Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 99
ΛΟΓΟΣ ϟΘ΄.
Φιλεῖν ἀπαράθραυστα τοὺς ἡγουμένους.
ΠΑΤΕΡΕΣ ΑΔΕΛΦΟΙ ΚΑΙ ΤΕΚΝΑ,
Ἡ καρδία μου τετάρακται ἐν ἐμοὶ, καὶ δειλία καὶ φόβος ἐπίπτει ἐπ᾽ ἐμὲ ὁρῶντα τὸ πλήρωμα ὑμῶν πληθυνόμενον ταῖς καθημεριναῖς προσθήκαις τῶν ὑπὸ θεοῦ πεμπομένων καὶ ἡκόντων ἐν ταύτῃ τῇ μονῇ. Καὶ τίς περιζώσει τὴν ἀσθενείαν μου δύναμιν πνευματικὴν περικρατῆσαι καὶ κυβερνῆσαι ἡμᾶς σωτηριωδῶς; Ἢ τίς καθαρίσει τὴν καρδίαν μου ἀπὸ τῶν βρυόντων ἐν αὐτῇ παθῶν, ἵνα ἐλλαμφθεὶς θείᾳ χάριτι, φωτίσω ὑμᾶς φῶς γνώσεως, καὶ ἐνάξω εἰς τὴν ἀπλανῆ ὁδὸν τῶν ἐντολῶν τοῦ θεοῦ; Καὶ ταῦτά μοι ὡς πολλάκις εἴρηται, συνέχει τὴν ψυχὴν καὶ τήκει τὰ ὀστὰ, καὶ οὐκ ἐᾷ ἀνεθῆναι τὸ καθόλου. Διὸ στενάζω ἐκ βάθους καρδίας μου· βοῶ πρὸς τὸν δεσπότην μου θεόν. Δάκρυα ἐνίοτε ἐκχέω ἐκ μέσης τῆς καρδίας μου θερμὰ, ὅπως οἱ αὐτοῦ οἰκτιρμοὶ προκαταλάβωσιν εἰς βοήθειαν ἡμῶν καὶ ἀντίληψιν.
Καὶ γοῦν ὁρῶ ὅτι εἰσί τινες ὦδε, κατὰ τὸν προφήτην, δυνάμενοι ὡς νεφέλαι πετᾶσθαι, εἰ εὕρωσι τὸν πτεροῦντα αὐτοὺς κατὰ ψυχήν· καὶ ὡς λίθοι τίμιοι ἄλλοι κυλίονται ἐν μέσῳ ὑμῶν ἐπὶ τῆς γῆς, ὡς πάλιν λέγει, εἰ ἐπιτεύξονται τοῦ ἐποικοδομοῦντος ἐπιστήμονος. Τί γὰρ καὶ οὐ βλέπεται καλὸν ἐν ὑμῖν; Οὐχὶ καθημέραν μαρτυρεῖτε διὰ τῆς ἀθλητικῆς ὑποταγῆς ὑμῶν; Οὐχὶ καθαροί ἐστε διὰ τῆς ἐξαγγέλσεως ἐνώπιον θεοῦ καὶ ἡμῶν τῶν ἁμαρτωλῶν; Οὐχὶ ἡ καρδία ὑμῶν καιομένη ἐστὶ ἐν τῇ ἀγάπῃ τῆς ἀναξιότητός μου διὰ τὸν φόβον τοῦ κυρίου; Οὐχὶ ἡ ψυχή μου ἐν ταῖς ψυχαῖς ὑμῶν; Καὶ αἱ ψυχαὶ ὑμῶν ἐν τῇ ταπεινῇ μου καρδίᾳ; Καὶ εἰμὶ φιλῶν καὶ φιλούμενος, συνέχων καὶ συνεχόμενος, βλέπων καὶ βλεπόμενος.
