Library › Theodore Balsamon › Commentary on the Nomocanon
Commentary on the Nomocanon
Theodore Balsamon, Greek, RP 1, 1852
Title 8
ΤΙΤΛΟΣ Η΄.
ΠΕΡΙ ΠΑΡΟΙΚΙΩΝ, ΚΑΙ ΠΩΣ ΔΙΑΓΟΥΣΙΝ ΕΠΙΣΚΟΠΟΙ, ΚΑΙ ΚΛΗΡΙΚΟΙ, ΚΑΙ ΠΕΡΙ ΑΠΟΔΗΜΙΑΣ ΑΥΤΩΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΚΑΤ᾽ ΕΤΟΣ ΣΥΝΟΔΩΝ, Καὶ ξενοδοχίας, καὶ διδασκαλίας, καὶ συστατικῶν, καὶ εἰρηνικῶν ἐπιστολῶν· καὶ ποῖα πράττουσιν ἰδιωτικὰ, ἢ δημόσια πράγματα, καὶ πῶς οἱ κληρικοὶ ἀλλήλους τιμῶσι.
ΚΕΦΑΛΑΙΟΝ Α΄.
Σχόλιον.
Ἡ στ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. στ΄. τοῦ ά. τίτ. τοῦ έ. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ὡς κατεστρώθη. Τὸ δὲ ἔχειν τὸν Κωνσταντινουπόλεως τὰ προνόμια τῆς παλαιᾶς Ῥώμης οὐ προσετέθη εἰς τὰ βασιλικά. Ἀνάγνωθι καὶ τὸν κή. κανόνα τῆς δ΄. συνόδου, καὶ τὰ ἐν αὐτῷ γραφέντα. Ἡ ιστ΄. διάτ. τοῦ β΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Ἡ λέ. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. γ΄. τοῦ ά. τίτ. τοῦ γ΄. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ὡς εἰς τὸ κείμενον συνωψίσθη, ἄνευ τοῦ ἔχειν τὸν Κωνσταντινουπόλεως τὰ προνόμια τῆς ἀρχαίας Ῥώμης. Ἡ ά. διάτ. τοῦ κά. τίτ. τοῦ ιά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. στ΄. τοῦ ά. τίτ. τοῦ έ. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον· Ἡ Κωνσταντινούπολις μὴ μόνον τῆς Ἰταλίας, ἀλλὰ καὶ αὐτῆς τῆς Ῥώμης προνομίοις κεχρήσθω. Ἡ δὲ ά. διάτ. τοῦ ιζ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. κ΄. τοῦ στ΄. τίτ. τοῦ β΄. βιβλίου τῶν βασιλικῶν οὕτω λέγον· Πᾶσα πόλις τῇ συνηθείᾳ τῆς Ῥώμης ἀκολουθεῖν ὀφείλει. Οἷα δέ εἰσι τὰ προνόμια τῆς ἐν τῇ παλαιᾷ Ῥώμῃ ἁγίας ἐκκλησίας παρίστησιν ἡμῖν τὸ παρὰ τοῦ ἰσαποστόλου ἁγίου μεγάλου Κωνσταντίνου γεγονὸς ἔγγραφον θέσπισμα πρὸς τὸν ἅγιον Σίλβεστρον τὸν τότε πάπαν τῆς Ῥώμης, ὃ καὶ ἔχει οὕτως·
Δέον ἐκρίναμεν μετὰ πάντων τῶν σατραπῶν ἡμῶν, καὶ πάσης τῆς συγκλήτου, καὶ τῶν ἀρχόντων, καὶ μετὰ παντὸς τοῦ λαοῦ τοῦ ὑπὸ τὴν ἐξουσίαν τῆς Ῥωμαϊκῆς δόξης, ἵνα ὡς ὁ ἅγιος Πέτρος ἐκ προσώπου τοῦ υἱοῦ τοῦ Θεοῦ ἐστιν εἰς τὴν γῆν, οὕτω καὶ οἱ ἐπίσκοποι, οἱ διάδοχοι τοῦ κορυφαίου τῶν Ἀποστόλων, ἀρχικὴν ἐξουσίαν εἰς τὴν γῆν ἔχωσι, πλέον παρ᾽ ὃ ἔχει ἡ βασιλεία τῆς δόξης ἡμῶν, καὶ τοῦτο παρεχωρήθη ἀφ᾽ ἡμῶν καὶ ἀπὸ τῆς βασιλείας