Library › Theodore Balsamon › Commentary on the Nomocanon
Commentary on the Nomocanon
Theodore Balsamon, Greek, RP 1, 1852
Title 7
ΤΙΤΛΟΣ Ζ΄.
ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ, καὶ τῆς ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ, ΚΑΙ ΤΟΥ ΠΑΣΧΑ, ΚΑΙ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ, ΚΑΙ ΤΗΣ ΚΥΡΙΑΚΗΣ, ΚΑΙ ΣΑΒΒΑΤΟΥ, ΚΑΙ ΓΟΝΥΚΑΙΣΙΑΣ.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Σχόλιον.
Ἡ έ. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ γ΄. βιβλίου τοῦ κώδικός ἐστι κεφ. κβ΄. τοῦ ιζ΄. τίτ. τοῦ ζ΄. βιβλίου τῶν βασιλικῶν. Ἡ ϛ΄. διάταξις τοῦ αὐτοῦ τίτ. ἐστὶ κεφ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου κγ΄. Ἡ ζ΄. διάταξίς ἐστι κεφ. κδ΄. τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου. Ἡ ή. διάτ. ἐστὶ κεφ. κέ. τοῦ αὐτοῦ τίτλου καὶ βιβλίου τὰ τῷ κειμένῳ περιεχόμενα λέγον. Καὶ ἡ γ΄. διάτ. τοῦ δ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. κϛ΄. τοῦ ιζ΄. τίτ. τοῦ ζ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον σχεδὸν, ὡς παρὰ τοῦ πατριάρχου συνωψίσθη. Εἰ θέλεις δὲ μαθεῖν ἀκριβῶς κατὰ ποίαν ἡμέραν ἀπρακτοῦσι τὰ δικαστήρια, ἀνάγνωθι τὴν κατὰ τὸν Μάρτιον μῆνα τῆς ιδ΄. ἰνδικτιῶνος τοῦ ϛχοδ΄. ἔτους ἀπολυθεῖσαν προσκυνητὴν νεαρὰν τοῦ θεοστεφοῦς, κρατίστου, καὶ ἁγίου ἡμῶν αὐτοκράτορος κυρίου Μανουὴλ τοῦ Κομνηνοῦ, καὶ ταῦτα μετὰ τὸ προοίμιον διαλαμβάνουσαν· Θεσπίζομεν οὖν ἐκείνας εἶναι τῶν ἡμερῶν ἀπράκτους ἃς ἐν τῇ παρούσῃ διαταγῇ ῥητῶς ἀπαριθμησόμεθα, καί τινας μὲν αὐτῶν τὸ πάντῃ ἄπρακτον ἔχειν, ὡς μηδαμῶς δι᾽ ὅλου τοῦ αὐτῶν διαστήματος συνίστασθαι δικαστήριον, εἰ μὴ βασιλεὺς ἴσως οἰκονομίας τρόπῳ, ἢ ἀνάγκης, ὁποῖα πολλάκις τὸ περιπετὲς τῶν πραγμάτων νεανιεύεται, θελήσῃ καθῖσαι καὶ ἐν αὐταῖς δικαστήρια· τινὰς δὲ ἀπὸ μέρους ἄγειν τῶν δικαστηρίων σχολὴν, ὡς οἷον ἕωθεν μέχρι καὶ εἰς αὐτὸν τὸν τῆς θείας λειτουργίας καιρὸν, ἵνα τοῖς δικασταῖς ἐξείη προσανέχειν εὐχῇ, καὶ τῇ περὶ τὸ θεῖον δοξολογίᾳ, καὶ μετὰ τὴν θείαν ἱεροτελεστίαν ἐπιμελεῖσθαι καὶ τῆς δικαιοσύνης, καὶ τοῖς ἄδικα πεπονθόσιν ἐπαρήγειν κατὰ τὴν τῶν νόμων ἰσχύν. Οἱ μέν τοι οὕτω μετὰ τὴν θείαν λειτουργίαν ἐπιτετραμμένοι δικάζειν ἐν τοῖς γινομένοις παρ᾽ αὐτῶν σημειώμασι μεμνήσονται τοῦ καιροῦ καθ᾽ ὃν τὰ σημειώματα πράττονται. Καὶ δὴ πρῶτον περὶ τῶν τελείως ἀπράκτων διαληπτέον. Ἡ τοίνυν κατὰ τὴν ή. τοῦ Σεπτεμβρίου μηνὸς, γενεθλίου ἡμέραν τῆς παναχράντου δεσποίνης, καὶ θεομήτορος, ἄπρακτός ἐστιν· ὡσαύτως καὶ ἡ ιδ΄. τῇ ὑψώσει τετιμημένη τοῦ ζωηφόρου σταυροῦ· καὶ ἡ κϛ΄. διὰ τὴν τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου μετάστασιν. Ἡ στ΄. τοῦ Ὁκτωβρίου διὰ τὸ τὴν μνήμην ἐν αὐτῇ τελεῖσθαι τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ. Ἡ θ΄. διὰ τὸν τοῦ Ἀλφαίου Ἰάκωβον τὸν Ἀπόστολον· καὶ ἡ ιή. διὰ τὸν Ἀπόστολον καὶ Εὐαγγελιστὴν Λουκᾶν. Ἡ ιγ΄. τοῦ Νοεμβρίου μηνὸς, ὅτι ἐν αὐτῇ ἡ μνήμη τοῦ Χρυσοστόμου πατρὸς τελεῖται· ἡ ιδ΄. ὅτι ἐν αὐτῇ ὁ Ἀπόστολος Φίλιππος ἑορτάζεται· ἡ ιστ΄. ὅτι ὁ Εὐαγγελιστὴς καὶ Ἀπόστολος τιμᾶται Ματθαῖος· ἡ κά. ὅτι τὰ εἰς τὸν ναὸν εἰσόδια τῆς θεομήτορος ἐν ταύτῃ πανηγυρίζεται· καὶ ἡ λ΄. ὅτι ὁ Ἀπόστολος Ἀνδρέας ἐν αὐτῇ ἑορτάζεται. Ἡ θ΄. τοῦ Δεκεμβρίου ὡς τῆς συλλήψεως ἑν αὐτῇ τελουμένης τῆς ὑπεραγίας μητρὸς τοῦ Θεοῦ ἡμῶν· ἡ κ΄. μέχρι καὶ αὐτῆς τῆς στ΄. τοῦ Ἰανουαρίου, ὡς ἐν αὐταῖς ἑορταζομένων τῶν γενεθλίων, καὶ τοῦ βαπτίσματος τοῦ κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ ιή. τοῦ αὐτοῦ Ἰανουαρίου διὰ τοὺς θείους πατέρας καὶ διδασκάλους Ἀθανάσιον καὶ Κύριλλον· ἡ κέ. τοῦ αὐτοῦ μηνὸς διὰ τὴν μνήμην τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ Θεολόγου. Ἡ β΄. τοῦ Φεβρουαρίου διὰ τὴν τοῦ Σωτῆρος ὑπαπαντήν· καὶ ἡ γ΄. διὰ τὴν τῆς μνήμης τοῦ θεοδόχου Συμεὼν τελετήν. Ἡ κέ. Μαρτίου, διὰ τὸν τῆς Θεομήτορος εὐαγγελισμόν. Αἱ πασχαλίαι τῶν ἡμερῶν ἀπ᾽ αὐτῆς τῆς τοῦ Λαζάρου ἐγέρσεως μέχρι καὶ εἰς αὐτὴν τὴν μετὰ τὸ ἅγιον πάσχα ὀγδόην. Ἡ κέ. τοῦ Ἀπριλίου διὰ τὸν Ἀπόστολον καὶ Εὐαγγελιστὴν Μάρκον, καὶ ἡ λ΄. διὰ τὸν Ἀπόστολον Ἰάκωβον τὸν τοῦ Θεολόγου καὶ Εὐαγγελιστοῦ ἀδελφόν. Ἡ ὀγδόη τοῦ Μαίου διὰ τὴν μνήμην τοῦ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου· ἡ ί. διὰ τὴν τοῦ Ἀποστόλου Σίμωνος τοῦ ζηλωτοῦ· ἡ κά. διὰ τὴν μνήμην τῶν ἁγίων καὶ ἰσαποστόλων καὶ μεγάλων βασιλέων Κωνσταντίνου καὶ Ἐλένης· καὶ ἡ κστ΄. διὰ τὴν τοῦ Ἀποστόλου Ἀλφαίου τοῦ Ἰούδα. Ἡ ιά. τοῦ Ἰουνίου διὰ τὸν Ἀπόστολον Βαρθολομαῖον· ἡ ιθ΄. διὰ τὸν Ἀπόστολον Ἰούδαν τὸν καὶ Θαδδαῖον, καὶ Λεββαῖον, καὶ Ἰάκωβον· ἡ κδ΄. διὰ τὸ τοῦ προδρόμου γενέθλιον· ἡ κθ΄. διὰ τὴν ἐπὶ τοῖς κορυφαίοις τῶν Ἀποστόλων Πέτρου καὶ Παύλου πανήγυριν. καὶ ἡ λ΄. διὰ τὴν ἐπὶ τοῖς ιβ΄. Ἡ κέ. τοῦ Ἰουλίου διὰ τὴν τῆς ἁγίας Ἄννης τῆς μητρὸς τῆς Θεομήτορος κοίμησιν. Ἡ στ΄. τοῦ Αὐγούστου διὰ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μεταμόρφωσιν· ἡ θ΄. διὰ τὴν μνήμην τοῦ ἁγίου Ἀποστόλου Μαθίου· ἡ ιέ. διὰ τὴν ὑπερένδοξον τῆς ἁγίας Θεοτόκου μετάστασιν· ἡ κ΄. διὰ τὴν μνήμην τοῦ ἁγίου Ἀποστόλου Θαδδαίου· ἡ κδ΄. διὰ τὴν τοῦ Ἀποστόλου Βαρθολομαίου· καὶ ἡ κθ΄. διὰ τὴν τοῦ τιμίου Προδρόμου ἀποτομήν. Ταύταις ὡς τέλεον ἀπράκτοις συνεξετασθήσονται καὶ αἱ μεσότητες τῆς τεσσαρακονθημέρου νηστείας καὶ τῆς πεντηκοστῆς, καὶ ἡ τοῦ Σωτῆρος ἀνάληψις, καὶ αἱ πᾶσαι τῶν ἐν τῷ ἐνιαυτῷ ἡμερῶν κυριώνυμοι, ὡς ἐν αὐταῖς ἀποκεκλεῖσθαι πᾶσαν πάροδον εἰς τὸ δικαστήριον, καὶ μηδέν τι μηδένα τῶν δικάζειν λαχόντων δικαστικὸν διαπράττεσθαι. Αἵ γε μὴν τῶν δικαστηρίων ἀπὸ μέρους σχολάζουσαι, καὶ μὴ καθ᾽ ὁλόκληρον ὡς προειλήφαμεν ἀπρακτήσουσαι, εἶεν ἂν αὐταί· ἡ στ΄. τοῦ Σεπτεμβρίου μηνὸς, ὅτι ἐν αὐτῇ τὸ ἐν Χώναις τοῦ ἀρχιστρατήγου Μιχαὴλ θαῦμα τετερατούργηται. Ἡ κγ΄. τοῦ Ὀκτωβρίου, ὅτι τὴν μνήμην τοῦ ἀδελφοθέου Ἰακώβου τελοῦμεν· ἡ κστ΄. ὅτι τὸν μεγαλομάρτυρα καὶ μυρόβλητον Δημήτριον ἑορτάζομεν. Ἡ πρώτη τοῦ Νοεμβρίου διὰ τὸ τοὺς θαυματουργοὺς καὶ ἀναργύρους Κοσμᾶν, καὶ Δαμιανὸν ἑορτάζεσθαι· ἡ ὀγδόη διὰ τὸ τὴν σύναξιν τῶν Ἀσωμάτων τελεῖσθαι· καὶ ἡ κή. διὰ τὸ τὸν ὁσιομάρτυρα Στέφανον τὸν νέον πανηγυρίζεσθαι. Ἡ τετάρτη τοῦ Δεκεμβρίου διὰ τὴν καλλιμάρτυρα Βαρβάραν· καὶ ἡ ἕκτη διὰ τὸν ἐν θαύμασι περιώνυμον καὶ μυροβλύτην Νικόλαον. Ἡ δεκάτη τοῦ Ἰανουαρίου διὰ τὸν Νύσσης θεῖον Γρηγόριον· ἡ ἑκκαιδεκάτη διὰ τὴν προσκύνησιν τῆς τιμίας τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου ἀλύσεως· ἡ ἐννεακαιδεκάτη διὰ τὴν ἀνακομιδὴν τοῦ τιμίου νεκροῦ τοῦ θεολόγου Γρηγορίου· καὶ ἡ κζ΄. διὰ τὴν ἀνακομιδὴν τοῦ σεβασμίου λειψάνου τοῦ Χρυσοστόμου. Ἡ ἑβδόμη τοῦ Φεβρουαρίου διὰ τὸν μεγαλομάρτυρα στρατηλάτην Θεόδωρον· καὶ ἡ ἑπτακαιδεκάτη διὰ τὸν ἀθληφόρον Θεόδωρον τὸν Τήρωνα. Ἡ ἐννάτη τοῦ Μαρτίου ὡς τῆς μνήμης τελουμένης τῶν ἁγίων μαρτύρων τοῦ Χριστοῦ μ΄. Ἡ κγ΄. τοῦ Ἀπριλίου ὡς τοῦ μεγαλομάρτυρος Γεωργίου τιμωμένου. Ἡ δευτέρα τοῦ Μαίου διὰ τὸν μέγαν Ἀθανάσιον. Ἡ ὀγδόη τοῦ Ἰουνίου διὰ τὸν μεγαλομάρτυρα στρατηλάτην Θεόδωρον. ἡ ἐννάτη διὰ τὸν ὅσιον πατέρα ἡμῶν Κύριλλον Ἀλεξανδρείας· καὶ ἡ κζ΄. διὰ τὸν ὅσιον καὶ θαυματουργὸν Σαμψών. Ἡ πρώτη τοῦ Ἰουλίου, ὅτι