Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 11: To Anastasius, Bishop of Knossos
ΙΑ΄. — Ἀναστασίῳ ἐπισκόπῳ Κνωσίας.
Τί σοι γέγονεν, ὦ ἱερώτατε Πάτερ, καὶ τί τοσοῦτον μετὰ μίαν καὶ δευτέραν παραίτησιν ἔτι παραβιάζῃ, ὥστε παρ᾽ ἐμοῦ τοῦ ἀμαθοῦς καὶ περιπαθοῦς εἰληφέναι λόγον ὠφελείας; Ἔγωγε μᾶλλον ἔχω χρείαν ὑπὸ σοῦ φωτισθῆναι· ὁ καὶ τῇ τάξει δεύτερος, καὶ τῷ βίῳ ἐσκοτισμένος· οὐ τὰ περὶ ἐπισκοπῆς ὀφειλόμενα· φεῦ γὰρ τῆς ἐμῆς ἀνοίας! ἀλλὰ τὰ περὶ μοναχικῆς, εἴτ᾽ οὖν ἡγουμενικῆς καταστάσεως, τὸ πῶς ἄρα ἀφηγησάμενος κατὰ λόγον τὸ ἐμπιστευθέν μοι ἀναξίως ποίμνιον, εὔροιμι Θεὸν ἵλεω ἐν ἡμέρᾳ τῆς φρικτῆς ἀπολογίας μου. Ἀλλὰ τοῦτο πέπονθας πάντως ἐξ ἄκρας μετριοφροσύνης. Ἐκπειράζειν γάρ μου τὴν ἀπαιδευσίαν, οὐ θέμις με ὑπονοεῖν τὴν ἀρχιερωσύνην σου. Ἐγὼ τοίνυν δέδοικα τὰ τοῦ οἰκείου βαθμοῦ, ὦ ἱερὰ κεφαλὴ, καὶ ἰλιγγιῶ περὶ τὴν ψυχικὴν κυβέρνησιν τῷ ὄντι· πῶς δὴ οὖν ἐκ τῆς πολυταράχου καὶ ἀεικυμάντου νοητῆς θαλάσσης ἀποσώσαιμι τὸ ἐγχειρισθέν μοι τοῦτο βραχύτατον καὶ λογικὸν πλοιάριον εἰς λιμένα σωτηρίας· ὅτι πρὸς τοῦτο καὶ πολιτείας ἀκραιφνοῦς χρεία καὶ γνώσεως ἱκανῆς ἐπιτυχία, ἵν᾽ ὡς ἐν δυσὶν αὐχέσι πηδαλιουχῶν, γρηγόρως καὶ ἐπιστημόνως ἀκαταβάπτιστον τοῖς ὕδασι τῆς ἁμαρτίας ἐμαυτόν τε καὶ τοὺς ἑπομένους μοι διαφυλάττω. Αὕτη τοίνυν ἡ ἐμὴ ἀπολογία τοῦ ταλαιπώρου. Ἐπεὶ δὲ τὸ τῆς ὁσιότητός σου κέλευμα οὐκ ἀκίνδυνον πάντη καταλιπεῖν, εἰ καὶ ὑπὲρ δύναμίν μου ἀνυπήκοον, ἄλλως τε καὶ ἐκ τοῦ οἰκείου μου Πατρὸς τὴν ὑποταγὴν δεξάμενος· πεποιθὼς τῇ ἀμφοτέρων εὐπειθείᾳ, τοῦτό σοι, ὦ θειότατε Πάτερ, ἐν εἴδει ὑπομνήσεως ἐπιφθέγξομαι, ὅτι μεῖζον κατὰ πολὺ καὶ ὑπερβάλλον τὸ πλοῖον τῆς σῆς τελειότητος πρὸς τὸ ἐμὸν νηάριον· φημὶ δὴ τὸ ἐπισκοπικὸν ὕψωμα πρὸς τὸ ἡγουμενικὸν ἀξίωμα· καὶ τοσοῦτον ὅσῳπερ ἂν καὶ πλειόνων ἄρχειν ἠξιώθης, καὶ ταῦτα