Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 2: To the Same

Β΄. — Τῷ αὐτῷ.

Δευτερεύω ἄρτι γράφων πρὸς τὸν κῦριν καὶ Πατέρα μου. Οὐκ οἶδα εἰ ἐδέξω τὰ γράμματα. Καὶ ἐν ἐκείνοις οὖν, εἴ τι ὁ καιρὸς ἀπήτει, καὶ ἦν ἡμῖν εἰς δύναμιν, ἀναξίως δ᾽ οὖν, ὅμως ἐφθεγξάμεθα. Καὶ ἄρτι δὲ ὅσα ἐπιβάλλει, καὶ διδοῖ Θεὸς ἐπ᾽ ὠφελείᾳ τῆς ταπεινῆς μου ψυχῆς, ἢ καὶ πρὸς παρηγορίαν, τολμῶν λέγω, τῆς σῆς μεγαλοψυχίας, ὦ Πάτερ, προσερήσομεν. Τοῦτο δὲ, ὡς πολλάκις, καὶ νῦν λέγω καὶ ἀπολογοῦμαι· ὅτι εἴ τις λόγος ἐν ἐμοὶ καὶ ἐπιτηδειότης πῶς ποτε μικρὰ περὶ τοῦ γράφειν, οὐ δι᾽ ἐμὲ τὸν ἄθλιον δοῦλόν σου δεδώρηται, ἀλλ᾽ ἕνεκα σοῦ τοῦ ἔχοντος τὴν ἄφθονον χάριν ἐν καρδίᾳ πηγάζουσαν. Καὶ διὰ τοῦτο ἡδομένως καὶ χαιρόντως ἔργον ἔχεις παιδεύειν καὶ σοφίζειν, οὐ μόνον ἡμᾶς, οὓς ὡς ἀδελφιδοῦς οἰηθέντες τινὲς ἀπεσφάλησαν, ἀλλὰ καὶ πάντας ὅσους ἐκ πνεύματος ἤνεγκας υἱούς τε καὶ παῖδάς σου· καὶ ὅτι ἀληθεύω, ἔδειξε τὰ πράγματα ὑπὲρ σοῦ ἀληθινοῦ ποιμένος, τοῦ τὴν ψυχὴν τεθεικότος ὑπὲρ ἰδίων προβάτων· ὡς ἂν μὴ παρατραποῖμεν ἔξω που τῆς ἀληθείας, αἱρετισάμενοι τάχα προθύμως καὶ τὸ οἰκεῖον αἷμα κενῶσαι. Αὕτη οὖν ποιμένος ἀληθινοῦ ἐπιστασία, διελέγχουσα τοὺς ψευδωνύμους, καὶ ὄντως δεικνυμένη τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀρχιποίμενι ἐπάξιος. Τὰ διὰ σὲ τοιγαροῦν κεχαρισμένα μοι ὀλιγοστῶς πώς σοι προσάγω· καὶ εἶ δρεπόμενος τοὺς τῶν καταβληθέντων σοι πολυφροντίστως καὶ ἀφθόνως σπερμάτων ὡς ἀγαθὸς γεωργὸς, τοὺς οὐκ οἶδ᾽ ὅπως εἴποιμι ἰσχνοφόρους καρπούς. Τί οὖν λοιπὸν εἴπω πρόσφορον καὶ εὐαπόδεκτον τῇ σῇ ἁγίᾳ ψυχῇ, Πάτερ μου γλυκύτατε; τίς με διέστησεν ἀπὸ τοῦ σοῦ ἀειποθοῦς προσώπου; τῆς ἡδυλαλοῦς συντυχίας; τῆς σωτηριοποιοῦ ὁδηγίας; Σύ μου τὸ φῶς, ὁ ἀειφανὴς λύχνος τῶν ἐν ψυχῇ σκοτεινῶν λογισμῶν· ῥάβδος ὑποστηρίζουσά μου τὸ ἄτονον τῆς καρδίας, ἀθυμίας μεταβολὴ, προθυμίας ἀλοιφὴ, εὐαγγέλιον, χαρὰ, ἑορτὴ, εὐδοξία. Ἄνευ σοῦ καὶ ὁ ἥλιος μοι κατηφής. Ἐγὼ τὸν ἀέρα βλέπειν οὐκ ἤθελον, ἢ τὸν σὸν προσβλέπειν χαρακτῆρα. Οὐδέν μοι ἦν ἡδὺ τῶν ἐπὶ γῆς, μὴ παρούσης τῆς σῆς συνουσίας. Τί γὰρ Πατρὸς ἀληθινοῦ ποθεινότερον, καὶ τοῦτο ἐπὶ Θεοῦ λαμβανόμενον; Οἶδε τοῦτο παῖς φιλοπάτωρ, καὶ ὄντως γνήσιος. Τί