Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Great Catechesis

Great Catechesis

St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905

Catechesis 101

ΛΟΓΟΣ ΡΑ΄.
Θεῷ τελειοῦν καθαρὰς ὑποσχέσεις.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,

Τί διδάσκει ἡμᾶς ὁ θεῖος ἀπόστολος; Τί παραινεῖ λέγων· «Ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ ἡμέρα σωτηρίας· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν». Ὡς ἀγαθὸς τοίνυν πατὴρ καὶ διδάσκαλος, διεγείρει ἡμῶν τὸ ῥάθυμον· τὸν τῆς ψυχῆς νυσταγμὸν ἐπιτινάσσων ἐκ τῶν νοητῶν ἡμῶν ὀφθαλμῶν, καταρτίζει ἡμῶν τὰ κατὰ θεὸν διαβήματα, ἐμβιβάζων ἡμᾶς εἰς τὴν τρίβον τῆς ἀγαθοεργίας.

Ὑπακούσωμεν τοιγαροῦν τῆς θείας διδασκαλίας· διανυστῶμεν προθύμως· ἐκνήψωμεν ἔτι καὶ ἔτι· βαδίσωμεν προθυμότερον· ὅτι ἤδη ἡμέρα κέκλικε τῆς ἑκάστου ἡμῶν ζωῆς· καθὼς ὁρῶμεν τοὺς ἀδελφοὺς ἡμῶν προαρπαζομένους, καὶ τὸ ὀλίγοστον διάστημα τοῦ βίου ἡμῶν ἐν ἑκάστῃ ἡλικίᾳ ἐνθεωροῦμεν. Ἀρπάζονται γὰρ οὐ μόνον πρεσβύται, μεσηλικιοῦντές τε καὶ νεάζοντες· ἀλλὰ καὶ παῖδες καὶ βρέφη. Καὶ εἰ μὲν ἕως ἔτι ὁ καιρὸς ἐνδέει, καὶ ὁ τῆς ζωῆς ἡμῶν ἐλλείπει χρόνος, σπουδάσωμεν καὶ ἀγωνισώμεθα εὖ ἂν ἔχοι. Ζησώμεθα γὰρ εἰς αἰῶνας, καὶ ἀπολαύσωμεν χαρᾶς ἀνεκλαλήτου.

Εἰ δ᾽ ἀπαρασκευάστοις τῶν ἀγαθῶν ἔργων καὶ ἀνετοίμοις τοῦ κατὰ ψυχὴν εὐπρεπισμοῦ, ἐπισταίῃ ἡμῖν τὸ πέρας τοῦ παρόντος βίου, καὶ ἐπιδύσει ἡμῖν ὁ τῆς ζωῆς ἥλιος. Οὐαὶ ἐπὶ Οὐαὶ ὄντως. Καὶ σκότος ἐπὶ σκότει, καὶ ἀγγελία πονηρὰ ἐπὶ ἀγγελίᾳ πονηροτέρᾳ. Καὶ τίς ἐξαιρήσεται ἡμᾶς ἐκ τῶν χειρῶν τοῦ δράκοντος; ἢ τίς ἐστι ἄνεσις ἡμῖν κολαζομένοις ὑπὲρ τῆς ἀπροσεξίας, ἐν ἢ κακῶς τὸν παραυτίκα βίον μετηλλαξάμεθα; Λοιπὸν — ὁ ἀθετῶν ἀθετείτω· ὁ ἀνομῶν ἀνομείτω — καθὼς γέγραπται πρὸς τοὺς ἀποδράσαντας ὁ λόγος. Μᾶλλον δὲ προσευκτέον ὑπὲρ αὐτῶν, καὶ ἀνακλητέον. — Οὐ γάρ τοι θέλει ὁ θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιτρέψαι καὶ ζῇν αὐτόν. —

Ὑμεῖς δὲ χάριτι Χριστοῦ οἱ ἐν τῇ ἀθλητικῇ ὑμῶν ὑποταγῇ ὑπομεμενηκότες, καὶ ἀδιαψεύστους ὑμῶν τὰς ὁμολογίας καὶ συνθήκας διαφυλάξαντες ἐνώπιον θεοῦ καὶ ἀνθρώπων, χαίρετε καὶ εὐφραίνεσθε· ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀποθησαυρίζεται. Εἴπερ προσέχετε καὶ ἐμμένετε, ἀκούετε, καὶ πράττετε. Τηρεῖτε καὶ φυλάσσετε πάντα τὰ διατεταγμένα ὑμῖν ἐν κυρίῳ· καὶ πρὸς τὴν ὠφέλειαν ἀπὸ τῆς ἡμῶν ταπεινώσεως ἡμῖν ὑπομιμνησκόμενα. Οὐ γὰρ ὀφείλουσιν οἵ τινος δεσπότου πιστοὶ θεράποντες ταῖς ἐπί τινων ὁμοδούλων ἀθετήσεσι πτοεῖσθαι καὶ παρασαλεύεσθαι τοῦ δέοντος· τοὐναντίον δὲ καὶ προσεκτικώτεροι καὶ φιλοδεσπότεροι καὶ στερεώτεροι τῷ φόβῳ καθίστασθε· ὥσπερ οὐδὲ πιστοὶ στρατιῶται κατολιγωρεῖν ἐκ τῆς βασιλικῆς παραστάσεώς τε καὶ δουλείας, ἔσθ᾽ ὅτε τῶν τινῶν συστρατιωτῶν κακοβουλίαις, φατρίαις τε καὶ ἀθετηκαῖς συσκευαῖς εἰσβληθέντων. Εἰ δ᾽ ἐπὶ τῶν κάτω καὶ λυομένων ταῦτα· τί ἐπὶ τοῦ μεγάλου καὶ πρώτου καὶ μόνου καὶ ἀληθινοῦ δεσπότου τε καὶ βασιλέως τῶν βασιλευόντων;

Ἐκείνῳ γὰρ ἐστρατεύθητε, τέκνα καὶ ἀδελφοὶ, καὶ ὑπ᾽ ἐκείνου τάττεσθε, καὶ αὐτῷ δουλεύετε νύκτωρ τε καὶ μεθημέραν· καὶ — ὁ ἀθετῶν εἰς αὐτὸν ἀθετεῖ· καὶ ὁ ἁνομῶν εἰς αὐτὸν ἀνομεῖ. — Εἴπερ μὴ παρέργως ἀναγινώσκετε τὰ παρὰ τοῦ θείου καὶ μεγάλου Βασιλείου νομοθετούμενα, ἢ καὶ τὰ κατὰ τὴν ὁσίαν Κλίμακα κυροττόμενα.

Ἀλλ᾽ ὅμως καίπερ τηλικούτων ὄντων φοβερῶν τῶν κριμάτων τῆς ἀποστασίας κατὰ τὰς ἁμαρτίας μου, οὐ παύονταί τινες ἀποῤῥηγνύσθαι τῆς συναφείας οὐχ ὑμῶν, ἀλλὰ δι᾽ ὑμῶν τοῦ ἁγίου Πνεύματος· ὥς φησιν ὁ αὐτὸς μέγας Βασίλειος. Εἶτα καὶ τὸν Ἰούδαν μιμούμενοι καθ᾽ ἡμῶν καὶ καθ᾽ ὑμῶν κινοῦντές τινας, οὐκ οἶδ᾽ ὅτι εἰπὼν, φύγω τὸ κατηγόρημα· ἵνα εἰ οἷόν τε ὅσον τὸ κατ᾽ αὐτοὺς διὰ τὸ μὴ λύεσθαι καὶ συμπαρανομεῖν ἡμᾶς, ἄρωσι καὶ τὸ μνημονεύεσθαί με ἐν ζῶσιν.

Ἀλλὰ καὶ ταῖς ἐμαῖς ἁμαρτίαις ἐπιγραφέσθω τὸ αἴτιον. Ἐγὼ γὰρ ὁ κακὸς ποιμὴν, καὶ ἐγὼ ἀποτίσω τὸ κρῖμα πλὴν ὅτι ἀπήγγειλα τὴν ῥομφαίαν ἐρχομένην· ἀλλ᾽ ὡς δοκῶ, οὐδ᾽ ὀλιγάκις, οὐδὲ χαύνως. Καὶ βλέπετε πῶς οἱ δοκοῦντες στήκειν στήκετε· πῶς οἱ λογιζόμενοι ἑαυτοὺς ἀκινήτους εἶναι ἐν τῷ καλῷ, ἀπαρασάλευτοι διαμένετε, πῶς οἱ ὁμολογοῦντες τὴν ψυχὴν ὑπὲρ ἐμοῦ τιθέναι ἕνεκεν ἀγάπης θεοῦ, τὰς ἐπηρείας ἐπιφέρετε· — οὐ γὰρ ὁ λέγων μοί, φησι, Κύριε Κύριε· ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἐκεῖνος μοῦ ἐστιν. —

Ἃ ἐπιφέρεται, ἐσαλεύθητε ἀκηκοότες; ἀλλὰ μηδαμῶς· στηρίζοισθε ἐν κυρίῳ, μᾶλλον καὶ μένοιτε ἀδιάπτωτοι, βεβηκότες ἐν τῷ τῆς ταπεινοφροσύνης ἑρείσματι· πλὴν προσέχετε καὶ γνωρίζετε οἵοις τρόποις ἁλίσκονται οἱ ἁλισκόμενοι. — Θέλεις γάρ, φησι, μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον παρ᾽ αὐτοῖς. —

Θέλετε καὶ αὐτοὶ μὴ φοβεῖσθαι τὸ πτῶμα; τὸ μαρτύριον διασώσασθε τῆς ὁμολογίας ὑμῶν· τὰ κατ᾽ αὐτὴν διατεταγμένα πράττετε, καὶ μηδαμῶς εἰς τὰ ὀπίσω ὑπονοστήσετε, κατὰ τὰς ἐπιφορὰς τῆς πολυθλιψίας αὐτῆς. Ἐκ γὰρ τοῦ ὀλιγωρεῖν καὶ ἀνοικείως τοῦ ἐπαγγέλματος πορεύεσθαι, ἤγουν τοῦ ἄρχεσθαι, σκληρύνεσθαι, τραχύνεσθαι, αὐταδειάζεσθαι, ἀλαζονεύεσθαι, ὑπερηφανεύεσθαι· εἴτ᾽ οὖν ἐκ τοῦ γογγύζειν, ἐκ τοῦ λαθροφαγεῖν, ἐκ τοῦ ψιθυρίζειν, ἐκ τοῦ περπερεύεσθαι, ἐκ τοῦ ἰδιορυθμεῖν, ἐκ τοῦ μὴ ἐξαγορεύειν, ἢ ἐκ τοῦ ἀφιέναι σαπρὸν λόγον, ῥῆμα ὑβριστικὸν, ἢ ἐκ τοῦ μὴ ἐπιδέχεσθαι εὐπειθῶς τὰ προστεταγμένα, τὰ διδόμενα κατὰ χρείαν, ἐπὶ ἐνδύματος, βρώσεως, ὑποδήματος· ἀλλὰ ζητεῖν καὶ ἀναζητεῖν ἐκ τοῦ — Δός μοι τοῦτο καὶ ἐκεῖνο — καὶ — οὐκ ἀρέσκει μοι τόδε παρὰ τόδε — καὶ, — οὕτινος χάριν οὐκ ἔλαβον παρὰ δεῖνα τὸ κάλλιον καὶ χρησιμώτερον; —

Ἐπεὶ, πρότερός εἰμι τῷ σχήματι καὶ πηλίκος καὶ τηλικοῦτος, ἐκ τούτου κατὰ μικρὸν ὥσπερ ἀπὸ κλίμακος τινὸς ὑψηλῆς τῆς ἀρετῆς καταβιβαζόμενος, καὶ οὐχὶ ἀναβιβαζόμενος, ἀποπίπτω εἰς τὸν βόθρον τῆς ἀποστασίας. Ὥστε εἰ μὴ βούλεσθε, μηδὲ θέλετε ἀποστῆναι, τὰ ἐφόδια αὐτῆς φεύγετε· ἅπερ εἰσὶ τὰ προειρημένα. Ὁ γὰρ μὴ ἐκεῖνα φυλαττόμενος, πάντως κἂν μὴ παρευθὺ, ἀλλὰ μικρὸν ὕστερον κρημνισθήσεται καὶ ἀπολεσθήσεται, καὶ ἰουδαΐσει· ὅπερ μὴ γένοιτο τινί.