οὐχ ἑκόντων ἴσως, οὐδὲ ὁμογνωμόνων, οὐδὲ τῆς αὐτῆς φύσεως καὶ ἀξίας, ἀλλὰ καὶ ἀῤῥένων καὶ θηλειῶν, μοναστῶν τε καὶ μιγάδων, ἀρχόντων τε καὶ ἀρχομένων, γημάντων καὶ ἀγάμων, δούλων τε καὶ ἐλευθέρων, ὀρφανῶν τε καὶ χηρευόντων, πλουσίων τε καὶ πενήτων, δυναστευόντων τε καὶ καταπονουμένων, χρεωφειλετῶν τε καὶ δανειστῶν, ἁβροδιαιτούντων τε καὶ λιμοκτονουμένων, πολυκτημόνων τε καὶ ἀνεστίων, μαλακοφορούντων τε καὶ ῥακοδυτούντων. Ταῦτα γὰρ καὶ πλείω τούτων οὐκ ἐπιφαίνεται τῷ ἡμετέρῳ βίῳ· ὁ δὲ σὸς ἐμπέπλησται. Καὶ οὐδὲ πᾶς ὁ λαός σου ὑπὸ μιᾶς φροντίδος δεδιοίκηται, οὐδὲ πάντων τὰ πρόσωπα καὶ τὰ ὀνόματα οἶσθα, οὐδ᾽ ἑκάστου τὰς μεθόδους τῆς ζωῆς διαγινώσκεις· ἀλλὰ ἄλλοι ἄλλως κατὰ πολὺ τὸ διάφορον ἔχουσιν. Οἱ μὲν γὰρ ἴσως γεωπονοῦσιν, οἱ δὲ ναυτίλλουσιν, οἱ δὲ ποιμαινεύουσιν, οἱ δὲ ἀπρακτοῦσιν, οἱ δὲ πρακτορεύονται· καὶ πολὺς ὁ λόγος τῆς ἐφ᾽ ἑκάστῳ ὁρωμένης ἐργασίας. Ἐπὶ τούτοις δὲ πᾶσιν ὅσος καὶ πηλίκος ὁ κόπος! καθὰ λογίζομαι, ἀλόγιστος· ὅσος ὁ ἰδρὼς, ὁ ἀγὼν, ὁ δρόμος, ἡ εὐτονία, ἡ φροντὶς, ἡ μέριμνα, ἡ ἔκτηξις τῆς σαρκὸς, ἡ ὀδύνη τῆς ψυχῆς, ἡ τῆς διανοίας κατακοπή! Ὥσπερ οὖν ὁ ἀπευθύνων τὴν ναῦν ἐν μεγάλῃ ζάλῃ καὶ καταιγίδι θαλάσσης, ὅλος νήφων ἐστὶ καὶ ἀπερίτρεπτος, ἀνύστακτον ἔχων τὸν ὀφθαλμόν· οὐδὲ γὰρ εἰς βραχὺν φέρει κίνδυνον τὸ μικρῶς πως παρεμπεσεῖν ἀπειρίαν καὶ ἀμέλειαν· οὕτω πολλῷ μᾶλλον ὁ κυβερνήτης τῶν ψυχῶν ἀγωνιστικώτερον καὶ ἀκριβέστερον εἰδέναι ὀφείλει τὸ τῆς προστασίας ἔργον, ἵνα μὴ ὑποβρύχιος γένηται τῷ βυθῷ τῆς ἀπωλείας. Διὰ ταῦτα, ὡς οἶμαι, ἁγιώτατε, ἐβόα ὁ μέγας Ἀπόστολος, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ πάλιν, Ὅτι ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὦν ἄνομος, ἀλλ᾽ ἔννομος Χριστῷ. Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας κερδήσω. Ἰδοὺ οὕτως καὶ οἱ κατ᾽ αὐτὸν κανόνες καὶ ὅροι ἐπισκοπῆς· καθάπερ καὶ αὐτοὶ οἱ θεσπέσιοι Πατέρες ἡμῶν διαγορεύουσι. Λοιπὸν ἀναγνοὺς καὶ διαγνοὺς τὰ τῶν ἁγίων, καὶ ἐπὶ χεῖρας ἔχων τὰ θεοπαράδοτα λόγια· τί πρὸς ἐμοῦ τοῦ τάλανος τοιοῦτόν τι ἐπιζητεῖς; Ἐγὼ δοκῶ τὸν ἐπίσκοπον εἶναι ἔφορον, καὶ ὑπεύθυνον τῆς ἐπὶ πᾶσι τῶν ἀρχομένων γενομένης διαπράξεως. Ἄγγελον ἀσίγητον, τὰ τοῦ Θεοῦ δικαιώματα κηρύσσοντα· ὅμμα ἀκοίμητον τὰς ἑκάστου ὁδοὺς τῶν ὑπ᾽ αὐτοῦ ἐξαγομένων ἐπιβλεπόμενον· μίμημα Χριστοῦ, εἰς ὃν οἱ ἑπόμενοι προσέχοντες τὴν ἑαυτῶν ζωὴν εὐαγγελικῶς χαρακτηρίζουσι· φωστῆρα ἀειλαμπῆ τοῖς ἐξ ἀγνοίας καὶ ἁμαρτίας νυκτομαχοῦσι γνωριζόμενον· τὸν λόγον τῆς διδασκαλίας ἐπομβρίζοντα τοῖς διψῶσι τὰ σωτήρια· οἰκονόμον μέγιστον, τὸν ἑκάστου βίον λογοθετεῖσθαι μέλλοντα ἐν καιρῷ ἀνταποδόσεως. Οὔτε οὖν μεῖζόν τι τῆς πρὸς Θεὸν ἐγγύτητος καὶ ἀγάπης, οὔτ᾽ αὖ εὐμισθότερον, ὡς ἡ τηλικαύτη ἐπιστασία· καθὼς φησιν αὐτὸς ὁ Χριστὸς πρὸς τὸν κορυφαῖον ἀπόστολον· « Εἰ φιλεῖς με, Πέτρε, πλεῖον τούτων, ποίμαινε τὰ πρόβατά μου. » Οὔτε ἐπικινδυνότερον καὶ ὀλεθριώτερον τοῖς ἀναξίως ταύτην ἀσπαζομένοις.
Ἀλλ᾽ αὐτὸς, εὖ οἶδα, Πατέρων ἄριστε, ὅτι ὡς ἀγαθὸς ποιμὴν τὴν ψυχήν σου ἀεὶ τεθεικὼς εἶ ὑπὲρ τῶν σῶν προβάτων, προκινδυνεύων ὑπὲρ ἑνὸς ἑκάστου· μὴ πτοούμενος ἀπειλὰς ἀνθρωπίνας· μὴ ὑποστελλόμενος τὸν τῆς ἀληθείας λόγον ἐξ ἐναντίας τῶν ἀντιδιατιθεμένων· τὸ τοῦ μόνου βασιλέως θέλημα ἀποθεραπεύων. Πρὸς τούτοις ἐλέγχων μετὰ παῤῥησίας, ἐπιτιμῶν μετὰ συμπαθείας, εἰρηνεύων καὶ καταλλάσσων τοὺς διισταμένους, ἀφορίζων μετὰ εὐκρισίας τὸ βέβηλον ἀπὸ τοῦ ὁσίου, τὸ ὑγιὲς ἀπὸ τοῦ νενοσηκότος, ὡς ἂν μὴ μεταδοίη τῆς οἰκείας ἀῤῥωστίας τῷ πλησιάζοντι· τὸ πλανώμενον ἐπιστρέφων· τὸ ἠσθενηκὸς ἐνισχύων· τὸ συντετριμμένον καταδεσμεύων. Ὡς πολύ σου ὄντως τὸ ἔργον! ἡγουμένων ἐπίσκεψις, κελλιωτῶν ἐπίκρισις, πρεσβυτέρων