Διὸ καὶ τῇ ὑμῶν μόνῃ θεωρίᾳ ἀρκοῦμαι, σχεδὸν εἰπεῖν, καὶ οὐκ ἐπιθυμῶ προβλέψαι ἄλλο πρόσωπον· καὶ μεθ᾽ ὑμῶν μᾶλλον ἑορτὴ καὶ πανήγυρις καὶ φαιδρότης καὶ ἄνεσις καὶ εὐζωΐα, ἢ μετὰ τῶν διαδήματα φορούντων, καὶ τῶν τὰς λαμπρὰς τραπέζας ἀπαρτιζόντων. Πατέρα γὰρ καὶ μητέρα, καὶ συγγενεῖς καὶ ἀδελφοὺς ὡς οὐκ ἔχετε, οὐκ ἔχω, πλὴν θεοῦ καὶ τοῦ πνευματικοῦ πατρός. Τοὺς γὰρ κατὰ σάρκα παρίημι λέγειν. Ἐὰν τοίνυν ἐπιμένωμεν καὶ προσκαρτερήσωμεν, στεφάνους ἀφθαρσίας κληρονομήσομεν παρὰ τοῦ μισθαποδότου θεοῦ· καὶ ὁ χορὸς ἡμᾶς εἰσδέξεται τῶν ἁγίων. Ἐδόθησαν οὖν τὰ ἐπιτίμια, καὶ, ὡς φιλάρετοι, θερμῶς ὑπεδέξασθε, καὶ ὁσίως διεγέρθητε εἰς τὰ ὀφειλόμενα. Καὶ βλέπων ὑμᾶς ἐπειδὰν γένησθε ἂν ἐν ἐπιτιμίοις πῶς φέρετε γενναίως, δοξάζω τὸν ἐνδυναμοῦντα ὑμᾶς θεὸν, καὶ αἰδοῦμαι ὡς ἐνεργοῦντας ἰάματα.
Ταῦτα δὲ ἐπὶ τῶν σπουδαιοτέρων εἴρηται· εἰσὶ γάρ τινες ἀμελῶς διακείμενοι, ὧν ἅψοιτο ὁ θεῖος φόβος, ἵνα δράμοιεν κἀκεῖνοι καλῶς μετὰ πάντων τῶν ἐπαινετῶν. Ἔχει τοίνυν ἡ ὑποταγὴ, ὡς γέγραπται, καὶ τοῦτο καλὸν, τὸ τῆς προκοπῆς ἀδιάγνωστον, καὶ οὐχ ὁρᾶται τὰ κατορθώματα. Ἐν τούτῳ γὰρ καὶ ταπεινοῦσθε, ἐπεὶ πολὺς κάματος ἐξέρχεται ἀφ᾽ ὑμῶν, καὶ βρύει χάρις ἐκ τῶν μελῶν ὑμῶν ἁγιαστική. Καὶ ἐπιτελεσταί ἐστε ἐνεργημάτων καὶ δυνάμεων, καὶ οὐκ οἶδ᾽ ὅπως τρέχουσιν οἱ λαϊκοὶ εἰς τοὺς νῦν κιονίτας· ἐπεὶ εἰ ἔβλεπον καλῶς, πάντας εἴων καὶ πρὸς ὑμᾶς ηὐτομόλουν τὰς εὐχὰς ὑμῶν ἐξαιτούμενοι.
Τίς οὖν λοιπὸν ἐν ὑμῖν εὐπροθυμούμενος περισσότερα; Τίς ὁ βαδίζων εὐσθενέστερα; Τίς ὁ καθημέραν ὑπεραθλῶν ὑπομονητικώτερα; Τίς ὁ μὴ προβλέπων ἀλλαχοῦ, εἰ μὴ εἰς θεὸν καὶ εἰς τὴν ταπείνωσιν ἡμῶν; Τίς ὁ πάντα στέργων καὶ πάντα φίλων τὰ ὑφ᾽ ὑμῶν γινόμενα, ὁ μὴ φιλονεικῶν διὰ σαρκικόν τι καθῆκον; Οὗτος μετ᾽ ἀγγέλων χορεύει ἀπεντεῦθεν ἤδη. Ἐστὲ δὲ τῶν τοιούτων ἀνδραγαθημάτων οἵ τινες κάτοχοι. Ἀλλὰ προτρέχει καὶ Ἰωάννης Πέτρον, καὶ Παῦλος ὑπερτερεῖ ὀψισθεὶς τῇ κλήσει τῶν πρώτων. Καὶ ἕκαστος, ὁ θέλων ἐν ὑμῖν ἐν ταπεινώσει εἶναι, ὑπερανίσταται τῶν λοιπῶν.
Πολλὰ ἐφίεμαι λέγειν· ἀλλ᾽ οὔτε ἐγὼ εὐπορῶ, οὔτε ὁ καιρὸς παραχωρεῖ. Ταῦτα δὲ ὑπομιμνήσκω μικροπρεπῶς. Ὑμεῖς δὲ καὶ παρ᾽ ἑαυτοῖς ἔχοντες τὰς ὑποθήκας τοῦ πνεύματος συναγείρεσθε καὶ συναμιλλᾶσθε ἀλλήλοις. Καὶ γίνεσθε καὶ τῆς ἐμῆς νοθρότητος προτρεπτικοὶ, ἵνα ἐν ταῖς μικραῖς ταύταις ἡμέραις ἀγωνισάμενοι καλῶς, βασιλείαν οὐρανῶν ἀνταλλαξώμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ τοὺς αἰῶνας. Ἀμήν.