Library › St Theodore the Studite › Great Catechesis
Great Catechesis
St Theodore the Studite, Greek, NPB 9–10, 1888–1905
Catechesis 98
ΛΟΓΟΣ ϟΗ΄.
Πολλοὺς ἰδρῶτας πρὸς τῷ σωθῆναι χέειν.
ΑΔΕΛΦΟΙ ΜΟΥ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ,
Πᾶσα μάθησις καὶ τέχνη πρὸς τὸ οἰκεῖον τέλος ἀφορῶσα τοὺς διδασκομένους διανίστησι· καὶ γὰρ ὁ γεωργὸς οὐ πρὸς τὰ παρόντα ἐπαχθῆ καὶ ὀδυνηρὰ τῆς γεωργίας βλέπων ἀθυμεῖ, ἀλλὰ πρὸς τὸν μέλλοντα καρπὸν ἀναδίδοσθαι σκοπῶν, προθυμότερον ἀναλαμβάνει τὰ τῆς γῆς ταλαιπωρήματα. Καὶ ὁ πλευστικὸς οὐ πρὸς τοὺς ἐκ τῆς θαλάσσης ἀναῤῥιπιζομένους κινδύνους ὁρῶν τῆς ἐμπορίας ἀπολιμπάνεται· ἀλλὰ πρὸς τὸ μέλλον κέρδος ἀναθεωρῶν, κατατολμᾷ πολλῆς ὁδοῦ κυμάτων τε καὶ καταιγίδων. Πάλιν ὁ πραγματευτὴς πρὸς μακρὰν ὁδὸν στέλλεσθαι μέλλων, οὐ καταπίπτει, οὐκ ἀποῤῥαθυμεῖ· ἀλλὰ πρὸς τὸ πέρας τοῦ κέρδους κατεπειγόμενος, ἐγχειρίζεται τὰς προκειμένας ταλαιπωρίας. Καὶ ἁπλῶς εἰπεῖν ἐφ᾽ ἑκάστης μεθόδου τῶν ὑπὸ τὸν οὐρανὸν πᾶν ὁτιοῦν ἐφευρίσκει τις, εἴ τε βασιλεὺς, εἴ τε ἄρχων, εἴ τε πλούσιος, εἴτε δυνάστης, εἴ τε ἔγγαμος, εἴ τε ἄγαμος, μετὰ πόνου καὶ ἱδρῶτος, μετ᾽ ἐπιμελείας καὶ σπουδῆς, μετ᾽ ἀγρυπνίας καὶ νήψεως, μετὰ βουλῆς καὶ συνδιασκέψεως, μεθ᾽ ὑπομονῆς καὶ μακροθυμίας, καὶ τῶν ἄλλων, ὅσα εἰς τὴν προκειμένην θεωρίαν, συντείνει.
Οὕτω τοιγαροῦν καὶ ἐπὶ τῆς τέχνης τῶν τεχνῶν, τῆς καθ᾽ ἡμᾶς λέγω πολιτείας, ἔργον ἐστὶν οὐ τὸ τυχόν· ἀλλὰ πολλοῦ δεόμενον κόπου καὶ πόνου εἰς τὸ τελεσθῆναι καὶ ἀπαρτισθῆναι. Καθὼς γὰρ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τὸ διαφέρον ταύτης πρὸς ἐκείνας· ὅτι αἱ μὲν ἀπὸ τῆς γῆς καὶ πρὸς τὰ τῆς γῆς, καὶ ὁρῶσι καὶ συντελοῦνται, ἡ δὲ ἀπὸ θεοῦ καὶ πρὸς οὐρανὸν ἐφορῶσα. Εἰ τοῖνυν ἐπ᾽ ἐκείνων ἀγῶνες καὶ ἱδρῶτες, ὡς εἴρηται, πόσον ἐφ᾽ ἡμῖν πλεονάζειν ὀφείλουσι;
Διὰ τοῦτο στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἐπάγουσα εἰς τὴν ζωὴν τὴν αἰώνιον· διὰ τοῦτο· — τίς ἀναβήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; — Ἀποῤῥητικῶς ὁ ἅγιος Δαβὶδ ἀνακέκραγε, καὶ πάλιν ἐν ἐκείνοις· — Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι καὶ καταπαύσω. — Διὰ τοῦτο πᾶσαν ἡμέραν σχεδὸν καὶ πᾶσαν ὥραν καὶ ἡμεῖς οἱ ταπεινοὶ πρὸς τὴν τούτων συζήτησιν καταγινόμενοι, φθεγγόμεθα καὶ ἀκούομεν, βουλευόμεθα καὶ σκεπτόμεθα, ἀγρυπνοῦμεν καὶ φροντίζομεν· καὶ οὔπω εὐμαρῶς εὑρίσκομεν τὸ ζητούμενον· ἀλλὰ κοπιῶμεν ἀσυστροφοῦντες, καὶ περιελκόμενοι πανταχόθεν εἰς τὰ πρὸς σωτηρίαν συντείνοντα.
