ πρόστιμον ἐκ τοῦ ἐπερωτηθέντος παρασκευάζειν αὐτὸν ποιῆσαι τὸν γάμον. Ζήτει καὶ τὸν Παλαιὸν τοῦ ά. κεφ. ιδ΄. τοῦ ά. τίτ. τοῦ κή. βιβλ. καὶ κεφ. ιέ. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. Ἡ δὲ β΄. διάτ. τοῦ λή. τίτ. τοῦ ή. βιβλ. τοῦ κώδ. ἐστὶ κεφ. β΄. τοῦ ϛ΄. τίτ. τοῦ μγ΄. βιβλ. οὕτως ἔχον, ὡς εἰς τὸ κείμενον ἐγράφη· καὶ τὰ μὲν τοῦ πολιτικοῦ νόμου ἐν τούτοις. Γίνωσκε δὲ ὅτι πολλάκις ἐζητήθη εἰ δύναται ὁ δεσμωτικὰ τοιαῦτα περὶ γάμου θέμενος μετά τινος γυναικὸς ἔγγραφα, ἢ καὶ γαμήλια ἐπὶ μνηστείᾳ ἀσυστάτῳ, μετὰ τὸ ἀθετῆσαι τὰ δεσμωτικὰ ἔγγραφα, ἢ τὴν παράνομον μνηστείαν, λαβεῖν ἑτέραν γυναῖκα, καὶ εἰς πρεσβυτέρου τόπον ἀναχθῆναι. Σὺ γοῦν εἰπὲ, ὡς εἰ μὲν τὸ πρόσωπον τὸ κατεγγυηθὲν τῷ θέλοντι ἱερωθῆναι, μετὰ τὴν ἀθέτησιν τῶν ἐγγράφων ὑπερέβη τὸν ἕκτον χρόνον, οὐ παραχωρηθήσεται ὁ τὰ ἔγγραφα ἐκθέμενος, ἢ καὶ τὴν παράνομον μνηστείαν, ἑτέρᾳ συναφθῆναι γυναικὶ, καὶ οὕτως ἱερωθῆναι, ὡς δίγαμος λογιζόμενος διὰ τὴν ἐπιθυμίαν, καὶ διὰ τὸ εἶναι δεκτικὴν ἔρωτος τὴν γυναῖκα. Εἰ δὲ ἧττον τῶν ἐξ χρόνων ἦν τὸ τοιοῦτον πρόσωπον, ὅτε ἡ ἀθέτησις τῶν συμφώνων ἐγένετο, ἐνδυνάμως καὶ ἑτέρᾳ γυναικὶ ὁ τοιοῦτος συζευχθήσεται, καὶ ἕκτοτε ἱερωθήσεται. Κατασκεύασον δὲ ταῦτα καὶ ἀπὸ τῆς νεαρᾶς νομοθεσίας τοῦ βασιλέως κυρίου Ἀλεξίου τοῦ Κομνηνοῦ τῆς διοριζομένης, ἀλύτους εἶναι τὰς μνηστείας, ἐννόμους οὔσας, καὶ παρακελευομένης κἂν τύχῃ λυθῆναι μνηστείαν, ὡς μὴ κατὰ τοὺς νενομισμένους χρόνους γεγενημένην, μὴ ἔχειν ἐπ᾽ ἀδείας τὰ κεκωλυμένα συγγενικὰ πρόσωπα τῶν παρανόμως μνηστευθέντων πρὸς γάμου κοινωνίαν συνάπτεσθαι· καὶ ἀνάγνωθι τὴν τοιαύτην νεαρὰν καταστρωθεῖσαν εἰς τὸ β΄. κεφ. τοῦ παρόντος τίτ.
ΚΕΦΑΛΑΙΟΝ Ε΄.
Σχόλιον.
Ὁ θ΄. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικος κεῖται εἰς κεφ. μζ΄. τοῦ λζ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν, καὶ ὁ έ. τίτ. τοῦ μή. βιβλ. τῶν διατ. κεῖται εἰς γ΄. κεφ. τοῦ λζ΄. τίτ. τοῦ αὐτοῦ ξ΄. βιβλ. καὶ ἀνάγνωθι διάφορα κεφ. τοῦ τοιούτου τίτ. διδάσκοντα τοιαῦτα πολλὰ, οἷα συνωψίσθησαν εἰς τὸ κείμενον. Τὸ μέν τοι κεφαλικῶς τιμωρεῖσθαι τοὺς μοιχοὺς, ἢ τοὺς ἀῤῥενοκοίτας, ἢ τοὺς φθορεῖς, οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, ἀλλὰ φησὶ τὸ ογ΄. κεφ. τοῦ ῥηθέντος λζ΄. τίτ. Οἱ μοιχοὶ τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν· οἱ δὲ μέσοι καὶ οἱ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβήματι γεγονότες, τυπτόμενοι καὶ κουρευόμενοι διηνεκῶς ἐξοριζέσθωσαν. Ἡ δὲ ρλδ΄. νεαρὰ τοῦ βασιλ. Ἰουστινιανοῦ, ἤτοι τὸ ιβ΄. κεφ. αὐτῆς, ὅπερ ἐτέθη εἰς τὸν ζ΄. τίτ. τοῦ κή. βιβλ. φησὶ περὶ τὰς ἀρχὰς ταῦτα· Εἰ περὶ μοιχείας ὁ ἀνὴρ νομίσει δύνασθαι τὴν ἑαυτοῦ γαμετὴν ἐλεγχθῆναι, προσήκει τὸν ἄνδρα πρότερον ἐγγράφεσθαι τὴν γυναῖκα, ἢ καὶ τὸν μοιχὸν, καὶ εἴπερ τὸ τῆς μοιχείας ἔγκλημα φανερῶς ἀποδειχθείη τηνικαῦτα διαζυγίου πεμπομένου, κελεύομεν ἐκείνας τὰς ποινὰς τοῖς ἁμαρτάνουσιν ἐπάγεσθαι, ἃς οἱ νόμοι διατυποῦσι· κἀκείνων τὰς νομίμους ὑπομενόντων ποινὰς, οἵτινες μέσοι ἢ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβεῖ ἐγκλήματι γεγόνασιν. Ἐκ τῆς οὐσίας δὲ τοῦ μοιχοῦ, εἰ ἔχει γαμετὴν, τὴν προῖκα καὶ τὴν πρὸ γάμου δωρεὰν αὐτῇ περισώζεσθαι, ἢ τὴν ἀπὸ τοῦ ἡμετέρου νόμου μοῖραν, εἰ προικῷα συμβόλαια μὴ παρηκολούθησαν· τὴν δὲ λοιπὴν αὐτοῦ περιουσίαν, εἰ μέν εἰσιν ἀνιόντες ἢ κατιόντες ἕως γ΄. βαθμοῦ, λαμβάνειν αὐτοὺς κατὰ τὰς τάξεις καὶ τοὺς βαθμούς· εἰ δὲ μή εἰσι τοιοῦτοί τινες, τῷ δημοσίῳ προσκυροῦσθαι ταύτας κελεύομεν. Τὴν δὲ μοιχευθεῖσαν γυναῖκα ταῖς προσηκούσαις ὑποβαλλομένην ποιναῖς ἐν μοναστηρίῳ ἐμβάλλεσθαι, καὶ ἐφεξῆς ὅσα ὁ πατριάρχης συνώψισεν. Ἀνάγνωθι καὶ τὴν λβ΄. νεαρὰν τοῦ βασιλέως κυρίου Λέοντος τοῦ Σοφοῦ διοριζομένην τί ὀφείλει γίνεσθαι εἰς τοὺς μοιχοὺς, καὶ εἰς τὰς μοιχαλίδας. Περὶ ἀθεμίτων φησὶ τὸ οϛ΄. κεφ. τοῦ λζ΄. τίτ. τοῦ ξ΄. βιβλ. ταῦτα· Οἱ αἱμομῖκται, εἴτε γονεῖς πρὸς τέκνα, εἴτε τέκνα πρὸς γονεῖς, ἢ ἀδελφοὶ πρὸς ἀδελφὰς, ξίφει τιμωρείσθωσαν. Οἱ δὲ κατ᾽ ἄλλην συγγένειαν πρὸς ἀλλήλους συμφθειρόμενοι, τουτέστι