ἡμῶν. Καὶ θέλομεν ἡμεῖς αὐτὸν τὸν κορυφαῖον τῶν Ἀποστόλων, καὶ τοὺς διαδόχους αὐτοῦ ἐκ προσώπου αὐτοῦ, πρώτους πρὸς τὸν Θεὸν πατέρας εἶναι καὶ δεφένσωρας. Καὶ ὥσπερ ἡ βασιλικὴ ἐξουσία ἡμῶν εἰς τὴν γῆν σέβεται καὶ τιμᾶται, οὕτω θεσπίζομεν σέβεσθαι καὶ τιμᾶσθαι τὴν ἁγίαν τῶν Ῥωμαίων ἐκκλησίαν, καὶ πλέον παρὰ τὴν βασιλείαν ἡμῶν, καὶ τὸν γήϊνον θρόνον, τὴν ἁγίαν καθέδραν τοῦ ἁγίου Πέτρου δοξάζεσθαι καὶ ὑψοῦσθαι· διδόντες αὐτῇ δύναμιν καὶ δόξης ἀξίωμα, καὶ διακρίνοντες θεσπίζομεν ἵνα ἔχῃ ἐξουσίαν ἀρχικὴν, καὶ εἶναι ταύτην κεφαλὴν τῶν τεσσάρων θρόνων, ἤτοι τοῦ θρόνου τῆς Ἀλεξανδρείας, τῆς Ἀντιοχείας, τῶν Ἱεροσολύμων, καὶ τῆς Κωνσταντινουπόλεως, καὶ ἁπλῶς εἰς ὅλας τὰς ἐκκλησίας ἁπάσης τῆς οἰκουμένης. Καὶ ὁ ἐπίσκοπος ὁ μέλλων εἶναι εἰς τὴν ἁγίαν τῶν Ῥωμαίων ἐκκλησίαν ὀφείλει εἶναι ἔνδοξος καὶ ὑψηλότερος παρὰ πάντας τοὺς ἱερεῖς τοῦ κόσμου· καὶ εἴ τι ἐστὶ πρὸς θεραπείαν τοῦ Θεοῦ, καὶ πρὸς διόρθωσιν καὶ στερέωσιν τῆς πίστεως τῶν Χριστιανῶν, ἵνα κρίνηται παρ᾽ αὐτοῦ· δίκαιον γάρ ἐστιν ἵνα ἐκεῖσε ὁ ἅγιος νόμος ἔχῃ τὴν κεφαλὴν καὶ ἀρχὴν, ὅπου ὁ ἅγιος νομοθέτης, ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς, τὸν μακάριον Ἀπόστολον Πέτρον ἐκέλευσε κρατεῖν τὴν καθέδραν, καὶ ὅπου τὸ πάθος τοῦ σταυροῦ ἔπαθε, καὶ μακαρίου θανάτου ποτήριον ἔπιε, καὶ ἐγένετο ἀκόλουθος τοῦ μαίστορος καὶ κυρίου αὐτοῦ· καὶ ἐκεῖ τὰ ἔθνη ἵνα κλίνωσι τὰς κεφαλὰς αὐτῶν, διὰ τὴν ἐξομολόγησιν τοῦ ὀνόματος τοῦ Χριστοῦ, ὅπου ὁ διδάσκαλος αὐτῶν ὁ μακάριος Ἀπόστολος Παῦλος, διὰ τὸν Χριστὸν ἐκτείνας τὸν τράχηλον, στέφανον τοῦ μαρτυρίου ἐδέξατο· καὶ ἕως τοῦ τέλους τοῦ κόσμου, ἵνα ἀναζητῶσι τὸν διδάσκαλον ὅπου τὰ τῶν ἁγίων αὐτοῦ λείψανα ἀναπαύονται· καὶ ἐκεῖ ὕπτιοι καὶ εἰς τὴν γῆν ἡπλωμένοι, τοῦ οὐρανίου βασιλέως καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δουλεύωμεν ὀφφίκια, ὅπου ἐδουλεύσαμεν τῷ ὑπερηφάνῳ ἐκείνῳ βασιλεῖ. Παραδιδόαμεν οὖν αὐτοῖς τοῖς ἁγίοις Ἀποστόλοις, τοῖς μακαρίοις κυρίοις μου, τῷ Πέτρῳ καὶ Παύλῳ, καὶ μετ᾽ αὐτοὺς τῷ μακαρίῳ Σιλβέστρῳ, καὶ πατρὶ ἡμῶν, τῷ μεγάλῳ ἐπισκόπῳ, καὶ καθολικῷ πάπᾳ τῆς πόλεως Ῥώμης, καὶ πᾶσι τοῖς διαδόχοις αὐτοῦ, οἵτινες ἕως τοῦ τέλους τοῦ κόσμου μέλλουσι προκαθῆσθαι εἰς τὸν θρόνον τοῦ μακαρίου Πέτρου ἀπὸ τῆς σήμερον, τὸ ἡμέτερον βασιλικὸν