Library › Theodore Balsamon › Commentary on the Nomocanon
Commentary on the Nomocanon
Theodore Balsamon, Greek, RP 1, 1852
Title 4
ΤΙΤΛΟΣ Δ΄.
ΠΕΡΙ ΚΑΤΗΧΟΥΜΕΝΩΝ, ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ.
ΚΕΦΑΛΑΙΟΝ Δ΄.
Σχόλιον.
Ἡ ί. διάτ. τοῦ ή. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἔστιν εἰς τὰ βασιλικά. Ἡ γ΄. διάτ. τοῦ γ΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρμδ΄. κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν ά. τίτ. ά. κεφ. νά. ἥτις καὶ γραφήσεται εἰς τὸ τέλος τοῦ ζ΄. κεφ. τοῦ δ΄. τίτ.
ΚΕΦΑΛΑΙΟΝ Ζ΄.
Σχόλιον.
Ἡ ά. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. μδ΄. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν οὕτω λέγον καθὼς εἰς τὸ κείμενον ἐδηλώθη. Ἡ ί. διάτ. τοῦ ιά. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ μέν τοι γ΄. διάτ. τοῦ γ΄. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρμδ΄. κειμένη ἐν βιβλίῳ ά. τῶν βασιλικῶν τίτ. ά. κεφ. νά. θεσπίζουσα Σαμαρείτας μηδέν τι λαμβάνειν ἀπὸ διαθήκης, ἢ ἐξ ἀδιαθέτου, ἢ ἐκ δωρεᾶς, μηδὲ διατίθεσθαι αὐτοὺς, ἢ δωρεῖσθαι αἱρετικοῖς, μόνους δὲ τοὺς γεωργοὺς Σαμαρείτας κληρονομεῖν, καὶ ἐξ ἀδιαθέτου, καὶ ἐκ διαθήκης ἀλλήλους, ἀλλὰ μηδὲ γίνεσθαί τινα ἐκ τούτων στρατιώτην, ἢ συνήγορον, ἢ ἕτερόν τι ὀφφίκιον αὐτοὺς ἐγχειρίζεσθαι, κατηχεῖσθαι δὲ αὐτοὺς ἐπὶ διετίαν, δεκτικοὺς ὄντας τῆς κατηχήσεως, ἔτι μὴν ἐλευθεροῦσθαι καὶ τοὺς παρ᾽ αὐτῶν ἐξωνουμένους δούλους χριστιανοὺς ὄντας.
ΚΕΦΑΛΑΙΟΝ Ι΄.
Σχόλιον.
Τὸ ά. διάτ. τοῦ δ΄. τίτ. τοῦ κέ. βιβλίου τῶν διατάξεών ἐστι θέμα β΄. τοῦ ά. κεφ. τοῦ ζ΄. τίτ. τοῦ λά. βιβλίου οὕτως ἔχον· Τὸ ἐγκυμονούμενον πρὶν ἢ τεχθῇ μέρος ἐστὶ τῆς γυναικός· καὶ διὰ τοῦτο ἕως ἂν τεχθῇ, οὐχ ἁρμόζει τῷ πατρὶ τὸ περὶ παίδων δόγμα. Τὸ ί. διάτ. τοῦ γ΄. τίτ. τοῦ μά. βιβλίου τῶν διατάξεών ἐστι θέμα γ΄. τοῦ ί. κεφ. τοῦ μ΄. βιβλίου τῶν βασιλικῶν οὕτω λέγον· Τὸ τεχθὲν ἀπὸ βοὸς ἢ δούλης κλεψίμου, καὶ κληρονόμος τοῦ κλέπτου, καὶ ἀγοραστὴς ἀγνοῶν διὰ χρονίας νομῆς δεσπόζει· τὸ γὰρ τεχθὲν οὐκ ἔστι μέρος τοῦ κλεψιμαίου. Τὸ κστ΄. διάτ. τοῦ ιστ΄. τίτ. τοῦ ν΄. βιβλίου τῶν διατάξεών ἐστι κεφ. κϛ΄. τοῦ β΄. τίτ. τοῦ β΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον· Ὁ τοκετὸς κλεψιμαίας δούλης οὐκ ἔστι μέρος αὐτῆς. Τούτων οὕτως ἐχόντων ἐρωτήσει τις, τίνος χάριν τοῦ ί. κεφ. τοῦ παρόντος συντάγματος