Πόθεν δὲ ἄλλοθεν, ἢ διὰ τὸν κωλυτὴν τῆς σωτηρίας καὶ ἐμποδιστὴν τῆς κατὰ ψυχὴν ὁδοιπορίας διάβολον; Ἐκεῖνος γάρ ἐστιν ὁ ἐξ ἡμερῶν αἰῶνος ἕως τοῦ παρόντος κατὰ τοῦ γένους ἡμῶν κινούμενος καὶ διακωλύων ἡμᾶς τῆς πρὸς οὐρανὸν πορείας, καὶ τῆς ἐκεῖσε ἀποκειμένης ἡμῖν ἐλπίδος, διὰ τὴν ἀπ᾽ ἐκείνου ἐξεπάρσεως ἐνταῦθα καταδίκην αὐτοῦ.
Ἀλλὰ μηδαμῶς, ὦ ἀδελφοὶ, ἀθυμήσωμεν ἐν τῇ τοῦ μακαρίου βίου τούτου δυσχερείᾳ· θεὸν γὰρ ἔχομεν τὸν ἐπίκουρον, τὸν συλλήπτορα, τὸν ἐγείροντα ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψοῦντα πένητα, τὸν περιζωννῦντα δύναμιν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν, καὶ νικῶντα τὸν πειραστὴν ἡμῶν ἐχθρόν. Μόνον τὰ τῆς δυνάμεως ἡμῶν ἐπιβαλλόμενοι μὴ παυσώμεθα· μόνον τὸ τῆς προθέσεως ἡμῶν ἐπιδεικνύμενοι μὴ ὀλιγωρήσωμεν. Οὐχ οὕτως ἐραστὴς ἐρωμένης ἐπιθυμεῖ· οὐχ οὕτως γονεὺς τὰ οἰκεῖα ἔγγονα φιλεῖ, ὡς ἡμᾶς στέργει καὶ ἀγαπᾷ ὁ δεσπότης τῶν ἁπάντων θεός. Θέλγεται ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν· ἀνοίγει τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, ἀποδείκνυσι τὸν φωτισμὸν τοῦ κάλλους αὐτοῦ, τὴν ὡραιότητᾳ τῆς ἐπιθυμίας αὐτοῦ· ἀνάγει τὸν νοῦν ἡμῶν δι᾽ ἀγγελικῆς φωταγωγίας ἐπὶ τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς· περιφυλάττει ἀπὸ τῶν ἀοράτων ἐχθρῶν ἐν τῇ σκέπῃ τῶν πτερύγων τῆς προνοίας αὐτοῦ ὡς ἐπὶ καλιᾶς.
