Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 1: To Plato, His Spiritual Father

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ ΕΠΙΣΤΟΛΑΙ.
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ
ΕΚ ΤΩΝ ΔΙΑΦΟΡΩΝ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΩΝ ΕΚΛΟΓΗ ΤΗΣ ΠΡΩΤΗΣ ΚΑΙ ΔΕΥΤΕΡΑΣ ΕΞΟΡΙΑΣ.
Α΄. — Πλάτωνι πνευματικῷ πατρί.

Τί σοι, ὦ Πάτερ γλυκύτατε ἡμῶν, προσφθεγξώμεθα, οἱ ἀπορφανισθέντες διὰ Θεὸν ἀπὸ τῶν σῶν ἁγίων σπλάγχνων; ποῖον δὲ προσηνὲς ἢ περιχαρὲς λέξομεν; οὐδὲ γὰρ ὀδυρτικὰ καὶ θλιβερὰ, δυσχεραίνοντες τὴν δοκουμένην ἐξορίαν· ἣν ἡμεῖς οὐ γινώσκειν δεδιδάγμεθα ὑπὸ σοῦ· κατὰ τὸ παροίκους ἡμᾶς εἶναι πάσης τῆς γῆς· ἢ μόνην τὴν ἀπὸ Θεοῦ διὰ τῆς παραβάσεως τῆς ὁποιασοῦν ἐντολῆς αὐτοῦ ἔκπτωσιν καὶ μακρὰν ἀποῤῥιφήν. Διὸ χαίρομεν καὶ εὐφραινόμεθα, ὅτι κἂν ἀνάξιοί ἐσμεν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πλὴν σὺν σοὶ τῷ ἁγίῳ ἡμῶν Πατρὶ κατηξιώθημεν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ταῦτα παθεῖν, καὶ στερηθῆναί σου τῆς κατὰ σάρκα συναφείας. Ἄλλως γὰρ μεθ᾽ ἡμῶν εἶ ἀεὶ, Πάτερ, ὁρώμενος καὶ συλλαλούμενος. Καὶ πῶς γὰρ ἑτέρως ζήσομεν, εἰ μὴ σοῦ τῇ τῶν ἁγίων εὐχῶν σκέπῃ περιφυλαχθείημεν ἀβλαβεῖς ἀπὸ τοῦ Πονηροῦ, καταμόνας εἷς ἕκαστος ἡμῶν διορισθείς; πλὴν διεφυλάχθημεν καὶ διασεσώσμεθα καὶ ἡδράσμεθα πάντες. Καὶ εἰ καὶ μικρόν τι ἐταλαιπωρήσαμεν ἐν τῇ ὁδῷ, τινῶν καὶ ἀσθενησάντων· ὅμως ὁ εἰπὼν, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ εἰς τὰ κρίνα τοῦ ἀγροῦ, καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις αὐτοῦ, ἀπεσώσατο ἡμᾶς, ὡς οὐκ ἠλπίζομεν, παραθέμενος ἡμᾶς ἐνταῦθα· κλίνας τε εἰς συμπάθειαν τὰς καρδίας τῶν ὄντων ἀνδρῶν τῆς ταλαιπωρίας ἡμῶν, καὶ μάλιστά γε τοῦ ἀρχιεπισκόπου. Μία δὲ λοιπὸν μέριμνά ἐστιν ἡμῖν καὶ ἀδιάσπαστος ἀδολεσχία, μετὰ δεήσεως ἐκτενοῦς καὶ ἀναξίας, τὸ σὲ κραταιοῦσθαι, Πάτερ ἡμῶν πολυπόθητε, καὶ μένειν ἐν τοῖς δεδογμένοις τῆς ὑπὲρ ἀληθείας Θεοῦ ὁμολογίας ἀκλινῆ καὶ ἀκίνητον, ἐν μηδενὶ πτυρόμενον, ἢ διψυχοῦντα ταῖς τῶν προβαλλόντων κατ᾽ ἐκστροφὴν τῶν οἰκοδομηθέντων σοι χάριτι Θεοῦ ὑπὲρ εὐσεβείας ἀγωνισμάτων ἐγχειρήσεσιν. Ἐξήχηται γὰρ ὁ λόγος πανταχοῦ, καὶ δεδυσώπηκε σχεδὸν πᾶσαν ψυχὴν, καὶ ἤγειρε κέρας σωτηρίας ἐν τοῖς Χριστιανοῖς, καὶ ἀφεῖλεν ὄνειδος ἐκ τῶν μοναστῶν. Καὶ οἶδ᾽ ὅτι φήσειεν ἕκαστος εὖ φρονῶν, ὅτι ζῇ Χριστὸς ἐν ἡμῖν, καὶ βασιλεύει, καὶ πειθαρχεῖται μᾶλλον ὑπὲρ ἀνθρώπους οὓς ἔπλασεν, οὐχ ἵνα ἀπειθῆται, δοξάζηται δὲ ὑπ᾽ αὐτῶν. Πάντα οὖν γινώσκεις, οἶδας τὰ δέοντα, οὐ τῆς ἡμετέρας ὑπομνήσεως δέῃ· πλὴν προεκέλευσας οὕτως ἡμᾶς γράφειν. Διὸ δὴ μὴ φοβηθῇς, Πάτερ, ἄνθρωπον, ἢ ἀνθρώπων ἐκθλίψεις. Γνωρίζεις ὅτι οἱ ἅγιοι ὅναρ καὶ σκιὰν ταῦτα λογισάμενοι, ἐθαυμαστώθησαν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Μικρὸν, δέομαι, πονήσωμεν· ἔτι μικρὸν ὑπομείνωμεν· καὶ ἤνυσται ἡμῖν ὁ δρόμος ὁ καλός. Καὶ ὁ στέφανος πέπλεκται, καὶ ὁ μισθὸς ἑτοιμάζεται αἰώνιος, καὶ φίλος κληθήσῃ τοῦ ἐπουρανίου βασιλέως, καὶ τῶν ἁγίων κοινωνὸς, καὶ ὁμολογητὴς παρὰ ἀνθρώποις. Ναὶ, ναὶ δέομαι καὶ ἀντιβολῶ τὰ πατρικά μου σπλάγχνα· γενοῦ ἡμῖν ὀχύρωμα, ὑπομονὴ, καρτερία. Ἐὰν γὰρ σὺ, Πάτερ, στήκης, ἡμεῖς τὰ ἀχρεῖά σου τέκνα εὐτονούμεθα, πάντα οἴσομεν γενναίως τὰ συμβαίνοντα, δυνάμει Θεοῦ καὶ εὐχαῖς σου. Ἐκ γὰρ Θεοῦ ἡ παραχώρησις, οὕτως εὐδοκοῦντος πάντως τὰ ἡμέτερα, καὶ αὐτοῦ διδόντος δύναμιν. Τὰς τεχνολογίας τῶν ὑποκλίνειν σε τῆς ἀληθείας πειρωμένων μὴ δὴ πτοοῦ, ὦ Πάτερ. Ἁπλοῦς ὁ λόγος. Φησὶ γάρ που ὁ ἅγιος Ἐπιφάνιος ἐν τῷ περὶ τοῦ Πάσχα αὐτοῦ λόγῳ· Οἷος ἂν ᾖ ἄνθρωπος, παρὰ τὰ ἐν τῇ θείᾳ Γραφῇ κείμενα συμβουλεύων, ἀπὸ καρδίας λαλεῖ, καὶ ἐντάλματα ἀνθρώπων διηγεῖται· καὶ περὶ τῶν τοιούτων φέρων τὰ τοῦ Ἀποστόλου λέγει, ὅτι Κἂν ἄγγελος ἐξ οὐρανοῦ ἐστιν, ἀνάθεμα αὐτῷ. Ποῦ δὲ φήσομεν τὸ, Οἱ ἱερεῖς μου ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου; ὃ προφητικὸν ὃν προσλαβὼν ὁ Θεολόγος ἐν τῷ μεγάλῳ Ἀπολογητικῷ, προστίθησιν οὕτω λέγων· Βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον· ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά. Πόσα δὲ ἄλλα, ἐάν τις θέλῃ ἀκούειν; Παυέσθωσαν λοιπὸν οἱ διαστρέφοντες τὴν ἀλήθειαν τοῦ Θεοῦ ψευδέσι λόγοις, καὶ ἑαυτοῖς προσεχέτωσαν. Ἡμεῖς γὰρ τῆς ἐντολῆς τηλαυγοῦς οὔσης, καὶ τῇ παραβάσει τὸ αἰώνιον πῦρ ἀπειλούσης, οὐχ ὑποκύψομεν τοῖς ἀνθρωπίνοις φόβοις ἢ πόνοις· οὐ, μὰ τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας· ἀλλ᾽ εἰ καὶ τὸ αἷμα χεῦσαι δεῖ, μετὰ χαρᾶς ποιησόμεθα, Θεοῦ ἐνισχύοντος διὰ τῶν σῶν ἁγίων προσευχῶν.

