Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 111
ΛΟΓΟΣ ΡΙΑ΄.
Συνεδριάζειν ἐν τόποις μὴ κρυφίοις.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Πάλιν πειρασμὸς, πάλιν σκάνδαλον· πάλιν ἐγὼ ἐλεεινὸς πενθῶ καὶ σκυθρωπάζω· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι· ὅτι ἐβλήθησαν κάτω οἱ ὑψηλοπολίτευτοι· ὅτι οἱ πολὺν καὶ πολυχρόνιον ἐπιφερόμενοι τὸν ἀγῶνα καὶ τὸν ἱδρῶτα τῆς εὐσεβείας, μιᾷ καιροῦ ῥοπῇ ἐξεκένωσαν ἅπαντα. Καὶ ἐγενήθησάν μοι ἀντὶ ἀμπέλου ἄκανθαι, καὶ ἀντὶ εὐφροσύνης πικρία, καὶ ἀντὶ προσδοκίας ἀποτυχία. Καὶ οὐκ οἶδα τί εἴπω, ἢ τί λαλήσω ἐπὶ τῷ πτώματι, καὶ τῇ συντριβῇ τῶν ἀδελφῶν ἡμῶν; Ἢ καθήσομαι καὶ κλαύσομαι μόνος, καὶ λέξω ἐκεῖνο. — Εἰ ταῦτα οὕτως, τίς ἄρα κύριε σωθήσεται; —
Καὶ ὄντως — οὐκ ἔστιν ἄνδρα ἐπαινέσαι ἕως τῆς ἐξόδου αὐτοῦ· — καὶ ὄντως δυσδιεξάνυστος ἡ ὁδὸς τῆς σωτηρίας ἡμῶν. Καὶ τίς ἐκφεύξεται τὰς τηλικαύτας μεθοδείας τοῦ διαβόλου; Καὶ τίς οὐ μεριμνήσει μέχρις αὐτῆς τῆς ἐξόδου αὐτοῦ; Τοῦτο καλῶς εἰδὼς ὁ ἅγιος ἐκεῖνος πατὴρ, ἤδη ἐπὶ θύραις ὢν τοῦ θανάτου, καὶ εἰπόντος πρὸς αὐτὸν τοῦ διαβόλου, ὅτι — Ἐξείλησάς με — — Οὐκ οἶδα — ἐκεῖνος ἀντεπεκρίνετο· Τοσοῦτον ἦν τὸ ἐναγώνιον αὐτῷ, ὅτι μηδὲ ἐν τῇ μιᾷ ὥρᾳ ἐκείνῃ ἐδόκει ἔχειν τὸ ἀσφαλὲς τῆς σωτηρίας αὐτοῦ κατὰ τὸ πολὺ τῶν εὐσεβῶν πόνων αὐτοῦ μέτρον.
Ἡμεῖς δὲ ἐπειδὰν πενταχρονίσωμεν, ἢ δεκαχρονίσωμεν, ἢ τὰς καταστάσεις τοῦ μοναστηρίου ἐκμάθωμεν, ἢ βραχέα τῆς γραφῆς ῥήματα ἐκστηθίσωμεν· ἢ τόσον καὶ τόσον γονυκλιτίσωμεν ἢ προσευξώμεθα, ἢ νηστεύσωμεν, ὡς τὸ πᾶν τετελεκότες οἰηματιζόμεθα καὶ μεγαλοφρονοῦμεν. Διὰ τοῦτο ὡς τὰ φύλλα πίπτομεν, καὶ τὰ ὀστᾶ ἡμῶν συντρίβονται παρὰ τὸν ἄδην· πρὶν ἐκσπασθῆναι ξηραινόμεθα· καὶ ἐσμὲν σοφοὶ ἐν ἀμαθίᾳ, καὶ ἐλλόγιμοι ἐν ἀλογίᾳ· καὶ χειροτονοῦμεν ἑαυτοὺς διδασκάλους ζηλωτάς τε καὶ ἀκριβευτὰς, καὶ ὡς ἐν ἡμῖν μόνοις τὴν ἀλήθειαν γνωρίζομεν ἑστῶσαν. Διὰ τοῦτο ταῦτα ἡμῖν συνέβη· διὰ τοῦτο σκότος ἀντὶ φωτὸς δεχόμεθα· διὰ τοῦτο ὡς ἐκ παραδείσου ἐξόριστοι γινόμεθα τῆς αὐλῆς τοῦ Χριστοῦ καὶ τοῦ ποιμνίου αὐτοῦ.
