Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 110
ΛΟΓΟΣ ΡΙ΄.
Ἔχειν ἑτοίμως πρὸς πάλην τῶν δαιμόνων.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Ὁ κοπιῶν γεωργὸς ἐν τῷ ἀγρῷ αὐτοῦ, οὐ τὸ ἐπαχθὲς τοῦ κόπου λογιζόμενος ὀκνεῖ καὶ ἀναδύεται· ἀλλὰ πρὸς τὰ μέλλοντα κέρδη ἀποσκοπεύων, εὖ μάλα ἑαυτὸν ἐπιδίδωσι πρὸς τοὺς ἱδρῶτας καὶ μόχθους τῶν σωματικῶν ταλαιπωρημάτων. Ἐπεὶ οὖν καὶ ἡμεῖς ὥσπερ ἀγρόν τινα ἕκαστος τὴν οἰκείαν ψυχὴν κεκτήμεθα ἐν τῷ παρόντι αἰῶνι· καὶ δεῖ ἡμᾶς πάντως ἐργασίαν ἐν αὐτῇ πνευματικὴν ποιήσασθαι, ἵνα ἔχωμεν τὰ ἐφόδια τῆς ἐκεῖσε καὶ ἀπολαύσεως. Τοῦτο γὰρ ἀπαιτήσει δηλονότι ὁ δημιουργήσας ἡμᾶς θεὸς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Παρακαλῶ κἀγὼ καὶ ἀντιβολῶ καὶ δυσωπῶ. Πάντες ὁμοῦ κοινῇ ἐργασώμεθα τοὺς ἀγροὺς ἡμῶν· νεώσωμεν νεώματα εὐσεβείας· σπείρωμεν, ἀλλὰ μὴ ἐπ᾽ ἀκάνθαις τῶν παθῶν, ἀλλὰ κεκαθαρμέναις ταῖς ἀρούραις πάσης ὕλης ἁμαρτίας. Οὕτω τὸν σπόρον ἐγκαταθώμεθα, ὕσωμεν ὄμβρους πνευματικοὺς ἐν ταύταις, τὰ θεοκατάνυκτα, φημὶ, δάκρυα· περιθώμεθα φραγμοὺς ὀχυροὺς, τὸν φόβον τοῦ θεοῦ πρὸς τὸ μὴ λυμήνασθαι αὐτὰς τοὺς νοητοὺς θῆρας· ἡλιολαμπήσωμεν αὐτὰς τῇ θάλψει τῆς πνευματικῆς ἀγάπης, ἵνα εὕρωμεν πληρῶσαι τὰς λογικὰς ἡμῶν χεῖρας δραγμάτων· καὶ ἀμησώμεθα πολὺν τὸν σῖτον τῶν ἁγίων ἐντολῶν τοῦ Χριστοῦ.
Ἐν τούτῳ οὖν κέκληκε κύριος ὁ θεὸς πᾶσαν ψυχὴν ἐν τῷδε τῷ βίῳ· μάλιστα δὲ ἡμᾶς ἐν τῷ ἀγγελικῷ σχήματι τούτῳ. Δειξάτω ἕκαστος ὑμῶν, δέομαι, ἐκ τῆς καλῆς ἀναστροφῆς αὐτοῦ τὰ οἰκεῖα ἔργα εὐθαλῆ, εὔκαρπα, κυπρίζοντα εἰς ὀσμὴν εὐωδίαις τῷ κυρίῳ. Τοῦτο μὲν διὰ τῆς παντελοῦς τῶν κατὰ σάρκα σχέσεων ἀπαλλαγῆς· τοῦτο δὲ, διὰ τῆς εὐηνίου ὑπακοῆς καὶ χριστομιμήτου ταπεινοφροσύνης. Ἡμέρᾳ τῇ ἡμέρᾳ βελτιούμενος καὶ μεταγόμενος, καὶ ἀπὸ δόξης εἰς δόξαν μεταφερόμενος διὰ τῆς λαμπροφορίας τῶν ἀγαθῶν πράξεων, πᾶσαν παρακοὴν ἀποθούμενος, καὶ πᾶν νόημα αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· στοιχῶν τῷ κοινῷ κανόνι τῆς ἀδελφότητος, καὶ τὸ αὐτόμεμπτον ἀεὶ κατέχων· δι᾽ οὗ δυνήσεται εὐμαρῶς τὸν πολυκέφαλον δράκοντα τῆς ὑπερηφανίας καὶ ἰδιορυθμίας συντρίψαι καὶ ἀποκτεῖναι.
Εἰς ἐργασίαν τοίνυν ἐκλήθημεν, ὡς εἴρηται, ἀδελφοὶ· εἰς πόλεμον, εἰς μάχην τὴν οὐ τυχοῦσαν· ἀλλὰ καθώς φησιν ὁ θεῖος ἀπόστολος. — Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. — Μηδεὶς οὖν λοιπὸν ἀπαρασκεύαστος ἔστω τῆς μάχης, μηδὲ ἄοπλος, μηδὲ ἀπευδοκείτω ἐν ταῖς πολεμικαῖς συμβολαῖς· ἀλλ᾽ οὖν μηδὲ ξενοπαθείτω τιτρωσκόμενος, ἢ κεντούμενος, ἢ συγκρουόμενος. Ταῦτα γὰρ ἰδιώματα τῶν πολεμούντων τυγχάνει. Θνήσκει δὲ ἐκεῖνος, οὐχ ὁ ἅπαξ πληττόμενος ἢ καταπίττων, οὐδὲ ὁ πολλάκις οὐδ᾽ ὁ μυριάκις· ἀλλ᾽ ὃς ἑαυτὸν παραδίδωσιν ἐθελοντὶ πρὸς τοὺς αὐτοῦ ἐχθροὺς εἰς τὸ σφάζεσθαι.
Διὸ, ἀδελφοὶ καὶ πατέρες, προσέχωμεν καὶ ἐνιστάμεθα κραταιῶς τῷ πολέμῳ, ὡς στρατιῶται Χριστοῦ. Πᾶς δὲ στρατιώτης, ὡς ἴστε, ἐν τῷ ἐνστρατεύειν καὶ φωσσατεύειν πολλὰς τὰς ἐπαχθείας ἔχει ἢ τὰς ἐκ τοῦ καύσωνος, ἢ τὰς ἐκ τῶν ὄμβρων, ἐπεὶ καὶ τὰς ἐκ χειμῶνος. Οὐχ ἁβροδίαιτον ἐκεῖσε ζωὴν διεξάγει, ἀλλ᾽ ἐσθλός τε καὶ ἄρτου ἐπιδεής ἐστι, καὶ ψυχροῦ ποτηρίου γλίχεται ἀπολαύειν· ὅλην τε τὴν ἡμέραν ἢ καὶ τὴν νύκτα συγκλονούμενος, καὶ λειποθυμούμενος. Ἵνα τί; — Ἵνα τῷ στρατολογίσαντι ἀρέσῃ· — ἵνα μὴ λειποταξίου καταγραφὴν λάβῃ· ἵνα ἐν καιρῷ τῶν ἀμοιβῶν πληροφόρος γένηται.
Τοιοῦτον τοιγαροῦν καὶ τὸ καθ᾽ ἡμᾶς, ἀλλ᾽ οὐκ ὁμοίως· ἐκείνοις γὰρ πρόσκαιρα καὶ μηδαμινὰ καὶ ῥέοντα καὶ εὐτελῆ· ἡμῖν δὲ ἀθάνατα καὶ αἰώνια καὶ ἄφθαρτα δίδοται παρὰ τοῦ βασιλεύοντος τῶν ἁπάντων θεοῦ.
Διὸ, ἀναγκαίως ἐπιμείνωμεν, τέκνα μου· ἐπιμείνωμεν· ἀγωνισώμεθα καὶ ἐπαγωνισώμεθα ἕκαστος κατὰ τὴν ἐνοῦσαν αὐτῷ διακονίαν καθαρῶς καὶ ἀνολιγώρως δουλεύων τῷ κυρίῳ. Ὁ ἐντελλόμενος ἐν τῷ ἐντέλεσθαι νουνεχῶς καὶ νηφαλέως· ὁ διακονῶν ἐν τῷ διακονεῖν ἀγογγύστως καὶ εὐπροθύμως. Φέρωμεν καὶ ἡμεῖς πείνης καιρὸν καὶ δίψης καὶ ὀνειδισμοῦ καὶ ὕβρεως καὶ συγκρούματος, καὶ κεντήματος, καὶ ἐπαγωγῆς καὶ διακελεύσεως· καὶ μάλιστα ἐν ταῖς νυκτεριναῖς ψαλμῳδίαις καὶ προσευχαῖς ὀλίγα ῥήματα καὶ δυσθυμήματα τὰ ἀοράτως καὶ ὀράτως συμπίπτοντα ἡμῖν καὶ συντρίβοντα καθεκάστην ἡμέραν διὰ τῶν προσόντων ἡμῖν ἐργοχείρων καὶ διακονιῶν· ἵν᾽ οὕτως τὸν καλὸν ἀγῶνα ἀγωνισάμενοι, καὶ τὸν δρόμον τελέσαντες, τὸν τῆς δικαιοσύνης στέφανον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποληψώμεθα ἐν Χριστῷ Ἰησοῦ· ᾧ τιμὴ καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.