πατὴρ εἰς γυναῖκα υἱοῦ, ἢ υἱὸς εἰς γυναῖκα πατρὸς ἤγουν· μητρυιὰν, ἢ πατρωὸς εἰς προγονὴν, ἢ ἀδελφὸς εἰς γυναῖκα ἀδελφοῦ, ἢ θεῖος εἰς ἀνεψιὰν, ἢ ἀνεψιὸς εἰς θείαν, ἢ εἰς δύο ἀδελφὰς, ἢ εἰς μητέρα ξένην καὶ τὴν αὐτῆς θυγατέρα ἐν εἰδήσει μιγνύμενος, οἱ τοιοῦτοι τυπτόμενοι ῥινοκοπείσθωσαν αὐτοί τε καὶ αἷς αὐτοὶ συνεφθάρησαν. Ὡσαύτως καὶ τὸ οζ΄. κεφ. λέγει· Οἱ πρὸς γάμον συναπτόμενοι, ἢ ἄλλως σαρκικῶς συμπλεκόμενοι ἐξάδελφοι, καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι παῖδες καὶ μόνον, ἢ πατὴρ καὶ υἱὸς πρὸς μητέρα καὶ θυγατέρα, ἢ δύο ἀδελφοὶ πρὸς δύο ἀδελφὰς, ἢ δύο ἀδελφοὶ εἰς μητέρα καὶ θυγατέρα, ἢ ἀνεψιὸς εἰς γεγενημένην τοῦ θείου γυναῖκα, εἴτε θεῖος πρὸς τὴν γεγενημένην τοῦ ἀνεψιοῦ γυναῖκα, πρὸς τῷ χωρισμῷ καὶ τυπτέσθωσαν. Τὸ οή. κεφ. φησίν· Οἱ ταῖς μοναζούσαις, ἢ ταῖς διακονίσσαις, ἢ ταῖς ἀσκητρίαις ἐνασελγαίνοντες, ὡς τὴν νύμφην Χριστοῦ ἐκκλησίαν ἐνυβρίζοντες, ῥινοκοπείσθωσαν αὐτοί τε καὶ αἷς οὗτοι συνεφθάρησαν. Τὸ οθ΄. κεφ. φησίν· Ὁ τῇ ἰδίᾳ συντέκνῳ ἢ ὀνόματι γάμου μιγνύμενος, ἢ καὶ ἄλλως λαθραίως συμπλεκόμενος, ἅμα αὐτῇ ῥινοκοπείσθω, δηλονότι πρότερον αὐτῶν ἀπ᾽ ἀλλήλων διϊσταμένων. Εἰ μέν τοι εἰς ὕπανδρον σύντεκνον διαπράττοιτο τοῦτο, ἡ μὲν ποινὴ ὡσαύτως προβαινέτω, πρὸς τούτοις δὲ καὶ τυπτέσθωσαν. Ἀνάγνωθι καὶ τὸ ϛ΄. θέμα τοῦ ί. κεφ. τοῦ έ. τίτ. τοῦ κή. βιβλ. τῶν βασιλικῶν λέγον· Ὁ παρθένον ἢ χήραν ἁρπάσας, οὐ δύναται ταύτην γαμεῖν, οὐδὲ συναινοῦντος τοῦ ταύτης πατρὸς καὶ συγχωροῦντος τὸ ἔγκλημα. Ὁ μέν τοι γε ἀπὸ τοῦ ἁγίου βαπτίσματός τινα δεξάμενος οὐ δύναται αὐτὴν ὕστερον πρὸς γάμον ἀγαγέσθαι, ὡς δῆθεν θυγατέρα αὐτοῦ γενομένην, οὐδὲ τὴν ταύτης μητέρα ἢ θυγατέρα· ἀλλ᾽ οὐδὲ ὁ υἱὸς αὐτοῦ· ἐπειδὴ οὐδὲν ἄλλο οὕτω δύναται εἰσαγαγεῖν πατρικὴν διάθεσιν, καὶ δικαίαν γάμου κώλυσιν, ὡς ὁ τοιοῦτος δεσμὸς, δι᾽ οὗ, Θεοῦ μεσάζοντος, αἱ ψυχαὶ αὐτῶν συνάπτονται. Ἀνάγνωθι τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. κεφ. γ΄. θέμα β΄. καὶ γ΄. καὶ κεφ. ιά. καὶ βιβλ. ζ΄. τίτ. ή. κεφ. δ΄. καὶ βιβλ. μέ. τίτ. β΄. κεφ. ϛ΄. θέμα γ΄. καὶ κεφ. ί. θέμα β΄. καὶ γ΄. καὶ βιβλ. β΄. τίτ. γ΄. κεφ. ή. καὶ κεφ. ϟζ΄.
Σχόλιον.
Τὸ δ΄. διάτ. τοῦ έ. τίτ. τοῦ ιβ΄. βιβλίου ἐστὶ θέμα β΄. τοῦ έ. κεφ. τοῦ β΄. τίτ. τοῦ κδ΄. βιβλίου τῶν βασιλικῶν, τὰ αὐτὰ λέγον. Τὸ ϛ΄. διάτ. τοῦ έ. τίτ. τοῦ λθ΄. βιβλ. ἐστὶ κεφ. έ. τοῦ ά. τίτ. τοῦ μζ΄. βιβλίου τῶν βασιλικῶν, οὕτως ἔχον, ὡς εἰς τὸ κείμενον συνωψίσθη. Τὸ λθ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ μζ΄. βιβλίου ἐστὶ κεφ. λθ΄. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ὡς ἐδηλώθη· καλῶς δὲ εἶπεν, ὅτι ὁ ἁρπάζων ἀλλοτρίαν δούλην πόρνην οὖσαν οὐκ ἐνέχεται ὡς ἀνδραποδιστὴς, ἤγουν οὐ μεταλλίζεται, ὡς ἐν τῷ βασιλικῷ κεῖται· ὁ γὰρ ἁρπάζων δούλην μὴ οὖσαν πόρνην μεταλλίζεται· καὶ ζήτει τὸν μή. ὅλον τίτ. τοῦ ξ΄. βιβλίου.
Σχόλιον.
Ὁ ή. τίτ. τοῦ λή. βιβλ. τῶν διγέστων ἐτέθη εἰς κεφ. ϛ΄ τοῦ β΄. τίτ. τοῦ μέ. βιβλ. τῶν βασιλ. καί φησι τὸ ζ΄. κεφ. τοῦ αὐτοῦ τίτ. Αὕτη ἡ διακατοχὴ πάντας καλεῖ τοὺς συγγενεῖς, εἰ καὶ τῷ πολιτικῷ οὐ καλοῦνται· ὅθεν καὶ οἱ πορνογενεῖς ἀδελφοὶ καὶ πρὸς ἀλλήλους, καὶ πρὸς τὴν μητέρα τὴν συγγενικὴν βοήθειαν ἔχουσι, καὶ ἡ μήτηρ πρὸς αὐτούς. Τὸ αὐτὸ λέγομεν καὶ περὶ τῆς ἐλευθερωθείσης ἐγκύου δούλης. Καὶ τὸ θ΄. κεφ. Ἡ τοῦ πορνογενοῦς κληρονομία οὐκ ἀνήκει τοῖς κατὰ πατέρα συγγενέσιν, οὐ γὰρ ἔχει πατέρα· τῇ μητρὶ δὲ αὐτοῦ καὶ τοῖς ὁμομητρίοις ἀδελφοῖς δίδοται ἡ συγγενικὴ βοήθεια. Καὶ ταῦτα μέν φασιν οἱ νόμοι διδάσκοντες διαφορὰν τῶν πορνικῶς συναπτομένων, καὶ λέγοντες τοὺς ἐκ πορνείας κληρονομεῖσθαι παρὰ τῶν μητρώων συγγενῶν· πατέρα δὲ ἢ πατρώους συγγενεῖς μὴ ἐπιγινώσκειν αὐτοὺς, ἀλλὰ μόνον ἐπὶ μιᾷ οὐγγίᾳ τὸν νόθον υἱὸν κληρονομεῖν τὸν πατέρα. Οἱ δὲ περὶ γάμων νόμοι καὶ οἱ κανόνες ἐπιγινώσκουσι καὶ τὴν πορνικὴν συγγένειαν, καὶ τοὺς πορνικῶς συναπτομένους συγγενεῖς, ὡς τοὺς ἐννόμους συγγενεῖς τῇ αἱμομιξίᾳ παραπεσόντας κολάζουσι· καὶ ἀνάγνωθι τοὺς εἰς τὸ έ. κεφ. κειμένους κανόνας, καὶ τὴν ριή. νεαρὰν τοῦ βασιλέως