Προσέχετε τοιγαροῦν, ἀδελφοί μου, παρακαλῶ· καὶ μὴ κατ᾽ ὀλίγον ἐκδαπανᾶτε τὴν ἀρετὴν ὑμῶν καὶ τὴν εὐπιστίαν· καὶ τοσοῦτον πτωχεύετε, ὥστε κατεσθίειν τὴν οὐσίαν ὑμῶν πᾶσαν τῆς ψυχῆς ἀλογίστως, καὶ ἔρχεσθαι ἐπ᾽ αὐτὸ τὸ τῆς μεταβάσεως πτῶμα. Ἐν γὰρ τῷ λέγειν καὶ ἀκούειν ὑμᾶς τοὺς περὶ τῶν τοιούτων λόγους, καὶ συγκαταβαίνειν ἀλλήλοις ἐπισφαλῶς καὶ ὑποστέλλεσθαι, ἢ αὐτοὶ ἑαυτοὺς διορθοῦν, ἢ ἀναφέρειν ἡμῖν τὰς αἰτίας, ἵνα καὶ θᾶττον τὰ ἰάματα δίδωνται, πίπτετε καὶ συμπίπτετε καὶ συγκόπτεσθε, καὶ οὐκ οἶδά τι τέξεται ἡ ἐπιοῦσα ἐπὶ πᾶσιν ὑμῖν τοῖς οὕτω πορευομένοις. Καλῶς ταῦτα; Οὕτως συνεδριάζετε; οὕτως καθέζεσθε; οὕτως συμβουλοκοπεῖτε, ἵνα ἕως κατάλυσιν τῶν ψυχῶν ὑμῶν φθάνητε; Τί ἡνίκα ἀκούετε τὰ τοιαῦτα, οὐκ ἀποστρέφεσθε καὶ καταφοβεῖτε τὸν ἐπιλέγοντα, καὶ νουθετεῖτε ἀποφεύγειν αὐτὸν, ὡς ἀπὸ πυρὸς καὶ ὡς ἀπὸ ὄφεως; Ἀλλὰ τῇ ὁμαλότητι καὶ τῇ δῆθεν χρηστότητι, καὶ τῇ δῆθεν ἀδιαβλησίᾳ καὶ ἀγάπῃ τοῦ ἀδελφοῦ εὑρίσκεσθε ἀνθρωποκτόνοι καὶ μισάδελφοι, καὶ αἷμα ἀθῶον ἐκχέοντες ἐκζητηθησόμενον ἐκ τῶν χειρῶν ὑμῶν.