Τί δεῖ πολλὰ λέγειν; Τοσοῦτος καὶ τηλικοῦτός ἐστιν εἰς ἀγάπην καὶ φίλτρον ἡμῶν τῶν ἁμαρτωλῶν, ὥστε τῶν πατρικῶν κόλπων ἐξαναστῆναι, κλῖναί τε τοὺς οὐρανοὺς καὶ κατελθεῖν διὰ ταπεινώσεως πρὸς ἡμᾶς, καὶ γενέσθαι ἄνθρωπος ὁ πάντων κύριος, ὁ τὸ πᾶν λόγῳ συστησάμενος, ὁ δεδοξασμένος καὶ ὑπερύμνητος, βρέφος γενέσθαι κατεδέξατο, ἐξ εὐτελοῦς μητρὸς γεννηθεὶς τὸ φαινόμενον ὁ πλουτίζων τὰ σύμπαντα· καὶ πέρας τοῦ μυστηρίου, τὸν διὰ τοῦ σταυροῦ θάνατον καταδεξάμενος. Ἐν προλαβοῦσι πολλοῖς μυκτηρισμοῖς καὶ ὀνειδισμοῖς, καὶ μαστιγώσεσι καὶ ῥαπισμοῖς ἀνέστη τριήμερος, ἀφαρπάσας ἡμᾶς ἐκ χειρὸς τοῦ δράκοντος, καὶ δοὺς ἡμῖν τὴν κατ᾽ αὐτοῦ δύναμιν καὶ ἰσχὺν εἰς τὸ καταπαίζειν αὐτὸν, καὶ καταπατεῖν, ὡς στρουθίον καὶ ὄφιν σκολιάζοντα.
Τίς τοῖνυν οὕτως ἠγάπησεν ὁ πατὴρ υἱὸν, ἢ μήτηρ θυγατέρα, ἢ ἀνὴρ γυναῖκα, ἢ φίλος τὸν φιλούμενον, ὡς αὐτὸς ὑπὲρ ἡμῶν τῶν φιλουμένων τοιαῦτα δράσας καὶ πεπονθώς; Ἀλλ᾽ οὐκ ἂν ἔχοι τις εἰπεῖν καὶ λόγῳ μετρῆσαι τὸ ὑπερβάλλον τῆς ἀγάπης καὶ ἀγαθότητος αὐτοῦ. Ὁ τοῖνυν οὕτως φιλήσας, καὶ ὑπὲρ ἡμῶν παθὼν, μὴ οὐχὶ βοηθὸς ἡμῶν ἐστι πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν, ἀντιλήπτωρ καὶ καταφυγή; Καὶ εἴπερ αὐτὸν μὴ ἀπωσόμεθα ἀφ᾽ ἡμῶν διὰ τῆς τῶν παθῶν ἐνεργείας;
Διὰ τοῦτο γινώσκοντες δράμωμεν, ἀδελφοί· δράμωμεν, ἐπιχθῶμεν καὶ σπουδάσωμεν φέροντες πάντα τὰ λυπηρὰ καὶ ἐπαχθῆ, εἴτε ὁρωμένως εἴτε ἀοράτως ἡμῖν ἐπισυμβαίνοντα. Στῶμεν γενναίως πρὸς τὴν πάλην τοῦ ἐχθροῦ. Μὴ δῶμεν νῶτα πρὸς τὰ σκάμματα τῆς ὑποταγῆς· μὴ πρὸς τὰ παρόντα σκοποῦντες ἀλγεινὰ τὰ δι᾽ ὑπακοῆς καὶ ἐργοχείρων, ψαλμωδίας τε καὶ ἀγρυπνίας, νηστείας τε καὶ κοπῆς θελημάτων, ἀποπέσοιμεν τῆς ἀνεκλαλήτου χαρᾶς τῶν ἐπὶ τῇ ὁμοίᾳ ζωῇ ἐπιτυχόντων βασιλείας οὐρανῶν.
