Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 102
ΛΟΓΟΣ ΡΒ΄.
Δεῖν εὐαρεστεῖν τῷ θεῷ καθημέραν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Οὕτω πρέπον ἡμῖν ἐστι καὶ ἀναγκαῖον καθ᾽ ὅσον οἷόν τε πᾶσαν μέριμναν καὶ σπουδὴν καὶ ἐπιμέλειαν ποιεῖσθαι εἰς ὑμᾶς λόγῳ, ἔργῳ, ὑπομνήσεσι, παρακαλέσεσι, νουθεσίαις, προτροπαῖς, οἰκείοις ὑποδείγμασιν, ἑτέρων ἀρεταῖς, ἵν᾽ οὕτως δυνηθῶμεν ῥιθμῆσαι ἡμᾶς πρὸς ἔνθεον βούλημα καὶ σκοπὸν τὸν προκείμενον ἡμῖν τῆς πρὸς θεὸν εὐαρεστήσεως. Καὶ ἐγὼ μέν εἰμι ὀλίγος καὶ οὐκ ἀρκῶν οὐδ᾽ ἐμαυτῷ· πρὸ προσώπου γάρ μού ἐστι ἡ ἁμαρτία μου ἀπὸ γῆς ἕως οὐρανοῦ· ἀναγκάζομαι δι᾽ οὖν ὅμως τοῦ φορτίου μου ἐπικειμένου τῆς πάντων ὑμῶν ὁδηγίας ἐπιβάλλειν ἑαυτὸν ἐπ᾽ ἐλπίδι τῆς βοηθείας τῶν εὐχῶν ὑμῶν.
Πρὸς ταῦτα δυσωπησάτω ὑμᾶς ὁ θάνατος τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτὸς τὸ αἷμα ἐξέχεεν, ἀθάνατος ὢν· ὅτι αὐτὸς ἐδεσμεύθη ὑπὸ στρατιωτικῆς χειρὸς, ὁ πῆς τῶν ἀγγέλων στρατιᾶς ποιητής· καὶ ἤχθη εἰς κρίσιν, ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς· κατεψεύσθη, ὁ ἀλήθεια· συκοφαντήθη, ἐτύφθη, ἐνεπτύσθη, ἐκρεμάσθη ἐπὶ ξύλου ὁ κύριος τῆς δόξης. Πάντα τὰ ἐπονείδιστα καὶ θληπτικὰ ὑπήνεγκεν, οὐκ αὐτὸς τούτων δεόμενος. Πῶς γὰρ, ὁ καὶ ὡς ἄνθρωπος ἀναμάρτητος, ἀλλ᾽ ἡμᾶς ἐξαιρῶν τῆς τυραννούσης ἁμαρτίας, δι᾽ ἧς ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, καὶ ὕφειλε δι᾽ ἀπάτης τὸν προπάτορα ἡμῶν.
Τοίνυν, ἐπειδὰν πάθοιμέν τι τῶν τοιούτων, οὐδὲν ξένον, οὕτω γὰρ συνεθέμεθα, καὶ διὰ τοῦτο ἤλθομεν εἰς τὸ μοναστήριον, καὶ τοιαύταις συνθήκαις ἀπεκειράμεθα. Χρὴ οὖν ἡμᾶς καὶ ὑβρισθῆναι καὶ πειρασθῆναι, καὶ λυπηθῆναι διὰ τῆς ἐκκοπῆς τῶν θελημάτων ἡμῶν. Αἱματοεκχυσίαν γὰρ τοῦτο οἱ πατέρες ὁρίζονται· οὕτως γὰρ ὁ μοναχός· καὶ οὕτω μέλλομεν ἐξωνεῖσθαι τὴν βασιλείαν τῶν οὐρανῶν, καθ᾽ ὁμοίωσιν τοῦ κυρίου διαβιοῦντες. Οὐ γὰρ τῶν ἀναπεπτωκότων ἐστὶν ἡ σωτηρία, οὐδὲ τῶν ἡδονευόντων, οὐδὲ τῶν ἐκπληρούντων τὰ θελήματα. Ἀπεταξώμεθα τῷ κόσμῳ· οὐδὲν κοινὸν ἡμῖν πρὸς τὸν κόσμον. Ληθαργῆσαι ὀφείλομεν τὸν πρότερον βίον, ἀποβδελύξεσθαι τῶν σαρκικῶν ματαιότητα, μὴ τέρπεσθαι ἐπί τινι τῶν ἐν τῷ παρόντι βίῳ· ἀλλὰ τοῦτο ἔχειν τὸ ἀγαλλίαμα, καὶ ἐντρόφημα, καὶ σπούδασμα, καὶ μέριμναν, πῶς εὐαρεστήσωμεν τῷ κυρίῳ.