παλάτιον τὸ Λατερανέσιον, τὸ ὑπερβαῖνον καὶ ὑπερνικῶν τὰ τοῦ ὅλου κόσμου παλάτια· ἐπ᾽ ἐκεῖνα δὲ καὶ τὸ διάδημα, ἤτοι τὸν στέφανον τῆς κεφαλῆς ἡμῶν, ἅμα καὶ τὸν λῶρον, καὶ τὸ ὠμοφόριον ὅπερ περικυκλοῖ τὸν βασιλικὸν τράχηλον, ἅμα δὲ καὶ τὴν πορφυρᾶν χλαμύδα, καὶ χιτῶνα κόκκινον, καὶ πάντα τὰ βασιλικὰ ἐνδύματα, καὶ τὰ ἀξιώματα τῶν βασιλικῶν ἀλόγων· ὁμοίως καὶ τὰ βασιλικὰ σκῆπτρα, καὶ πάντα τὰ σίγνα, καὶ τὰ βάντα, καὶ τὰ λοιπὰ κοσμήματα τῆς βασιλικῆς μεγαλειότητος, καὶ τὴν δόξαν τῆς ἡμῶν ἐξουσίας. Ἄνδρας τε εὐσεβεστάτους κληρικοὺς πολλῶν τάξεων τῇ αὐτῇ ἁγίᾳ Ῥωμαϊκῇ ἐκκλησίᾳ δουλεύοντας θεσπίζομεν κοσμεῖσθαι, καὶ ἔχειν ἐκείνην τὴν ὑψηλότητα καὶ μεγαλωσύνην, ἣν κεκόσμηται ἡ μεγάλη σύγκλητος ἡμῶν, ἤτοι οἱ πατρίκιοι, καὶ οἱ κόνσουλοι, ἤτοι οἱ ὕπατοι, καὶ τὰ λοιπὰ ἀξιώματα· καὶ ὡς ἡ βασιλικὴ στρατιὰ κεκόσμηται, οὕτω θεσπίζομεν κοσμεῖσθαι καὶ τὸν κλῆρον τῆς ἁγίας Ῥώμης ἐκκλησίας· καὶ οἷον τρόπον ἡ βασιλικὴ δύναμις διὰ πολλῶν ὀφφικίων κεκόσμηται, ἤτοι κουβικουλαρίων, πορταρίων, ἐξκουβίτων, οὕτω καὶ τὴν ἁγίαν τῶν Ῥωμαίων ἐκκλησίαν κοσμεῖσθαι θέλομεν· καὶ ἵνα κατὰ πλάτος τὸ ἐπισκοπικὸν φῶς ὑπερλάμπῃ, θεσπίζομεν καὶ τοῦτο, ἵνα οἱ κληρικοὶ τῆς ἁγίας Ῥωμαίων ἐκκλησίας καβαλικεύωσιν ἄλογα κεκοσμημένα διὰ ὀθονίων λευκῶν· καὶ ὡς ἡ ἡμετέρα σύγκλητος φέρει ὑποδήματα, ἤτοι σανδάλια λευκὰ διὰ ὀθονίων, οὕτω καὶ τὰ οὐράνια, ὡς καὶ τὰ γήϊνα, πρὸς αἴνεσιν τοῦ Θεοῦ. Ἐπέκεινα δὲ πάντων διδόαμεν ἄδειαν, καὶ παραχωροῦμεν αὐτῷ τῷ ἁγιωτάτῳ πατρὶ ἡμῶν, τῷ Σιλβέστρῳ ἐπισκόπῳ καὶ πάπᾳ τῆς πόλεως Ῥώμης, καὶ πᾶσι τοῖς διαδόχοις αὐτοῦ μακαρίοις ἐπισκόποις, εἰς τιμὴν καὶ δόξαν τοῦ κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς τὴν αὐτὴν μεγάλην καὶ ἀποστολικὴν ἐκκλησίαν, ἵνα ἐάν τις τῆς συγκλήτου βουληθῇ μετὰ ἰδίου θελήματος καὶ εὐαρέστου γενέσθαι κληρικὸς, καὶ ἐν τῷ ἀριθμῷ τῶν ἁγίων κληρικῶν συναριθμεῖσθαι, μή τις τολμᾷ ἀπὸ πάντων ἐμποδίζειν τούτῳ. Ἐθεσπίσαμεν δὲ πρὸς τούτοις ἵνα καὶ ὁ αὐτὸς θεοσεβὴς πατὴρ ἡμῶν Σίλβεστρος, μέγας ἐπίσκοπος, καὶ πάντες οἱ διάδοχοι αὐτοῦ καὶ ἐπίσκοποι ἵνα φορῶσι τὸ διάδημα, ἤτοι τὴν στεφάνην, ἣν παρεδώκαμεν αὐτῷ ἐκ τῆς κεφαλῆς ἡμῶν, ἐκ χρυσίου καθαροῦ καὶ μαργαριταρίων ἀτιμήτων, καὶ ἵνα αὐτῇ χρήσωνται εἰς τὰς κεφαλὰς αὐτῶν, εἰς τὴν αἴνεσιν τοῦ Θεοῦ, καὶ εἰς τιμὴν τοῦ ἁγίου καὶ κορυφαίου τῶν Ἀποστόλων. Αὐτὸς δὲ ὁ μακαριώτατος πάπας Σίλβεστρος ὑπὲρ τὴν στεφάνην, ἤτοι τὴν παπαλήθραν ἣν εἶχε πρὸς δόξαν τοῦ Θεοῦ, καὶ τοῦ ἁγίου Πέτρου, οὐκ ἤθελε βαστάζειν στεφάνην ἐκ χρυσίου, ἢ μαργαριταρίων· ἡμεῖς δὲ, διότι οὐκ ἤθελεν ὁ ἅγιος Σίλβεστρος ἐκ χρυσίου στεφάνην, τὸν ὑπέρλαμπρον λῶρον, σημαίνοντα τὴν ἁγίαν ἀνάστασιν, τῇ ἁγίᾳ κεφαλῇ αὐτοῦ ἰδίαις χερσὶν ἐπεθήκαμεν· καὶ κρατοῦντες τὸν χαλινὸν τοῦ ἵππου αὐτοῦ, διὰ τὴν προσκύνησιν καὶ τὸν φόβον τοῦ ἁγίου Πέτρου, στράτωρος ὀφφίκιον ἐποιήσαμεν, θεσπίζοντες, ἵνα πάντες οἱ διάδοχοι αὐτοῦ τῷ λώρῳ χρήσωνται εἰς τὰς προελεύσεις, πρὸς μίμησιν τῆς βασιλείας. Διὰ τοῦτο δὲ, ἵνα μὴ τὸ ἀξίωμα τῆς ἐπισκοπῆς καταφρονῆται, ἀλλὰ πλέον παρὰ τὴν βασιλείαν ἡμῶν τὴν γηΐνην, καὶ κράτους δόξῃ κοσμῆται, ἰδοὺ τὸ παλάτιον ἡμῶν, ὡς προείπομεν, καὶ τὴν Ῥωμαίων πόλιν, καὶ πάσης τῆς Ἰταλίας, ἢ δυσμῶν χωρῶν ἐπαρχίας, τόπους, καὶ κάστρα, τῷ προγεγραμμένῳ μακαριωτάτῳ ἐπισκόπῳ, καὶ πατρὶ ἡμῶν Σιλβέστρῳ καθολικῷ πάπᾳ παραδιδόαμεν, καὶ ἀφήκαμεν αὐτῷ καὶ τοῖς διαδόχοις αὐτοῦ ἐξουσίαν καὶ δύναμιν στερεὰν βασιλικοῦ προστάγματος, διὰ ταύτην τὴν θείαν κέλευσιν καὶ πραγματικὸν σύστημα ἐθεσπίσαμεν διαμένειν, καὶ τοῖς ἀνδράσι τῆς ἁγίας τῶν Ῥωμαίων ἐκκλησίας εἰς τὸν αἰῶνα παρεχωρήσαμεν. Διὰ τοῦτο δὲ χρήσιμον ἐννοήσαμεν τὴν βασιλείαν ἡμῶν, καὶ τὸ κράτος τῆς βασιλείας εἰς τὰς ἀνατολικὰς χώρας μεταφέρειν, καὶ ἐν τῇ Βυζαντίῳ χώρᾳ, τόπῳ χρησίμῳ, τὴν πόλιν ἐπὶ τῷ ὀνόματι ἡμῶν ἱδρυθῆναι, καὶ τὴν ἡμῶν βασιλείαν ἐκεῖ συστῆναι· διότι ὅπου ἐστὶν ἡ ἀρχικὴ ἱερατεία, καὶ ἡ κεφαλὴ τῆς χριστιανικῆς θρησκείας ἀπὸ τοῦ βασιλέως τῶν οὐρανῶν δεδομένη, ἄδικόν ἐστιν ἵνα ἐκεῖ ὁ γήϊνος βασιλεὺς ἔχῃ τὴν ἐξουσίαν. Τοῦτο δὲ τὸ ὕφος τῆς βασιλείας ἡμῶν ἰδίαις χερσὶ καταστρώσαντες εἰς τὰ τίμια λείψανα τοῦ ἁγίου Ἀποστόλου καὶ κορυφαίου Πέτρου ἐθήκαμεν, καὶ ἐκεῖ ᾠμόσαμεν ταῦτα πάντα ἀπαράθραυστα διαφυλάττειν, καὶ τοὺς διαδόχους ἡμῶν βασιλεῖς ἐν τοῖς ὑπομνήμασιν ἡμῶν ταῦτα φυλάττειν παραδεδώκαμεν· τῷ πατρὶ ἡμῶν τῷ ἁγίῳ καὶ καθολικῷ ἐπισκόπῳ καὶ πάπᾳ, καὶ δι᾽ αὐτοῦ πᾶσι τοῖς διαδόχοις αὐτοῦ ἐπισκόποις, τοῦ κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ προσνεύοντος, παραδιδόαμεν ὅλα τὰ προγεγραμμένα καλῶς εἰς τὸν αἰῶνα διαφυλάττεσθαι.