Ἰουστινιανοῦ κειμένην ἐν τῷ τέλει τοῦ λ΄. τίτ. τοῦ μέ. βιβλ. τῶν βασιλικῶν. Ἡ έ. διάτ. τοῦ νζ΄. τίτ. τοῦ ϛ΄. βιβλίου τοῦ κώδικός ἐστι κεφ. μβ΄. τοῦ ά. τίτ. τοῦ μέ. βιβλίον τῶν βασιλικῶν λέγον· Εἴ τις ἔνδοξος γυνὴ υἱὸν ἀπὸ τῶν νομίμων γάμων ἔτεκε, καὶ ἄλλον πορνογενῆ ἔσχεν, ᾧ τινι πατὴρ ἄδηλός ἐστι, κατὰ ποῖον τρόπον τὰ πράγματα τὰ μητρῷα πρὸς αὐτοὺς ἔρχονται, εἴτε μόνον εἰς τοὺς νομίμους παῖδας, εἴτε καὶ εἰς τοὺς πορνογενεῖς, ἠμφιβάλλετο. Θεσπίζομεν τοίνυν, ἵνα μήτε ἐκ διαθήκης, μήτε ἐξ ἀδιαθέτου, μήτε ἀπὸ δωρεᾶς ἐν ζωῇ γενομένης, νομίμων παίδων ὑπόντων, τίποτε παντελῶς ἐκ τῶν ἐνδόξων μητέρων εἰς τοὺς πορνογενεῖς ἔλθῃ· ἐπειδὴ ἐν ταῖς γυναιξὶ ταῖς εὐγενέσι καὶ ἐνδόξοις, αἷς τισιν ἡ τῆς σωφροσύνης παραφυλακὴ ἐξαίρετόν τι χρέος ἐστὶ, καὶ ὀνομάζεσθαι τοὺς πορνογενεῖς πάνυ ἄδικον, πάνυ σφοδρὸν, καὶ τῶν ἡμετέρων καιρῶν ἀνάξιον κρίνομεν, καὶ τοῦτον τὸν νόμον αὐτῇ τῇ σωφροσύνῃ, ἣν διὰ παντὸς ἐπιμελητέαν κρίνομεν, ἀξίως καθιεροῦμεν. Ἐὰν δὲ παλλακὴ ἐλευθέρας τύχης ὑπάρχουσα, υἱὸν ἢ θυγατέρα ἀπὸ θεμιτῆς συνηθείας πρὸς ἄνθρωπον ἐλεύθερον γενομένης ἔτεκε, τούτους καὶ μετὰ τῶν νομίμων παίδων εἰς τὰ μητρῷα ἐλθεῖν πράγματα, ἅτινα αὐτὴ νομίμῳ δικαίῳ καὶ ἐν ἰδίᾳ οὐσίᾳ κέκτηται, οὐδεὶς φθόνος ἐστί. Τὸ κγ΄. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλ. τῶν διατ. ἐστὶ κεφ. ιθ΄. τοῦ ά. τίτ. τοῦ μϛ΄. βιβλ. λέγον· Ὁ μὲν ἐξ ἐννόμου γάμου τικτόμενος ἕπεται τῷ πατρί· ὁ δὲ πορνογέννητος, τῇ μητρί. Καὶ τὸ κδ΄. κεφ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. Ὁ μὴ ἀπὸ νομίμου γάμου τικτόμενος τῇ μητρὶ ἕπεται, εἰ μὴ νόμος ἰδικὸς ἕτερόν τι ὁρίζει. Ὁ ζ΄. τίτλος τοῦ κέ. βιβλ. τῶν διατάξεων οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ὁ β΄. τίτ. τοῦ κγ΄. βιβλ. τῶν διατάξεων ἐτέθη ἐν βιβλίῳ τῶν βασιλικῶν κή. τίτ. δ΄. τὸ δὲ νέ. διάτ. τοῦ αὐτοῦ τίτ. οὐ κεῖται εἰς τὰ βασιλικά. Ὁ έ. τίτ. τοῦ μή. βιβλίου τῶν διατάξεων κεῖται ἐν βιβλίῳ τῶν βασιλικῶν ξ΄. τίτ. λζ΄. τὸ δὲ ιά. διάτ. οὐκ ἐξελήφθη. Φησὶ δὲ τὸ β΄. θέμα τοῦ ά. κεφ. τοῦ λζ΄. τίτ. τοῦ ξ΄. βιβλίου· Ὁ γυναῖκα σεμνὴν καὶ εὐγενῆ παλλακευόμενος, καὶ μὴ ποιῶν ἐν ἐκμαρτυρίῳ τοῦτο κατάδηλον, ἢ γαμετὴν αὐτὴν ἔχει, ἢ τοῦτο παραιτούμενος, ἀσέλγειαν πρὸς αὐτὴν πλημμελεῖ, οὐ μὴν καὶ μοιχείαν, δηλονότι ἐν ᾧ πόρον ἐκ τοῦ ἰδίου σώματος οὐκ ἐποίησεν. Ἡ έ. διάτ. τοῦ νζ΄. τίτ. τοῦ ϛ΄. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη ἐξ ὁλοκλήρου εἰς τὸ κείμενον, ἄνωθεν οὖσα ἐν κεφαλαίῳ μβ΄. τοῦ ά. τίτ. τοῦ μέ. βιβλ. τῶν βασιλικῶν. Τὸ β΄. κεφ. τῆς ιβ΄. Ἰουστινιανείου νεαρᾶς, καὶ τὸ ιγ΄. κεφ. τῆς ιή. καὶ ἡ ιθ΄. νεαρὰ, καὶ τὸ γ΄. κεφ. τῆς οή. καὶ τὸ γ΄. κεφ. τῆς πθ΄. περὶ τῶν ἐκ νομίμων, καὶ τῶν ἐκ παλλακῶν, καὶ περὶ τῶν ἐκ νόθων γενομένων γνησίων παίδων διδάσκοντα, ἐτέθησαν εἰς τὸν ά. καὶ β΄. τίτ. τοῦ λβ΄. βιβλ. τῶν βασιλικῶν, καὶ ἀνάγνωθι τούτους.
Σχόλιον.
Τὸ δ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ϛ΄. βιβλ. τοῦ κώδικός ἐστι θέμα δ΄. τοῦ κή. κεφ. τοῦ ά. τίτ. τοῦ μθ΄. βιβλίου οὕτως ἔχον, ὡς εἰς τὸ κείμενον συνωψίσθη. Ἡ γ΄. διάτ. τοῦ ιέ. τίτ. τοῦ ζ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. γ΄. τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλ. λέγον οὕτως· Ἐάν τις δούλην ἔχῃ ἐν τῇ ἰδίᾳ συναφείᾳ μὴ ἔχων γαμετὴν, καὶ μείνῃ μετ᾽ αὐτῆς μέχρι τελευτῆς, εἴτε ἔχων παῖδας ἐξ αὐτῆς, εἴτε μὴ, καὶ μηδὲν εἴπῃ περὶ αὐτῆς ἐν τῇ ἰδίᾳ διαθήκῃ, γίνεται ἐκείνη ἐλευθέρα· ἀκούων δὲ ἀπὸ τοῦ παρόντος κανόνος, ὅτι γίνεται ἐκείνη ἐλευθέρα, μὴ νομίσῃς ὅτε οἱ παῖδες αὐτῆς δουλείᾳ ὑπόκεινται, ἐλευθεροῦνται γὰρ καὶ αὐτοὶ, ὡς τὸ ἀνωτέρω κεφ. τοῦ μθ΄. βιβλ. φησὶ, καὶ οἱ τοῦ παρόντος κεφ. παράτιτλοι. Τὸ ιβ΄. καὶ ιγ΄. διάτ. τοῦ έ. τίτ. τοῦ μή. βιβλ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Τὸ ρμδ΄. διάταγμα τοῦ ιϛ΄. τίτ. τοῦ ν΄. βιβλ. τῶν διατάξεών ἐστι κεφ. ρμδ΄. τοῦ β΄. τίτ. τοῦ β΄. βιβλ. τῶν βασιλικῶν οὕτως ἔχον· Παλλακή ἐστιν ἡ συζῶσά τινι ἐν τῷ οἴκῳ αὐτοῦ νομίμου χωρὶς γάμου· ἡ δὲ ἧττον τιμιωτέρα φίλη λέγεται.
ΚΕΦΑΛΑΙΟΝ Θ΄.
Σχόλιον.