Διὰ τοῦτο γὰρ προλέγω, καὶ οὐ ψεύδομαι· ὡς αὐτοὶ ἐπίστασθε· καὶ ὡς οὐκ ἔστιν ἄλλως διὰ λείας ὁδοῦ καὶ εὐπόρου καὶ ἀγαθῆς ὁδεῦσαι ἐπὶ βασιλείαν οὐρανῶν, ἢ διὰ τῆς ἐναντίας τῆς προειρημένης, ἤτοι δι᾽ ὑπακοῆς, εὐπειθείας, μακροθυμίας, καὶ ὑπομονῆς, εὐχαριστίας ἐπὶ τοῖς διανεμομένοις, καὶ ἀποδοχῆς κἂν εὐτελές ἐστι τὸ διδόμενον, κἂν πενιχρὸν, κἂν παρ᾽ ἀξίαν πρὸς τὴν τοῦ πέλας θεωρίαν. Ἄλλος γάρ ἐστιν ὁ κριτὴς καὶ ὁ διανομεὺς, καὶ ἀποδώσει κύριος κατὰ τὰ ἔργα αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως.

Σοῦ δὲ ἔστω τὸ ὑπομνητικὸν, ἀδελφέ· τὸ εὐχάριστον, τὸ ἀτάραχον, τὸ ἀγόγγυστον· κἂν παραθεωρηθῇς πρὸς τοὺς ἄλλους· κἂν ἀπρονόητος ὅλως διαμείνῃς, ὥστε εἰ καὶ ἅμανδυς περιπτοίης, εἰ καὶ ἀκούκουλος εἰ καὶ μονοχίτων κατὰ τὸν παρόντα καιρὸν τοῦ κρύους· ὥστε σε τρομάσσειν ἐκ τοῦ ψύχους, καὶ μὴ συγκρατεῖσθαι τοῖς μέλεσι. Μηδαμῶς ἀγανακτήσῃς, παρακαλῶ, μηδαμῶς ἐπιφθέγξῃ ῥῆμα βλάσφημον. Τοῦτό σοι ἐγκελεύεται ὁ Χριστὸς διὰ τῶν ἁγίων αὐτοῦ· τοῦτο καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ ἐπιφθεγγόμεθα. Ταῦτα γὰρ τὰ ἄθλα τῶν ὑποτακτικῶν. Διὰ ταῦτα μάρτυρες. Διὰ ταῦτα συστεφανῖται τῷ πρωτάθλῳ τοῦ κυρίου.

Εἰ δὲ μὴ ταῦτα, κενὸν τὸ ὄνομα, ματαία ἡ ἐλπίς. Καὶ ὡς προεῖπον, ἐκ τῶν ἐνοικείων λόγων καὶ τρόπων ταῖς κατὰ μικρὸν ὑποβάσεσιν, ἀντὶ μάρτυρος ἀρνητὴς ἀποδειχθήσῃ, καὶ ἀντὶ ἀθλητοῦ λειποτακτίτης, ἀντὶ στεφανίτου κατῃσχυμμένος, οὐ μόνον ἐν τῷ νῦν αἰῶνι, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

Ἀλλ᾽ ἀπείη πᾶς κακίας ἀφ᾽ ἡμῶν τρόπος καὶ λόγος. Εἴη δὲ ἐν ὑμῖν πᾶν παράδειγμα καὶ ὑπόδειγμα πατροπαράδοτον, εἰσέτι πατρικὸν ὑμῶν θησαύρισμα εἰς ψυχῆς ἀγαλλίαμα, εἰς πλοῦτον περιουσίας ἀρετῶν, εἰς ἐφόδιον ζωῆς αἰωνίου, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

· Contents ·