πολλῶν ῥημάτων χρεία; ἐξείπω ὅπερ ἐπάνθανον. Ὅτι μου πολλάκις καὶ μὴ ὡρμημένου ἔρχεσθαι ἐν τῷ ἁγίῳ κελλίῳ σου, ἀνεπαισθήτως πως, ὥς τινος ἕλκοντος, ἐπήειν κατὰ πρόσωπόν σου· ὡς πολλάκις ἐρωτῶντος, Τί ἧκες; ἀπορεῖν με ἀποκρίνεσθαι, οὕτως τῆς σωτηρίας μου ἐν σοὶ ἀποκρεμαμένης. Καὶ τίς πρὸς τὸ φῶς οὐκ ἐπιτρέχει; Ἀλλ᾽ εὐχαριστῶ τῷ Θεῷ, δι᾽ οὗ σου ἐξεσπάσθην ὑπὸ χειρῶν τῶν πατησάντων τὸν νόμον αὐτοῦ, καὶ ἠργμένων ἐξ ὁμοίων. Μὴ αὐτοῖς λογισθείη Κύριος ὁ Θεός μου τὴν ἁμαρτίαν· ἕλξοι δὲ εἰς ἐπίγνωσιν τοῦ τολμήματος, κἀκεῖνοι περὶ τοῦδε ἀνεύθυνοι εὑρεθῶσιν. Ἐνέκλεισάν σε, ὡς ἐμάθομεν, ἐν οἰκίσκῳ μικρῷ· ἀλλὰ τοῦ οὐρανοῦ σε οἰκήτορα ἀνέδειξαν. Ἐφρούρησαν, οὐκ ἤσθοντο δέ· θησαυρὸν γὰρ ὁμολογίας Θεοῦ· κἀκ τούτου γνοῖεν δ᾽ ἂν, εἴπερ βλέψοιεν, ὅτι σε τίμιον ἐν ἀνθρώποις ἐγνώρισαν, καὶ κόσμῳ σωτήριον, καὶ πολλοῖς φιλοθέατον.

Ἐδέξω τὰς ἀτιμίας καὶ ὕβρεις μετὰ Χριστοῦ· ἐδιώχθης ὡς μακάριος· ἐσκόρπισάν σου τὰ πρόβατα, ὅτι σε τὸν ποιμένα ὡς Χριστὸν ἐπάταξαν. Εἰ καὶ τολμηρὸν εἰπεῖν, ὅμως αὐτοῦ καὶ ἡ φωνὴ, Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ τἄλλα, ὅσα τοῖς ἀκολουθοῦσιν αὐτῷ φέρει τὴν ταυτοπάθειαν· Εἴπερ γὰρ συμπάσχομεν αὐτῷ, ὥς φησιν ὁ μέγας Παῦλος, ἵνα καὶ συνδοξασθῶμεν. Καὶ οὕτω μὲν ταῦτα. Ἐμοὶ δὲ τῷ ἀσώτῳ καὶ ἀναξίῳ, διὰ τῶν σῶν ἁγίων εὐχῶν, Πάτερ δίκαιε, ἐχαρίσατο ὁ ἐλεήμων Κύριος παράκλησιν, καὶ τὸ ἐν πνεύματι συνεῖναί σοι· εἰμὶ γὰρ ἀεὶ ὡς ὁρῶν σε καὶ ὁμιλῶν σοι, καὶ ὡς κομιζόμενος τὴν εὐχὴν, καὶ ὡς σκεπόμενος, καὶ ὡς διδοὺς καὶ λαμβάνων λόγους εἰς ἕδρασμα τῆς ὁμολογίας ἧς ὡμολόγησας. Καὶ δοκῶ σου ἐπαϊούσης τῆς φωνῆς ταῦτα ἀκούειν· Ταπεινὲ Θεόδωρε, μικρὸν ὄντως ταλαιπωροῦμεν, ἐπεὶ καλὴν φέρει ὁ Θεὸς τὴν ἐλπίδα. Ταῦτά μοι παρηγορία, ταῦτα ἀναψυχή. Μὴ δείσης, Πάτερ, δι᾽ ἐμὲ τὸν δοῦλόν σου καὶ παντάπασιν ἀπεῤῥιμμένον. Καὶ γάρ εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς μίασμα, καὶ παντὸς ἀνθρώπου κατεψυγμένος μᾶλλον. Πλὴν τολμῶ λέγειν ὡς ἀνάξιος εὔελπις, ἄνω βλέπων ῥωννύμενος ὑπὸ τῆς σῆς πρεσβείας, οὐκ ἀπευδοκῶν εἰς ἃ ἔπαθον, ἐπιμεμφόμενος δὲ ἐμαυτὸν, ὅτι μὴ ἀνδρείως καὶ κατὰ λόγον, καὶ ὅτι ὀλίγα καὶ οὐδενὸς ἄξια ἀφορῶν πρὸς τὰ ζωοποιὰ πάθη τῶν ἁγίων. Ἐγένετό