ἐν αὐτῇ τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων τὴν μνήμην τελοῦμεν· ἡ δευτέρα, ὅτι τῆς καταθέσεως τῆς τιμίας ἐσθῆτος τῆς Θεομήτορος μνημονεύομεν· ἡ ὀγδόη, ὅτι τὸν μεγαλομάρτυρα Προκόπιον ἑορτάζομεν· ἡ ιά. ὅτι τὴν καλλιμάρτυρα Εὐφημίαν πανηγυρίζομεν· ἡ κ΄. ὅτι προφήτην Ἡλίαν τιμῶμεν· ἡ κζ΄. ὅτι τὸν ἀθλοφόρον καὶ θαυματουργὸν Παντελεήμονα ἑορτάζομεν· καὶ ἡ τοῦ Αὐγούστου λά. διὰ τὴν τῆς τιμίας ζώνης τῆς ἀχράντου Θεοτόκου κατάθεσιν· αὗται δὴ αἱ πῶς μὲν ἅπρακτοι, πῶς δὲ ἔμπρακτοι. Τὰς μέν τοι διὰ βασιλικὴν ἢ γέννησιν, ἢ ἀναγόρευσιν σχολαζούσας τῶν ἡμερῶν, καὶ ταύτας ταῖς ἐμπράκτοις ἐγκρίνει ἡ βασιλεία μου, ἀφ᾽ ἑαυτῆς ἀρχομένη τοῦ παρόντος θεσμοθετήματος, καὶ ἐν οἷς αὐτὴ διαπράξαιτο διδάσκουσα τοὺς λοιπούς. Οὐχ οὕτω γὰρ ὁ τῆς παρούσης διατάξεως λόγος πείσει τοὺς αὐτῷ προσανέχοντας, ὡς ἡ παρὰ τῆς βασιλείας μου πρᾶξις. Αὐτὰς γὰρ τὰς ἡμέρας ἐν αἷς ἡ βασιλεία μου καὶ εἰς τὸν τῇδε βίον προσῆκται, καὶ εἰς βασιλέα προνοίᾳ θεοῦ ἀνηγόρευται, ἐμπράκτους εἶναι θεσπίζει, καὶ μηδεμίαν ἐκεχειρίαν ἐν ταύταις ἄγειν τὰ δικαστήρια. Πᾶσαι μέν τοι αἱ παρὰ τὰς ἄνω καταγραφείσας ἡμέρας τοῦ χρόνου, καὶ ἔμπρακτοι ἔσονται, καὶ δικαστήρια ἐν αὐταῖς γενήσονται, καὶ ἐκβιβασμοὶ ἀκολούθως ταῖς δικαστικαῖς ἀποφάσεσι. Πέπεισμαι δὲ ὅτι καὶ Θεῷ φίλον ἔσται τὸ παρὸν τῆς βασιλείας μου θεσμοθέτημα, ταλανίζων γὰρ τοὺς Φαρισαίους ὁ Κύριος, καὶ αὐτοῦ τοῦ ἐλέου τὴν κρίσιν προέταξε.
ΚΕΦΑΛΑΙΟΝ Δ΄.
Σχόλιον.
Ἡ στ΄. διάτ. τοῦ ιβ΄. τίτ. τοῦ γ΄. βιβλίου τοῦ κώδικος, καὶ ἡ θ΄. διάτ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. εἰσὶ κεφ. τελευταῖον τοῦ ιζ΄. τίτ. τοῦ ζ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον σχεδὸν ὡς ἐντὸς διελήφθη· πλὴν τὸ μὲν πλάτος κυριακῆς μόνης ἐμέμνητο, ὁ δὲ βασιλικὸς πᾶσαν ἡμέραν ἀφωρισμένην εἰς τὴν τοῦ θεοῦ τιμὴν παρομοίως τιμᾶσθαι διορίζεται. Προστίθησι δὲ σιωπᾶν καὶ τοὺς ταξεώτας, καὶ τοὺς δικολόγους, καὶ τοὺς κήρυκας, γίνεσθαι δὲ πάντα τὰ συναλλαγματικὰ σύμφωνα ἀκωλύτως οὐ μόνον δι᾽ ἀγοραίων ἐγγράφων, ἀλλὰ καὶ διὰ σημειωμάτων δικαστῶν. Νατάλια δέ εἰσι τὰ τῶν βασιλέων γενέθλια, καὶ ἡ τούτων ἀναγόρευσις. Ἡ β΄. διάτ. τοῦ θ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ δὲ ιγ΄. διάτ. τοῦ αὐτοῦ βιβλίου καὶ τίτ. ἐστὶ βιβλίον τῶν βασιλικῶν ά. τίτ. ά. κεφ. λή. οὕτως ἔχον ὡς εἰς τὸ κείμενον ἐγράφη.