καὶ διακόνων χειροτόνησις, καὶ βίου τούτων πάντων ἐπιτήρησις· χηρῶν προστασία, ὀρφανῶν ἐπικουρία, καταπονουμένων ἐκδίκησις, ἀδικουμένων ὑπερμάχησις, καὶ μέντοι καὶ ὑπεροχῆς διατήρησις. Ἐπειδὴ ὅταν μηδὲν ᾖ τὸ βλάπτον καὶ κωλύον εἰς θεοσέβειαν, ὑποτάσσεσθαι καὶ ἡμᾶς πάσῃ ἀρχῇ καὶ ἐξουσίᾳ προσήκει, καὶ φιλιάζειν διὰ παντὸς, εἰ δυνατὸν, πρὸς ἅπαντας διὰ τῆς εὐμεταδότου καὶ φιλοφρόνου δεξιώσεως καὶ προεπιδόσεως. Ἀπείη γὰρ περὶ τῆς μακαριότητός σου τὰ τῆς ἐναντίας μερίδος τῶν κακῶν ποιμένων διαγορεύειν! οἷον τῶν αἰσχροκερδῶς ποιμαινόντων τὸ ποίμνιον· τῶν εἰς ἀφορμὴν βίου λογιζομένων τὴν τοιαύτην ἀξίαν, καὶ εἰς σαρκὸς ἀνάπαυσιν, καὶ εἰς ἐπιθυμίας ἀπόλαυσιν, εἰς κατάσχεσίν τε πλούτου τοῦ ῥέοντος, καὶ εἰς κτῆσιν πλέθρων γῆς τόσων καὶ τόσων, ἀγέλης τε ἀνδραπόδων καὶ βοσκημάτων πληθύος. Καὶ διὰ τοῦτο ἀνθρωπίνως καὶ οὐ θεϊκῶς ἐπιπηδώντων τῷ ὕψει τῆς προστασίας, εἰς τὸ αἴρειν τὴν ὀφρὺν κατὰ τῶν ὑποδεεστέρων, καὶ προκαθέζεσθαι σοβαρῶς κατὰ τῶν ὑπερτίμων. Καὶ ἐῶ λέγειν περὶ τῶν διαμαχομένων ἴσα καὶ τῶν δικανικῶν ὑπὲρ τῶν ἀπολλυμένων πραγμάτων, καὶ οὐκ ἀνθισταμένων ὑπὲρ τῶν τῆς εὐσεβείας δογμάτων· ἢ, τὸ πολὺ χεῖρον τούτων, περὶ τῶν ὑποσπώντων καὶ ὑπωπιαζόντων τὰ τῶν ὑποχειρίων, κἀκ τούτου συναθροιζόντων δύναμιν καὶ περιουσιασμόν. Οἷς γὰρ μᾶλλον ἔδει χεῖρα ὀρέγειν πενομένοις, τούτους κατὰ μικρὸν ἐκθλίβειν οὐ παραιτούμενοι, τίνι ὁμοιωθήσονται; Πέτρῳ καὶ Ἰωάννῃ ἄρα καὶ τοῖς ὀπαδοῖς αὐτῶν· οἷς, φησὶν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπῆρχεν, ἀλλ᾽ ἡ τοῦ θείου Πνεύματος χάρις; ἢ Σίμωνι τῷ Μάγῳ καὶ Ἰούδᾳ τῷ προδότῃ, καὶ Γιεζῇ τῷ φιλαργύρῳ, καὶ τοῖς λοιποῖς πλουσίοις τοῦ αἰῶνος τούτου; Ἐκείνων δὲ λέγω, τῶν τὸ παρὸν μόνον ὅπως αὐτοῖς εὖ ἕξει σκοπούντων, καὶ σάρκα θεραπευόντων, καὶ τῷ χρυσῷ τῇ καρδίᾳ προστιθεμένων, καὶ τούτων