Ὁ δὲ δ΄. τίτ. τοῦ έ. βιβλ. τοῦ κώδικος ἐτέθη εἰς κεφάλαιον κζ΄. τοῦ δ΄. τίτ. τοῦ κή. βιβλίου τῶν βασιλικῶν· οὐ κεῖται δὲ τοιοῦτον κεφάλαιον ἐν ὅλῳ τῷ τίτ. οἷον ἐντὸς ἐγράφη. Ὅτι δὲ οὐ δύναται ὑπεξούσιος, ἢ ὑπεξουσία νομίμως γαμεῖν, χωρὶς γνώμης τῶν ἐχόντων αὐτοὺς ὑπεξουσίους, δῆλόν ἐστιν ἀπὸ κεφ. πολλῶν. Ὁ β΄. τίτ. τοῦ κγ΄. βιβλ. τῶν διατ. κεῖται ἐν κεφ. ά. τοῦ δ΄. τίτ. τοῦ κή. βιβλ. καί φησι τὸ β΄. κεφ. τοῦ αὐτοῦ τίτ. Οὐ γίνεται γάμος, εἰμὴ συναινέσουσιν οἱ συναπτόμενοι, καὶ οἱ ἔχοντες αὐτοὺς ὑπεξουσίους. Ἡ ριέ. νεαρὰ κεῖται εἰς τὸν ή. τίτ. τοῦ λέ. βιβλ. τῶν βασιλικῶν, καί φησι τὸ ιβ΄. ταύτης κεφ. ταῦτα· Εἴ τινι ἐκ τῶν εἰρημένων γονέων βουλομένῳ τῇ ἰδίᾳ θυγατρὶ ἢ ἐγγόνῃ ἄνδρα δοῦναι, καὶ προῖκα κατὰ τὴν δύναμιν τῆς ἰδίας περιουσίας ὑπὲρ αὐτῆς παρασχεῖν, ἐκείνη μὴ συναινέσῃ, ἀλλ᾽ αἰσχρὸν βίον ἐπιλέξηται· εἰ δὲ καὶ μέχρι τοῦ κέ. ἐνιαυτοῦ ἡλικίας ἡ θυγάτηρ γένηται, καὶ οἱ γονεῖς ὑπέρθωνται ταύτην ἀνδρὶ συνάψαι, καὶ ἴσως ἐκ τούτων συμβαίη εἰς τὸ ἑαυτῆς σῶμα ἁμαρτῆσαι, τοῦτο εἰς ἀχαριστίαν τῇ θυγατρὶ λογίζεσθαι οὐ βουλόμεθα· ἐπειδὴ οὐ τῇ ἑαυτῆς, ἀλλὰ τῆ τῶν γονέων αἰτίᾳ τοῦτο γινώσκεται πλημμελήσασα. Καὶ ταῦτα μὲν ἡ ἐν τοῖς βασιλικοῖς καταστρωθεῖσα νεαρά. Σὺ δὲ πρόσχες, ὅτι τὸ δύνασθαι τὴν θυγατέρα μετὰ τὸν κέ. χρόνον ἑαυτὴν ἐλευθέρῳ συζεῦξαι νόμῳ γάμου παρὰ γνώμην τοῦ πατρὸς αὐτῆς οὐ προσελήφθη εἰς τὰ βασιλικὰ, καὶ διὰ τοῦτο οὐδὲ ἐνεργεῖ. Σημείωσαι τὰ ἐν τῷ παρόντι θ΄. κεφαλαίῳ γραφέντα περὶ ὑπεξουσίων θυγατέρων. Ἐπειδὴ δέ τινες εἶπον ὅτι πορνεύσασα μὲν ἡ θυγάτηρ μετὰ τὸν κέ. ἐνιαυτὸν οὐκ ἀποκληρωθήσεται κατὰ τὸ ιβ΄. κεφ. τοῦ ή. τίτ. τοῦ λέ. βιβλίου τῶν βασιλικῶν, ὅπερ καὶ κατεστρώθη ἐνταῦθα· γαμηθεῖσα δὲ ἀποκληρωθήσεται διὰ τὸ μὴ καταστρωθῆναι εἰς τὰ βασιλικὰ τὸ δύνασθαι τὴν θυγατέρα μετὰ τὸν κέ. χρόνον ἑαυτὴν συζεῦξαι ἀνδρὶ κατὰ νόμον γάμου παρὰ γνώμην τοῦ πατρὸς αὐτῆς, λέγω, ὅτι ἐπεὶ ἡ αὐτὴ Ἰουστινιάνειος νεαρὰ ἡ τὰς αἰτίας ἀπαριθμουμένη, δι᾽ ἃς δύνανται οἱ γονεῖς παῖδας ἀποκληροῦν, διορίζεται ἀποκληροῦσθαι τὸν υἱὸν παρὰ τοῦ πατρὸς μετὰ μίμων ἢ κυνηγῶν συναναστρεφόμενον, ὀφείλομεν λέγειν καὶ τὴν πόρνην καὶ τὸν γάμον ποτὲ μὲν συγγνωστέον εἶναι, ποτὲ δὲ ἀσύγγνωστον. Εἰ μὲν γὰρ ἡ θυγάτηρ κατὰ νόμον γάμου συζευχθῇ, εἴτε πρὸ τῆς τελείας ἡλικίας αὐτῆς, εἴτε μετὰ ταῦτα μετ᾽ ἀνδρὸς ἀνεπιψόγου, ὥστε μὴ τραχέως διὰ τοῦ γάμου ὑβρισθῆναι τὸν πατέρα, ὁ μὲν γάμος λυθήσεται ἐκ προσελεύσεως τοῦ πατρὸς, ὡς ἀνυπόστατος· ἡ δὲ θυγάτηρ οὐκ ἀποκληρωθήσεται, ὅπερ δὴ γενήσεται, καὶ ἐὰν ὁμοίως πορνεύσῃ· εἰ δὲ τραχεῖαν ὕβριν ἐπαγάγῃ τῷ πατρὶ, εἴτε γαμουμένη, εἴτε πορνεύουσα, ἀποκληρωθήσεται. Τὸ αὐτὸ δὲ γενήσεται καὶ ἐπὶ υἱοῦ. Τὰ δὲ τῆς πορνείας μετὰ διακρίσεως συζητηθήσεται· ἄλλη γάρ ἐστιν ἡ πολυχρόνιος, καὶ ἑτέρα ἡ πρόσκαιρος.
ΚΕΦΑΛΑΙΟΝ Ι΄.
Σχόλιον.
Τὸ δ΄. διάτ. τοῦ ιά. τίτ. τοῦ μζ΄. βιβλ. τῶν διατ. ἐστὶ κεφ. δ΄. τοῦ κβ΄. τίτ. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν οὕτω λέγον ὡς εἰς τὸ κείμενον ἐγράφη. Τὸ ή. διάτ. τοῦ ή. τίτ. τοῦ μή. βιβλ. οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Τὸ λθ΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ μή. βιβλ. τῶν διατ. ἐστὶ κεφ. λθ΄. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. τῶν βασιλ. καὶ διορίζεται ὅσα ἐδηλώθησαν εἰς τὸ κείμενον. Τὸ δὲ λή. διάτ. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. ἐστὶ θέμα ϛ΄. τοῦ λή. κεφ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν τὰ παρὰ τοῦ πατριάρχου συνοψισθέντα διεξιόν.
ΚΕΦΑΛΑΙΟΝ ΙΗ΄.
Σχόλιον.
Ὁ β΄. τίτ. τοῦ ιβ΄. βιβλίου τῶν διατάξεων, διδάσκων περὶ ὅρκου ὀμοτέου, εἴτε προαιρετικοῦ, τουτέστιν ἐπακτοῦ, εἴτε ἀναγκαίου, εἴτε δικαστικοῦ, κεῖται ἐν τῇ ἀρχῇ τοῦ έ. τίτ. τοῦ κβ΄. βιβλίου τῶν βασιλικῶν, καί φησι τὸ δ΄. θέμα τοῦ γ΄. κεφ. Καὶ γυνὴ ὀμνύουσα ἐγκυμονεῖν πέμπεται εἰς νομὴν, καὶ οὐκ ἐνάγεται μετὰ τὸν ὅρκον, ὡς κατὰ συκοφαντίαν εἰς νομὴν πεμφθεῖσα, καὶ οὐχ ὑπομένει βίαν ἐπὶ τῇ νομῇ. Εἰ δὲ ὁ ἀντίδικος ὀμόσει μὴ ἐγκυμονεῖν αὐτὴν, οὐ πέμπεται· πρόκριμα δὲ διὰ τῶν τοιούτων ὅρκων οὐ γίνεται τῇ ζητήσει τοῦ τοκετοῦ· ὁ γὰρ ἑτέρου ὅρκος ἄλλον οὐκ ὠφελεῖ, οὔτε βλάπτει. Καὶ ὁ ά. τίτ. τοῦ δ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. μγ΄. τοῦ αὐτοῦ έ. τίτ. τοῦ κβ΄. βιβλίου τῶν βασιλικῶν καί φησιν· Ἡ δίκη ὅρκου κατὰ συναίνεσιν ἑκατέρου μέρους, ἢ τοῦ ἀντιδίκου ἐπιφέροντος, ἐπενεχθέντος καὶ παρασχεθέντος ἢ συγχωρηθέντος τμηθεῖσα, οὐδὲ τῷ προσχήματι τῆς ἐπιορκίας ἀναζητεῖσθαι δύναται, εἰ μὴ ἄρα ἰδικῶς τοῦτο νόμῳ ὑπεξαιρεῖται. Τὸ λά. διάτ. τοῦ β΄. τίτ. τοῦ ιβ΄. βιβλ. τῶν διγέστων ἐστὶ κεφ. λά. τοῦ αὐτοῦ έ. τίτ. τοῦ κβ΄. βιβλίου τῶν βασιλικῶν καί φησιν ὅσα εἰς τὸ κείμενον συνωψίσθησαν.
