Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 1, Letter 12: To Thomas the Dishypatus

ΙΒ΄. — Θωμᾷ δισυπάτῳ.

Ποία πρόσρησις, ἢ τίς λόγος παρακλήσεως εὑρεθείη πρὸς ἡμῶν τῶν ταπεινῶν τῇ σῇ κυριότητι πρὸς τὰ ἐνόντα αὐτῇ λυπηρὰ, ὦ δέσποτα; Ἐξενώθης τῆς ἐνεγκαμένης σε καὶ θρεψάσης πόλεως· ἀπεστερήθης τῆς μεγίστης ἐστίας· ἀπεγυμνώθης τῆς λαμπρᾶς ἀξίας, προσθήσω δὲ, καὶ τῆς ὑπάρξεως· ἀποδιέστης τῶν φίλων, τῶν συνήθων, τῶν φιλτάτων σου τέκνων· ὑπερωρίσθης ὧδε κἀκεῖσε· τὰ δὲ τῆς ὑπερορίας ὅσα εἰς κακοπάθειαν τῷ ἀήθει σου σώματι, ἔνδεια βρωμάτων, πομάτων, λούτρων, ἐρημία ὁμιλούντων, εὐπορία προσεπεμβαινόντων, προσπλησσόντων. Οἱ γάρ ποτε εὐγνώμονες νῦν ἴσως ἀγνώμονες, καὶ οἱ φίλοι καὶ γνώριμοι τετράφθωσαν τὰ πρόσωπα, ἢ ἐγγύθεν ἢ μακρόθεν ὄντες ἀπὸ τοῦ γνωρίζειν καὶ φιλεῖν καὶ κήδεσθαι.

Φροντὶς ἐπὶ τούτοις τῶν ἔτι ἐπιλελειμμένων ὑπηρετῶν δούλων, καὶ πρό γε τούτων τῶν καλλίστων παίδων. Καὶ τὸ δύνασθαι οὐ πρόσεστι. Καὶ ἐπὶ τούτοις καθέζῃ πρὸ τοῦ ἄστεος, οἷον ἐπὶ τῶν πο ταμῶν Βαβυλῶνός ποτε ἀπαγόμενος εἰς Ἀσσυρίους Ἰσραήλ· ἐν ᾧ, φησὶν, ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. Στεναγμοῦ τοίνυν καὶ κατηφείας καὶ δακρύων τὰ σά. Ἀλλ᾽ ἐπεὶ πρόσεστί σοι γνώσεως χάρισμα, καὶ φρονήσεως δώρημα· οὐ πάντως καταπίπτειν οἰόμεθά σε ἐν τούτοις· εἰδότα ὅτι πειρατήριον ὁ βίος ἀνθρώπου, κατὰ τὸν ἀοίδιμον Ἰὼβ, ἧς ὅσα πέπονθεν οὐκ ἀγνοεῖ σου ἡ πολυπειρία· οὐδὲ τὴν ἄλλην ἄστατον φορὰν τῆς παραυτίκα ζωῆς, ἄλλοτε ἄλλως ἐχούσης κατὰ πᾶσαν σχεδὸν ἡμέραν τε καὶ ὥραν. Ῥοῇ γὰρ καὶ ἀποῤῥοῇ ἔοικεν, ἄνθεσί τε καὶ ὀνείρασι, καὶ οἶστισιν ἄλλοις, κατὰ τὰς θείας φωνὰς τῶν ἁγίων.

Ἀναλογιζέσθω γάρ σου ἡ τιμία ψυχὴ, πόσα ἐν τῷ μεταξὺ χρόνῳ τῆς ἀπαγωγῆς πέπρακται, τῶν μὲν ἀποπεπτωκότων, τῶν δὲ ἀνυψωθέντων, ἄλλων τεθνηκότων, ἑτέρων εὐπραγησάντων, ἄλλων δυστυχησάντων. Καὶ οὐδεμία στάσις ἐν τῷ ἀστάτῳ καὶ εὐκινήτῳ δρόμῳ τοῦ βίου ἡμῶν. Ἐκεῖνό τε πάλιν ἀληθὲς ὃν, ὅτι πάντες ἄνθρωποι ἐν ἐξορίᾳ ἐσμὲν, κατὰ τὸ ἀποικισθῆναι ἡμᾶς διὰ τοῦ πρωτοπλάστου ἐκ τοῦ παραδείσου, ὡς ὁ λόγος, καὶ εἰς τόδε τὸ θανατηφόρον χωρίον ἐναυλίζεσθαι, ἕως ἂν τὸ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι σου, ἄδωμεν, μεταβαίνοντες ἐκ παροικίας εἰς ἐλευθερίαν. Ὥστε οὐδὲ ἐξορίζειν δύναιντ᾽ ἂν ἄνθρωποι τοὺς ὁμογενεῖς, κατὰ τὸ ἀκριβὲς τοῦ λόγου, ἐξόριστοι ὄντες καὐτοί. Ἐπεὶ πάντες πάροικοι καὶ παρεπίδημοι περιγεγράμμεθα. Εἴ τι τοιοῦτον φάρμακόν σοι παρηγορίας παραμύθιον παρακλήσεως· αἰτοῦμεν, ἀντιβολοῦμεν, εἰς τὸ ἐνεγκεῖν μακροθύμως τὰ συμβάντα, εὐχαρίστως τὰ λυπηρά· ὅπερ πεπείσμεθα ἐσχηκέναι σε. Ἐπεὶ πόθεν ἄλλοθεν οἴσομεν τὴν ἐπιφοράν; Εἶτα ὅτι κἀντεῦθεν τὰ μεγάλα κερδανοῦμεν, δι᾽ ἀπραξίας εὐπραξίαν τὴν μείζονα, διὰ πενίας πλοῦτον τὸν ἀμετάπτωτον, δι᾽ ἀδοξίας δόξαν τὴν ἀκήρατον. Καὶ τάχα παρακληθήσονται καὶ αὐτοὶ οἱ κρατοῦντες εὐσεβεῖς ἡμῶν βασιλεῖς ὀψέ ποτε ἐπαναγαγεῖν σε εἰς τὰ οἶκοι, καὶ ἀποδοῦναι τὰ δέοντα. Ἴσμεν γὰρ αὐτῶν τὸ φιλάνθρωπον καὶ εὐμετάμελον, ᾧπερ κιχρῶνται μεγάλως ἐπὶ τοῖς τοιούτοις. Ἕως δ᾽ ἂν ἐπιμένοις, παρακαλέσαι σε Κύριος ὁ Θεὸς παρακλήσει ὑπομονητικῇ καὶ εὐχαριστηρίῳ· ἀλλὰ καὶ πείσειεν αὐτοὺς τοὺς κρατοῦντας τὸ προειρημένον ἡμῖν πρᾶξαι ἐπὶ σοὶ, καὶ ἀποδοῦναί σε τὸν περιπόθητον τοῖς φιλοῦσί σε.

· Contents ·