Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › Theodore Balsamon › Commentary on the Nomocanon

Commentary on the Nomocanon

Theodore Balsamon, Greek, RP 1, 1852

Title 5

ΤΙΤΛΟΣ Ε΄.
ΠΕΡΙ ΤΩΝ ΚΑΤΑΦΡΟΝΟΥΝΤΩΝ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ, ΚΑΙ ΣΥΝΑΞΕΩΝ, ΚΑΙ ΜΝΗΜΩΝ, ΚΑΙ ΤΩΝ ΕΣΘΙΟΝΤΩΝ ΕΝ ΕΚΚΛΗΣΙΑΙΣ· ΚΑΙ ΠΕΡΙ ΑΓΑΠΩΝ.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Σχόλιον.

Ἡ γ΄. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι βιβλίον έ. τῶν βασιλικῶν τίτ. ά. κεφ. ιά. οὕτως ἔχον· Μέχρι τῶν πρὸ τῆς δημοσίας ἀγορᾶς τῆς ἐκκλησίας ὅρων, τὸ ἀσφαλὲς ἐχέτωσαν οἱ προσφυγόντες, ἐνδοτέροις λουτροῖς, ἢ κήποις, ἢ οἰκήμασιν, ἢ αὐλαῖς, ἢ στοαῖς χρώμενοι, καὶ κωλυέσθωσαν ἐντὸς τοῦ ναοῦ ἢ ἐσθίειν, ἢ ὑπνοῦν· ὅπλοις δὲ ἑαυτοὺς μὴ ἀσφαλιζέτωσαν, ἀλλ᾽ ἀποτιθέσθωσαν ταῦτα παρὰ τῷ ἐπισκόπῳ, ἢ πειθόμενοι πρῶτον, ἢ μετὰ ταῦτα ἐκβαλλόμενοι κατὰ κέλευσιν τοῦ ἐπισκόπου καὶ τῶν δικαστῶν.

· Contents ·