περὶ ἐγκύου βαπτιζομένης διδάσκοντος, ἐμνήσθη ὁ πατριάρχης τῶν ῥηθέντων κεφαλαίων ὡς δοκούντων ἐναντιοφανῶν; Ἀμφιβολία ἦν περὶ τοῦ εἰ χρὴ τὴν κυοφοροῦσαν βαπτίζεσθαι· ἔλεγον γάρ τινες ὡς ἐπεὶ τὸ κυοφορούμενον τοῖς μητρικοῖς ἐγκάτοις κρυπτόμενον συνήνωται τῇ μητρὶ διόλου ὡς μέρος αὐτῆς, καὶ οὐ δύναται σὺν τῇ μητρὶ φωτισθῆναι διὰ τὸ μηκέτι εἰς φῶς ἐλθεῖν, μηδὲ προαίρεσιν ἔχειν τῆς ὁμολογίας τοῦ θείου βαπτίσματος, οὐδὲ ἡ ἐγκυμονοῦσα ὀφείλει βαπτίζεσθαι, ἀλλὰ περιμένειν τὴν εἰς τὸ φῶς τοῦ κυοφορουμένου ἐξέλευσιν, ἵνα μὴ τὸ μὲν ἐκ τῶν μερῶν αὐτῆς βαπτισθῇ, τὸ δὲ μείνῃ ἀφώτιστον, καὶ ὅτι ἂν σὺν τῇ ἐγκυμονούσῃ τὸ κυοφορούμενον βαπτισθῇ, μετὰ τὸ εἰς φῶς ἐξελθεῖν ἐὰν βαπτισθείη, εὑρεθείη δὶς βαπτιζόμενον, ὅπερ ἄτοπον. Καὶ ἡ ἐν Νεοκαισαρείᾳ σύνοδος ἔλυσεν ἐν στ΄. κανόνι τὸ ἀμφίβολον οὕτω διορισαμένη περὶ κυοφορούσης, ὅτι δεῖ φωτίζεσθαι ὁπότε βούλεται, οὐδὲν γὰρ ἐν τούτῳ κοινωνεῖ ἡ τίκτουσα τῷ τικτομένῳ διὰ τὸ ἑκάστου ἰδίαν τὴν προαίρεσιν τὴν ἐπὶ τῇ ὁμολογίᾳ δείκνυσθαι. Τοῦ γοῦν θείου τούτου κανόνος λέγοντος μὴ ἐπικοινωνεῖν τῇ τικτούσῃ τὸ τικτόμενον, ὁ τὸ παρὸν σύνταγμα συνθέμενος πατριάρχης εὑρίσκων τοὺς διαληφθέντας νόμους, ποτὲ μὲν λέγοντας μέρος εἶναι τῆς ἐγκύου τὸ κυοφορούμενον παρὰ τὴν δύναμιν τοῦ κανόνος, ποτὲ δὲ μὴ εἶναι, τέθεικεν ἐν τῷ ὕφει τὰ ἐναντιοφανῆ, τὴν λύσιν ὡς ἔοικεν εἰς τὴν ἡμετέραν ἀναρτήσας ἀμάθειαν. Φαμὲν τοίνυν ὡς οὐκ ἐναντιοῦνται ἀλλήλοις τὰ ῥηθέντα νόμιμα· τὸ γὰρ κυοφορούμενον ἀεὶ πρὸ τοῦ τεχθῆναι μέρος ἐστὶ τῆς μητρὸς, ὡς καὶ τὸ τοῦ λά. βιβλίου κεφάλαιόν φησι, καὶ διὰ τοῦτο οὐ δύναται ὁ πατὴρ ἀνακαλεῖσθαι αὐτὸ ὡς ὑπεξούσιον· μετὰ μέν τοι τὸ γεννηθῆναι ἀνακαλεῖται τοῦτο, ὡς μὴ ὃν μέρος τῆς μητρός. Καὶ ὁ καλῇ δὲ πίστει νεμηθεὶς τὸ τεχθὲν ἀπὸ κλοπιμαίας δούλης δεσπόζει αὐτοῦ, ὡς μὴ ὄντος κλοπιμαίου. Τὸ μέν τοι κεφ. ί. οὐχὶ διὰ τὸ μὴ εἶναι μέρος τῆς κυοφορούσης τὸ κυοφορούμενον ἐπέτρεψε τὸ βάπτισμα ταύτης, μέρος γάρ ἐστιν αὐτῆς πρὸ τοῦ τεχθῆναι, ἀλλὰ διὰ τὸ μὴ ἐπικοινωνεῖν τὴν τίκτουσαν τῷ τικτομένῳ, ἤγουν μὴ λογίζεσθαι καὶ ταύτην ἀφώτιστον ἐκ τοῦ μὴ δύνασθαι τὸ κυοφορούμενον βαπτίσματος ὁμολογίαν ἀναδέχεσθαι. Πότε δὲ ὁ τοκετὸς τῆς κλοπίμου δούλης δεσπόζεται, καὶ πότε οὐ, φασὶ νόμοι διάφοροι. Καὶ ζήτει τὰ γραφέντα ἔξωθεν τοῦ ἄνωθεν καταστρωθέντος κϛ΄. κεφ. τοῦ β΄. τίτ. τοῦ β΄. βιβλίου τῶν βασιλικῶν.
ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.
Σχόλιον.
Ἡ ά. καὶ β΄. διάταξις τοῦ ϛ΄. τίτλου τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Τὸ ιδ΄. διάταγμα τοῦ έ. τίτ. τοῦ κθ΄. βιβλίου τῶν διατάξεών ἐστι κεφ. ιδ΄. τοῦ ιστ΄. τίτ. τοῦ λέ. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον· Ἐὰν πλησιάζων τῇ ἥβῃ ἄνηβος παρακαθεύδων τῷ ἀναιρεθέντι δεσπότῃ μὴ δημοσιεύσῃ τὸ γεγονὸς, τιμωρεῖται. Τοῖς γὰρ ὑπὸ τὴν αὐτὴν στέγην ἀνήβοις συγχωρεῖ, οὐ μὴν τοῖς ὑπηρέταις, ἢ μετόχοις, εἰ δύνανται νοεῖν τὸ πραττόμενον· οἱ γὰρ τοιοῦτοι οὐδὲ ἀφ᾽ ἑτέρας αἰτίας βοηθοῦνται. Τὸ έ. διάτ. τοῦ ά. τίτλου τοῦ κή. βιβλίου ἐστὶ θέμα τελευταῖον τοῦ έ. κεφ. τοῦ ά. τίτ. τοῦ λέ. βιβλίου οὕτω διεξιόν· Ὁ ἄῤῥην πληρώσας τὰ ιδ΄. ἔτη διατίθεται, ἡ δὲ θήλεια τὰ β΄. ὁ δὲ γεννηθεὶς καλένδαις ἰανουαρίαις δοκεῖ πληροῦν τὸν ἐνιαυτὸν ἀπὸ ϛ΄. ὥρας τῆς νυκτὸς τῆς πρὸ μιᾶς καλενδῶν ἰανουαρίων τοῦ ἑξῆς ἔτους. Ἡ γ΄. διάτ. τοῦ ξ΄. τίτ. τοῦ έ. βιβλίου τοῦ κώδικός ἐστι κεφ. γ΄. τοῦ ιθ΄. τίτ. τοῦ λή. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον· Τὸ παλαιὸν ἡ μὲν τῶν θηλειῶν ἥβη ἀπὸ μόνων τῶν ιβ΄. ἐνιαυτῶν ἐκρίνετο, ἡ δὲ τῶν ἀῤῥένων ἐκ τοῦ πληρωθῆναι τὸν ιδ΄. ἐνιαυτὸν μετὰ τοῦ συντρέχειν καὶ τὴν τοῦ σώματος ἕξιν, ὡς ἔγνως καὶ ἐν τοῖς ἰνστιτούτοις. Ἡ διάταξις οὖν κελεύει καὶ ἐπὶ τῶν ἀῤῥένων ἀπὸ τῶν ιδ΄. ἐνιαυτῶν κρίνεσθαι, μὴ ἐπιζητούντων ἡμῶν τὸ σχῆμα τοῦ σώματος διὰ τὸ ἀπρεπές. Ὁ δὲ κβ΄. τίτ. τῆς ά. ἰνστιτουτιῶνος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ὁ ά. τίτ. τοῦ λδ΄. βιβλίου τῶν διατάξεων ἐτέθη εἰς βιβλίον μδ΄. τίτ. ιδ΄. καὶ ζήτει κεφ. αὐτοῦ ιδ΄. οὕτως ἔχον· Ἐὰν ἀνήβοις ληγατεύσω διατροφὰς, καὶ μὴ δείκνυται ἕως πότε ἠθέλησα λαμβάνειν αὐτὰς, ἕως οὗ ζῶσι λαμβάνουσιν. Εἰ δὲ εἶπον μέχρι τῆς ἥβης, ὁ μὲν ἄῤῥην μέχρι τοῦ ιή. ἔτους, ἡ δὲ θήλεια τοῦ ιδ΄. λαμβάνουσιν. Ἐπὶ μόνων δὲ τῶν διατροφῶν φιλαγάθως οὕτως ἡ ἥβη ὁρίζεται. Τὸ κβ΄. διάτ. τοῦ ί. τίτ. τοῦ μή. βιβλίου ἐστὶ κεφ. κβ΄. τοῦ μά. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν οὕτω διαλαμβάνον· Οὔτε τῷ Λιβονιανείῳ δόγματι, οὔτε τῷ ἐγκλήματι τοῦ πλαστοῦ ἄνηβος ὑποπίπτει. Τὸ λϛ΄. διάτ. τοῦ έ. τίτ. τοῦ μή. βιβλίου ἐστὶ κεφ. μ΄. τοῦ λζ΄. τίτ. τοῦ ξ΄. βιβλίου τῶν βασιλικῶν λέγον· Μετὰ τὴν ἥβην πλημμελεῖ ὁ νέος μοιχείαν, καὶ ὑπόκειται τῷ νόμῳ. Ἡ δὲ λζ΄. νεαρὰ ἐτέθη εἰς βιβλίον ά. τίτλον ά. κεφ. μέ. οὕτως ἔχον· Αἱρετικὸς μὴ βαπτιζέτω, μήτε πολιτευέσθω, μήτε μετελθέτω οἱονδήποτε πολιτικὸν ὀφφίκιον. Ὁ ἀναβαπτισθεὶς στρατείας μόνης κωλύεται, Ἰουδαῖος Χριστιανὸν ἀνδράποδον μὴ ἐχέτω, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν διδάσκουσι τὰ κεφ. περὶ τῶν ἀνήβων καὶ τῶν ἀναβαπτιζομένων, ἢ ἄλλως ἁμαρτανόντων, πότε συγγινώσκονται, καὶ πότε οὐ συγγινώσκονται, καὶ ποῖος χρόνος ὁ μετὰ τὴν ἥβην ἐστί. Σὺ δὲ συναγαγὼν εἰπὲ, ὅτι ἡ ἀνηβότης εἰς τρία διαιρεῖται· εἰς ἴμφαντα ἄνηβον τὸν ἐστερημένον φωνῆς, καὶ ἤδη συμπληροῦντα τὴν τριετίαν· εἰς πρόξιμον ἴμφαντα τὸν πλησιάζοντα τῇ φωνῇ, καὶ συμπληροῦντα τὸν ζ΄. ἐνιαυτόν· καὶ εἰς πρόξιμον πουβέρτατον τὸν πλησιάζοντα τῇ ἡλικίᾳ, καὶ δεκτικὸν ὄντα δόλου, ὅστις ἀπὸ τοῦ ζ΄. ἐνιαυτοῦ καὶ μέχρι τοῦ ιδ΄. καὶ αὐτοῦ προβαίνει· καὶ οἱ μὲν μὴ δεκτικοὶ δόλου ἄνηβοι ἀπὸ ἁμαρτήματος οὐκ εὐθύνονται, οἱ δὲ παρὰ τούτους, ἤγουν οἱ πληρώσαντες τὸν ζ΄. ἐνιαυτὸν, καὶ ἀναβαπτιζόμενοι εὐθύνονται, καὶ ἄλλως ἁμαρτήσαντες τιμωροῦνται, κατὰ τὸ ιδ΄. κεφ. τοῦ ιϛ΄. τίτ. τοῦ λέ. βιβλίου, ὅπερ καὶ ἐνταῦθα κατεστρώθη· καθ᾽ ὃ δὴ κεφ. ἑρμηνεῦσαι ὀφείλεις καὶ τὸ κβ΄. κεφ. τοῦ μά. τίτ. τοῦ ξ΄. βιβλίου· καὶ εἰπὲ ἐκεῖνον τὸν ἄνηβον μὴ ὑποπίπτειν τῷ ἐγκλήματι τοῦ πλαστοῦ, τὸν ἥττονα τοῦ ζ΄. ἐνιαυτοῦ. Ἀλλὰ καὶ τὸ μ΄. κεφ. τοῦ λζ΄. τίτ. τοῦ ξ΄. βιβλίου οὕτως ἑρμήνευσον. Τὸ γὰρ μετὰ τὴν ἥβην ὑποκεῖσθαι τὸν νέον τῷ περὶ μοιχείας ἐγκλήματι τοιοῦτόν ἐστιν ἤγουν τὸ ἐνέχεσθαι αὐτὸν πλημελοῦντα οὐ μόνον ἐν ἀνηβότητι, ἀλλὰ καὶ μετὰ ταῦτα. Τὸ δὲ περὶ τῶν διατροφῶν ἐστι παρὰ κανόνας διὰ τὸ ἀναγκαιότατον τῶν διατροφῶν, καθὼς καὶ αὐτὸ τὸ ιδ΄. κεφ. τοῦ ιδ΄. τίτ. τοῦ μδ΄. βιβλίου φησὶν, ὅπερ κατεστρώθη ἐνταῦθα. Πλὴν γίνωσκε ὅτι οἱ τοιοῦτοι ἄνηβοι οὐ κολάζονται ὡς οἱ τέλειοι, ἀλλὰ μετρίως τιμωροῦνται· καὶ ζήτει βιβλίον λέ. τίτ. ιϛ΄. κεφ. ά. θέμα τελευταῖον, καὶ βιβλίον ξ΄. τίτ. ν΄. κεφ. ιέ. θέμα β΄. καὶ βιβλίον β΄. τίτ. γ΄. κεφ. ρή.