Σημείωσαι ὅτι ἀπὸ τοῦ παρόντος ἠδίκτου, ἤτοι βασιλικοῦ προστάγματος τοῦ ἁγίου μεγάλου Κωνσταντίνου, δικαιοῦται ὁ πάπας Ῥώμης διὰ πάντων τῶν βασιλικῶν προνομίων μεγαλύνεσθαι ἄνευ μόνου τοῦ στέμματος· διὰ γὰρ τοῦτο καὶ ἐν ταῖς ὁπουδήποτε γινομέναις προελεύσεσιν αὐτοῦ, καὶ ταῖς θείαις αὐτοῦ ἱεροτελεστίαις, διὰ βασιλικοῦ λώρου τὴν κεφαλὴν κατακαλύπτεται· ἀμφιέννυται δὲ καὶ ἀληθινὰ ὑποδήματα, καὶ καβαλικεύει μετ᾽ ἀληθινοῦ σελοχαλίνον, κατὰ τοὺς βασιλεῖς, τιμᾷ δὲ καὶ τοὺς ὑπ᾽ αὐτὸν διὰ ἀξιωμάτων βασιλικῶν. Ὅτι δὲ ἡ δευτέρα σύνοδος δέδωκε τῷ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως τὰ προνόμια πάντα τοῦ πάπα Ῥώμης, ἐπεχείρησαν τινὲς τῶν πατριαρχῶν ὡς ὁ Κηρουλάριος ἐκεῖνος κὺρ Μιχαὴλ, καὶ Ἕτεροι τῆς αὐτῆς ἀποσεμνύνεσθαι προνομίοις, οὐ γέγονε δὲ αὐτοῖς εἰς καλὸν ἡ ἐγχείρησις. Τιμᾶσθαι δὲ δι᾽ ἀξιωμάτων τοὺς κληρικοὺς τῆς Κωνσταντινουπόλεως οὐ κεκώλυται· πλὴν καὶ ταῦτα κεκολοβωμένα εἰσίν. Ὁ δὲ κατὰ καιροὺς χαρτοφύλαξ ἀπὸ τοῦ παρόντος ἠδίκτου δικαιοῦται καβαλικεύειν κατὰ τὴν λιτὴν τῶν ἁγίων νοταρίων τὸ πατριαρχικὸν ἄλογον μετὰ ὀθονίου λευκοῦ. Ἔδει δὲ τὴν κεφαλὴν αὐτοῦ ὡς καδδηναρίου πατριαρχικοῦ σκέπεσθαι μετὰ χρυσῆς τιάρας, ἥτις καὶ ἐν χαρτοφυλακίῳ ἀπόκειται. Ἀλλὰ καὶ ὁ κατὰ καιροὺς πατριάρχης Ἀλεξανδρείας ἀπὸ τοῦ παρόντος ἠδίκτου δικαιοῦται μετὰ λώρου λειτουργεῖν· ἔλαβε γὰρ τὴν ἐξουσίαν ταύτην ὁ ἅγιος Κύριλλος Ἀλεξανδρείας ἀπὸ τοῦ πάπα Ῥώμης Κελεστίνου, ὅτε ἡ ἐν Ἐφέσῳ γέγονε σύνοδος κατὰ Νεστορίου. Τοῦ γὰρ Κελεστίνου μὴ δυναμένου παρουσιάσαι εἰς Ἔφεσον, καὶ κρῖναι τὸν Νεστόριον, συνέδοξεν ἐπιτραπῆναι τὸν ἅγιον Κύριλλον ὑπὸ τοῦ Κελεστίνου προκαθῆσαι τῆς συνόδου ἀντ᾽ αὐτοῦ. Εἰς γοῦν παράστασιν τοῦ ἔχειν αὐτὸν τὸ δίκαιον τοῦ πάπα Ῥώμης Κελεστίνου, ἐκάθησε μετὰ λώρου, καὶ κατεδίκασε τὸν Νεστόριον. Ἔκτοτε οὖν μετὰ τοῦ αὐτοῦ λώρου ἱερουργοῦσι, καὶ προοδεύουσιν οἱ πατριάρχαι Ἀλεξανδρείας, καὶ αἰτίασιν οὐχ ὑποπτεύουσιν. Ἀνάγνωθι τὴν περὶ τούτου ἐπιστολὴν τοῦ ἀγίου Κελεστίνου κατεστρωμένην οὖσαν εἰς τὰ πρακτικὰ τῆς γ΄. συνόδου.
ΚΕΦΑΛΑΙΟΝ Β΄.
Σχόλιον.
Ἡ μβ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά. Οὐδὲ ἡ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν οὖσα νεαρὰ Ἰουστινιάνειος ϛ΄. Οὐδὲ ἡ ζ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν οὖσα νεαρὰ Ἰουστινιάνειος ξζ΄. Ἡ γ΄. διάτ. τοῦ αὐτοῦ τίτ. ἐστὶ νεαρὰ Ἰουστινιάνειος πϛ΄. κειμένη ἐν βιβλίῳ ϛ΄. τῶν βασιλικῶν τίτ. κβ΄. περὶ τὸ τέλος οὕτως ἔχοντι· Οὔτε δὲ μοναχὸν, οὔτε κληρικὸν, οὔτε ἐπίσκοπον κελεύομεν ἔρχεσθαι ἐνταῦθα ἄνευ τοῦ ὁσιωτάτου αὐτῶν πατριάρχου, καὶ εἰδέτωσαν ὡς ἀναξίους ἑαυτοὺς τοῦ σχήματος ποιήσουσι. Καὶ σημείωσαι ὅτι τὸ μὲν πλάτος τῶν νεαρῶν μόνου ἐπισκόπου ἐμνήσθη, τὰ δὲ βασιλικὰ οὔτε ἐπίσκοπον, οὔτε κληρικὸν παραχωροῦσιν εἰς Κωνσταντινούπολιν ἐπιδημεῖν ἄνευ γνώμης τοῦ πατριάρχου. Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν, τίτ. ά. κεφ. ιή. καὶ ιθ΄. ἃ καὶ ἔχουσιν οὕτω καθὼς συνωψίσθησαν· σὺ δὲ πρόσχες μᾶλλον τῷ ιϛ΄. κανόνι τῆς ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων ά. καὶ β΄. συνόδου εἰς ἑξάμηνον στενοχωρήσαντι τὸν τῆς ἀποδημίας χρόνον. Ἡ ιβ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος νζ΄. κειμένη ἐν βιβλίῳ γ΄. τῶν βασιλικῶν τίτ. δ΄. καὶ οὕτω σχεδὸν περιλήψεως ἔχουσα, ὡς εἰς τὸ κείμενον ἐδηλώθη· ἀνάγνωθι οὖν ταύτην. Ἀνάγνωθι καὶ τὴν τοῦ ἁγιωτάτου ἐκείνου καὶ οἰκουμενικοῦ πατριάρχου κυροῦ Νικολάου συνοδικὴν σημείωσιν, τὴν γεγονυῖαν κατὰ τὴν ιδ΄. τοῦ Μαρτίου μηνὸς τῆς γ΄. ἰνδικτιῶνος, καὶ ὑποτυποῦσαν πόσον καιρὸν ὀφείλουσιν ἀπολιμπάνεσθαι ἀπροκριματίστως οἱ τῆς μεγάλης ἐκκλησίας ἱερεῖς τε καὶ διάκονοι. Λέγουσι δέ τινες ἐκ ταύτης μὴ ἀναιρεῖσθαι τοὺς περὶ τῶν ἀποδήμων κληρικῶν κανόνας, μηδὲ τὴν ἄνωθεν καταστρωθεῖσαν Ἰουστινιάνειον νεαράν.
