Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 2
ΛΟΓΟΣ Β΄
Φρίττειν χρεὼν ἅπαντας ὥραν ἐσχάτην.
ΤΕΚΝΑ ΜΟΥ ΑΓΑΠΗΤΑ ΚΑΙ ΑΔΕΛΦΟΙ,
Ὁ πάντα διοικούμενος ἐν τῇ αὐτοῦ σοφίᾳ παγκάλως καὶ σοφῶς, καὶ καιροὺς καὶ χρόνους διεξάγων, ἐγνώρισεν ἡμῖν καὶ τὰς ἤδη παρούσας ἡμέρας σωτηρίους καὶ ψυχωφελεῖς ὅλου τοῦ παριππεύσαντος ἐνιαυτοῦ· ἀφιερώσεις τινὰς καὶ καθαρτηρίους τῶν ἐπισυμβάντων ἡμῖν ἐξ ἁμαρτιῶν μολυσμάτων. Καὶ χάρις τῷ ταύτας φανερώσαντι καὶ ἐπ᾽ αὐτὰς καταξιώσαντι φθάσαι. Πάντοτε τοιγαροῦν ὀφείλομεν ἁγνῶς καὶ καθαρῶς πολιτεύεσθαι καὶ πάσῃ ἐντολῇ θεοῦ τετηρημένως ἔχειν· ἐξαιρέτως δὲ ἄρτι. Καιρὸς οὖν καθάρσεως, καθαρῶμεν· καιρὸς ἐγκρατείας, ἐγκρατευσώμεθα, μὴ μόνον ἐν βρώματι· τοῦτο γὰρ οὐκ ἀρκετόν· ἀλλ᾽ ἐγκρατευσώμεθα μὴ φιληδονεῖν ἐν τῇ καρδίᾳ· μὴ αἰσχρουργεῖν ἐν ταῖς ἀνατυπώσεσι τῶν προλήψεων· μηδὲ φθονεῖν τῇ τοῦ ἀδελφοῦ εὐδοκιμήσει· μηδὲ ὀργίζεσθαι, ἢ παροξύνεσθαι πρὸς τὸν πλησίον· μηδ᾽ αὖ ἀχαλίνωτον ἔχειν τὴν γλῶτταν, καὶ ὡς ἂν βούληται τρέχειν· ἀλλ᾽ ἐχέτω μὲν αὕτη ὅρους, καὶ καιρὸν καὶ ποσότητα τὰ προσήκοντα ὁμιλεῖν· μενέτω δὲ, καὶ ὁ ὀφθαλμὸς ἀμέτοχος πορνικῶν διαβλεμμάτων· ἡ δὲ ἀκοὴ τεθυρωμένη, μόνα ἐνωτιζομένη τὰ ἁρμόδια καὶ φίλα θεῷ. Ναὶ, τέκνα μου ἀγαπητὰ καὶ παρακαλῶ· καταρτίζετε ἑαυτοὺς ὄργανον, ψαλτήριον τερπνὸν τοῦ ἁγίου Πνεύματος· τὰς χεῖρας ὑμῶν φυλάξασθε ἀπὸ φαυλότητος· μὴ ἅπτεσθε τὰ πρὸς ἡδονὴν, μὴ μαλακίζεσθε ὅλως, εἰρηνικοὶ ἐστὲ πρὸς ἀλλήλους.
Εἰ δὲ ὅτι ὀχληρὸς ἡ πανσέβαστος τεσσαρακοστὴ κατὰ τὸ σῶμα, μὴ οὖν ἐν τούτῳ δυσθυμήσητε· ὑπομείνατε δὲ μικρὸν καὶ ὡς ἐν ἕξει γενόμενοι, ἀβαρεῖς ἔσεσθε μάλιστα καὶ τῆς πρώτης ἑβδομάδος παρεξιούσης ἀρκετὸν ἡμῖν, ὅτι καὶ ἄρτου καὶ ὕδατος καὶ ἄλλων τινῶν ἐν ἀπολαύσει γινόμεθα· οἱ γὰρ πατέρες ἡμῶν οἱ τρισμακάριστοι ὡς διαγινώσκετε, ἄτροφοι παρὰ μικρὸν διέζων· καὶ ὁ μὲν εἷλκεν ὅλον τὸν τῆς τεσσαρακοστῆς χρόνον ἄσιτος· ὁ δὲ, ἑβδοματιαῖον· ἄλλος ὑπερθέσιμον· ἕτερος τριήμερον· εἰ δὲ καὶ καθημέραν μικρόν τι ἀπεγεύετο. Ἡμεῖς οὖν τὸ καθεκάστην καὶ οὐκ ἐν μονοειδεῖ βρώματι· καὶ ἐν τῇ ταπεινώσει ἡμῶν μνησθείη ἡμῶν ὁ Κύριος οἶδ᾽ ὅτι· θέλει γὰρ τοῦτο τὸ μικρὸν, καὶ λογίζεται ὡς τὸ ἔργον τοῦ μεγάλου Ἀντωνίου· κοινοβιακῶς γὰρ ζῶμεν, καὶ τὴν βασιλικὴν πορευόμεθα ὁδὸν, ἣν ὑπὲρ πάσας προέκριναν οἱ πατέρες· φυλάσσεσθε οὖν μοι ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ πάντοτε σῶοι· μὴ καταπράξητέ τι εἰς ὄλεθρον καὶ ἀπώλειαν τῶν ψυχῶν ὑμῶν, τέκνα μου. Ναὶ φοβηθῶμεν τὸν ἀνακαλύπτειν μέλλοντα τὰ κρυπτὰ τοῦ σκότους, καὶ ἀποδιδόντα ἑκάστῳ, οὐχ ὑπὲρ τῶν πράξεων μόνον, ἀλλὰ καὶ λόγων καὶ ἐννοιῶν ψιλῶν· τὸ φοβερώτερον δὲ, ὅτι καὶ ὑπὲρ τῶν κατὰ ἄγνοιαν πλημμελημάτων· καὶ τίς ὑποστήσεται ὀργὴν θυμοῦ αὐτοῦ; καὶ τίς ἱκανὸς ἀθωωθῆναι ἐναντίον αὐτοῦ; τίς οὖν μὴ δράμῃ; τίς δὲ μὴ ἐγρηγορήσει ἀποῤῥίπτων τὸ νωθρῶδες αὐτοῦ καὶ ὑπνῶδες τῆς ῥᾳθυμίας; Ἄνω ἐγείρεσθε· ἡ νὺξ παρῆλθε· διηύγασεν ἤδη ἡ τῆς μελλούσης καταστάσεως ἡμέρα· μὴ καταλάβῃ ὑμᾶς ἀνετοίμους ὁ θάνατος, καὶ δώσει πληγὴν ἀθεράπευτον καὶ αἰώνιον.