ἴσως τοκιζόντων, ἢ ἐπὶ πλεονασμῷ διανειμάντων τοῖς ἐνδεέσι, καὶ πρὸς τὰ οἰκεῖα θελήματα κατακρατούντων, καὶ προσπαθῶς τοῖς οὐκ ἀξίοις, ἢ τοῖς ἀγχιστεύουσι χρωμένων. Οἵτινες ὅλην φροντίδα κέκτηνται τάχα ἐπὶ τοῦ σπεῖραι πολλὰ καὶ ἀμήσασθαι, καὶ ἐπὶ τοῦ φυτεῦσαι τοσαῦτα καὶ καρπώσασθαι, καὶ ἐπὶ τοῦ προσθεῖναι καὶ πληθῦναι βουκόλια ἢ ποίμνια· ὥσπερ τινὲς γεωργοὶ καιροσκοποῦντες καὶ καταπραγματευόμενοι τὰς ἐνδείας πρὸς τὸ πωλεῖν καὶ ἀγοράζειν ταῦτα καὶ ἐκεῖνα, πραγματευτικῶς καὶ ἐμπορικῶς οἰονεὶ πολιτευόμενοι, ἀλλ᾽ οὐκ ἐπισκοπικῶς καὶ ἱερατικῶς· πρὸς τὸ μόνον πτερῶσαι ψυχὴν καὶ ἁρπάσαι κόσμου καὶ δοῦναι Θεῷ, καὶ ὅλον τὸ ποίμνιον διασώσασθαι ἐκ θανάτου ἁμαρτίας, καὶ οὕτως κατὰ δεύτερον λόγον καὶ τὰ ἐπιτήδεια τῆς παρούσης ζωῆς δι᾽ οἰκονόμων καὶ ἐπιτρόπων πορίζεσθαι. Ἀλλ᾽ οὐαί μοι, ὅτι ἐμαυτῷ ταῦτα κατέλεξα, ἐκ τῶν οἰκείων παθῶν τὰ οὐκ ὄντα τοῖς ἄλλοις διαγραφόμενος. Σὺ δὲ, ὦ πανσεβάσμιε Πάτερ, καθαρὸς ὢν ἀπὸ τῶν τοιούτων, ταῖς ἱεραῖς εὐχαῖς τοὺς νοητοὺς λύκους ἀποσοβοίης ἐκ τῆς Χριστοσφραγίστου ἐπαύλεώς σου. Εὖ οἶδ᾽ ὅτι καὶ ταῦτ᾽ ἄγοις, καὶ διεξάγοις εἰς τὰ χωρία τῶν ἀρετῶν, ἐκτρέφων καὶ λιπαίνων τῇ πόᾳ τῆς ἐμμελοῦς σου διδασκαλίας, καὶ τῷ ὕδατι τῆς καθαρᾶς πίστεώς σου· καὶ ἑκάστοτε προσάγοις θύματα δεκτὰ ταῖς λογικαῖς σου καὶ ἡγνισμέναις τῷ Θεῷ λατρείαις· ἀλλὰ ταῖς ἰκετηρίαις προφθάνων, ποιμαίνοις κἀμὲ τὸν τληπαθέστατον καὶ πολυαμάρτητον, δέομαι καὶ ἀντιβολῶ, καὶ σύγγνωθι εἴ τι ὥφλησα γέλωτά σοι ἀμαθίας μου. Πλὴν ὅτι οὐχ ἐκὼν, ἀλλ᾽ ἐκβιασθεὶς ὑπὸ τῆς ἱερᾶς σου καὶ πνευματικῆς ἀγάπης, μᾶλλον δὲ κελεύσεως, καθῆκα ἐμαυτὸν εἰς τοῦτο. Οὐ πρὸς ὄνησίν σού τινα φθεγξάμενος· ἀλλὰ πρὸς ἔνδειξιν, ὡς εἴρηται, ὑπακοῆς ἀνυποκρίτου σου. Ἔῤῥωσο ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν τῶν μόνων ἁμαρτωλῶν, τὰ πάντα ὁσιώτατε Πάτερ.