Οὐδεὶς ἐκείνων τῶν ὁσίων οὔτε ἐπεζήτησεν, οὔτε ἐξεζήτησεν ἄλλο τι, ἢ τὸ δι ὑπακοῆς ὁδεύειν, καὶ δι᾽ ἐκκοπῆς τοῦ θελήματος ζῆν ἐν κυρίῳ, χαίρειν ἐάσαντες πάντα εἰς οἰκείαν ἔφεσιν καὶ δόξαν· μαθητεύματα λέγω καὶ σπουδάσματα, τὸ δὴ λεγόμενον, ἐργοχειρίδια καὶ καλλιγραφήματα, τροπαρίσματα καὶ μελουργήματα, ἀναγνώσματα καὶ λογοτριβήματα καὶ λογοφορήματα καὶ προτιμήματα, καὶ ὅσα τῶν ἀπολλυμένων, ἀλλ᾽ οὐ σωζομένων ἐστί. Τὸ γὰρ ποιεῖν καὶ λέγειν ἐν διακονίᾳ οὐ δι᾽ ἄλλο τι, ἢ δι᾽ αὐτὸ τὸ καλὸν καὶ τὴν τοῦ καθηγουμένου πρόσταξιν ἦν αὐτοῖς.
Σκοπήσωμεν δὲ καὶ ἡμεῖς, εἰ οὕτως ἐσμέν. Καὶ εἰ οὕτως· εὖ ἂν ἔχοι· καὶ μακαρία ἡ ὁδὸς ἡμῶν, καὶ τρισμακαρία ἡ ζωὴ ὑμῶν· καὶ τί ἄλλο ἐπιζητοῦμεν εἰς δόξαν καὶ ἔπαινον ἐντεῦθέν τε καὶ ἐν τῷ μέλλοντι αἰῶνι; Οὐδὲ γὰρ ἐνταῦθα ἄλλως πως τετίμηταί τις καὶ δεδόξασται, ὡς ἐγὼ σκοπῶ, ἢ ἐκ τῶν τοιούτων ἐπιτηδευμάτων. Εἰ δέ γε μὴ οὕτως (φεῦ τῆς ζημίας! μᾶλλον δὲ τῆς ἀπωλείας!) ὅτι πρὸς τῷ μηδὲν ἐνταῦθα κερδαίνειν, ἔτι ἀπόλλυμεν καὶ τὰ αἰώνια ἀγαθά. Καὶ εἴθε μόνον τοῦτο· ἦν γὰρ ἂν ἔλαττον κακοῦ κακὸν· ἀλλ᾽ ὅτι καὶ πρὸς τιμωρίαν παραδίδωσιν αἰωνίαν τοὺς ἀπόλλυντας τὴν ἑαυτῶν καρδίαν διὰ ἀσυνεσίας τῶν ὀφειλόντων ἐπὶ σωτηρίᾳ πράττεσθαι.
Ὧν μὴ γένοιτο, μήτε παθεῖν, μήτε ἀκοῦσαι ἡμᾶς· ἀλλὰ πάντας τὴν καλλίστην ὁδὸν μεταχειριζομένους πράττειν τὰ θεοφιλῆ καὶ ἐνάρετα, καὶ διαζῇν μετὰ εἰρήνης καὶ ἀγάπης, μεθ᾽ ὑπομονῆς καὶ ταπεινώσεως, στέργειν τε πάντα τὰ προστασσόμενα, μηδαμῶς ἀντιλέγειν, μηδὲ ἀφηνιάζειν, μηδέ τι τῶν ἄλλων παθῶν ἐνεργεῖν, ἵνα τούτοις καὶ τοῖς τοιούτοις ἐπερειδόμενοι καὶ ὑψούμενοι καὶ εὐκλεούμενοι, φθάσωμεν εἰς μέτρον τελειότητος καὶ κατάστασιν εὐταξίας, εἰς ἐπαινετὴν πολιτείαν, εἰς παράδειγμα ἀρετῆς τοῖς ἐγγύθεν τε καὶ πόῤῥωθεν, εἰς ὑπόμνημα ἀγαθὸν τοῖς παροῦσι καὶ τοῖς μετέπειτα, εἰς καύχημα ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀχρείου ὑμῶν ποιμένος εἰς ἐπιτυχίαν βασιλείας οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.