Ἀνδρίζου οὖν καὶ αὐτὸς, ἀδελφὲ κῦρι Εὐθύμιε· καλὸν ἀγῶνα ἠγωνίσω· μὴ ἀπολειφθῶμεν ἀλλήλων, φῶς ἐμὸν καὶ σπλάγχνον· μὴ δι᾽ ὀλίγην καὶ πρόσκαιρον εὐζωῖαν, ἀπολέσωμεν τὴν μακαρίαν ζωήν. Μὴ τερφθῆς τοῖς παροῦσιν ἡδέσι, καὶ ὀκλάσης πρὸς τὰ θλιβερὰ, ὦ ἀδελφέ. Μὴ δώσῃς νῶτα. Ἐτέρφθη οὖν ὁ Χριστὸς, ἰδών σε τυπτόμενον ὑπὲρ αὐτοῦ· μὴ λυπήσῃς αὐτὸν, ἀγαπητέ μου, μηδὲ τοὺς περιχαρέντας ἀγγέλους, μηδὲ τὸν Κύριον τὸν Πατέρα, μηδὲ τὴν καὶ Πνεύματι ἁγίῳ ὠδίνουσαν ἡμᾶς σεβασμίαν Μητέρα, μηδὲ τοὺς ἀδελφούς σου πάντας· ἐξαιρέτως ἐμὲ, ὃν λέγεις δῶρον φιλεῖν. Τρεῖς ἐσμεν ἀδελφοὶ τὸ κατὰ σάρκα, ἔστω καὶ τὸ κατὰ πνεῦμα· μὴ ἀτιμάσωμεν τὸν τίμιον καὶ θεαρχικὸν ἀριθμόν· δῶμεν ἑαυτοὺς ὑπὲρ ἐντολῆς Θεοῦ πάσχειν, ἵνα ζήσωμεν τὸν αἰῶνα. Λύπη δ᾽ οὖν ἡμῖν ἐστι, Πάτερ, μεγάλη καὶ διὰ τοὺς λοιποὺς γλυκίους ἀδελφοὺς ἡμῶν, πῶς ὁ Κύριος διευθέτησεν αὐτούς. Τοῦτο γὰρ ὡς ἁμαρτωλοὶ εὐχόμεθα, ἵνα αὐτὸς μεριμνητὴς αὐτῶν γένηται, διοικητὴς, ὀδηγὸς, ὡς οἶδε καὶ κελεύει, καὶ θέλει, τὰ κατ᾽ αὐτοὺς πρυτανεύων. Τῷ ὄντι γὰρ πικρὰ δάκρυα ἀποστάζομεν δι᾽ αὐτούς· καὶ ἐπ᾽ ὀφθαλμοὺς ἡμῶν ἀεὶ αἱ ὄψεις αὐτῶν κεῖνται, τὴν εὐχὴν αὐτῶν δεομένων εἰς βοήθειαν τῆς ῥᾳθυμίας ἡμῶν. Ὅμως εὔχου, ὦ Πάτερ, ὑπὲρ πάντων, ὑπομονὴν κτήσασθαι ἡμᾶς, εὐτυχίαν, σκέπην ἐκ Θεοῦ, καὶ βοήθειαν ἐκ τῶν πειρασμῶν τοῦ διαβόλου· καὶ ὃ ἀρέσκει τῷ Θεῷ, περὶ τοῦ ἐν σαρκὶ ἰδεῖν σε ἢ τοὺς ἀδελφοὺς ἡμῶν, γένοιτο, γένοιτο. Δεόμεθα καὶ τολμῶμεν ἐξ ἡμῶν προσαγορεῦσαι τὸν γλυκὺν ἡμῶν ἀδελφὸν, εἴπερ ἐστὶ μετὰ σοῦ, ἢ καὶ ἄλλος ἀδελφὸς ἡμῶν οἷος ἂν ᾖ, κἂν φθάσῃς μηνύσαι. Ἀσπάζεται δὲ σὺν ἐμοὶ τὴν ἁγίαν σου ψυχὴν ὁ κύριος διάκονος καὶ Πατὴρ ἡμῶν, ὁ καλός μου ἀδελφὸς, καὶ τέκνον σου, ὁ οἰκονόμος· οἱ λοιποὶ τίμιοι ἀδελφοὶ καὶ πολυπόθητοι. Εύχου ἡμῖν, Πάτερ, θερμῶς καὶ ἀδιαλείπτως, ὡς κελεύεις. Τί γὰρ ἄλλο λέγειν, οὐκ ἔχομεν.

Contents ·