Σημείωσαι ὅτι ἀπὸ τῶν ἐν τῷ παρόντι κεφαλαίῳ κατεστρωμένων δύο Ἰουστινιανείων νεαρῶν, ἤγουν τῆς πϛ΄. καὶ τῆς ρκγ΄. δύο ταῦτα ἐνομοθετήθησαν· ἓν μὲν τὸ μὴ ἐνδημεῖν εἰς τὴν τῶν πόλεων βασιλεύουσαν ἀρχιερεῖς, ἢ μοναχοὺς, ἢ κληρικοὺς, ἄνευ γραμμάτων τοῦ πατριάρχου αὐτῶν, ἕτερον δὲ τὸ μὴ διατρίβειν ἀρχιερέα ἐπὶ πολὺ ἐν Κωνσταντινουπόλει. Ἐπεὶ δὲ καὶ ἄμφω βλέπομεν ἀθετούμενα, οὔτε γὰρ οἱ ἀρχιερεῖς διὰ γραμμάτων πατριαρχικῶν εἰς τὴν βασιλεύουσαν ἐνδημοῦσιν, ἀλλ᾽ οἰκειοθελῶς εἰς τὴν θύραν τῆς Κωνσταντινουπόλεως ἐρχόμενοι διδόασιν εἴδησιν τῷ πατριάρχῃ, καὶ οὕτω τῆς μεγαλοπόλεως ἀκινδύνως ἐπιβαίνουσι, καὶ ἐπὶ πολὺν δὲ χρόνον ἐν αὐτῇ διατρίβοντες οὐδεμίαν κάκωσιν ὑπομένουσι, ζητητέον ὅπως τοῦτο γίνεται. Οἴομαι οὖν ὡς ἡ μὲν πϛ΄. νεαρὰ ἡ διοριζομένη καθαιρεῖσθαι τοὺς ἐπισκόπους, κληρικούς τε καὶ μοναχοὺς, παρὰ γνώμην τοῦ πατριάρχου αὐτῶν ἐνταῦθα ἐπιδημοῦντας, ἀνῃρέθη διὰ τῆς ρκγ΄. Ἰουστινιανείου νεαρᾶς μεταγενεστέρας οὔσης, καὶ διοριζομένης μὴ χορηγεῖσθαι δαπάνας τοῖς τοιοῦτό τι ποιοῦσιν ἐπισκόποις ἀπὸ τῶν ἐκκλησιῶν αὐτῶν, καὶ εἰς τοῦτο μόνον περικλειούσης τὴν τιμωρίαν. Τὸ δὲ καθαιρεῖσθαι τοὺς ἐπέκεινα χρόνου κατὰ τὴν τοιαύτην ρκγ΄. νεαρὰν, ἢ ἐπέκεινα ἑξαμήνου κατὰ τὸν ιϛ΄. κανόνα τῆς ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων συστάσης ά. καὶ β΄. συνόδου, διατρίβοντας ἐπισκόπους εἰς Κωνσταντινούπολιν χωρὶς εὐλόγου αἰτίας, ἀνῃρέθη ἀπὸ προστάξεως τοῦ ἀοιδίμου βασιλέως κυροῦ Μανουὴλ τοῦ Κομνηνοῦ, ἀπολυθείσης κατὰ μῆνα Σεπτέμβριον ἰνδικτιῶνος ζ΄. καὶ διοριζομένης ταῦτα ῥητῶς· Ταῦτα τοίνυν ἀναλογισαμένη ἡ βασιλεία μου πρὸς τὴν παροῦσαν ἐλθεῖν οἰκονομίαν ἠναγκάσθη καὶ ἄκουσα, καὶ θεσπίζει διὰ τοῦ παρόντος ταύτης προστάγματος μὴ πλείονα τοῦ παρά τε τῶν φιλευσεβῶν νόμων, καὶ τῶν θείων κανόνων ὑφαπλωθέντος καιροῦ τοῖς ἱερωτάτοις ἀρχιερεῦσιν ἐνδιατρίβειν δίχα τινὸς ἀπαραιτήτου ἐμποδισμοῦ ἐν τῇ μεγαλοπόλει, καὶ προφανοῦς εὐλόγου προφάσεως, ἢ μὴν καὶ ἄκοντες τῆς μεγαλουπόλεως ἐκβληθήσονται. Ἡ μέντοι γε ἐν τῇ μεγαλοπόλει εἰσέλευσις αὐτῶν ὀφείλει γίνεσθαι κατὰ τὴν ἔκπαλαι κανονικῶς καὶ νομίμως κρατήσασαν συνήθειαν.
