Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 1, Letter 15: To Theodulus the Stylite
ΙΕ΄. — Θεοδούλῳ Κιονίτῃ.
Ἐκ χρόνου πολλοῦ ἐπιθυμίαν ἔχοντι ἕως τοῦ παρόντος, ἁγιώτατέ μου Πάτερ, ἐλθεῖν καὶ κομίσασθαί σου τὰς ἁγίας εὐχὰς, οὐκ ἐξεγένετό μοι ὁδὸς, πάντως διὰ τὰς ἁμαρτίας μου· ὥσπερ καὶ νῦν. Διὸ ἠναγκάσθην ἀποστεῖλαι τὸν ἀδελφὸν ἡμῶν τὸν Καλόγηρον, ἀναπληροῦντα τῆς ταπεινώσεως ἡμῶν τὴν ἀπουσίαν· ἐπεὶ καὶ ἡμεῖς ἐλευσόμεθα προσκυνήσοντες τὰ τίμιά σου ἴχνη, Θεοῦ εὐοδοῦντος. Σύγγνωθι δέ μοι, Πάτερ, ὃ μέλλω λέγειν, ὅτι ἐν ἁπλότητί ἐστι ἐξ ἀγάπης εἰλικρινοῦς, καὶ ἐκ τοῦ ἐφίεσθαί με τὸ ἀμώμητον τῆς πολιτείας σου. Τινὲς ὑπέκρουσαν (ὡς ἐπιστάμενοί γε γνήσιόν σου εἶναι καὶ ὁμόψυχον φίλον καὶ τέκνον, ὄντες καὶ αὐτοὶ φίλοι διαφερόντως), ὅτι παρὰ τὸ δέον πράττει ἡ ἁγιωσύνη σου· κἀμοῦ πρὸς τοῦτο δυσχεράναντος, καὶ ἐνισταμένου, καὶ ἐπιφθεγγομένου τὰ μέγιστα κατορθώματα τοῦ ὑψηλοῦ σου βίου, συνείροντό μοι ἐν τούτῳ. Πρὸς δὲ ῥήματά τινα καὶ πράγματα κατητιῶντο· καὶ, ἵνα ἓν εἴπω, ἔφασαν ὅτι ἀγγέλους ἀνιστόρησε, καὶ τούτους ἰσότυπον τοῦ Χριστοῦ, ἐν τοῖς φεγγίοις ἐσταυρωμένους· αὐτὸν δὲ τὸν Χριστὸν καὶ τοὺς ἀγγέλους, γηραλέους. Καὶ πολλὰ πρὸς τοῦτο φιλοπευστῶν, οὐκ ἠδυνήθην αὐτοῖς ἀντιφθέγξασθαι. Ἤροντο γὰρ ξένον τι καὶ ἀλλότριον τῆς παραδόσεως τῆς Ἐκκλησίας εἰργάσθαι, καὶ πάντως οὐχ ὑπὸ Θεοῦ, ἀλλ᾽ ὑπὸ τοῦ ἐναντίου εἶναι τὸ πρᾶγμα· ἐπὰν ἐν τοσούτοις ἔτεσι, καὶ τοσούτοις θεοφόροις καὶ ἁγίοις Πατράσιν, οὐχ ὑποδειγματίσθη τοῦτο τὸ ἰδίωμα. Τὸ γὰρ νῦν καινοτομούμενον, κἂν ἐξ ἀγγέλου ἐστὶν, ἀσφαλίζεται ἡμᾶς ὁ Ἀπόστολος μὴ δέχεσθαι, λέγων που· Κἂν ἡμεῖς αὐτοὶ, ἢ ἄγγελος εὐαγγελίζηται (προσθήσω, καὶ παραδίδωσι), παρ᾽ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω. Τί οὖν, Πάτερ μου ἅγιε, πρὸς ταῦτα φῆσαι, οὐκ ἔχω. Καὶ τῇ ἀπορίᾳ συνεχόμενος, ἠναγκάσθην γράψαι σοι· ἵνα ἀπολύσωμεν ἑαυτοὺς πάσης βλάβης, πρὸς τοὺς ἐν λόγῳ ἐγκαλοῦντας, καὶ ὡς ἐκ πάσης τῆς Ἐκκλησίας. Καὶ διὰ τὸν Θεὸν δέξαι με ὡς σύμβουλον τέκνον σου, πονοῦντα ὑπὲρ σοῦ, καὶ ἡγούμενον τὴν δόξαν σου δόξαν μου· καὶ μὴ θέλοντα ἀκούειν μῶμόν σου ἐν τινι, τοῦ ὄντως ἀμωμήτως βιοτεύοντος. Φώτισον, ὁδήγησον, ἐπάκουσον, πρόσχες, ἐπίστησον, λῦσον πάσης διχονοίας τοὺς ὁρῶντάς σου τὸν ὑψηλὸν βίον.