Πῶς δὲ ἡ τελευταία ἀποκατάστασις; Ποταπὴ ἡ τῶν ἁγίων ἁπάντων διαγωγή; Ποῖον τὸ ἄφραστον φῶς ἐκεῖνο καὶ τὸ ἀμήχανον κάλλος τοῦ παραδείσου· ἡ ἀπερινόητος δόξα τοῦ κυρίου; Ὥσπερ καὶ τὰ ἐναντία· τὸ ἐξώτερον πῦρ, ἡ ἀτελεύτητος τοῦ σκώληκος τιμωρία· τὸ ἄφεγγες σκότος, τὸ διεῖργον δικαίους καὶ ἀδίκους· αἱ δικάσεις· χειρῶν καὶ ποδῶν δέσεις καὶ ἐκ θεοῦ ἀποῤῥιφή. Καὶ ὅσα ἄλλα μυρία ἐστὶ καὶ ἐπινοεῖσθαι καὶ λέγειν, ἵνα ἐν τούτοις τὸν λογισμὸν περιστρέφοντες, συναποσπῶμεν αὐτὸν ἀπὸ τοῦ γηΐνου φρονήματος, καὶ ἄσχετον καὶ καθαρὸν παραστήσωμεν. Ὁ γὰρ ἐντεῦθεν ὑπολάβῃ ἑαυτόν τις εἶναι, τοῦτο καὶ πρὸς τὸ μέλλον πάντως ἔξει.
Ἔχεσθε τῶν διακονιῶν ὑμῶν σπουδαίως, ὡς θεῷ ἐν ταύταις λατρεύοντες, καὶ οὐκ ἀνθρώποις δουλεύοντες· πρὸς τὰς λειτουργίας τὰς πνευματικὰς εὐπρόθυμοι, εὐφραινόμενοι ταῖς θείαις ὑμνῳδίαις, πρὸς τὰ ἔργα εὐκίνητοι, ἵνα ἐπαρκῶμεν καὶ ἑαυτοῖς καὶ τοῖς ἀσθενοῦσι καὶ ξένοις. Ὅτε καιρὸς ἥκει τινὶ ὕβρεως, παραπληκτισμοῦ, παραθεωρήσεως, ἐπαγωγῆς περισσοτέρας, ἦχθε καιρὸς κέρδους, χαρᾶς, προκοπῆς. Χαίρωμεν μᾶλλον ἀτιμαζόμενοι ἤπερ τιμώμενοι· νηστεύοντες ἤπερ τρυφῶντες.
Διὰ τοῦτο μὴ ἑλκώμεθα εἰς μικροψυχίαν παρὰ καιρὸν ἐσθίοντες προφασιζόμενοι ἀσθενείας· μάλιστα ἐπὶ ταῖς τετραδοπαρασκευαῖς. Ὁ γὰρ θεὸς καὶ ῥήματος καὶ βρόχθου ἑνὸς γραφεύς ἐστιν, καὶ ἐξεταστὴς, καὶ μισθαποδότης. Ὑμῶν αὐτῶν οὖν ἡ προκοπὴ ἐμοῦ προκοπή· ὑμῶν ἡ προθυμία ἐμοῦ ἀνδρείωσις.
Ναὶ παρακαλῶ, ναὶ δέομαι πάντοτε ὑμῶν· πληρώσατέ μου τὴν χαρὰν, ἵνα πάντες τὸ αὐτὸ φρονῶμεν, τῷ αὐτῷ στοιχῶμεν κανόνι, τοῖς ἴχνεσι κατακολουθοῦντες τῶν μακαρίων πατέρων ἡμῶν· ὅπως καὶ τῆς συναγαλλιάσεως αὐτῶν καταξιωθῶμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.