μοι γὰρ πολλῶν ἔντευξις μαρτυριῶν ἐν δώδεκα δέλτοις ἀπογεγραμμένων· ὥστε παταχθῆναι τὴν καρδίαν, καὶ μηδὲ τολμᾶν λέγειν ὅτι ἔπαθόν τι διὰ Χριστόν. Καὶ τί γλυκύτερον, Πάτερ, ὑπομιμνήσκω ὡς δοῦλος, τοῦ δι᾽ αὐτὸν πάσχειν; Ἄθρει, Πάτερ, ἄνω· ὅρα τὸν Κύριον, ἐπόπτευε τὰς ἀγγελοθεῖας· ἐνατένιζε τὰς ἁγιοχορείας· ἴδε ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τὸν Κριτὴν τοῦ κόσμου· ὅς σε ἀνακηρύξει πιστὸν δοῦλον, καὶ τῶν ἐντολῶν αὐτοῦ τηρητὴν, καὶ, τὸ μεῖζον, ὁμολογητήν. Εἶτα ποῦ σε πέμψει; οὐκ εἰς πῦρ αἰώνιον, ὅπερ λαμβάνει τοὺς ἀπειθεῖς τοῦ νόμου αὐτοῦ· ἀλλ᾽ εἰς ζωοδόχον χωρίον, καὶ ἀθάνατον κατάπαυσιν, καὶ ἀπειροαγαλλίατον εὐφροσύνην. Εἴσελθε γὰρ, φησὶν, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ βλέπουσι. Πάντες μεγαλοψυχοῦμεν, σοῦ ἡδρασμένου. Εἴη σοι ἐπὶ πλέον ἡ βοήθεια τοῦ Θεοῦ ὀχυροῦσά σε, δυναμοῦσά σε, εὐτονοῦσά σε, ἀνδρειοῦσά σε. Ὁ τὸν Θεὸν φοβούμενος, μὴ φοβηθῇς ὃ ἐποίησέ σοι ἄνθρωπος, ἢ καὶ ποιήσει τυχόν. Πέποιθας ἐπὶ Κύριον, ὅρος εἶ Σιὼν, οὐ σαλευθήσῃ εἰς τὸν αἰῶνα· κάτοικον γὰρ ἔχεις τὸν τῆς ἄνω Ἱερουσαλὴμ τεχνίτην καὶ δημιουργόν. Τὰς ἰοβόλους φωνὰς, καὶ ἀπατηλοθελεῖς, τῶν ὡς ὄφεων ὑποσυρομένων σοι, καὶ θελόντων σε τοῦ ξύλου τοῦ ζωτικοῦ τῆς ἀληθείας ἀπάξαι, φεῦγε, καὶ ἐνωτίζου ἅπαξ κραταιωθεὶς ἐν τῇ ἀληθείᾳ, καὶ διὰ πολλῶν μαρτυριῶν τῆς ἁγίας Γραφῆς συσφιγχθεὶς, ἔσθ᾽ ὅτε καὶ ἀνθρώπων εὐσεβῶν, εἰς παντελῆ ἀκινησίαν· ὅπως τεύξῃ κἀκείνης τῆς φωνῆς τὸ ἐγκώμιον· Ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. Ὑγιαίνουσιν οἱ πάντες ἀδελφοὶ, ὁ κύριος διάκονος ὁ Πατήρ μου, ὁ γλυκύς μου ἀδελφὸς, καὶ νῦν μᾶλλον ἀξίως περιπόθητος, οἱ λοιποὶ προσφίλιοι καὶ τίμιοί μου, καὶ τέκνα σου, οἷς σὺν ἐμοὶ πᾶσι, Πάτερ, εὔχου. Πάντες αὐτῶν εὐδρομοῦσι· ποθητὸν αὐτοῖς μόνον ἡ σὴ ὑγεία ἐν Κυρίῳ καὶ εὐφόρητον πᾶν ὁτιοῦν παθοῦσι. Πάντως καὶ λυπούμεθα, καὶ ἀδημονοῦμεν, καὶ ἀσχάλλομεν, καὶ ῥᾳθυμοῦμεν, καὶ λογισμῶν πονηρῶν ὀχλήσεις ἔχομεν· καὶ οὐδὲ γὰρ ἔστιν ἐκτὸς θλίψεων παρελθεῖν τῶν τῇδε· ἀλλὰ διὰ τὴν ἐλπίδα καὶ εὐχήν σου ἰσχύομεν. Ἐμοὶ δὲ, Πάτερ, εὔχου, ὅτι τὸν Ἡσαῖαν τὸν ἅγιον ἐκστηθίζω. Καὶ δήλωσόν μοι εἰ, παρὰ τὸ γράφειν, ἀναγινώσκειν με θέλεις.

· Contents ·