Σχόλιον.
Ἐμνήσθημεν ὄπισθεν νόμου διδάσκοντος μὴ ἀναψηλαφᾶσθαι τὸν δοθέντα ὅρκον· ἔτι ἐμνήσθημεν καὶ ἑτέρου νόμου, ἤτοι τοῦ λά. διατ. τοῦ έ. τίτ. τοῦ κβ΄. βιβλ. τοῦ διδάσκοντος ἀναψηλαφᾶσθαι τὸν δοθέντα ὅρκον. Διορίζονται δὲ καὶ κανόνες τοῦ ἁγίου Βασιλείου διάφοροι κολάζεσθαι μεγάλως τοὺς ἐπιόρκους. Ζητητέον γοῦν πότε ἀναψηλαφᾶται ὁ δοθεὶς ὅρκος, ὥστε καὶ χώραν ἔχειν τὰ κανονικὰ ἐπιτίμια κατὰ τῶν ἐπιορκούντων, καὶ πότε οὔ. Φαμὲν τοίνυν ὡς κυρίως ὅρκοι τέσσαρές εἰσιν, ὁ βουλουμτάριος, ἤτοι ὁ κατὰ θέλησιν τῶν μερῶν ἔξωθεν τοῦ δικαστηρίου διδόμενος· ὁ νεκεσσάριος, ὁ ἐξ ἐπαγωγῆς τοῦ ἐνάγοντος καὶ ἀποφάσεως τοῦ δικαστοῦ διδόμενος· ὁ ἰουδικάλιος, ὁ ἀπὸ κρίσεως δικαστικῆς καὶ μὴ θελόντων τῶν δικαζομένων τὴν ἀμφιβολίαν τέμνων· καὶ ὁ ἰνλίτεμ, ἤτοι ὁ ἔνδικος, ὁ παριστῶν τὴν τοῦ ἐπιδίκου πράγματος ἀποτίμησιν εἰς ῥητὴν ποσότητα, ὅτε κατὰ δόλον ἢ ἀπείθειαν τοῦ ἐναγομένου τὸ τοιοῦτον πρᾶγμα μὴ δίδοται· ἔστι καὶ ὁ περὶ καλουμνίας, ἤτοι ὁ συκοφαντικός. Καὶ ὁ μὲν βουλουμτάριος οὐδέποτε ἀναψηλαφᾶται· ὁ δὲ νεκεσσάριος ἀναψηλαφᾶται ἐπὶ ἑνὸς καὶ μόνου θέματος, ἤτοι τοῦ έ. τελευταίου κεφ. τοῦ τίτ. τοῦ κβ΄. βιβλίου. Κὰν γὰρ ὁ Κωβίδης καὶ ὁ Στέφανος ἑρμηνεύοντες τὸ λά. κεφ. τοῦ πέμπτου τίτ. τοῦ κβ΄. βιβλ. φασὶ μόνον τὸν βουλουμτάριον μὴ ἀναψηλαφᾶσθαι, τὸν δὲ νεκεσσάριον καὶ τοὺς λοιποὺς ἀναψηλαφᾶσθαι· ἀλλὰ σὺ τῇ τοιαύτῃ ἑρμηνείᾳ μὴ προσχῆς πρὸς τὰ δίγεστα γεγραμμένῃ· τὸ γὰρ μγ΄. κεφ. τοῦ έ. τίτ. τοῦ κβ΄. βιβλ. διάταγμα ὃν ά. τοῦ ά. τίτ. τοῦ δ΄. βιβλ. τοῦ κώδικος, καὶ λέγον οὕτω· Δίκη ὅρκου κατὰ συναίνεσιν ἑκατέρου μέρους, ἢ τοῦ διαδίκου ἐπιφέροντος ἐπενεχθέντος, καὶ παρασχεθέντος, ἢ συγχωρηθέντος τμηθεῖσα, οὐδὲ τῷ προσχήματι τῆς ἐπιορκίας ἀναζητεῖσθαι δύναται, εἰμὴ ἄρα ἰδικῶς τοῦτο τῷ νόμῳ ὑπεξαιρεῖται, ἀνεῖλε τὴν ἑρμηνείαν τοῦ Κωβίδου καὶ τοῦ Στεφάνου πρὸς τὰ δίγεστα συγγραφεῖσαν. Οἱ μέντοι λοιποὶ ὅρκοι ἀναψηλαφῶνται, καινῶν εὐρισκομένων δικαιωμάτων, καθὼς τοῦτό φησι τὸ διαληφθὲν λά. κεφ. Τούτων γοῦν οὕτως ἐχόντων, μὴ εἴπῃς πάντα ὅρκον ἀναψηλαφᾶσθαι, ὥστε τοὺς ἴσως εὑρισκομένους ἐπιόρκους κολάζεσθαι διὰ κανονικῶν ἐπιτιμίων· ἀλλ᾽ εἰπὲ κατὰ τὴν τῶν νόμων περίληψιν ἐκείνους ὡς ἐπιόρκους τιμωρεῖσθαι δι᾽ ἐπιτιμίων, τοὺς κατακεκριμένους ἀπὸ ἀναψηλαφήσεως ὅρκου. Οὕτω συμβίβασον τοὺς κανόνας, ὅτι καὶ ὁ ἅγιος Βασίλειος ἐπὶ μὲν τοῖς κατὰ συναίνεσιν διδομένοις ὅρκοις οὐ τρακταίζει τὰ τῆς ἐπιορκίας, ἀλλὰ διορίζεται ἔχειν τοὺς ὁμωμοκότας τὸ θεῖον τιμωρόν· ἐπὶ δὲ τοῖς λοιποῖς ζήτησιν ποιεῖται ἐπιορκίας, καὶ ἐπιτίμια δίδωσιν. Ὑπέξελέ μοι τοὺς παρά τινων γινομένους ὅρκους διὰ μικροψυχίαν, μήτε ἐξ ἐπαγωγῆς ἀντιδίκου, μήτε ἐξ ἀνάγκης δικαστικῆς, ὡς ὅταν τις ὁμόσῃ μὴ φαγεῖν κρέα, ἢ ἐν Ἰεροσολύμοις ἀπελθεῖν, ἢ ἕτερόν τι ποιῆσαι ἀγαθὸν, καὶ μὴ ποιήσῃ τοῦτο. Ὡσαύτως καὶ ὅταν τις ἐξομόσηται τόδε τι ποιῆσαι κακὸν, καὶ ἀθετήσῃ αὐτό· τηνικαῦτα γὰρ οὐ κολασθήσεται μὲν ὡς ἐπίορκος, ἄλλως δέ πως παρὰ τοῦ κατὰ χώραν ἐπισκόπου ἰατρευθήσεται. Ἡ ιγ΄. διάτ. τοῦ ά. τίτ. τοῦ δ΄. βιβλ. τοῦ κώδικός ἐστι τελευταῖον κεφ. τοῦ έ. τίτ. τοῦ κβ΄. βιβλ. τῶν βασιλικῶν, καὶ ἐδηλώθησαν τὰ περὶ τούτου εἰς τὸ προλαβὸν σχόλιον.
Σχόλιον.