Ἤδη λελάληκα, ἀδελφοί μου, καὶ ἤδη προμαρτύρομαι, ὡς καὶ προεμαρτυράμην μετὰ πόνου καὶ ἀγῶνος καὶ ὀδύνης. — Ἄκουε φησιν, οὐρανὲ, καὶ ἐνωτίζου γῆ· — Μηδεὶς μηκέτι προφασιζέσθω· μηδεὶς λεγέτω ὅτι οὐκ οἶδα· οὐδὲ δέδιγμαι· οὐδὲ ἀκήκοα. Καὶ οἴδατε, καὶ ἐδιδάχθητε καὶ ἀκούσατε καὶ — πάντα καθαρὰ τοῖς καθαροῖς. — Ἢ εἰς τὴν ἐμὴν ἀπώλειαν τρέχετε καὶ ἡγεῖσθε ἀτιμώρητοι εἶναι ἐν ἡμέρᾳ κρίσεως σχιζόμενοι καὶ ἀποχωριζόμενοι ἀπὸ θεοῦ διὰ τῆς ἀρνητικῆς ὁμολογίας ὑμῶν. Οὐχ οὕτως ἔχει. Ὁ θεὸς κριτὴς δίκαιός ἐστιν, ἐμὲ μὲν τιμωρήσων κατ᾽ ἀξίαν, πάντως γε· ἀλλ᾽ οὐδὲ οἱ τοιοῦτοι ἐκφεύξονται τοῦ κρίματος τῆς κολαστικῆς τιμωρίας· ἀλλ᾽ ἀποπίπτουσι δίκην τῆς παραβάσεως αὐτῶν. Παραβάται γὰρ νόμου θεοῦ γεγόνασι, καὶ οὐκ ἐνέμειναν ἐν τοῖς ὁμολογηθεῖσιν ἐνώπιον τοῦ βήματος αὐτοῦ, μεθ᾽ ἃ καὶ ἡ ἀπόκρισις καὶ ἡ ἄφεσις τῶν ἁμαρτιῶν αὐτῶν γέγονε διὰ τοῦ τῆς μετανοίας ἁγίου καὶ καθαρτικοῦ βαπτίσματος.
Τί δὲ φῶσιν ἡμῖν οἱ ταπεινοὶ καὶ ἐλεεινοὶ οἱ ἐργασάμενοι τὸ πτῶμα ἑαυτῶν; Ποίαν αἰτίαν εὐλογοφανῆ καὶ δικαίαν προβαλοῦνται; Ἀλλ᾽ οὐκ ἔχουσιν εἰπεῖν, κἂν, ὅτι ἂν ἐπινοήσωσιν, ἐφ᾽ ὅσον γέγραπται. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· — Ἵνα τί σὺ ἐκδιηγῇς τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου ἐπὶ στόματός σου; — Καὶ ἐφ᾽ ὅσον γέγραπται· — Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. —
Οὐ γὰρ χρεία περισσοτέρως ἐκφαίνειν τὸν τρόπον, δι᾽ ὅνπερ ἔδοξαν εὖ ἔχειν τὴν λαθραίαν αὐτῶν ἀναχώρησιν. Πλὴν ἐκεῖνο ἐπὶ πᾶσιν ἐρῶ· ὅτι ἐπισφαλὴ καὶ ὀλεθρία αὐτῶν ἐστιν ἡ ἔξοδος· οὐκ οἶδα δὲ εἰς ὅτι ἂν ἀποτελέσειε διὰ τὴν εὐαπολόγητον πρόφασιν. Εὐξώμεθα οὖν ὁμοθυμαδὸν ἅπαντες, παρακαλῶ, ὑπὲρ τῶν πλανηθέντων, ἵνα ὑποστρεφῶσιν, ἵνα φανερωθῶσι· καὶ τὸ τρίτον, οὐχ᾽ ὅπερ ἡμεῖς, ἀλλ᾽ ὅπερ θεὸς θέλει γένηται ἐν αὐτοῖς· καὶ ἢ ἄρτι ἢ μετὰ ταῦτα, ὅπως ἀποληψόμεθα αὐτοὺς σώους. Τότε γὰρ ἐκφανθήσεται τὸ τὶ, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, κἄν κἄν θεϊκὸν, κἂν τε σατανικόν.
Ὑμᾶς δὲ ἔτι ἀσφαλίζομαι, τέκνα, πρὸς τὸ εὐεξαγόρευτον, πρὸς τὸ ὑπομονητικὸν, ἵνα ἀνέχησθε ἀλλήλων, βαστάζητε ἀλλήλους, παραχωρῆτε, συμβιβάζησθε, εἰρηνεύητε ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.