ΚΕΦΑΛΑΙΟΝ Ζ΄.
Σχόλιον.
Ἡ ή. διάτ. τοῦ έ. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικός ἐστι κεφ. κή. τοῦ ά. τίτ. τοῦ ά. βιβλίου τῶν βασιλικῶν οὕτως ἔχον ὡς συνωψίσθη εἰς τὸ κείμενον.
ΚΕΦΑΛΑΙΟΝ Η΄.
Σχόλιον.
Ἡ β΄. καὶ ιζ΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν εἰσι τῆς μὲν ρκγ΄. νεαρᾶς κεφ. ιγ΄. τῆς δὲ ρλδ΄. κεφ. ζ΄. κατεστρώθησαν δὲ ἄμφω ἐν βιβλίῳ τῶν βασιλικῶν γ΄. τίτ. ά. κεφ. κ΄. καὶ κά. ἃ καὶ ἀνάγνωθι ἐκεῖ· ἐνταῦθα γὰρ οὐ κατεστρώθησαν ὡς μὴ ἐνεργοῦντα.
ΚΕΦΑΛΑΙΟΝ Ι΄.
Σχόλιον.
Ἡ λζ΄. νεαρὰ ἐτέθη εἰς τὰ βασιλικά· τοῦτο δὲ αὐτῆς τὸ κεφάλαιον οὐκ ἐτέθη, καὶ μὴ ματαιοπονήσῃς.
ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄.
Σχόλιον.
Ἡ ιζ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικά· οὐδὲ ἡ μ΄. οὐδὲ ἡ νά. καὶ μάτην μὴ κοπία.
Σχόλιον.
Ἡ β΄. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν ἐστι νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ τῶν βασιλικῶν γ΄. τίτ ά. κεφ. ιγ΄. ιδ΄. ιέ. ἔχουσι δὲ ταῦτα καθὼς συνωψίσθησαν. Ζήτει ἀναγκαίως καὶ τὴν κατὰ τὴν ή. τοῦ Δεκεμβρίου μηνὸς τῆς ϛ΄. ἰνδικτιῶνος γενομένην συνοδικὴν σημείωσιν παρὰ τοῦ ἁγιωτάτου πατριάρχου κυρίου Λουκᾶ, χάριν τῶν ἐνεργούντων κληρικῶν δημοσιακὰς δουλείας καὶ προσωπικὰς, καὶ καταστρωθεῖσαν ἐν τῷ ιϛ΄. κανόνι τῆς ἐν Καρθαγένῃ συνόδου. Ἐπὶ τῆς πατριαρχείας δὲ τοῦ μακαρίτου κυρίου Ἰωάννου, κατὰ μῆνα Φεβρουάριον ἰνδικτιῶνος ή. γέγονε σημείωμα συνοδικὸν, διοριζόμενον μὴ συνηγορεῖν διακόνους, ἢ ἁπλῶς ἐκκλησιαστικοὺς, ἢ μοναχοὺς, ὃ καὶ ἀνάγνωθι καταστρωθὲν ἐν τῷ ιϛ΄. κανόνι τῆς ἐν Καρθαγένῃ συνόδου. Κατὰ δὲ τὸν Ἰανουάριον μῆνα τῆς δ΄. ἰνδικτιῶνος, πατριαρχεύοντος τοῦ μακαρίτου πατριάρχου κυρίου Μιχαὴλ τοῦ Ἀγχιάλου, γέγονε σημείωμα συνοδικὸν διαλαμβάνον παρομοίως τῷ ἱερεῖ, καὶ τῷ διακόνῳ, καὶ τῷ ἀναγνώστῃ, καὶ πάντα ἱερωμένον ἀπέχεσθαι τῆς ἐνεργείας τῶν κοσμικῶν ὀφφικίων, καὶ τῶν δουλειῶν· οὗ δὴ σημειώματος ἡ δύναμις κατεστρώθη ἐν τῷ αὐτῷ κανόνι. Ἡ μέν τοι ξή. νεαρὰ τοῦ βασιλέως κυρίου Λέοντος τοῦ φιλοσόφου παρακελεύεται μὴ ἀναδέχεσθαι ἐπιτροπὰς, ἢ κουρατωρείας ὀρφανῶν κληρικοὺς, ἢ μοναχούς· ἐπιτρόπους δὲ γίνεσθαι καὶ διοικητὰς ἐπὶ τελευταίων βουλημάτων παραχωρεῖ, καὶ μᾶλλον εἴπερ ψυχικαὶ διαδόσεις ὀφείλουσι παρὰ τούτων προβαίνειν. Καὶ σημείωσαι