Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 1
ΛΟΓΟΣ Α΄
Λάμπειν ὑπερφυῶς τοὺς βίους τῶν πατέρων.
ΠΑΤΕΡΕΣ ΜΟΥ ΚΑΙ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἐν τινι ἄλλῳ εἰμὶ ἐν μέσῳ ὑμῶν, ἀλλ᾽ ἢ ἐν τῷ διεγείρειν ὑμῶν ἀεὶ τὸ πρόθυμον τῆς ψυχῆς, καὶ παρακαλεῖν ἐν τοῖς τῆς εὐσεβείας πόνοις διαμένειν; Χαίρειν οὖν ὀφείλομεν, ὅτι ὑπὸ θεοῦ ἐκλήθημεν καὶ εἰς τὸ ἅγιον σχῆμα ἐλήφθημεν· καὶ χαίρειν τοσοῦτο, ὡς τοὺς κόπους διαλανθάνειν τῆς ἀσκήσεως, καὶ κοῦφον ἡγεῖσθαι πᾶν ὁτιοῦν συμβαῖνον λυπηρὸν κατὰ τὸν ἐνάρετον βίον ἐλπίδι τῶν ἐσομένων ἀπολαύσεως. Οὔτε τοίνυν στρατιωτικῶν ἐγχείρημα, οὔτε πολιτικὸν ὀφφίκιον, οὔτε ταξιαρχικὸν καὶ στρατηγικὸν πρόβλημα, οὐ μὴν οὐδ᾽ αὐτὸ τὸ περισπούδαστον Ῥωμαίοις βασιλικὸν ἀξίωμα εἱλόμεθα καὶ ἔχομεν· ἀλλὰ τὸ πολλῷ τούτων πάντων μεῖζον καὶ ἀπείρως ὑψηλότερον, τὸ οὐράνιον πολίτευμα· μᾶλλον δὲ, εἰ χρὴ τὸ ἀκριβὲς εἰπεῖν, τὸ ἀληθινὸν καὶ ἀδιάδοχον, καὶ οὐχ ὅσον ἐν ῥήμασι κείμενον, ἀλλ᾽ ἐν πράγματι· εἰ γὰρ καὶ συμπάσχομεν καὶ συμβασιλεύσομεν αὐτῷ. Τηλικούτης οὖν ἐπιλαβόμενοι ἀρχῆς καὶ ἀρχοντίας, ὦ τέκνα, καὶ ταῦτα δωρεὰν παρὰ θεοῦ, ἀλλ᾽ οὐκ ἐξ ἡμετέρας σπουδῆς, πόσον χρὴ ἡμᾶς χαίρειν καὶ εὐφραίνεσθαι, εὐχαριστεῖν καὶ προσεύχεσθαι, καὶ πάντα ποιεῖν τε καὶ λέγειν, ὑπὲρ τοῦ ταύτην διασώζειν καὶ ἀνάρπαστον διαφυλάττειν ἐκ τῶν πολυειδῶν καὶ ἀνταρτικῶν ἐπιβουλῶν τοῦ κάτω κοσμοκράτορος; Διὰ τοῦτο, ἀδελφοί μου, πᾶς ἡμῖν πόνος ἡδὺς καὶ πᾶς ἡμῖν γλυκερὸς κόπος καὶ εὐάνυστος ὑπὲρ τῆς προκειμένης ἐντολῆς γινέσθω· καὶ διὰ ταύτην ὡς τρυφὴ ἡμῖν ἡ ἄσκησις καταλογιζέσθω ὁ τοῦ κόσμου χωρισμὸς, ὡς θεοῦ ἐγγισμός· ἡ τῶν ἡδέων ἀποχὴ, ὡς τῶν ἀγαθῶν μετοχή· ἡ τῆς ἐγκρατείας θλίψις, ὡς εὐρυχωρίας ἀπόλαυσις· ἔστω πάντως ὅτι καὶ ὑδροποτοῦμεν, καὶ ξηροφαγοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς χερσί· καὶ ἀστατοῦμεν καὶ ἀδημονοῦμεν ἐν τοῖς λογισμοῖς· καὶ φλεγόμεθα καὶ ἀνακαιόμεθα ἐν τοῖς πειρασμοῖς τῆς σαρκὸς, καὶ ἐκκοπτόμεθα τοῖς θελήμασι, καὶ ἀπονεκρούμεθα ἐν τοῖς ἀποστερήμασι, καὶ ὡς ἄφιλοι καὶ ὡς ἀνίδιοι καὶ ὡς ἄγνωστοι καὶ ὡς ἀγενεαλόγητοι τῷ βίῳ. Τί πρὸς ταῦτα; Ὅτι ζωὴ αἰώνιος ἡμῖν πρόκειται, ὦ τέκνα, καὶ βασιλεία οὐρανῶν ἑτοιμάζεται καὶ κληρονομία Χριστοῦ εὐτρεπίζεται, ἀγαθῶν πολλῶν καὶ ἀπερινοήτων ἀπόλαυσις, μεγάλης ἀγαλλιάσεως καὶ ἀθανασίας εὐφροσύνη, δόξης καὶ τιμῆς καταπλούτησις· τῶν ἄλλων ὅσων οὐκ ἐξικανήσει γλῶσσα ἀνθρώπου διαγορεύειν τὴν χάριν καὶ τὸ ἔλεος. Δράμωμεν λοιπὸν εὐτονωτέρως, καὶ μάλιστα οἱ νωθροὶ καὶ δυσήκοοι καὶ βαρυκάρδιοι καὶ φιλογόγγυσοι, καὶ τῇ κατηραμένῃ σύκῳ ἐοικότες, οἱ μὴ διορθώσοισθε· κοπρίας περιβάλλομεν, καὶ οὐδαμοῦ ῥίζωσις· τοῖς λόγοις ποτίζομεν, καὶ οὐδαμοῦ αὔξησις· ἤδη ἡ ἀξίνη, φησὶν, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται, καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἀσπασώμεθα τοὺς ἄθλους· ἱδρώσωμεν ἐναρέτως· ἁρπάσωμεν τοὺς στεφάνους· κερδήσωμεν τοὺς ἐπαίνους· θησαυρίσωμεν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ῥυθμίσωμεν ἑαυτῶν τὸν βίον πρὸς τὸν πατρικὸν ἡμῶν καὶ ἀρχαιόκτιστον· ἰχνηλατήσωμεν αὐτῶν τὰς ἀρετὰς· ἀγαπήσωμεν αὐτῶν τὰ κατορθώματα· ἀπεικονίσωμεν αὐτῶν τὰ πολιτεύματα· οἷος ὁ μέγας καὶ ἀρχηγὸς ἡμῶν Ἀντώνιος καταπαλαίσας πρῶτος τὸν ἀντίπαλον· καὶ ὁδοποιήσας ἡμῖν τὰ ἀσκητικὰ νικητήρια, οἷος ὁ ἀοίδιμος καὶ ἰσάγγελος Ἀρσένιος, τὰ ὑψηλὰ τῶν ἀρετῶν καταλαβόμενος καὶ εἰς δόξαν ἡμῶν προκείμενος· οἷος ὁ ἱεροτελεστὴς καὶ θεῖος Παχώμιος καὶ προπάτωρ ἡμῶν ὀνομαζόμενος· οἷος ὁ θειότατος Ἰλαρίων, ὁ ἑωσφόρου δίκην ταῖς ἀρεταῖς ἀπαστράψας καὶ πρωὶ ἀνατέλλων πάντοτε· οἷος ὁ πανεύφημος καὶ πανάγιος Εὐθύμιος, ὁ τῆς εὐθυμίας ὡς ἀληθῶς ἐπώνυμος· καὶ σὺν αὐτῷ ὁ ἡγιασμένος καὶ ὁσιώτατος Σάβας, οἱ φαεινότατοι λαμπτῆρες τῆς οἰκουμένης· Θεοδόσιος τε ὁ ἱερώτατος καὶ ἀγγελικώτατος καὶ οἱ καθεξῆς. Ἀλλὰ μεταβῶμεν τῷ λόγῳ καὶ ἐπὶ τοὺς ὑποτακτικῶς τελειωθέντας, ἐπεὶ καὶ οἱ προειρημένοι οὐκ ἂν ἐδοξάσθησαν, μὴ προκαταληφθέντες τῷ τῆς ὑποταγῆς χαρίσματι. Παρακαλεῖ ἡμᾶς τοίνυν πρὸς ἀδιάκριτον ὑποταγὴν, ὦ ἀδελφοὶ, ὡς υἱὸς φωτὸς Δοσίθεος ὁ θεόσδοτος πατὴρ ἡμῶν· στηρίζει ἡμᾶς πρὸς στοργὴν πνευματικὴν Δομετιανὸς ὁ θεοφώτιστος πατὴρ ἡμῶν· θεμελιοῖ ἡμᾶς εἰς ὑπομονὴν ὕβρεων καὶ προσκρούσεων, Ἀββάκυρος ὁ θεοκύρωτος πατὴρ ἡμῶν· ἀποτυποῖ ἡμᾶς πρὸς ταπεινοφροσύνην Ζαχαρίας ὁ πανσέβαστος πατὴρ ἡμῶν· ἀλλοιοῖ ἡμᾶς τὴν καλὴν ἀλλοίωσιν Σιλβανὸς, ὁ πολύδακρυς καὶ πολυταπεινότατος πατὴρ ἡμῶν· στερεοῖ ἡμᾶς πρὸς ἐργασίαν χειρῶν, Ἰωνᾶς ὁ πολυκάματος καὶ τῶν ἐντολῶν κυρίου παραδεισουργὸς πατὴρ ἡμῶν. Ποῦ τοῦ θείου Πετρωνίου τὸ φιλόθεον; ποῦ τοῦ θείου Ἀθρὲ τὸ ταχυήκοον· ποῦ τοῦ ἱεροῦ Μάρκου τὸ θεόγραφον; ποῦ τοῦ θεσπεσίου Παύλου τὸ ἀπλούστατον; ποῦ τῶν ἄλλων καθεξῆς τὸ ἐνάρετον; Οὐ γὰρ ἐξαρκεῖ ἡμῖν ἡ ὥρα τὰ ἑκάστου διεξέρχεσθαι. Οὐκ ἀνανήψομεν πρὸς ταῦτα; οὐ ζηλώσομεν ἐκείνους; οὐ μιμησόμεθα αὐτῶν τὰς πράξεις; καί γε συνεργασώμεθα αὐτοῖς, καί γε ἐκτελέσωμεν, καί γε συνεψώμεθα αὐτοῖς, καί γε ἐκτελέσωμεν καὶ ἡμεῖς, ὅσια καὶ δίκαια· ὥστε καὶ τῆς ἐκείνων δόξης συναπολαῦσαι, καὶ στεφανωθῆναι, καὶ συσκιρτῆσαι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.