Ἡ ρκδ΄. Ἰουστινιάνειος νεαρὰ κεῖται ἐν βιβλίῳ ζ΄. τῶν βασιλικῶν τίτ. δ΄. κεφ. ϛ΄. καταστρωθέντι εἰς τὴν ἑρμηνείαν τοῦ ιέ. κανόνος τῆς ἐν Καρθαγένῃ συνόδου· καὶ ἀνάγνωθι καὶ τοῦτο περὶ ἰουδικαλίου ὅρκου διαλαμβάνον, κἀντεῦθεν ἀναψηλαφωμένου. Τὸ ιγ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ιβ΄. βιβλ. τῶν διατάξεών ἐστι θέμα τελευταῖον τοῦ ιγ΄. κεφ. τοῦ έ. τίτ. τοῦ κβ΄. βιβλ. οὕτως ἔχον ὡς εἰς τὸ κείμενον ἐγράφη. Ἡ μά. διάτ. τοῦ δ΄. τίτ. τοῦ β΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. νή. τοῦ β΄. τίτ. τοῦ ιά. βιβλ. λέγον ὅσα εἰς τὸ κείμενον ἐγράφησαν. Πλὴν καὶ τὸν τοιοῦτον ὅρκον ἰουδικάλιον εἶπε· διὰ γὰρ τοῦτο καὶ ἐξ ἀθετήσεως αὐτοῦ σὺν τῇ ζημίᾳ καὶ ἀτιμίᾳ ἐπακολουθεῖ. Ἡ μβ΄. διάτ. τοῦ αὐτοῦ βιβλ. καὶ τίτ. ἐστὶ κεφ. νθ΄. τοῦ β΄. τίτ. τοῦ ιά. βιβλ. οὕτως ἔχον ὡς ἐγράφη.
Σχόλιον.
Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τοῦ δ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. μδ΄. τοῦ έ. τίτ. τοῦ κβ΄. βιβλ. τῶν βασιλ. οὕτως ἔχον· Οὐδεὶς κατὰ Θεοῦ ὀμόσας κινδυνεύει· ἱκανὸς γὰρ ὁ ὅρκος ἔχει τιμωρὸν τὸ θεῖον, εἰ γέγονε κατὰ Θεοῦ. Εἰ δὲ κατὰ βασιλέως κατά τινα θερμότητα ὥμοσέ τις συγχωρεῖται. Ὅρα οὖν ὅτι κἂν τὸ κεφ. διελάμβανε πρότερον τὸν κατὰ θερμότητα ὀμόσαντα κατὰ βασιλέως, ἤτοι εἰς ὄνομα βασιλέως, μὴ ὑποκεῖσθαι καθοσιώσει, ἀλλ᾽ ὁ τὰ βασιλικὰ ἐκθέμενος τελείως συγχωρεῖσθαι τοῦτον εἶπε· τὸν δέ γε μὴ διὰ θερμότητα ἐπιορκήσαντα λέγει ῥοπαλίζεσθαι κατὰ τὸ τελευταῖον θέμα τοῦ ιγ΄. κεφ. τοῦ αὐτοῦ τίτ. καὶ βιβλίου οὕτως ἔχον· Ὁ ἐπὶ χρήμασι κατὰ βασιλέως ὀμόσας καὶ ἐπιορκήσας ὅτι οὐ χρεωστεῖ, ἢ χρεωστεῖται, ἢ ὅτι δίδωσιν εἴσω προθεσμίας, ῥοπαλίζεται. Τὰ δὲ περὶ τοῦ ἔχειν τὸν ἐπίορκον τιμωρὸν τὸ θεῖον γραφέντα εἰς τὸ ῥηθὲν μδ΄. κεφ. ἑρμήνευσον κατὰ τὸ ὄπισθεν γραφὲν παρ᾽ ἡμῶν μέγα σχόλιον, καὶ εἰπὲ, ὅτι ὁ τοιοῦτος ὅρκος βουλουμτάριος ἦν ἢ νεκεσσάριος· ὁ γὰρ ἀπὸ μὴ τοιούτου ὅρκου ἐπιορκήσας μεγάλως κολάζεται· καὶ ζήτει τὸν πά. κανόνα τοῦ μεγάλου Βασιλείου, καὶ τὸ τελευταῖον κεφ. τοῦ λή. τίτ. τοῦ ξ΄. βιβλίου, καὶ τὸ δ΄. κεφ. τοῦ λ΄. τίτ. τοῦ αὐτοῦ βιβλίου, καὶ ἑρμήνευσον καθὼς εἴπομεν καὶ εἰς τὸ ῥηθὲν σχόλιον, ἄλλως καὶ ἄλλως κολάζεσθαι τοὺς διὰ θερμότητα ἐπιορκήσαντας καὶ τοὺς μὴ τοιούτους. Ἡ β΄. διάτ. τοῦ ή. τίτ. τοῦ θ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφάλ. ιέ. τοῦ λϛ΄. τίτ. τοῦ ξ΄. βιβλ. οὕτως ἔχον, ὡς εἰς τὸ κείμενον ἐγράφη. Εἰπὲ οὖν καὶ περὶ τούτου ὅτι εἰ μὲν κατὰ θερμότητα ὤμοσεν οὐχ ὑπόκειται, εἰ δὲ μὴ, ὑπόκειται, ὡς ἄνωθεν εἴρηται. Τὸ ζ΄. διάτ. τοῦ ιδ΄. τίτ. τοῦ β΄. βιβλ. τῶν διατ. ἐστὶ θέμα ιγ΄. τοῦ ά. τίτ. τοῦ ιά. βιβλ. τῶν βασιλικῶν, οὕτως ἔχον, ὡς εἰς τὸ κείμενον ἐδηλώθη· εἰπὲ τοίνυν ἀπὸ τοιούτου ὅρκου μηδένα κολάζεσθαι ὡς ἐπίορκον, διὰ τὸ προφανῶς εἶναι τοῦτον παράνομον καὶ ἀνυπόστατον, καὶ ὡς μηδὲ γενόμενον λογίζεσθαι. Ἡ νά. νεαρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐτέθη εἰς τίτ. λή. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν, κωλύουσα πᾶσαν πορνοβοσκίαν· ἐν δὲ τῷ τέλει τοῦ τίτ. ἐστὶ κεφ. οὕτως ἔχον· Ἡ ἐπὶ σκηνῆς οὖσα γυνὴ, κἂν ὁμόσῃ καὶ ἐγγύας δώσῃ μὴ ἀναχωρεῖν τῆς πορνείας, ἀκινδύνως ἀφίσταται, καὶ εἰ ἀπαιτήσει τις τὰς τοιαύτας ἐγγύας, ὑπόκειται τῷ τῆς ἐπιορκίας ἐγκλήματι, καὶ προστιμοῦται ί. λιτρῶν χρυσοῦ. Σημείωσαι οὖν τὸ κεφ. διδάσκον τὴν μὲν ἐπιορκήσασαν μὴ τιμωρεῖσθαι, τὸν δὲ τιμωροῦντα αὐτὴν διὰ τὴν ἐπιορκίαν, ὡς ἐπίορκον τιμωρεῖσθαι· ὅπερ ἐστὶ καινόν. Ἔτι σημείωσαι ὅτι ἔγκλημά ἐστιν ἡ ἐπιορκία, καὶ οἴομαι τὸ δεπεκουλάτους.
ΚΕΦΑΛΑΙΟΝ ΙΘ΄.
Σχόλιον.
Τὸ έ. διάτ. τοῦ β΄. τίτ. τοῦ ιβ΄. βιβλ. τῶν διατ. ἐστὶ κεφάλαιον έ. ιά. καὶ γ΄. τοῦ έ. τίτ. τοῦ κβ΄. βιβλ. τῶν βασιλικῶν, τὰ αὐτὰ λέγον.
ΚΕΦΑΛΑΙΟΝ ΚΑ΄.
Σχόλιον.