τοῦτο, οὐδὲ γὰρ εὑρήσεις ἀλλαχοῦ κειμένην τὴν τοιαύτην διάταξιν. Ἀλλὰ καὶ ἡ πϛ΄. νεαρὰ τοῦ αὐτοῦ βασιλέως θεσπίζει μήτε ἐπίσκοπον, μήτε τινὰ κληρικὸν συνηγορίαις, ἢ μισθώσεσιν, ἢ ἐγγύαις ἐνασχολεῖσθαι· τὸν δὲ τοιοῦτόν τι ποιοῦντα, ἐπὶ χρόνον μέν τινα ἀφορίζεσθαι, ἐπιμένοντα δὲ καθαιρεῖσθαι· καὶ ταῦτα μὲν οὕτως. Διάκονος δέ τις κωλυθείς ποτε παρὰ τοῦ μακαρίτου πατριάρχου κυρίου Λουκᾶ τοῦ συνηγορεῖν, χρωμένου τοῖς διαληφθεῖσι κανόσι, καὶ λοιπαῖς νομοθεσίαις, εἶπεν ἐπὶ βασιλικοῦ βήματος, παρόντος καὶ τοῦ πατριάρχου, μὴ ἔχειν χώραν τὰ τῶν τοιούτων κανόνων καὶ νόμων εἰς τοὺς σήμερον συνηγοροῦντας, ἀλλ᾽ εἰς τοὺς τότε σηνηγόρους τοὺς τεταγμένους εἰς πολιτικὰ δικαστήρια, καὶ λαμβάνοντας βασιλικὰ σιτηρέσια, καὶ ὑπὸ πριμικηρίους ὄντας, καὶ σφραγιζομένους ὑπὸ κοσμικῶν ἀρχόντων, ὅτε πάντως καλῶς οἱ κληρικοὶ ἐκωλύοντο συνηγόρων ὀφφίκια κοσμικὰ ἐνεργεῖν. Ἐπεὶ δὲ οἱ σήμερον συνηγοροῦντες ὡς ἐλευθέριόν τι σπούδασμα τὸ συνηγορεῖν μετέρχονται, οὐδὲ οἱ ἱερωμένοι ἐμποδισθήσονται συνηγορεῖν· καὶ κατασκευάζων τὸν οἰκεῖον λόγον ἐδικαιολογήσατο μὴ τὴν πρᾶξιν, ἀλλὰ τὸν τρόπον κολάζεσθαι παρὰ τῶν κανόνων. Οὐ μόνοι γὰρ κληρικοὶ, ἀλλὰ καὶ ἐπίσκοποι ὑπὲρ φίλων ἀντιποιούμενοι συγγνωσθήσονται, καὶ ὑπὲρ ἐκκλησιαστικῆς ὑποθέσεως συνηγοροῦντες οὐκ αἰσχυνθήσονται, ὡς καὶ αὐτὰ τὰ νόμιμα τοῦτο διατρανοῦσι. Τὸ δὲ συνηγορῆσαι κληρικὸν, ὡς οἱ κοσμικοὶ ὀφφικιάλιοι, καὶ δέξασθαι σφραγίδα λαϊκοῦ, μισεῖται καὶ κολάζεται. Ὅτι δὲ τὸ συνηγορεῖν ὀφφίκιον ἦν ποτε κοσμικὸν, καὶ σιτηρέσια ἐλάμβανον δημοσιακὰ οἱ τεταγμένοι συνήγοροι, καὶ ὑπὸ πριμικήριον ἦσαν, δῆλόν ἐστι ἀπὸ πολλῶν· καὶ ἀνάγνωθι τὰ τελευταῖα κεφ. τοῦ ά. τίτ. τοῦ ή. βιβλίου τῶν βασιλικῶν, καὶ τὰ ἐν τῷ βιβλίῳ τοῦ ἐπάρχου περὶ συνηγόρων ἀναταττόμενα· διαλαμβάνουσι γὰρ τοὺς συνηγόρους σύστημα εἶναι, καὶ ὑπὸ τοῦ κατὰ καιροὺς ἐπάρχου σφραγίζεσθαι. Ταῦτα εἰπὼν καὶ παραδεχθεὶς ἐξεχωρήθη καὶ παρὰ τοῦ πατριάρχου συνηγορεῖν ὡς καὶ πρότερον.
ΚΕΦΑΛΑΙΟΝ ΙΔ΄.
Σχόλιον.
Ἡ ιθ΄. διάτ. τοῦ γ΄. τίτ. τοῦ ά. βιβλίου τοῦ κώδικος οὐκ ἐτέθη εἰς τὰ βασιλικὰ, ἀλλ᾽ οὐδὲ ἡ ά. διάτ. τοῦ ά. τίτ. τῶν νεαρῶν. Ἡ δὲ β΄. διάτ. τοῦ αὐτοῦ τίτλου ἐστὶ νεαρὰ Ἰουστινιάνειος ρκγ΄. κειμένη ἐν βιβλίῳ γ΄. τίτ. ά. κεφ. νδ΄. νέ. νστ΄. ἅτινα κεφάλαια οὕτως ἔχουσιν ὡς συνωψίσθησαν.