Ἐγὼ οὖν ὁ τάλας καὶ παντὸς ἀνθρώπου, μᾶλλον δὲ καὶ μόνος κολάσεως πάσης ἄξιος, φοβοῦμαι καὶ δέδια καὶ τρέμω τὴν ἐκ τοῦ σώματος διάζευξιν, τὴν τῶν ἁγίων ἀγγέλων παρουσίαν· καὶ πῶς ὑπερνήξομαι τὸν ἀέρα τόνδε· πῶς καὶ συνάρω λόγον μετὰ τοῦ κοσμοκράτορος, ὡς γέγραπται ἐν τῷ τοῦ ἁγίου Ἀντωνίου βίῳ. Ὦ τῆς ἐμῆς ἀσθενείας· τί μοι μένει, καὶ πῶς ἀσωτεύω καθημέραν ῥέγχων καὶ νυστάζων ταῖς ἁμαρτίαις; Τίς δὲ καὶ ἡ ὑπάντησίς μοι ἔσται ἡ πρὸς τὸν θεὸν καὶ κριτὴν τῶν ἁπάντων καὶ Κύριον; καὶ οἵοις ὀφθαλμοῖς αὐτὸν καταθεάσομαι τὸν τῷ βλέμματι αὐτοῦ καταξηραίνοντα τὰς ἀβύσσους, καὶ τῇ ἀπειλῇ τήκοντα τὰ ὄρη; Κἀκεῖ τί ἀπολογήσομαι; τίνα συνήγορον λήψομαι; πῶς κατακαλέσω τὸν μηκέτι παρακαλούμενον; πῶς κατακάμψω δάκρυσι πικροῖς τῆς καρδίας καὶ ἐλεεινολογίαις καὶ ὀλοφυρμοῖς τὸν ἀμείλικτον κατὰ τὴν δικαιοσύνην αὐτοῦ. Οὐαί μοι, οὐαί μοι, ἀδελφοί μου, ὅτι ἐγὼ τὸ ἐμαυτοῦ ἀπεντεῦθεν ὁρῶ, ἀπηνέωμαι· μόνη δέ μοι ἐλπὶς καὶ οὐκ ἀπόγνωσις, ἡ τοῦ πνευματικοῦ μου πατρὸς εὐχὴ σὺν τῇ ὑμετέρᾳ μακαρίᾳ. Ὅμως οὖν διαναστῶμεν ἔτι καὶ ἔτι· καὶ πρὸς πᾶν ὁτιοῦν εὐάρεστον θεῷ ἐπειχθῶμεν, φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις· καταφρονείσθω καὶ σῶμα, καὶ κόπος, καὶ ὀνειδισμὸς, καὶ παραπληκτισμὸς, καὶ λιμαγχόνησις, καὶ ἀτονία ἔργου, καὶ τάλλα πάντα· ἂν οὕτω βιώσωμεν, ἂν οὕτω καὶ ἡμεῖς οἱ πανάθλιοι ὑπομιμνήσκωμεν, εὖ οἶδ᾽ ὅτι σωθησόμεθα καὶ χορεύσομεν ἐν οὐρανοῖς τὴν ἄλυτον χορείαν, ἐν τῇ εὐφροσύνῃ τῶν ἀπ᾽ αἰῶνος εὐαρεστησάντων τῷ Χριστῷ. Ῥήξατε τὸ ῥαθυμῶδες, ἐπιχαρεῖς δὲ ἐστὲ καὶ διωμαλισμένοι, γαληνόψυχοι, ἐλαφροκάρδιοι, ἀλληλοβοήθητοι, ἀμέριμνοι, ἀναδολέσχητοι· ἔχετε γὰρ ἡμῶν τὴν ταπείνωσιν ἐπὶ πᾶσι κανόνα. Καὶ τίς ἡ χρεία μεριμνᾶν καὶ τυρβάζειν περὶ πολλά; μερίδα δὲ ἀγαθὴν ἐκλέγεσθαι συμβουλεύω τὸ κατακούειν τοῦ ταπεινοῦ ἡμῶν λόγου. Σώζεσθε τέκνα μου ἐν Κυρίῳ, καὶ ἀγαλλιᾶσθε ἐν τῷ φόβῳ αὐτοῦ· ἐκμανθάνετε τὸν κανόνα, διεκστηθίζετε τὰ ἐνταλθέντα· ἀγαθαῖς διηγήσεσι συμμετριάζετε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.