Ὁ δ΄. τίτ. τοῦ ά. βιβλ. τοῦ κώδικος, καὶ ὁ δ΄. τίτ. τοῦ έ. βιβλ. τοῦ κώδικος ἐξελήφθησαν ἐν βιβλ. τῶν βασιλικῶν κή. τίτ. ά. αἱ δὲ διατάξεις αὗται οὐκ ἐτέθησαν εἰς τὰ βασιλικά. Ὁ μά. τίτ. τοῦ ιά. βιβλ. τοῦ κώδικός ἐστι τίτ. λζ΄. τοῦ νδ΄. βιβλ. τῶν βασιλικῶν, καὶ ἔχει τὸ ά. αὐτοῦ κεφ. οὕτως· Ἐπιτελείσθωσαν μὲν οἱ ἀγῶνες ἀκωλύτως τοῦ λοιποῦ· μηδεὶς δὲ ἀγωνιζέσθω ἄκων· ἑκόντας γὰρ βουλόμεθα δαπανᾶν· ἀνάγνωθι καὶ κεφ. β΄. καὶ γ΄. Ὁ ά. τίτ. τοῦ γ΄. βιβλ. τῶν διατάξεών ἐστι βιβλ. ή. τῶν βασιλικῶν τίτ. ά. Ὁ β΄. τίτ. τοῦ κγ΄. βιβλ. τῶν διατ. ἐστὶ βιβλ. κά. τῶν βασιλικῶν τίτ. β΄. Ὁ β΄. τίτ. τοῦ κγ΄. βιβλ. ἐτέθη εἰς βιβλ. κή. τῶν βασιλικῶν τίτ. έ. Τὸ δὲ μή. διάτ. αὐτοῦ οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Φησὶ δὲ τὸ τελευταῖον θέμα τοῦ β΄. κεφ. τοῦ β΄. τίτ. τοῦ κά. βιβλ. Σκηνή ἐστιν, ἔνθα τις ἵσταται, καὶ ἐφεξῆς ὅσα εἰς τὸ κείμενον ἐγράφησαν χάριν τῶν σκηνικῶν. Τὸ ή. θ΄. καὶ ί. θέμα τοῦ ά. κεφ. τοῦ ά. τίτ. τοῦ ή. βιβλ. τῶν βασιλικῶν φησὶ χάριν τῶν θηριομάχων ὅσα εἰς τὸ κείμενον συνωψίσθησαν. Τὸ μὴ εἶναι ἀτιμοποιὸν τὴν τύχην τῶν ἀθλητῶν ἐστι κεφ. δ΄. τοῦ β΄. τίτ. τοῦ κά. βιβλ. τῶν βασιλικῶν, καὶ τὸ, προαγωγός ἐστιν ὁ πόρον τοιοῦτον, καὶ τὰ ἑξῆς, εἰσὶ θέματα β΄. καὶ γ΄. τοῦ αὐτοῦ κεφ. οὕτω ῥητῶς ἔχοντα ὡς κατεστρώθησαν εἰς τὸ κείμενον. Ἐρωτήσει δέ τις διατί ὁ μὲν μισθώσας ἑαυτὸν εἰς παιγνικὴν τέχνην καὶ μὴ ἐπιδειξάμενος οὐκ ἀτιμοῦται, ὁ δὲ μισθώσας ἑαυτὸν εἰς τὸ θηριομαχῆσαι, κἂν μὴ θηριομαχήσῃ, ἀτιμοῦται. Ἐπὶ μὲν τῆς παιγνικῆς τέχνης τὸ ἔργον ἐπάγει τὴν ἀτιμίαν, οὐ μὴν ὁ σκοπός· καὶ τοῦτο δηλοῦται ἀπὸ τοῦ ἀτιμοῦσθαι καὶ τὸν μὴ ἐπὶ μισθῷ ἀλλὰ κατὰ φιλοτιμίαν ἐπιδειξάμενον παιγνικὴν τέχνην. Ἐπὶ δὲ τοῦ θηριομαχοῦντος οὐ τὸ ἔργον μισεῖται, ἀλλ᾽ ὁ σκοπός· θηριομαχοῦσι γὰρ καὶ βασιλεῖς, καὶ στρατιῶται τὴν οἰκείαν γενναιότητα ἐπιδεικνύμενοι· καὶ διὰ τοῦτο ὁ μὲν διὰ μισθὸν καὶ αἰσχροκέρδειαν προδοὺς τὴν οἰκείαν ζωὴν, κἂν μὴ θηριομαχήσῃ, ἀτιμοῦται· ὁ δὲ λαβὼν χρήματα χάριν τοῦ ἐπιδείξασθαι παιγνικὴν τέχνην, εἰ μὴ ἐπιδείξηται αὐτὴν οὐκ ἀτιμοῦται. Ὁ θ΄. τίτ. τοῦ θ΄. βιβλίου τοῦ κώδικος ἐτέθη εἰς βιβλ. ξ΄. τῶν βασιλικῶν τίτ. λζ΄. κεφ. μή. ἡ δὲ β΄. διάτ. παρελείφθη· κεῖται δὲ ὅμοιον ἐν βιβλ. δ΄. τοῦ κώδ. τίτ. ζ΄. διατάξει έ. τῶν δὲ βασιλικῶν βιβλίῳ κδ΄. τίτ. β΄. καὶ κεφ. ιδ΄. οὕτως ἔχοντι κατὰ τὰς ἀρχάς· Ὁ εἰδὼς πορνεύεσθαι τὴν αὐτοῦ γυναῖκα, καὶ σιωπῶν, πορνοβοσκίαν ποιεῖ.
ΚΕΦΑΛΑΙΟΝ ΚΒ΄.
Σχόλιον.
Ὁ μά. τίτ. τοῦ ιά. βιβλ. τοῦ κώδικός ἐστι τίτ. λζ΄. τοῦ νδ΄. βιβλ. τῶν βασιλικῶν, καὶ ἐδηλώθη τὰ περὶ τούτου ὄπισθεν. Ὁ μὲν τίτ. μβ΄. τοῦ αὐτοῦ βιβλ. κεῖται εἰς τίτ. λή. τοῦ ῥηθέντος νδ΄. βιβλ. τῶν βασιλικῶν, πλὴν τὰ τούτου κεφ. εἰς τὰ βασιλικὰ οὐκ ἐτέθησαν. Οὐδὲ ὁ μδ΄. τίτ. οὐδὲ ὁ μέ. οὐδὲ ὁ μϛ΄. Τοῦ δὲ μά. τὰ μὲν έ. κεφ. τὰ πρῶτα ἐτέθησαν, ὡς εἴρηται, εἰς τὸν λζ΄. τίτ. τοῦ νδ΄. βιβλ. τὰ δὲ λοιπὰ ἐτέθησαν εἰς τὸν λή. τίτ. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν, περὶ πορνοβοσκῶν διδάσκοντα, καὶ παρακελευόμενα ἐλευθεροῦσθαι διὰ τοῦ κατὰ χώραν ἐπισκόπου τοὺς ἀναγκαζομένους δούλους ποιῆσαί τι αἰσχρόν· καὶ ἀνάγνωθι τὸν ὅλον τίτλον, καὶ τὴν ἑν αὐτῷ Ἰουστινιάνειον νεαρὰν κολάζουσαν μεγάλως τὸ τῆς πορνείας ἐπιτήδευμα, καὶ πάντα πορνοβοσκόν.
ΚΕΦΑΛΑΙΟΝ. ΚΓ΄.
Σχόλιον.
Τὸ κή. διάτ. τοῦ ιθ΄. τίτ. τοῦ μή. βιβλ. τῶν διατ. ἐστὶ θέμα ί. τοῦ κή. κεφ. τοῦ νά. τίτ. τοῦ ξ΄. βιβλ. τὰ αὐτὰ λέγον, ὅσα εἰς τὸ κείμενον ἐγράφησαν. Ἡ β΄. διάτ. τοῦ ιή. τίτ. τοῦ ζ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. γ΄. τοῦ θ΄. τίτ. τοῦ μή. βιβλ. τῶν βασιλικῶν οὕτως ἔχον ὡς εἰς τὸ κείμενον συνωψίσθη. Περὶ δὲ τῶν ψηλαφώντων θήκας τελευτησάντων χάριν τοῦ ἀποσυλῆσαι τὰ ἐν τούτοις, ἀνάγνωθι τὴν ϟϛ΄. νεαρὰν τοῦ βασιλέως κυροῦ Λέοντος τοῦ σοφοῦ διοριζομένην τοὺς ἅπας μὲν εἰς τοῦτο ἁλόντας συγγνώμης τυγχάνειν, τοὺς δὲ τολμῶντας καὶ αὖθις τὸ κακὸν σωφρονίζεσθαι διὰ μαγκλαβίων καὶ κουρᾶς. Οἴομαι δὲ τὰ τῆς τοιαύτης νεαρᾶς μὴ ἔχειν χώραν εἰς τοὺς τυμβωρύχους· ἄλλο γάρ ἐστι τὸ μεταθεῖναι λείψανα τεθνεώτων, καὶ ἕτερον τὸ κλεπτικῇ διαθέσει ὑφελέσθαί τι ἐκ τῶν ἐν αὐτοῖς ὄντων, κἂν καταχρηστικῶς καὶ τοῦτο τυμβωρυχία λέγεται· καὶ ἀνάγνωθι τὸ κζ΄. κεφ. τοῦ θ΄. τίτ. τοῦ παρόντος συντάγματος περὶ τὸ τέλος διδάσκον περὶ τῆς κυρίως τυμβωρυχίας.
ΚΕΦΑΛΑΙΟΝ ΚΘ΄.
Σχόλιον.
Ἡ ά. διάτ. τοῦ μγ΄. τίτ. τοῦ κώδικός ἐστι κεφ. έ. τοῦ ή. τίτ. τοῦ ξ΄. βιβλ. τῶν βασιλικῶν οὕτω λέγον· Ἡ διάταξις κωλύει τὰ παίγνια, καὶ πέντε ὑπεξαιρουμένων, ὁρίζει καί τινα ἐπιτίμια κατὰ τῶν κυβευόντων, ἐπιτρέπουσα τῷ ἐπάρχῳ τῆς πόλεως, καὶ τοῖς ἄρχουσι τῶν ἐπαρχιῶν, καὶ τοῖς ἐπισκόποις, ζητεῖν καὶ κωλύειν, καὶ πάντα τὰ ἐν αὐτοῖς γινόμενα συναλλάγματα ἀποτρέπειν. Δίδωσι δὲ ἀγωγὰς ἐκ τῶν ἐπιτετραμμένων πέντε παιγνίων, καὶ ἀπαίτησιν τῶν ἐντεῦθεν χρεωστηθέντων, δέκα λιτρῶν ἐπιτίμιον ὁρίζουσα κατὰ τῶν συγχωρούντων παραβῆναι τὴν διάταξιν. Ἡ δὲ διάτ. β΄. τοῦ μγ΄. τίτ. τοῦ γ΄. βιβλ. τοῦ κώδικός ἐστι κεφ. ϛ΄. τοῦ ή. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν, λέγον οὕτω ῥητῶς· Ἡ διάτ. κωλύει τὰ λεγόμενα ξυλικὰ ἱππικὰ ἀπαιτοῦσα κίνδυνον κατὰ τῶν παιζόντων, καὶ δήμευσιν κατὰ τῶν οἴκων, ἐν οἷς τὰ τοιαῦτα γίνεται παίγνια. Δίδοται δὲ καὶ ἀνάδοσις τῷ ἡττηθέντι καὶ καταβαλόντι· ἢ ἐὰν μὴ βούληται ἀναλαβεῖν, κελεύει ταῦτα εἰς ἔργα δημόσια τῆς πόλεως ἐκείνης δαπανᾶσθαι. Ὥστε σημείωσαι ὅτι ἐν τῷ βασιλικῷ οὐκ ἐτέθη τὸ ὑπερβαίνειν τὴν τριακονταετίαν τὴν ἀπαίτησιν τῶν χάριν παιγνίου κωλυομένου δοθέντων. Ὡσαύτως οὐδὲ τὸ συνθηκίζειν τοὺς πλουσίους μέχρις ἑνὸς νομίσματος, καὶ ἄλλα πολλά. Καὶ ἐπεὶ ταῦτα οὕτως ἔχουσιν, ὀφείλεις εἰπεῖν ὅτι καὶ αἱ περὶ τοιούτων παιγνίων ἀγωγαὶ τῇ τριακονταετίᾳ κλείονται, καθὼς καὶ πᾶσα προσωπικὴ ἀγωγὴ, καὶ ἐπὶ τῶν έ. δὲ παιγνίων τῶν ἐπιτετραμμένων, ἔξεστι συνθηκίζειν καθὼς τοῖς μέρεσι δόξει, καὶ οὐ μέχρι νομίσματος ἑνὸς κατὰ τὴν παλαιὰν νομοθεσίαν. Γίνωσκε δὲ ὅτι μονόβολον λέγεται ὁ δρόμος, κοντομονόβολον, τὸ πήδημα, κυντανὸς κόνταξ χωρὶς τῆς πόρπης ὁ ἀκοντισμὸς ἄνευ περόνης, ἤτοι σιδήρου, ἀπὸ Κυίντου τινὸς οὕτω κληθεὶς, περιχυτὴ ἡ πάλη, καὶ ἱππικὴ τὸ ἱπποδρόμιον. Περὶ δὲ τοῦ ξυλίνου ἱππικοῦ ποτε γέγονεν ἀμφιβολία παρὰ τῷ βασιλικῷ βήματι, καί τινες μὲν εἶπον εἶναι τοῦτο τὸ συνήθως παρὰ τῶν παίδων γινόμενον παίγνιον ἔξωθεν τοῦ ἱππικοῦ, ἀντὶ ἵππων χρωμένων ἀνθρώποις εἰς διφρηλασίαν· τινὲς δὲ εἶπον τοῦτο εἶναι ξύλινόν τι κατασκεύασμα διὰ κλιμάκων λοξοειδῶν ἀνυψούμενον, ἐχουσῶν διὰ μέσου ὀπὰς διαφόρους· οἱ γὰρ συνθηκίζοντες ἐπὶ τῷ τοιούτῳ παιγνίῳ βώλους τέτταρας ἑτεροβαφεῖς ἄνωθεν τῶν κλιμάκων τιθέμενοι πρὸς τὸ κάταντες ἀπολύουσι, καὶ ὁ πρῶτος ἀπὸ τῶν βαλλομένων ἐξερχόμενος βῶλος διὰ τῶν ὀπῶν ἐκ τῆς τελευταίας ὀπῆς τὴν νικῶσαν δίδωσι τῷ ἔχοντι αὐτόν. Ἔοικεν οὖν κἀμοὶ τοῦτο τὸ δεύτερον παίγνιον παρὰ τοῦ νόμου ἀποτρέπεσθαι καὶ κολάζεσθαι, ὡς ἔχον αἰτίαν κόττου. Περὶ δὲ τῶν κυβευόντων κληρικῶν ἀνάγνωθι καὶ τὴν πζ΄. νεαρὰν τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου.
ΚΕΦΑΛΑΙΟΝ Λ΄.
Σχόλιον.
Διέσιόν ἐστι φθόγγος μουσικὸς οὕτω λεγόμενος παρὰ φιλοσόφοις καὶ χωρίζων τὴν διὰ πασῶν ἁρμονίαν, ἐξ οὗ καὶ διέχεια εἴρηται. Τῶν γοῦν ὁμοζύγων μιᾶς ἁρμονίας τόπον ἐπεχόντων (ἔσονται γὰρ, φησὶν, εἰς σάρκα μίαν) ἐὰν ἐξ εὐλόγου αἰτίας ὁπωσδήποτε διάστασις καὶ χωρισμὸς γένηται μέσον αὐτῶν, λέγομεν γίνεσθαι διέσιον, ὅπερ ἐπὶ τῶν μνηστήρων χώραν οὐκ ἔχει κυρίως ἀλλὰ διαζύγιον· μήπω γὰρ γενομένου γάμου καὶ συναφείας, κἂν δοκῶσι συναφθῆναι οἱ μνηστῆρες, ἀλλὰ τοῖς σώμασι κεχωρισμένοι εἰσὶν, ὡς τὰ ὑπὸ τὸν ζυγὸν ὄντα ζῶα· πλὴν ἤρεσε τοῖς νομοθέταις ἀδιαφόρως καὶ ἐπὶ τῶν ὁμοζύγων τὸ διαζύγιον λέγεσθαι, ὅπερ ὠνόμασται παρὰ Λατίνοις ῥεπούδιον· καὶ ἀνάγνωθι βιβλ. β΄. τίτ. β΄. κεφ. ρβ΄. Ἡ δ΄. διάτ. τοῦ ό. τίτ. τοῦ έ. βιβλίου τοῦ κώδικός ἐστι κεφ. κά. τοῦ ί. τίτ. τοῦ λή. βιβλίου τῶν βασιλικῶν τὰ αὐτὰ λέγον, ὅσα εἰς τὸ κείμενον ἐγράφησαν. Τὸ κβ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ κδ΄. βιβλίου τῶν διατάξεών ἐστι θέμα θ΄. τοῦ κβ΄. κεφ. τοῦ ή. τίτ. τοῦ κή. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον, ὡς εἰς τὸ κείμενον ἐγράφησαν. Πλὴν γίνωσκε ὅτι τὸ τοιοῦτον κεφ. ἀνῃρέθη ὑπὸ τῆς ριζ΄. Ἰουστινιανείου νεαρᾶς τῆς κειμένης ἐν βιβλίῳ κή. τῶν βασιλικῶν τίτ. ζ΄. καὶ λεγούσης τὰς αἰτίας δι᾽ ἃς ῥεπούδιον πέμπεται, τῆς δὲ μανίας ὅλως μὴ ἐπιμνησθείσης. Ἡ μέν τοι ρ΄. καὶ ρά. νεαρὰ τοῦ βασιλέως κυρίου Λέοντος τοῦ σοφοῦ, διορίζονται τὸν μὲν ἄνδρα καρτερεῖν ἐπὶ τριετίᾳ, καὶ ἐντὸς ταύτης μὴ διαλύειν τὴν μετὰ τῆς μανείσης γυναικὸς αὐτοῦ συζυγίαν, τὴν δὲ γυναῖκα μὴ διαζεύγνυσθαι τοῦ μανέντος ἀνδρὸς αὐτῆς, εἰμὴ παρέλθῃ πενταετία. Ἀνάγνωθι καὶ τὴν νεαρὰν τοῦ βασιλέως κυροῦ Νικηφόρου Βοτανειάτου περὶ μανέντων ὁμοζύγων διαλεγομένην τὰ αὐτά.